Δευτέρα 27 Αυγούστου 2018

ΙΑΝΟΥΑΡΙΟΣ 10. ΟΣΙΟΣ ΑΝΤΙΠΑΣ ΑΘΩΝΙΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΑΝΟΥΑΡΙΟΣ 10!!
ΑΝΤΙΠΑΣ ΟΣΙΟΣ ΑΘΩΝΙΤΗΣ ΜΟΛΔΑΒΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μ. Μπούσια.)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Προσευχῆς ἐνδιαίτημα, ταπεινώσεως σκήνωμα, νήψεως ἀνάκτορον παμφαέστατον, σκληραγωγίας ὀσφράδιον, καὶ πάντιμον σέμνωμα, ἀγωγῆς μοναδικῆς, κατηγλάϊσας Ἄθωνα, σοῖς παλαίσμασι, καὶ ἀγῶσιν Ἀντίπα νυχθημέροις, ὅθεν μνήμην σου τὴν θείαν, καὶ πανσεβάσμιον σέβομεν.

Ἀρετῆς οἰκητήριον, καὶ σοφίας κειμήλιον, θεαυγὲς Ἀντίπα τῆς Θεομήτορος, λειμῶνα τὸν ἐν τῷ Ἄθωνι, λαμπρῶς κατεκόσμησας, ἐν ἐσχάτοις τοῖς καιροῖς, μαργαρίταις ἀόκνου σου, ἐνασκήσεως, καὶ σαπφείροις συντόνων σου καμάτων, δι’ ὧν ἤρθης πρὸς σκηνώσεις, τῆς αἰωνίου λαμπρότητος.

Ἀνευρὼν τὸ ἐκτύπωμα, τῆς σεμνῆς Θεομήτορος, ἐν τῷ ἐρμαρίῳ Ἀντίπα ἔνδοξε, τῶν ἐρειπίων καλύβης σου, ἀνεῦρες πολύτιμον, ὄλβον μάκαρ ἀσκητά, ὅπερ πίστει ἐφύλαττες, ἄχρι τέλους σου, πρὸς ἐνίσχυσιν θείου σου ἀγῶνος, καὶ ἁγιασμὸν καὶ ῥῶσιν, τῶν εὐλαβῶς προσιόντων σοι.

Μολδαβία σεμνύνεται, τοῖς ὁσίοις σπαργάνοις σου, ὄρος τὸ τοῦ Ἄθωνος τῇ ἀσκήσει σου, καὶ Βαλαὰμ σκήτη Ἅγιε, Ἀντιπα μακάριε, σῇ ὁσίᾳ τελευτῇ, καὶ τῇ θήκῃ λειψάνων σου, θαυματόβρυτε, βλυστανούσῃ ἰάματα παντοῖα, τοῖς αὐτὴν ἀσπαζομένοις, πανευλαβῶς ἐνθεώτατε.

Δόξα. Ἦχος πλ. δ΄.
Τὸν διακριτικὸν πατέρα, κατορθώσαντα ἔχειν ἀγαθοὺς λογισμοὺς μόνον διὰ συντόνου ἀσκήσεως καὶ νήψεως, Ἀντίπαν τὸν Ἀθωνίτην, ἐγκωμιάσωμεν καὶ ἐν ἀγαλλιάσει αὐτῷ βοήσωμεν· ὁ ἑαυτὸν καθάρας ῥύπου πάσης ἐνύλου σχέσεως καὶ πρὸς τὰ ἄϋλα τὸ πνεῦμα πτερώσας, ὁ εἰς ἑαυτὸν αὐστηρὸς καὶ ἐπιεικὴς τοῖς πλησίον, ἱλέωσαι ἡμῖν τοῖς τιμῶσί σε Χριστόν, τὸν πανευΐλατον Θεάνθρωπον.




Καὶ νῦν. Τῆς ἑορτῆς.
Κύριε, πληρῶσαι βουλόμενος, ἃ ὥρισας ἀπ᾽ αἰῶνος, ἀπὸ πάσης τῆς κτίσεως, λειτουργοὺς τοῦ μυστηρίου σου ἔλαβες, ἐκ τῶν Ἀγγέλων τὸν Γαβριήλ, ἐκ τῶν ἀνθρώπων τὴν Παρθένον, ἐκ τῶν οὐρανῶν τὸν Ἀστέρα, καὶ ἐκ τῶν ὑδάτων τὸν Ἰορδάνην, ἐν ᾧ τὸ ἀνόμημα τοῦ κόσμου ἐξείληψας, Σωτὴρ ἡμῶν δόξα σοι.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις ὁ οἰκιστής, ἐρήμου ὄρους Ἄθω, Μονῆς τοῦ Ἐσφιγμένου, καὶ Σκήτεως Προδρόμου, Ἀντίπα ὁ ἰσάγγελος.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις ὁ ἐκ παιδός, Χριστῷ ἠκολουθήσας, καὶ Τούτῳ σοῖς ἀγῶσι, σαφῶς εὐαρεστήσας, Ἀντίπα τρισμακάριστε.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαῖρε τοῦ Βαλαάμ, ὁ ἁγιάσας σκήτη, ἀσκητικῶν ἰδρώτων, ῥανῖσί σου Ἀντίπα, ἡγιασμένε Ὅσιε.

Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, Τριὰς ὑπεραγία, Ἀντίπαν ὁ ἰσχύσας, καταβαλεῖν ἀσκήσει, ἐχθρὸν τὸν πολυμήχανον.

Καὶ νῦν. Θεοτοκίον.
Μῆτερ τοῦ Λυτρωτοῦ, τὴν χαριτόβρυτόν σου, μορφὴν ἐν ἑρμαρίῳ, α’νεῦρεν ἐρειπίων, Ἀντίπας ὁ θεόσοφος.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Νεαυγῶν θεοφόρων πατέρων σέμνωμα, τῆς Μολδαβίας φωστῆρα, Ἁγίου Ὄρους πυρσόν, καὶ πυρφόρον Βαλαὰμ φανὸν τῆς σκήτεως, θεῖον Ἀντίπαν εὐλαβῶς, καταστέψωμεν ᾠδαῖς, ὡς λύχνον ἀδύτου φέγγους, βοῶντες· σκέδασον ζόφον, παθῶν ἡμῶν θερμαῖς πρεσβείαις σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α΄.
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ο Προοιμιακός καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ἀντίπα σεμνότης ἀσκητών, νυχθημέροις πόνοις σου, σκληραγωγίᾳ σαρκίου σου, νηστείᾳ δάκρυσι, ταπεινώσει ἄκρᾳ, προσευχῇ καὶ κλίσεσι, γονάτων χάριν Πνεύματος εἵλκυσας, σὲ ἀναδείξαντος, δωρημάτων θείων τέμενος, καὶ χειμάῤῥουν, θαυμάτων ἀστείρευτον.

Ἀντίπα σεπτὲ καταλαβών, ὄρος τὸ τοῦ Ἄθωνος, αὐτὸ κονίστραν ἀνέδειξας, τῶν παλαισμάτων σου, καὶ κατηξιώθης, ὡς βροτὸς ἰσάγγελος, ἐπάθλων οὐρανίων ἀοίδιμε, καὶ ἀφθαρτότητος, τοῖς χοροῖς συνεπαγάλλεσθαι, τῶν Ἀγγέλων, Ἐδὲμ ἐν τοῖς δώμασιν.

Ἀντίπα κοσμῆτορ Μολδαβῶν, Βαλαὰμ τῆς σκήτεως, ὄλβε πολύτιμε πρόσδεξαι, ὡς εὐαπόδεκτον, δῶρον τόνδε ὕμνον, ὅν σοι ἐξυφαίνομεν, πρὸς αἶνον τῶν τιμίων ἀγώνων σου, καὶ δόξαν Κτίσαντος, τοῦ ἰσχύσαντός σε φρύαγμα, ἐπηρμένον, πατῆσαι τοῦ ὄφεως.

Ἀντίπα τῆς χάριτος κρουνέ, πᾶσι θεῖον ἔλεος, κιρνᾷς τοῖς σὲ μακαρίζουσι, τοῦ Παντοκράτορος, Οὗ τῇ σεπτῇ δυνάμει, εὐσθενῶς ἐτέλεσας, ἀγῶνα τὸν καλλὸν καὶ πανίερον, θεομακάριστε, ὅθεν πόνους σου γεραίροντες, σοῦ τὴν μνήμην, τελοῦμεν γηθόμενοι.

Ἀντίπα νεόφωτε φωστήρ, τοῦ Χριστοῦ τῆς πίστεως, καταφωτίζεις τὰ πέρατα, σῆς ἀγαθότητος, διακρίσεώς σου, πάτερ προοράσεως, καὶ νήψεως τοῦ κόσμου τὰ πέρατα, καὶ τὴν σκοτόμαιναν, ἀπελαύνεις τῶν τιμώντων σε, καὶ ζητούντων, λιτὰς τὰς ἀόκνους σου.

Ἀντίπα πατέρων καλλονή, νεαυγῶν τοῦ Ἄθωνος, δουλαγωγῶν τὸ σαρκίον σου, ἐκ τῆς νεότητος, πνεῦμά σου τὸ θεῖον, ἔτεινας πρὸς Κύριον, τὸν πᾶσιν ἀπονέμοντα στέφανον, ἀϊδιότητος, τοῖς Αὐτοῦ ἀρχὰς φυλάττουσι, Διαθήκης, τῆς Νέας μακάριε.

Δόξα. Ἦχος πλ. α΄.
Τὸν ἀγαπήσαντα τὴν πτωχείαν τοῦ Ἰησοῦ ἐκ νεότητος, καὶ συλλέξαι ποθήσαντα ἀρετῆς πλοῦτον διανέμοντα, Ἀντίπαν τὸν πανιερώτατον, καταστέψωμεν ᾄσμασιν· οὗτος γὰρ ἀκολουθῶν τοῖς βήμασι τῶν πάλαι ἀσκητῶν τῆς ἐρήμου, μέτοχος γέγονε τῶν ἀκηράτων ἀγαθῶν τοῦ πόλου θεωθεὶς κατὰ μέθεξιν· καὶ νῦν οὐρανοπολίτης πέλων καὶ Χριστοῦ ὀρῶν τὴν λαμπρότητα παῤῥησίαν ἔχει πρεσβεύειν τῷ εὐσπλάγχνῳ Κυρίῳ ὑπὲρ τὼν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος πλ. δ΄.
Τὸν ἐκ Παρθένου Ἥλιον, βλέπων ὁ ἐκ στείρας Λύχνος φαεινός, ἐν Ἰορδάνῃ αἰτούμενον Βάπτισμα, ἐν δειλίᾳ καὶ χαρᾷ, ἐβόα πρὸς αὐτόν· Σὺ με ἁγίασον Δέσποτα τῇ θείᾳ Ἐπιφανείᾳ σου.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ. β΄, 1-11)
Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ’ ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ’ ἀυτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμέινατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῶ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; Ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σώζει ἐν καιρῷ θλίψεως.






Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. α΄, 1-10)
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀαγαθότητι καὶ ἐν ἁπλότητι καρδίας, ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελέυσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

Λιτή. Ἦχος α΄.
Τὸν δι’ ἀγάπης καὶ σεβασμοῦ ἐλέγχοντα τοὺς ἀνομοῦντας καὶ αὐτοὺς ἐπιστρέφοντα πρὸς τὴν πιστὴν τήρησιν τοῦ νόμου, ἀσκητὴν τῆς ἀγάπης, Ἀντίπαν, οἱ πιστοὶ εὐφημήσωμεν κράζοντες· ὁ θεμέλιον ἐν βίῳ θεὶς τὸν Θεὸν τῆς ἀγάπης καὶ ἐπιποθῶν ὠφελεῖν τοὺς πλησίον ὡς καὶ διὰ τοῦ σοῦ παραδείγματος διδάσκειν τοὺς σοὶ προσιόντας, συμπαθείας καὶ ἀγάπης ἡμᾶς δεῖξον ἀρχέτυπα τοὺς τιμῶντας ἐν ὕμνοις τὴν ἀεισέβαστον μνήμην σου.

Ἦχος β΄.
Τὸν τῆς προοράσεως κανόνα καὶ διακρίσεως γνώμονα, τὸν ἀξιωθέντα προϊδεῖν τὸ αὐτοῦ μακάριον τέλος, πνευματοφόρον ἀσκητὴν τιμήσωμεν, Ἀντίπαν παναοίδιμον· οὗτος γὰρ ἑαυτὸν καθάρας νάμασιν ἀειῤῥύτων δακρύων λευχειμονῶν εἰσῆλθεν εἰς τὰ οὐράνια σκηνώματα Ἁγίοις καὶ Ἀγγέλοις συναγάλλεσθαι· Χριστοῦ ὅθεν ὁρῶν τὴν λαμπρότητα καὶ παῤῥησίαν πρὸς Αὐτὸν ἔχων μεγίστην ὡς ἀσκητὴς ὁσιώτατος ἀδιαλείπτως Αὐτῷ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.
Ἀνελθῶν τὰς βαθμίδας τῆς τοῦ Θεοῦ ἐπιγνώσεως καὶ θεώσεως διὰ συντόνου ἀσκήσεως καὶ σαρκὸς κακοπαθείας κατηδάφισας τὴν ἔπαρσιν τοῦ πονηροῦ πολεμήτορος, Ἀντίπα, πατέρων Ἀθωνιτῶν ἀκροθίνιον θεωθείς, ἵθεν κατὰ μέθεξιν μὴ παύσῃ πρεσβεύων τῷ ἀγαθοδώρῳ Κυρίῳ, τῷ μόνῳ ἡμᾶς σώζειν δυναμένῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος δ΄.
Τὸν γεωργήσαντα τὴν ἔρημον τοῦ Ἄθωνος, τὸ τοῦ Ἐσφιγμένου σεμνεῖον καὶ τὴν τῶν Ῥουμάνων σκήτην τῶν ἀσκητικῶν αὐτοῦ κατορθωμάτων τοῖς ῥεύμασιν, Ἀντίπαν τὸν θεοτίμητον ὑμνήσωμεν· οὗτος γὰρ ὁσίως πολιτευσάμενος καὶ ἐν τῇ σκήτῃ τοῦ Βαλαὰμ ἡρέμως τὴν ψυχὴν παραδοὺς εἰς χεῖρας Θεοῦ ζῶντος ἀπῆλθε Χριστῷ συνεῖναι καὶ πρεσβεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε μιμησώμεθα τάς φρονίμους Παρθένους, δεῦτε ὑπαντήσωμεν τῷ φανέντι Δεσπότῃ, ὅτι προῆλθεν ὡς νυμφίος πρὸς τὸν Ἰωάννην. Ὁ Ἰορδάνης ἰδὼν σε ἔπτηξε καὶ ἔμεινεν. Ὁ Ἰωάννης ἐβόα· Οὐ τολμῶ κρατῆσαι κορυφῆς ἀθανάτου. Τὸ Πνεῦμα κατήρχετο ἐν εἴδει περιστερᾶς, ἁγιάσαι τὰ ὕδατα, καὶ φωνῇ οὐρανόθεν· Οὗτός ἐστιν ὁ υἱός μου, ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων· Κύριε δόξα σοι.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, της ἡσυχίας στρουθός, ο πήξας πόνων καλιάν ἐν τῷ Ἄθωνι, ἀσκήσεως ἔνθα Κτίστην, ἐδοξολόγεις λαμπρῶς, ἀσκητὰ Ἀντίπα, ἐνθεώτατε, κιθάρα του Πνεύματος, μελουργὲ καὶ ἁρμόνον, χρηστοηθείας, καὶ συνέσως ὄργανον, ἅρπα εὔηχος, ἐν Χριστῷ ταπεινώσεως, ἅμα ψυχῆς ψαλτήριον, κατηύφρανας ἅπαντας, τῷ μελωδίᾳ σοῦ βίου, τοῦ θεαρέστου πανεύφημε, ὁ ἔχων τὴν πρᾶξιν, ἀληθῶς εἰς θωρίας, σοφὲ ἐπίβασιν.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, διαγωγῆς ἀκραιφνοῦς, καὶ ἰσαγγέλου ζηλωτὴς Πάτερ Ὅσιε, Ἀντίπα σημειοφόρε, ὁ ἐν ἐσχάτοις καιροίς, λάμψας σοῖς ἀγῶσιν, ἐν τῷ Ἄθωνι, ὡς λύχνος νεόφωτος, ἀρετῆς ταπεινώσεως, σκληραγωγίας, προσευχῆς διακρίσεως, καὶ συνέσεως, ἀσκητὰ θεοτίμητε, ὅθεν πιστῶν οἱ σύλλογοι, τελοῦντες τὴν μνήμην σου, τὴν ἱερὰν καὶ φωσφόρον, δοξολογοῦμεν τὸν Κύριον, τὸν σὲ περατῶσαι, ἐνισχύσαντα σὸν βίον, τὸν ἀγγελότροπον.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, τῆς Μολδαβίας ἀστήρ, Ἁγίου Ὄρους τῆς ἐρήμου φῶς μέγιστον, σεμνείου του Εσφιγμένου, φανὲ καὶ Ρουμανικῆς, Σκήτεως Ἀντίπα, σέλας πάμφωτον, ἐν τέλει τοῦ βίου σου, Βαλαὰμ Σκήτην ηὔγασας, μαρμαρυγαῖς σου, χαρισμάτων μακάριε, καὶ ἡγίασας, τῇ ταφῇ σοῦ σκηνώματος, καὶ θήκῃ τοῦ λειψάνου σου, ἣν νῦν ἀσπαζόμενοι, περιχαρῶς θείαν χάριν, τὴν ἐξ αὐτῆς ἀποῤῥέουσαν, ἀντλοῦμεν πατέρων, θεοφόρων κοσμιότης, καὶ σεμνολόγημα.


Δόξα. Ἦχος δ΄.
Τὴν κλίμακα τῶν ἀρετῶν ἀναβὰς θείᾳ χάριτι εἰς Ὕψος οὐρανῶν δυσαντίβλεπτον κατήντησας Ἀντίπα, Ὁσίων Ἀθωνιτῶν Πατέρων ἐγκαλλώπισμα· σὺ γὰρ παννύχως εὐχόμενος καὶ ἀεὶ σκληραγωγούμενος Ἀγγέλων ὡμοιώθης τάξεσι καὶ τῶν πάλαι τῆς ἐρήμου πατέρων ἠξιώθης ὁμόζηλος γενέσθαι· καὶ νῦν ὡς κληρονόμος τῆς ἄνω πόλεως Χριστῷ ἀδιαλείπτως πρεσβεύεις ὑπὲρ τῶν τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, δι᾽ ἡμᾶς καθ᾽ ἡμᾶς γενέσθαι κατηξίωσε, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνια, οὐκ αὐτὸς τούτων πρὸς κάθαρσιν δεόμενος, ἀλλ᾽ ἡμῖν ἐν ἑαυτῷ οἰκονομῶν τὴν ἀναγέννησιν. Ὢ τοῦ θαύματος! δίχα πυρὸς ἀναχωνεύει, καὶ ἀναπλάττει ἄνευ συντρίψεως, καὶ σῴζει τοὺς εἰς αὐτὸν φωτιζομένους, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Νεαυγῶν θεοφόρων πατέρων σέμνωμα, τῆς Μολδαβίας φωστῆρα, Ἁγίου Ὄρους πυρσόν, καὶ πυρφόροιν Βαλαὰμ φανὸν τῆς σκήτεως, θεῖον Ἀντίπαν εὐλαβῶς, καταστέψωμεν ᾠδαῖς, ὡς λύχνον ἀδύτου φέγγους, βοῶντες· σκέδασον ζόφον, παθῶν ἡμῶν θερμαῖς πρεσβείαις σου.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος α΄.
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

Ἀπόλυσις.











ΟΡΘΡΟΣ

Μετά τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ποθῶν τῷ Λυτρωτῇ, καὶ Σωτῆρι συνεῖναι, ἀεὶ ἀπὸ παιδός, δήμοις συνηριθμήθης, ἀζύγων καὶ ἔλαμψας, κόσμῳ λάμψεσι πόνων σου, καὶ πυρσεύμασιν, ἀσκήσεώς σου συντόνου, θαυματόβρυτε, Ὁσίων κλέϊσμα νέων, Ἀντίπα μακάριε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἁγίασον ἡμᾶς, φέροντάς Σου τὴν κλῆσιν, Χριστὲ Παμβασιλεῦ, πολυέλε Σῶτερ, βροτείου πληρώματος, ὁ τῇ θείᾳ Βαπτίσει Σου, Ἰορδάνεια, ῥεῖθρα σαφῶς ἁγιάσας, καὶ προσκύνησιν, τῆς τρισαυγοῦς φανερώσας, ἐνδόξως Θεότητος.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τῷ κόσμῳ διέλαμψας ὥσπερ ἀστὴρ τηλαυγής, εὐχῆς διακρίσεως σκληραγωγίας σαρκός, νηστείας καὶ νήψεως, Ὅσιε Ἀθωνῖτα, θεοφόρε Ἀντίπα, βλάστημα Μολδαβίας, εὐανθὲς τῆς Ῥώσιας, διδάσκαλε καὶ τοῦ Βαλαάμ, σκήτεως σέμνωμα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Κενώσει ἀφάτῳ Σου ὁ κλίνας τοὺς οὐρανούς, Σὴν κάραν ὑπέκλινας Προδρόμῳ Παμβασιλεῦ, Χριστὲ ἀναμάρτητε, Λόγε Θεοῦ Ὑψίστου, ὁ δεχόμενος κλίσεις, τῆς κεφαλῆς Σῶν δούλων, καὶ γονάτων ὡς δῶρον, εὐπρόσεκτον καὶ τύπον ἡμῶν, τῆς ταπεινώσεως.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἐγκωμιάζοντες, συντόνους πόνους σου, καὶ κατορθώματα, πρὸς ὁλοκλήρωσιν, τῆς ἀρετῆς ἐγκρατευτά, ἐν Ἄθωνι ἐκτελοῦμεν, μνήμην τὴν ἁγίαν σου, καὶ φωσφόρον τρισόλβιε, ἀσκητῶν καλλώπισμα καὶ πατέρων διάσκομε, τῶν νέων καὶ ἐκ πόθου βοῶμε· Χαῖρε Ἀντίπα θεοφόρε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ ἀναμάρτητος, Λόγος τοῦ Κτίσαντος, Θεὸς καὶ Κύριος, ὁ πολυεύσπλαγχνος, ταχὺ καθάρσεως λαβεῖν, τὸ βάπτισμα ἐκ τοῦ ῥύπου, ἀνθρωπίνης φύσεως, τῷ Προδρόμῳ προσέρχεται, ἵνα ἐκ φθαρτότητος πρὸς τὴν ἄφθαρτον βίωσιν, ἑλκύσῃ τοὺς Αὐτῷ ἐκ καρδίας, ὅλη πιστῶς δοξολογοῦντας.








Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον ὁσιακόν (Λουκᾶ στ΄, 17-23): Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ...
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὸν διαῤῥήκαντα πάντα δεσμὸν μετὰ τῆς ὕλης παιδιόθεν, καὶ ἀγαπήσαντα τὰ ἐν τῷ πόλῳ ἄύλα καὶ ἄῤῥευστα, Ἀντίπαν, τὸν νέον Ἀθωνίτην πατέρα, ἐγκωμιάσωμεν κράζοντες· μοναδικῆς πολιτείας εὔλαλον στρουθίον καὶ ἀηδὼν γλυκύφθογγε, μὴ παύσῃ δεόμενος τοῦ Κυρίου τῆς δόξης διαῤῥῆξαι καὶ ἡμῶν τοὺς δεσμοὺς ἁμαρτίας καὶ κατευθῦναι πρὸς δόξαν τὴν ἀεὶ διαμένουσαν.

Εἶτα οἱ Κανόνες· ὁ α΄ τῶν Θεοφανείων, καὶ τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Ἀντίπαν ὑμνῶ, τὸν ἐν Ἄθωνι ἀσκήσαντα. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
ντίπαν ἀοίδιμον, νεολαμπέστατον Ἄθωνος, φανὸν ἀνυμνήσωμεν, τὸν ἀστραπαῖς προσευχῆς, καὶ ἀσκήσεως, ἐκλάμψαντας καὶ πάντας, αὐτοῦ ὁσιότητι, καταφωτίσαντας.
Νεκρώσας τὴν σάρκα σου, εὐχῇ νηστείᾳ καὶ δάκρυσι, τὸ πνεῦμα ἐζώωσας, καὶ κοινωνὸν τῆς χαρᾶς, τοῦ Παντάνακτος, ἐγένου θεοφόρε, Ἀντίπα κιννάμωμον, εὔοσμον νήψεως.
Τὴν πάνσεπτον μνήμην σου, καὶ μακαρίαν γεραίροντες, Ἀντίπα θεόσοφε, ὡς ἀρετῆς ἀκραιφνοῦς, μεγαλύνομεν, σὲ κῆπον μυροβόλον, ἐν ὥρᾳ τοῦ ἔαρος, κόσμον εὐφραίνοντι.
Θεοτοκίον.
κάνωσον Δέσποινα, τοὺς σοὺς οἰκέτας τὸ φρύαγμα, πατῆσαι τοῦ δαίμονος, καὶ τὰς ἐνέδρας αὐτοῦ, θραῦσαι ἄχραντε, ἰσχύϊ του Υϊοῦ Σου, σοφοῦ Παντοκράτορος, Θεογεννήτρια.











ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Πυκτεύων τὸν πλάνον καθ’ ἑκάστην, σαρκίον ἀεὶ δουλαγωγῶν, νηστεύων προσευχόμενος, καὶ νήφων τὴν ἐπίγειον, ὁδὸν καλῶς διήνυσας, Ἀντίπα θεομακάριστε.
γγέλων ὁμόζηλε τῶν τρόπων, Ἀντίπα τῶν πάλαι ἀσκητῶν, ἐφάμιλλος πανόσιε, ἐν τοῖς ἐσχάτοις ἔτεσιν, ἐγένου ὅθεν μνήμην σου, τὴν ἀεισέβαστον σέβομεν.
Νῦν ὕμνοις εὐήχοις στέφοντές σε, Ἀντίπα καμάτους σου σεπτούς, οὓς ἔτλης πρὸς τελειώσιν, τῆς ἀρετῆς καὶ θεώσιν, γεραίρομεν γηθόμενοι, Πάτερ πατέρων ἀκρώρεια.
Θεοτοκίον.
πέραγνε Κεχαριτωμένη, καθέδρα Θεοῦ περικλεές, ἡγιασμένε Δέσποινα, ἁγίασον τοὺς δούλους Σου, Ἀντίπα τοῦ θεόφρονος, τοὺς μεγαλύνοντας σκάμματα.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Νέον πίστεως, ἐπώφθης γέρας, ὄρους Ἄθωνος, σεπτὲ οἰκῆτορ, ἀνομούντων ὁ ἀμφίστομος πέλευς, καὶ ἡσυχίαν φιλούντων ἐκτύπωμα, ἀρτίως Πάτερ Ἀντίπα μακάριε, ὅθεν μνήμην σου τιμῶντες τὴν ἀεισέβαστον, τὸν σὲ καθαγιάσαντα δοξάζομεν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Σοῦ Θεανθρώπε, βαπτιζομένου, ἐν τοῖς νάμασι, τοῦ Ἰορδάνου, καὶ τῇ θείᾳ παρουσίᾳ τοῦ Πνεύματος, μαρτυρουμένου οἱ Ἄγγελοι ἔφριξαν, ὁρῶντες καὶ Ἰωάννης ἐβόησεν· Ἴδε ἅπαντας τοὺς μέροπας ὁ λυτρούμενος, Χριστὸς ᾯ πρέπει αἴνεσις ἀέναος.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Μονοτρόπων κοσμιότης κῆρυξ χάριτος ἔνθερμε, πέρασι Ῥωσίας, λόγον εὐσεβείας ἐκήρυξας, καὶ Βαλαὰμ θείαν σκήτην καθηγίασας, τῶν ἱδρώτων σου, Ἀντίπα ῥείθροις ἀσκήσεως.
Νῦν τιμῶντές σε Ἀντίπα ὡς τῆς χάριτος σκήνωμα, καὶ τῶν θαυμασίων, ἄσειστον κρηπίδωμα Ὅσιε, ὡς θεοείκελον ἄνδρα εὐφημοῦμέν σε, καὶ διδάσκαλον, πνευματοφόρον τῆς νήψεως.
ς νηστείας μαργαρίτην καὶ πολύτιμον σάμπφειρον, ἀγωγῆς ἀμέμπτου, καὶ ἀσκητικοῦ πολιτεύματος, ἀνευφημοῦντές σε πόθῳ ἱερώτατε, σὲ γεραίρομεν, Ἀντίπα Ἄθωνος καύχημα.
Θεοτοκίον.
Τὸν φωτίσαντα τὸν κόσμον, Φωτοδότην καὶ Κύριον, τέξασα ἀφράστως, Κεχαριτωμένη Παντάνασσα, τὴν σκοτομήνην θανάτου διεσκέδασας, καὶ τὴν ζόφωσιν, φθορᾶς φωτόλαμπρε Δέσποινα.



ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
δὸν ἐκ νεότητος, μοναδικὴν διήνυσας, καὶ Ἁγίου Ὄρους τὰς ἐρήμους, καὶ τὰ σεμνεῖα, παλαίστρας πόνων σεπτῶν, Ἀντίπα ἀνέδειξας σοφέ, ὁ τὸν πολυμήχανον, ἐδαφίσας διάβολον.
Νεκρώσας τὴν σάρκα σου, Ἀντίπα χαριτόβρυτε, τῆς ἁγνῆς Παρθένου βοηθείᾳ, Ἀντίπα μάκαρ, ἧς θαυμαστῶς τὴν μορφήν, ἀνεῦρες ἐζώωσας τὸ σόν, πνεῦμα καὶ διάκοσμος, ἀσκητῶν ὤφθης Ἄθωνος.
Εὐῶδες ἀλάβαστρον, θαυμάτων ἄρτι πέφηνας, καὶ τῶν ἰαμάτων μυροθήκη, σεμνὲ Ἀντίπα, διὸ βροτῶν οἱ χοροί, τιμῶντες τὴν μνήμην σου φαιδρῶς, σὰς λιτὰς αἰτούμεθα, ἀρετῆς πρὸς ἀπόκτησιν.
Θεοτοκίον.
Νῦν ὕμνοις καὶ ᾄσμασιν, ἀεί Σε μακαρίζοντες, Κεχαριτωμένη Θεοτόκε, πιστῶς βοῶμεν· Ἀντίπα θείου λιταῖς, ἡμῶν δυσωδίαν τῶν παθῶν, μύρῳ Σου διάλυσον, ἀκλινοῦς ἀντιλήψεως.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
ντίπα, σκεῦος τῆς χάριτος, σεπτῶν Ἀθωνιτῶν ἐγκαλλώπισμα, τοὺς ἐκτελοῦντάς σου, τὴν μνήμην ῥύου κακώσεων, παντοδαπῶν σκανδάλων καὶ πάσης θλίψεως.
Θεῷ, Ἀντίπα παμφίλτατε, τοὺς νῦν ἀσπαζομένους λειψάνων σου, τὴν χαριτόβρυτον, θήκην ὑψόθεν ἐπόπτευε, καὶ στήριζε ἐν βίου, ταῖς περιστάσεσιν.
ραῖοι, ὄντως οἱ πόδες σου, Ἀντίπα οἱ σοφῶς πορευόμενοι, ἄρτι πρὸς κήρυξιν, τῆς εὐσεβείας εἰς πέρατα, τῆς ἀχανοῦς Ῥωσίας, τρανῶς κραυγάζομεν.
Θεοτοκίον.
Ναούς, σοφίας ἀνάδειξον, Παρθένε εὐπρεπεῖς τοὺς ὑμνοῦντάς Σε, καὶ τὰ παλαίσματα, τοῦ Ἀθωνίτου γεραίροντας, πανευλαβοῦς Ἀντίπα, Θεογεννήτρια.














Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Σεμνὸν οἰκήτορα ἐρήμου ὄρους Ἄθωνος, τοῦ Ἐσφιγμένου τῆς Μονῆς καὶ θείας σκήτες, τοῦ Προδρόμου διαλάμψαντα ἐν ἐσχάτοις, τοῖς καιροῖς βολαῖς ἀσκήσεως τιμήσωμεν, νυχθημέρου νῦν Ἀντίπαν τὸν θεόφρονα, πόθῳ κράζοντες· Χαίροις Πάτερ σεβάσμιε.
Ο Οἶκος.
Ἄθωνος νέον εὖχος, θεοφόρε Ἀντίπα, ὁσίων ἀσκητῶν κοσμιότης, ὡς φωστὴρ νεαυγὴς ὁ βολαῖς, πόνων σου συντόνων εὐσεβῶν σύλλογον, φωτίσας λῦσον ζόφωσιν, παθῶν τῶν σοὶ πιστῶς βοώντων·
Χαῖρε, ὁ γόνος τῆς Μολδαβίας·
χαῖρε, ὁ στῦλος τῆς εὐσεβείας.
Χαῖρε, πολυτίμητον Ἄθω κειμήλιον·
χαῖρε, εὐωδέστατον νήψεως λείριον.
Χαῖρε, γέρας καὶ ὀσφράδιον, ἀγωγῆς μοναδικῆς·
χαῖρε, κλέος πολυτίμητον, ἀσιτίας καὶ εὐχῆς.
Χαῖρε, ὁ ἁγιάσας Βαλαὰμ θείαν σκήτην·
χαῖρε, ὁ ἐπαυξήσας ἀληθείας τὴν δόσιν.
Χαῖρε, φανὸς ἀσκήσεως πάμφωτος·
χαῖρε, σκηπτὸς τοῦ πλάνου ἀλάστορος.
Χαῖρε, θαυμάτων παντοίων τὸ φρέαρ·
χαῖρε, ὁσίων τῆς πίστεως ἔαρ.
Χαῖρε, πάτερ σεβάσμιε.

Συναξάριον.
Τῇ Ι΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Αντίπα τοῦ Ἀθωνίτου.
Λειμῶνος Ἄθωνος νεόφυτον κρινον,
Ἀντίπα, ἔπλησας εὐωδίας κτίσιν.
Ὁ Ὅσιος καὶ θεοφόρος πατὴρ ἡμῶν Ἀντίπας ὁ Ἀθωνίτης, κατὰ κόσμον Ἀλέξανδρος, ἐγεννήθη ἐν τῇ κώμῃ Καλαποδὲτς τῆς Μολδαβίας ἐν ἔτει 1816 ἐκ πτωχῶν μὲν ἀλλ’ εὐσεβῶν γονέων. Μαθών τὴν τέχνην τοῦ βιβλιοδέτου ἐπορίζετο ἐξ αὐτῆς τὰ πρὸς τὸ ζῆν ἀναγκαῖα. φλεγόμενος ὑπὸ θείου πόθου κατέλιπε τὸν κόσμον καὶ μετὰ σύντομον παραμονὴν ἐν τῇ μονῇ Νεὰμτς κατέφυγεν εἰς τὸν ἁγιώνυμον Ἄθωνα, ἔνθα θεοφιλῶς ἠσκήσατο ἐν ταῖς ἐρημίαις, ἐν τῇ μονῇ τοῦ Ἐσφιγμένου καὶ ἐν τῇ σκήτῃ τοῦ Τιμίου Προδρόμου, τῇ ἐπιλεγομένῃ Ῥουμανικῇ. Εὑρὼν ἐν ἑρμαρίῳ τῶν ἐρειπίων τῆς αὐτοῦ καλύβης, θαυματουργὸν ἔκτυπον τῆς ὑπεραγίας Θεοτόκου, εὗρεν πολύτιμον θησαυρόν, ὃν ἐφύλαττε ἄχρι τῆς αὐτῦ τελευτῆς πρὸς ἄμφω αὐτοῦ ῥῶσιν καὶ ἁγιασμὸν τῷ αὐτῷ προσερχομένων. Ἐλεγκτὴς τῶν ἀνομούντων καὶ τηρητὴς αὐστηρὸς τῶν πατρώων παραδόσεων διέπρεψεν ἐπ’ ἀρετῇ καὶ σοφίᾳ καὶ πρότυπον γέγονεν ἀζύγων, τῶν ποθούντων τελείωσιν. Κηρύξας καὶ διδάξας ἐν τῇ Ῥωσίᾳ ἐγκατεστάθη ἐν τέλει ἐν τῇ σκήτῃ τῆς μονῆς Βαλαάμ, ἔνθα τὸ ζῆν ὁσίως ἐξεμέτρησε τῇ 10ῃ Ἰανουαρίου τοῦ 1882, καὶ μετέστη πρὸς χώραν ζώντων συνευφραίνεσθαι τῷ Κυρίῳ τῆς ζωῆς καὶ τοῦ θανάτου. Ὁ προορατικὸς καὶ διορατικὸς ἀσκητὴς ἠξιώθη πολλῶν μετὰ πότμον θαυμάτων καὶ τὸ τίμιον αὐτοῦ λείψανον ἐν τῇ τοῦ Βαλαὰμ μάνδρᾳ ἀνεδείχθη πηγὴ ἀκένωτος ἰάσεω.




Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γρηγορίου, ἐπισκόπου Νύσσης.
Ἡ Μοῦσα Γρηγόριος, οὗ Νύσσα θρόνος,
οὐ Πιερίαν, ἀλλ᾿ Ἐδὲμ σκηνὴν ἔχει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Δομετιανοῦ, ἐπισκόπου Μελιτηνής.
Δομετιανὸς τῆς φθορᾶς ἀπηλλάγη,
Εἴπερ φθορὰν χρὴ τὸν βίον τοῦτον λέγειν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀμμωνίου.
Τῆς ἀρετῆς ὁ θεῖος ἐσβέσθη λύχνος,
Λύχνων μυσάντων σαρκικῶν Ἀμμωνίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μαρκιανοῦ τοῦ πρεσβυτέρου.
Ἀπῆρεν ἔνθεν πρὸς πόλου μέγα κλέος,
Ὁ Μαρκιανός, οὗ κλέος κἂν γῇ μέγα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Θεοσεβίας τῆς διακονίσσης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου τῆς Πίσμα τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παύλου τῆς Ὀμπνόρα, τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν
ερώτατε, Ἀντίπα κατηγώνισαι, ἄχρι θανάτου σου, ὑπὲρ Χριστοῦ ἐντολῶν, τηρήσεως Ὅσιε, καὶ ὠφελήσεως, τῶν πλησίον σου, ὧν τῶν ψυχῶν μακάριε, ἐπεπόθεις σωτηρίαν.
νυμνοῦντές σε, Ἀντίπα πνευματέμφορε, ὡς ἐργαστήριον, καρδιακῆς προσευχῆς, καὶ νήψεως μέλαθρον, ἀπεκδεχόμεθα, ταῖς πρεσβείαις σου, τὰς ἐκτενεῖς πρὸς Κύριον, Ἰησοῦν τὸν Ζωοδότην.
Στηλογράφημα, Ἀντίπα προοράσεως, τῆς Θεομήτορος, τῇ ἀκλινεῖ ἀρωγῇ, ἧς εὗρες ἐκτύπωμα, τὸ θαυματόβρυτον, ξένως εἵλκυσας, τὴν χάριν θείου Πνεύματος, τοῦ σοφίζοντος τὸν κόσμον.
Θεοτοκίον.
Καθαγίαζε, ἡμῶν τὸν βίον Δέσποινα, μεγαλυνόντων σε, μελισταγέσιν ᾠδαῖς, καὶ εὔθυνον ἄχραντε, τὰ διαβήματα, πρὸς τελείωσιν, τῆς ἀρετῆς τῶν δούλων Σου, ἀγλαὴ Θεογεννῆτορ.


ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
μαρ πρὸς ἀνέσπερον Ἀντίπα, ἰθύντωρ ἐδείχθης πάντων προσιόντων σοι, καὶ σεπτὸς διδάσκαλος, ἀρετῆς συστήματος, ἀζύγων τῶν ἐν Ἄθωνι, βιούντων Ὅσιε, καὶ πάντων τῶν θελόντων ἀνῦσαι, τρίβον τὴν εὐθεῖαν, πνευματοφόρε Πάτερ.
Σκέπε Ἀθωνίτας τοὺς τιμῶντας, τὴν μνήμην σου τὴν λαμπρὰν καὶ ἀεισέβαστον, ὁ κοσμήσας Ἄθωνα, πόνοις σου ἀσκήσεως, Ἀντίπα τρισμακάριστε, καὶ τῶν ἱδρώτων σου, τοῖς ῥείθροις ἁγιάσας ἀρτίως, τοῦτο μονοτρόπων, θεοειδὲς κοσμῆτορ.
γαλμα θεόγλυπτον Ἀντίπα, νηστείας σκληραγωγίας ταπεινώσεως, προσευχῆς καὶ νήψεως, Ὄρος διεκόσμησας, τὸ Ἅγιον ἐν ἔτεσιν, ἐσχάτοις Ὅσιε, καὶ σκήτην Βαλαὰμ ἐξαιρετώς, ἔχουσα ὡς ὄλβον, σορὸν τῶν σῶν λειψάνων.
Θεοτοκίον.
Νέκρωσον σαρκὸς ἐπιθυμίας, Παρθένε τῶν μελῳδούντων Σε ἐν ᾄσμασι, καὶ ἀτάκτους πράϋνον, λογισμοὺς τῶν δούλων Σου, ἁγνὴ Θεογεννήτρια, πιστῶς βοῶμέν Σοι· ἰσχύϊ μητρικῆς παῤῥησίας, ἄφθονον ἣν ἔχεις, ὡς Μήτηρ τοῦ Ὑψίστου.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Τῇ τοῦ Λυτρωτοῦ, ἀγάπῃ φλεγόμενος, ἐκ σῆς νεότητος, ἔκαυσας ὡς εὔπρηστον, ὕλην Ἀντίπα, δεσμοὺς προσύλους σου, καὶ ὄντως ὥσπερ ἄϋλος, ἐν ὄρει Ἄθωνος, σοῦ τὸν βίον, ὡς ἀγγελομίμητος, καὶ φωσφόρος διῆλθες τὸν πρόσκαιρον.
νερ θεαυγές, Ἀντιπα ἐφώτισας, κατορθωμάτων σου, ἀστραπαῖς τοῦ Ἄθωνος, τὰς ἐρημίας, σκήτην νεόδμητον, Προδρόμου θεοτίμητε, καὶ μάνδραν ἔνδοξον, Ἐσφιγμένου, μονοτρόπων κλέϊσμα, καὶ πυξὶς τῶν ποθούντων τελείωσιν.
Χαίρει Μολδαβῶν, χορεία ἡ πάνσεμνος, σεπτοῖς σπαργάνοις σου, χαίρει ὄρος Ἄθωνος, τῇ σῇ ἀσκήσει, Ἀντίπα πάνσοφε, θερμῇ διδασκλαίᾳ σου, Ῥωσία γάνυται, καὶ ἡ σκήτη, Βαλαὰμ σεμνύνεται, τῇ σορῷ τῶν τιμίων λειψάνων σου.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, ἐπόμβριζε ἄνωθεν, ἡμῖν τοῖς δούλοις Σου, ὑετὸν σῆς χάριτος, καὶ ῥώμης ὄμβρον, ψυχῆς καὶ σώματος, τοῖς σπεύδουσι τῇ σκέπῃ Σου, ἐπιστασίᾳ Σου, καὶ προνοίᾳ, ἀκλινεῖ Παντάνασσα, τοῦ Ἀντίπα σεπταῖς παρακλήσεσι.






Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ὡς ἐραστὴς ἡσυχίας, καὶ προσευχῆς καρδιακῆς, Ἀντίπα κλέος ἀζύγων, πιστῶν εὐφραίνεις τοὺς χορούς, καὶ πᾶσι τρίβους δεικνύεις, ἁγιασμοῦ σοῖς ἱκέταις.
Τῆς Ἑορτῆς.
Ὁ κλίνας κάραν Προδρόμῳ, ἐν Ἰορδάνῃ ποταμῷ, καὶ ἁγιάσας τὰ ῥεῖθρα, αὐτοῦ Θεάνθρωπε Χριστέ, ἁγιάσόν με τὸν ὕμνοις, δοξάζοντά Σε ἀπαύστως.

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Πνευματοφόρε Ἀντίπα Ὁσίων κλέϊσμα, ὁ ἀνευρὼν ἐν βάθει, παλαιοῦ ἑρμαρίου, καλύβης ἐρειπίων σῆς θαυμαστῶς, τῆς ἁγνῆς Θεομήτορος, τὸ χαριτόβρυτον ἔκτυπον οὐρανῶν, σὺν αὐτῇ χαρᾶς ἠξίωσαι.

Ὑπὲρ ψυχῆς σωτηρίας ἀγωνισάμενον, ἄχρι θανάτου δεῦτε, μαχητὴν εὐσεβείας, καὶ πάσης ἀνομίας τὸν ἐλεγκτήν, εὐφημήσωμεν ᾄσμασι, θεοπρεπέσιν Ἀντίπαν τὸν θαυμαστόν, θείας χάριτος τὸν ἔμπλεων.

Ἐν Βαλαὰμ θείᾳ σκήτει ἀγωνισάμενος, ἐν τοῖς δυσμοῖς σοῦ βίου, ὡς ἀσώματος όντως, νηστείᾳ ἀγρυπνίᾳ ὑπομονῇ, καὶ γονάτων ταῖς κλίσεσιν, Ἀγγέλων ὤφθης Ἀντίπα θεοειδές, ζηλωτὴς καὶ ἰσοστάσιος.

Καταλιπὼν Μολδαβίαν πατρώαν χθόνα σου, ὁσίως ἐν Ἁγίῳ, Ὄρει ἐπολιτεύσω, Ἀντίπα καὶ πατέρων νεολαμπῶν, ἀνεδείχθης ὑπόδειγμα, μεθ’ ὧν δυσώπει τὸν Κτίστην ὑπὲρ ἡμῶν, τῶν ἐκθύμως ἀνυμνούντων σε.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε, μονοτρόπων οἱ δῆμοι, οἱ ἐν Ἑώᾳ καὶ Δύσει καὶ Βοῤῥᾷ καὶ Νότῳ θεοφιλῶς ἀσκούμενοι, ἐξαιρέτως δὲ οἱ ἐν Ἁγίῳ Ὄρει τὴν οὐρανοδρόμον ἀνύοντες πορείαν, Ἀντίπαν, τὸν θεοφώτιστον πατέρα, εὐτάκτως ὑμνήσωμεν· οὗτος γὰρ ἐκ Μολδαβίας ὁρμώμενος καὶ ἐν τῇ πολικῇ σκήτει τοῦ Βαλαὰμ τὸ ζῆν ἐκμετρήσας τοὺς τόπους τῆς αὐτοῦ ἀσκήσεως ἡγίασεν, ἱδρώτων καὶ δακρύων χεύμασι· καὶ νῦν χαρᾶς οὐρανῶν κληρονόμος γενόμενος, τὰς θλίψεις καὶ λύπας τοῦ βίου ἡμῶν ἀπελαύενι ὁλοθέρμοις αὐτοῦ ἐντεύξεις πρὸς Κύριον.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος β΄.
Σήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι. Σήμερον Ἰωάννης ἅπτεται, κορυφῆς τοῦ Δεσπότου. Αἱ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο. Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν· Δόξα τῷ φανέντι Θεῷ, καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν κόσμον.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις Ἀθωνῖτα ἐγκρατευτά, θεαυγῶν Ὁσίων, ἐκλαμψάντων ἀρτιφανῶς, κλέϊσμα τὸ νέον, Ἀντίπα ὁ ἑλκύσας, συντόνοις σου καμάτοις, χάριν τοῦ Πνεύματος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου