ΟΚΤΩΒΡΙΟΣ ΚΑ΄!!
ΟΥΡΣΟΥΛΑ ΠΑΡΘΕΝΟΜΑΡΤΥΣ & ΣΥΝ ΑΥΤῌ
ΑΚΟΛΟΥΘΙΑ
(Ἡγουμένης
Ἰσιδώρας μοναχῆς Ἁγιεροθεϊτίσσης)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν
οὐρανίων ταγμάτων.
Ἑνδεκαρίθμων
παρθένων δῆμον τὸν ἅγιον, τὸν ἐν προτέροις χρόνοις, διὰ πίστιν τὴν θείαν,
σθένει τοῦ Σωτῆρος δρόμον στενόν, μαρτυρίου ἀνύσαντα, ἐν Κολωνίᾳ καὶ δόξῃ
ἀθλητικῇ, τὸν στεφθέντα ἐπαινέσωμεν.
Ἡ
Κολωνία ἀγάλλου καὶ μεγαλύνθητι, ὅτι ἐν σοὶ τὸ αἷμα, μαρτυρίου ἐδόθη, ἕνδεκα
παρθένων διὰ Χριστόν, τὸν Δεσπότην τοῦ σύμπαντος, ᾯ παῤῥησίᾳ πρεσβεύουσιν
ἐκτενῶς, ὑπὲρ πάντων τῶν ἐν θλίψεσιν.
Πρὸς
τοὺς ἀγῶνας προθύμως ἀπηυτομόλησαν, ἐν ψυχικῇ ἀνδρείᾳ, καὶ τελείᾳ συνέσει,
Οὔρσουλα ἡ Μάρτυς καὶ σὺν αὐτῇ, αἱ παρθένοι νεάνιδες, τῆς ἑνδεκάδος αἱ ἔχουσαι
ἀριθμόν, τῇ Τριάδι προσφερόμεναι.
Οὔρσουλαν
Μάρτυρα δεῦτε ἐγκωμιάσωμεν, σὺν τῇ Σαούλῃ Μάρθαν, Γρηγορίαν Μπρικτόλαν, ἅμα
Σατουρνίναν τὴν εὐσθενῆ, Σαββατίαν Σεντίαν τε, καὶ Παλλαντίαν Πιννόζαν
νικητικῶς, Σατουρία τε τιμήσωμεν.
Δόξα.
Ἦχος α’.
Τὰς
τιμίας καὶ φρονίμους, τοῦ Χριστοῦ παρθένους κόρας, τὰς ἐν Κολωνίᾳ μαρτυρικῶς
τελειωθείσας, δεῦτε πιστοὶ λατρείαις λογικαῖς, καὶ τελειωτάταις θυσίαις
μεγαλύνομεν. Οὔρσουλαν τὴν τούτων προεστῶσαν, καὶ τὰς μετ’ αὐτῆς ἑτέρας δέκα.
Χαίρετε λέγοντες αὐταῖς, Τριάδος οἰκητήρια, καὶ πρέσβεις ὑπὲρ ἡμῶν πρὸς Κύριον,
εὐμενεῖς καὶ ἀμετάθετοι.
Καὶ
νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν
τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ
ἁγνῶν λαγόνων Σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.
Εἰς
τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε
χαρμονικῶς, ἡ χώρα Κολωνίας, τῇ ἱερᾷ ἀθλήσει, παρθένων τῶν τιμίων, τῶν ἕνδεκα
Μαρτύρων σου.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Κόραι
αἱ ἁπαλαί, Σταυροῦ τῇ συμμαχίᾳ, ὁλοσχερῶς καθεῖλον, ἐχθροῦ τοῦ πολεμίου, τοὺς
δόλους καὶ τὰ ἔνεδρα.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Δεῦτε
ἀπὸ ψυχῆς, αἰνέσωμεν συμφώνως, φιλομαρτύρων δῆμοι, τὴν Οὔρσουλαν τὴν θείαν, τὰς
σὺν αὐτῇ τε Μάρτυρας.
Δόξα.
Τριαδικόν.
Πάτερ
σὺν τῷ Υἱῷ, καὶ Πνεύματι Ἁγίῳ, Μονὰς ἡ τρισαγία, ἐλέησον καὶ σῶσον, τοὺς πίστει
Σοι λατρεύοντας.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
Μαριάμ, Κυρία τῶν Ἀγγέλων, ἡ ἀπαρχὴ Ἁγίων, ἀνθρώπων σωτηρία, Θεὸν ἡμῖν ἱλέωσαι.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Καλλινίκων Μαρτύρων ἑνδεκὰς κατηρίστευσεν, Οὔρσουλα σεμνὴ βασιλόπαις, σὺν Σαούλῃ ἡ Μάρθα τε, Μπρικτόλα Σατουρία τε
ὁμοῦ, Σεντία Γρηγορία
συνῳδά, Σατουρνίνα Σαββατία αἱ
εὐσθενεῖς, Πιννόζα Παλλαντία τε.
Χαίρετε Κολωνίας θησαυροί, χαίρετε λίθοι τίμιοι, χαίρετε αἱ οίκοῦσαι ἐν φωτί,
παρθένοι ὡς αἱ φρόνιμαι.
Δόξα.
Ἕτερον. Ὅμοιον.
Νεανίδων Παρθένων ἑνδεκάριθμον σύνταγμα, ἤσχυνε ἐχθροῦ παλαιμναίου
τὴν ἀρχαίαν κακόνοιαν, τὴν πίστιν τὴν ἁγίαν γὰρ Χριστοῦ, ἐκήρυξαν ἐνώπιον
ἐθνῶν, καὶ Σταυροῦ τῇ συμμαχίᾳ πολυειδεῖς, βασάνους καθυπέμειναν. Χαίρετε Κολωνίας
ἡ τιμή, χαίρετε καρτερόψυχοι, χαίρετε βασιλόπαιδος σεμνῆς, Οὐρσούλης τάγμα
τίμιον.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα
τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις
ΜΕΓΑΣ
ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως,
ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’.
Πανεύφημοι Μάρτυρες.
Παρθένων Μαρτύρων ἱεράν, ἑνδεκάδα
μέλψωμεν, ὑπὲρ Χριστοῦ γὰρ ἐνήθλησαν, στεῤῥῷ φρονήματι, ἐν προτέροις χρόνοις,
καὶ τιμίῳ αἵματι, τὴν γῆν τῆς Κολωνίας ἐφοίνιξαν, λαμπρὸν διάδημα, ἑαυταῖς δὲ
περιέθεντο, καὶ τῆς δόξης ἔνδυμα ἐξύφαναν.
Ἡ Οὔρσουλα χαῖρε εὐκλεῶς, σὺν
Μπρικτόλῃ Μάρθα τε, καὶ Σατουρνίνα ἡ ἔνδοξος, Σεντία ἅμα τε, Παλλαντία θεία,
Σατουρία ἔμψυχε, Πιννόζα Σαββατία Σαούλα τε, σὺν Γρηγορίᾳ τε, αἱ παρθένοι αἱ
καλλίνικοι, Κολωνίας λύχνοι ἑνδεκάφωτοι.
Ἡ Οὔρσουλα ἅμα σὺν αὐτῇ, αἱ σεμναὶ
νεάνιδες, τῶν αἰκισμῶν κατενίκησαν, τὸ πῦρ κραυγάζουσαι, ἐν μιᾷ καρδίᾳ, τοῖς
τυράννοις ἔμπροσθεν, Θεὸν τὸν Τρισυπόστατον σέβομεν, Αὐτῷ λατρεύομεν, μετ’ Αὐτοῦ
τε βασιλεύομεν, εἰς αἰῶνας ὡς πιστοῖς ὑπέσχετο.
Ἕτερα. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἀλγηδόνας τοῦ σώματος, ἐν τελείῳ
φρονήματι, ἀνδρικῇ ἐνστάσει τε ὑπεμείνατε, ἐν Κολωνίᾳ τελέσασαι, τὸν δρόμον τῆς
πίστεως, καὶ στεφάνους ἐκ Θεοῦ, ἀειζώους δεξάμεναι, ἑνδεκάριθμοι, τοῦ Κυρίου
μακάριαι ἀμνάδες, Μάρτυς Οὔρσουλα καὶ δέκα, αἱ σὲ καλῶς συνοδεύσασαι.
Τὴν ἐπίγειον ἄνεσιν, καὶ τὴν
πρόσκαιρον εὔκλειαν, καὶ τιμὴν βασίλειον κατεφρόνησας, διὰ Χριστὸν τὸν Νυμφίον
σου, καὶ μόνον ἀθάνατον, Βασιλέα τοῦ παντός, Μάρτυς Οὔρσουλα ἔνδοξε, Ὃν ἱκέτευε,
σὺν ταῖς δέκα ἑτέραις σου παρθένοις, ἡμῖν δοῦναι τὰ ἐλέη, τῆς σωτηρίου
χρηστότητος.
Τὴν λαμπάδα τῆς πίστεως, ἀνημμένην
κατέχουσαι, ἐν φωτὶ κατώκησαν ἀγαλλόμεναι, ἡ παναοίδιμος Οὔρσουλα, ἡ Μάρθα
Σαούλα τε, Σατουρνίνα ἡ σεμνή, Γρηγορία Σεντία τε, ἡ Μπρικτόλα τε, Σαββατία
Πιννόζα Σατουρία, Παλλαντία τε ὡσαύτως, τῆς Κολωνίας αἱ Μάρτυρες.
Δόξα. Ἦχος α’.
Σήμερον λαμπρῶς ἐξέλαμψε, τῷ οὐρανίῳ
στερεώματι, ἡ πολύφωτος λαμπὰς τῆς πίστεως, τοῦ μαρτυρίου τῷ κάλει
φαιδρυνομένη. Οὔρσουλα, ἡ τιμία καὶ φρονίμη παρθένος, βασιλικὸν στέμμα ἔχουσα, ἅμα
τε μαρτυρίου χλαῖναν περιβεβλημμένη, καὶ διάχρυσον χιτῶνα τῆς καλῆς ὁμολογίας ἐξυφάνασα.
Ποσαπλῶς τε, αἱ συνοδεύσασαι αὐτήν, δέκα Παρθένοι, τῷ αἵματι αὐτῶν ὑπέγραψαν, τὸ
τῆς οὐρανίου Διαθήκης κεφάλαιον. Ταύταις συμφώνως εἴπωμεν, ἐν χείλεσι καρδίας
καθαρᾶς· χαίρετε, Κολωνίας οἱ πυρσοί, τῆς Ἐκκλησίας στύλοι ἀγλαόφωτοι, καὶ
πάσης τῆς γῆς οἱ περίλαμπροι ἀστέρες· τῇ Τρισηλίῳ Θεότητι πρεσβεύσατε ἀεί, τοῦ
φωτίσαι καὶ ἡμῶν τὰς κόρας τῆς καρδίας, ἵνα ἐν φωτὶ τῷ ἀνεσπέρῳ, περιχαρῶς
συναυλιζόμεθα.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων
σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν
Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη
οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην
ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν,
ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς
τοῦ Θεοῦ· καὶ γάρ αὐτός πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ
Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα
ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας
αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ
μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ
συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ
ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ
ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ
Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου
ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ
λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)
Γυναῖκα ἀνδρείαν τίς
εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία
τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ
ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν
αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται
ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα
γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη
ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι
καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς.
Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς
ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ
φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς
ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ
αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς
γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις.
Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως
καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς,
σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ
ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον,
πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι
καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη
αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ
αὐτῆς.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Ἡ τῶν Παρθενομαρτύρων ἑνδεκάριθμος
χορεία, συγκαλεῖται ἡμᾶς σήμερον, εἰς πανήγυριν πνευματικήν, καὶ εἰς εὐωχίαν ἑόρτιον,
τοὺς ἄθλους αὐτῶν καὶ τὰ τῆς νίκης τρόπαια, ᾀσματικῶς ἐγκωμιᾶσαι. Οὔρσουλα ἡ
βασιλόπαις, τῆς Κολωνίας τῆς περιφανοῦς ἡ θεοδόξαστος νεάνις, καὶ τῆς Ἐκκλησίας
τοῦ Χριστοῦ μαργαρίτης πολυτίμητος. Πλέξαντες οὖν νικητικῶν, καὶ θεοτερπῶν ᾠδῶν
τὸν στέφανον, τὸ χαίροις χαρμονικῶς αὐτῇ βοήσωμεν· σὺν ταῖς συμμάρτυσί σου ταῖς
δεκαρίθμοις, Θεὸν τὸν ἐν Τριάδι, ὑπὲρ τοῦ κόσμου ἱλεώσατε, ταῖς εὐμενέσιν ὑμῶν
δεήσεσιν.
Ἦχος β΄.
Τὸ τῆς πίστεως τάλαντον, ἀθλητικῶς ὑπερηύξησε,
ἡ θεοσύστατος συνοδεία τῶν σεμνῶν καὶ θεοφόρων παρθένων, ὧν Οὔρσουλα ἡγεῖτο ἡ
καλλιμάρτυς ἡ θαυμαστή. Τὰ σώματα αὐτῶν τὰ φθειρόμενα, εἰς οὐδὲν ἐλογίσαντο,
μηδὲ τῆς ἀσθενούσης φύσεως ἐφείσαντο, εἰς ἀγῶνας δὲ μεγάλους ὑπεβλήθησαν. Εἰς
Κολωνίαν οὖν τελέσασαι τὸ στάδιον τῶν ἱερῶν καμάτων, μετέβησαν ἐν οὐρανοῖς
νικηφόροι, μαρτυρικῆς δόξης τῷ κάλλει δὲ κεκόσμηνται· παρὰ Θεοῦ ὅθεν τοῦ ἀθλοθέτου,
ἀξίως ἤκουσαν, τὸ εὖ δοῦλαι ἀγαθαί τε καὶ πισταί, εἰσέλθετε εἰς τὰς αὐλάς, τῆς
αἰωνίου πανηγύρεως.
Ἦχος γ΄.
Ἡ ἑνδεκάχορδος λύρα τῆς οὐρανίου ἁρμονία,
μαρτυροφθόγγως μελῳδοῦσα, συγκαλεῖται τοὺς πιστούς, εἰς τὸ δοξάζειν καὶ ὑμνεῖν,
Θεὸν τὸν αἰνετὸν καὶ ὑπερένδοξον, τὸν ἐν Ἁγίοις θαυμαστόν, καὶ ἐν Μάρτυσι ὑπερυψούμενον.
Πάντες οὖν χαρμονικῶς, βοήσωμεν φωναῖς αἰσίαις· Χαίροις, Οὔρσουλα παρθένε, τῆς ἑνδεκάδος
ἡ προάρχουσα· χαίρετε, Μάρθα καὶ Σαούλα, ἡ δυὰς ἡ πολυδόξαστος· εὐφραίνεσθε ὡσαύτως
καὶ Μπρικτόλα, σὺν Γρηγορίᾳ Σατουρνίνᾳ καὶ Σαββατίᾳ αἱ ἀοίδιμοι· Σεντία τέρπου
μεγαλώνυμε, καὶ μεγαλύνθητι τριὰς ἡ σὺν αὐταῖς ἐφεπομένη, Παλλαντία, Σατουρία
καὶ Πιννόζα. Προσθήκη πίστεως ἡμῖν γενέσθω, αἱ πρεσβείαι ὑμῶν, πρὸς Θεὸν τὸν
Τρισυπόστατον.
Ἦχος δ΄.
Τῆς ἀμπέλου τῆς ζωῆς, τὰ ὀνομαστὰ
καὶ κατάκαρπα κλήματα, τῆς Κολωνίας τὰ βλαστήματα, τὰς ἕνδεκα Χριστομάρτυρας, αἰνετικῶς
προσυπαντήσωμεν. Οὔρσουλαν, τὴν θειοτάτην Ἀθληφόρον τοῦ Χριστοῦ, καὶ τὰς δέκα
συνακολούθους αὐτῆς παρθένους. Αὗται γάρ, τοῦ μαρτυρίου ταῖς ληνοῖς συνθλιβεῖσαι,
τὸν οἶνον ἀπέσταξαν, τὸν γλυκὺ καὶ σωτήριον· ὃν καὶ κεράννυνται, πλουσίᾳ ἐν
χρηστότητι, τοῖς ἐν ᾠδαῖς δοξάζουσιν, τὰς ἀριστείας αὐτῶν τὰς θαυμαστὰς καὶ
θεαρέστους· τὸν ἀθλοθέτην δὲ Χριστόν, εὐλογοῦσιν ἀεὶ καὶ μεγαλύνουσιν.
Ἦχος πλ. α΄.
Ἐκ τοῦ χειμῶνος τῆς ζοφώδους
πλάνης, καὶ τῆς στυγηρᾶς ἀπάτης, εἰς τὸ ἔαρ τῆς ἀληθείας, καὶ εἰς θάλψιν τῆς ζωῆς
ἐφθάσατε, ὡς χελιδόνες ἔμψυχοι, τῆς Κολωνίας αἱ ἑνδεκάριθμοι καλλιμάρτυρες. Ταῖς
πτέρυξι τῆς καλῆς ἀθλήσεως, διήλθετε τὸ νοητὸν στερέωμα, εἰς τὴν κατάπαυσιν
φθάσασαι τῆς αἰωνίου μακαριότητος· καὶ εἰς τὰ πέρατα τῆς γῆς διέδραμε, ὁ λόγος
τοῦ θειοτάτου μαρτυρίου. Τὸν τοῦ παντὸς Δεσπότην καὶ Ποιητήν, μὴ παύσητε
πρεσβεύειν ἐκτενῶς, ὦ τροπαιοῦχε Οὔρσουλα, καὶ αἱ λοιπαὶ νικηφόροι παρθένοι, τοῦ
διδόναι καὶ ἡμῖν, στέφος ζωῆς ἀμάραντον.
Ἦχος πλ. β΄.
Ὁ λόγος τοῦ Κυρίου, ὁ λέγων ἐν ταῖς
Γραφαῖς· ὅστις ἐμὲ ἀγαπᾶ, ἐμοὶ ἀκολουθείτω, τοῖς ὠσὶ τῆς σῆς καρδίας, ἐνηχήθη
καθαρῶς ὦ θεοφόρε Οὔρσουλα, γενναία βασιλόπαις· τὰ κάτω ὅθεν πλούτη παριδοῦσα,
τὰ ἄνω ἔστερξας Βασίλεια, ὡς νουνεχὴς καὶ σώφρων· διὸ Χριστῷ συνετάξω τῷ
παμβασιλεῖ, καὶ τοῦ κόσμου ἀπετάξω τὴν ἄνεσιν καὶ τρυφήν, καὶ τοῖς Μάρτυσι τοῖς
πρώτοις ἐγένου προσθήκη καὶ καύχημα. Δεκάριθμον ὡσαύτως ἐπεσπάσω χορόν, ἁγνοπρεπῶν
παρθένων· μεθ’ ὧν τὸ τῆς καλῆς στρατολογίας τετέλεκας στάδιον· ὁμοῦ τὰς χεῖρας ἄρατε
Θεῷ, αἰτούμεναι ἡμῖν τοῦ ἐλέους τοῦ μεγάλου, τὴν εἰς αἰῶνας προσδοκωμένην ἀντίδοσιν.
Δόξα. Ἦχος πλ. δ΄.
Τοῦ νοητοῦ παραδείσου τῆς ζωῆς, τὰ
εὐθαλῆ καὶ εὐωδέστατα ἄνθη, τὰ ἀποπνέοντα τῆς πίστεως τὴν χαρμονήν, δεῦτε οἱ
φιλόχριστοι διακρατῶς ἐπικροτήσωμεν, ἐν εὐφημίαις θεϊκαῖς, Οὔρσουλαν τὴν
καλλίστην, Μάρθαν καὶ Σάουλαν, τὰς θεοτιμήτους ἀδελφὰς τῷ πνεύματι· Μπρικτόλαν,
Γρηγορίαν καὶ Σατουρνίναν, τῆς θεαρχικῆς Τριάδος τὰ ὡραῖα οἰκητήρια· Σεντίαν καὶ
Παλλαντίαν, τὰς καλὰς καὶ χρυσοπτέρυγας περιστερὰς τῆς Ἐκκλησίας, Σατουρίαν καὶ
Πιννόζαν τὰ παλλάδια τῆς εὐσεβείας. Τοῦ Ἄρτου τῆς ζωῆς γὰρ αὗται μετέχουσαι,
παρέχουσιν ἡμῖν τράπεζαν πνευματικῆς εὐωχίας, ἵνα ἐσθίοντες ψυχικῶς, εἰς αἰῶνας
ἀγαλλιάσει ἀγαλλιώμεθα.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε,
ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη,
δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Χαίροις,
τῆς Ἐκκλησίας Χριστοῦ, ἡ ἑνδεκάφωνος κινύρα καὶ πάγχορδος, κιθάρα ἡ μελῳδοῦσα,
τοῦ μαρτυρίου ᾠδάς, τὰς διηχουμένας γῆς τοῖς ππέρασι· παρθένοι γενναῖαι, τῆς
Κολωνίας σεβάσματα, τῆς Ἐκκλησίας, αἱ λαμπάδες αἱ ἄσβεστοι, στερεώματος, νοητοῦ
θεῖοι πρόβολοι· Οὔρσουλα ἡ προάρχουσα, Σαούλα καὶ Μάρθα τε, ἅμα Μπρικτόλα
Σεντία, σὺν Σατουρνίνᾳ Πιννόζα τε, ὁμοῦ Γρηγορία, Παλαδία Σατουρία, σὺν
Σαββατίᾳ τε.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Δεῦτε,
χαρμονικῶς ἀδελφοί, τῆς Κολωνίας ἑνδεκάριθμον σύστημα, παρθένων τῶν Ἀθληφόρων,
χαριστηρίοις ᾠδαῖς, ὁμοφώνως πάντες μακαρίσωμεν· τοῦ κόσμου λιποῦσαι, τὰς
ἡδονὰς καὶ τὰ θέλγητρα, καὶ τῷ Κυρίῳ, ἐν καρδίας πιστότητι, προθυμίᾳ τε,
ὁλοκλήρῳ προσέδραμον· ὅθεν καὶ ἀπεκόμισαν, τῆς δόξης τὸν στέφανον, καὶ
μαρτυρίου σφραγίδα, καὶ τὸν αἰώνιον ἔπαινον, ἡ Οὔρσουλα ἅμα, συνοδείᾳ
δεκαρίθμῳ, Θεῷ πρεσβεύουσαι.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Σέβομεν
τὸν Θεὸν τοῦ παντός, καὶ ἀπαρνούμεθα τῆς πλάνης τὰ εἴδωλα, ἐνώπιον τῶν
τυράννων, ἐν παῤῥησίᾳ πολλῇ, καὶ φωνῇ μεγάλῃ ὡμολόγησαν· παρθένων Μαρτύρων, ἡ
ἑνδεκὰς ἡ ἀήττητος, τῆς Κολωνίας, τὰ ἀκράδαντα θέμεθλα, θεία Οὔσουλα, καὶ αἱ
δέκα ἀκόλουθαι· τρίβον γὰρ βηματίσασαι, στενὴν τῆς ἀθλήσεως, εἰς πλατυσμὸν
παραδείσου, τὸν εὐχερέστατον ἔφθασαν, Χριστὸν δυσωποῦσαι, τὸ κεφάλαιον ἐλέους,
ἡμῖν δωρήσασθαι.
Δόξα.
Ἦχος πλ. α’.
Τῆς
προσκαίρου βασιλείας τὸ διάδημα, τοῦ γένους τὴν περίδοξον τιμήν, καὶ πᾶσαν
ἄλλην εὔκλειαν καὶ τῆς γῆς περηφάνειαν, εἰς οὐδὲν λελόγισαι, Οὔρσουλα θεόφρον.
Πάντα δὲ ἀρνησαμένη, Χριστῷ ἀκολούθεις ἀκλινῶς, καὶ χορὸν συνήθροισας, τῶν
δεκαρίθμων ἀκολούθων σοι παρθένων· μιᾷ ὅθεν φωνῇ, μιᾷ καρδίᾳ καὶ ψυχῇ, μιᾷ προθέσει
καὶ συμφωνίᾳ, μίαν τοῦ Χριστοῦ Ἐκκλησίαν εὐθαρσῶς ὡμολογήσατε· καὶ τὸν δρόμον
τῆς καλῆς ἀθλήσεως ἐν Κολωνίᾳ τελέσασαι, τὴν ὀρθὴν πίστιν ἀκεραίαν ἐφυλάξατε·
μαρτυρίου ὅθεν δόξαν, τὴν ἀμάραντον ἐλάβατε, καὶ τῆς προσδοκίας τῆς μιᾶς τὰ
κέρδη, πλουσίᾳ χορηγίᾳ ἀπεδέξασθε. Παράδεισον καὶ γὰρ οἰκεῖτε, ὃς ἐστὶ ἡ
προσδοκία πάντων τῶν πιστῶν, ὅτι Χριστὸς ὁ Βασιλεὺς τοῦ παντός, αὐτὸν ἡμῖν
ὑπέσχετο. Τοῦτον οὖν ὑπὲρ πάντων δυσωπεῖτε ἐκτενῶς, ἡμῖν διδόναι ἱλασμὸν
ἁμαρτιῶν, καὶ εἰρήνην τὴν πάντα νοῦν ὑπερέχουσαν.
Καὶ
νῦν. Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ· διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Καλλινίκων Μαρτύρων ἑνδεκὰς κατηρίστευσεν, Οὔρσουλα σεμνὴ βασιλόπαις, σὺν Σαούλῃ ἡ Μάρθα τε, Μπρικτόλα Σατουρία τε
ὁμοῦ, Σεντία Γρηγορία
συνῳδά, Σατουρνίνα Σαββατία αἱ
εὐσθενεῖς, Πιννόζα Παλλαντία τε.
Χαίρετε Κολωνίας θησαυροί, χαίρετε λίθοι τίμιοι, χαίρετε αἱ οίκοῦσαι ἐν φωτί,
παρθένοι ὡς αἱ φρόνιμαι.
Δόξα.
Ἕτερον. Ὅμοιον.
Νεανίδων Παρθένων ἑνδεκάριθμον σύνταγμα, ἤσχυνε ἐχθροῦ παλαιμναίου
τὴν ἀρχαίαν κακόνοιαν, τὴν πίστιν τὴν ἁγίαν γὰρ Χριστοῦ, ἐκήρυξαν ἐνώπιον
ἐθνῶν, καὶ Σταυροῦ τῇ συμμαχίᾳ πολυειδεῖς, βασάνους καθυπέμειναν. Χαίρετε
Κολωνίας ἡ τιμή, χαίρετε καρτερόψυχοι, χαίρετε βασιλόπαιδος σεμνῆς, Οὐρσούλης
τάγμα τίμιον.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα
τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἀγγέλων
οἱ στρατοί, τῶν πιστῶν τε τὰ πλήθη, ἀγάλλονται ὁμοῦ, τῇ σεπτῇ πανηγύρει,
παρθένος γὰρ ἡ Οὔρσουλα, καὶ χορὸς ἑνδεκάριθμος, συνεκάλεσεν, εἰς ἑορτὴν ἡμᾶς
πάντας, θείοις ᾄσμασιν, ἐγκωμιᾶσαι συμφώνως, αὐτῶν τὸ μααρτύριον.
Δόξα.
Εὐφραίνου
μητρικῶς, Κολωνία καὶ ᾄδε, Μαρτύρων ἱερῶν, ἑνδεκάριθμον δῆμον, τὴν Οὔρσουλαν
Πιννόζαν τε, σὺν Σαούλῃ Μπρικτόλαν τε, Γρηγορίαν δέ, καὶ Σατουρνίαν Σεντίαν,
Παλλαντίαν τε, σὺν Σαββατίᾳ καὶ Μάρθᾳ, ὁμοῦ Σατουρίαν τε.
Καὶ
νῦν. Θεοτοκίον.
Ἡ
κλίμαξ Ἰακώβ, ἣν τεθέαται πάλαι, συνάπτουσα τὴν γῆν, οὐρανοῖς Σὺ ὑπάρχεις,
Παρθένε πανακήρατε, Μαριὰμ ὅτι ἔτεκες, τὸν ποιήσαντα, τοὺς οὐρανοὺς ἐν συνέσει,
καὶ ἑνώσαντα, τὰ διεστῶτα τὸ πρώην, σαρκὸς τῷ προσλήματι.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Αἱμάτων
ῥεύμασι, τὴν γῆν ἠρδεύσατε, παρθένοι ἕνδεκα, αἱ μεγαλώνυμοι, καὶ ἀπεδώκατε
καρπόν, πολύχουν τοῦ μαρτυρίου· τοῦτον μακαρίζοντες, οἱ πιστοὶ ἀνακράζομεν·
χαίροις θεία Οὔρσουλα, καὶ αἱ δέκα ἀκόλουθοι, ἐνδόξου Κολωνίας ἡ δόξα, πρέσβεις
Θεῷ ἐν παῤῥησίᾳ.
Δόξα.
Χριστοῦ
τὸ ὄνομα, τυράννων ἔμπροσθεν, καθωμολόγησαν, αἱ παναοίδιμοι, ἕνδεκα Μάρτυρες
Χριστοῦ, παρθένοι ἐν Κολωνίᾳ· Οὔρσουλα Μπρικτόλα τε, Γρηγορία Σαββάτια, Μάρθα
Σατουρία τε, Σατουρνίνα Πιννόζα τε, Σεντία Παλλαντία Σαούλα, σκεύη φωτὸς
ἡγιασμένα.
Καὶ
νῦν. Θεοτοκίον.
ᾈσμάτων
ἄνθεσι, δεῦτε δοξάσωμεν, τὴν χαριτώνυμον, καὶ πολυδόξαστον, τὴν ἐκ πασῶν τῶν
γενεῶν, φανεῖσαν εὐλογημένην· χαίροις ἀνακράζοντες, παντευλόγητε Δέσποινα·
χαίροις πανυπέραγνε, παρθενίας ἡ ἄβυσσος· χορῶν ἀγγελικῶν ὑπερτέρα, χαίροις
Μαρία Θεοτόκε.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Τῶν
Μαρτύρων τοῦ Χριστοῦ, τὸν ἑνδεκάριθμον χορόν, ὑμνῳδίαις ἀπαρχαῖς,
προσυπαντήσωμεν πιστοί, τὰ παρθενόφυτα ἄνθη τῆς Κολωνίας· Οὔσουλαν σεμνὴν
βασιλόπαιδα, πλούτου θεϊκοῦ τὸ κεφάλαιον· καὶ γὰρ σφραγίδι αἵματος τιμίου,
ἀθανασίαν ὠνήσατο· Θεῷ πρεσβεύει τῆς Βασιλείας, πᾶσι δοῦναι τὸ κέρδος.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Παραβάσεως
καρπόν, Εὔα φαγοῦσα παρευθύς, ἐξεβλήθη τῆς Ἐδέμ, λύπης πλησθεῖσα τῆς πικρᾶς,
καὶ ἀπογνώσεως βρόχοις συνεκρατεῖτο· Σὺ δὲ Μαριὰμ ἀειπάρθενε, λόγοις Γαβριὴλ
ὑπακούσασα, τῆς χαρμοσύνου αἴτιον ἐλπίδος, σαρκὶ τῷ κόσμῳ ἐκύησας· Χριστὸν ὃς
πάλιν ἐν παραδείσῳ, τοὺς ἀνθρώπους οἰκίζει.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῶν Ἀθληφόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β’. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὴν
ἑνδεκάφωτον λυχνίαν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, τὰς νοητὰς λαμπάδας τῆς πίστεως,
τὰς τῆς Κολωνίας παρθενομάρτυρας, δεῦτε μεγαλύνωμεν πιστοὶ φωτοπρεπῶς.
Οὔρσουλαν τὴν τιμίαν βασιλόπαιδα, τῆς ἀθλητικῆς χορείας τὴν προάρχουσαν. Αὕτη
γὰρ ὡς Χριστοῦ μαθήτρια, μαρτυρικὸν διήνυσε στάδιον, καὶ ὡς πόλις φωτεινή,
ἐπάνω ὄρους κειμένη, αὐγάζει φαιδρῶς τῆς γῆς τὰ πέρατα, καὶ ἱλαρύνει τοὺς
βοῶντας· Χαίροις Μάρτυς θεηγόρε, σὺν ταῖς δέκα ἀκολούθους σου συμμάρτυρας.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῶν Ἁγίων οὗ ἡ ἀκροστιχίς: Οὔρσουλαν, τὰς δέκα τε συμμάρτυρας ᾄδω.
Ἰσιδώρας.
ᾨδὴ
α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Ὁμήγυριν στέψωμεν, τῶν
Ἀθληφόρων ἐν ᾄσμασιν, Χριστὸν μεγαλύνοντες, τὸν στεφοδότην αὐτῶν, θείαν
Οὔρσουλαν, τὸ κλέος Κολωνίας, παρθένους συνάμα τε, δέκα ἐν χάριτι.
Ὑψίστου τὰ σφάγια, τὰ
λογικὰ εὐφημήσωμεν, τὴν ἔνδοξον Οὔρσουλαν, καὶ σὺν αὐτῇ τὸν χορόν, τὸν δεκάριθμον,
παρθένων ὁμοφρόνων, ἀθλήσεως στάδιον, αὗται γὰρ ἔδραμον.
Ῥημάτων τοῖς ἄνθεσι, τὴν
θείαν Οὔρσουλαν στέψωμεν, τὸ στέμμα τὸ ἔνδοξον, τῆς βασιλείου τιμῆς, κεκτημένη
γάρ, ἀφθάρτου κληρουχίας, ὡσαύτως ἐκέρδισε, δόξαν τὴν κρείττονα.
Σταυρὸν τὸν σωτήριον, ὅπλον
κρατοῦσα ἀήττητον, πρὸς πάλην ἐχώρησας, τοῦ νοητοῦ Φαραώ, καὶ συνέτριψας,
ἐχθροῦ τοῦ ἀρχεκάκου, ὀλέθριον φρύαγμα, εὔψυχε Οὔρσουλα.
Θεοτοκίον.
Ὁ ἄῤῥητος Τόκος Σου,
ξενίζει νοῦν καὶ διάνοιαν, Μαρία πανάχραντε, Παρθενομῆτορ ἁγνή· καὶ γὰρ
τέτοκας, σπορᾶς ἀνθρώπου δίχα, σαρκὶ καθ’ ὑπόστασιν, Λόγον Θεάνθρωπον.
ᾨδὴ
γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Ὑλώδους κακίας
μακρυνθεῖσαι, προθύμῳ καρδίᾳ καὶ ψυχῇ, Θεῷ προσεκολήθητε, ἐν ἀγαθῇ χρηστότητι,
ἡ θεοφόρος Οὔρσουλα, ἅμα τε δέκα συμμάρτυρες.
Λαὸς Κολωνίας ἐγκαυχᾶται,
ὑμῶν τῇ ἀθλήσει τῇ λαμπρᾷ, καὶ τοῖς καλοῖς παλαίσμασι, σεμναὶ παρθενομάρτυρες·
ὦ τροπαιοῦχε Οὔρσουλα, δεκὰς ὁμου ἀκολούθων σοι.
Ἀνδρείῳ φρονήματι καὶ
γνώμῃ, γενναίᾳ Μαρτύρων ἑνδεκάς, πρὸς τοὺς ἀγῶνας ἔδραμε, τῆς ἀμωμήτου πίστεως,
ἡ στεφανίτης Οὔρσουλα, καὶ αἱ λοιπαὶ συνεπόμεναι.
Ναμάτων ἁγίων ὥσπερ κρήνη,
ζωῆς ἑνδεκάκρουνος πηγή, ὑμῶν τὰ θεῖα λείψανα, παναληθῶς ὑπάρχουσιν· ὦ Οὔρσουλα
πανεύφημε, σὺν τῇ δεκάδι συνάθλων σου.
Θεοτοκίον.
Τὸν θρόνον τὸν ὕψιστον
Κυρίου, τῆς δόξης καθέδραν φωτεινήν, τὸν οὐρανὸν τὸν ἔμψυχον, Ἀγγέλων τὴν
προέχουσαν, τὴν Θεοτόκον Δέσποινα, ἀπὸ ψυχῆς μεγαλύνομεν.
Κάθισμα.
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Κολωνίας
τὰ θρέμματα τὰ σεπτά, Παραδείσου τὰ ἄνθη τὰ νοητά, παρθένων εὐφημήσωμεν,
ἑνδεκάριθμον σύστημα· τοῦ Παρακλήτου σκεύη, τοῦ Λόγου κειμήλια, μαρτυρικῶς γὰρ
ἤνυσαν, τὸν δρόμον τῆς πίστεως, στέφος δὲ ἀφθάρτου, Βασιλείας λαβοῦσαι, ἀξίως
κατώκησαν, εἰς φωτὸς τὰ σκηνώματα, Οὔρσουλα ἡ Μάρτυς Χριστοῦ, καὶ αἱ ἀκόλουθοι
ταύτης νεάνιδες, ἐξαιτούμεναι πᾶσι τὸ ἀμέτρητον ἔλεος.
Δόξα.
Τὰς
ἀμνάδας Κυρίου τὰς λογικάς, τὰ τῆς πίστεως σφάγια τὰ δεκτά, πρεπόντως
ἐπαινέσωμεν, Κολωνίας τὰς Μάρτυρας, τῆς Ἐκλησίας λύχνους, λαμπάδας τῆς χάριτος, ἐν ἱλαρᾷ φαιδρότητι, τὸν κόσμον γὰρ
ηὔγασαν. Οὔρσουλα Σαούλα, Σαββατία Σεντία, Πιννόζα Μπρικτόλα τε, Γρηγορία σὺν
Μάρθᾳ τε, Σατουρνίνα ἡ ἔνδοξος, θεία Παλλαντία ὁμοῦ, σὺν Σατουρίᾳ τε σύναθλοι
ἕνδεκα, τὴν ἀρχίφωτον δόξαν, τῆς Τριάδος θεώμεναι.
Καὶ
νῦν. Θεοτοκίον.
Παρθενίας
Σου βάθος καταπλαγείς, καὶ ἁγνείας Σου ὕψος ἐκθαμβηθείς, ὁ μέγας Ἀρχιστράτηγος,
Γαβιρήλ Σοι ἱστάμενος, ἐν εὐλαβείᾳ Κόρη τὸ χαῖρε ἐφώνησε, καὶ τῆς χαρᾶς τὸ
ἄγγελμα, πατρόθεν Σοι ἔφερεν· ὅθεν ἀπειράνδρως, τοῦ Θεοῦ τε καὶ Λόγου, Μητέρα
γεγένησαι, καὶ τῷ κόσμῳ ἐπήγασας, τὴν αἰώνιον λύτρωσιν· χαῖρέ Σοι διὸ καὶ
ἡμεῖς, φωναῖς αἰνέσεως πάντες προσάδομεν, τὸ γὰρ πλήρωμα ὅλον, τὸ τῆς χάριτος
κέκτησαι.
ᾨδὴ
δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Αἰκισμοῖς προσομιλοῦσαι καὶ
πυρὶ προσριπτούμεναι, οὐδαμῶς τὴν πίστιν, τὴν ἀληθινὴν ἀπηρνήσαντο, αἱ
καρτερόψυχοι Κόραι καὶ καλλίνικοι, θεία Οὔρσουλα, καὶ συνοδεία δεκάριθμος.
Σταυρωθεὸς ἐπὶ τοῦ Ξύλου
Ἰησοῦς ὁ Θεάνθρωπος, τῶν ἐχθρῶν δυνάμεις, σθένει τοῦ Σταυροῦ συνετρίβησαν,
τοῦτον κρατοῦσαι ἐν πίστει, Μάρτυς Οὔρσουλα, καὶ αἱ σύναθλοι, νίκης αἰσίως
ἐπέτυχον.
Δίψαν χάριτος ἐνθέου τῶν
ψυχῶν ἐναπέσβεσαν, αἱ παρθένοι Κόραι, Οὔρσουλα καὶ δέκα συμμάρτυρες, εἰς τὰς
πηγὰς τῶν ὑδάτων, πόθῳ ἔδραμον· ἔνθα ἔπιον, ὕδωρ ζωῆς τὸ ἀθόλωτον.
Ἑκουσίᾳ διαθέσει καὶ
προθύμῳ θελήματι, τοῦ Χριστοῦ τὸν νόμον, τὸν σωτηριώδη ἐφήρμοσαν, τῆς Κολωνίας
παρθένοι ἑνδεκάριθμοι, θεία Οὔρσουλα, καὶ αἱ σεμναὶ ἐφεπόμεναι.
Θεοτοκίον.
Κυριώνυμε Παρθένε Θεοτόκε
πανύμνητε, τῶν Ἀγγέλων δόξα, τεῖχος τῶν βροτῶν ἀδιάῤῥηκτον, τοὺς δεομένους ἐν
πίστει σῶζε ἅπαντας, ταῖς πρεσβείαις Σου, ταῖς μητρικαῖς πρὸς τὸν Κύριον.
ᾨδὴ
ε’. Ἐξέστη τὰ σύμπαντα.
Ἀνύσασαι πίστεως, τὸν δρόμον
τὸν τραχύτατον, ἦλθον Παραδείσου εἰς τὸ πλάτος, τῆς Κολωνίας, ἀθλητικὴ ἑνδεκάς,
ἡ Οὔρσουλα κόραι τε σεμναί, ἃς καὶ μακαρίσωμεν, ἐν ᾠδαῖς οἱ φιλόχριστοι.
Τυράννων ἐνώπιον, Θεοῦ τὸ
μέγα ὄνομα, σθένει ἀηττήτῳ ὡμολόγουν, τῆς ἀληθείας αἱ νικηφόροι φωναί, καὶ
ἔλυσαν πλάνης ὀχυρά, Οὔρσουλα ἡ εὔψυχος, καὶ αἱ δέκα συνόμιλαι.
Ἐλαίῳ τῆς πίστεως, ψυχῆς
τὸν λύχνον ἔπλησαν, Κόραι ἑνδεκάριθμοι παρθένοι, τῆς Κολωνίας οἱ φωτοφόροι
πυρσοί, καὶ ἔλυσαν σκότος τὸ δεινόν, Οὔρσουλα ἡ πρώταθλος, καὶ αἱ δέκα
συνάριθμοι.
Στρατὸς ἑνδεκάριθμος, τῆς
Κολωνίας σήμερον, ὕμνοις ἱεροῖς ἀνευφημείσθω, Οὔρσουλα κόρη βασιλικῆς ἐξ αὐλῆς,
παρθένοι τε δέκα εὐγενεῖς, ἔνδυμα φορέσασαι, οὐρανίου λαμπρότητος.
Θεοτοκίον.
Υἱὸν ἀπεκύησας, Θεοῦ
Παρθένε ἄχραντε, δίχα ἀνθρωπίνης συνεργείας, Πνεύματος θείου τῇ ἐπελεύσει ἁγνή,
Πατρός τε ἀνάρχου τῇ βουλῇ, κόσμον διασώζοντα, ἐκ φθορᾶς καὶ κακώσεως.
ᾨδὴ
στ’. Τὴν θείαν ταύτην.
Μυρίους πόνους ὑπέμειναν,
ἀγάπῃ τοῦ Χριστοῦ καὶ ἐπέτυχον, τῆς νίκης ἔπαθλα, τῆς Κολωνίας αἱ σύναθλοι, ὧν
ἱερῶς ἡγεῖτο, ἡ Μάρτυς Οὔρσουλα.
Μαστίγων πεῖραν ἐπώδυνον, ἡ
Οὔρσουλα στεῤῥῶς ἐκαρτέρησε, καὶ ἐταπείνωσαν, δέκα παρθένοι ὁμόψυχοι, τῶν
πολεμίων καράν, τὴν ὑπερήφανον.
Αἱμάτων ῥείθροις
κατήρδευσαν, τὴν γῆν τῆς Κολωνίας τὴν ἔνδοξον, καρποφορήσασαι, τοῦ μαρτυρίου
τὸν ἄσταχυν, ἡ ἑνδεκὰς Μαρτύρων, ὑπὸ τὴν Οὔρσουλαν.
Ῥεόντων δόξαν ἠρνήσαντο, ἡ
Οὔρσουλα σὺν δέκα ὁμόφροσιν· ὅθεν ἐδέξαντο, τῆς Βασιλείας τὸ νόμισμα, ἐν
πλουτισμῷ ἀγάπης, Θεοῦ παντάνακτος.
Θεοτοκίον.
Τὴν θείαν στάμνον τὴν
πάγχρυσον, τὸ μάννα τῆς ζωῆς τὴν κατέχουσαν, τὸ ἐπουράνιον· δι’ οὗ ψυχαὶ
διατρέφονται, τὴν Θεοτόκον Κόρην, πιστοὶ τιμήσωμεν.
Κοντάκιον.
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τῆς
Κολωνίας ἑνδεκάτειχα προπύργια, τοῦ Παραδείσου τὰ εὐώδη ἀπανθίσματα,
ἑνδεκάχορδον κινύραν τοῦ Παρακλήτου, θείαν Οὔρσουλα δεκάδα τῶν παρθένων τε, ἐν
ᾠδαῖς μαρτυρικαῖς ἀνευφημήσωμεν, ταύταις λέγοντες· Κόραι χαίρετε πάνσεμναι.
Ὁ
Οἶκος.
Ἄθλησιν
τὴν τιμίαν, ἑνδεκὰς τῶν Μαρτύρων, τετέλεκεν αἰσίως τὸ πάλαι, ἐν πόλει τῆς
κλεινῆς Κολωνίας, καὶ δόξαν ὑπερέχουσαν εὗρε, Χριστοῦ τοῦ στρατευτοῦ χορηγίᾳ.
Ὃν στέρξασαι ἀπὸ ψυχῆς πιστῶς συνεστρατεύθησαν, ἡ Οὔρσουλα ἡ ἔνδοξος βασιλόπαις,
συνάμα τε δεκάριθμος συνοδεία, ἃς μέλποντες νικητικῶς, βοῶμεν αὐταῖς ἐκθύμως·
Χαίρετε,
στόματα τῆς ἀληθείας·
χαίρετε,
θρέμματα Κολωνίας.
Χαίρετε,
Χριστοῦ ποιμένος ἐθελόθυτοι ἀμνάδες·
χαίρετε,
τῆς Ἐκκλησίας μαρτυρόπλωτοι ὁλκάδες.
Χαίροις,
Οὔρσουλα, Μπρικτόλα, Γρηγορία τε, κλειναί·
χαίροις,
Μάρθα, Σατουρνίνα, Σαββατία, σεβασταί.
Χαίροις,
Παλλαδία, ἅμα σὺν Σαούλῃ καὶ Σεντίᾳ·
χαίροις,
ὦ Πιννόζα θεία, καὶ ἡ σώφρων Σατουρία.
Χαίρετε,
τοῦ Παρακλήτου, αἱ γλυκύφθογγοι χορδαί·
χαίρετε,
τοῦ Παραδείσου, ζωομύρισται πνοαί.
Χαίρετε,
τῆς ἀμωμήτου πίστεως αἱ χελιδόνες·
χαίρετε,
καλῆς ἐλπίδος, καὶ ἀγάπης αἱ τρυγόνες.
Κόραι
χαίρετε πάνσεμναι.
Συναξάριον.
Τῇ ΚΑ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ἁγίας Οὔρσουλας τῆς
βασιλόπαιδος καὶ τῶν σὺν αὐτῇ ἐν Κολωνίᾳ Γερμανίας Παρθενομαρτύρων· Μάρθας,
Μπρικτόλας, Σαούλας, Γρηγορίας, Σατουρνίνας, Σαββατίας, Σεντίας, Παλλαντίας,
Σατουρίας και Πιννόζας.
Τῆς
Κολωνίας στέφω ἐν ὕμνοις Ἀθληφόρους,
ἕνδεκα
τὰς στεφθεῖσας χειρὶ Θεοῦ παρθένους.
Οὔρσουλα
βασιλόπαις χαῖρε ἐν Παραδείσῳ,
Τάγματος
δεκαρίθμων Μαρτύρων προεστῶσα.
Εἰκάδι
πρώτῃ Οὔρσουλα, συμμάρτυρές τε δέκα,
παρθέναι
εἰσωκίσθησαν, ἐν φωτεινῷ νυμφῶνι.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τοῦ μεγάλου.
Ἐν δάκρυσι
πρὶν καὶ πόνοις σπείρας κάτω,
Ἱλαρίων
θέριζε νῦν χαίρων ἄνω.
Ὁ
Ὅσιος οὗτος ἦ ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ Μεγάλου, ἐν τῇ Γαζέων Πόλει
γεννηθείς, καὶ ἀνατραφείς, υἱὸς γεννητόρων ἀπίστων. Ἔρωτι δὲ παιδεύσεως,
ἀφίκετο εἰς Ἀλεξάνδρειαν. Καὶ παιδευθείς, καὶ τὴν εἰς Χριστὸν πίστιν δεξάμενος,
ζηλωτὴς τοῦ Μεγάλου Ἀντωνίου γέγονε, καὶ ἔμεινε παρ’ αὐτῷ χρόνους οὐκ ὀλίγους.
Καὶ ὑποστρέψας ἐν τῇ πατρίδι, μετὰ τὴν τῶν πατέρων αὐτοῦ τελευτήν, τὰ προσόντα
αὐτῷ πάντα, τοῖς πτωχοῖς διένειμεν. Εἶτα δὲ καταλαβὼν τὴν ἔρημον καὶ ἄκραν
ἄσκησιν ὑπελθών, πολλῶν θαυμάτων γέγονεν αὐτουργός. Καὶ πολλὰς διαμείψας πόλεις
καὶ τόπους καὶ χώρας, οὓτω τὸν βίον διήνυσε, βίους τὰ ὅλα ἔτη ὀγδοήκοντα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Γαΐου, Δασίου καὶ
Ζωτικοῦ.
Εἰς ἁλμυρὸν
θανόντες ἄνδρες τρεῖς ὕδωρ,
Γλυκὺν τρυφῆς
πίνουσι χειμάῤῥουν ἄνω.
Οὗτοι
οἱ Ἅγιοι, ἐν Νικομηδείᾳ διάγοντες, καὶ παῤῥησιασάμενοι, τὰ ἐν τοῖς βωμοῖς
ἐπικείμενα κατέστρεψαν. Ὡς δὲ ἐγνώσθησαν, πᾶσαν πεῖρα βασάνων ὑπέμειναν, ἐπὶ
ξύλου ἀναρτηθέντες, καὶ τὰς πλευρὰς καταξανθέντες τριχίνοις ὑφάσμασιν, εἶθ’
οὕτως λίθων ἐν τοῖς τραχήλοις αὐτῶν ἐξαρτηθέντων, ἐν τῇ θαλάσσῃ ἀπεῤῥίφθησαν.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Ἀνδρέας, Στέφανος, Παῦλος καὶ
Πέτρος, ξίφει τελειοῦνται.
Τρεῖς ὁ
Στέφανος σὺ στεφανίτας ἔχεις,
Τοὺς σοὶ
συναθλήσαντας ἐξ ἑνὸς ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης, καὶ Σωκράτους
Πρεσβυτέρου.
Τὴν Θεοδότην,
ἐκ ξίφους τετμημένην,
Θεῷ δοτὴν
ἔγνωμεν ἁγνὴν θυσίαν.
Ὁ Σωκράτης
ἔσπευδεν ὀφθῆναι, Λόγε,
Τετμημένος
σοι Σωκράτης στεφοκράτης.
Ἡ
Ἁγία Θεοδότη, ὑπῆρχεν ἐπὶ Ἀλεξάνδρου τοῦ βασιλέως, εὐγενῶν γονέων ὑπάρχουσα, ἐκ
τῆς χώρας τοῦ Πόντου. Ἐν ἀσκητηρίῳ δέ τινι ἀπελθοῦσα, καὶ ἡσυχάζουσα,
διεγνώσθη. Καὶ κρατηθεῖσα παρὰ τοῦ ἄρχοντος τῆς Καππαδοκίας, διὰ τὴν εἰς
Χριστὸν ὁμολογίαν, ἐκ δευτέρου κρεμασθεῖσα, ξέεται, καὶ εἰς φοῦρνον ἐκπυρωθέντα
ἐμβάλλεται. Τῇ τοῦ Χριστοῦ δὲ χάριτι διασωθεῖσα, ἄγεται παρὰ τοῦ ἄρχοντος ἐπὶ
τὸ Βυζάντιον. Εἶταν ἐν Ἀγκύρᾳ, ἔνθα ἦν ὁ Πρεσβύτερος Σωκράτης. Ὃς τῶν Ἑλλήνων
πάνδημον ἑορτὴν ἐκτελούντων τοῖς δαίμοσι, καὶ προσκυνούντων τοῖς εἰδώλοις,
ζήλου πλησθείς, καὶ τὸν βωμὸν καταστρέψας τῶν θυσιῶν, ἀπετμήθη τὴν κεφαλήν. Ἡ
δὲ Ἁγία Θεοδότη, ἀναγκασθεῖσα θῦσαι τοῖς εἰδώλοις, καὶ μὴ πεισθεῖσα, διὰ ξίφους
τρωθεῖσα, τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐκράτης ξίφει τελειοῦται.
Αἷμα τραχήλου
τοῖς πρὶν ὄμβροις δακρύων,
Κιρνῶν,
συνιστᾷς εὔκρατον κρᾶσιν Μάκαρ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ὁσιομάρτυς Ζαχαρίας, διὰ πνιγμοῦ
τελειοῦται.
Tρίβους
θαλασσῶν ψαλμικῶς Ζαχαρία,
Διεκπορευθείς Oὐρανοῦ φθάνεις τρίβους.
Διεκπορευθείς Oὐρανοῦ φθάνεις τρίβους.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Βαρούχ.
Βαρούχ
ὁ θείος ἐκλιπών σκήνους βάρος,
ἐκεῖ κατεσκήνωσεν εἰς τόπον χλόης.
ἐκεῖ κατεσκήνωσεν εἰς τόπον χλόης.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἄζης, διὰ πυρὸς τελειοῦται.
Ἔζησεν
Ἄζης κἄν τέθνηκεν εἰς φλόγα,
Ζωὴν ἀληθή μη γινώσκουσαν τέλος.
Ζωὴν ἀληθή μη γινώσκουσαν τέλος.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Φιλοθέου, τοῦ ἀσκήσαντος ἐν τῷ
Ὄρει τοῦ Ἄθῳ, καὶ δὴ ἐν τῇ ἐκεῖσε Μονῆ τοῦ Ὁσίου Διονύσιου, τῇ ἐπ’ ὀνόματι τοῦ
Προδρόμου τιμωμένη, καταγομένου ἐκ Χρυσουπόλεως τῆς Μακεδονίας.
Ζήσας
ο Φιλόθεος ως Θεώ φίλον,
Ζωήν άληκτον εύρε συν Θεού φίλοις.
Ζωήν άληκτον εύρε συν Θεού φίλοις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Πλαντίνου καὶ Εἰρήνη.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μαρίνης τῆς ἐν Ῥαϊθῷ, τοῦ Σινᾶ.
Αὓτη
ἡ Μαρίνα ἡ πάνσεμνος παρθένος, σήμερον πρὸς τὴν ἄνω εἰσάγεται ζωήν· τῶν
δαιμόνων τὰς ὁρμὰς καταβαλοῦσα, καὶ πόνους διὰ τὸν Χριστὸν ὑπομείνασα, τὸν
σκολιὸν δράκοντα τελείως ἀπώλεσε, τὴν λαμπάδα ἄσβεστον τηρήσασα· ἔνθα νῦν μετ’
Ἁγίων Ἀγγέλων εὐφραίνεται, ἡ δὲ λάρνακα ἔχει τὴν τιμίαν αὐτῆς σορὸν τῶν
λειψάνων· ἣν ἐν τῷ μετοχίῳ ἔνθα νῦν κατοικοῦσιν οἱ Πατέρες οἱ Σιναΐται, εἰς τὴν
Μονὴν τῆς Ὑπεραγίας Θεοτόκου, σιμὰ τῆς θαλάσσης· ἔνθα καὶ φιλόχρηστοι κοσμικοὶ
κατοικούσιν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη
τοῦ Ὁσίου Ἰακώβου τοῦ γενομένου οἰκονόμου τῆς Μονῆς τοῦ Σωτῆρος Χριστοῦ τοῦ
Βαθέος Ρύακος, ὃς ὤρμητο ἐκ τῆς δευτέρας τῶν Καππαδόκων ἐπαρχίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Βαρνάβα καὶ Ἱλαρίωνος, τῶν ἐν
Κύπρῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Φιλίππου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Φινὰν
τοῦ Ἰρλανδοῦ
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος ἐπισκόπου Μογλένων, τῶν
εὑρισκομένων ἐν τῇ Ἀριδαίᾳμ τῆς Πέλλης.
Ὅσιος ὁμοῦ καὶ ποιμενάρχη θεῖος·
ἐν τοῖς Μογλενοῖς ἐφάνης Ἰλαρίων,
Οὗτος
ἦν τὸν 12ον αἰῶνα, γεννηθεὶς ὑπό τινων ἐναρέτων γονέων, φοβουμένων
τὸν Θεόν, ζώντων ἐν πάσῃ εὐσεβείᾳ καὶ πορευομένων ἐν τοῖς δικαιώμασι τοῦ
Κυρίου. Μὴ ἔχοντες τέκνα, ἐδέοντο τῆς Μητρὸς τοῦ Κυρίου, ὅπως ταῖς πρεσβείαις
Αὐτῆς χαρίσηται αὐτοῖς ὁ Θεὸς καρπὸν κοιλίας. Κατ’ ὄναρ οὖν ἐν μιᾷ νυκτί, ἐφάνη
τῇ εὐσεβεστάτῃ αὐτοῦ μητρί, ἠ Κυρία Δέσποινα Θεοτόκος καὶ ἀνήγγειλε τὴν σύληψιν
τέκνου, ὅπερ καὶ ἐγένετο. Τούτου γεννηθέντος ἔδωκαν αὐτῷ ὄνομα Ἰλαρίων,
ἐπειδήπερ χαρὰν καὶ παραμυθίαν αὐτοῖς ἤνεγκεν μεγίστην. Τὸ παιδίον ἠνδροῦτο ἐν
παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, σχολάζων ἐξ ἀπαλῶν ὀνύχων ταῖς προσευχαῖς καὶ
νηστείαις. Ὅτε ἐγένετο ἐτῶν 18 κατέλιπε τὰ ῥέοντα τοῦ κόσμου καὶ εἰσῆλθεν εἴς
τινα τῶν μονῶν καὶ τόπων αὐτοῦ ὐπακούων τῷ πνευματικῷ Πατρί, ὡς εἰς Θεόν, καὶ
ἐκκόπτων τὸ θέλημα αὐτοῦ. Ὁ μακάριος Ἱλαρίων, ἐγένετο ἐν τῇ Μονῇ διάδοχος τοῦ
πνευματικοῦ αὐτοῦ γεννήτορος, διακριθεὶς ἐπὶ συνέσει, φωτισμῷ καὶ
θαυματουργίαις. Προϊόντος τοῦ χρόνου, ὁ Ἀρχιεπίσκοπος Ἀχρίδος Εὐστάθιος, κατ’
ὄναρ καὶ αὐτὸς ἔλαβε μήνυμα τῆς Ὑπεραγίας Θεοτόκου ὅπως ἀναβιβάσῃ ἐπὶ τοῦ
θρόνου τῆς Ἐπισκοπῆς Μογλένων τὸν Ἱλαρίωνα, σκεῦος ὄντα ἐκλογῆς τοῦ Κυρίου. Ἐν
τῇ αὐτῇ δὲ νυκτί, καὶ ὀ ἀξιάγαστος Ἰλαρίων ἔλαβεν πληροφορίαν ὑπὸ τοῦ Θεοῦ,
ὅπως μὴ ἀρνηθῇ τὴν ἐκλογὴν αὐτοῦ εἰς Ἐπίσκοπον. Ἀμφότεροι ὑπήκουσαν τῷ θελήματι
τοῦ Θεοῦ καὶ ὁ Ἱλαρίων ἐγένετο Ἀρχιερεὺς τῆς πόλεως Μογλένων. Ἅπασα ἡ λαχοῦσα
αὐτῷ Ἐπαρχίᾳ ἐμαστίζετο ὑπὸ τῆς δεινῆς Χριστομάχου αἱρέσεως τῶν Βογομίλων. Ὁ
Ὅσιος ἀναλαβὼν τοὺς οἴακας τῆς νοητῆς νηὸς τῶν Μογλένων, τοῖς θεοπνεύστοις
αὐτοῦ λόγοις καὶ τῇ διδασκαλίᾳ, τοῖς τρόποις καὶ τοῖς σημείοις αὐτοῦ, πολλοὺς
ἐκ τῆς πλάνης ἀνέσπασε καὶ σφοδρῶς τοὺς σκοτεινομόρφους αἱρετικοὺς ἐταπείνωσε.
Ζήσας χρόνους ἱκανούς, ἵδρυσε μονὴν φέρουσα τὸ ὄνομα τῶν Ἁγίων Ἀποστόλων,
προσελκύσας ἐν αὐτῇ πολλοὺς μοναχούς. Ἐκοιμήθη ἐν εἰρήνῃ. Πολλὰς δὲ
θαυματουργίας μετὰ τὴν θανὴν αὐτοῦ ἐποιήσατο διὰ τῶν μυρόῤῥοων αὐτοῦ λειψάνων
καὶ τῆς ὀξυτάτης ὑπὲρ τῶν ἐπικαλουμένων αὐτὸν πρὸς τὸν Χριστὸν αὐτοῦ πρεσβείας.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν ἰερῶν λειψάνων τοῦ Ὁσίου
Χριστοδούλου τοῦ ἐν Πάτμῳ.
Μέγας μὲν
Ἀντώνιος ἀρχὴ Πατέρων,
Θεῖος δὲ
Χριστόδουλος, ἔνθεον τέλος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἰωάννου, τοῦ ἐκ
Μονεμβασίας.
Nόμους
φυλάττων νηστίμου καιροὺ πόθω,
Ζωὴν ἔθυσας ὦ Ἰωάννη μάκαρ.
Ζωὴν ἔθυσας ὦ Ἰωάννη μάκαρ.
Οὗτος,
ἦτον ἐκ τῶν μερῶν τῆς Μονεμβασίας τῆς Πελοποννήσου, νέος τὴν ἡλικίαν ἕως 15
ἐτῶν, πεπαιδευμένος τὰ ἱερὰ γράμματα. Καὶ ὀ μὲν πατὴρ αὐτοῦ κατήγετο ἀπὸ ἕν
χωρίον, καλούμενον Γεράκι, τιμώμενον μὲ ἐπισκοπικὸν θρόνον, ἡ δὲ μήτηρ αὐτοῦ
ἀπὸ ἕν χωρίδιον τῆς Μονεμβασίας, Γοῦβες ἐπιλεγόμενον. Εἰς δὲ τὸν καιρὸν τῆς
αἰχμαλωσίας τῆς Πελοποννήσου, τῆς γενομένης κατὰ τὸ 1770, ἐλθόντες Ἀλβανοὶ
πολλοὶ καὶ αἰχμαλωτίζοντες τοὺς ἐκεῖ χριστιανούς, ἠχμαλώτισαν καὶ τὸ χωρίον τοῦ
Μάρτυρος. Καὶ τὸν μὲν πατέρα αὐτοῦ ἀπέκοψαν ἐν μαχαίρᾳ, αὐτὸν δὲ καὶ τὴν μητέρα
αὐτοῦ αἰχμαλωτίσαντες ἐπῆραν μαζί των, καὶ τοὺς ἐπῆγαν εἰς τὴν Λάρισαν, καὶ
ἐκεῖ ἐπωλήθησαν δίς, καὶ τρίς, ὁ καθ’ εἷς ξεχωριστά, ὕστερον δὲ ἐπωλήθησαν καὶ
οἱ δύο ὁμοῦ, εἰς ἕνα Ἀγαρηνὸν Θεσσαλονικέα, ὃστις ἐπειδὴ παιδίον δὲν εἶχεν,
ἠγάπα πολὺ τόσον αὐτὸς ὅσον καὶ ἡ γυνὴ αὐτοῦ, νὰ κάμωσιν ὡς ψυχοπαῖδι τὸν
εὐλογημένον Ἰωάννην. Ὅθεν καθημερινῶς δὲν ἔπαυε νὰ τὸν ἐνοχλῇ δοκιμάζων νὰ τὸν
διαστρέψῃ ἀπὸ τὴν πίστιν τῶν χριστιανῶν, καὶ νὰ τὸν ἐπιστρέψῃ εἰς τὴν ἰδικήν
του θρησκείαν, πότε μὲ κολακείας καὶ ὑποσχέσεις τιμῶν καὶ ἀξιωμάτων, πότε μὲ
φοβέρας τιμωριῶν καὶ βασάνων· ἀλλ’ ὁ τοῦ Χριστοῦ Μάρτυς ἔστεκε στερεός, καὶ
ἀκλόνητος εἰς τὴν εὐσέβειαν, καὶ ταῦτα πάντα ἐνόμιζε ὡς οὐδέν. Ἐν μιᾷ δὲ τῶν
ἡμερῶν κουρασθεὶς ὁ Ἀγαρηνος ἀπὸ τοῦ νὰ παρακινῇ τὸν Ἅγιον διὰ νὰ ἀρνηθῇ τὴν
εὐσέβειαν, καὶ μὴ δυνηθείς, εἰς ὅλον τὸ ὕστερον ἐθυμώθη, καὶ βάλλοντάς τον
ἐμπρὸς μὲ τὸ σπαθίον, τὸν ἐπῆγε δέρονοντας ἕως εἰς τὴν αὐλὴν τοῦ τζαμίου καὶ ἐκεῖ
ἐσυνάχθησαν καὶ ἄλλοι πολλοὶ Ἀγαρηνοί, οἳτινες ἐβίαζον τὸν Μάρτυρα νὰ τουρκίσῃ,
σπαθίζοντες, λακτίζοντες, βάλλοντες τὰς πιστόλας εἰς τὸ στῆθός του, καὶ ἄλλα
πολλὰ ποιοῦντες, ἀλλ’ εἰς μάτην ἐκοπίαζον, ἐπειδὴ ὁ γενναῖος Ἰωάννης, χωρὶς νὰ
δειλιάσῃ ἔλεγε: Δὲν γίνομαι Τοῦρκος, ἐγὼ
Χριστιανὸς εἶμαι καὶ Χριστιανὸς θέλω νὰ ἀποθάνω. Ἀφήνω νὰ λέγω τὰς μαγείας
καὶ τὰ σατανικὰ γοητεύματα, ὅπου καθημερινῶς ἔκαμνεν ἡ γυνὴ τοῦ αὐθέντου του,
ἀλλ’ ἠ χάρις τοῦ Θεοῦ τὸν ἐφύλαττεν. Ἔφθασε καὶ ἠ νηστεία τῆς Κυρίας Θεοτόκου,
τοῦ δεκαπενταυγούστου λεγομένη, καὶ ἐπειδὴ ὁ ἀοίδιμος Ἰωάννης, δὲν ἠθέλησεν
κατ’ οὐδένα τρόπον νὰ ἀρτυθῇ καὶ νὰ χαλάσῃ τὴν ἁγίαν νηστείαν, ἐκλείσθη ὑπὸ τοῦ
αὐθέντου ὑποκάτω εἰς ἕνα κατώγειον, ὅπου ἦτον τόπος τῶν ἀλόγων, καὶ ἐκεῖ εἰς τὸ
διάστημα τῶν 15 ἡμερῶν πότε τὸν ἐκρέμα καὶ τὸν εκάπνιζε μὲ ἄχυρα, πότε τὸν
ἐκτύπα μὲ τὸ σπαθίον εἰς ὅλον τὸ κορμίον, πότε τὸν ἄφηνε ἐντελῶς νηστικὸν δύο
καὶ τρεῖς ἡμέρας, βιάζοντας αὐτὸν διὰ νὰ φάγῃ ἀπὸ τὰ μυσαρὰ φαγητά των. Ἡ δὲ
μήτηρ αὐτοῦ, μὴ ἀντέχουσα να βλέπῃ τὰς κακοπαθίας τοῦ υἱοῦ του, τὸν ἐπαρακίνει
διὰ νὰ φάγῃ. Ὁ δὲ Μάρτυς, τῆς ἔλεγε:
Εἶμαι παπᾶ υἰός, καὶ πρέπει νὰ φυλάττω καλλίτερα ἀπὸ τοὺς υἱοὺς τῶν λαϊκῶν τοὺς
νόμους τῆς Ἁγίας μας Ἐκκλησίας. Τέλος πάντων, βλέποντας ὁ αὐθέντης του, ὅτι
δὲν δύναται νὰ τὸν καταπείσῃ, ἐθυμώθη καὶ τοῦ ἐκτύπησε μίαν θανατηφόρον
μαχαιριὰν εἰς τὴν καρδίαν, καὶ οὕτω μετὰ δύο ἠμέρας ἐτελεύτησε ὁ ἀοίδιμος, τὴν
21η Ὀκτωβρίου, τοῦ 1773 σωτηρίου ἔτους.
Ἀποθνήσκων
δὲ ὁ Μάρτυς, παρήγγειλεν εἰς τὴν μητέρα του, νὰ στάθῃ νὰ κάμῃ τὴν ἀνακομιδὴν
τῶν λειψάνων του, καὶ νὰ τὰ πάρῃ νὰ τὰ ὑπάγῃ εἰς τὴν πατρίδα του. τελευτήσαντος
δὲ τοῦ Ἁγίου, ὁ Ἀγαρηνὸς ἐκεῖνος αὐθέντης του, ἔῤῤιψε τὸ ἅγιον αὐτοῦ λείψανον
ἔξω τῆς αὐλῆς εἰς ἕναν κῆπον, διὰ νὰ καταφαγωθῇ ὑπὸ τῶν σκύλων ἀποβαλὼν καὶ τὴν
μητέρα τοῦ Μάρτυρος. Ἀλλ’ ὦ τῶν θαυμασίων Σου Χριστέ. Ὄχι μόνον ἔμεινεν ἀβλαβὲς
τὸ ἱερὸν αὐτοῦ λείψανον, ἀλλὰ καὶ τὸ πρόσωπον αὐτοῦ ἤστραπτεν ὡς ὁ ἥλιος,
πολλοὶ δὲ τῶν χριστιανῶν τῆς Λαρίσης, εἶδον εἰς τὰς 2 ἐκείνας ἡμέρας ὅπου ἦτον
ἐῤῥιμένον τὸ λείψανον, φῶς οὐρανόθεν ὡς ἀστέρα καταβάντα ἐπάνω τοῦ λειψάνου.
Αὐτὰ ταῦτα πληροφορηθεὶς ὁ τότε Μητροπολίτης Λαρίσης, ἐζήτησε τὴν ἄδειαν καὶ
λαβὼν ἐνταφίασεν αὐτὸ μετ’εὐλαβείας. Ἡ δὲ μήτηρ τοῦ Ἁγίου ἐνθυμουμένη πάντοτε
τὴν παραγγελίαν τοῦ υἱοῦ της, ἔμεινε εἰς Λάρισαν καὶ περιπλανωμένη ἀπὸ οἰκίαν
εἰς οἰκίαν, ἐζήτει τὸ ἐπιούσιον ἄρτον. Ὁ οὖν αὐτάδελφός της μαθὼν ὅτι
εὑρίσκονται σκλάβοι εἰς τὴν Λάρισαν, ἐπῆγεν διὰ νὰ τοὺς ἐλευθερώσῃ. Φθάσας δὲ
ἐκεῖ καὶ εὐρὼν αὐτὴν τὴν παρεκίνει πολυειδῶς διὰ νὰ ἔλθῃ εἰς τὴν πατρίδα των.
Τότε αὐτὴ ἐδιηγήθη τὰ γεγονότα διὰ τον υἱόν της, καὶ ὁ αὐτάδελφός της
ἐπέστρεψεν εἰς τὰ ἴδια. Πληρωθέντος δὲ χρόνου ἱκανοῦ ἐγένετο παρὰ τοῦ
Μητροπολίτου Λαρίσης ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ Ἁγίου, ἡ δὲ μήτηρ αὐτοῦ
λαβοῦσα τὰ ἅγια λείψανα καὶ περιπλανωμένη ἀπὸ τόπον εἰς τόπον ἔφθασεν εἰς τὴν
πατρίδας της καὶ κατώκησεν εἰς τὸ χωρίον της. Ἐδιηγήθη εἰς πάντας περὶ τοῦ ὐιοῦ
της, καὶ ὅταν ἦλθεν ἡ ὥρα τοῦ θανάτου της, παρήγγειλεν ὅπως βάλωσιν εἰς τὸν
τάφο καὶ τὰ λείψανα τοῦ υἱοῦ της. Μετὰ παρέλευσιν 13 ἐτῶν ἐτελεύτησε ἡ γυνὴ τοῦ
αὐταδέλφου της καὶ ἔσκαψαν τὸν τάφον, καὶ εὐθὺς εὐγῆκεν ἄῤῥητον εὐωδία. Τότε
ἐνεθύμηθησαν ὅτι εὐρίσκοντο ἐκεῖ καὶ τὰ ἅγια λείψανα τοῦ Ἰωάννου. Ὅθεν μετὰ
φόβου καὶ εὐλαβείας ἀνοίξαντες τὸν τάφον, εὗρον, τὴν σακκούλαν, ἣτις εἶχε τὰ
ἅγια λείψανα ἀβλαβῆ καὶ ὡς νὰ ἦτον ἐκείνην τὴν ἰδίαν ὥραν τεθειμένα εἰς τὸν
τάφον. Θαύματα πλείστα ἐποίησε, καὶ ὅτι πρὸς τοῖς ἄλλοις θαύμασι, ἰάτρευσε
παραδόξως τὴν ἐξηραμμένην καὶ παράλυτον χεῖρα μιᾶς γυναικός.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τῆς Λαύρας τοῦ Σπηλαίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τοῦ ἐκ Ῥωσσίας.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ’. Οὐκ ἐλάτρευσαν.
Ὕλην απασαν τῆς πλάνης
κατεκαύσατε, πυρὶ τῆς πίστεως, τὰς ἐντολὰς δὲ Χριστοῦ, ὡς πλοῦτον ἐκτήσασθε,
τὸν ἀπλανέστατον, Μάρτυς Οὔρσουλα, ὦ βασιλόπαις ἔνδοξε, καὶ σὺν σοὶ παρθένοι
δέκα.
Ῥύπου ἔνδυμα φρονίμως
ἀπεκδύθησαν, αἱ καλλιμάρτυρες, στολὴν ψυχῆς καθαράν, φαιδρῶς τε ἐφόρεσαν, καὶ
συμπαρίστανται, ἐν λαμπρότητι, εἰς οὐρανοὺς ἡ Οὔρσουλα, καὶ συμμάρτυρες αἱ
δέκα.
Ἀδιάλειπτον πρὸς Κύριον τὴν
ἔφεσιν, παρθένοι ἔχουσαι, τρυφὴν τοῦ κόσμου σαθράν, προθύμως κατέλιπον, καὶ
συνετάγησαν, τοῖς στρατεύμασι, τῆς Ἐκκλησίας Οὔρσουλα, συνακόλουθοί τε δέκα.
Σκεύη εὔχρηστα τοῦ
Πνεύματος ἐδείχθητε, παρθένοι ἕνδεκα, Αὐτοῦ τῷ θείῳ φωτί, ἐνθέωςβαδίσασαι,
εὕρατε ἔλλαμψιν, αἰωνίζουσαν, ὦ καλλιμάρτυς Οὔρσουλα, καὶ ὁμόψυχαί σου δέκα.
Θεοτοκίον.
Ἁγιόπρωτε Μαρία ἀειπάρθενε
Θεὸν ἱλέωσαι, ὑπὲρ τοῦ κόσμου παντός, εἰρήνην δωρήσασθαι, τὴν ὑπὲρ ἔννοιαν,
τοῖς δοξάζουσι, πανευλαβῶς ἐν ᾄσμασι, τὸν ἀπόῤῥητόν Σου τόκον.
ᾨδὴ
η’. Παῖδας εὐαγεῖς.
Δῶρον τῷ Θεῷ ἐθελουσίως,
αἱμάτων τὰς προσφορὰς ἀνατεθήκασι, Μάρτυρες αἱ ἕνδεκα, γῆν δὲ πολυθρήλητον, τῆς
Κολωνίας ἤρδευσαν, θεοπρεπέστατα, ὧν Οὔρσουλα, ἡγεῖτο τοῖς ἄθλοις, νῦν δὲ ἐν
ὑψίστοις, τὴν αἴνεσιν προσάγει.
Ὥσπερ ὀχυρὸν ἐν περιστάσει,
ἡ πόλις τῆς Κολωνίας ἐπικέκτηται, λάρνακα τιμίαν σου, Οὔρσουλα πανένδοξε, καὶ
ἐν αὐτῇ προστρέχοντες, οἱ χειμαζόμενοι, γαλήνιον, εὑρίσκουσι χάριν, καὶ τὴν
εὐλογίαν, τῆς σῆς ἐπικουρίας.
Ἴχνεσι βαδίσασα τιμίοις,
Μαρτύρων τῶν πανενδόξων θεία Οὔρσουλα, ἔδωκας τὸ σῶμά σου, χαίρουσα εἰς
θάνατον, διὰ Χριστοῦ τὸ ὄνομα, τὸ ἁγιώτατον, συνάξασα, παρθένων τιμίων,
σύμψυχον δεκάδα· μεθ’ ὧν σε εὐφημοῦμεν.
Στέφος Βασιλείας οὐρανίου, ἀσμένως
διὰ τὸν Κύριον ἠλόγησας, τρίβον δὲ τὴν δύσβατον, Οὔρσουλαν ἐβάδισας, καὶ τὴν
στολὴν ἐφόρεσας, τὴν μαρτυρότευκτον, τῷ στέμματι, τῆς νίκης στεφθεῖσα, τῆς
ἐπουρανίου, παρθένοις ἅμα δέκα.
Θεοτοκίον.
Ἵνα τῆς ζωῆς τῆς αἰωνίου,
μετόχους τοὺς ἐξ Ἀδὰμ ποιήσῃ Κύριος, σάρκα προσελάβετο, Κόρη ἐξ αἱμάτων Σου,
καὶ μετὰ τόκον πάλιν Σε, ἁγνὴ κατέλιπεν, ἀνύμφευτε, Παρθένε Μαρία, ἡ
ἀσφαλεστάτη, σφραγὶς τῆς σωτηρίας.
ᾨδὴ
θ’. Ἅπας γηγενής.
Δίχαν τῆς ψυχῆς, ἐνθέως
ἐσβέσατε, Παρθενομάρτυρες, εἰς γλυκέα νάματα, πηγῆς ἀχράντου θείως προσήλθετε,
καὶ ἀγαθὰ ἐγνώκατε, τὰ μὴ φθειρόμενα, ἐν μεθέξει, Οὔρσουλα ἡ πάνσεμνος, καὶ
Μαρτύρων δεκὰς ἡ ὁμόψυχος.
Ὥσπερ θησαυρόν, χρυσοῦν τε
καὶ πάντιμον, καὶ πολυέραστον, Οὔρσουλα κατέχομεν, λαμπρᾶς ζωῆς σου τὰ
κατορθώματα, καὶ ἐν ψαλμοῖς σε ᾄδοντες, πιστῶς αἰτούμεθα, τὰς εὐχάς σου, ἔχεις
γὰρ πρὸς Κύριον, οἷα Μάρτυς πολλὴν οἰκειότητα.
Ῥάβδον σταθηράν, τῆς
πίστεως ἔχουσαι, ὡς μέγα στήριγμα, ἐν τοῖς ἀγωνίσμασιν, εἰς νίκης ἦλθον πέρας
τὸ αἴσιον, τῆς Κολωνίας Μάρτυρες, οἱ ἑνδεκάριθμοι, ἐν Κυρίῳ, Οὔρσουλα ἡ ἔνθεος,
συνῳδά τε παρθένοι αἱ σύμψυχοι.
Ἄγγελοι
τὴν σήν, ἀνδρείαν ἐπήνεσαν, πάντολμε Οὔρσουλα, πῶς αὐτοὺς ἐζήλωσας, σταδίου
μέσον Θεοῦ τὸ ὄνομα, μετὰ σπουδῆς γὰρ κρείττονος, καθωμολόγησας, σὺν παρθένοις,
δέκα· μεθ’ ὧν στέφανον, αἰωνίου τιμῆς ἐκομίσασθε.
Θεοτοκίον.
Σέβας Σοι ἁγνή, προσφέρω ἐκ
πίστεως, ἀπὸ βαθέων μου, Σὺ γὰρ ἀπειρόγαμε, Θεοῦ τῶν ὅλων Μήτηρ γεγένησαι, καὶ
τῆς Ἐδὲμ ἠνέωξας, ἡμῖν τὴν εἴσοδον, καὶ Ἀγγέλοις, ὤφθης ὑπερέχουσα, ὡς Κυρία
ἁπάσης τῆς κτίσεως.
Ἐξαποστειλάρια.
Ἦχος γ’. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἡ
Κολωνία χαίρει, καὶ ἐγκαυχᾶται ἐπὶ σοί, Οὔρσουλα Μάρτυς θεόφρον, καὶ τοὺς
ἀγῶνάς σου τιμᾷ, οὓς σὺν δεκάδι παρθένων, διήνυσας ἐν σταδίῳ.
Τῆς
βασιλείας στέμμα, τῆς ἐπιγείου καὶ φθαρτῆς, παρεῖδες καὶ μαρτυρίου, Οὔρσουλα
ἔστεψαι τιμῇ, χοροῦ προάρχουσα θείου, ἑνδεκαρίθμων παρθένων.
Θεοτοκίον.
Τῶν
Σεραφεὶμ ἀνωτέρα, τιμιωτέρα Χερουβείμ, Ἀγγέλων πάντων ὑπάρχεις, ἐνδοξοτέρα
Μαριάμ, ἄνευ φθορᾶς ὡς τεκοῦσα, τὸν Βασιλέα τῆς δόξης.
Αἶνοι.
Ἦχος πλ. δ’. Ὢ τοῦ παραδόξου θαύματος.
Χαίροις,
θεοφόρε Οὔρσουλα, τῆς σωφροσύνης στολή, τῆς ἀνδρείας ὁ ἔπαινος, Μαρτύρων τὸ
σέμνωμα, τῶν παρθένων ὁ στέφανος, τῆς εὐψυχίας τύπος θειότατος, καλῶν ἀγώνων,
τέλος μακάριον, Μάρτυς πολύαθλε, τοῦ χοροῦ ἐξάρχουσα, Ἀθλητριῶν, ἕνδεκα πρὸς
Κύριον· μεθ’ ὧν ἱκέτευε.
Τρίβον,
μαρτυρίου δύσβατον, ἐν εὐρυχώρῳ ψυχῇ, πλατυσμῷ τε τοῦ Πνεύματος, Μαρτύρων
τετέλεκεν, ἑνδεκὰς ἡ ἀήττητος, τῆς Ἐκκλησίας, δόξα ἀμάραντος, τῆς Κολωνίας,
πλοῦτος πολύολβος, Οὔρσουλα πάντιμε, καὶ παρθένων σύμψυχε, ὁμοῦ δεκάς, θάλαμον
οἰκήσασαι, τὸν ἐπουράνιον.
Ὄνομα
Θεοῦ τὸ ἅγιον, ἐν παῤῥησίᾳ πολλῇ, ἱερῶς ὡμολόγησαν, παρθένοι νεάνιδες, τῶν τυράννων
ἐνώπιον, ψευδῶν εἰδώλων πλάνην πατήσασαι, καὶ ἀληθείας νόμον ὑψώσασαι· ταύταις
τὸ χαίρετε, ἐν αἰνέσει εἴπωμεν χαρμονικῶς, Οὔρσουλαν σὺν δέκα τε, τιμῶντες
Μάρτυσι.
Οὔρσουλαν
καὶ Μάρθαν στέψωμεν, τὴν Γρηγορίαν ὁμοῦ, Παλλαντίαν Μπρικτόλαν τε, Σαούλαν
Σεντίαν τε, Σατουρνίναν Πιννόζαν τε, τὴν Σαββατίαν σὺν Σατουρίᾳ τε, τῆς
Κολωνίας Μάρτυρας ἕνδεκα, αἷμα γὰρ ἔδωκαν, καὶ ζωὴν ἐκέρδισαν, τὴν ἀληθῆ,
χάριτος πληρούμεναι, τοῦ θείου Πνεύματος.
Δόξα.
Ἦχος πλ. δ’.
Ὡσεὶ
ἐλαία ἀληθῶς, κατάκαρπος ὤφθης ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, Οὔρσουλα βασιλόπαις
περιώνυμε· ὡς καρπὸν γὰρ ἀγαθόν, ἐν πλησμονῇ χρηστότητος ἔδωκας, τοῦ μαρτυρίου
σου τὰ αἵματα· δι’ ὧν τὴν γῆν τῆς Κολωνίας, εὐπρεπῶς ἡγίασας. Καὶ συνοδούς σου
ἔσχες, παρθένων τον δεκάριθμον χορόν, ὁμοφρόνως σοι βαδίσασαι, καὶ σύμψυχοι
γενόμεναι, ἐν τῇ καλῇ σου ἀθλήσει· ὡς φρόνιμοι δέ, τὰς λαμπάδας ἐκληρώσατε
καλῶς, τῷ ἐλαίῳ τῆς καλῆς τοῦ Χριστοῦ ὁμολογίας· ὅθεν καὶ σὺν Αὐτῷ, εἰσήλθετε
εἰς τοὺς γάμους, ἐν νυμφῶνι τοῦ φωτὸς τοῦ αἰωνίου, εὐκλεῶς συναυλιζόμεναι· ἐν
τῇ λαμπρότητι οἰκεῖν καὶ ἡμᾶς ἀξιώσατε, ταῖς ἀσιγήτοις πρὸς Θεὸν ὑμῶν
ἐντεύξεσι, τοὺς τιμῶντας τὰς ἀριστείας ὑμῶν, ὦ Παρθενομάρτυρες ἕνδεκα, τῆς
πληρωτικῆς δόξης κληρονόμοι καὶ συμμέτοχοι.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις
Μεγαλυνάριον.
Δεῦτε ὑπαντήσωμεν ἐν ᾠδαῖς, Οὔρσουλαν παρθένους, δεκάριθμους τε συνῳδά, Μάρτυρας τὰς θείας,
ἐνδόξου Κολωνίας· τὸ χαίρετε συμφώνως, ταύταις φθεγγόμενοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου