Δευτέρα 20 Αυγούστου 2018

ΣΕΠΤΕΜΒΡΙΟΣ 26. ΟΣΙΟΣ ΙΩΑΝΝΗΣ ΠΟΤΑΜΙΤΗΣ ΚΥΠΡΟΥ ΑΚΟΛΟΥΘΙΑ

ΣΕΠΤΕΜΒΡΙΟΣ 26!!
ΙΩΑΝΝΗΣ ΟΣΙΟΣ ΠΟΤΑΜΙΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσιας)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Σπηλαίῳ οἰκήσας ἐν σμικρῷ, Ἰωάννη ἔνδοξε, καὶ ὥσπερ μέροψ ἰσάγγελος, πολιτευσάμενος, νοῦν τὸν σὸν ἐπτέρου, πρὸς Θεοῦ σκηνώματα, ἐν οἷς νῦν σὺν Ἀγγέλων τοῖς τάγμασιν, ἀγαλλιώμενος, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν, ἱκετεύεις, ὑπὲρ τῶν τιμώντων σε.

Νεκρώσας κινήματα σαρκός, Ἰωάννη Ὅσιε, ἀσκητικοῖς ἀγωνίσμασιν, εὐχῇ καὶ δάκρυσιν, ἐπιπνοίᾳ θείᾳ, πνεῦμα σὸν ἐζώωσας, καὶ ὅλος ἀρετῆς ἐνδιαίτημα, λαμπρὸν γενόμενος, τῶν ἐν Κύπρῳ κατηγλάϊσας, μονοτρόπων, χορείας θεσπέσιε.

Τοὺς πίστει τελοῦντας εὐλαβῶς, τὴν ἁγίαν μνήμην σου, καὶ προσκυνῆσαι προστρέχοντας, τῶν παλαισμάτων σου, σπήλαιον τὸν θεῖον, Ἰωάννη πάνσοφε, ἀπαύστως τῶν βελῶν τοῦ ἀλάστορος, τήρει ἀπήμονας, καὶ ἐν λύπαις ἴσθι ἕτοιμος, καὶ κινδύνοις, αὐτῶν ῥύστης πάντοτε.

Ἐμφρόνως λιπὼν τὴν κοσμικήν, Πάτερ ματαιότητα, καὶ ὡς σποδὸν λογισάμενος, κόνιν καὶ σκύβαλα, πάντα τὰ γεώδη, χαίρων ἠκολούθησας, Χριστοῦ τοῖς πανιέροις τοῖς βήμασι, δι’ ἐνασκήσεως, ἀκροτάτης ὅθεν γέγονας, Ἰωάννη, χαρᾶς θείας μέτοχος.

Δόξα. Ἦχος β΄.
Ὡς κεκρυμμένον ἀρετῶν θησαυρόν, τὸν ἐμφανείαις ταῖς σαῖς ἄρτι ξενοτρόπως ἡμῖν ὀφθέντα, ἔγνωμέν σε Ἰωάννη ἀσκήσεως κειμήλιον, ὅθεν τῶν σῶν ἀγώνων τῷ σπηλαίῳ προσιόντες, χάριν λαμβάνομεν καλῶς διαπλεῦσαι τὸ πέλαγος τοῦ βίου, ὅπερ σὺ θεαρέστως διέπλευσας.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Φόρμιγξ τῶν ἀρετῶν, ἡδύφωνος ἐδείχθης, καὶ μελουργὸς κιθάρα, τρισμάκαρ Ἰωάννη, θεοτερποῦς ἀσκήσεως.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Πόνοις ἀσκητικοῖς, ἐκλάμψας ἐν τῇ Κύπρῳ, τὸ κράτος Ἰωάννη, κατήργησας τοῦ πλάνου, καὶ τὸν Χριστὸν ἐδόξασας.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις ὁ ἰατήρ, τῶν ἀνιάτων νόσων, καὶ ταχινὸς προστάτης, τῶν ἐν κινδύνοις ὄντων, ὦ Ἰωάννη Ὅσιε.

Δόξα. Τριαδικόν.
Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι τῷ θείῳ, Τριὰς ἡ ἐν Μονάδι, πρεσβείαις Ἰωάννου, ἐλέησον τὸν κόσμον Σου.

Καὶ νῦν. Θεοτοκίον.
Πρόσδεξαι τὰς λιτάς, τῶν Σοὶ καταφευγόντων, ὑπερευλογημένη, Κυρία Θεοτόκε, πιστῶν θερμὴ μεσίτρια.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀφανῶς Ἰωάννη πολιτευσάμενος, ἐν ἄντρῳ λελαξευμένῳ, ταῖς σαῖς ὁσίαις χερσί, ποταμοῦ παρ’ ὄχθας ὤφθης ἰσουράνιος, μέροψ διόπερ ἐμφανῶς, ἐδοξάσθης ἀσκητά, θεόθεν καὶ χάριν εὗρες, γενέσθαι πάντων προστάτης, καὶ ἀρωγὸς τῶν εὐφημούντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.






ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ.

Μετὰ τὸν Προοιμιακόν, τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Δεῦτε πιστοὶ Ἰωάννην ᾠδαῖς εὐσχήμοσι, τὸν ἐν σμικρῷ σπηλαίῳ, παρὰ ῥεῖθρα χειμάῤῥου, φλεγόμενον ἀγάπης θείας πυρί, σάρκα τήξαντα σκάμμασιν, ἀσκητικοῖς ὡς ἀπαύγασμα βιοτῆς, θεοφίλου εὐφημήσωμεν.

Ἐπὶ λιθίνης κραββάτου ἀναπαυόμενος, βοτάνην κατεσθίων, φυομένην ἐν ὄχθῃ, τρισμάκαρ Ἰωάννη τοῦ ποταμοῦ, εἰς ἣν σπήλαιον ὤρυξας, καὶ τῶν ἡδέων στερούμενος καὶ τερπνῶν, πρὸς Θεὸν σὸν πνεῦμα ἔτεινας.

Ὡς Ἰορδάνου τὴν ὄχθην ὁ σὸς συνώνυμος, καὶ τοῦ Κυρίου θεῖος, Βαπτιστὴς Ἰωάννη, ἡγίασεν ἀσκήσει θεοτερπεῖ, οὕτω σὺ καθηγίασας, Μερσίνην χείμαῤῥον Ὅσιε ταῖς ῥοαῖς, τῶν ἱδρώτων καὶ δακρύων σου.

Τὴν λευχαιμίαν ἰάσω παιδὸς ἱκέτου σου, καὶ παρειμένον νέον, ἐθεράπευσας τάχος, προστάξας Ἰωάννη τοῦτον ἐλθεῖν, εἰς λιθίνην σου κράββατον, ἀνακλιθῆναι σπηλαίου σου τοῦ σεπτοῦ, ἵνα τύχοι τῆς θεώσεως.

Λευχειμονῶν καὶ ἀστράπτων φωτὶ τῆς χάριτος, ἐνεφανίσθης Πάτερ, Ἰωάννη ἐν ὥρᾳ, τροχαίου σπηλαιῶτα ἡσυχαστά, δυστυχήματος χεῖρά σου, τείνων νηπίων δυάδι καὶ τῷ αὐτῶν, κινδυνεύοντι γεννήτορι.

Τὸν ἀσκητὴν τοῦ Κυρίου δεῦτε τιμήσωμεν, παμμέγαν Ἰωάννην, Ποταμίτην Ὁσίων, Πατέρων λαμπηδόνα καὶ ἀρωγόν, ταχινὸν τῶν ἐν ᾄσμασιν, αὐτοῦ τελούντων καὶ ὕμνοις πνευματικοῖς, τὴν ἐτήσιον πανήγυριν.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, ὡς ἀστὴρ παμφαέστατος ἀνέτειλε, τῇ ἐτησίῳ αὐτοῦ μνήμῃ, ὁ σπηλαιώτης ἀσκητὴς Ἰωάννης, καταφωτίζων τῶν χαρίτων αὐτοῦ βολαῖς τοὺς κραυγάζοντας· Χαίροις, ὁ ἀνορύξας ταῖς ἰδίαις σου χερσὶν ἄντρον, ἵνα μόνος μόνον τῷ Λυτρωτῇ ἐν αὐτῷ λατρεύεις· χαίροις, ὁ τῶν προσύλων ὀφθεὶς ὑπέρτερος, καὶ ζηλωτὴς ἔνθερμος τῶν ἐν πόλων ἀΰλων καὶ ἀθανάτων· χαίροις, τῶν Ὁσίων καλλονὴ καὶ τῶν Κυπρίων ἁπάντων, ἀντιλήπτωρ ἄγρυπνος καὶ προστάτης ἐν κινδύνοις τάχιστος. Παῤῥησίαν οὖν ἔχων πρὸς Κύριον, μὴ παύσῃ Αὐτῷ πρεσβεύων ἀοίδιμε, ἐλεηθῆναι τὰς ψυχὰς τῶν τιμώντων ἐν ᾄσμασιν εὐτάκτοις, τὴν λαμπρὰν καὶ ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ιστ΄, 19-33).
Κρείσσων πραΰθυμος μετὰ ταπεινώσεως ἢ ὃς διαιρεῖται σκῦλα μετὰ ὑβριστῶν. Συνετὸς ἐν πράγμασιν εὑρετὴς ἀγαθῶν, πεποιθὼς δὲ ἐπὶ Θεῷ μακαριστούς. Τοὺς σοφοὺς καὶ συνετοὺς φαύλους καλοῦσιν, οἱ δὲ γλυκεῖς ἐν λόγῳ πλείονα ἀκούσονται. Πηγὴ ζωῆς ἔννοια τοῖς κεκτημένοις, παιδεία δὲ ἀφρόνων κακή. Καρδία σοφοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος, ἐπὶ δὲ χείλεσι φορέσει εὐγνωμοσύνην. Κηρία μέλιτος λόγοι καλοί, γλύκασμα δὲ αὐτοῦ ἴασις ψυχῆς. Εἰσὶν ὁδοὶ δοκοῦσαι εἶναι ὀρθαὶ ἀνδρί, τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾅδου. Ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ καὶ ἐκβιάζεται τὴν ἀπώλειαν ἑαυτοῦ, ὁ μέντοι σκολιὸς ἐπὶ τῷ ἑαυτοῦ στόματι φορεῖ τὴν ἀπώλειαν. Ἀνὴρ ἄφρων ὀρύσσει αὐτῷ κακά, ἐπὶ δὲ τῶν ἑαυτοῦ χειλέων θησαυρίζει πῦρ. Ἀνὴρ σκολιὸς διαπέμπεται κακά, καὶ λαμπτῆρα δόλου πυρσεύει κακοῖς καὶ διαχωρίζει φίλους. Ἀνὴρ παράνομος ἀποπειρᾶται φίλων καὶ ἀπάγει αὐτοὺς ὁδοὺς οὐκ ἀγαθός. Στηρίζων δὲ ὀφθαλμοὺς αὐτοῦ διαλογίζεται διεστραμμένα, ὁρίζει δὲ τοῖς χείλεσιν αὐτοῦ πάντα τὰ κακά· οὗτος κάμινός ἐστι κακίας. Στέφανος καυχήσεως γῆρας, ἐν δὲ ὁδοῖς δικαιοσύνης εὑρίσκεται. Κρείσσων ἀνὴρ μακρόθυμος ἰσχυροῦ, ὁ δὲ κρατῶν ὀργῆς κρείσσων καταλαμβανομένου πόλιν. Εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις, παρὰ δὲ Κυρίου πάντα τὰ δίκαια.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

























Λιτή. Ἦχος α΄.
Τὸν πνευματικὸν ἀγῶνα ὁλοθύμως ἀγαπήσας, καρποὺς ἀρετῆς ἡδίστους ἐξήνεγκας, Ἰωάννη Ποταμῖτα θειότατε, ὑπεραρθεὶς γὰρ τῶν φθαρτῶν καὶ ῥεόντων ἁπάντων, ἀφθαρσίαν ἐμελέτησας, καὶ τῶν ἀῤῥεύστων ζηλωτὴς ἐνθερμότατος γέγονας, ἐν τῇ ἀϊδίῳ οὖν δόξῃ νῦν χορεύων, μὴ παύσῃ πρεσβεύων τῷ ἐλεήμονι Κυρίῳ, ὑπὲρ τῶν τιμώντων τὴν θείαν μνήμην σου.

Ἦχος β΄.
Τὰς ὄχθας τοῦ χειμάῤῥου, εἰς ἃς ὤρυξας τὸ σπήλαιον σῶν ἀγώνων, ταῖς ῥοαῖς τῶν ἱδρώτων καὶ δακρύων σου ἐπλήρωσας, ἀσκητῶν ἔκτυπον, θειότατε Ἰωάννη πανθαύμαστε. Χειμάῤῥους γὰρ ὑπάρχων ἀγάπης Κυρίου, πάντας τοὺς ἐν Κύπρῳ χριστωνύμους ἐδρόσισας, νάμασι τῆς ἀνιδιοτελοῦς προσφορᾶς σου, εὔφρανον οὖν καὶ ἡμᾶς τοὺς πεπυρωμένους τῇ ἁμαρτίᾳ, χεύμασιν ἀειῤῥύτοις τῶν εὐχῶν σου πρὸς Κύριον, σπηλαιῶτα Πάτερ Ὅσιε.
                   
Ἦχος γ΄.
Τῇ καμίνῳ ἀδιαλείπτου ἀσκήσεως πυρούμενος, σεαυτὸν εὔχρηστον δοχεῖον τοῦ Παρακλήτου ἐποίησας, Ἰωάννη Ὅσιε. Πλουσίων ὅθεν δωρεῶν τὴν χορηγίαν ἐδέξω, παρὰ τοῦ δοτῆρος τῶν ἀγαθῶν Κυρίου, Ὃν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος δ΄.
Ὡς λαμπτὴρ θεοφεγγὴς ἐξέλαμψας, ἀκτῖσι τῶν νυχθημέρων σου παλαισμάτων, ἐν ταῖς ὄχθαις τοῦ φερωνύμου τῆς μερσίνης χειμάῤῥου, Πάτερ Ἰωάννη θεόσοφε. Σκεδάσας οὖν τῆς ματαιότητος ὀμίχλην, οὐρανίων στεφάνων ἠξίωσαι, παρὰ τοῦ Σωτῆρος Χριστοῦ, τοῦ φωτίζοντος τὰ σκότη τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. α΄.
Ὡς ἀντιμίσθιον τῶν ἀσκητικῶν σου πόνων, χάριν δαψιλῶς εἴληφας, νόσους ἀνιάτους θεραπεύειν, παραλύτους ἐκ τῆς κλίνης ἐγείρειν, καὶ ἀρήγειν τοῖς ἐν κινδύνοις οὖσι καὶ θλίψεσιν, Ἰωάννη σπηλαιῶτα Ὅσιε, ὅθεν τὴν σὴν μνήμην μελῳδικῶς ἐκτελοῦντες, καὶ τοὺς στεῤῥούς σου ἀγῶνας πρὸς θέωσιν γεραίροντες, Χριστὸν τὸν ἀγαθόδωρον Κύριον δοξολογοῦμεν ἀπαύστως, τὸν σὲ ἐν βίῳ δυναμώσαντα, καὶ μετὰ πότμον θαυμαστώσαντα.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, περιφανὲς ἀσκητά, ἀδιαλείπτου προσευχῆς τὸ κειμήλιον, συνέσεως ἐγκρατείας, καὶ ἀκτησίας κανών, ἀρετῶν παντοίων, φίλε γνήσιε, σαρκὸς γὰρ κινήματα, καταστείλας καμάτοις σου, τῶν χαρισμάτων, ἐπληρώθης τοῦ Πνεύματος, βίου κρείττονος, ὑπεμφαίνων τὴν ἔλλαμψιν, ὅθεν σὲ μακαρίζομεν, Κυπρίων οἱ σύλλογοι, ὡς πρεσβευτὴν Ἰωάννη, θερμὸν ἡμῶν πρὸς τὸν Κύριον, ἀκέστορα θεῖον, καὶ ὀξύτατον προστάτην, ἐν βίου κλύδωσι.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Σῶμα, ὑποπιάσας τὸ σόν, ἀτρύτοις πόνοις καὶ παννύχοις δεήσεσι, θεόσοφε Ἰωάννη, ὁ ἐν σπηλαίῳ στενῷ, εὐλαβῶς ἀσκήσας, ὥσπερ ἄσαρκος, τὸ πνεῦμά σου ὕψωσας, πρὸς τὸν Κτίστην τοῦ σύμπαντος, Οὗ νῦν τὸ κάλλος, καθορᾶς τὸ ἀμήχανον, ἐν τοῖς δώμασιν, οὐρανίου λαμπρότητος, ὅθεν καὶ τοὺς τιμῶντάς σε, φωτὸς καταξίωσον, τοῦ ὑπὲρ ἔννοιαν Πάτερ, καὶ τῆς χαρᾶς τῆς ἀτέρμονος, σεπτὲ σπηλαιῶτα, κοινωνὲ τῆς θείας δόξης, καὶ ὡραιότητος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, ὁ ταχινὸς ἰατρός, τῶν ἐκζητούντων τὴν θερμήν σου ἀντίληψιν, καὶ πάντων τῶν ἐν κινδύνοις, καὶ συμφοραῖς ἀρωγός, Ἰωάννη Πάτερ, θαυματόβρυτε, πιστὸν γὰρ παράλυτον, ἐν λιθίνῃ κραββάτῳ σου, κατακλιθῆναι, ὃν προσέταξας Ὅσιε, ἐθεράπευσας, καὶ βαδίζειν ἠξίωσας, ὅθεν καὶ τοὺς τιμῶντάς σε, ὁδὸν τὴν σωτήριον, καὶ τεθλιμμένην ὁδεύειν, πνευματοφόρε ἀξίωσον, ὡς ἂν τῆς ἀλήκτου, χαρμονῆς ἀξιωθῶμεν, καὶ ἀφθαρτότητος.

Δόξα. Ἦχος β΄.
Ἀσκητικῶς πολιτευσάμενος, ἐν σπηλαίῳ δυσπροσίτῳ καὶ ἀνίκμῳ, τὸν ἰσχυρὸν ἐν κακίᾳ κατηγωνίσω βελίαρ, καὶ τῆς νίκης τρόπαια ἔστησας, τῇ δοθείσῃ σοι ἄνωθεν ἰσχύϊ, Ἰωάννη τρισμακάριστε, Χριστῷ οὖν συμβασιλεύων καὶ συνευφραινόμενος, πρέσβευε ἀπαύστως διδόναι ἡμῖν πταισμάτων ἄφεσιν, πειρασμῶν ἀπολύτρωσιν, καὶ ὑγείαν ἄμφω ψυχῶν καὶ σωμάτων, τοῖς τιμῶσιν ἐν πίστει, τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀφανῶς Ἰωάννη πολιτευσάμενος, ἐν ἄντρῳ λελαξευμένῳ, ταῖς σαῖς ὁσίαις χερσί, ποταμοῦ παρ’ ὄχθας ὤφθης ἰσουράνιος, μέροψ διόπερ ἐμφανῶς, ἐδοξάσθης ἀσκητά, θεόθεν καὶ χάριν εὗρες, γενέσθαι πάντων προστάτης, καὶ ἀρωγὸς τῶν εὐφημούντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
























ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν Τάφον Σου Σωτήρ.
Ὡς ἴον θαλερόν, παρ’ ἐξόδους ὑδάτων, ὀδμαῖς σῶν ἀρετῶν, κατευφραίνεις τοὺς πόθῳ, ὑμνοῦντας ἀσκήσεως, Ἰωάννη καμάτους σου, καὶ γεραίροντας, τῶν θαυμασίων σου πλῆθος, Πάτερ Ὅσιε, ὁ προστατεύων ἐν δίναις, τοὺς σοὶ καταφεύγοντας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεόνυμφε ἁγνή, Ἰωάννου πρεσβείαις, ἱλέωσαι ἡμῖν, τὸν Υἱὸν καὶ Θεόν Σου, καὶ ῥῦσαι κολάσεως, τῆς μελλούσης Σου πρόσφυγας, μεγαλύνοντας, εἰς τοὺς αἰῶνας αἰώνων, θαυμασίων Σου, τὸ πλῆθος ὅλῃ ἐφέσει, ψυχῆς Μητροπάρθενε.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ποθήσας ἀκρότητα τῶν ἐφετῶν τὸν Χριστόν, ἐκ μέσης καρδίας σου ὁλοσχερῶς ἀσκητά, Αὐτῷ ἠκολούθησας, καὶ διαπρέψας Πάτερ, ἰσαγγέλως ἐν κόσμῳ, χάριν πιστοῖς παρέχειν, Ἰωάννη ἐδέξω, τὰ πρόσφορα διὸ ἐκτενῶς, ἀνευφημοῦμέν σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πρεσβείαις πανάχραντε τοῦ σπηλαιώτου Πατρός, καὶ Κύπρου σεμνώματος τοῦ Ἰωάννου πιστούς, κινδύνων ἐκλύτρωσαι, Δέσποινα Θεοτόκε, τοὺς θερμῶς ἐκβοῶντας· Μῆτερ τοῦ Ζωοδότου, ὑπερτέρα Ἀγγέλων, καὶ πρόξενε χαρᾶς τῶν βροτῶν, χαῖρε Παντάνασσα.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Παννύχοις στάσεσιν, ἐν τῷ σπηλαίῳ σου, ἱδρῶσι δάκρυσι, καὶ ἀγωνίσμασι, σαρκὸς ἐνέκρωσας ὁρμάς, καὶ χλαῖναν περιεβάλλου, ἀπαθείας Ὅσιε, Παρακλήτου τῇ χάριτι, ὅθεν ὡς ἰσάγγελον, σὲ τιμῶμεν γηθόμενοι, βοῶντες ἐκτενῶς Ἰωάννη· Χαῖρε χαρίτων ἐκμαγεῖον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ Κεχαριτωμένη.






Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-23) (Τὸ τῆς Λειτουργίας τῆς ΙΖ΄ Ἰανουαρίου): Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ...
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅσιε Ἰωάννη θεσπέσιε, θαυμασίων ἠξιώθης μετὰ πότμον παρὰ Κυρίου, δι’ Ὃν σεαυτὸν ἐσταύρωσας τῷ κόσμῳ. Σὺν Αὐτῷ οὖν ἀγαλλιώμενος ἐν σκηναῖς οὐρανίαις, μὴ παύσῃ Αὐτοῦ δεόμενος ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.


Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Ἰωάννην Σπηλαιώτην ἐπαξίως γεραίρω. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
λέωσαι Κύριον τὸν Θεόν, ἡμῖν Ἰωάννη, τοῖς ὑμνοῦσι πανευλαβῶς, σκαμμάτων τὸ ἄμετρόν σου πλῆθος, καὶ ἀκραιφνῆ ἐπὶ γῆς πολιτείαν σου.
ς ἄγγελος ἔνσαρκος καὶ βροτός, οὐράνιος Πάτερ, ὑπερεῖδες τῶν γεηρῶν, καὶ ὤφθης ἀῤῥεύστων Ἰωάννη, τῶν ἐν Ἐδὲμ ζηλωτὴς ὁσιώτατε.
σκήσας παρ’ ὄχθην θεοφιλῶς, χειμάῤῥου ἀνίκμου, ἐργαστήριον σεαυτόν, εὐχῆς ἀσιγήτου Ἰωάννη, καὶ σωστικῆς ἐγκρατείας ἀνέδειξας.
Θεοτοκίον.
Ναὲ τοῦ Κυρίου φωτολαμπές, λιταῖς Ἰωάννου, τοῦ θεόφρονος ἀσκητοῦ, ἐξάρπασον ἐκ τῆς ἀπωλείας, Θεογεννῆτορ βυθοῦ τοὺς οἰκέτας Σου.














ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Νυχθημέροις καμάτοις καὶ προσευχῇ Ὅσιε, ἤρθης ἀρετῆς Ἰωάννη, εἰς δυσαντίβλεπτον, ὕψος καὶ σκεῦος σεπτόν, χαρίτων ἐπουρανίων, γέγονας διόπερ νῦν, σὲ μακαρίζομεν.
χλωρὶς τοῦ χειμάῤῥου σῆς ἀγωγῆς γέγονεν, Ἰωάννη Πάτερ τροφή σου, καὶ παλαισμάτων σου, κονίστρα τὸ παρ’ αὐτόν, σπήλαιον ὃ ἐκ ψύχους, μάκαρ καὶ τοῦ καύσωνος, σὲ προεφύλαττε.
Νῦν τὴν μνήμην σου πάντες τὴν ἱερὰν σέβοντες, καὶ ἀσκητικῶν σου ἀγώνων, τὰ κατορθώματα, ἀνευφημοῦντες λαμπρῶς, ἐν κατανύξει βοῶμεν· Ἰωάννη λύτρωσαι, βλάβης σοὺς πρόσφυγας.
Θεοτοκίον.
Σωτηρίας τοῦ γένους τῶν χοϊκῶν πρόξενε, Κεχαριτωμένη Μαρία, Θεογεννήτρια, ῥῦσαι θανάτου φρικτοῦ, καὶ τοῦ πυρὸς τῆς γεέννης, Σὲ τοὺς μακαρίζοντας, καὶ Σοὶ προστρέχοντας.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Σθένος ἄμαχον, θεόθεν Πάτερ, ἐνδυσάμενος ἐν ἀσθενείᾳ, τῆς σαρκὸς οὐ κατενάρκησας πνεύματος, ἀλλὰ στεῤῥᾷ σῆς ἀόκνου ἀσκήσεως, φρονήσει ἔφερες πάντα ἐπίπονα, ὅθεν μνήμην σου τιμῶντες τὴν ἀεισέβαστον, θεόφρον Ἰωάννη σὲ γεραίρομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μῆτερ ἄφθορε, τοῦ Ζωοδότου, ταῖς δεήσεσι, τοῦ Ἰωάννου, τοῦ Ὁσίου ἐκ φθορᾶς σῶσον ἅπαντας, τοὺς τῷ Υἱῷ τῷ ἀφθάρτῳ Σου πέμποντας, εὐχαριστήριον αἴνεσιν πάντοτε, καὶ γεραίροντας Παρθένε τὰ μεγαλεῖά Σου, εἰς πάντας τοὺς αἰῶνας ἀπειρόγαμε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Πεπλησμένος ὢν χάριτος, Ἰωάννη Ὅσιε θεοδόξαστε, ἐν δεινοῖς τοῦ βίου κλύδωσιν, ἴσθι ἀρωγὸς τῶν εὐφημούντων σε.
Ἡσυχίαν ἐν βίῳ σου, Ἰωάννη μάκαρ φιλῶν κατέλιπες, τὰ ἐγκόσμια καὶ ἤσκησας, ἐν ἐρήμῳ τόπῳ ὡς ἀσώματος.
Λίθον Πάτερ ἐσμίλευσας, ἔνδον τοῦ σπηλαίου χερσὶν ἰδίαις σου, ἵνα κλίνην πρὸς ἀνάπαυσιν, θαυμαστὲ ποιήσῃς τοῦ σαρκίου σου.
Θεοτοκίον.
Ἀσκητοῦ ταῖς ἐντεύξεσιν, Ἰωάννου πέμψον Θεογεννήτρια, οὐρανόθεν μέγα ἔλεος, ἐφ’ ἡμᾶς Υἱοῦ τοῦ παναγίου Σου.




ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
ασαι ψυχῶν, καὶ σωμάτων ἀσθενήματα, Ἰωάννη τῶν ἐν πίστει ἀκλινεῖ, προσκυνούντων σου ἀγώνων θεῖον σπήλαιον.
φθης ἀρωγός, Ἰωάννη οὐρανόπεμπτος, κινδυνεύουσι νηπίοις καὶ πατρί, τῷ αὐτῶν ἐν ὥρᾳ Πάτερ δυστυχήματος.
Τὴν ἐν οὐρανοῖς, ἐποπτεύεις νῦν Θεότητα, Ἰωάννη ἣν ὑμνοῦσιν οἱ χοροί, τῶν Ἀγγέλων καὶ Δικαίων θεοβράβευτε.
Θεοτοκίον.
τὸν Λυτρωτήν, καὶ Θεὸν ἡμῶν κυήσασα, Θεοτόκε Ἰωάννου ταῖς λιταῖς, ἐγκλημάτων μου ὀμίχλην ἀποδίωξον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Νῦν ὕμνοις σου, τῶν Κυπρίων σύλλογοι, καταστέφομεν τὴν πάντιμον μνήμην, θαυματουργὲ Ἰωάννη καὶ τάχος, τῷ σῷ σπηλαίῳ πιστῶς καταφεύγομεν, ἵνα τὸν τόπον εὐλαβῶς, προσκυνήσωμεν πόνων τῶν θείων σου.
πίβλεψον, Πάτερ χαριτώνυμε, ἐφ’ ἡμᾶς τοὺς σὲ τιμῶντας ἐκθύμως, θεοειδὲς ἀσκητὰ σπηλαιῶτα, καὶ συμφορῶν καὶ δεινῶν περιστάσεων, ἀπάλλαξον τοὺς εὐλαβῶς, Ἰωάννη καλοῦντάς σε πάντοτε.
Πρεσβείαις σου, Ἰωάννη Ὅσιε, λοιμικῶν ἀσθενημάτων τὸν ζόφον, πόῤῥῳ ἐκδίωξον ὁ λευχαιμίαν, παιδὸς ταχὺ εὐσεβοῦς ἰασάμενος, καὶ νέον παραλυτικόν, ἐκ τῆς κλίνης ἐγείρας σῇ χάριτι.
Θεοτοκίον.
πάλλαξον, δυσμενοῦς Θεόνυμφε, προσβολῆς καὶ ἐπηρείας Σοὺς δούλους, τοὺς καταφεύγοντας τῇ μεσιτείᾳ, τῇ μητρικῇ Σου καὶ πλῆσον Μητρόθεε, καρδίας πάντων χαρμονῆς, τῶν ἀεὶ πίστει μακαριζόντων Σε.














Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν ἐποφθέντα γεηρῶν ἁπάντων πάροικον, σμικροῦ σπηλαίου ἐν τῇ Κύπρῳ θεῖον ἔνοικον, Ἰωάννην πάντων σύνοικον τῶν Ἁγίων, ἐν τῷ πλάτει Βασιλείας τῆς ἀτέρμονος, οὐρανῶν ἐγκωμιάσωμεν γηθόμενοι, ἀνακράζοντες· Χαίροις Πάτερ πανθαύμαστε.
Ὁ Οἶκος.
Ἄγγελος ὡς ἐν ἄντρῳ, παρὰ ῥεῖθρα χειμάῤῥου, ἐβίωσας σεπτὲ Ἰωάννη, καὶ κατηύγασας ταῖς ἀστραπαῖς, ἀρετῆς τὴν Κύπρον ἀσκητὰ Ὅσιε, καὶ πλήθους θαυμασίων σου, διό σοι ἐκβοῶμεν ταῦτα·
Χαῖρε, ἀσκήσεως μυροθήκη·
χαῖρε, φρονήσεως ὑποθήκη.
Χαῖρε, σπηλαιῶτα σεπτὲ καὶ ἐνάρετε·
χαῖρε, θιασῶτα Ἐδὲμ ἐνθεώτατε.
Χαῖρε, στίφη τροπωσάμενος τῶν δαιμόνων σῇ εὐχῇ·
χαῖρε, πᾶσι γνωριζόμενος φιλοθέῳ ἀγωγῇ.
Χαῖρε, ὁ ἀγρυπνίᾳ τὸν σὸν βίον κοσμήσας·
χαῖρε, ὁ ἀκτησίᾳ ἐν τῷ πόλῳ πλουτήσας.
Χαῖρε, θερμὸς ἀκέστωρ ὑμνούντων σε·
χαῖρε, ταχὺς ἐπόπτης τιμώντων σε.
Χαῖρε, λαμπρὰ χαρμονῆς τῶν Ἀγγέλων·
χαῖρε, φαιδρὰ λαμπηδὼν τῶν Ὁσίων.
Χαίροις, Πάτερ πανθαύμαστε.


















Συναξάριον.
Τῇ ΚΣΤ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Ἰωάννου τοῦ σπηλαιώτου καὶ Ποταμίτου, τοῦ παρὰ τὸν χείμαῤῥον Μερσίνην τῆς Κύπρου καὶ πλησίον τῆς κώμης τῆς Σιᾶς ἀσκήσαντος.
Χαρίτων ἐπλήσθης πολλῶν Ἰωάννη,
ὡς ὑπὲρ τὴν φύσιν ἀσκήσας ἐν ἄντρῳ.
Οὗτος, ἀσκητικῇ ἀγωγῇ Θεῷ εὐηρέστησεν. Ἤσκησε ἐγγὺς τῆς κώμης τῆς Σιᾶς ἔν τινι σπηλαίῳ λαξευθέντι χερσὶν αὐτοῦ ἰδίαις ἐπὶ πέτρας. Ἐμφανισθεὶς νεωστὶ ἔσωσεν ἐκ τροχαίου δυστυχήματος νήπια δύο σὺν τῷ αὐτῶν γεννήτορι. Προσέτι παρειμένον προστάξας κατακλιθῆναι τῇ αὐτοῦ λιθίνῃ κλίνῃ, τῇ ἔνδον τοῦ σπηλαίου αὐτοῦ κειμένῃ, θαυμαστῶς ἤγειρε καὶ νέον ἐκ λευχαιμίας πάσχοντα ἐθεράπευσε. Τὸ σπήλαιον τῶν αὐτοῦ κατορθωμάτων προσκυνοῦντες πάντες εὐλαβῶς χάριτος πληροῦνται καὶ νόσων χαλεπῶν ἀπαλλάττονται. Ἡ τιμία αὐτοῦ κάρα, ἀποθησαυρίζεται ἐν τῇ Μονῇ τοῦ Κύκκου, πᾶσι παρέχουσα ἀεννάως ἰάματα.

Πατρὸς παρέστης ἠγαπημένῳ Λόγῳ,
Πάντων μαθητῶν Ἠγαπημένε πλέον.

Xριστὸν ποθούσας πέντε Παρθένους μόνον,
ἀνεῖλε πατὴρ φιλοχρήματος πάνυ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Χήρα, μαχαίρᾳ τελειοῦται.
Σφαγείσα Xήρα σοι νενύμφευται Λόγε,
Γράψασα συμβόλαιον εκ των αιμάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Δικαίου Γεδεών, ὃς τὸν τοῦ Χριστοῦ τόκον διὰ τῆς ἐν τῷ πόκῳ δρόσου προεῖδε.
Kᾂν οὐ κατεῖδε Γεδεὼν τὸν σὸν τόκον,
Προεῖδε Xριστὲ τοῦ τόκου σου τὸν τύπον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νείλου τοῦ Καλαβροῦ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἐφραίμ, τοῦ Ῥώσσου τοῦ θαυματουργοῦ

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῆς Τιμίας Κάρας τοῦ Πρωτόκλητου Ἀποστόλου Ἀνδρέου, ἐξ Ῥώμης ἐν Πάτραις ἐν ἔτει 1964.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμῆν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ξένον θαῦμα εἰργάσω Ἰωάννη εὐχαῖς σου πρὸς τὸν Φιλάνθρωπον, νηπίων γὰρ δυάδα, ἐκ τοῦ θανατηφόρου, ἀτυχήματος ἔσωσας, σὺν τῷ πατρὶ τῷ αὐτῶν, ὀφθεὶς αὐτοῖς ὡς γέρων.
Ἰωάννη παμμάκαρ ἐγκρατείᾳ μαράνας ὁρμὰς τοῦ σώματος, καὶ πάντα τὰ γεώδη, λιπὼν τῶν ὑπὲρ λόγον, ζηλωτὴς ἐχρημάτισας, διὸ καὶ νῦν οὐρανῶν, ἐπαπολαύεις κάλλους.
ς σαρκὸς ὑπερόπτην τῆς φθαρτῆς Ἰωάννη ἀνευφημοῦμέν σε, τὸν πόνοις καθ’ ἑκάστην, ῥωννύμενον ἀπαύστοις, θεοφίλου ἀσκήσεως,  καὶ πρὸς Θεὸν σῆς ψυχῆς, τὸν τείνοντα τὸ ὄμμα.
Θεοτοκίον.
Συνοχῆς ψυχοφθόρου ἀλγεινῆς ἐμπαθείας ἡμᾶς ἀπάλλαξον, καὶ πάσης δυσχερείας Παρθένε Θεοτόκε, ἡ χαρὰν κόσμου τέξασα, Χριστὸν τὸν μόνον Θεόν, καὶ ἀληθῆ ἀγάπην.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Γῆθεν ἀνῆλθες, πρὸς οὐρανίους σκηνώσεις, Ἰωάννη ἑλκῦσαι καὶ πάντας, πρὸς αὐτὰς τοὺς πόθῳ, σὲ ἀνυμνολογοῦντας.
Εὐλόγει Πάτερ, τοὺς ἐκτελοῦντας σὴν μνήμην, Ἰωάννη σπηλαίου οἰκῆτορ, καὶ ὑπερυψοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.
ύου ἀπαύστως, ἐπερχομένων κινδύνων, Ἰωάννη ὀξύτατε ῥῦστα, τοὺς ἐν δυσχερείαις, σὲ ἐπικαλουμένους.
Θεοτοκίον.
νωθεν δίδου, ἰσχὺν ἡμῖν ἀντικροῦσαι, Θεοτόκε τὸν πλάνον βελίαρ, Κεχαριτωμένη, βροτῶν ἡ σωτηρία.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
άσεων ταμεῖον, ἄσυλον ἐδείχθης, θαυματουργὲ Ἰωάννη ἀσκήσεως, καὶ ἀρετῆς ψυχοτρόφου σεπτὸν κειμήλιον.
ερυπωμένους πλῦνον, ἁμαρτίαις πλείσταις, σῶν πρεσβειῶν Ἰωάννη τοῖς νάμασιν, ἱκέτας σῆς πνευματέμφορε ὁσιότητος.
ς ἄστρον φωτοφόρον, ἐναρέτου βίου, πυρσεύεις πάντας ἀκτῖσι τῆς χάριτος, τοὺς εὐλαβῶς Ἰωάννη σοὶ καταφεύγοντας.
Θεοτοκίον.
Χαρίτωσον Παρθένε, τοὺς ἀνευφημοῦντας, τὰ θαυμαστὰ Ἰωάννου παλαίσματα, ἐν σμικροτάτῳ σπηλαίῳ λαμπρῶς ἀσκήσαντος.




Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Νηστείαις καὶ δεήσεσι, σεαυτὸν καθάρας Ὅσιε, ἐν ἄντρῳ λελαξευμένῳ, παρὰ τὰ ῥεῖθρα χειμάῤῥου, φωτὸς δοχεῖον πάμφωτον, ἀδύτου ὤφθης πάγκαλε, διὸ ἀεὶ γεραίρομεν, σοῦ Ἰωάννη τὴν μνήμην, τὴν φωτοφόρον ἐν ὕμνοις.
Θεοτοκίον.
Ὑπερφυῶς ἐκύησας, Θεὸν τὸν Παντοκράτορα, καὶ μετὰ τόκον Παρθένε, ἄφθορος ὥσπερ πρὸ τόκου, διέμεινας πανύμνητε, Θεοκυῆτορ Δέσποινα, διὸ πιστῶς δοξάζομεν, Σὲ τὴν ἡμᾶς ῥυσαμένην, ἐκ τῆς φθορᾶς τοῦ θανάτου.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ, Ἰωάννη Ὅσιε, ἄντρῳ οἰκήσας στενῷ, σεαυτὸν τῆς στενώσεως, τῶν παθῶν ἀπήλλαξας, καὶ πρὸς πλάτος οὐράνιον, ἀνῆλθες χαίρων, πόνοις στερήσεων, χαμαικοιτίᾳ, ῥοαῖς δακρύων σου, καὶ σοῖς παλαίσμασιν, ἱεροῖς πανθαύμαστε διόπερ νῦν, σοῦ τὴν μνήμην σέβομεν, τὴν παναοίδιμον.

Πάτερ, Ἰωάννη Ὅσιε, λαξεύσας σοῦ ταῖς χερσί, ταῖς ὁσίαις σμικρότατον, ἐν τῇ Κύπρῳ σπήλαιον, τοῦτο μέλαθρον ἔδειξας, θεοσεβείας, καὶ ταπεινώσεως, πνευματοφόρων, ἀζύγων σέμνωμα, πάθη οὖν σώματος, καταστείλας ἄκρᾳ σου ὑπομονῇ, πολιτείας κρείττονος, βραβεῖα εἴληφας.

Πάτερ, Ἰωάννη Ὅσιε, βραβεύων σοι ἀρετήν, ὁ παντάναξ καὶ Κύριος, σὲ χαρίτων ἔπλησε, δαψιλῶν ἱερώτατε, ἐκ τοῦ κραββάτου, ὅθεν παράλυτον, τοῦ Παρακλήτου, δυνάμει ἤγειρας, νόσον ἀνίατον, ἐκ παιδὸς ἐδίωξας καὶ ἐν φρικτῇ, ὥρᾳ δυστυχήματος, παιδία ἔσωσας.

Πάτερ, Ἰωάννη Ὅσιε, νηστείᾳ καὶ προσευχῇ, καθαρθεὶς τὴν διάνοιαν, ὤφθης στηλογράφημα, πολιτείας θεόφρονος, διὸ παρέχειν, τὴν χάριν εἴληφας, ταῖς σαῖς πρεσβείαις, πιστοῖς τὰ πρόσφορα, τοῖς προσκυνοῦσί σου, ἐν τῷ Κύκκῳ κάραν σου πανευλαβῶς, τὴν σεπτὴν καὶ πόνους σου, ἐγκωμιάζουσι.

Δόξα. Ἦχος πλ. δ΄ .
Δουλεύσας τῷ Κυρίῳ τῆς δόξης, ὡς πιστὸς θεράπων Ἰωάννη Ὅσιε, νυχθημέροις καμάτοις καὶ στερήσεσιν, ἐν τῷ σῷ σπηλαίῳ, τὸ δηνάριον τῆς ἀϊδίου ζωῆς ἀπείληφας, παρὰ τοῦ μισθαποδότου, καὶ ἀξίως τὰ γέρα νέμοντος Θεοῦ ἡμῶν, ὅθεν χαρᾶς ἠξιώθης ἀπολαῦσαι, καὶ ἀδιαπτώτου εὐφροσύνης, ἐν τῇ ἀλήκτῳ μακαριότητι, ἐν ᾗ Χριστὸν δυσωπεῖς καταπέμψαι, καὶ τοῖς τιμῶσι τὴν μακαρίαν σου ἄσκησιν, εἰρήνην ἀστασίαστον καὶ ζωὴν τὴν αἰώνιον.
Καὶ νῦν. Θεοτοκίον.
Τὰ οὐράνια ὑμνεῖ σε, Κεχαριτωμένη Μήτηρ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν, Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις ὑπερόπτα τῶν γεηρῶν, ὁ ἐπιποθήσας, δόξαν ἄῤῥευστον οὐρανῶν, χαίροις ὁ οἰκήτωρ, σπηλαίου τοῦ παρ’ ὄχθας, χειμάῤῥου Ἰωάννη, θεοειδέστατε.

ΒΙΟΣ

Ὁ Ὅσιος Ἰωάννης ὁ Σπηλαιώτης, ἀσκήτευσε στὴν περιοχὴ τῆς Σιᾶς, παρὰ τὸν χείμαῤῥο Μερσίνη. Γιὰ αὐτὸ καὶ ἡ ἐπωνυμία Ποταμίτης βρίσκεται αραγμένη στὸ περίβλημα τῆς τιμίας του κάρας ποὺ ἀποθησαυρίζεται στὴν Μονὴ τοῦ Κύκκου.
Ὁ Ὅσιος Ἰωάννης, λάξευσε τὸ σπήλαιό του τόσο μικρό, ὅσο νὰ χωρῆ νὰ ξαπλώνει στὴν λαξευμένη στὴν πέτρα κλίνη του. Μάλιστα, κατὰ τὴν παράδοση, σώζεται καὶ τὸ μαχαιρίδιο, μὲ τὸ ὁποῖο ὁ Ὅσιος λάξευσε τὸ σπήλαιό του. Σὲ αὐτὸ κατέφευγε μόνο γιὰ νὰ προστατευθῆ ἀπὸ τὶς βροχές, καὶ κυρίως τὶς δύσκολες μέρες τοῦ χειμῶνος. Τὸ περισσότερο διάστημα ζοῦσε στὴν ὕπαιθρο ἀσιτῶν καὶ προσευχόμενος ἀκατάπαυστα.
Ὁ Κύριος, τὸν χαρίτωσε καὶ τὸν κατέστησε πηγὴ θαυμάτων. Γνωστὴ μᾶς εἶναι ἡ θεραπεία 15χρόνου νέου ἀπὸ λευχαιμία, ὅταν οἱ γονεῖς του ζήτησαν τὴν βοήθειά του, καὶ ἡ ἔγερση παραλύτου, μετὰ ἀπὸ ἐμφάνιση σὲ αὐτὸν τοῦ Ὁσίου, καὶ προτροπή του νὰ πάει στὸ σπήλαιό του καὶ νὰ ξαπλώσει στὴν πέτρινη κλίνη του.
Τελευταῖα, ὁ Ὅσιος ἐμφανίσθηκε σὲ κάποιον χριστιανὸ ἀπὸ τὰ Λυμπιά, ποὺ ἔπαθε τροχαῖο ἀτύχημα στὸν δρόμο Μοσφιλωτῆς-Ἀλάμπρας, κοντὰ στὸ γεφύρι ποὺ ὁδηγεῖ πρὸς τὸ σπήλαιο τοῦ Ὁσίου. Τὴν ὥρα τοῦ δυστυχήματος αὐτὸς εἶδε ἕναν γέροντα μὲ λαμπρὴ μορφὴ καὶ λευκὴ στολή νὰ ἁρπάζει τὰ δύο του παιδιὰ ἀπὸ τὸ αὐτοκίνητο καὶ νὰ τὰ ἀπομακρύνει ἀπὸ τὸν τόπο της συμφορᾶς. Ἔτσι σώθηκαν ἀπὸ βέβαιο θάνατο καὶ ὅταν ἔμαθε γιὰ τὸ πλησίον εὑρισκόμενο σπήλαιο τοῦ Ὁσίου, προσέτρεξε σὲ αὐτὸ καὶ εὐχαρίστησε τὸν Ἅγιο γιὰ τὴν ταχινὴ προστασία του.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου