ΙΑΝΟΥΑΡΙΟΣ ΙΘ΄.
ΟΣΙΟΙ ΔΥΟ ΑΥΤΑΔΕΛΦΟΙ
ΟΙ ΔΙΑ ΤΗΣ ΕΥΧΗΣ ΑΓΙΑΣΘΕΝΤΕΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσιας)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος
α´. Τῶν οὐρανίων ταγμάτων.
Τῶν αὐταδέλφων
ὁσίων δεῦτε τιμήσωμεν, τὴν μνήμην τὴν ἁγίαν, φιλεόρτων οἱ δῆμοι· τῷ Ἄνακτι γὰρ
πάντων μόνῳ Χριστῷ, Ἰησοῦ εὐηρέστησαν, ἀκτημοσύνῃ νηστείᾳ καὶ προσευχῇ, ἀσιγήτῳ
οἱ θεόφρονες.
Τῶν ἀσκητῶν
τῆς Νιτρίας ὁ θεῖος πρύτανις, Μακάριος ὁ μέγας, ἐξεπλάγη τὸ πλῆθος, ἰδών σου ὀμαιμόνων
ζεῦγος σεπτόν, ἀρετῆς δι᾿ ἧς ἔφθασας, εἰς ὕψος ἄῤῥητον ἔνθα τὰ τοῦ Θεοῦ, ἐπαγάλλονται
στρατεύματα.
Ὑπακοῆς
μυροθήκη δυὰς πανεύφημε, τῶν ἀνωνύμων ξένων, αὐταδέλφων ἐπώφθης, μυρίζουσα
χορείας τῶν εὐσεβῶν, τῇ δοθείσῃ σοι χάριτι, καὶ σθεναρᾶς σου ἀσκήσεως ταῖς ὀσμαῖς,
νεανίαι καρτερώτατοι.
Ἀδιαλείπτου
ταμεῖον εὐχῆς ἐδείχθητε· διὸ καὶ τῶν δαιμόνων, τὸ κυκλοῦν ὑμᾶς σμῆνος, ὡς μυίας
ἀπελάσατε ὀχληράς, συνεργείᾳ τοῦ Πνεύματος, τοῦ πανσθένους νεανίαι περιφανεῖς, ὁσιωτατοι
αὐτάδελφοι.
Δόξα. Ἦχος δ
Τῷ σοφῷ
Μακαρίῳ ὑπείκοντες, ἀσκητικὴν καλιὰν ἐν ἐρήμῳ ἐπήξατε, καὶ Χριστῷ εὐηρεστήσατε,
ἀμέμπτῳ ὑμῶν πολιτείᾳ, αὐτάδελφοι ὅσιοι· σκληραγωγίας γὰρ τοῖς πόνοις, ἐν τῇ ἀκμῇ
τῆς νεότητος, ὑπερβάντες τὰ ἐν κόσμῳ, ὑπερκοσμίων μετέσχετε δωρεῶν, ὑπακοῆς καὶ
σιωπῆς ὡς κειμήλια· αὐτῶν οὖν καὶ ἡμᾶς ἀξιώσατε, νεανίαι θεσπέσιοι, τῆς Νιτρίας
πυρσοὶ τηλαυγέστατοι, ταῖς πρὸς Κύριον τὸν Θεόν, θερμαῖς ὑμῶν καὶ ἀδιαλείπτοις ἐντεύξεσι.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ
παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε ευλογημένη Θεοτόκε, ἵνα Σὲ
δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Ἀπόστιχα. Ἦχος β. Οἶκος
τοῦ Ἐφραθᾶ.
Κλήσει
τῇ θεϊκῇ, ὁδοὺς ἀκτημοσύνης, καὶ προσευχῆς συντόνου, διήλθετε ὁσίως, αὐτάδελφοι
θειότατοι.
Στ.: Τίμιος ἐναντίον
Κυρίου ὁ θάνατος τῶν Ὁσίων αὐτοῦ.
Χαίροις
τῶν ἀσκητῶν, δυὰς εὐλογημένη, τῶν θείων αὐταδέλφων, ἡ ῥώμην παριδοῦσα, καὶ
κάλλος τῆς νεότητος.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ζεῦγος ἀσκητικόν,
ἐναύλισμα τοῦ θείου, φωτὸς ἐπώφθης πάντας, φωταγωγοῦν ἀκτῖσιν, ἀμέμπτου
πολιτείας σου.
Δόξα. Τριαδικόν.
Ἄναρχε
πανσθενές, τρισήλιε θεότης, ὄλβια ἀποδέκτις, εὐχῆς ἀδιαλείπτου, τῶν αὐταδέλφων
δόξα Σοι.
Καὶ νῦν. Θεοτοκίον.
Εὖχος τῶν
ἀσκητῶν, Κυρία Θεοτόκε, καὶ πολιστῶν ἐρήμου, ὑπάρχεις γλυκυτάτη, ἀντίληψις καὶ
στήριγμα.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ.
Ταχὺ προκατάλαβε (Ποίημα Ἀρχιμανδρίτου Εὐσεβίου)
Ὡς θεῖοι
αὐτάδελφοι ὁμονοοῦντες καλῶς, εὐχῇ ἀσιγήτῳ τε καὶ ἀγρυπνίᾳ πολλῇ. συμφώνως ἠθλήσατε·
ὅθεν καὶ τῶν στεφάνων, τῶν ἀφθάρτων τυχόντες, δόξῃς ἀκαταλύτου, ἠξιώθητε ἅμα, ἐκλάμποντες
τοῖς ἐν κόσμῳ, εὐχῆς ὡς ὑπόδειγμα.
Δόξα. Ἕτερον. Ἦχος α´.
Τῆς ἐρήμου πολίτης.
Τὰς
παγίδας τοῦ πλούτου ἐν ἀκμῇ τῆς νεότητος, ὅσιοι αὐτάδελφοι πίστει, ἀῤῥαγεῖ ἀποφεύγοντες,
ἀσκήσεως ὠδεύσατε στερῤῥᾶς, τὰς τρίβους ἐν ἐρήμῳ καρτερῶς, προσευχῆς ἀδιαλείπτου,
καὶ σιωπῆς ὀφθέντες ἐργαστήρια· Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ ἁγιάσαντι, δόξα
τῷ ἐνάρετου βιοτῆς, ὑμᾶς σφραγίδας δείξαντι.
Θεοτοκίον.
Τοῦ
Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων
Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν
οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ
προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος
τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε
ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς
Προσόμοια. Ἦχος δ´. Ὡς γενναῖον ἐν μάρτυσι.
Ὡς
μετόχους τῆς χάριτος, νεανίαι αὐτάδελφοι, καὶ ἰσοστασίους ὑμᾶς γεραίρομεν, τῶν ἀθλητῶν
συνειδήσεως· ὑμεῖς γὰρ τοῖς ἴχνεσιν, ἐβαδίσατε καλῶς, τῶν ἐρήμου πρυτάνεων, καὶ
τοῦ Πνεύματος, δωρεῶν τῶν ἀΰλων θεοφόροι,ἐνεπλήσθητε ἀπαύστοις, ὑμῶν λιταῖς καὶ
στερήσεσι.
Τῷ
Χριστῷ ἐν νεότητος, τῇ ἀκμῇ ἀναθέμενοι, ἑαυτοὺς αὐτάδελφοι παμμακάριστοι, ἐν τῇ
ἐρήμῳ ἐπήξατε, καλύβην καὶ ὤφθητε, θεολήπτων ἀσκητῶν, τῆς Νιτρίας ἀκρότητες· ὅθεν
σήμερον, τὴν ἁγίαν ὑμῶν τελοῦντες μνήμην, τὸν κρατύναντα ἐν βίῳ, ὑμᾶς Σωτῆρα
δοξάζομεν.
Τῶν ὁσίων
ἐφάμιλλοι, ἀρετῶν ἀκροθίνια, σιωπῆς διδάσκαλοι ἐνθεώτατοι, ἀκτημοσύνης
κεφάλαια, εὐχῆς καταγώγια, καὶ σκηνώσεις θεϊκῆς, ἀγαπήσεως ὤφθητε, καρτερώτατοι,
νεανίαι αὐτάδελφοι· διόπερ, κατὰ χρέος εὐφημοῦμεν, ὑμᾶς καὶ πόθῳ γεραίρομεν.
Τὸν
φωσφόρον Μακάριον, νεανίαι βιάζοντες, μεῖναι σὺν ἐκείνῳ καὶ ἀγωνίσασθαι, ἀσκητικῶς
ἐπετύχατε, οὐ μόνον τὸ φρόνημα, τούτου κάμψαι τοῦ ὑμῶν,
φοβουμένου νεότητος, τὴν ἀστάθειαν, ἀλλὰ
φθάσαι εἰς ὕψη ἀπαθείας, δι᾿ εὐχῆς ἀδιαλείπτου, καὶ σιωπῆς δυσαντίβλεπτα.
Τὸν σοφὸν
κατεπλήξατε, τῆς ἐρήμου κοσμήτορα, ἔνθεον Μακάριον ὀσιώτατοι, τὸν ὡς σχοινίον τὴν
δέησιν, ὑμῶν πρὸς οὐράνια, ἀναβαῖνον φωταυγές, κατιδόντα ὀμαίμονες, ἐξερχόμενον,
ἐκ χειλέων ὑμῶν καὶ καταφθάνον· εἰς τὸν θρόνον τοῦ Δεσπότου, καὶ Λυτρωτοῦ πάσης
κτίσεως.
Ἐγκρατείας
τοῖς σκάμμασι, ἑαυτοὺς καθηράμενοι, τοῦ Ἁγίου Πνεύματος οἰκητήρια, περικλεῆ ἀνεδείχθητε,
αὐτάδελφοι ὅσιοι, διὰ τοῦτο καὶ ὑμᾶς, ὁ θεόφρον Μακάριος, ὡς ἀρχέτυπα, προσευχῆς
σιωπῆς καὶ ἀπαθείας, ἐμακάριζε τὴν κέλλαν, ὑμῶν δεικνύων εἰς ἅπαντας.
Δόξα. Ἦχος πλ. β.᾿
Ἀσκητικὴν
ποθήσαντες βιοτήν, σεμνοπρεπῶς ἐπαῤῥησιάσασθε τῷ θείῳ Μακαρίῳ, αἰτούμενοι σὺν αὐτῷ
ἀσκήσασθαι ἐν τῇ ἐρήμῳ, αὐτάδελφοι ἔνδοξοι· ὑμεῖς γὰρ τῆς νεότητος κάλλος
φυγαδεύσαντες, τὴν στενὴν καὶ δύσβατον ὁδόν, ἀνεπιστρόφως ὠδεύσατε, καὶ καρποὺς
ἠνέγκατε, τῆς ἐν Χριστῷ μακαρίας βιώσεως· ὅθεν τῆς ἄνῳ δόξῃς ἀπολαύοντες, καὶ
τοῦ ξύλου τῆς ζωῆς κατατρυφῶντες, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, νεανίαι
καρτερόψυχοι, ἐλεηθῆναι τὰς ψυχὰς ἠμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ
μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως
ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον
τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα.
(κεφ. κ᾿ 1-11)
Ἔστιν ἔλεγχος
ὅς οὐκ ἔστιν ὡραῖος καὶ ἔστι σιωπῶν καὶ αὐτὸς φρόνιμος. Ὡς καλὸν ἐλέγξαι ἢ θυμοῦσθαι
καὶ ὁ ἀνθομολογούμενος ἀπὸ ἐλαττώσεως κωλυθήσεται. Ἐπιθυμία εὐνούχου ἀποπαρθενῶσαι
νεάνιδα, οὕτως ὁ ποίων ἐν βίᾳ κρίματα. Ἔστι σιωπῶν εὑρισκόμενος σοφός, καὶ ἔστι
μισητὸς ἀπὸ πολλῆς λαλιᾶς. Ἔστι σιωπῶν, οὐ γὰρ ἔχει ἀπόκρισιν, καὶ ἔστι σιωπῶν
εἰδὼς καιρόν. Ἄνθρωπος σοφὸς σιγήσει ἕως καιροῦ, ὁ δὲ λαπιστὴς καὶ ἄφρων ὑπερβήσεται
καιρόν. Ὁ πλεονάζων λόγῳ βδελυχθήσεται, καὶ ὁ ἐνεξουσιαζόμενος μισηθήσεται. Ἔστιν
εὐοδία ἐν κακοῖς ἀνδρί, καὶ ἔστιν εὕρημα εἰς ἐλάττωσιν. Ἔστι δόσις, ἣ οὐ
λυσιτελήσει σοι, καὶ ἔστι δόσις, ἧς τὸ ἀνταπόδομα διπλοῦν. Ἔστιν ἐλάττωσις ἕνεκεν
δόξῃς, καὶ ἔστιν ὃς ἀπὸ ταπεινώσεως ἧρε κεφαλήν.
Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα.
(κεφ. λε΄,1-24)
Ὁ
συντηρῶν νόμον πλεονάζει προσφοράς, θυσιάζων σωτηρίου ὁ προσέχων ἐντολαῖς. Ἀνταποδιδοὺς
χάριν προσφέρων σεμίδαλιν, καὶ ὁ ποίων ἐλεημοσύνην θυσιάζων αἰνέσεως. Εὐδοκία
Κυρίου ἀποστῆναι ἀπὸ πονηρίας, καὶ ἐξιλασμὸς ἀποστῆναι ἀπὸ ἀδικίας. Μὴ ὀφθῇς ἐν
προσώπῳ Κυρίου κενός, πάντα γὰρ ταῦτα χάριν ἐντολῆς. Προσφορὰ δικαίου λιπαίνει
θυσιαστήριον, καὶ ἡ εὐωδία αὐτῆς ἔναντι Ὑψίστου, θυσία ἀνδρὸς δικαίου δεκτή, καὶ
τὸ μνημόσυνον αὐτῆς οὐκ ἐπιλησθήσεται. Ἐν ἀγαθῷ ὀφθαλμῷ δόξασον τὸν Κύριον, καὶ
μὴ σμικρύνης ἀπαρχὴν χειρῶν σου. Ἐν πάσῃ δόξῃ ἱλάρωσον τὸ πρόσωπόν σου καὶ ἐν εὐφροσύνῃ
ἁγίασον δεκάτην. Δὸς Ὑψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ καὶ ἐν ἀγαθῷ ὀφθαλμῷ καθ᾿ εὕρεμα
χειρός· ὅτι Κύριος ἀνταποδιδούς ἐστι καὶ ἑπταπλάσια ἀνταποδώσει σοι. Μὴ
δωροκόπει, οὐ γὰρ προσδέξεται· καὶ μὴ ἔπεχε θυσία ἀδίκῳ, ὅτι Κύριος κριτής ἐστι,
καὶ οὐκ ἔστι παρ᾿ αὐτῷ δόξα προσώπου. Οὐ λήψεται πρόσωπον ἐπὶ πτωχοῦ καὶ δέησιν
ἠδικημένου εἰσακούσεται· οὐ μὴ ὑπερίδῃ ἱκετείαν ὀρφανοῦ καὶ χήραν, ἐὰν ἐκχέῃ
λαλιάν· οὐχὶ δάκρυα χήρας ἐπὶ σιαγόνα καταβαίνει καὶ ἡ καταβόησις ἐπὶ τῷ
καταγαγόντι αὐτά; θεραπεύων ἐν εὐδοκίᾳ δεχθήσεται, καὶ ἡ δέησις αὐτοῦ ἕως νεφελῶν
συνάψει. Προσευχὴ ταπεινοῦ νεφέλας διῆλθε, καὶ ἕως συνεγγίση, οὐ μὴ παρακληθῇ·
καὶ οὐ μὴ ἀποστῇ, ἕως ἐπισκέψηται ὁ Ὕψιστος· καὶ κρινεῖ δικαίως καὶ ποιήσει
κρίσιν. Καὶ ὁ Κύριος οὐ μὴ βραδύνῃ, οὐδὲ μὴ μακροθυμήσῃ ἐπ᾿ αὐτοῖς, ἕως ἂν
συντρίψῃ ὀσφὺν ἀνελεημόνων, καὶ τοῖς ἔθνεσι ἀνταποδώσει ἐκδίκησιν, ἕως ἐξάρῃ πλῆθος
ὑβριστῶν καὶ σκῆπτρα ἀδικῶν συντρίψῃ· ἕως ἀνταποδῷ ἀνθρώπῳ κατὰ τὰς πράξεις αὐτοῦ
καὶ τὰ ἔργα τῶν ἀνθρώπων κατὰ τὰ ἐνθυμήματα αὐτῶν· ἕως κρίνῃ τὴν κρίσιν τοῦ λαοῦ
αὐτοῦ, καὶ εὐφρανεῖ αὐτοὺς ἐν τῷ ἐλέει αὐτοῦ. Ὡραῖον ἔλεος ἐν καιρῷ θλίψεως αὐτοῦ,
ὡς νεφέλαι ὑετοῦ ἐν καιρῷ ἁβροχίας.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. ζ′.7)
Δίκαιος,
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν
ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ
ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις
αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Παριδόντες
τοὺς πόνους τῆς ἀσκήσεως, καὶ τὴν ἀκμὴν τῆς νεότητος, τὴν ἔρημον εὐχῆς παλάτιον
ἐδείξατε, αὐτάδελφοι πανόλβιοι· διὸ καὶ ὑμῶν τὴν μνήμην τελοῦντες, καὶ
μεγαλύνοντες ὑμῶν τὰ κατορθώματα, ἐξαιτούμεθα τὰς ὑμετέρας πρεσβείας πρὸς τὸν
Κύριον.
Ἦχος β´.
Ἀρνηθέντες
τὸν κόσμον, καὶ πτερωθέντες θείῳ ἔρωτι, ἀπεξεδύθητε τὸν παλαιὸν ἄνθρωπον,
καίπερ νεανίαι ὄντες, καὶ τὸν νέον τῆς χάριτος ἐνεδύθητε τρισόλβιοι· ὑπάρχοντες
οὖν ἀπαθείας σεπτὰ θησαυρίσματα, καὶ τὴν χάριν τοῦ Ἁγίου Πνεύματος ἑλκύσαντες,
λύχνοι ἀείφωτοι τῆς Ἐκκλησίας ἐδείχθητε, φωταγωγοῦντες τὰς ψυχὰς ἠμῶν.
Ἦχος γ!
Ἴσους
κόπους καταβαλόντες ἐν τῇ ἐρήμῳ, ἴσων ἐπάθλων ἐτύχετε τρισευδαίμονες αὐτάδελφοι·
ἐργάται γὰρ γενόμενοι εὐχῆς τῆς ἀσιγήτου, πρακτικοὶ ἐδείχθητε ὑφηγηταί, ἀσκητικῆς
τελειότητος· διὸ καὶ ἀξίως ἐδοξάσθητε παρὰ Κυρίου, ὦ πρεσβεύετε ἀπαύστως, σωθῆναι
τὰς ψυχὰς ἠμῶν.
Δόξα. Ἦχος δ!
Ἀνακαθάραντες
ἑαυτοὺς τῆς κοσμικῆς συγχύσεως, προσευχὴ ἠμῶν τῇ ἀδιαλείπτῳ, ναοὶ ὤφθητε τοῦ
Πνεύματος, ὁσιώτατοι αὐτάδελφοι· μαθηταὶ γὰρ τοῦ Μακαρίου ὑπάρχοντες, καὶ φίλοι
τοῦ Σωτῆρος γνήσιοι, τῆς ἐρήμου τὸ ἄγονον ἐγεωργήσατε. ἱδρώτων ἰδίων χεύμασι· καὶ
νῦν νεανιῶν ἀπανθίσματα, συμπολῖται ἀγγέλων ὑπάρχοντες. Χριστῷ ἱκετεύσατε. εἰρηναῖον
βίον δωρῆσαι, τοῖς ὑμᾶς μακαρίζουσι.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ
παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε ευλογημένη Θεοτόκε, ἵνα Σὲ
δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος
πλ. α´. Χαίροις ἀσκητικῶν.
Δεῦτε,
οἱ φιλεόρτων χοροί, πνευματικὴν νῦν ἑορτὴν συστησώμεθα, καὶ ᾄσωμεν εὐσχημόνως, τοὺς
αὐταδέλφους Χριστοῦ, ἀσκητὰς συμφώνως τοὺς ἀνύσαντας, τὴν δύσβατον δίοδον, τῆς
μονήρους βιώσεως, ἐν τῇ ἐρήμῳ, παριδόντας εὐμάρειαν, καὶ νεότητος, κάλλος ἅμα
καὶ δύναμιν· οὗτοι γὰρ ὑπακούσαντες, τῷ θείῳ κοσμήτορι, τῶν ἀσκητῶν Μακαρίῳ, καὶ
τῷ Χριστῷ ἀναθέμενοι, αὐτοὺς ὁμοφρόνως, ἀνεδείχθησαν τεμένη, τῆς θείας χάριτος.
Στ.: Τίμιος ἐναντίον
Κυρίου ὁ θάνατος τῶν Ὁσίων αὐτοῦ.
Δεῦτε,
τοὺς νεαροὺς ἀσκητάς, τοὺς ἐν ἐρήμῳ τῆς Νιτρίας παλαίσαντας, κατὰ τοῦ δεινοῦ
Βελίαρ, καὶ νίκης στέφος χρυσοῦν, εἰληφότας ὕμνων καταστέψωμεν, τοῖς ἄνθεσι
κράζοντες· φυτοκόμοι πανάριστοι, ἠθῶν ἀρίστων, ταπεινώσεως ἔσοπτρα καὶ κυάθια, ἐγκρατείας
καὶ νήψεως, δίδοτε ταῖς ἐντεύξεσιν, ὑμῶν πρὸς τὸν Κύριον, ταῖς σωστικαῖς τὴν
κατ᾿ ἄμφω, ὑγείαν πᾶσι τοῖς μέλπουσι, ψαλμοῖς τε καὶ ὕμνοις, μελιχροῖς ὑμῶν τὴν
μνήμην, τὴν ἀεισέβαστον.
Στ.: Μακάριος ἀνὴρ ὁ
φοβούμενος τὸν Κύριον.
Δεῦτε,
χαρμονικῶς ἀδελφοί, ἐγκωμιάσωμεν τὴν ἄλκιμον ἄσκησιν, τοῦ ζεύγους τῶν αὐταδέλφων,
τοῦ ἐπὶ τρεῖς συναπτούς, χρόνους ἐν ἐρήμῳ, ἀντικρούσαντος, δαιμόνων τὰς
φάλαγγας, τῇ δυνάμει τῆς χάριτος, καὶ δι᾿ ἀόκνου, προσευχῆς καὶ στερήσεων, τοῦ
Παντάνακτος, τὰ ἐλέη ἑλκύσαντος· τούτους γὰρ ὡς ὑπόδειγμα, ὁ θεῖος Μακάριος, ὑπομονῆς
καρτερίας, καὶ προσευχῆς λογιζόμενος, ἐδείκνυε κέλλαν, ὡς ἀθλήσεως κονίστραν, αὐτῶν
εἰς ἅπαντας.
Δόξα. Ἦχος πλ. δ΄.
Ἰσαγγέλως
πολιτευσάμενοι, οὐρανίων χαρισμάτων ἠξιώθητε, θεοφόροι αὐτάδελφοι· προσευχῇ γὰρ
διηνεκεῖ, ἔξω κόσμου καὶ σαρκὸς ἐγένεσθε, νεανίαι ξένοι παμμάκαρες· καὶ νῦν
Χριστὸν τὸν Θεὸν ὁρῶντες ἰδίοις ὄμμασι, πρεσβεύσατε Αὐτῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε
Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν
παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς
ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις.
Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ.
Ταχὺ προκατάλαβε (Ποίημα Ἀρχιμανδρίτου Εὐσεβίου)
Ὡς θεῖοι
αὐτάδελφοι ὁμονοοῦντες καλῶς, εὐχῇ ἀσιγήτῳ τε καὶ ἀγρυπνίᾳ πολλῇ. συμφώνως ἠθλήσατε·
ὅθεν καὶ τῶν στεφάνων, τῶν ἀφθάρτων τυχόντες, δόξῃς ἀκαταλύτου, ἠξιώθητε ἅμα, ἐκλάμποντες
τοῖς ἐν κόσμῳ, εὐχῆς ὡς ὑπόδειγμα.
Ἕτερον. Ἦχος γ΄. Θείας
πίστεως.
Τῆς
νεότητος, ἀκμὴν λιποντες, ἐσκηνώσατε, ἐν τῇ ἐρήμῳ, Μακαρίῳ τῷ θείῳ πειθόμενοι,
καὶ σιωπῶντες νηστεύοντες νήψοντες, καὶ ἀσιγήτως εὐχόμενοι ἤρθητε, πρὸς τοῦ
Κτίσαντος, αὐταδελφοι ὀσιώτατοι, σκηνώσεις ὑπὲρ πάντων μεσιτεύοντες.
Δόξα. Ἕτερον. Ἦχος α´.
Τῆς ἐρήμου πολίτης.
Τὰς
παγίδας τοῦ πλούτου ἐν ἀκμῇ τῆς νεότητος, ὅσιοι αὐτάδελφοι πίστει, ἀῤῥαγεῖ ἀποφεύγοντες,
ἀσκήσεως ὠδεύσατε στερῤῥᾶς, τὰς τρίβους ἐν ἐρήμῳ καρτερῶς, προσευχῆς ἀδιαλείπτου,
καὶ σιωπῆς ὀφθέντες ἐργαστήρια· Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ ἁγιάσαντι,
δόξα τῷ ἐνάρετου βιοτῆς, ὑμᾶς σφραγίδας δείξαντι.
Θεοτοκίον.
Τοῦ
Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων
Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν
οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ
προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν.
Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ὡς δύο
νοητοί, οὐρανόφωτοι λύχνοι, ἐκλάμπετε ἠμῖν, ἀσκηταὶ φωτοφόροι, αὐτάδελφοι ὅσιοι,
ἀπαθείας ἑλλάμψεσι, καὶ πυρσεύετε, τῶν φιλοσίων τοὺς δήμους, τοὺς γεραίροντας, ὑμῶν
τὴν πάμφωτον μνήμην, φαιδροὺς μελωδήμασι.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν.
Θεοτοκίον.
Ἐγέννησας
Θεόν, ἐν μορφῇ ἀνθρωπίνῃ, πανύμνητε ἁγνή, τὸν ἐξ Ἄδου κευθμώνων, ῥυσάμενον ἅπαντας,
δι᾿ ἀμέτρητον ἔλεος, ζωοπάροχον, Χριστὸν καὶ πάντων Δεσπότην, ὃν ἐδόξασεν, ἡ αὐταδέλφων
ὁσίων, δύας πόνων πλήθεσι.
Μετὰ τὴν β΄ Στιχολογίαν.
Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν αὐταδέλφων
ξυνωρὶς ἡ ἁγία, τὰ τῆς Νιτρίας εὐωδέστατα κρίνα, οἱ προσευχῆς καὶ νήψεως φανοὶ
παμφαεῖς, καὶ πυρσοὶ χρηστότητος, εὐφημείσθωσαν ὕμνοις· πάντας γὰρ εὐφραίνουσι,
τοὺς τιμῶντας ἀπαύστως, τὴν ἐν ἐρήμῳ βίωσιν αὐτῶν, καὶ τῶν ἀγώνων, τὸ πλῆθος τὸ
ἄμετρον.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν.
Θεοτοκίον.
Δεδοξασμένη
Παναγία Παρθένε, τῆς ταπεινώσεως θειότατον λίκνον, καὶ τόμε θεοχαρακτὲ ἁγνείας ᾠδαῖς,
πάντες εὐφημοῦντές σε, μελιχραῖς ἐκβοῶμεν· προφθάσον καὶ λύτρωσαι, ἀλγηδόνων
πανδείνων, ἡμᾶς καὶ πόνων νόσων ὡς πιστῶν, θερμὴ προστάτις, καὶ θεία ἰάτειρα.
Μετὰ τὸν Πολυέλεον.
Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Δυὰς
θεόφιλε, σεμνοὶ αὐτάδελφοι, ἀζύγων πρόβολοι, περιφανέστατοι, οἱ συμφωνίᾳ ψυχικῇ,
ἀσκήσαντες ἐν ἐρήμῳ, καὶ ὡς οὐρανόφωτοι, στῦλοι πάντας φωτίσαντες, προσευχῆς πυρσεύμασιν,
ἀενάου πρεσβεύσατε, Χριστῷ ὑπὲρ ἡμῶν τῶν τελούντων, μνήμην ὑμῶν τὴν φωτοφόρον.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν.
Θεοτοκίον.
Τὴν
σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου τόκου σου, ἁγνὴ
Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων
πταισμάτων μου, ὅπως εὔρῳ ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοώ
σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Τὸ πρῶτον ἀντίφωνον
τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον
Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν
τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν.
Εὐαγγέλιον Ὀσιακόν.
(Ζήτει αὐτὸ τῇ Ε΄ Δεκεμβρίου).
Ο Ν΄ Ψαλμός.
Δόξα: Ταῖς τῶν σῶν Ὁσίων
...
Καὶ νῦν: Ταῖς τῆς
Θεοτόκου ...
Ἰδιόμελον. Ἦχος
πλ. β΄. Στ.: Ἐλέησόν
με, ὁ Θεός...
Τοῖς ἐν
κόσμῳ ἡδέσι καὶ τερπνοῖς νεκρωθέντες, ὅλῃ ψυχῇ Χριστῷ ἠκολουθήσατε, νεανίαι αὐτάδελφοι·
καὶ τῷ σοφῷ Μακαρίῳ ὑπείκοντες, ἐρήμου πολῖταί γεγόνατε, καὶ προσευχῆς ἀσιγήτου
σκηνώματα· δεόμεθα οὖν ὑμῶν ὅσιοι, ὅπως στηρίξητε τὰς καρδίας ἠμῶν, σκεύη εὐχῆς
αὐτὰς ἀπεργασάμενοι.
Εἶτα οἱ Κανόνες·
τῆς Παναγίας καὶ τῶν Ὁσίων, οὗ ἡ ἀκροστιχίς: Αὐταδέλφους εὐχῆς Ἀθλητὰς γεραίρω. Χα(ραλάμπους).
Ὠδὴ α΄. Ἦχος δ´. Ἀνοίξω
τὸ στόμα μου.
Αὐτάδελφοι ὅσιοι, ἀδιαλείπτου πρὸς Κύριον, εὐχῆς ἐργαστήρια,
καὶ σιωπῆς ἐρασταί, δότε δύναμιν, κἀμοὶ τοῦ εὐφημῆσαι, ὑμῶν τὰ παλαίσματα, καὶ
τὴν ταπείνωσιν.
Ὑφέρποντος δράκοντος, τὰς μηχανὰς ἐπατήσατε, δυνάμει τῆς
χάριτος, δι᾿ ἀσιγήτου εὐχῆς, καὶ ἰσάγγελον, ἐν τῇ ἐρήμῳ βίον, ὑμεῖς ἐπεδείξατε,
θεῖοι αὐτάδελφοι.
Τοῖς λόγοις ὑπείκοντες, τοῦ Μακαρίου ἐπήξατε, ἀνώνυμοι ὅσιοι,
ἀσκητικὴν καλιάν, καὶ ἀσκήσαντες, καλῶς ἐν τῇ Νιτρίᾳ, ῥεόντων ὑπέρτεροι, βίου ἐπώφθητε.
Θεοτοκίον.
Ἀνήροτε Δέσποινα, Θέον ἀφράστως ἐκύησας, καὶ γένος ἐθέωσας,
διὰ τοῦ τόκου τοῦ σοῦ, τὸ ἀνθρώπινον, ἀεὶ τὸ μεγαλῦνον, σὲ ὥσπερ λυτρώσεως,
πάντων ὑπόθεσιν.
Ὠδὴ γ´. Τοὺς σοῦς ὑμνολόγους.
Δυνάμει ῥωννύμενοι τῇ θείᾳ, προθύμως ὑπήλθετε ὁμοῦ, ἀσκήσεως
τὰ σκάμματα, θεόφρονες αὐτάδελφοι, ἀκμὴν καὶ θαλερότητα, ὑπεριδόντες νεότητος.
Ἐκλήθητε πρὸς θεογνωσίαν, ὑψόθεν καὶ νήψιν νεαροί, αὐτάδελφοι·
διὸ Χριστῷ, τῷ Κτίστῃ ἐκολλήθητε, καὶ ἀρετῆς γεγόνατε, φωτοειδέστατα προτυπα.
Λαβόντες τοῦ θείου Μακαρίου, εὐχὴν ἐποιήσατε καλῶς,
κελλίον λατομήσαντες, τὴν πέτραν ἣν ὑπέδειξεν, ἐκεῖνος καὶ στεγάσαντες, αὐτὸ
καλάμοις ὀμαίμονες.
Θεοτοκίον
Φωτός σε δοχεῖον τοῦ ἀστέκτου, ὁρῶμεν Πανάμωμε σεμνή· ἀφλέκτως
γὰρ ἐβάστασας, τὸν νοητὸν τὸν ἥλιον, καὶ φῶς βροτῶν τεθέασαι, ἀκτινοπύρσευτε
Δέσποινα.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ
προκατάλαβε.
Εὐχῆς
καλλωπίσματα καὶ σιωπῆς ἐρασταί, αὐτάδελφοι ὅσιοι οἱ παριδόντες ἀκμήν, καὶ ἄνθος
νεότητος, ῥύσασθε πάσης βλάβης, συμφορῶν καὶ κινδύνων, πάντας τοὺς προσιόντας,
τῇ ὑμῶν προστασίᾳ, πρεσβεύοντες ὑπὲρ πάντων, τῷ Πανοικτίρμονι.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν.
Θεοτοκίον.
Χριστὸν
ἠνθοφόρησας τὸ ζωηρόρον φυτόν, ἁγνὴ Μητροπάρθενε ζωῆς ἀλήκτου ῥοδή, ἀπότιστε· ὅθεν
σε, πόθῳ ἀνευφημοῦντες, εὐσεβῶν αἱ χορεῖαι, αἴνεσιν καθ᾿ ἑκάστην, ἀναπέμπομεν
Κόρη, τῷ τόκῳ σου δι᾿ οὗ ἡ ἀχλύς, λύπης ἠφάνισται.
Ὠδὴ δ΄. Ὁ καθήμενος ἐν
δόξῃ.
Ὁμοφρόνως ἀκτησίας, σιωπῆς καὶ δεήσεων, πρὸς Θεὸν τὸν ζῶντα,
τὰς ὁδοὺς αὐτάδελφοι ὅσιοι, ἐν τῇ ἐρήμῳ Νιτρίας διανύσαντες, πρὸς σκηνώματα, χαρὰς
ἀφθίτου ἀνήλθετε.
Ὕμνοις στέφομέν σε θείοις, ξυνωρὶς ἀξιαγαστε, τὴν ἐν τῷ
ἀγῶνι, ἴσην καὶ τῇ πίστει ὑπάρχουσαν, καὶ δραξαμένην ἐπάθλων ἀφθαρτότητος, ὡς τῶν
κόπων σου, τῶν πολλαπλῶν ἀντιμίσθιον.
Σωφροσύνης ἐκμαγεῖα, καὶ ἀρχεῖα συνέσεως, δι᾿ εὐχῆς
συντόνου, καὶ ὑπακοῆς ἀνεδείχθητε, οἱ λογισμοὺς πολεμοῦντες προσευχόμενοι, καίτοι
πλέκοντες, ἐν ταῖς χερσὶ θεῖοι βάϊα.
Θεοτοκίον.
Ἐν γάστρι σου τὸν Σωτῆρα, Θεοτόκε κυήσασα, κόσμῳ
σωτηρίαν, τῷ ἡμαρτηκότι ἐδώρησας· διὸ κἀμὲ τὸν αἰτοῦντα τὴν σὴν εὔνοιαν, καταξίωσον,
τῆς οὐρανίου λαμπρότητος.
Ὠδή ε΄. Ἐξέστη τὰ
σύμπαντα.
Ὑπάρχοντες ἴασμοι, ἐρήμου ἐμυρίσατε, πάντας μυροβόλοι
νεανίαι, ὀσμαῖς σοφίας, σκληραγωγίας πολλῆς, καὶ πόθου Χριστοῦ διηνεκοῦς, ὅσιοι
ἀνώνυμοι, θεοφόροι αὐτάδελφοι.
Χρηστότητος ἔντυπα, ὑπάρχοντες αὐτάδελφοι, πᾶσαν τοῦ ἐχθροῦ
τὴν τυραννίδα, ἐρήμου κλέη, ἀνδρειοτάτῃ ψυχῇ, καθείλετε· ὅθεν καὶ ὑμῖν, στέφη ἀφθαρτότητος,
ὁ Παντάναξ ἀπένειμεν.
Ἡδύπνευστα λείρια, νηστείας καὶ στερήσεων, τρεῖς ἐνιαυτοὺς
ἐν τῇ καλύβῃ, τῇ δομηθείσῃ, χερσὶν ὑμῶν τοῖς σεπτοῖς, ἀνύσατε ὅσιοι κλεινοί, τῷ
Θεῷ εὐχόμενοι, σιωπῶντες καὶ νήφοντες.
Θεοτοκίον.
Συμφώνως ὑμνοῦντές σε, Θεογεννῆτορ Ἄνασσα, οἶκε
φωτοστόλιστε Κυρίου, ναὲ τῆς δόξῃς, τοῦ Βασιλέως Χριστοῦ, καὶ θάλαμε πάγχρυσε Αὐτοῦ,
σπεύδομεν ἐν κλύδωσι, τῇ σεπτῇ μεσιτείᾳ σου.
Ὠδὴ στ΄. Τὴν θείαν
ταύτην.
Ἀσκήσει, ζεῦγος αὐτάδελφον, τὸν βίον σου φαιδρῦναν
θεώσεως, τὸ στέφος εἴληφας, ἐκ τῶν χειρῶν τοῦ Παντάνακτος, τοῦ κατ᾿ ἀξίαν πᾶσι,
τὰ γέρα νέμοντος.
Θεὸν ποθοῦντες μακάριοι, ἐτήξατε τὸ σῶμα στερήσεσι, καὶ
ἀνυψώσαντες, τὸν νοῦν πρὸς θρόνον τὸν πάνσεπτον, Αὐτοῦ ἁγιωσύνης, ναοὶ
γεγόνατε.
Λιπόντες βίου ἐπικῆρα, καὶ ἄνθος παριδόντες νεότητος, ὡσεὶ
ἐχέφρονες, πρεσβῦται θεῖοι αὐτάδελφοι, ὁδοὺς σωτηριώδεις, ἠκολουθήσατε.
Θεοτοκίον.
Ἡ πάσης κτίσεως Δέσποινα, σαρκὶ ἡ συλλαβοῦσα τὸν Κύριον,
καὶ ἀναπλάσασα, ἡμῶν τὸ γένος ἀνύψωσον, ἐκ πτώσεως θανάτου, τοὺς σὲ
γεραίροντας.
Κοντάκιον. Ἦχος γ´. Ἡ
παρθένος σήμερον.
Ἀσκηταὶ
θεόφρονες, ὑμῶν τὴν παντιμον μνήμην, ὡς χαρᾶς ὑπόθεσιν ἐπιτελοῦντες ἀσμένως,
μέλπομεν ᾠδαῖς εὐήχοις τὰς κακουχίας, ἃς ὑμεῖς ἐν τῇ ἐρήμῳ ἀδιαλείπτως, ὑπηνέγκατε
βοῶντες· τῶν αὐταδέλφων χαῖρε, σεπτὴ ξυνωρίς.
Ὁ Οἶκος.
Ἐν τῇ
Νιτρίᾳ νεανίαι θειότατοι ὅσιοι, ὥσπερ πυρσοὶ τηλαυγέστατοι ἀνεφάνητε, καὶ ἀκτῖσι
φαειναῖς τῶν ἐπὶ τριετίαν, ἀσκητικῶν ὑμῶν κατορθωμάτων, καταφαιδρύνατε τοὺς
χοροὺς τῶν μοναζόντων· ὑμεῖς γὰρ τῷ σοφῷ Μακαρίῳ ὑπείκοντες, εὐχῇ ἀδιαλείπτῳ καὶ
συντονίᾳ θείων ἀναβάσεων, μοναδικῆς πολιτείας ὤφθητε ἀρχέτυπα, καὶ Ἄγγελοι λαμπροφοροῦντες
μετὰ σώματος· ὅθεν ἄμφω ὑμᾶς τιμῶντες, ὡς ὑποφήτας ἐναρέτου βιώσεως, καὶ ἀπλανεῖς
ἡμῶν ὁδηγοὺς πρὸς τελείωσιν, γηθοσύνως κραυγάζομεν· τῶν αὐταδέλφων χαῖρε σεπτὴ
ξυνωρίς.
Συναξάριον.
Τῇ ΙΘ΄
τοῦ αὐτοῦ Μηνός, μνήμῃ τῶν νεαρῶν Αὐταδέλφων Ὁσίων,
τῶν διὰ τῆς εὐχῆς ἁγιασθέντων.
Δι᾿ εὐχῆς ἤρθη εἰς
εὔκλειαν μαρτύρων,
ἡ δυὰς νεαρῶν αὐταδέλφων
ξένων.
Οἱ ὅσιοι
τοῦ Χριστοῦ, νεαροὶ αὐτάδελφοι, ὧν Κύριος μόνον οἷδε τὰ ὀνόματα, ἐξ εὐγενοῦς οἰκογενείας
ἕλκοντες τὴν καταγωγὴν ἐγκατέλιπον τὴν τύρβην τοῦ κόσμου καὶ τὰς ἐν αὐτῷ
προσκαίρους ἀπολαύσεις, ποθήσαντες ἀνῦσαι βίον ἀσκητικὸν ἐν τῇ ἐρήμῳ.
Παριδόντες οὖν τὸ νεαρὸν τῆς ἡλικίας προσῆλθον τῷ Μεγάλῳ Μακαρίῳ καὶ ἀπῄτησαν σὺν
αὐτῷ μεῖναι καὶ ἀσκήσασθαι. Οὗτος ἰδὼν τὴν τρυφηλὴν αὐτῶν ὄψιν καὶ γιγνώσκων
καλῶς τὸ τραχὺ τῆς ἐρήμου οὐκ ἤθελεν αὐτοὺς δέξασθαι. Καμφθεὶς ὅμως πρὸ τῆς ἐπιμονῆς
αὐτῶν ὑπέδειξεν αὐτοῖς τόπον ἀσκήσεως καὶ ἐφοδιάσας αὐτοὺς διὰ πελέκεως πρὸς
λατόμησιν πέτρας καὶ πῆξιν καλύβης καὶ νουθετήσας αὐτοὺς καταλλήλως πρὸς οἰκοδομὴν
πνευματικὴν καὶ ἐξοικονόμησιν τοῦ ἐπιουσίου ἄρτου ἀφῆκεν αὐτοὺς ἠσύχως ἀσκῆσαι.
Μετὰ παρέλευσιν τριῶν ἐνιαυτῶν ἀπεφάσισεν ὁ θεῖος οὖτος πατὴρ ἐπισκέψασθαι αὐτούς,
ἵνα θεωρήσῃ τὴν πνευματικὴν αὐτῶν πρόοδον, θαυμάζων ὅτι τὸ ἐν τῷ μεταξὺ διαῤῬεῦσαν
διάστημα ἀφανῶς οὗτοι ἐβίων. Μετ᾿ ἐκπλήξεως δὲ διεπίστωσε τὸ μέτρον τῆς αὐτῶν ἀρετῆς
πολιτευομένων ἐν ἄκρᾳ σιωπῇ καὶ ἀδιαλείπτῳ εὐχῇ. Ἠξιώθη μάλιστα, παραχωρήσει
θείᾳ, ἰδεῖν τὴν κατ᾿ αὐτῶν ἕφοδον τῶν ὡς μυϊῶν δαιμόνων ἐν ὥρᾳ προσευχῆς καὶ τὴν
περιχαράκωσιν τῶν ὁσίων αὐταδέλφων ὑπὸ ἀγγέλου τοῦ Θεοῦ. Ἔτι δὲ πλέον τὴν ἐν εἴδῃ
πυρίνου σχοινίου ἄνοδον τῆς προσευχῆς αὐτῶν πρὸς τὸν οὐράνιον θρόνον. Νεαροὶ ἔτι
ὄντες οἱ θεῖοι οὗτοι αὐτάδελφοι ὅσιοι, ὀλίγον μετὰ τὴν ἀναχώρησιν τοῦ ὁσίου
Μακαρίου ἐκ τῆς καλύβης αὐτῶν ἀπῆλθον πρὸς Ὃν ἠγάπησαν Κύριον, ἵνα εὐφραίνωνται
καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἠμῶν.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον
καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ´. Οὐκ ἐλάτρευσαν.
Τὸν ἀγῶνά σου ποθῶν ἰδεῖν Μακάριος δυὰς πανεύφημε, ὁ τῆς
ἐρήμου πυρσός, Κυρίου δεόμενος, σὲ ἐπεσκέψατο, καὶ τελείωσιν, τοῦ βίου σου ἐθαύμασεν,
ὀμαιμόνων ζεῦγος ξένων.
Ἁγιότητα κατεῖδεν ὁ Μακάριος ὑμῶν αὐτάδελφοι,
παραχωρήσει Θεοῦ, καὶ στήλην ὑπερφωτον, τὴν ἀναβαίνουσαν, ἐκ τοῦ στόματος, ὑμῶν
πρὸς τὰ οὐράνια, ἐν ψαλμῶν τῇ ἀναγνώσει.
Στεφανούμενοι σοφίας διαδήμασι σεπτοὶ αὐτάδελφοι, καὶ ἀσιγήτου
εὐχῆς, πορφύρᾳ σὺν δάκρυσι, καλλωπιζόμενοι, ἀνεδράμετε, Κυρίῳ συναγάλλεσθαι, ἐν
τῇ δόξῃ τῇ ἀλήκτῳ.
Θεοτοκίον.
Γῆθεν ὑψωσον πρὸς δώματα οὐράνια τοὺς μεγαλύνοντας, σὲ
Θεοτόκε ἁγνή, καὶ φρόνημα βρότειον, ἠμῶν ἀπέλασον, πόῤῥω τάχιστα, χαρᾶς τοῦ
κόσμου πρόξενε, ὑπεραγαθὲ Μαρία.
Ὠδὴ η΄. Παῖδας εὐαγεῖς.
Ἔχοντες ἀγάπης θείαν φλόγα, τοῦ Κτίστου ἐν τῇ ψυχῇ ὑμῶν
αὐτάδελφοι, καῦσαι ἅπαν φρύαγμα, τοῦ ἐχθροῦ ἰσχύσατε, καὶ καταφλέξαι φρύγανα,
πταισμάτων ὅσιοι, ὑμῶν· διὸ καὶ ἅγιον τέλος, ἔχοντες μαρτύρων, συνήφθητε
χορείαις.
Ῥείθροις τῶν παντίμων σου ἱδρώτων, ἀπέπλυνας πάντα
βόρβορον συγχύσεως, κοσμικῆς αὐτάδελφε, ξυνωρὶς περίλαμπρε, καὶ διαυγὲς
παρέδωκας, ψυχῆς τὸ ἔνδυμα, Κυρίῳ τῷ σοφῷ ἀθλοθέτῃ, τῷ εὐλογημένῳ, εἰς πάντας
τοὺς αἰῶνας.
Ἄσκησιν ποθήσαντες συμφώνως, οἰκήτορες τῆς ἐρήμου θεοφόρητοι,
ἀδελφοὶ γεγόνατε, καὶ στρουθία εὔλαλα, τῶν ἀρετῶν ἐπώφθητε, Χριστὸν δοξάζοντες,
ὑμῶν τῇ ἐναρέτῳ βιώσει, καὶ ταῖς ἀειῤῥόοις, ἐκχυσεσι δακρύων.
Θεοτοκίον
Ἵνα σώσῃ γένος τῶν ἀνθρώπων, ὁ ἀκτιστος Λόγος ἔκτισται
τοῦ Κτίσαντος, ἐξ ἁγνῶν αἱμάτων σου, Μῆτερ καὶ παντέλειος, Θεός τε πεφανέρωται,
ἡμῖν καὶ ἄνθρωπος, τοῖς μέλπουσι, φαιδροῖς ἐφυμνίοις, σὲ δεδοξασμένη, Παρθένε εἰς
αἰῶνας.
ᾨδὴ θ´. Ἅπας γηγενής.
Ῥώμην ἀνδρικήν, ψυχῆς ἐνδυσάμενοι, καὶ ὁπλισάμενοι, τὸν
Σταυρὸν διώξατε, τοὺς ὥσπερ μυῖαι, κυκλοῦντας δαίμονας, ὑμᾶς κλεινοὶ αὐτάδελφοι,
ἀζύγων γνώμονες, ἀενάως τὰς παλάμας τείνοντας, πρὸς Θεὸν τὸν Δεσπότην τοῦ
σύμπαντος.
Ὥσπερ φωταυγές, σχοινίον πυρίφλεκτον, ὑμῶν ἡ δέησις, πρὸς
Θεὸν ἀνέβαινε, δεικνύον οὕτω τὴν εὐαρέσκειαν, Αὐτοῦ πρὸς τὴν ἐνάσκησιν, ὑμῶν αὐτάδελφοι,
νέοι ξένοι, προσευχῆς ἀγάλματα, σιωπῆς καὶ νηστείας ἀρχέτυπα.
Χάριτος πολλῆς, πλησθέντες αὐτάδελφοι, τὸν τῆς ἀσκήσεως,
δρόμον διηνύσατε, ἐν τῇ ἐρήμῳ πολιτευόμενοι, ὡς Ἄγγελοι ἀσώματοι, ἀπαύστως
νήφοντες· καὶ βραβείων, ἐκ χειρῶν τοῦ Κτίσαντος, καὶ Κυρίου τῆς δόξῃς εἰλήφατε.
Θεοτοκίον.
Ἄχραντε πιστοῖς, βλυστάνεις ἀκένωτα, χαρίτων νάματα, Παναγία
Δέσποινα, καὶ κατευφραίνεις ἡμᾶς ἑκάστοτε, τοὺς ἀνυμνοῦντας ᾄσμασι, σὲ καὶ τὸν
τόκον σου, εἰς αἰῶνας μελῳδοῦντας Ἄνασσα, σωτηρίαν ἠμῖν τὸν βραβεύοντα.
Ἐξαποστειλάριον. Γυναῖκες
ἀκουτίσθητε.
Δυάδα τὴν
ὑπέρφωτον, τῶν ἀνωνύμων ἅπαντες, νεανιῶν αὐταδέλφων, τῶν προσευχῆς ἀσιγήτου, ὀφθέντων
καὶ στερήσεων, ἀκρώρειαν τιμήσωμεν, φαιδραῖς ᾠδαῖς καὶ ᾄσμασιν, ὡς ἀρνητὰς ἁμαρτίας,
καὶ μιμητὰς τῶν ἀγγέλων.
Θεοτοκίον.
Ὁσίων ἀγαλλίαμα,
ἐνασκουμένων αἴνεσις, καὶ τῶν βροτῶν σωτηρία, ὑπάρχεις Μῆτερ ἁγία, Μαρία
θεονύμφευτε· διό σε μακαρίζοντες, τὴν τῶν παθῶν ἀπέλασον, ἡμῶν πικρὰν
τυραννίδα, βοῶμεν σαῖς ἱκεσίαις.
Εἰς τοὺς Αἴνους. Ἦχος α΄.
Πανεύφημοι μάρτυρες.
Αὐτάδελφοι
ὅσιοι Χριστοῦ, σιωπῶντες νήφοντες, εὐχῇ ἐγκαρτεροῦντες στερούμενοι, ἐγκρατευόμενοι,
καὶ βαΐων κλάδους, ταῖς δακτύλοις πλέκοντες, ἐδείχθητε ἀζύγων κεφάλαια, εἰ καὶ ὑπήρχετε,
νεαρώτατα βλαστήματα, πεπλησμένα, ὁρμῶν τῆς ἀνοίξεως.
Αὐτάδελφοι
ὅσιοι Χριστοῦ, κοσμικὴν εὐμάρειαν, καὶ βίον τρυφηλὸν ἀρνησάμενοι, ἐπεποθήσατε, ἑαυτοὺς
καθάραι, χοϊκοῦ φρονήματος, καὶ νοῦν ὑμῶν πτερῶσαι πρὸς Κύριον· διὸ θεόφρονες,
καὶ τὸ κάλλος τῆς νεότητος, παριδόντες ἠσκήσατε ἄριστα.
Αὐτάδελφοι
ὅσιοι Χριστοῦ, ἔρνοι θεοφύτευτοι, ὑμᾶς ἐν προσευχῇ ὁ Μακάριος, κατεῖδεν Ἄγγελον,
περιχαρακοῦντα ,καὶ δαιμόνων ἕφοδον, ταχέως ἀφ᾿ ὑμῶν ἀντικρούοντα, καὶ ἀπεθαύμαζε,
ποίαν εὕρετε πρὸς Κύριον, παῤῥησίαν, ἀπαύστως
εὐχόμενοι.
Αὐτάδελφοι
ὅσιοι Χριστοῦ, συμφρονοῦντες ἴχνεσι, Αὐτοῦ ἠκολουθήσατε χαίροντες, καὶ τὸν βαρύτατον,
τὸν ζυγὸν ἐπ᾿ ὤμων, τῆς στεῤῥᾶς ἀσκήσεως, ἐπαίροντες μονήρους βιώσεως, ὁδοὺς ἡνύσατε,
καὶ Σιὼν τῆς ἄνῳ ὤφθητε, θεοφόροι, οἰκήτορες ἔνδοξοι .
Δόξα. Ἦχος πλ. α´.
Ὅσιοι αὐτάδελφοι,
ἐν ἀσκητικῇ ἀγωγῇ ἑαυτοὺς κοσμήσαντες, καὶ ὁσιότητος πλοῦτον, ἐν τῷ ταμείῳ τῆς
ψυχῆς θησαυρίσαντες, ὡς τῆς ἀγαθῆς μερίδος ἐκλογεῖς, Χριστῷ εὐηρεστήσατε· καὶ νῦν
σὺν Αὐτῷ εὐφραινόμενοι, ἐν τῇ ἄνῳ δόξῃ, χάριν εὕρετε πρεσβεύειν, ὡς εὐχῆς καὶ ὑπακοῆς
ἐκμαγεῖα, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων, ὑμῶν τὴν ἐν τῇ ἐρήμῳ, παγγέραστον ἄσκησιν.
Καὶ νῦν. Θεοτοκίον.
Ναὸς
καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ
λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων
δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ
Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον ( Ποίημα Εὐσεβίου
Ἀρχιμανδρίτου)
Χαίροις
αὐταδέλφων ἡ ξυνωρίς, εὐχῆς τῆς ἀγρύπνου, ἀθληταὶ οἱ περιφανεῖς, οἱ ἔρωτι
καρδίας, τὸν Κύριον ὑμνοῦντες, παρ᾿ ᾧ καὶ δοξασθέντες, ἀεὶ παρίστασθε.
Ἕτερον.
Χαίρετε
αὐτάδελφει νεαροί, ὅσιοι Κυρίου, ἐγκρατείας παθῶν φανοί, οἱ ἁγιασθέντες, διὰ τῆς
ἀσιγήτου, εὐχῆς καὶ ἐποφθέντες, φοίνικες νήψεως.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου