Δευτέρα 27 Αυγούστου 2018

ΙΑΝΟΥΑΡΙΟΣ 8. ΟΣΙΟΣ ΜΑΚΑΡΙΟΣ ΜΑΚΡΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΑΝΟΥΑΡΙΟΣ 8!!
ΜΑΚΑΡΙΟΣ ΟΣΙΟΣ ΜΑΚΡΗ
ΑΚΟΛΟΥΘIΑ
(Χαραλάμπους Μπούσια)


ΕΝ Τῼ Μ Ι Κ Ρ ῼ Ε Σ Π Ε Ρ Ι Ν ῼ.

Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Θεσσαλονίκης τὸν γόνον τὸν τιμιώτατον, τὸν ἐξ ἀφετηρίας, τὸν μετέπειτα βίον, σαφῶς προζωγραφίσαντα μοναστῶν, ὑποφήτην Μακάριον, τὸν ἑαυτὸν μὴ διδόντα εἰς παιδιάς, καὶ ἀθύρματα τιμήσωμεν.

Τὸν τὴν πατρῴαν λιπόντα οἰκίαν ἤλικας, καὶ συγγενεῖς ποθοῦντα, ἐν τῷ Ἄθῳ οἰκήσαι, Μακάριον τὸν θεῖον χρεωστικῶς, οἱ πιστοὶ ἐπαινέσωμεν, τὸν ἑαυτὸν ἱερεῖον ὡς λογικόν, ἐνεγκόντα τῷ Παντάνακτι.

Τὴν ἀσιτείαν ἡδίστην τροφὴν ἡγούμενος, καὶ τῆς νυκτὸς τὸ πλεῖστον, τῇ εὐχῇ διαθέτων, ἀπέκρουσας δαιμόνων τὰς προσβολάς, θεοφόρε Μακάριε· ὅθεν ἐλλάμψεως εἴληφας θεϊκῆς, τὰς αὐγὰς ἐν τῇ καρδίᾳ σου.

Διαπαντὸς προωρώμην Χριστὸν τὸν Κύριον, ἐνώπιόν μου ᾄδων  ὅτι ἐκ δεξιῶν μου, ἐστὶν ἵνα οὐ μή ποτε σαλευθῶ, εὐλαβῶς πεπολίτευσαι, καὶ ἀτραπὸν διανύσας τὴν σωστικήν, πρὸς Θεὸν μετέστης ὅσιε.

Δόξα. Ἦχος πλ. α´.
Ἐπ᾿ ἀρετῇ συνέσει καὶ εὐσεβείᾳ διαπρέπων, τὰς τῶν νοητῶν δρακόντων κεφαλὰς συνέθλασας, Μακάριε πάνσοφε πατέρων ἀγαλλίαμμα· ἐν Βατοπεδίῳ γὰρ καὶ τῇ Βασιλίδι τῶν Πόλεων, ἑαυτὸν κατατήκων συντόνους ἀσκήσεσι, θησαυρὸς ὤφθης τῶν τῆς Ἐκκλησίας δογμάτων· ἀλλ᾿ ὡς τὸν καλὸν ἀγῶνα τελέσας, ἐνίσχυσον καὶ ἡμᾶς πρεσβείαις σου, εὐαρεστῆσαι Θεῷ, καὶ τῆς ἀλήκτου σὺν σοὶ ἀπολαῦσαι μακαριότητος.

Καὶ νῦν. Τῆς Ἑορτῆς. ( Ἐκ τοῦ Μηναίου)
Ἐρχόμενος μετὰ σαρκὸς πρὸς Ἰορδάνην Κύριε, βαπτισθῆναι θέλων ἐν σχήματι ἀνθρώπου Ζωοδότα, ἵνα τοὺς πλανηθέντας ἡμᾶς ὡς εὔσπλαγχνος, πάσης μηχανῆς καὶ παγίδος τοῦ δράκοντος ῥυσάμενος, φωτίσῃς ἐκ Πατρὸς μεμαρτύρησαι· τὸ δὲ θεῖον Πνεῦμα περιστερᾶς ἐν εἴδει σοι ἐπέστη. Ἀλλ᾿οἴκισον ψυχαῖς ἡμετέραις σαυτὸν Φιλάνθρωπε.

Ἀποστιχα. Ἦχος β᾿ Οἶκος τοῦ Ἐφραθᾶ.
Δίκαιος καὶ σεμνός, ὡς φοῖνιξ ἐν ἐρήμῳ, ἐξηνθησας ἐν Ἄθῳ, καὶ ἐν τῇ Βασιλίδι, τῶν Πόλεων Μακάριε.

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Πνεύματι πτερωθείς, Μακάριε ἁγίῳ, θεολογίας τόμος, χρυσόδετος ἐπώφθης, καὶ βίβλος θείας νήψεως.

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Χύριον.
Γάννυται καὶ σκιρτά, ἐν τοῖς σπαργάνοις πάτερ, τοῖς σοῖς Θεσσαλονίκη, εὐφραινομένη ἄγαν, Μακάριε τρισμέγιστε.

Δόξα. Τριαδικόν.
Βίῳ ἀσκητικῷ, καὶ λόγοις διαπρέπων, Τρισηλιε θεότης, Μακάριος θεῖος, τῆς δόξης σου ἠξίωται.

Καὶ νῦν. Θεοτοκίον.
Ἤσκησεν ἐν τῷ σῷ, λειμῶνι Θεοτόκε, θεοπρεπῶς σώφρων, Μακάριος κηρύττων, πληθὺν τῶν θαυμασίων σου.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον Ἦχος γ´. Θείας πίστεως.
Ἀπερίτρεπτε, σοφίας στῦλε, πεπολίτευσαι, ἐν ὄρει Ἄθῳ, ἰσαγγέλως καὶ τῇ Πόλει τῶν Πόλεων· ἐν οὐρανοῖς ἔχων γὰρ τὸ πολίτευμα, παρεῖδες πάντα γεώδη ὡς σκύβαλα· ὅθεν εἴληφας Μακάριε χάριν ἄνωθεν, πρεσβεύειν ὑπὲρ πάντων τῶν τιμώντων σε.
Καὶ τὸ τῆς ἑορτῆς.
Ἐν Ἰορδάνη βαπτιζομένου σου Κύριε, ...

Ἀπόλυσις.









ΕΝ Τῼ ΜΕΓΑΛῼ  ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ Προσόμοια. Ἦχος δ´. Ὡς γενναῖον ἐν μάρτυσι.
Τῆς καλλίπαιδος Πόλεως, ἱερώτατον βλάστημα, τῆς Θεσσαλονίκης κλεινὸν Μακάριον,  τὸν ἐκ νεότητος πέλαγος, μονήρους βιώσεως, διαπλεύσαντα καλῶς, καὶ λιμένα πρὸς ἄκλυστον, τῆς θεώσεως, προσορμίσαντα δεῦτε νῦν τοῖς ὕμνων, ἡδυπνεύστοις μύροις πάντες, ἀξιόχρεῳς τιμήσωμεν.

Τῆς παιδείας τῆς θύραθεν, κοινωνήσας Μακάριε, καὶ τῇ θείᾳ γνώσει ἐκπαιδευόμενος,  φιλοσοφίας κειμήλιον, ἀκρώρεια πίστεως, καὶ κανὼν ῥητορικῆς, ἀνεδείχθης πρὶν ἐρως σε, τοῦ Παντάνακτος, κατατρώσῃ καὶ τρίβους πολιτείας, καταδείξῃ σοι θεόφρον, μοναδικῆς ἐν τῷ Ἄθωνι.

Τὸν φιλούντων τὴν ἔρημον, ἀσκητῶν ἐν τῷ Ἄθωνι, καὶ τῶν φιλαρέτων ἀνδρῶν ὑπήκοος, ἀζύγων εὖχος Μακάριε, γενόμενος ὅσιε, προηυτρέπιζας σαυτόν, πρὸς τοῦ βίου τελείωσιν, καὶ πρὸς μίμησιν, τοῦ ἐνθέου ἐκείνων ζήλου πάτερ, καὶ τοῦ κόσμου τῶν ἐνέδρων, ἀποταγῆς τῶν κυκλούντων σε.

Τῆς μονῆς Παντοκράτορος, χρηματίσας Μακάριε, ἐν τῇ Βασιλίδι σεπτὸς ἡγούμενος, ὥσπερ ἀκάματος μέλισσα, ἠργάσθης καὶ ἔρημον, οὖσαν πρὶν τὴν σὴν μονήν, εὐποιΐας ἀνέδειξας, πύργον ἄσειστον, καὶ λιμένα πολλῶν ἐπιποθούντων, τρικυμίας τῆς τοῦ κόσμου, ἀποφυγεῖν τῆς συγχύσεως.

Τῶν δογμάτων τῆς πίστεως, τηρητὴς ἀκριβέστατος, καὶ θεολογίας πυξὶς Μακάριε, ἐπώφθης· ὅθεν τοῦ Πνεύματος, θεσπέσιε χάριτι, τοὺς σοφοὺς ἀζυμιτῶν, ἐν τῇ Ῥώμῃ ἐτρόπωσας, τοῖς πανσόφοις σου, θεοφθόγγοις διδάγμασι δι᾿ ὧνπερ, Ὀρθοδόξων τὰς χορείας, πάτερ παγκόσμιε ηὔφρανας.

Ἐν τῇ θείᾳ κοιμήσει σου, οἱ πιστοὶ ὠλοφύροντο, καὶ ἀπαύστως κλαίοντες κατωδύνοντο· ἐν τῷ προσώπῳ γὰρ ἔβλεπον, αὐτοὶ τῷ πανσέπτῳ σου, τὸν σοφὸν ὑφηγητήν, ποδηγέτην τὸν ἄριστον, θεῖον κήρυκα, Ἐκκλησίας ποιμένα τε προστάτην, βακτηρίαν ἐν τῷ γήρᾳ, καὶ κουφιστὴν ἐν ταῖς θλίψεσι.



Δόξα. Ἦχος πλ. β´.
Δεῦτε τῶν μοναστῶν τὰ συστήματα, τὸν τῆς ἀσκήσεως εὐθύτατον γνώμονα, καὶ τῆς ἐνθέου πολιτείας χαρακτῆρα θεοσήμαντον, μακαρίσωμεν κράζοντες· Χαίροις ὁ Χριστῷ τῷ Θεῷ ἀνατεθεὶς ἀπὸ βρέφους, καὶ ἀναδειχθεὶς ἄχρι τέλους, ἐργάτης δόκιμος τῆς οὐρανίου βασιλείας· χαίροις ὁ νοῦς ὁ διαυγέστατος, τὸ τῆς σοφίας πολύτιμον σκεῦος, καὶ τῶν τῆς πίστεως δογμάτων γλῶσσα ὄντως ἡ θεοκίνητος· χαίροις ὁ τοῦ Βατοπεδίου τὴν μάνδραν ἐν Ἄθῳ, καὶ τοῦ Παντοκράτορας ἐν Βυζαντίῳ ἁγιάσας, ἀειῤῥόοις δακρύων ὄμβροις· καὶ νῦν τὰς ἀμοιβὰς τῶν σῶν πόνων, καὶ ἱδρώτων κομισάμενος παρὰ Κυρίου, ἱκέτευε Αὐτὸν ἀσιγήτως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν ὄντως Μακάριε.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Θεὸς Λόγος ἐπέφανεν ἐν σαρκί...

Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας. Καὶ τὰ Ἀναγνώσματα.

Παροιμιών᾿τὸ Ἀνάγνωσμα. (Κεφ. ἡ᾿5256)
Νῦν, υἱέ, ἄκουέ μου καὶ μακάριοι, οἱ ὁδούς μου φυλάσσοντες, ἀκούσατε παιδείαν καὶ σοφίσθητε καὶ μὴ ἀποφραγῆτε. Μακάριος ἀνήρ, ὃς εἰσακούσεταί μου καὶ ἄνθρωπος, ὃς τὰς ἐμᾶς ὁδοὺς φυλάξει ἀγρυπνῶν ἐπ᾿ἐμαῖς θύραις καθ᾿ ἡμέραν, τηρῶν σταθμοὺς ἐμῶν εἰσόδων· αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Οἱ δὲ ἁμαρτάνοντες εἰς ἑμὲ ἀσεβοῦσίν εἰς τὰς ἑαυτῶν ψυχὰς καὶ οἱ μισοῦντές με ἀγαπῶσι θάνατον.

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. ιδ΄ 20-ιε΄10)
Μακάριος ἀνήρ, ὃς ἐν σοφίᾳ τελευτήσει καὶ ὃς ἐν συνέσει αὐτοῦ διαλεχθήσεται, ὁ διανοούμενος τὰς ὀδοὺς αὐτῆς ἐν καρδίᾳ αὐτοῦ καὶ ἐν τοῖς ἀποκρύφοις αὐτῆς νοηθήσεται. Ἔξελθε ὀπίσω αὐτῆς ὡς ἰχνευτὴς καὶ ἐν ταῖς εἰσόδοις αὐτῆς ἐνέδρευε. Ὁ παρακύπτων διὰ τῶν θυρίδων αὐτῆς καὶ ἐπὶ τῶν θυρωμάτων αὐτῆς ἀκροάσεται. Ὁ καταλύων σύνεγγυς τοῦ οἴκου αὐτῆς καὶ τήξει πάσσαλον ἐν τοῖς τοίχοις αὐτῆς, στήσει τὴν σκηνὴν αὐτοῦ κατὰ χείρας αὐτῆς καὶ καταλύσει ἐν καταλύματι ἀγαθῶν· θήσει τὰ τέκνα αὐτοῦ ἐν τῇ σκέπῃ αὐτῆς καὶ ὑπὸ τοὺς κλάδους αὐτῆς αὐλισθήσεται· σκεπασθησεται ὑπ᾿ αὐτῆς ἀπὸ καύματος καὶ ἐν τῇ δόξῃ αὐτῆς καταλύσει. Ὁ φοβούμενος Κύριον ποιήσει αὐτό, καὶ ὁ ἐγκρατὴς τοῦ νόμου καταλήψεται αὐτήν· καὶ ὑπαντήσεται αὐτῷ ὡς μήτηρ καὶ ὡς γυνὴ παρθενίας προσδέξεται αὐτόν. Ψωμιεῖ αὐτὸν ἄρτον συνέσεως καὶ ὕδωρ σοφίας ποτίσει αὐτόν. Στηριχθήσεται ἐπ᾿αὐτὴν καὶ οὐ μὴ κλιθῇ καὶ ἐπ᾿αὐτῆς ἐφέξει καὶ οὐ μὴ καταισχυνθῇ· καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτοῦ καὶ ἐν μέσῳ Ἐκκλησίας ἀνοίξει στόμα αὐτοῦ . Εὐφροσύνην καὶ στέφανον ἀγαλλιάματος καὶ ὄνομα αἰώνιον κατακληρονομήσει. Οὐ μὴ καταλήψονται αὐτὴν ἄνθρωποι ἀσύνετοι καὶ ἄνδρες ἁμαρτωλοὶ οὐ μὴ ἴδωσιν αὐτήν· μακράν ἐστιν ὑπερηφανίας καὶ ἄνδρες ψεῦσται οὐ μὴ μνησθήσονται αὐτῆς. Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ, ὅτι οὐ παρὰ Κυρίου ἀπεστάλη· ἐν γὰρ σοφίᾳ ῥηθήσεται αἶνος καὶ ὁ Κύριος εὐοδώσει αὐτόν.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.


















ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ. Ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ πάσης Μακεδονίας προκαθεζομένη ἐν πόλεσι, καὶ τὰ δευτερεία τῆς Βασιλίδος τῶν Πόλεων ἔχουσα, Θεσσαλονίκη ἡ ἑξάκουστος· ἰδοὺ γὰρ ἐν σοὶ ἐσπαργάνωται, καὶ ὡς σοφίας μυροθήκη σε καθήδυνε, ὀσμαῖς ἀῤῥήτοις τῆς αὐτοῦ ὁσιότητος,  ὁ ἐπικαλούμενος Μακρῆς Μακάριος ὁ ἔνδοξος· αὐτοῦ τῷ μυροβόλῳ ἀέρι ἀνάψυξον Κύριε, καὶ ἡμᾶς τοὺς γεραίροντας τὴν πολιτείαν τοῦ σοῦ ὁσίου, καὶ δίωξον ἀφ᾿ ἡμῶν τὸν δυσώδη ἀέρα τῶν θλίψεων.

Ἦχος β
Ἀσκητικῇ σου ἀγωγῇ εὐαρεστήσας τῷ Κυρίῳ, καὶ καθαρὰς ἑαυτὸν ὀχετοῖς τῶν δακρύων σου, οἶκος ὁλόλαμπρος τοῦ Παρακλήτου ἀνεδείχθης Μακάριε· ὅθεν εἵλκυσας τοῦ ἀναλλοιώτου Φωτὸς τὰς ἀκτῖνας, καὶ διὰ τῶν πυρφόρων σου διδαγμάτων ἠξιώθης καταυγᾶσαι, τὰς καρδίας τῶν ποθούντων βίου τελείωσιν.

Ἦχος γ´.
Θεσσαλονίκης περίβλεπτον βλάστημα, Βατοπεδίου τῆς μάνδρας τιμιώτατον ἀνάστημα, καὶ τῆς Βασιλίδος τῶν Πόλεων ἄνθος ἡδύπνευστον, Μακάριε Ὄσιε τιμῶμέν σε· σὺ γὰρ θεοσδότῳ σοφίᾳ καλλυνόμενος, καὶ βιοτῇ ὁσίᾳ ὡραϊζόμενος, θεολογίας ὤφθης πολύτιμον ὄργανον, καὶ μυστογράφος τῆς ἀγήρω ζωῆς πανάριστος· ὅθεν τῶν ἀῤῥρήτων ὑποφήτην σε κατέδειξεν, ἡ χάρις τοῦ ἁγίου Πνεύματος, καὶ τῶν ὀρθῶν δογμάτων ἀκραιφνέστατον κήρυκα, ἀγγελόμῤῥφε ἄνθρωπε καὶ διδάσκαλε πάνσοφε.

Δόξα. Ἦχος δ´.
Τῆς τοῦ Παντοκράτορος μονῆς τὸν ἔφορον ἐν Βυζαντίῳ, τὸν διατηρήσαντα τὴν παρακαταθήκην τῆς πίστεως, ἣν ἐξ ἀρχῆς παρέλαβε, μέχρι τελευταίας πνοῆς ἄτρωτον, ἀσκητικῶς πάντες ἐπαινέσωμεν, τὸν ὄντως Μακάριον· οὗτος γὰρ τὴν ἐγκράτειαν λογιζόμενος μητέρα τῆς σωφροσύνης, τὴν δὲ ἀέναον προσευχὴν καὶ τοῦ λόγου τοῦ Θεοῦ μελέτην, ἀπαρχὴν τῆς σοφίας, ὁσίως ἐπολιτεύσατο, καὶ πρὸς Θεὸν ἀπῆλθε πρεσβεύειν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς. ( Ἐκ τοῦ Μηναίου)
Δεῦτε μιμησώμεθα τὰς φρονίμους παρθένους· δεῦτε ὑπαντήσωμεν τῷ φανέντι Δεσπότῃ, ὅτι προῆλθεν ὡς νυμφίος πρὸς τὸν Ἰωάννην. Ὁ Ἰορδάνης ἰδών σε ἔπτηξε καὶ ἔμεινεν· ὁ Ἰωάννης ἐβόα· Οὐ τολμῶ κρατήσαι κορυφῆς ἀθανάτου· τὸ Πνεῦμα κατήρχετο ἐν εἴδει περιστερᾶς, ἁγιάσαι τὰ ὕδατα· καὶ φωνὴ οὐρανόθεν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἐλθὼν εἰς τὸν κόσμον, σώσαι γένος ἀνθρώπων· Κύριε δόξα σοι.

Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις, Θεσσαλονίκης κλεινῆς, τὰ δευτερεία τῆς ἐχούσης τῶν πόλεων, ἐν πάσῃ Ὀρθοδοξίᾳ, καὶ Πρωτευούσης λαμπρᾶς, τῆς Μακεδονίας γόνε πάντιμε, Μακάριε ὅσιε, ὁ Χριστὸν ἐκ νεότητος, ἐπιποθήσας, καὶ σαυτὸν οἰκητήριον, θείου Πνεύματος, ἀναδείξας περίλαμπρον· μάνδρας τῆς ἐν τῷ Ἄθωνι, μεγίστης καλλώπισμα, Βατοπεδίου καὶ δήμου, ἐνασκουμένων ἀρχέτυπον, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Γνῶσιν, καταλιπὼν κοσμικήν, ῥητορικὴν γεωμετρίαν Μακάριε, θεόφρον φιλοσοφίαν, ἀστρονομίαν ταχύ, καὶ παιδείαν πᾶσαν πάτερ θύραθεν, ψυχῆς τὴν εὐπρέπειαν, εὐσεβῶς ἀνεζήτησας, ἐν σῇ ἀσκήσει, τῇ ἀόκνῳ ἐν Ἄθωνι, καὶ δακρύων σου, ἀστείρευτων ἐν χεύμασιν· ὅθεν καὶ τύπος γέγονας, μονήρους βιώσεως, καὶ θείας γνώσεως λύχνος, φωτίζων κόσμου τὰ πέρατα, ἀκτῖσι σοφίας, θεϊκῆς καὶ συμπαθείας, πολλῆς πυρσεύμασι.

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Μάνδραν, περικαλλῆ καὶ λαμπράν, τοῦ Παντοκράτορος Χριστοῦ ἐκαινούργησας, τὴν οὖσαν ἐν Βυζαντίῳ, καὶ ἀσκητῶν εὐλαβῶν, ἔδειξας βαλβῖδα, πρὸς τελείωσιν, αὐτὴν θεοφρούρητε , ὑψιπέτα διδάσκαλε, τῆς ἡσυχίας, ἐραστὰ καὶ ὑπέρμαχε, ἀκατάβλητε, τῶν δογμάτων τῆς πίστεως· βάθρον ξενίας ἄσειστον, νεότητος στήριγμα, καὶ τῶν πενήτων προστάτα, ἀγγέλων βίον μιμούμενος, εἰς ἄῤῥητον ὕψος, ἤρθης δόξης ἀενάου, σοφὲ Μακάριε.

Δόξα. Ἦχος πλ. δ´.
Σοφίας χάριτι κοσμούμενος, σάλπιγξ γλυκύφθογγος ὤφθης τοῦ Πνεύματος, διαλαλοῦσα πᾶσι σωτηρίας διδάγματα, θεολόγων κοσμῆτορ Μακάριε· ὅθεν πάντες οἱ ἐν Βατοπεδίῳ οἰκοῦντες, σὺν τοῖς Ὀρθοδόξων δήμοις παγγενεί σε γεραίροντες, τὰς πρὸς Κύριον ἀσιγήτους εὐχάς σου ἀπεκδεχόμεθα.

Καὶ νῦν. Τῆς ἑορτῆς. (Ἐκ τοῦ Μηναίου)
Τὸν ἐκ Παρθένου ἥλιον, βλέπων ὁ ἐκ στείρας λύχνος φαεινὸς ἐν Ἰορδάνῃ, αἰτούμενον βάπτισμα, ἐν δειλίᾳ καὶ χαρᾷ ἐβόα πρὰς αὐτόν· Σύ με ἁγίασον Δέσποτα, τῇ θείᾳ ἐπιφανείᾳ Σου.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον Ἦχος γ´. Θείας πίστεως.
Ἀπερίτρεπτε, σοφίας στῦλε, πεπολίτευσαι, ἐν ὄρει Ἄθῳ, ἰσαγγέλως καὶ τῇ Πόλει τῶν Πόλεων· ἐν οὐρανοῖς ἔχων γὰρ τὸ πολίτευμα, παρεῖδες πάντα γεώδη ὡς σκύβαλα· ὅθεν εἴληφας Μακάριε χάριν ἄνωθεν, πρεσβεύειν ὑπὲρ πάντων τῶν τιμώντων σε.
Καὶ τὸ τῆς ἑορτῆς.
Ἐν Ἰορδάνη βαπτιζομένου σου Κύριε, ...

Ἀπόλυσις.
































ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου, Σωτήρ.
Χορεῖαι μοναστῶν, τὴν ἁγίαν σου μνήμην, τιμῆσαι ἀσκητά, μάνδρας Βατοπεδίου, ἀγλάϊσμα σήμερον, συνελθόντες δοξάζουσι, τὸν ἰσχύσαντα, θεοφιλῶς σε βιῶσαι, καὶ τὸν ἄρχοντα, ἀντιπαλαῖσαι τοῦ σκότους, θεόφρον Μακάριε.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τὰ ὕδατα Σωτήρ, καὶ τὴν φύσιν τῶν ὄντων, ἡγίασας τῇ σῇ, πανενδόξῳ βαπτίσει· καθαρὰς γὰρ σύμπαντα, ἐκ τῆς πλάνης τοῦ ὄφεως, καὶ ἱμάτιον, τὸ τοῦ Ἀδὰμ ἀποπλύνας, ἐν τοῖς δώμασι, κεκαθαρμένον ἐδέξω, αὐτὸν θείοις Ἄχραντε.

Μετὰ τὴν β Στιχολογίαν Κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Τὸν στῦλον τὸν ἄσειστον τῆς Ἐκκλησίας Χριστοῦ, πατέρων τὸ σέμνωμα καὶ θεολόγων σοφῶν, τὸ ἔμψυχον ἄγαλμα, θέμεθλον τὸν δογμάτων, τῶν ὀρθῶν καὶ κρηπῖδα, μέλψωμεν συμπαθείας, τὸν Μακάριον ὕμνοις, αἰτούμενοι αὐτοῦ τὰς λιτάς, πρὸς τὸν Παντάνακτα.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Χριστὸς ὁ Θεάνθρωπος, καὶ Λυτρωτὴς ἀληθῶς, τοῦ κόσμου ἐπείγεται, πρὸς Ἰωάννην ταχύ, αἰτούμενος βάπτισμα· ἔρχεται πρὸς τὰ ῥεῖθρα, Ἰορδάνου ὁ μόνος, ἄδολος ἵνα δόλον, τὸν ἡμῶν ἀποπλύνῃ, καὶ ἄρῃ πρὸς τῆς δόξης σκηνάς, ῥύπου τοὺς γέμοντας.

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα.
Ἐπωμαΐδιον, λαβὼν Μακάριε, τοῦ Παντοκράτορος, σταυρὸν ἐπόθησας, ἐξ ἁπαλῶν σου ἀσκητά, ὀνύχων εὐαρεστῆσαι, τῷ σοφίας πλήσαντι, δαψιλῶς καὶ ἰσχύσαντι, σὲ τὴν τοῦ ἀλάστορος, καθελεῖν πᾶσαν δύναμιν, διό σοι γηθοσύνως βοῶμεν· Χαῖρε, πατέρων κοσμιότης.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς Ἑορτῆς. ( Ἐκ τοῦ Μηναίου).
Ἐπιφανέντος Σου, ἐν Ἰορδάνῃ Σωτήρ, καὶ βαπτισθέντος Σου, ὑπὸ Προδρόμου Χριστέ, ἠγαπημένος υἱὸς ἐμαρτυρήθης· ὅθεν καὶ συνάναρχος, τῷ Πατρὶ πεφανέρωσαι, Πνεῦμα δὲ τὸ ἅγιον, ἐπὶ σὲ κατεγίνετο·, ἐν ᾧ καὶ φωτισθέντες βοῶμεν· Δόξα Θεῷ τῷ ἐν Τριάδι.






Εἶτα οἱ Ἀναβαθμοί. Τὸ α᾿ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Στίχος: ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν Ἐκκλησίᾳ Ὁσίων.
Εὐαγγέλιον Ὁσιακόν. (Ζήτει αὐτὸ τῇ ε´ Δεκεμβρίου).
Ὁ Ν᾿ Ψαλμός.
Δόξα: Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Ἰδιόμελον. Ἦχος πλ. β΄.  Στίχος: Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου.
Ὑψιτενῆ σε κατέγνωμεν κυπάρισσον ἐνθέου σοφίας, καὶ ἀειθαλῆ κέδρον ἀληθοῦς γνώσεως, Μακάριε ὁσίων ὀσφράδιον· σκέπασον οὖν καὶ ἡμᾶς, τοὺς ἐν ἀγνωσίας καύσωνι τρυχομένους, ὑπὸ τὴν σκιὰν τῶν κλωνῶν σου, ἵνα εἰς αἰῶνας τιμῶμέν σε πανεύφημε.
Εἶτα ὁ Κανῶν τοῦ Ὁσίου, οὐ ἡ ἀκροστιχίς: Τὸν ὄντως μακάριον, Χαραλάμπης μακαρίζει.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.
Ταῖς σαῖς ἐλλάμψεσι τὸν νοῦν μου φώτισον, καὶ δός μοι λόγον σοφόν, ἀναμέλψαι βίου, φωτοδότα Κύριε, τὰ σθεναρὰ παλαίσματα, Μακαρίου τοῦ θείου, Θεσσαλονίκης καυχήματος, τοῦ τὴν Ἐκκλησίαν φαιδρύναντος.
σίων στῦλε τηλαυγὲς καὶ πάμφωτε, ἡ καθαρά σου ζωή, σὲ φωτὸς δοχεῖον, τοῦ ἀστέκτου ἔδειξε, καὶ λύχνον παμφαέστατον, ἐν πιστοῖς δαδουχοῦντα, ἀλήκτου βίου Μακάριε, τὰ σωτηριώδη διδάγματα.
Νοός σου ἔχων ἀσκητὰ περίδοξε, τὸ βλέμμα πρὸς τὸν Θεόν, ἐστραμμένον τρίβους, ἐπὶ γῆς διώδευσας, ἀγάπης τε συνέσεως, καὶ δικαίου· διόπερ, ἀγγέλων ὡς ἰσοστάσιον, σὲ ἀεὶ τιμῶμεν Μακάριε.
Θεοτοκίον.
Οὐρανομήκεσι φωναῖς σὲ ᾄδομεν, Θεοκυῆτορ ἁγνή, καὶ προστρέχομέν σοι, τῷ ἀφθόνῳ φρέατι, βλυστάνοντι ἀείποτε, ψυχοτροφὸν τοῖς πᾶσιν, ὕδωρ σβεννύον τοὺς ἄνθρακας, τῶν θεομισήτων πταισμάτων μου.






ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Νουνεχὼς τῇ μελέτῃ Ἀθωνιτων κλέϊσμα, νόμου καὶ πατέρων σχολάζων, ὄντως Μακάριε, ξύλον ὠράθης καρπόν, γνώσεως φέρον τῆς θείας, τῆς διακρινούσης σου, ἔργα καὶ ῥήματα.
Τὸ πολίτευμα ἔχων ἐν οὐρανοῖς ὅσιε, οἶκον καὶ πατρίδα γηΐνην ἔλιπες Ἄθωνος, τοῦ ἱεροῦ οἰκιστής, ὀφθεὶς καὶ Βατοπεδίου, τῆς μονῆς ἐντρύφημα, θεῖον Μακάριε.
ς στρουθίον μονάζον ἐπὶ δώματος μόνον Θεῷ Μακάριε, θεόφρον προσωμίλεις, ἐν Ὅρει τῷ Ἁγίῳ, ὁ ἐφέσει ἐπέλεξας, ὅλῃ ψυχῆς ἀσκητά, ὡς καλιὰν σῶν πόνων.
Σεμνυνόμενος πάτερ ἐν Χριστοῦ τῇ ἀγάπῃ ἐπώφθης τέμενος, χρηστότητος καὶ πᾶσι, μειλίχιος ἐφαίνου, ὡς τῆς θείας ἐλλάμψεως, φωτοειδὲς ἀσκητά, πεπληρωμένος ὅλος.
Θεοτοκίον.
Μετανοίας μοι πύλας τῷ ἀχρείῳ σου δούλῳ Παρθένε ἀνοῖξον, καὶ τὰς σωτηριώδεις, ἀνέρχεσθαι βαθμίδας, Ἀγαθὴ μὲ ἀξίωσον, ἀποταγῆς τοῦ Σατάν, δεικνύουσά με βάθρον.

Κάθισμα. Ἦχος πλ. δ´. Τὴν σοφίαν καὶ Λόγον.
Ἀθυμούντων παρακλήσιν κραταιάν, βακτηρίαν γερόντων σωφρονιστήν, νεότητος πρύτανιν, ἀσκουμένων ὑμνήσωμεν, τὸ κλέος θεολόγων, δογμάτων ὑπέρμαχον, ἀζύγων ποδηγέτην, καμνόντων συμπάθειαν, ἄρτον πενομένων, καὶ κραταίωμα πάντων, πιστῶν θεοφρούρητον, ἀριστέα Μακάριον, κράζοντες· Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων, πρέσβευε δωρήσασθαι, τοῖς σὲ ἀπαύστως τιμῶσι, πανόλβιε ἄφεσιν.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τὸν τεχθέντα ὡς βρέφος ἐν Βηθλεέμ, ἐκ Παρθένου πανάγνου ὑπερφυῶς,  καὶ ὅνπερ ἀνύμνησαν, τῶν ἀγγέλων τὰ τάγματα, ἐν τῇ Αὐτοῦ γεννήσει, θαυμάζει ἐρχόμενον, ἐν ῥείθροις Ἰορδάνου, λαβεῖν θεῖον βάπτισμα, ὡς βροτὸν τὸν Κτίστην, ὑφηλίου ἁπάσης, Θεάνθρωπον Κύριον, Ἰωάννης ὁ Πρόδρομος, τρέμων δὲ βοᾶ πρὸς Αὐτόν· πῶς ὁ δοῦλος, Κορυφὴν τὴν ἄχραντον, αὐτοῦ τοῦ Δεσπότου, ἐγγίσαι δυνήσεται.









ᾨδὴ δ´. Σύ μου ἰσχύς.
Μύρον τερπνόν, νήψεως χέεις τοῖς πέρασι, μυροθήκη, ὥσπερ θείου Πνεύματος, ὑπακοῆς γὰρ σὺ ἀκραιφνοῦς, καὶ ἀκτημοσύνης, δειχθεὶς πάτερ ὀσφράδιον, κατηύφρανας χορείας, τῶν ἐν Βατοπεδίῳ, ἀσκουμένων Μακάριε.
σκητικούς, πόνους ἐν Ἄθῳ Μακάριε, καὶ τῇ Πόλει, Βασιλίδι ἤνεγκας, καρτερικῶς κλέϊσμα ὀφθείς, μονοτρόπων θείων, καὶ τὸν σταυρόν σου ἀράμενος, ἐπ᾿ὤμων τὸν ἀγῶνα, τὸν καλὸν ἄχρι τέλους, Παρακλήτου τῷ σθένει τετέλεκας.
Κόσμος λαμπρός, τῆς μυστικῆς ἀναδέδειξαι, ἐν Κυρίῳ, βιοτῆς Μακάριε, μυσταγωγὼν τὰς ψυχὰς ἡμῶν, πρὸς τὰς ἀναβάσεις, τὰς θείας πατέρων ἄγαλμα, ὡς ἀρετῶν ταμεῖον, καὶ ζωῆς τῆς ἀγήρω, μυστιπόλος θεόφρον σοφώτατος.
Θεοτοκίον.
νθος τερπνόν, καὶ θεοφύτευτον Ἄσπιλε, ὠράϊσαν, ἀρετῶν σου πλήθεσι, πᾶσαν τὴν γῆν ἔπλησας ὀσμαῖς, θεϊκαῖς τοὺς πίστει, βοῶντας· Θεογεννήτρια, δυσσώδη ἁμαρτίαν, ἀφ᾿ ἡμῶν πρεσβειῶν σου, ταῖς ἀῤῥήτοις ὀσμαῖς ἀποδίωξον.

ᾨδὴ ε´. Ἵνα τί με ἀπώσω.
άβδος γεγηρακότων, ὅρμος χειμαζόμενων χήρων ἀντίληψις, καὶ τῶν πενομένων, χορτασμὸς ἀνεδείχθης Μακάριε· ὅθεν σὲ τιμῶμεν, καὶ τὴν σεβάσμιόν σου μνήμην, καταστέφομεν ὑμνῶν τοῖς ἄνθεσιν.
λαρὸς τοῖς σοῖς τρόποις, πάτερ καὶ τῇ ὄψει ἐφαίνου μειλίχιος, καὶ ἡδὺς τῷ λόγῳ, τοῖς πρὸς σὲ ἐρχομένοις ἑκάστοτε, νέμων πᾶσι σῶφρον, τῆς συμπαθείας σου τὸ μάνα, καὶ διδάγματα ὄντως σωτηρία.
Οὐρανίων χαρίτων, κύαθε ὁ πᾶσι κιρνῶν ἀγαλλίασιν, δὸς πιεῖν μοι πάτερ, ἐκ τῆς σῆς γεραρὰς ὁσιότητος, καὶ ἀνομιῶν μου, σβέσον τὸν καύσωνα εὐχῶν σου, ταῖς ψεκάσι Μακάριε δέομαι.
Νόμου θείου μελέτη, καὶ πατέρων λόγοις σχολάζων Μακάριε, νουνεχῶς ἡμέρας, καὶ νυκτὸς ὡράθης κατάκαρπον, ξύλον παρ᾿ ὑδάτων, ἐμφυτευθὲν τὰς διεξόδους, τὸ καρπὸν φέρον θείας τῆς γνώσεως.
Θεοτοκίον.
Χαῖρε σκέπη τοῦ κόσμου, κρίνον παρθενίας καὶ ἄνθος σεμνότητος, χαῖρε σωφροσύνης, ἐκμαγεῖον καὶ βάθρον συνέσεως, χαῖρε προστασία, τῶν σοὶ ἀεὶ καταφευγόντων, εὐχαρίστως κραυγάζομεν Δέσποινα.



ᾨδὴ στ´. Τὴν δέησιν.
γχίνοιαν, ἀσκητὰ Μακάριε, χαρακτῆρα εὐπροσήγορον ὄντως, καὶ ἱλαρὸν διαθέτων τοῦ ἤθους, ἐπιεικείας Χριστοῦ ὤφθης στέλεχος, καὶ νοημάτων ὑψηλῶν, φωταυγὲς καὶ λαμπρότατον τέμενος.
ημάτων σου, τῶν σοφῶν Μακάριε, ἀστραπὴ ὡς φωτοφόρος ἡ χάρις, ἀζυμιτῶν κατεφώτισε σκότη, καὶ ὀρθοδόξων καρδίας ἐλάμπρυνε, τῶν ὀδοδείκτην ἀκριβῆ, πρὸς τὸ φῶς σὲ ἐχόντων τὸ ἄδυτον.
κρώρεια, πολιτείας κρείττονος, ἐν μονῇ Βατοπεδιου ἐπώφθης , ἐν ᾗ ὡς πύκτης γενναῖος προσμείνας, ἐνιαυτοὺς ἱκανοὺς τὸ ἀξίωμα· τοῦ πρεσβυτέρου καὶ σοφοῦ, μυστιπόλου Μακάριε εἴληφας.
Λευκάνθεμον, ἀρετῆς Μακάριε, φυτευθὲν ἐν τοῦ Χριστοῦ τῳ λειμῶνι, τοῦ Παντοκράτορος μάνδραν ἐν Πόλει, τῇ Βασιλίδι τὴν οὖσαν πρὶν ἔρημον, ταῖς τῶν ἱδρώτων σου ῥοαῖς, εἰς τερπνότατον κῆπον μετέτρεψας.
Θεοτοκίον.
πείρανδρε, Θεοτόκε Δέσποινα, τῆς σῆς δόξης μεγαλεῖα ὑμνῶν σου,, δαβιτικῶς ἐν ᾠδαῖς ἠδυφθόγοις, ἀναβοῶ σοι· προστάτις τοῦ δούλου σου, καὶ κλῖμαξ πέλεις νοητή, πρὸς Θεόν με ταχὺ ἡ ἀνάγουσα.

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Θεσσαλονίκης τὸν βλαστὸν τὸν θεοφύτευτον, Βατοπεδίου ἀσκητὴν τὸν ὁσιώτατον, καὶ μονῆς τοῦ Παντοκράτορος ἐν τῇ Πόλει, Βυζαντίου προεστῶτα τὸν σοφώτατον, εὐφημήσωμεν ὡς μύστην θείας χάριτος, ἀνακράζοντες· Χαῖρε πάτερ Μακάριε.
Ὁ Οἶκος.
Ἄγγελος ἐν ἀσκήσει, καὶ σοφὸς ἐν τῇ γνώσει, Μακάριε τοῖς πᾶσιν ἐπώφθης· χαμαιζήλους σαρκὸς γὰρ ὁρμάς, παριδὼν ἀγγέλων βιοτὴν ὅσιε, καμάτοις νυχθημέροις σου, ἐπόθησας διὸ βοῶμεν·
Χαῖρε, ἀπαύγασμα τῆς σοφίας·
χαῖρε, φωταύγεια ἐγκρατείας·
Χαῖρε, Ὀρθοδόξων κρηπίς τε καὶ στήριγμα·
χαῖρε, κακοδόξων ἁπάντων τὸ ἥττημα·
Χαῖρε, ὕψος ταπεινώσεως καὶ χρηστότητος κανῶν·
χαῖρε, βάθος θείας γνώσεως καὶ σεμνότητος εἰκών·
Χαῖρε, ὅτι ἐδείχθης τοῦ Χριστοῦ θεῖος θύτης·
χαῖρε, ὅτι ἐπώφθης μονοτρόπων ἀλείπτης·
Χαῖρε, μονῆς πυρσὲ Παντοκράτορος·
χαῖρε, πηγῆς χαρίτων ῥοῦς ἅγιος.
Χαῖρε, πυξὶς ἀσκουμένων τοῦ Ἄθω·
χαῖρε, παγὶς τοῦ ἐχθροῦ τοῦ βεβήλου.
Χαῖρε, πάτερ Μακάριε.

Συναξάριον.
Τῇ Η΄  τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ ὁσίου Μακαρίου τοῦ ἐπιλεγομένου Μακρῆ, τοῦ ἐκ Θεσσαλονίκης ὁρμωμένου, ἐν τῇ μονῇ τοῦ Βατοπεδίου ἀσκήσαντος καὶ ἡγουμένου χρηματίσαντος τῆς ἐν Κωνσταντινουπόλει Μονῆς τοῦ Παντοκράτορος.
Λόγοις καὶ πράξεσι Χριστῷ παιδιόθεν,
ἀσκητὰ εὐηρέστησας Μακάριε.
Ἄθως Μακάριε σῇ ἀγωγῇ χαίρει,
καὶ Βυζάντιον τῶν ἀρετῶν σου πλήθει.
Ὁ ὁσιώτατος πατὴρ ἡμῶν Μακάριος τουπίκλην Μακρῆς πατρίδα ἔσχε τὴν προκαθεζομένην πασῶν τῶν πόλεων τῆς Μακεδονίας, τὴν περίλαμπρον καὶ ἁγιοτόκον Θεσσαλονίκην. Εὐμοιρήσας τυχεῖν παιδείας Ἑλληνικῆς πλήρους κάτοχος ἐγένετο ῥητορικῆς, φιλοσοφίας, ἔτι δὲ γεωμετρίας καὶ ἀστρονομίας. Πόθον ὅμως ἔχων μοναχικῆς πολιτείας παιδιόθεν κατέλιπε πᾶσαν τὴν θύραθεν γνῶσιν καὶ ζηλῶν τὴν θείαν καὶ σωτήριον ᾤκησεν ἐν Ἄθωνι ἐν τῇ ἐκεῖσε μονὴ τοῦ Βατοπεδίου. Ἐνταῦθα διανύσας θεοφίλως τὸ τῆς δοκιμασίας στάδιον ἐκάρη μοναχός· καὶ εἶτα ἐπαξίως προήχθη εἰς τὸν τῆς διακονίας βαθμόν. Προσκληθεὶς μετὰ τοῦ Γέροντος αὐτοῦ εἰς Κωνσταντινούπολιν μετέβη καὶ παρέμεινεν ἐκεῖσε ἐπὶ διετίαν. Ἐπιστρέψας εἷς τὸ Ὄρος τῆς αὐτοῦ μετανοίας εἰργάζετο ἀόκνως τὴν ταπείνωσιν καὶ προσευχήν. Ἐκλεγεὶς ἡγούμενος τῆς ἐν τῇ Βασιλίδι τῶν Πόλεων Μονῆς τοῦ Παντοκράτορος καὶ Μέγας Πρωτοσύγκελλος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας ἐπανῆλθεν εἰς Κωνσταντινούπολιν, ὅπου διεκρίθη διὰ τὴν ἀκάματον ἐργατικότητα καὶ πολλὴν αὐτοῦ συμπάθειαν πρὸς τὸν πλησίον. Ἀποσταλεὶς εἰς Ῥώμην πρὸς θεολογικὸν μετὰ τῶν Λατίνων διάλογον ὑπερημύνθη σθεναρῶς τῶν πατρώων δογμάτων. Ἐκοιμήθη ἐν Κυρίῳ λιπὼν ἄτρωτον τὴν παρακαταθήκην τῆς πίστεως καὶ κατευφράνας τοὺς δήμους τῶν Ὀρθοδόξων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Δομνίκης.
Λιποῦσα τὴν γῆν οὐρανόφρων Δομνίκα,
Εἰς οὐρανοὺς ἀνῆλθεν, ὥσπερ ἠγάπα.
Δομνίκαν ὀγδοάτῃ πότμου λάβε νὺξ ἐρεβεννή.
 Αὕτη ἦν ἐπὶ Θεοδοσίου τοῦ μεγάλου βασιλέως. Παρέτεινε δὲ ἕως Λέοντος καὶ Ζήνωνος. Ὑπῆρχε δὲ ἐκ πόλεως Καρθαγένης τῆς πρὸς Καρχηδόνα. Κατά τινα δὲ οἰκονομίαν, μεθ’ ἑτέρων τεσσάρων παρθένων, ἐν Κωνσταντινουπόλει παρεγένετο. Νεκτάριος δέ, ὁ τηνικαῦτα Ἀρχιεπίσκοπος, ἐξ ἀποκαλύψεως θείας, αὐτὰς ἐδέξατο, καὶ τοῦ Ἁγίου Βαπτίσματος κατηξίωσεν. Ὑπελθοῦσα δὲ τὸν μονήρη βίον ἡ Ὁσία, καὶ ἀνδρικοῖς πόνοις ἐγγυμνασμένη, εἰς ἄκρον προελθοῦσα ἀσκήσεως, καὶ θαύματα ἐνεργεῖν καταξιωθεῖσα, καὶ περὶ τῶν ἐσομένων πολλοῖς προθεσπίσασα, πρὸς Κύριον ἐξεδήμησε.







Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γεωργίου τοῦ Χοζεβίτου.
Σὺν δάκρυσι σπείραντι τῷ Γεωργίῳ,
Καιρὸς θερίζειν ἐστὶ σὺν εὐθυμίᾳ.
Οὗτος, ἀφήσας πατρίδα καὶ γένος καὶ ὄλην τὴν τοῦ κόσμου προσπάθειαν, ὑπῆγεν εἰς τὰ Ἱεροσόλυμα, διὰ νὰ προσκυνήσῃ τὸν Ζωοδόχον Τάφον τοῦ Σωτῆρος ἠμῶν Ἰησοῦ Χριστοῦ. Ἀφ’ οὗ δὲ ἐπροσκύνησεν ὅλους τοὺς πέριξ τῆς Ἱερουσαλὴμ ἱεροὺς καὶ ἁγίους, καὶ πολλοῦ θαύματος γέμοντας τόπους, καὶ ἀφ’ οὗ ἀπήλαυσε τὴν τούτων ἁγιότητα καὶ χάριν, ὕστερον φέρων ἔδωκε τὸν ἑαυτόν του εἰς τὸ μοναστήριον τὸ οὕτως ὀνομαζόμενον τοῦ Χοζεβᾶ, ἀπὸ τὸ ὁποῖον ὠνομάσθη καὶ Χοζεβίτης, καὶ γενόμενος μοναχός, συνηριθμήθη μὲ τοὺς ἐκεῖ πατέρας καὶ ἀδελφούς. Τόσον δὲ ἀνδρεῖος καὶ πρόθυμος ἐφάνη ἀπὸ τὴν ἀρχὴν ὁ ἀοίδιμος εἰς πάντα πόνον καὶ σκληραγωγίαν ἀσκητικήν, ὥστε ἐμιμεῖτο τὸν δι’ ἡμᾶς κατὰ σάρκα νεκρωθέντα Χριστὸν τὸν Θεόν, καὶ ἐσπούδαζε νὰ συννεκρωθῇ μὲ αὐτὸν καὶ συσταυρωθῇ διὰ τῆς ἀπαθείας ὡς ἂν ἦτο ἄσαρκος, ὅθεν ἐξέπληττεν ὅλους καὶ παρεκίνει αὐτοὺς πρὸς τὸν ζῆλον καὶ μίμησιν τῆς ὑπερφυσικῆς αὐτοῦ ἀνδρείας καὶ γενναιότητος. Φθάσας λοιπὸν εἰς τὸ ἄκρον τῆς ἀπαθείας, ἐφάνη γεμάτος ἀπὸ τὴν χάριν τοῦ παναγίου Πνεύματος, ὅθεν ἔβαλε τὸν ἑαυτόν του ὡς στήλην ἔμψυχον καὶ εἰκόνα πάσης ἀρετῆς ἔμπροσθεν εἰς τοὺς ἀδελφοὺς τοῦ μοναστηρίου του καὶ εἰς ὅλους τοὺς ἄλλους, καὶ μέχρι τέλους δὲν συγκατέβη ὁ τρισόλβιος ἀπὸ τὴν ἀκρίβειαν τῆς ἀσκήσεως. Διὰ τοῦτο καὶ εὗρεν ἀνάπαυσιν ἀπὸ τοὺς πολλούς του ἀγῶνας καὶ κόπους, ἐκδημήσας πρὸς τὸν ποθούμενον Θεόν, διὰ νὰ ἀπολαμβάνῃ καθαρώτερον καὶ ἐναργέστερον σὺν τοῖς Ἀγγέλοις τὴν ἐκ τῆς Ἁγίας Τριάδος ἐπεμπομένην ἔλλαμψιν καὶ μακαριότητα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰουλιανοῦ καὶ Βασιλίσσης καὶ τῶν σὺν αὐτοῖς Κελσίου καὶ Ἀντωνίου.
Ἰουλιανῷ πολλὰ καὶ Βασιλίσσῃ,
Ἔπαθλα κεῖνται, κειμένοις ἐκ τοῦ ξίφους.
Τέμνει κεφαλὴν τὸ ξίφος τὴν Κελσίου,
Καὶ σὺν κεφαλῇ τῇ δε τὴν Ἀντωνίου.
Ὁ Ἅγιος Μάρτυς Ἰουλιανός, κατὰ τοὺς χρόνους ἦν Διοκλητιανοῦ καὶ Μαρκιανοῦ ἡγεμόνος ἐν Ἀντινόου πόλει τῆς Αἰγύπτου. Ὃς τὴν νομίμως αὐτῷ συναφθεῖσαν γυναῖκα, Βασίλισσαν ὀνόματι, ἔπεισεν ἐν ἁγνείᾳ διαμένειν· ἧν ἐν Μοναστηρίῳ γυναικῶν ἀποκείρας, καὶ αὐτὸς ἐν ἑτέρῳ ἐμόνασε, καὶ ἡγεῖτο ἀνδρῶν ὡσεὶ χιλιάδων δώδεκα. Κατασχεθεὶς δέ, καὶ τὸν Χριστὸν μὴ ἀρνησάμενος, ἀλλὰ μυκτηρίσας τὰ εἴδωλα, εἰς θυμὸν καὶ ὀργὴν τὸν ἡγεμόνα κινεῖ, ὃς παραυτίκα τὸ Μοναστήριον πυρπολεῖ, ἐν ᾧ καὶ ἐνεπρήσθησαν πάντες οἱ ἐκεῖσε προσφυγόντες ἐπίσκοποι καὶ ἱερεῖς καὶ λοιποὶ κληρικοὶ τῆς χώρας. Καὶ οὕτως ἐπληρώθη αὐτῶν ἡ μαρτυρία.
Ὁ δὲ Ἅγιος Ἰουλιανός, ἁπλωθεὶς ἐπ’ ἐδάφους, τύπτεται. Καὶ σιδηροῖς δεσμοῖς ἐνειληθείς, συντρίβεται τὰ ὀστᾶ, ὅτε καὶ εἷς τῶν ὑπηρετῶν ἐκκοπεὶς τὸν ὀφθαλμόν, πιστεύσας, καὶ ἰαθεὶς παρὰ τοῦ Μάρτυρος, τὴν κεφαλὴν ἀφαιρείται. Καὶ Κέλσιος, ὁ τοῦ ἡγεμόνος παῖς, μετὰ εἴκοσι στρατιωτῶν, ἐπίστευσεν εἰς τὸν Χριστόν, ἐπειδὴ νεκρὸν ἀναστάντα εἶδον διὰ προσευχῆς τοῦ Ἁγίου. Διὰ τοῦτο, κελεύσει τοῦ ἡγεμόνος, πρῶτον μὲν φρουρεῖται, εἶτα ἐν λέβησι πεπυρωμένοις ῥίπτεται, ἅμα καὶ τοῖς ἑπτὰ υἱοῖς τοῦ ἄρχοντος, ἤδη πιστεύσασι, καὶ τῷ πρεσβυτέρῳ Ἀντωνίῳ καὶ τῷ ἐκ νεκρῶν ἀναστάντι, Ἀναστασίῳ. Ἐπεὶ δὲ ἀβλαβεῖς ἐξῆλθον χάριτι Χριστοῦ, πολλοὶ ἐπίστευσαν ἅμα σὺν τῇ μητρὶ Κελσίου.
Παραστάντων δὲ τῶν Ἁγίων ἐνώπιον τοῦ ἡγεμόνος, αὐτίκα διὰ προσευχῆς αὐτῶν, τὰ ἐν τῷ ναῷ εἴδωλα συνετρίβησαν, καὶ ὀ ναὸς ὑποβρύχιος γέγονεν. Ἀχθέντες δὲ οἱ Ἅγιοι, φακέλοις παπύρων, διαβρόχων ἐλαίῳ, τὰ ἄκρα τῶν χειρῶν καὶ τῶν ποδῶν προσδεθέντες, ἀνήφθησαν. Ἐπεὶ δὲ οὐκ ἐλυμήνατο αὐτοὺς τὸ πῦρ, τοῦ μὲν Ἁγίου Ἰουλιανοῦ, καὶ τοῦ παιδὸς Κελσίου, τὸ δέρμα τῆς κεφαλῆς ἀπέσυραν. Τοὺς δὲ ὀφθαλμοὺς τοῦ πρεσβυτέρου Ἀντωνίου ὀγκίνοις ἐξώρυξαν. Τὴν δὲ μητέρα Κελσίου ἀπῃώρησαν. Μετὰ δὲ ταῦτα, θηρίοις τοὺς Ἁγίους παρέδωκαν, ἀφ’ ὧν οἱ μακάριοι ἀπήμαντοι διαφυλαχθέντες, ξίφει τὰς κεφαλὰς ἀπετμήθησαν.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ διὰ τοῦ Ἁγίου Ἰουλιανοῦ πιστεύσαντες τῷ Χριστῷ ἄνδρες, ξίφει τελειοῦνται.
Χρισσοῦ συνέντες ἄνδρες ἀληθὲς σέβας,
Προὔδωκαν εἰς θάνατον αὐτοὺς ἐμφρόνως.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ διὰ τοῦ Ἁγίου Ἰουλιανοῦ πιστεύσασα γυνὴ τοῦ ἡγεμόνος, ξίφει τελειοῦται.
Χριστοῦ πόθῳ τρωθεῖσα μήτηρ Κελσίου,
ἀνδρὸς κατεφρόνησε καὶ τῶν βασάνων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Κύρου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Τελεῖται δὲ ἡ αὐτοῦ Σύναξις ἐν τῇ σεβασμίᾳ Μονῇ τῆς Χώρας, καὶ ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ ἐν ἡμέρᾳ Κυριακῇ.
Ὁ σὴν μελίζων σάρκα Κῦρος Χριστέ μου,
Σαρκὸς διαστάς, σῷ παρίσταται θρόνῳ.
Ὁ Κῦρος οὗτος ἦτον ἐπὶ Κωνσταντίνου τοῦ Κοπρωνύμου καὶ εἰκονομάχου, τοῦ βασιλεύσαντος ἐν ἔτει ψμα΄ (741)· ἐπατριάρχευσε δὲ χρόνους ἕξ, κατὰ τὸν Μελέτιον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Καρτερίου.
Πάλαιε Καρτέριε πρὸς πῦρ καὶ δόρυ,
Τὸ καρτερόν σου πρὸς πάλας δεικνὺς δύω.
Οὗτος ὑπῆρχεν ἐπὶ Διοκλητιανοῦ καὶ Οὐρβανοῦ ἡγεμόνος Καισαρείας τῆς Καππαδοκίας, ἱερεὺς καὶ διδάσκαλος τῶν χριστιανῶν. Οἶκον δὲ εὐκτήριον δειμάμενος, καὶ πολλὰ πλήθη τῶν χριστιανῶν συναγαγών, ἐδίδασκε μόνον σέβεσθαι τὸν Χριστόν, Θεὸν ὄντα ἀληθινόν, καὶ πλὴν αὐτοῦ μὴ εἰδέναι ἕτερον. Διαβληθεὶς οὖν ἐπὶ τοῦ ἡγεμόνος ἀπέκρυψεν ἑαυτόν· ὁ δὲ Κύριος ἐπιφαίνεται αὐτῷ, καί φησιν· Ἄπελθε Καρτέριε, καὶ ἐμφάνισον σεαυτὸν τοῖς ζητοῦσί σε, ἐγὼ δὲ ἔσομαι μετὰ σοῦ· δεῖ γάρ σε πολλὰ παθεῖν ὑπὲρ τοῦ ὀνόματός μου, καὶ πολλοὶ διὰ σοῦ πιστεύσαντες σωθήσονται. Ὁ δὲ Ἅγιος χαρᾶς πλησθείς, καὶ εὐχαριστίαν τῷ Θεῷ ἀναπέμψας, ἑαυτὸν κατεμήνυσε.  Καὶ πρῶτον μὲν τῇ εἱρκτῇ ἐγκλείεται, ἔπειτα παραστὰς τῷ ἡγεμόνι, ἐκελεύετο ἐπιθύειν τῷ Σαράπιδι. Ὁ δὲ δι’ εὐχῆς τοῦτον καταβαλών, ὑπὸ ἑκκαίδεκα στρατιωτῶν βάκλοις τύπτεται, ἑτέρων τεσσάρων δημίων ἐπικειμένων αὐτῷ. Εἶτα κρεμᾶται ἐπὶ ξύλου, καὶ ξύρῳ τοὺς ὄνυχας τῶν χειρῶν καὶ τῶν ποδῶν ἀφαιρεῖται, καὶ σιδηροῖς ὄνυξιν ἅπαν καταξαίνεται τὸ σῶμα. Αὐτὸς δέ, δι’ ἐπιφανείας Ἀγγέλου, ὑπεράνω τῶν βασάνων γενόμενος, ὑγιὴς ἀποκατέστη. Ἀλλὰ καὶ πάλιν, κελεύσει τοῦ ἡγεμόνος κατενεχθείς, τρυπᾶται σιδήρῳ τοὺς ἀστραγάλους, καὶ ὕννιν πεπυρωμένην δέχεται κατὰ τοῦ στήθους. Μετὰ τοῦτο κελεύεται καθεσθῆναι ἐν τηγάνῳ σιδηρῷ, λίαν ἐκπυρωθέντι, καὶ σούβλαις πεπυρωμέναις τοὺς πόδας διατρυπηθῆναι, καὶ τῇ εἱρκτῇ ἐναποῤῥιφῆναι. Ὀψίας δὲ γενομένης, φανεὶς πάλιν ὁ Σωτήρ, ἀπαλλάττει αὐτὸν τῶν δεσμῶν, καὶ ἀνακτᾶται, καὶ τῶν θυρῶν τῆς φυλακῆς ἔξωθεν ἀγαγών, ἵστησι. Διὸ καὶ πολλοὶ τῶν θεασαμένων αὐτὸν ὑγιῆ, φοιτῶντες πρὸς αὐτὸν, ἐβαπτίζοντο, καὶ νοσημάτων ὧν εἶχον, ἀπηλάττοντο. Μετὰ ταῦτα πάλιν ἐξαρτᾶται λίθοις μεγίστοις τὰς χεῖρας καὶ τοὺς πόδας, καὶ τὴν γαστέρα τύπτεται βάκλοις, καὶ λαμπάσι κατακαίεται, ἐπιῤῥαινομένοις τέαφον καὶ πίσσαν, κατὰ τὰς πληγὰς διερχόμενα. Καὶ αὖθις μόλυβδον καχλάζοντα κατὰ τοῦ στόματος δέχεται. Καὶ κασίδα σφοδρῶς πυρωθεῖσαν, τῇ κεφαλῇ ἐπιδέχεται. Τὸ δὲ τελευταῖον, πυρὶ ἐμβάλλεται, ὕμνοις εὐχαριστίας τῷ Θεῷ ἀναπέμπων, ἐξ οὗ καὶ ἀλώβητος διέμεινεν. Ἰουδαῖος δέ τις τῶν παρεστώτων, λίαν μανείς, καὶ δόρυ σπασάμενος καὶ κατὰ τῆς τοῦ Ἁγίου πλευρᾶς διελάσας, τὸν θάνατον αὐτῷ ἐπηνέγκατο. Καὶ πρῶτον μέν, ἐξῆλθεν ὕδωρ πολύ, ὡς καὶ αὐτὴν σβεσθῆναι τὴν κάμινον, ὕστερον δέ, αἵματος ἐξελθόντος, τὴν ψυχὴν ἀφῆκεν εἰς χεῖρας ζῶντος Θεοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀττικός, Πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται.
Ὅλην ὑπερβὰς τὴν ὕλην τοῦ σαρκίου,
Ἥκεις ὅλος νοῦς Ἀττικὲ πρὸς τοὺς Νόας.
Οὗτος ἔγινε Πατριάρχης Κωνσταντινουπόλεως κατὰ τοὺς χρόνους Ἀρκαδίου τοῦ βασιλέως ἐν ἔτει τυε΄ (395) μετὰ τὸν Ἀρσάκιον, κατήγετο δὲ ἀπὸ τὴν Σεβάστειαν τῆς Ἀρμενίας, ἄνθρωπος εὐλαβής, καὶ τὸν βίον ἀσκητικός, καὶ μετρίως πεπαιδευμένος· ἐκυβέρνησε δὲ αὐτὸς τὴν Ἐκκλησίαν χρόνους εἴκοσι. Σημείωσαι, ὅτι Κελεστῖνος ὁ Πάπας, ἐν τῇ πρὸς τοὺς Κωνσταντινουπολίτας ἐπιστολῇ τὸν Ἀττικὸν τοῦτον ὀνομάζει διδάσκαλον τῆς καθολικῆς πίστεως

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοφίλου Διακόνου καὶ Ἐλλαδίου λαϊκοῦ.
Πῦρ ζεῦγος ἀνδρῶν ἐν μεταφρένοις φέρει,
Ἐπισκιωθὲν τοῦ Θεοῦ μεταφρένοις.
Οὗτοι ὑπῆρχον Λίβυες. Διὰ δὲ τὴν εἰς Χριστὸν ὁμολογίαν συσχεθέντες, ἤχθησαν τῷ ἀνθυπάτῳ. Καὶ ἐπιμείναντες τῇ πίστει, ξέονται σφοδρῶς. Εἶτα δεθέντες χεῖρας καὶ πόδας, πυρὶ καὶ σιδήρῳ κατὰ τῶν μεταφρένων κατακαίονται, καὶ ὀστράκοις ὀξέσι κατακεντοῦνται. Ἐπὶ πολὺ δὲ τῆς βασάνου παραταθείσης, ἀπέδωκαν τὰς ψυχὰς τῷ Κυρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Προφήτης Σαμέας ὁ Ἐλαμίτης, ἐν εἰρήνῃ τελειοῦται.
Ἐν γῇ τὸ μέλλον οὐκ ἔτι χρᾷ Σαμέας,
Ἄνω γὰρ οὗτος ὁ προφητικὸς τρίπους.
Οὗτος, εἶχε καὶ βιβλίον προφητικόν· ἀλλὰ τώρα οὐχ εὑρίσκεται, καὶ μαρτυρεῖ τοῦτο ἡ θεία Γραφή, λέγουσα περὶ τοῦ βασιλέως Ῥοβοάμ: Καὶ λόγοι Ῥοβοὰμ οἱ πρῶτοι καὶ ἔσχατοι, οὐκ ἰδοὺ γεγραμμένοι ἐν τοῖς λόγοις Σαμέου τοῦ προφήτου, καὶ Ἀδδὼ τοῦ ὁρῶντος καὶ πράξεις αὐτοῦ; (Β΄ Παραλειπομένων, κβ΄ 15.) Οὗτος ὁ προφήτης ἐμπόδισε τὸν Ῥοβοὰμ υἱὸν Σολομῶντος ὅτε ἡτοιμάζετο νὰ συγκροτήσῃ πόλεμον κατὰ τῶν δέκα φυλῶν τοῦ Ἰσραήλ, διότι ἀπεστάτησαν μὲν ἀπὸ αὐτόν, ὑπῆγον δὲ μὲ τὸν Ἱεροβοὰμ τὸν δοῦλον τοῦ Σολομῶντος εἰς τὴν Σαμάρειαν· ὅθεν καὶ κατέπαυσε τὸν κατ’ ἐκείνων πόλεμον, καθὼς εἶναι γεγραμμένον εἰς τὴν Γ΄ τῶν Βασιλειῶν, ἐν κεφαλαίῳ ΙΒ΄.








Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀγάθων ἐν εἰρήνῃ τελειοῦται.
Ὡς ἠγαθύνθην Ἀγάθων τὴν Καρδίαν,
Εἰρηνικοῦ σοῦ καὶ μόνου μνησθεὶς τέλους.
Περὶ τοῦ Ὁσίου τούτου γράφεται ἐν τῷ Γεροντικῷ, ὅτι ἀκούοντες τινές, ὅτι ἔχει μεγάλην διάκρισιν, ἠθέλησαν νὰ τὸν δοκιμάσωσιν ἐὰν ὀργίζεται. Ὅθεν εἶπον αὐτῷ: Σὺ εἶσαι ὁ Ἀγάθων; ἀκούομεν ὅτι εἶσαι πόρνος καὶ ὑπερήφανος. Ὁ δὲ Ὅσιος εἶπε: Ναί, οὕτως ἔχει ἡ άλήθεια. Πάλιν εἶπον: Σὺ εἶσαι ὁ Ἀγάθων ὁ φλύαρος καὶ κατάλαλος; Ὁ Ὅσιος ἀπεκρίθη: Ναί, ἐγὼ εἶμαι. Οἱ δέ, πάλιν εἶπον: Σὺ εἶ Ἀγάθων ὁ αἱρετικός; Ὁ Ὅσιος ἀπεκρίθη: Οὐκ εἰμὶ αἱρετικός. Ἐκεῖνοι δὲ παρεκάλεσαν αὐτὸν λέγοντες: Διατί τὰ μὲν ἄλλας ὕβρεις ἐδέχθης, ταύτην δὲ οὐκ ἐβάστασας; Ἀπεκρίθη ὁ γέρων: Ἐκείνας μὲν ἐδέχθη, διότι εἶναι ὄφελος εἰς τὴν ψυχήν μου, τὸ δὲ αἱρετικὸς χωρισμός ἐστιν ἀπὸ τοῦ Θεοῦ, καὶ διὰ τοῦτο δὲν τὸ ἐδέχθην. Οἱ δὲ ἀκούσαντες ἐθαύμασαν τὴν διάκρισίν του. 
Οὗτος ὁ Ὅσιος ἔφθασεν εἰς τὴν τελείαν ἀγάπην, καὶ διὰ τοῦτο εἶπε τὸ ἀξιομνημόνευτον τοῦτο λόγιον: Ἤθελον νὰ εὕρω ἕνα λώβον, καὶ ἐγὼ μὲν νὰ λάβω τὸ λωβὸν σῶμά του, εἰς αὐτὸν δὲ νὰ δώσω τὸ ἰδικόν μου ὑγιεινόν.
Ὁ Ὅσιος οὗτος εὗρεν εἰς τὴν ἀγορὰν ἕνα ξένον ἐῤῥιμένον ἀσθενῆ καὶ ἀνεπιμέλητον. Ὅθεν ἐνοικίασεν οἰκίαν καὶ ἐπεσκέφθη τὸν ἀσθενῆ ἕξ μῆνας, ἕως οὗ ἔγινεν ὑγιῆς.
Ἐρωτηθεὶς ὁ Ἀγάθων παρά τινος θέλοντος οἰκῆσαι μετὰ ἀδελφῶν, ἀπεκρίθη: Ὡς ἐν τῇ πρώτῃ ἡμέρᾳ, ἐν ᾗ εἰσῆλθες κατοικῆσαι μετ’ αὐτῶν, οὕτω φύλαξον τὴν ξενιτείαν σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, ἵνα μὴ παῤῥησιάσῃ μετ’ αὐτῶν. Ἡ γὰρ παῤῥησία ἔοικε καύσωνι μεγάλῳ, ὃς ὅταν γέννηται, πάντες φεύγουσιν ἀπὸ προσώπου αὐτοῦ, καὶ τῶν δένδρων τὸν καρπὸν διαφθείρει. Ἠρώτησε δὲ αὐτὸν ὁ Ἀββᾶς Μακάριος: Τόσον κακὴ εἶναι ἡ παῤῥησία; Ἀπεκρίθη ὁ Ἀγάθων: Οὐκ ἔστιν ἕτερον πάθος χαλεπώτερον τῆς παῤῥησίας, γεννήτρια γάρ ἔστι πάντων τῶν παθῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σεβερίνου, φωτιστοῦ τῆς Αὐστρίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοδώρου, κτήτορος καὶ ἡγουμένου τῆς Μονῆς τῆς Χώρας ἐν Κωνσταντινουπόλει.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἡσαΐα τοῦ ἐν Βάλαμῳ Φιλανδίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παϊσίου τοῦ Οὔγκλιχ ἐν Ῥωσσίᾳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γρηγορίου τοῦ Ἐγκλείστου, τῆς Μονῆς τοῦ Ὁσίου Θεοδοσίου τῆς Μεγάλης Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου.






Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Κυράννης, τῆς ἐξ Ὄσσης τῆς Θεσσαλονίκης καταγομένης, ἀθλησάσης δὲ ἐν ἔτει 1751.
Κυράννα παθῶν καὶ βασάνων κυρία
Φανεῖσ' ἀπῆλθε πρὸς Κύριον κυρίων
Αὕτη ἡ πάγκαλος τοῦ Σωτῆρος νύμφη, ἡ κυριώνυμος φερωνύμως Κυράννα, κατήγετο ἔκ τινος χωρίου, ὅ πάλαι μὲν ἐκέκλητο Ἀββυσώκα, νῦν δὲ ὠνόμασται Ὄσσα, ἐγγύς που τῆς Θεσσαλονικέων πόλεως κειμένου. Προῆλθεν ἐξ εὐσεβῶν καὶ φοβουμένων τὸν Κύριον γονέων, καὶ ἦν ἐν ἔτει, αψνα΄ (1751), οὗσα πάνυ κατὰ τὴν ὄψιν ὡραία, πολλῷ δὲ μᾶλλον ὡραιοτέρα κατὰ ψυχήν, παρθενίᾳ φαιδρυνομένη καὶ καταλλήλῳ βίῳ ἐν ἤθεσι καὶ τρόποις σεμνοῖς, διαπρέπουσα. Οὕτω διῆγεν ἡ κόρη· ἀλλ' ὁ ἀεὶ φθονῶν τοῖς καλοῖς ἀρχέκακος ὄφις, βασκάνῳ ὀφθαλμῷ καὶ ὀλεθρίῳ ροπῇ ἐπῆλθεν αὐτῇ· ἀμηχάνως γὰρ ἔχων πρὸς τὸ μολύνειν αὐτὴν ἐκτόποις ἐννοίαις, καὶ φθοροποιοῖς λογισμοῖς ἀφορῶσαν ἀτενῶς τῇ καθαρότητι τῆς οὐρανίου κοινωνίας, ὑποδὺς Ἀγαρηνόν τινα, ὅς τῇ ἰδίᾳ διαλέκτῳ Γενίτσαρος κέκληται, (οὗτος γὰρ ἐξισωτὴς ἐτύγχανεν ἐν τῇ πατρίδι τῆς ἁγίας), καὶ ὅς ἐμπαθεῖ ἁλοὺς ἔρωτι, ἐπειρᾶτο ποικίλοις τρόποις ὑπαγαγεῖν τήν παρθένον τῇ ἑαυτοῦ ἐπιθυμίᾳ· ἀλλ' ἡ μακαρία οὐδόλως προσέχουσα τοῖς τοῦ δυσσεβοῦς λόγοις, ἵστατο ἀτρέμα καὶ ἀκλόνητος, παρ᾽ οὐδὲν ἡγουμένη ἐπαγγελίας καὶ ἀπειλὰς καὶ κολακείας, τῆς μεστῆς θανατηφόρου ἰοῦ γλώσσης τοῦ ἀντικειμένου καταφρονοῦσα βασάνων καὶ ἐπαπειλουμένου θανάτου. Ἀποτυχὼν τοῦ σκοποῦ ὁ μιαρός, ὑπερζέσας τῷ θυμῷ σὺν ἑτέροις ὁμοφύλοις Γενιτσάροις ὡς θῆρες ἁρπάσαντες τὴν μακαρίαν παρθένον, ἤγαγον τῷ τῆς Θεσσαλονίκης κριτῇ, ψευδῶς καταμαρτυροῦντες ὡς ὅτι ὑπέσχετο ἀρνηθῆναι τὴν ἑαυτῆς εἰς Χριστὸν πίστιν, καὶ ἐλθεῖν μετ' αὐτοῦ εἰς γάμου κοινωνίαν· οἱ δὲ τεκόντες ἠκολούθουν τῇ κόρῃ, ἀλλ' ἐσύστερον δειλίᾳ ληφθέντες, ἐκρύβησαν ἐκεῖ που. Τότε δὴ τότε πάντες οἱ ὧδε Ἀγαρηνοὶ παντοίας μηχανὰς καὶ τρόπους μετῆλθον, καὶ δαψιλεῖς ἐπαγγελίας καὶ δωρεὰς ἐπηγγείλαντο τῇ κόρῃ· Ἀλλ' ἡ μακαρία Κυράννα ἵστατο ἀπτόητος καὶ ἀπερίτρεπτος, ἐν οὐρανίῳ φρονήματι καὶ ἑδραίᾳ ψυχικῇ παραστάσει, μηδὲν ὑφορωμένη, ἕνα δὲ μόνον λόγον ἀναφωνοῦσα: χριστιανή εἰμι καὶ ἔσομαι, γνῶτε ὦ παράνομοι, καὶ νυμφίον κέκτημαι τὸν ἐμὸν Κύριον καὶ Θεὸν ἡμῶν Ἰησοῦν Χριστόν, ᾧ καὶ ὡς προῖκα καὶ φερνὴν προσφέρω τὴν παρθενίαν μου· αὐτὸν ἐκ νεότητος ἐπόθησα καὶ ποθῶ, οὗ δι' ἀγάπην ἑτοίμως ἔχω καὶ τὸν ἐμὸν ἐκχέαι αἷμα, ὡς ἄν τούτου ἐν μεθέξει καθαρώτερον καὶ τελειώτερον γένωμαι. Εἶπον οὗν ὑμῖν, τί ἔτι μέλλετε; ἐγὼ γὰρ αὐτὴ εἰμι καὶ ἔσομαι ἐσαεὶ ἐν τῇ χάριτι τοῦ ἐμοῦ νυμφίου καὶ Σωτῆρος Χριστοῦ. Ταῦτα εἰποῦσα ἵστατο ἐφεξῆς σιωπῶσα, καὶ μηδεμίαν ἀπόκρισιν τοῖς δυσσεβέσι διδοῦσα, ἀλλ' ἐν πολλῇ εὐσχημοσύνῃ καὶ σεμνότητι κλίνουσα τὴν κεφαλὴν προσηύχετο νοερῶς τῷ ἑαυτῆς νυμφίῳ Χριστῷ· ἵνα ταύτην κραταιώσῃ ἐν τῷ προκειμένῳ ἀγῶνι ἄχρι τέλους. Ἐν ἐκείνη τῇ ὥρᾳ πεπλήρωται ἡ καρδία αὐτῆς θείας ἀγαλλιάσεως, ἀρρήτῳ ἐνεργείᾳ τοῦ Ἁγίου Πνεύματος, καὶ χαρᾶς οὐρανίου, καὶ φανταζομένη νοερῶς τὸν ὡραῖον κάλλει παρὰ πάντας γλυκύτατον Σωτῆρα Χριστόν, ἐφαίνετο ὡς ἐν Παραδείσῳ περινοστοῦσα, καὶ ἐν λήθῃ θεμένη τὰ τῆς παρούσης σφαλλομένης ζωῆς, ἐν πολλῇ ἐφέσει ἐπεθύμει διὰ τάχους ὑπὲρ Χριστοῦ θανεῖν, ἵνα σὺν αὐτῷ ζήσῃ αἰώνια. Γνόντες οὖν οἱ Ἀγαρηνοὶ τὴν ἐν τῷ προσώπῳ αὐτῆς ἐπιλάμπουσαν φαιδρότητα, ἐκχυθεῖσαν ἐκ τῶν ταμείων τῆς ψυχῆς τῆς μακαρίας, ἔτι δὲ, καὶ τὸ ἀμετάθετον τῆς γνώμης, ἔθεντο ἐν εἱρκτῇ, περισχόντες αὐτὴν τιμωρητικοῖς σιδήροις καὶ κλοιοῖς· ὁ δὲ δυσσεβὴς ἐκεῖνος Γενίτσαρος, ἐπὶ πλεῖον τοῦ σατανικοῦ φίλτρου τιτρωσκόμενος βέλεσιν, ἀδεοῦς εἰσόδου τυχών, χορηγίᾳ ὁμοφύλου αὐτοῦ ἐξέχοντος, εἰσήρχετο ὁσῶραι ἐλευθέρως τῷ δεσμωτηρίῳ καὶ πλείστας θλίψεις καὶ κακώσεις ἐπέφερε τῇ ἀθληφόρῳ, ἔσθ' ὅτε καὶ ἑτέρους ἐπαγόμενος σύμφρονας, πρὸς πλείονα ταλαιπωρίαν τῆς μάρτυρος. Ἀλλ’ αὕτη τῷ θείῳ κάλλει νοερῶς ἐνατενίζουσα, οὐδόλως προσεῖχε τοῖς τούτων ψυχοφθόροις ῥήμασι, κάτω νεύουσα τὴν κεφαλήν, καὶ ἐν σιῳπῆ ἐπικαλουμένη τὸ ὄνομα Κυρίου. Οἱ δὲ ἀσεβεῖς τύραννοι πρῶτον ταῖς κολακείαις ἐθώπευον τὴν μάρτυρα, εἶτα ἀπειλαῖς καὶ τιμωρίαις καὶ θυμῷ ἔβαλλον καὶ ὁ μὲν ἔπαιε ξύλῳ ὁ δὲ μαχαίρᾳ, ἕτερος λακτίσμασι, καὶ ἄλλος πυγμαῖς καὶ οὕτως ἀπεχώρουν, ἡμιθανῆ καταλείποντες αὐτήν. Καὶ ταῦτα διεπράττοντο ἐν ἡμέραις· ταῖς νυξὶν ὁ δεσμοφύλαξ ἐκ τῶν μασχαλῶν αἰώρει ταύτην, ἁλύσεσι σιδηραῖς τὰς χεῖρας ἔχουσαν δεδεμένας, καὶ ἐν πολλῇ ἀπηνείᾳ ἔτυπτε καὶ ἔδερεν αὐτήν, ἕως οὗ ἔκαμνε τύπτων, οὕτω δὲ ἀνηρτημένην, καὶ τῷ κρύει καὶ ψύχει, ἐν χειμερίῳ ὥρᾳ ἐκτεθειμένην, ἐγκαταλείπων ἀπεχώρει. Εἷς δέ τις Χριστιανός, ὁρῶν ταῦτα, καὶ ἐν ἠρέμῳ ἤδη καταστάσει τελοῦντι τῷ τὰ τοιαῦτα κακουργοῦντι δεσμοφύλακι, προσήρχετο τούτῳ καὶ ῥήμασι παρακλητικοῖς, ἐπιτροπῆς τυγχάνων, ἔλυε τὴν ἁγίαν τῶν δεσμῶν, ἥτις ἐν ἀτρέπτῳ ὑπομονῇ καὶ ἡσυχίᾳ καὶ σιωπῇ, ἐφαίνετο ὑπεράνω τῶν δεινῶν, ὡς ἄλλη πάσχουσα, καὶ ὅλῳ τῷ νῷ προσεῖχε ταῖς οὐρανίαις ἀπολαύσεσι. Τῷ τότε καιρῷ ἦσαν τῷ δεσμωτηρίῳ συγκάθειρκτοι Χριστιανοί τινες σὺν Ἑβραίοις καὶ Ὀθωμανοῖς, ἐκτίοντες ποινὰς δι' ἐπιμέμπτους πράξεις, οἵτινες θεώμενοι ταῦτα, οἴκτῳ πολλῷ κινούμενοι, ἤλεγχον τὸν δεσμοφύλακα ὡς ἀπηνῆ καὶ ἀλιτήριον, τιμωροῦντα οὕτω σκληρῶς ἀθώαν γυναῖκα. Σὺν τούτοις καὶ ὁ ῥηθεὶς Χριστιανὸς οὐκ ἐπαύσατο ἐν πολλῇ πραΰτητι καὶ λόγοις συμπαθείας, ὑπομιμνήσκων τούτῳ,τὰ τῆς ἀδεκάτου κρίσεως τοῦ Θεοῦ, ὡς ἂν ἀποστῇ τῆς πρὸς τὴν μάρτυρα θηριωδίας. Ἀλλ' οὗτος Προφητικῶς φάναι, ὡσεὶ ἀσπὶς κωφή, καὶ βύουσα τὰ ὦτα αὐτῆς μηδόλως προσέχων, ἐπὶ πλεῖον ἐσκληρύνετο, καὶ πλείοσι τιμωρίαις ἠκίζετο τὴν παρθένον· ἣ θείῳ δυναμουμένη ἔρωτι, καὶ πόθῳ τρεφομένη θεϊκῷ, οὔτε Γενιτσάρων θυμὸν ἐπτοεῖτο, οὔτε ὁμοπίστων Χριστιανῶν παρακλήσεσιν ἐκάμπτετο, παρακαλούντων ταύτην ἵνα γεύσηται βρώσεως, ἐπεὶ ἡμέρας πλείους διῆγε, μηδόλως τροφῆς γευομένη. Καὶ δὴ τῇ ἑβδόμῃ ἡμέρᾳ, τυραννηθείσης καὶ αὖθις σφοδρῶς τῆς ἁγίας χερσὶ τοῦ ῥηθέντος ὠμοτάτου Γενιτσάρου, οἱ ἐν τῇ εἱρκτῇ σὺν τῷ καλῷ ἐκείνῳ Χριστιανῷ, ἀπειλαῖς καὶ ἐλέγχοις ἔβαλον τὸν δεσμοφύλακα, διδόντα εἴσοδον τοῖς πᾶσι πρὸς πλείονα ταλαιπωρίαν τῆς μάρτυρος· ὅς ἀνανήψας συνῆκε, καὶ ἀπέτρεψε τοὺς καὶ πάλιν προσελθόντας Γενιτσάρους εἰσελθεῖν· οἵτινες χολωθέντες πάνυ, δυσμενεῖ ἐνεργείᾳ τοῖς προὔχοσιν αὐτῶν κατὰ τοῦ δεσμοφύλακος ἐχώρησαν. Τοῦτο τὰ μάλα ἠρέθισεν αὐτόν· καὶ τῷ θυμῷ αὖθις καταληφθείς, ἁρπάσας ὡς θὴρ μαινόμενος τὴν πολύαθλον μάρτυρα ἀνήρτησε, καὶ λαβὼν σχίδακα ξύλου ἀμφοτέραις ταῖς χερσὶν ἔτυπτεν ἀπηνέστατα ὁ δυσμενὴς ἐν ὅλῳ τῷ σώματι αὐτήν, μηδενὸς μέλους φεισάμενος. Τὴν τοιαύτην ἀπανθρωπίαν ὁρῶντες οἱ συγκάθειρκτοι, ἐπῆραν φωνὴν αὐτῶν· ὁ δὲ ἀφῆκε αὐτὴν οὕτω κρεμαμένην ἡμίθνητον, καὶ ἀπελθὼν ἔν τινι ἐκεῖ δωματίῳ πρηνὴς πεσών, ἤρξατο κλαίειν ἠρέμα, βληθεὶς τοῖς κέντροις τῶν ἐλέγχων τοῦ ῥηθέντος Χριστιανοῦ. Κρεμαμένης ἔτι τῆς ἁγίας, ὤ τοῦ θαύματος· ἐξαίφνης φῶς μέγα ἔλαμψεν ἐν τῇ φυλακῇ, κατελθὸν ἄνωθεν τοῦ στέγους ὡς ἀστραπή, ὅ καὶ περικυκλῶσαν τὸ σῶμα τῆς μάρτυρος, ἐξεχύθη ἐν ὅλῳ τῷ δεσμωτηρίῳ καὶ ἐφώτιζεν αὐτό, δίκην λαμπροῦ ἡλίου, ἡ δὲ ὥρα ἦν τετάρτη ἢ καὶ πέμπτη τῆς νυκτός. Θάμβος συνέσχε τοὺς ἐκεῖ Χριστιανοὺς ἐπὶ τῷ θεάματι τούτῳ κράζοντας μεγαλοφώνως τὸ Κύριε ἐλέησον, οἱ δὲ Ἑβραῖοι ἔπεσον χαμαί, μὴ δυνάμενοι ἀτενίσαι τῷ ὁραθέντι φωτί, καὶ οἱ ᾽Οθωμανοὶ φόβῳ μεγάλῳ ληφθέντες ἐδόκουν φλεχθῆναι, οὐρανίῳ πυρί, ἐνδίκῳ κρίσει τῆς ἀδίκως πασχούσης Χριστιανῆς. Τότε ὁ εὐσεβὴς Χριστιανός, εἴκων ῥήμασι τοῦ τρόμῳ πολλῷ συνεχομένου δεσμοφύλακος, προσῆλθε τῇ ἁγίᾳ καὶ εὗρεν αὐτὴν ἤδη τετελειωμένην· καὶ τὸ μὲν θεῖον φῶς ἀπέπτη, ἄρρητος δὲ εὐωδία περιεχύθη, ἐνεργείᾳ τοῦ θείου Πνεύματος καὶ καθελὼν τὸ κατάστικτον τοῖς μαρτυρικοῖς στίγμασι σῶμα τῆς μακαρίας ἐν πολλῇ εὐλαβείᾳ, καὶ φῶτα ἀνάψας, καὶ θυμιάσας ὡς ἔδει, παρεκάθητο τούτῳ δοξάζων τὸν Χριστὸν τὸν ἀξιώσαντα αὐτὸν τοιαύτης διακονίας καὶ ὑπουργίας. Ἐπιφαυσάσης δὲ τῆς ἡμέρας, ἀνηγγέλθη ταῦτα πάντα τῇ πόλει Θεσσαλονικέων, καὶ οἱ μὲν εὐσεβεῖς ἔχαιρον ἐπὶ τοῖς τροπαίοις τῆς μάρτυρος, οἱ δὲ ἀσεβεῖς κατῃσχύνοντο. Προσελθόντες δὲ ἄνδρες εὐλαβεῖς, ἔλαβον ὁσίαις χερσὶ τὸ λείψανον τῆς ἁγίας, καὶ παρέδωκαν αὐτό, δάκρυσιν ἀγαλλιάσεως καὶ κατανύξεως, πρεπούσῃ ταφῇ, τὰ δὲ ἱμάτια τῆς μακαρίας διεμερίσαντο οἱ πιστοὶ πρὸς ἁγιασμόν, εἰς δόξαν Χριστοῦ τοῦ φιλανθρώπου Θεοῦ καὶ Σωτῆρος, ἡμῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Γρηγορίου τοῦ θαυματουργοῦ, τῆς Μονῆς τοῦ Ὁσίου Θεοδοσίου τῆς Μεγάλης Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου.   

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀβώ, τοῦ ἀπὸ Μουσουλμάνων, ἐκ Βαγδάτης καὶ ἐν Τυφλίδᾳ Γεωργίας μαρτυρήσαντος, ἐν ἔτει 786 μ. Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Γρηγόριος ἐπίσκοπος Μοισίας, ἐν εἰρήνη τελειοῦται ἐν ἔτει 1012 μ. Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Ἰσίδωρος ὁ πρεσβύτερος, καὶ οἱ σὺν αὐτῷ 72 Μάρτυρες ἐν Γιούρεβ τῆς Ἐσθονίας, ὑπὸ τῶν Λατίνων τελειοῦνται ἐν ἔτει 1472.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´. Παῖδες Ἑβραίων.
Μύρον ἐξέβλυζον οἱ λόγοι, οἱ σεπτοί σου ὡς τοῦ ἔαρος τὰ κρίνα, ἐναρέτου ζωῆς εὐφραίνοντες τοὺς πόθῳ, σοὶ προσιόντας ὅσιε, μονοτρόπων κοσμιότης.
Πίναξ συνέσεως ὡράθης, καὶ εἰκὼν τῆς πρὸς τὸν πέλας εὐποιΐας· ὅθεν πάντες ἡμεῖς τιμῶντές σε προφρόνως, γεραίρομεν Μακάριε, τὴν σεπτήν σου πολιτείαν.
λιος ὥσπερ ἐγκρατείας, καὶ πραότητος διέλαμψας ἐν κόσμῳ, ἀσκητῶν καλλονὴ καὶ ἥδισμα ὁσίων, Μακάριε τρισόλβιε, Βυζαντίου ἐν τῷ θόλῳ.
Στόματι σῷ τῷ θεοσοφῷ, διετράνωσας δογμάτων ἀληθείας, ὀρθοδόξου λαοῦ καὶ δυτικῶν τὴν πλάνην, διήλεγξας Μακάριε, τῶν ῥημάτων σου χειμάῤῥῳ.
Θεοτοκίον.
Μῆτερ Θεοῦ δεδοξασμένη, τὴν πυρέσσουσαν τῷ πάθει ἁμαρτίαν, σοῦ οἰκέτου ψυχὴν θεράπευσον καὶ ἄμφω, ὑγείαν δός μοι Δέσποινα, ἵνα πόθῳ σε δοξάζω.









ᾨδὴ η´. Τὸν ἐν ὅρει ἁγίῳ.
γαθότητος κέρας καὶ ταμεῖον, εὐσπλαγχνίας πολλῆς, Μακάριε ἐν Πόλει, τῇ Βασιλίδι χεῖρα βοηθείας μοι, τεῖνον ἵνα μέλπω, σὲ ψαλμοῖς καὶ ὕμνοις, ὡς θεῖον ἀρωγόν μου.
Καταπλήττει τὸ ὕψος καὶ τὸ βάθος, τῆς σοφίας τῆς σῆς, πιστῶν τὰς διανοίας, Βατοπεδίου σέμνωμα Μακάριε, καὶ τῆς γνώσεώς σου, τῆς ἐνθέου ὄντως, τὸ πέλαγος θεόφρον.
σωμάτων μιμούμενος τὸν βίον, ἀνεδείχθης σεπτὸς Χριστοῦ ἱεροφάντωρ, καὶ ἀσκουμένων τύπος ἐνθεώτατος· ὅθεν σὲ ὑμνοῦμεν, εἰς αἰῶνας πάντας, Μακάριε αἰῶνος.
Θεοτοκίον.
ητορεύουσα γλῶσσα οὐκ ἰσχύει, μεγαλεῖα τὰ σά, Παρθένε ἀνυμνῆσαι· σὺ γὰρ μετὰ τὸν τόκον ἀδιάφθορος, ὡς καὶ πρὸ τοῦ τόκου, τοῦ σεπτοῦ σου Μῆτερ, ἁγνὴ διεφυλάχθης.

ᾨδὴ θ´. Ἐξέστη ἐπὶ τοῦτο.
λύος τὸ σὸν σῶμα καὶ τὴν ψυχήν, ὁσιώτατε πάτερ Μακάριε, διὰ σεπτῶν, πόνων νυχθημέρων σου καὶ λιτῶν, προσύλου ἀπεκάθηρας· ὅθεν πρὸς τὴν κάθαρσιν καὶ ἡμᾶς, καὶ φυλακὴν ἰθύνεις, νοὸς τοὺς σὲ τιμῶντας, καὶ μιμουμένους τοὺς ἀγῶνάς σου.
Ζηλώσας πολιτείαν Ἀθωνιτῶν, τοὺς σοὺς πόδας πρὸς τὸ Βατοπέδιον, ταχὺ σεπτέ, ἴθυνας καὶ ὤφθης ὑπογραμμός, ἀζύγων τιμιώτατε, πάτερ καὶ σοφίας τῆς τοῦ Θεοῦ, ταμεῖον ὅθεν πάντες, Μακάριε σὴν μνήμην, τὴν φωτοφόρον ἑορτάζομεν.
δέξω παναοίδιον ἐκ Θεοῦ, χαρμονὴν ὡς καμάτων ἀντίδωρον, τῶν σῶν στεῤῥῶν, καὶ ζωῆς ἀγήρω κατατρυφῶν, Μακάριε τρισένδοξε, νῦν τοὺς σὲ γεραίροντας εὐλαβῶς, ταῖς σαῖς εὐχαῖς συντήρει, ἐκ τῶν τοῦ ἀδηφάγου, ἐχθροῦ βελῶν ἀεὶ ἀπήμονας.
Θεοτοκίον.
δεῖν σε Θεομῆτορ ἐν οὐρανοῖς, σὺν ἀγγέλοις καὶ τόκου τοῦ θείου σου, τὴν φωταυγῆ, καὶ χαρᾶς πληροῦσαν ψυχὰς μορφήν, ἀξίωσον τοὺς μέλποντας, ὕμνοις καθ᾿ ἑκάστην σε μυστικοῖς, ὡς πρόξενον ἀλήκτου, χαρᾶς καὶ εὐφροσύνης, εὐλογημένη κόσμου Δέσποινα.









Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Φλεχθεὶς τῷ θείῳ ἔρωτι, Μακάριε φωτομορφε, ἀζύγων λύχνος ἐπώφθης, πυρσεύων πᾶσαν τὴν κτίσιν, βολαῖς φιλοσοφίας σου, καὶ βίου ἐνάρετου σου, ἀκτῖσιν ὅθεν μνήμην σου, τὴν παναγίαν τιμῶντες, Φωτὸς πληρούμεθα πάντες.
Τῆς ἑορτῆς.
Βροτῶν τὰ ἀγνοήματα, χωνεῦσαι ὁ Φιλάνθρωπος, Σωτὴρ ἡμῶν καὶ Δεσπότης, πρὸς Ἰορδάνου τὰ ῥεῖθρα, ἐπέστη καὶ ᾐτήσατο, παρ’ Ἰωάννου βάπτισμα, ὡσεὶ βροτὸς ὁ ἄφθαρτος, τοὺς ἐξ Ἀδὰμ εὐδοκήσας, ἀναγαγεῖν ἐκ τοῦ ᾍδου.

Εἰς τοὺς Αἴνους. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τὴν παναγίαν σου μνήμην σοφὲ Μακάριε, πιστῶς ἀνευφημοῦντες, τῆς σῆς χάριτος μέλι, γευόμεθα ἡμῶν τὰς ψυχάς, τὸ γλυκαῖνον καὶ κράζομεν· πικρίαν ἄχθους ἐκδίωξον ἀφ᾿ ἡμῶν, ταῖς πρὸς Κύριον πρεσβείαις σου.

Βατοπεδίου ἡ μάνδρα σκιρτάτω σήμερον, τοῦ θείου Μακαρίου, ἀσκητοῦ πανευφήμου, καὶ σκεύους θείας χάριτος ἐκλογῆς, φαιδροτάταις ἐλλάμψεσι, λαμπρυνομένη καθάπερ γὰρ φωταυγές, ἄστρον φαίνει κόσμον ἅπαντα.

Τῶν λειτουργῶν τοῦ Ὑψίστου σεπτὸν διάκοσμον, τὸ κλέος ἱερέων, ἡγουμένων ὁσίων, ἀγλάϊσμα νῦν πάντες χρεωστικῶς, τὸν Μακάριον μέλψωμεν, ψαλμοῖς καὶ ὕμνοις ὡς ἄγγελον νῦν ἐν γῇ, καὶ ὡς ἄνθρωπον οὐράνιον.

Τοῦ Βυζαντίου τοὺς δήμους σοφὲ Μακάριε, κατηύφρανας σοῖς ἔργοις, εὐποιΐας καὶ λόγοις, χορείαν Ὀρθοδόξων δὲ ἀληθῶς, θεοσοφοῖς σου ῥήμασι, δι᾿ ὧν συνέτριψας κράτος ἀζυμιτῶν, θεολόγων ἀκροθίνιον.

Δόξα. Ἦχος πλ. α´.
Δεῦτε λαοὶ κροτήσαντες χεῖρας, φαιδρῶς πανηγυρίσωμεν, ἐπὶ τῇ ἐνδόξῳ μνήμῃ, τοῦ σοφοῦ ἐν ἀσκηταῖς καὶ θεολόγοις, Μακαρίου τοῦ σώφρονος· οὗτος γὰρ ὡς πηγὴ ὀρθοδόξου παῤῥησίας ἀείῤῥοος, καὶ φρέαρ ἀστείρευτον σοφίας καὶ νήψεως, ἐξέβλυσεν ἡμῖν νάματα σωτηριώδη· ὅθεν ἐξ αὐτῶν ἀρυόμενοι πάντες, καὶ πίνοντες μετ᾿ εὐφροσύνης, Χριστὸν εὐλαβῶς δοξολογήσωμεν, τὸν ἐν Ἰορδάνη τὴν φύσιν ἁγιάσαντα.



Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος β΄ (Ἐκ τοῦ Μηναίου)
Σήμερον ὁ Χριστὸς ἐν Ἰορδάνῃ ἤλθε βαπτισθῆναι, σήμερον Ἰωάννης ἅπτεται κορυφῆς Δεσπότου, αἱ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέψετο. Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν· Δόξα τῷ φανέντι Θεῷ, καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν κόσμον.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Τῆς Θεσσαλονίκης πυρσὸν λαμπρόν, ἐν Βατοπεδίῳ, τὸν ἀστράψαντα νοητῶς, καὶ τοῦ Βυζαντίου, φωτίσαντα τὰ πλάτη, Μακάριον ἀκτῖσι, λόγων τιμήσωμεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου