Δευτέρα 20 Αυγούστου 2018

ΟΚΤΩΒΡΙΟΣ 15. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΛΟΥΚΙΑΝΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΣ ΙΕ΄!!
ΛΟΥΚΙΑΝΟΣ ΙΕΡΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(κατὰ τὰ ἐλλείποντα ὑπὸ Κυρίλλου Κογεράκη)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἰστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ὁ τῶν Μαρτύρων ἀλείπτης καὶ Μάρτυς ἄριστος, ὁ τοῦ ἐχθροῦ τὸ θράσος, ἀνδρικῶς καταισχύνας, ὁ θεῖος εὐφημείσθω Λουκιανός, χαρμοσύνως ἐν ᾄσμασιν, ὅτι πρεσβεύει ἀπαύστως ὑπὲρ ἡμῶν, τῷ Θεῷ τῷ παντοκράτορι.

Τῆς εὐσεβείας τοῖς τρόποις καλλωπιζόμενος, ἀθλητικῆς εὐκλείας, κοινωνὸς ἀνεδείχθης ἀνδρείως ἐναθλήσας Λουκιανέ, τῇ ἀγάπῃ τῇ κρείττονι τοῦ δι’ ἡμᾶς ὑψωθέντος ἐν τῷ Σταυρῷ, καὶ ζωὴν θείαν πηγάσαντος.

Ἀκολουθήσας Κυρίου πιστῶς τοῖς ἴχνεσιν, ὑπὲρ αὐτοῦ ἐτύθης, θεολήπτῳ καρδίᾳ, καὶ ὤφθης τῶν Μαρτύρων Λουκιανέ, θαυμαστὸν ἐγκαλλώπισμα· μθε’ ὧν ἀπαύστως ἱκέτευε τὸν Θεόν, ὑπὲρ πάντων τῶν τιμώντων σε.

Αἱμοβαφὴς τῷ Κυρίῳ οἰκείοις αἵμασι, Λουκιανὲ θεόφρον ἐν ὑψίστοις παρέστης· διὸ τοὺς εὐφημοῦντας χαρμονικῶς, τὴν ἁγίαν σου ἄθλησιν ἀπὸ κινδύνων διάσωσον χαλεπῶν, καὶ παντοίων περιστάσεων.

Δόξα. Ἦχος β΄.
Αἰνετηρίοις ὕμνοις σήμερον οἱ πιστοί, Λουκιανὸν τὸν ἀγάφθεκτον, ὁμοφώνως εὐφημήσωμεν· ὅτι ἐναντίον θεομάχου βασιλέως, ἐπαῤῥησιάσατο τὴν ἄμωμον πίστιν, τοῦ ἀληθινοῦ Βασιλέως Χριστοῦ· ᾧ νῦν ἐν οὐρανοῖς παριστάμενος, ὡς ἱερεὺς ἐννομώτατος, καὶ Μάρτυς γενναιότατος, ὑπὲρ ἡμῶν ἱκετεύει ἐκτενῶς, τῶν εὐλαβῶς τελούντων, αὐτοῦ τὴν θείαν ἄθλησιν.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.




Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὅλος τῷ θεϊκῷ, φωτὶ λελαμπρυσμένος, ὡς Ἱερεὺς καὶ Μάρτυς, Χριστῷ συμβασιλεύεις Λουκιανὲ μακάριε.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Θείᾳ κατασχεθείς, ὁλοσχερῶς ἀγάπῃ, ἐτέλεσας τὸν δρόμον, καλῶς τοῦ μαρτυρίου, Λουκιανὲ τρισένδοξε.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ὄφιν τὸν πονηρόν, κατήσχυνας ἀθλήσας, λιμῷ πικρῷ καὶ δίψῃ, Λουκιανὲ παμμάκαρ, ὡς πλήρης θείας πίστεως.

Δόξα. Τριαδικόν.
Δόξα Σοι ὦ Τριάς, Πάτερ Υἱὲ καὶ Πνεῦμα, ἡ ἄναρχος Θεότης, Λουκιανοῦ πρεσβείαις, δὸς πᾶσι τὰ ἐλέη Σου.

Καὶ νῦν. Θεοτοκίον.
Ἄχραντε Μαριάμ, θερμῶς Σε ἱκετεύω, τὸ σκότος τῶν παθῶν μου, διάλυσον ἀκτῖσι, τῆς θεαυγοῦς σου χάριτος.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θείῳ Πνεύματι, λελαμπρυσμένος, γνῶσιν ἔνθεον, ἐταμιεύσω, καὶ τῆς πίστεως τὸν λόγον ἐτράνωσας, ὅθεν Μαρτύρων ἀλείπτης γενόμενος, Λουκιανὲ ἐν ἀθλήσει ἠρίστευσας. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Μυστικῶς διαθρέψας ἄρτῳ θείῳ τῶν λόγων σου, τοὺς λιμονοκτονοῦντας ἀθλίως, τῇ ἀπάτῃ τοῦ χείρονος, μετέστης λιμοθνὴς πρὸς οὐρανούς καὶ ὤφθης λαμπροφόρος δαιτυμών, ἀληθῶς Ἱερομάρτυς Λουκιανέ, τραπέζης τῆς αἰωνίου· δόξα τῷ σὲ ἰσχύσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ'. Ἔδωκας σημείωσιν
Λόγον θείας γνώσεως, πεπλουτηκὼς διὰ πίστεως, τοὺς πιστοὺς ἐβεβαίωσας, πολύπλοκα βάσανα, καὶ θυμὸν τυράννων, φέρειν θαρσαλέως, διὰ τὴν μέλλουσαν ζωήν, καὶ ἀφθαρσίαν καὶ ἀγαλλίασιν· διὸ σε μακαρίζομεν, Λουκιανὲ ἀξιάγαστε, καὶ τὴν θείαν σου σήμερον, ἐκτελοῦμεν πανήγυριν.

Εἱρκτὴν πολυχρόνιον, καὶ βιαιότατον θάνατον, ἐκαρτέρησας Ὅσιε, ἱμάσι πεδούμενος, καὶ λεπτοῖς ὀστράκοις, κεντούμενος Μάκαρ, καὶ ἀσιτίᾳ χαλεπῇ, μακρᾷ τε δίψῃ ἐκπιεζόμενος· διὸ σε ἡ οὐράνιος, τρυφὴ σαφῶς διεδέξατο, ὡς ἀήττητον Μάρτυρα, Ἀθλητὰ γενναιότατε.

Κόλπος σε θαλάττιος, Λουκιανὲ εἰσδεξάμενος, μεθ' ἡμέρας τριάκοντα, τῇ χέρσῳ ἐκδίδωσιν, Ἰωνᾶν ὡς πάλαι, θηρὸς ὑπουργίᾳ, πρὸς θεοτίμητον ταφήν, καὶ ἰαμάτων θείαν ἀνάβλυσιν, Μαρτύρων ἀκροθίνιον, τῆς Ἐκκλησίας ἑδραίωμα· διὰ τοῦτο τιμῶμέν σε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

Ἕτερα. Ὁ αὐτός. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἱερῶς ἐξεικόνισας, τοῦ Χριστοῦ τὰ παθήματα, ὑποστὰς τὴν ἔφοδον ἀνδρικώτατα, Λουκιανὲ τῶν τοῦ σώματος μεγίστων κολάσεων, καὶ ἀθλήσας καρτερῶς, τῆς ζωῆς ἐκοινώησας σὺν τοῖς Τάγμασι, τῶν ἐνδόξων τῆς πίστεως Μαρτύρων, μεθ’ ὧν πάντοτε δυσώπει, ὑπὲρ ἡμῶν τὸν Φιλάνθρωπον.

Τῇ δυνάμει φραξάμενος, τοῦ Σταυροῦ πρὸς τὸ στάδιον, ἀνδρικῶς ἐχώρησας τῆς ἀθλήσεως, Λουκιανὲ πανσεβάσμιε, καὶ ὄφιν τὸν δείλαιον, καταβέβληκας οἰκτρῶς, τοῖς μεγίστοις ἀγῶσί σου· ὅθεν εἴληφας, οὐρανόθεν στεφάνους ἀφθαρσίας, καὶ ζωῆς κατηγλαΐσθης, ταῖς ἀνεσπέροις φαιδρότησι.

Τοῖς ἱμάσι πεδούμενος, τοῖς ὀστράκοις κεντούμενος, καὶ λιμῷ τηκόμενος ἀξιάγαστε, δίψῃ μακρᾷ χειμαζομενος, καὶ ῥάβδοις τυπτόμενος, οὐκ ἠρνήσω τοῦ Χριστοῦ, τὸ γλυκύτατον ὄνομα, ἀλλ’ εὐπρόσδεκτος, προσηνέχθης αὐτῷ χαίρων θυσία, καὶ κατήσχυνας τυράννου, Λουκιανὲ τὸ γαυρίαμα.



Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε τῶν φιλάθλων οἱ σύλλογοι, σήμερον ἀθροισθέντες πιστῶς, τοῖς ἐπαίνοις ὡς ἄνθεσι καταστέψωμεν, Λουκιανὸν τὸν ἐν Ἱερεῦσι γερασφόρον ἀθλητήν, τὸν δίκην ἀστέρος φαεινοῦ ἐκλάμψαντος τῷ κόσμῳ φαιδρῶς· οὗτος γὰρ ὁ γεράσμιος, ἐν τῷ πάσχειν τοὺς μισοθέους ἐτροποῦτο, καὶ ἐν τῷ λιμοκτονεῖσθαι, τὸ θράσος τοῦ βελίαρ· ἐξενεύρου, τῆς χάριτος τῇ δυνάμει, ἐνισχυόμενος καὶ βοῶν· εἰ καὶ τὸ σῶμά μου ταῖς βασάνοις δαπανήσητε, ἀλλ’ ἔχω τὸν Φιλάνθρωπον, ζωήν μοι θείαν δωρούμενον· ὅθεν προγευόμενος τὰς οὐρανίους ἀμοιβάς, ὡς διψῶσά τις ἔλαφος μαρτυρικῶς, ἔσπευσε πρὸς ἐκείνας ὁ βαθύφρων, καὶ ἱερονίκους στεφάνους παρὰ Θεοῦ κομισάμενος, ὡς τὸ στάδιον τῆς ἀθλήσεως τελέσας καλῶς, αἰτεῖται ἡμῖν τοῖς ἐκτελοῦσι τὴν μνήμην αὐτοῦ, ἱλασμὸν ἁμαρτιῶν καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.







Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.









  






Λιτή. Ἦχος α΄.
Ἀθλοφορικοὺς στεφάνους ἐκομίσω παρὰ Θεοῦ, Λουκιανὲ ἱερομάρτυς παναοίδιμε, ὅτι ὑπὲρ Χριστοῦ, τὸ στάδιον τοῦ μαρτυρίου διήνυσας καὶ τὸν καλὸν ἀγῶνα ἐπὶ γῆς, τῇ συμμαχίᾳ τῆς χάριτος ἐτέλεσας· ὅθεν ἀενάως ἐκβλύζεις τοῖς πιστοῖς τὰ ἰάματα, καὶ διασώζεις ἀπὸ κινδύνων χαλεπῶν, τοὺς εὐλαβῶς τελοῦντας τὴν μνήμην σου.

Ἦχος β΄.
Ἐκ ῥίζης εὐσεβοῦς, ἀνεφύης βλαστὸς εὐθαλής, Λουκιανὲ πανθαύμαστε· γεωργίᾳ δὲ κρείττονι γεωργηθείς, τοὺς μυστικοὺς τῆς χάριτος καρπούς, ἀθλητικῶς ἐκαρποφόρησας, δι’ ὧν ἐκτρέφεις ἀεὶ τὰς ψυχάς τῶν ἐν ὕμνοις αἰνετηρίοις, εὐφημούντων σε πιστῶς, καὶ τῷ Κυρίῳ βοώντων· ὁ τὸν ἐκλεκτόν σου θεράποντα, πρὸς τὴν σὴν δοξολογίαν ἐνίσχυσας, παντοδύναμε καὶ οἰκτίρμων, Κύριε δόξα Σοι.

Ἦχος γ΄.
Θησαυρίσας ὡς νουνεχής, ἐν τῇ καθαρᾷ σου καρδίᾳ, Λουκιανὲ πανσεβάσμιε, δι’ ἀρετῶν ἐργασίας, τὸν πλοῦτον σοφίας τῆς ἄνωθεν, τῶν ζωηφόρων ῥημάτων ἑρμηνεύς, καὶ τοῦ Θεοῦ τῶν μυστηρίων ἱερεύς, ἀνεδείχθης θαυμασιώατος· καὶ θύων ἀμωμήτοις χερσί, τὰς ἀναιμάκτους τῷ Κυρίῳ θυσίας, οὐδαμῶς τοῖς ξοάνοις, θυσίαν προσένειμας· ὅθεν ἀπηνῶς θανατωθείς, πρὸς τὴν ἀτελεύτηον κατήντησας ζωήν, ἧς τὸν πόθον ἱκετεύω σε, ἐν τῇ ψυχῇ μου ἐμφύτευσον, τῇ δραστικῇ σου χάριτι.

Ἦχος δ΄.
Ἐν εἱρκτῇ ζοφερᾷ φρουρούμενος, καὶ λιμῷ σὺν δίψει τηκόμενος, ὡς δεύτερος Ἰώβ, ἐνθέῳ καρδίᾳ τὸν Θεόν, Λουκιανὲ ἐδοξολόγεις βοῶν· δόξα Σοι Κύριε, καὶ εὐλογημένον τὸ ὄνομά Σου, ὅτι κοινωνὸν κατηξίωσας, τοῦ πάθους Σου γενέσθαι με, δι’ οὗ τῷ κόσμῳ ἐδωρήσω τὴν ζωήν, καὶ τὸ μέγα ἔλεος ὡς φιλάνθρωπος.

Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε ὁμοφώνως ἀδελφοί, αἰνετηρίοις ὕμνοις εὐφημήσωμεν, Λουκιανὸν τὸν καρτερόφρονα Ἀθλητήν, τὸν μιμητὴν ὀφθέντα, τῶν παθημάτων Χριστοῦ τοῦ Θεοῦ· χαίροις ἐκβοῶντες αὐτῷ, ὁ ὀστράκοις τὸ σῶμα κεντηθείς, τῇ ἀγάπῃ τοῦ δι’ ἡμᾶς λογχευθέντος τὴν πλευράν· χαίροις, ὁ λιμῷ ἀπηνῶς θανατωθείς, τῷ ἔρωτι τοῦ τρέφοντος, τὴν οἰκουμένην ἅπασαν· χαίροις, Ἱερομάρτυς γεράσμιε, ὁ τὸν ἀγριόθυμον καταισχύνας τύραννον, καὶ ἀνδρικῶς κατεδάφισας, τῶν εἰδώλων τοὺς βωμούς, καὶ τὰ ἀναίσθητα ξόανα. Ἀλλ’ ὡς τῷ τῆς Θεότητος θρόνῳ παριστάμενος, πρέσβευε ἐκτενῶς, σωθῆναι τὰς ψυχὰς ἡμῶν.


Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.
Φιλομαρτύρων οἱ δῆμοι συνελθόντες, δεῦτε τὸν ἐξάκουστον ἀνευφημήσωμεν, τοῦ Λυτρωτοῦ ἱερόαθλον, ἀναβοῶντες, ἐν κατανύξει καρδίας σήμερον· Χριστοῦ ὁ τῷ ἔρωτι, ἀθλήσας ἄριστα, καὶ καταισχύνας τὴν ἔπαρσιν, τοῦ ἀρχεκάκου, πρόστηθι πάντων, τῶν εὐφημούντων σε, Λουκιανὲ θεομακάριστε, τῇ δυνάμει τῆς θείας πρεσβείας σου, ἵν’ ἀπαύστως τιμῶμεν, τὰ λαμπρά σου κατορθώματα.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Τοῦ δι’ ἡμᾶς ἐν Σταυρῷ ἀνυψωθέντος, καὶ πᾶσι πηγάσαντος ζωὴν αἰώνιον, ὡς τετρωμένος τῷ ἔρωτι, τὴν τοῦ τυράννου, πικρὰν μανίαν στεῤῥῶς ὑπήνεγκας· καὶ χαίρων ὑπέμεινας, τὰς τῶν κολάσεων, σφοδρὰς ἐφόδους τὴν κρείττονα, ζωὴν προσβλέπων, Ἱερομάρτυς ὡς πλήρης πίστεως· ἐν ᾗ ἐνδόξως αὐλιζόμενος, νῦν ἐξαίτει ἡμῖν τὰ συμφέροντα, τοῖς ἐν ὕμνοις τιμῶσι, τὰ σεπτά σου κατορθώματα.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Τῷ τεθυμένῳ Χριστῷ ἐπὶ τοῦ ξύλου, δι’ ἄφατον ἔλεος ἀξιοθαύμαστε, Λουκιανὲ προσενήνεξαι, τερπνὴ θυσία, καὶ ἱερώτατον ὄντως σφάγιον, χερσὶ παμμακάριστε, ἱερουργούμενος, τοῖς ἀνιέροις ὁ δίκαιος, ὁ τῷ Κυρίῳ, ἱερουργήσας πρώην ὡς ἄγγελος· ὅθεν ἀξίως κομισάμενος, τῆς ζωῆς τὸν ἀμάραντον στέφανον, ἐν σκηναῖς πρωτοτόκων, ἀνεπαύσω εὐφραινόμενος.

Δόξα. Ἦχος β΄.
Ἐθαυμαστώθης ὑπὲρ ἔννοιαν, Λουκιανὲ πανσεβάσμιε, ὁμολογήσας ἀνδρείως τοῦ Σωτῆρος τὸ ὄνομα, καὶ ἀθλήσας γενναιοπρεπῶς, διὰ τὸν σχίσαντα ἐν τῷ Σταυρῷ, τὸ χειρόγραφον τῶν ἁμαρτιῶν ἡμῶν· διὸ κόλπος θαλάττιος, τὸ μαρτυρικόν σου σῶμα οὐκ ἐκράτησεν, ἀλλὰ δελφῖνος ὑπουργίᾳ, τῇ χέρσῳ ἐξέδωκε μεθ’ ἡμέρας τριάκοντα, ὡς πάλαι Ἰωνᾶν τὸν θαυμασιώτατον· ὅθεν ἐκτενῶς δεόμεθα, μὴ διαλίπῃς πρεσβεύειν τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.



Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θείῳ Πνεύματι, λελαμπρυσμένος, γνῶσιν ἔνθεον, ἐταμιεύσω, καὶ τῆς πίστεως τὸν λόγον ἐτράνωσας, ὅθεν Μαρτύρων ἀλείπτης γενόμενος, Λουκιανὲ ἐν ἀθλήσει ἠρίστευσας. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Μυστικῶς διαθρέψας ἄρτῳ θείῳ τῶν λόγων σου, τοὺς λιμονοκτονοῦντας ἀθλίως, τῇ ἀπάτῃ τοῦ χείρονος, μετέστης λιμοθνὴς πρὸς οὐρανούς καὶ ὤφθης λαμπροφόρος δαιτυμών, ἀληθῶς Ἱερομάρτυς Λουκιανέ, τραπέζης τῆς αἰωνίου· δόξα τῷ σὲ ἰσχύσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.














ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Χριστοῦ τοῦ δι’ ἡμᾶς, τὴν πλευρὰν λογχευθέντος, τῷ ζήλῳ ὁλικῶς, πυρακτούμενος Μάρτυς, ὀστράκων καθυπέμεινας, τὰς κεντήσεις ὡς ἄσαρκος, καὶ ἐκέντησας, ἐν τῷ κεντᾶσθαι τὸ σῶμα, ἀπηνέστατα, Λουκιανὲ τὸν βελίαρ, δεινῶς φρυαττόμενον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τοῦ Θεοῦ, ἡ ἀμόλυντος νύμφη, καὶ μόνη τῶν πιστῶν, πρὸς Θεὸν μεσιτεία, παθῶν μου τὸν κλύδωνα, χάριτί Σου κατεύνασον, καὶ ὁδήγησον, πρὸς σωτηρίας με ὅρμον, ἵνα πάντοτε, ὑμνολογῶ χαρμοσύνως, τὸν ἄφραστον τόκον Σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ὡς ῥημάτων ἑρμηνεύς, τῶν τοῦ Κυρίου ἀκριβής, καὶ λαμπρὸς ἱερουργός, τῶν μυστηρίων τῶν φρικτῶν, τοῦ μαρτυρίου ἐτέλεσας τοὺς ἀγῶνας· ὅθεν ἀληθῶς, προσενήνεξαι, θύμα τῷ Θεῷ, ἱερώτατον, Λουκιανέ· διό σε εὐφημοῦμεν, οἱ εὐσεβεῖς ἀνακράζοντες· Χριστὸν δυσώπει, ὑπὲρ τῶν πίστει, ἐκτελούντων σὴν μνήμην.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Συντριβέντα με δεινῶς, ταῖς προσβολαῖς τῶν πειρασμῶν, καὶ στενούμενον παθῶν, ταῖς χαλεπαῖς ἐπιφοραῖς, τῇ Σῇ προστρέχω Θεόνυμφε βοηθείᾳ· σῶσόν με ἁγνή, τὸν ταλαίπωρον, ῥῦσαί με ἐχθροῦ, τὸν ἀσύνετον, ἵνα ψυχῇ εὐγνώμονι Ἀγγέλου, τὸν ἀσπασμὸν ἀνακράζω Σοι· Παρθένε χαῖρε, εὐλογημένη, ἡ τὸν Λόγον τεκοῦσα.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τοὺς ματαιόφρονας, ἀθλήσει ᾔσχυνας, καὶ τὸν παγκάκιστον, ἐχθρὸν ἐνέκρωσας, καὶ λιμοθνὴς Λουκιανὲ μετέστης πρὸς τὸν Δεσπότην· ὅθεν σε ἡ τράπεζα, τῆς ζωῆς ὑπεδέξατο, δαιτυμόνα πρεσβείαις σου, τὸν πίστει σοὶ καὶ πόθῳ βοῶντα· χαίροις Χριστοῦ Ἱερομάρτυς.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐπαναστάσεσι, κλυδωνιζόμενον, παθῶν τοῦ σώματος, τὸν ἀθλιώτατον, καὶ χειμαζόμενον δεινῶς τῶν θλίψεων τρικυμίᾳ, σῶσόν με πανάχραντε, συμπαθὴς ὡςὑπάρχουσα, ἵν’ ἀνακραυγάζω Σοι, γηθοσύνως ἐν ᾄσμασι, τῇ νύμφῃ καὶ Μητρὶ τοῦ Κυρίου· χαῖρε ἡ Κεχαριτωμένη.







Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, Μαρτυρικόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὸν ἀεροπετῆ τῆς ἀθλήσεως, καὶ χρυσοπτέρυγα ἀετόν, Λουκιανὸν τὸν παναοίδιμον, χρεωστικῶς ἀδελφοὶ μακαρίσωμεν· ὅτι ταῖς πτέρυξιν αὐτοῦ, σκέπει ἀπαύστως ἡμᾶς, καὶ λυτροῦται ἐξ ἐχθρῶν ἐπιδρομῆς, καὶ πάσης ἄλλης χαλεποῦς ἐπιβουλῆς, τοὺς εὐφημοῦντας αὐτόν, καὶ τῷ Κυρίῳ βοῶντας· ὁ τῶν Μαρτύρων Σου τοῖς αἵμασι, τὴν Ἐκκλησίαν Σου πορφυρώσας, καὶ δι’ αὐτῶν ἀληθῶς, τῆς εὐσεβείας τὴν δύναμιν τρανώσας, ὑπερύμνητε καὶ φιλάνθρωπε, Κύριε δόξα Σοι.

Εἶτα,  οἱ Κανόνες· τῆς Παναγίας, καὶ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς: Σοῦ Λουκιανὲ παμμάκαρ μέλπω κλέος. Ποίημα Θεοφάνους.
ᾨδὴ α'. Ἦχος δ'. ᾌσομαί σοι Κύριε
Σοφίᾳ καὶ χάριτι καὶ δυνάμει, πνευματικῇ Λουκιανέ, ἐκλάμψας ἐφώτισας, λαοὺς καὶ πρὸς ἐπίγνωσιν, Χριστοῦ Μάρτυς ὡδήγησας.
πλοις εὐσεβείας σε θωρακίσας, ὁ τὴν ἀσθένειαν ἡμῶν, φορέσας ὡς εὔσπλαγχνος, ἀήττητον εἰργάσατο, ἐχθρῶν Μάρτυς παλαίσμασιν.
ψος πρὸς οὐράνιον τοὺς εἰς βάθος, κακοπιστίας Ἀθλητά, πεσόντας ἀνείλκυσας, δικτύοις τῶν ἐνθέων σου, δογμάτων Ἀξιάγαστε.
Θεοτοκίον
Λόγῳ τὸν ἀΐδιον Πατρὸς Λόγον, ὑπὲρ αἰτίαν καὶ Λόγον, ἀσπόρως συνέλαβες, Ἁγνὴ καὶ ἀπεκύησας, ὑμῶν εἰς ἀπολύτρωσιν.

ᾨδὴ γ'. Τόξον δυνατῶν
Οἶκον ἀρετῶν λαμπρότητι, Μάρτυς τὴν ψυχήν σου Θεῷ ἀπετέλεσας, τῶν εἰδώλων δὲ τὰ τεμένη, προσευχαῖς σου κατηδάφισας.
μνεις πειρασμοῖς κυκλούμενος, Μάρτυς καὶ βασάνων, ἀλγεινοῖς πιεζόμενος, τὸν τοιούτων ὡς εὐεργέτην, ἀγαθῶν σε ἀξιώσαντα.
Σῶμα αἰκισμοῖς παρέδωκας, Μάρτυς τὴν ψυχὴν δέ, ἀσφαλῶς διετήρησας, θῦμα ἄμωμον τῷ Δεσπότῃ, σεαυτὸν προσάξας πάντιμον.
Θεοτοκίον
Κόρης βρέφος ἀποτίκτεται, ὁ δημιουργήσας τοὺς αἰῶνας βουλήματι, ἣν ὑμνοῦμεν ὡς Θεοτόκον, καὶ ἀπαύστως μακαρίζομεν.



Κάθισμα Ἦχος πλ. δ'. Τὴν Σοφίαν
Τῷ τῆς χάριτος λόγῳ τὰς τῶν πιστῶν, ὑπαλείφων καρδίας Λουκιανέ, ἀθλεῖν παρεσκεύασας, καὶ τροποῦσθαι τὸν τύραννον, καὶ καλῶς τὸν δρόμον, τελέσας τὸν ἔνθεον, ἐπὶ τέλει δόξης, Μαρτύρων ἠξίωσαι· ὅθεν συνελθόντες, τὴν ἁγίαν σου μνήμην, τιμῶμεν ἀοίδιμε, τὸν Σωτῆρα δοξάζοντες, Ἀθλοφόρε πανεύφημε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Ὡς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς θεότητος. καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζουσι, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε τῷ σῶ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν ἀξίως, τὴν δόξαν σου Ἄχραντε.

ᾨδὴ δ'. Ὁ καθήμενος ἐν δόξῃ
σχυρὸς κατὰ τῆς πλάνης, ἀνεδείχθης Μακάριε, καὶ πολλῶν ἀλείπτης, θείους πρὸς ἀγῶνας ἑκάστοτε, ὑπομονῇ δὲ βασάνων τὴν ἀνίσχυρον, ἐταπείνωσας, Μάρτυς ἰσχύν τοῦ ἀλάστορος.
πλωθεὶς ἐπὶ τοῦ ξύλου, καὶ ἱμάσι τεινόμενος, καὶ λιμῷ καὶ δίψει, τῇ πολυχρονίῳ τηκόμενος, καὶ λεπτοτάτοις ὀστράκοις ἐκκεντούμενος, ἐκαρτέρησας, Λουκιανὲ ἀξιάγαστε.
Νόμον θεῖον καταγγέλλων, ἀνομοῦντας ἐπέστρεψας, καὶ πιεῖν προθύμως, πόμα μαρτυρίου ὑπέδειξας, μεθ' ὧν εἰς θείας ἐπαύλεις κατεσκήνωσας, ἐντρυφῶν τῷ ξύλῳ, τῆς ζωῆς Παναοίδιμε.
Θεοτοκίον
κ γαστρός σου ἀναλάμψας, τῆς Θεότητος Ἥλιος, τοὺς ἐν σκότει Κόρη, τῆς πολυθεΐας ἐφώτισε, τοὺς ἐν σκιᾷ τοῦ θανάτου κατελάμπρυνεν, ᾧ κραυγάζομεν· Δόξα Χριστὲ τῇ δυνάμει σου.












ᾨδὴ ε'. Ἀσεβεῖς οὐκ ὄψονται
Πυρπολήσας Ὅσιε, ἀκάνθας τῶν παθῶν, δι' ἱδρώτων ἀσκητικῶν, ταῖς ῥοαῖς κατέσβεσας τῶν ἀγώνων σου, ἀσεβείας κάμινον, γενναιόφρον παμμακάριστε.
Αἰκισμοῖς βαλλόμενος, νιφάσιν ἀλγεινῶν, διαμένεις πρὸς τὸν Θεόν, ἀτενίζων Ἅγιε, σῴζειν δυνάμενον, οὗ χερσὶ τὸ πνεῦμά σου, ἐναπέθου εὐφραινόμενος.
Μακρυνθέντας ἤλεγχες, Θεοῦ τοὺς δυσσεβεῖς, καὶ μακραῖς καὶ ὀδυνηραῖς, ἀλγηδόσιν Ἔνδοξε περικυκλούμενος, τῷ Χριστῷ προσήγγισας, οὗ τὸ πάθος ἐξεικόνισας.
Θεοτοκίον
Μετὰ τόκον ἄφθορος, διέμεινας Ἁγνή, καὶ φθορᾶς γένος τῶν βροτῶν, ὡς Θεὸν γεννήσασα ἠλευθέρωσας· διὰ τοῦτο πίστει σε, ὀρθοδόξως μακαρίζομεν.

ᾨδὴ ς'. Θύσω σοι, μετὰ φωνῆς
βρόχως, τῶν βασάνων διέβης τὸν κλύδωνα, τῇ παναλκεῖ δὲ παλάμῃ, ἐκ βυθοῦ τὸ σῶμά σου διεσώθη, τοῖς ποθοῦσιν, ἀσινὲς Θεομάκαρ ὁρώμενον.
γάπῃ, τοῦ Χριστοῦ πυρπολούμενος, Ἔνδοξε, μέχρι θανάτου ἀντέστης, τοῖς τυράννοις πάνσοφε· διὰ τοῦτο, βασιλείας οὐρανῶν ἠξιώθης γηθόμενος.
Κητῴας, ἐκ γαστρός, Ἰωνᾶν ὁ ῥυσάμενος, τριημερεύσαντα σῴζει, σὲ βυθοῦ θαλάσσης καθυπουργούντων, ἐναλίων, σοι θηρῶν μεθ' ἡμέρας τριάκοντα.
Θεοτοκίον
γνὴν σε, περιστερὰν καὶ μόνην ἀμίαντον, ὁ καθαρὸς εὗρε Λόγος, καὶ ἐκ σοῦ τεχθῆναι εὐδόκησε, Παναγία, Θεομῆτορ Παρθένε πανάμωμε.

Κοντάκιον Ἦχος πλ. β'. Τὴν ἐν πρεσβείαις
Τὸν ἐν ἀσκήσει τὸ πρότερον λαμπρυνθέντα, καὶ ἐν ἀθλήσει τὸ δεύτερον φαιδρυνθέντα, πάντες ὡς φωστῆρά σε φαιδρότατον, Λουκιανὲ τοῖς ὕμνοις, ἐνδόξως σὲ γεραίρομεν. Πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἰκος
Γνώσει τῇ θείᾳ καθωπλισμένος, καὶ τὸν νοῦν θείᾳ δόξῃ ἐλλαμφθεὶς Ἀθλητά, τῷ Πνεύματι φωτιζόμενος, μάχαιρα ὤφθης ἐστιλβωμένη, τὰ ζιζάνια πάντα ἄρδην ἐκτέμνων, αἱρετικῶν τὰ ἀλλόφυλα δόγματα ἔνδοξε, καὶ κήρυξ τῆς ἀληθείας, πρὸς ζωὴν ὑπαλείφων ἅπαντας, τοὺς εὐσεβῶς προσιόντας σοι, ἐκ κινδύνων δὲ λυτροῦσαι καὶ θλίψεων· Πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.


Συναξάριον
Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Λουκιανοῦ, πρεσβυτέρου Ἀντιοχείας τῆς μεγάλης.
Ἄρτου στερήσει Λουκιανὸς ἀντέχει,
Τοῦ ζῶντος ἄρτου μὴ στερηθῆναι θέλων.
Λιμῷ Λουκιανὸς δεκάτῃ θάνεν ἠδέ τε Πέμπτῃ.
Οὗτος εὐσεβῶν γονέων ὑπάρχων υἱός, μετὰ τὴν τούτων ἀποβίωσιν, πάντα τοῖς δεομένοις σκορπίσας, τῇ μελέτῃ τῶν θείων Γραφῶν ἐσχόλαζε· διὸ καὶ πολλοὺς Ἰουδαίους καὶ Ἕλληνας πρὸς τὴν εἰς Χριστὸν ἐπεσπάσατο πίστιν. Καταλιπὼν δὲ τὴν οἰκείαν πόλιν, καὶ τὴν Νικομήδειαν καταλαβών, τοὺς φόβῳ κολάσεων κατολιγωροῦντας τῆς πίστεως, ὑπήλειφε πρὸς τοὺς ἀγῶνας. Εἰς κάλλος δὲ γράφειν ἐπιστάμενος, βιβλίον κατέλιπε τῇ Νικομηδέων Ἐκκλησίᾳ, γεγραμμένον σελίσι τρισσαῖς, (εἰς τρεῖς στήλας διῃρημένης τῆς σελίδος), περιέχον πᾶσαν τὴν Παλαιάν τε καὶ τὴν Νέαν Διαθήκην. Τοσοῦτον δὲ γέγονεν ὑπὲρ ἄνθρωπον, ὥς τε τὴν πόλιν διερχόμενος, οἷς μὲν ἤθελε θεωρητὸς ἦν, τοῖς δὲ λοιποῖς ἀθεώρητος.
Περὶ τούτου μαθὼν ὁ Μαξιμιανὸς καὶ αἰσχυνθεὶς τὸ πρόσωπον ὀφθῆναι αὐτοῦ, ὑπὸ παραπετάσματι αὐτῷ διαλέγεται· καὶ γνοὺς τὸ τῆς γνώμης αὐτοῦ ἀμετάθετον, μακρὸν αὐτῷ καταδικάζειν λιμόν. Ἐπὶ πολλὰς οὖν ἡμέρας βρώσεως καὶ πόσεως μὴ μεταλαβών, ἐν τῇ φρουρᾷ ἐτελεύτησε· τὸ δὲ σῶμα τούτου προστάξει τοῦ ἡγεμόνος ἐῤῥίφη ἐν τῇ θαλάσσῃ· δελφὶς δὲ τοῦτο προστάξει Θεοῦ ἐπὶ τῶν ὤμων φέρων, τῇ χέρσῳ παρέπεμψε.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Σαβίνου Ἐπισκόπου.
Ἰσάγγελον Σαβῖνος εὖ βιοὺς βίον,
Θανὼν συνήφθη τῷ χορῷ τῶν Ἀγγέλων
Ὁ μακάριος Σαβῖνος, διὰ τὴν ὑπερβάλλουσαν αὐτοῦ ἀρετήν, γέγονεν Ἐπίσκοπος. Εἶτα τοὺς θορύβους μισῶν, ἐμάκρυνε φυγαδεύων· καὶ τοσοῦτον ἠγωνίσατο, ὡς καὶ θαυμάτων πολλῶν αὐτουργὸς γενέσθαι καὶ νόσους ἀπελαύνειν καὶ δαίμονας φυγαδεύειν, ἔτι δὲ καὶ προλέγειν τὰ μέλλοντα. Πολλοὺς δὲ ὠφελήσας καὶ πείσας κόσμον ἀφεῖναι καὶ γονεῖς καὶ Χριστῷ δουλεύειν, ἐν εἰρήνῃ ἀνεπαύσατο.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ Βάρσου, Ἐπισκόπου Ἐδέσσης.
Μὴ παραβλέψῃς οὐδὲ Βάρσου τὴν κλίνην,
Βρύει γὰρ αὕτη τῶν ἰάσεων χάριν.
Οὗτος ὁ ἐν ἁγίοις Πατὴρ ἡμῶν οὐκ ἐν Ἐδέσσῃ μόνον, ἀλλὰ καὶ ἐν Φοινίκῃ καὶ ἐν Αἰγύπτῳ καὶ Θηβαΐδι διέλαμψεν· ἐν τούτοις γὰρ πᾶσιν ἐξάκουστος γέγονε. Καὶ ὁ τότε βασιλεὺς Βαλεντινιανός, διὰ τὸ εἶναι τὸν Ἅγιον ζηλωτὴν τοῦ ὀρθοῦ δόγματος, πρῶτον μὲν εἰς Ἄραδον τὴν νῆσον οἰκεῖν αὐτὸν προσέταξεν. Ἐπειδὴ δὲ ἔγνω συῤῥέοντα πρὸς αὐτὸν πλήθη οὐκ ὀλίγα, εἰς Ὀξύρυγχον τὴν Αἰγυπτίαν ἐξέπεμψε πόλιν. Ὡς δὲ κἀκεῖ τὸ τούτου κλέος συνήγειρεν ἅπαντας, ἔσχατον εἰς φρούριον τοῖς ἐκεῖσε γειτονεύουσι βαρβάροις ὁ τῶν οὐρανῶν ἄξιος ἀπήχθη Πρεσβύτης. Ἐν δὲ τῇ Ἀράνδῳ φασὶ τὴν ἐκείνου μέχρι καὶ σήμερον διατηρεῖσθαι κλίνην, πλείστης ἠξιωμένην τιμῆς· ἐν ταύτῃ γὰρ οἱ νοσοῦντες κατακλινόμενοι, ὑγείαν διὰ τῆς πίστεως δρέπονται. Μυρία δὲ σημεῖα ἐργασάμενος, ὡς προείρηται, πρὸς Κύριον μετὰ παῤῥησίας ἀπῆλθε.








Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Εὐθυμίου τοῦ Νέου
Εὐθύμιε φάνηθι ἡμῶν προστάτα,
Τιμῶσι πιστῶς, σὸν μετ’ εἰρήνης τέλος.
Σημειωτέον δ’ ὅτι οὗτος ὁ Ὅσιος καὶ θεοφόρος Πατὴρ ἡμῶν νέος Εὐθύμιος ἀφίκετο ἐν τῷ ἱερῷ ἡμῶν τόπῳ, κατὰ τοὺς ἱστοριογράφους, ἀκριβῶς ἀπὸ τοῦ Βιθυνικοῦ Ὀλύμπου τῆς Μικρᾶς Ἀσίας, ὅπου πρότερον ἐν ὑποταγῇ γέροντος, μετήρχετο τοὺς διαύλους τοὺς μοναχικούς, τῷ σωτηρίῳ ἔτει 860. Ὥρμητο δὲ ἐξ Ἀγκυρανῶν περιλάμπρου πόλεως, Γαλάτων χώρας

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἀθλήσεως Μοναχοῦ τινος καὶ Μάρτυρος, καὶ ὠφέλιμος διήγησις περὶ αὐτοῦ.
Παρήκοός τε καὶ ἀθλητὴς ὢν ἅμα,
Τῷ μὲν διώκῃ, τῷ δὲ προσδέχῃ πάλιν.
Μοναχός τις ἦν ἐν σκήτει, ὑπείκων Πατρὶ ἐπὶ χρόνους τινάς. Οὗτος, φθόνῳ τοῦ μισοκάλου δαίμονος, τῆς ὑπακοῆς ἐκπεσών, ἐξῆλθε, χωρὶς αἰτίας τινὸς ἐπιβλαβοῦς, ἀπὸ τῶν χειρῶν τοῦ γέροντος, καταφρονήσας καὶ τοῦ ἐπιτιμίου, ἐπιτιμηθεὶς διὰ τὴν τῆς ὑπακοῆς ἀθέτησιν. Κατελθὼν δὲ ἐν Ἀλεξανδρείᾳ τῇ πόλει, ἐκρατήθη παρὰ τοῦ ἐκεῖσε ἄρχοντος, ἀποδυθεὶς καὶ τὸ μοναχικὸν σχῆμα, ὡς κατεπείγοντος αὐτὸν θῦσαι τοῖς εἰδώλοις. Ὡς δὲ οὐδόλως εἶχε τοῦτον καταπειθῆ, βουνεύροις μὲν πρῶτον ἔτυψεν ἀφειδῶς· εἶθ᾿ οὕτω τὴν κεφαλὴν αὐτοῦ ξίφει ἀποτμηθῆναι προσέταξεν. Ὃν καὶ λαβόντες οἱ παριστάμενοι, ἀπέτεμον τὴν κεφαλὴν αὐτοῦ, τὸ σῶμα αὐτοῦ ἔξω τῆς πόλεως ῥίψαντες τοῖς κυσί. Τοῦτον φιλόχριστοί τινες, νυκτὸς καταλαβούσης, ἀνελάβοντο, καὶ μύροις καὶ ὀθονίοις εἱλίσαντες, ἔθεντο ἐν γλωσσοκόμῳ καὶ ἀπέθεντο ὡς Μάρτυρα ἐν τῷ τοῦ Ναοῦ Θυσιαστηρίῳ.
Ἐπιτελουμένης οὖν τῆς θείας Μυσταγωγίας καὶ τοῦ Διακόνου ἀναβοῶντος τό, Ὅσοι κατηχούμενοι προέλθετε, οἱ κατηχούμενοι προέλθετε, πάντων ὁρώντων, αὐτομάτως τὸ γλωσσόκομον ἐξήρχετο, ἄνευ ἀνθρωπίνης χειρός· καὶ ἔμενεν ἐν τῷ νάρθηκι τῆς Ἐκκλησίας, ἄχρι τῆς ἀπολύσεως· καὶ πάλιν αὐτομάτως εἰσερχόμενον ἵστατο ἐν ᾧ προετυπώθη τόπῳ ἵστασθαι. Τοῦτο γινόμενον ἐξέπληττε τοὺς ὁρῶντας. Ὅπερ ἀναμαθὼν καί τις τῶν εὐδιακρίτων, ἐδεήθη τοῦ Θεοῦ περὶ τούτου, καὶ ταχεῖαν τὴν λύσιν ἐδέξατο. Ἄγγελος γὰρ ἐπιστάς, φησὶ πρὸς αὐτόν· Τί ἔκθαμβος γέγονας ἐπὶ τῷ γεγενημένῳ; οὐκ ἔλαβον οἱ Ἀπόστολοι τοῦ Χριστοῦ, ὡς οἶσθα, ἐξουσίαν τοῦ δεσμεῖν καὶ λύειν, καὶ ἐξ αὐτῶν πάλιν οἱ καθεξῆς μαθηταὶ τούτων; Οὗτος οὖν ὁ τὸ αἷμα αὑτοῦ ὑπὲρ Χριστοῦ ἐκχέας ἀδελφός, καὶ ἐν τῷ Θυσιαστηρίῳ μὴ συγχωρούμενος κεῖσθαι, τῆς Προσφορᾶς τελουμένης, ὑπὸ Ἀγγέλου διώκεται ἄχρι τοῦ Νάρθηκος. Τοῦ δεῖνος γὰρ τοῦ συνασκητοῦ σου τῆς ὑπακοῆς ἐκπεσών, ὡς μαθητὴς αὐτοῦ γεγονὼς καὶ εὐλόγως δεσμευθεὶς ὑπ᾿ αὐτοῦ, ἐκεῖθεν ἀπανίσταται δεδεμένος· καὶ ὡς μὲν Μάρτυς, τὸν στέφανον ἔλαβεν· ὡς δὲ τὸν δεσμὸν ἔχων, οὐ συγχωρεῖται ἔνδον κεῖσθαι, τῆς Προσφορᾶς τελουμένης, εἰ μὴ ὁ δήσας λύσει αὐτόν.
Ταῦτα μεμαθηκὼς ὁ θεῖος Πρεσβύτης, λαβὼν τὴν ῥάβδον ἀπῆλθε πρὸς τὸν Ἀσκητήν· καὶ ἐξυφάνας αὐτῷ τὸ πᾶν τῆς ἱστορίας, συγκατῆλθε μετ᾿ αὐτοῦ εἰς τὴν Ἀλεξάνδρειαν· καὶ τὸν ναόν, ἐν ᾧ τὸ λείψανον ἐναπέκειτο τοῦ Μάρτυρος, καταλαβόντες καὶ τὴν θήκην παρανοίξαντες τοῦ Μάρτυρος, τὴν συγχώρησιν ὁμοῦ ἐποιήσαντο· καὶ τοῦτον κατασπασάμενοι, ἔστησαν εἰς δοξολογίαν, καὶ τῆς θείας Μυσταγωγίας τελεσθείσης, μεμένηκεν ὁ Μάρτυς ἀσάλευτος ἐν τῷ Θυσιαστηρίῳ κείμενος ἔκτοτε καὶ μέχρι τοῦ νῦν.


Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Διονυσίου, ἀρχιεπίσκοπος Σουζδαλίας τῆς Ῥωσίας
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Ὁ Θεὸς, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Ὁ διασώσας ἐν πυρὶ
ύμην ῥημάτων τῶν σοφῶν, τύραννος διώκτης μὴ φέρων, καὶ θανατοῖ σε καὶ βυθῷ, θαλαττίῳ προσρίπτει τὴν ἄνω σοι, προξενῶν ὡς οὐκ ᾤετο, βασιλείαν εἰς αἰῶνας καὶ θείαν δόξαν.
Μὴ προσκυνήσας τοῖς γλυπτοῖς, γόνυ τε μὴ κάμψας εἰδώλοις, εἰς πῦρ ἐβλήθης θλιβερόν, εἰς βασάνων εἰσῆλθες τὴν κάμινον, δροσιζόμενος Πνεύματος, δροσοβόλῳ δυναστείᾳ Θεόφρον Μάρτυς.
Νενεκρωμένους καὶ βυθῷ, τῆς Ἑλληνικῆς ἀθεΐας, καταποθέντας τοὺς λαούς, ζωηφόροις σου λόγοις ἀνείλκυσας μελῳδῶν Ἀξιάγαστε· Ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Θεοτοκίον
Εὐλογημένος ὁ καρπός, τῆς εὐλογημένης γαστρός σου, ὃν εὐλογοῦσιν οὐρανῶν, αἱ Δυνάμεις βροτῶν τε συστήματα, ὁ ἡμᾶς λυτρωσάμενος, τῆς κατάρας τῆς ἀρχαίας εὐλογημένη.

ᾨδὴ η'. Παῖδας εὐαγεῖς
Λιμῲ νοητῷ τοὺς ἐκτακέντας, τῷ ἄρτῳ τῶν λόγων σου ἐστήριξας, μόνον σέβειν Κύριον, ἄρτον τῆς ζωῆς ἡμῶν, καθυποδείξας Ἔνδοξε, ᾧ πάντες ψάλλομεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Πατήσας δεινὰς μηχανουργίας, ἐχθροῦ τοῦ ἀπατεῶνος τῇ ἀθλήσει σου, ἤρθης πρὸς περίδοξον, ὕψος Ἀξιάγαστε, καὶ τῶν Ἀγγέλων ἔφθασας, βοῶν τὰ τάγματα· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ξένων πραγμάτων τελεσθέντων, ἐν σοὶ Λουκιανὲ Μάρτυς ἀοίδιμε! κόλπος γὰρ θαλάττιος, σῶμά σου τὸ ἅγιον, ἐφ' ἱκανὸν δεξάμενος οὐκ ἐλυμήνατο, τῇ χέρσῳ διασῴζει δὲ σῶον, ῥεῖθρα ἰαμάτων, ἐκβλύζον τοῖς ποθοῦσι.
Θεοτοκίον
Καὶ γλώσσῃ Παρθένε καὶ καρδίᾳ, ἁγνὴν Θεοτόκον σὲ κηρύττομεν· Κύριον γὰρ ἔτεκες, σάρκα περικείμενον, καὶ ἐν δυσὶ ταῖς φύσεσι κατανοούμενον, ὃν πᾶσαι οὐρανῶν αἱ Δυνάμεις, ἀνυμνολογοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.










ᾨδὴ θ'. Εὔα μὲν τὸ τῆς παρακοῆς
Λάμπει σου Σοφὲ τὸ ἱερὸν μνημόσυνον, ταῖς ἀκτῖσι τοῦ πνεύματος, νέφος παθῶν διασκεδάζον, φωτίζον εὐσεβῶν τὰ συστήματα, καὶ φλέγον τῶν δαιμόνων στρατεύματα, ὃ ἐκτελοῦντας ἡμᾶς φύλαττε.
λύθης τοῦ σώματος δεσμῶν Μακάριε, καὶ πρὸς ὕψος ἐπουράνιον, χαίρων ἀνέπτης καὶ ἐπώφθης, ὡραῖος τῶν στιγμάτων τερπνότησι, Θεῷ τῷ Ποιητῇ ᾧ παρίστασαι, μετὰ Μαρτύρων εὐφραινόμενος.
Μάρτυς ἡμῶν Λουκιανὸς συνήγαγεν, εὐφημῆσαι τούτου σήμερον, ἄθλους λαμπροὺς καὶ τοὺς ἀγῶνας, τὴν μέχρι τελευτῆς γενναιότητα, θαυμάτων τε τὴν χάριν τήν ἄφθονον, ὃν ἐπαξίως μακαρίζομεν.
Θεοτοκίον
Σοφίας δοχεῖον ὑπὲρ νοῦν τῆς κρείττονος, ἀνεδείχθης Κόρη Πάναγνε, ἔμψυχος θρόνος τε καὶ πύλη· διὸ σε τῶν βροτῶν τὰ συστήματα, Ἀγγέλων τε δοξάζει στρατεύματα, μόνην τῶν πάντων ὑπερέχουσαν.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς
Πνευματικῆς ὡς ἔμπλεως, χάριτος καὶ σοφίας, Λουκιανὲ πανεύφημε, τὴν θεόπνευστον Μάρτυς, Γραφὴν ἡρμήνευσας πᾶσαν· πλάνην δὲ τῶν Ἑλλήνων, ἤλεγξας τὴν πολύθεον, καὶ ψευδώνυμον γνῶσιν, τὴν δὲ Χριστοῦ, Ἐκκλησίαν ηὔφρανας, Ἀθλοφόρε, φαιδρύνων ἐν τοῖς λόγοις σου, Ὀρθοδόξων τὰ πλήθη.
Θεοτοκίον
Ναὸς ἐγένου Πάναγνε, τῆς Θεότητος ὅλης, τὸν τῆς Τριάδος ἕνα γάρ, τέτοκας ἀπορρήτως, διπλοῦν τῇ φύσει Παρθένε, ἐν μιᾷ ὑποστάσει· ὃν ἐκτενῶς ἱκέτευε, σῶσαι τοὺς σὲ ὑμνοῦντας, ἐκ πειρασμῶν, καὶ κινδύνων Δέσποινα Θεοτόκε· σοὶ γὰρ τὸ Χαῖρε κράζομεν, προστασία τοῦ κόσμου.

















Αἶνοι. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλως τῷ Κυρίῳ σου, ἀνατεθεὶς παιδόθεν, τὰ Αὐτοῦ ἐφύλαξας, γνώμης προθυμότητι, δικαιώματα, καὶ χρισθεὶς χρίσματι, τῆς ἱερωσύνης, θεαρέστως ἱερούργησας, καὶ βάψας αἵματι, τὴν λαμπρὰν στολήν σου ἀνέδραμες, πρὸς πόλιν ἐπουράνιον, ἔνθα ἃ ἐπόθεις ἀπέλαβες· ὅθεν ἐκδυσώπει, ἀεὶ ὡς συμπαθὴς Λουκιανέ, ὑπὲρ ἡμῶν τῶν τιμώντων σου, τὴν ἁγίαν ἄθλησιν.

Λόγῳ θείας χάριτος, τὰς κλονουμένας καρδίας, Μάρτυς ἐπεστήριξας, καὶ ἀθλεῖν στεῤῥότατα, παρεσκεύασας· καὶ τὸ ποτήριον, ὃ πιεῖν τοὺς ἄλλους, παμμακάριστε προέτρεπες, τοῦτο γηθόμενος, ἔπιες καὶ πλάνης τοὺς ῥύακας, εἰς τέλος ἀπεξήρανας, ὦ Λουκιανὲ πανσεβάσμιε· ὅθεν ἀνεπαύσω, σκηναῖς ἐν πρωτοτόκων εὐκλεῶς, ὑπὲρ ἡμῶν ἱλεούμενος, τὸν πανυπεράγαθον.

Ἤνεγκας τὰ τραύματα, θαρσαλεότητι γνώμης, καὶ ἐχθρὸν τὸν δόλιον, ἐν τῷ τραυματίζεσθαι, ἐτραυμάτισας· ὅθεν πρὸς τὰ κρείττονα, μετετέθης λῆξιν, λιμοθνὴς ἀξιοθαύμαστε, καὶ ἀληθέστατα, τῆς ζωῆς τοῦ ἄρτου μετέλαβες, Λουκιανὲ καὶ νάματος, τῆς ἀθανασίας ἐντρύφησας· ὅθεν ἱκετεύω, σῆς χάριτος τῷ θείῳ δροσισμῷ, τὴν αὐχμωθεῖσαν καρδίαν μου, δεῦρο καταδρόσισον.  

Πάντας τοὺς προστρέχοντας, τῇ δραστικῇ σου πρεσβείᾳ, καὶ ἀνευφημοῦντάς σε, ὡς Ἱερομάρτυρα, ἱερόνικον, δεῦρο καὶ λύτρωσαι, τῇ ἐπισκοπῇ σου, τῶν ἐν βίῳ περιστάσεων, πόνων κακώσεων, καὶ ἐπηρειῶν τοῦ ἀλάστορος, καὶ πάσης ἄλλης θλίψεως, ὡς πλουτῶν πολλὴν τὴν συμπάθειαν· σὺ γὰρ παῤῥησίας, πλουσίως ὑπεδέξω ἐκ Θεοῦ, Λουκιανὲ τὰ δωρήματα, ὡς ἀθλήσας ἄριστα.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε σήμερον ἀδελφοί, πνευματικῶς εὐφημήσωμεν, Λουκιανὸν τὸν μακαριώτατον, τοῦ Χριστοῦ Ἱερομάρτυρα. Οὗτος γὰρ τὸν νοῦν ἐπερείσας τῇ πέτρᾳ τῆς πίστεως, οὐδαμῶς ἐσαλεύθη ταῖς προσβολαῖς τῶν βασάνων· καὶ λιμῷ ἀπηνῶς θανατωθείς, τοῦ ἐσωτέρου καταπετάσματος ἔνδον γέγονεν, ἔνθα καθορᾷ νῦν τοῦ Θεοῦ, ἀμέσως τὸ ἀθέατον πρόσωπον· ὅθεν αὐτῷ ἐκβοήσωμεν· ὡς Ἱερεὺς ἐννομώτατος, καὶ Μάρτυς καρτερώτατος, ἱκέτευε Θεὸν διαπαντὸς σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις

Μεγαλυνάριον.
Χαίροις εὐσεβείας ὑφηγητής, καὶ Γραφῶν τῶν θείων, θεηγόρος διερμηνεύς· χαίροις τῶν Μαρτύρων, οὐρανίος ἀλείτπης, Λουκιανὲ καὶ Μάρτυς, Χριστοῦ ἀγάφθεγκτος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου