Παρασκευή 31 Αυγούστου 2018

ΦΕΒΡΟΥΑΡΙΟΣ 14. ΟΣΙΟΣ ΑΥΞΕΝΤΙΟΣ ΧΑΛΚΙΔΙΚΗΣ ΑΚΟΛΟΥΘΙΑ

ΦΕΒΡΟΥΑΡΙΟΣ ΙΔ΄!!
ΑΥΞΕΝΤΙΟΣ ΟΣΙΟΣ ΕΝ ΒΙΘΥΝΙᾼ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε πιστῶν αἱ χορεῖαι ἀνευφημήσωμεν, τὸν ἐν τῇ Βιθυνίᾳ, χαριτόβρυτον ὄντως, Αὐξέντιον πτωχείας τὸν ἐραστήν, διαλάμψαντα κράζοντες· μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν σπευδόντων τῇ σῇ χάριτι.

Ἱκετικῶς σοι βοῶμεν, σοφὲ Αὐξέντιε, ὡς παῤῥησίαν ἔχων, πρὸς τὸν ὅλων Δεσπότην, καὶ Κτίστην καὶ Σωτῆρα καὶ Λυτρωτήν, σαῖς εὐχαῖς ἐξιλέωσαι, αὐτὸν ἡμῖν τοῖς τιμῶσι τὴν ἱεράν, καὶ πανσέβαστόν σου ἄσκησιν.

Ἐν Καρτιλίου τῇ κώμῃ πολιτευσάμενος, τῇ παραθαλλασίᾳ, ἰσαγγέλως θεόφρον, Αὐξέντιε νηστείαις καὶ προσευχαῖς, ἀσιγήτοις ἐπτέρωσας, πρὸς οὐρανῶν τὰ σκηνώματα τοῦ νοός, καὶ καρδίας σου τὰ ὄμματα.

Αἱ τῶν Ὁσίων χορεῖαι νῦν συναγάλλονται, ἐν οὐρανίοις δόμοις, ἐπὶ σῇ θείᾳ μνήμῃ, μερόπων δὲ οἱ δῆμοι ἐν τοῦ Σταυροῦ, τῇ πολίχνῃ τιμῶντές σε, τοῦ σοῦ λειψάνου τὴν θήκην τὴν ἱεράν, κατασπάζονται Αὐξέντιε.

Δόξα. Ἦχος δ΄.
Φιλεόρτων τὰ πλήθη, τῶν ἐκ Βιθυνίας καὶ ἁπάσης Χαλκιδικῆς ὁρμωμένων, συνελθόντες σήμερον, ἐπὶ τῇ μνήμῃ τοῦ θεοφόρου Πατρὸς ἡμῶν Αὐξεντίου, εὐχαριστήριον ὕμνον τῷ Θεῷ προσφέρομεν λέγοντες· δόξα ταῖς ἀπείροις σου πρὸς ἡμᾶς εὐεργεσίαις Κύριε, ὅτι τὸν θεράποντά Σου ἐχαρίσω ἡμῖν φωστῆρα πολύφωτον, φωταγωγοῦντα τοὺς ἐν σκιᾷ θανάτου καθημένους, καὶ πρεσβευτὴν ἔχοντάς σε θερμότατον.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.





Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε τῶν εὐσεβῶν, οἱ δῆμοι συνελθόντες, ἐν ὕμνοις ἐγκωμίων, Αὐξέντιον τὸν θεῖον, εὐσχήμως καταστέψωμεν.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ὅσιε πολιέ, τοῦ Καρτιλίου κλέος, ἐξήνθησας ὡς ῥόδον, ἐν ταῖς αὐλαῖς Κυρίου, Αὐξέντιε θεσπέσιε.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εἴληφας δαψιλῶς, παρὰ Θεοῦ τὴν χάριν, ὑπερφυῶν θαυμάτων, σημειοφόρε Πάτερ, Αὐξέντιε μακάριε.

Δόξα. Τριαδικόν.
Ἔχομεν πανσθενῆ, πρὸς σὲ μεσίτην Πάτερ, Υἱὲ καὶ θεῖον Πνεῦμα, Τριὰς ὑπεραγία, Αὐξέντιον τὸν Ὅσιον.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα γλυκασμέ, τῶν ἐν πικραῖς βασάνοις, στενόντων δυσωποῦσα, μὴ παύσῃ τὸν Υἱόν Σου, ὑπὲρ τῶν γεραιρόντων Σε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ὥσπερ φοίνιξ ηὐξήνθης Πάτερ ὑψίκορμος, δικαιοσύνης ἐκφέρων τοὺς ψυχοτρόφους καρπούς, σὺ γὰρ βίον ἱερὸν πολιτευσάμενος, τῆς Ἐκκλησίας στηριγμὸς καὶ θαυμάτων αὐτουργός, Αὐξεντιε ἀνεδείχθης, διὰ παντὸς ἱκετεύων ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ὅμοιον.
Τὸν δοθέν σοι αὐξάνων ἐξ ὕψους τάλαντον, ἀσκητικῇ πολιτείᾳ, καὶ ταπεινώσει πολλῇ, ἀγαθὸς Κυρίου δοῦλος ἐχρημάτισας· ὅθεν Αὐξέντιε Χριστός, ὁ ἀξίως τοῖς πιστοῖς, τὰ γέρα τῆς δόξης νέμων, κρουνὸν θαυμάτων ἀείῤῥουν, καὶ θεραπείας ἔδειξέ σε πιστῶν.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.




ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Θεόφρον Αὐξέντιε σοφέ, Καρτιλίου καύχημα, καὶ Βιθυνίας ὡράϊσμα, ἐπικαμπτόμενος, ταῖς τῶν ἱκετῶν σου, ταπειναῖς δεήσεσιν, ἀπάλλαξον πανδείνου κακώσεως, αὐτοὺς καὶ θλίψεων, καὶ πρὸς φέγγος θεῖον ἴθυνον, τοὺς ἐν σκότει, κειμένους φαυλότητος.

Θεόφρον Αὐξέντιε σοφέ, δι’ εὐχῆς σου ἔπαυσας, θαλάσσης δίνην καὶ ἄκατον, τὸ σὸν τριβώνιον, ἄλλοτε ποιήσας, ἐπ’ αὐτοῦ ὢ θαύματος, ἐπέβης ξενοτρόπως καὶ πέλαγος, καλῶς διέπλευσας, τὴν σὴν χάριν, ἥν σοι δέδωκεν, ὁ παντάναξ, δεικνύων τοῖς πέρασι.

Θεόφρον Αὐξέντιε σοφέ, πενομένων πρόμαχε, καὶ τρυχομένων βοήθεια, τῇ εὐσπλαγχνίᾳ σου, ἔτρεχον ἀπαύστως, γηγενῶν οἱ σύλλογοι, καὶ ἀρωγῆς ἀπολεύοντες, τῆς σῆς ἐδόξαζον, τὸν αὐτοῖς σε ἀποστείλαντα, τροφοδότην, καὶ ῥύστην ἐκ θλίψεων.

Θεόφρον Αὐξέντιε σοφέ, τοῦ ἐχθροῦ ἀπήμβλυνας, κακίαν πᾶσαν καὶ πόνοις σου, σεμνῆς ἀσκήσεως, θείων χαρισμάτων, ἐπληρώθης Ὅσιε, ἀστὴρ ἐνασκουμένων λαμπρότατος, ὀφθεὶς τὰ πέρατα, καταυγάζων θαυμασίοις σου, καὶ καμάτοις, σεπτῆς πολιτείας σου.

Θεόφρον Αὐξέντιε σοφέ, τῶν δαιμόνων ἔνεδρα, σαφῶς καὶ ἅπαντα θήρατρα, αὐτῶν κατέστρεψας, ὡς ἱστὸν ἀράχνης, ὅπλον ἀπροσμάχητον, Σταυρὸν τὸν ζωηφόρον τοῦ Κτίσαντος, ἐπωμαΐδιον, φέρων· ὅθεν σὺν τοῖς τάγμασιν, ἠριθμήθης, Ἀγγέλων ἀοίδιμε.

Θεόφρον Αὐξέντιε σοφέ, ἀρεταῖς διέπρεψας, ὡς ὀρθρινὸς ἄλλος ἥλιος, ἐν στερεώματι, τῷ τῆς Ἐκκλησίας, πάντας χαρισμάτων σου, αὐγάζων ταῖς ἀκτῖσι τοὺς μέλποντας, τὴν πολιτείαν σου, καὶ τὴν εὔσημον παν ήγυριν, τῆς σῆς μνήμην, τελοῦντας ἀείποτε.

Δόξα. Ἦχος πλ. β΄.
Ἔλαμψαν χρυσίου τηλαυγέστερον, ἐπὶ γῆς τὰ ἔργα τῶν ἐναρέτων σου τρόπων, καὶ πανσόφων διδαγμάτων, θεοφόρε Πάτερ Αὐξέντιε. Κεκοσμημένος γὰρ ἀρετῶν πλήθεσι, καὶ διάδημα συμπαθείας φέρων φωτόλαμπρον, κατελάμπρυνας Βιθυνίας τὴν ἐξάκουστον χώραν. Λάμψον οὖν καὶ ἡμῖν τὸ φῶς τῶν πρεσβειῶν σου, ἵνα τὴν σκοτόμαιναν ἀπελάσωμεν τῆς ἁμαρτίας, καὶ τὸν βίον ἐν μετανοίᾳ τελέσωμεν.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  






Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ. β΄, 1-11)
Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ’ ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ’ ἀυτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμέινατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῶ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; Ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σώζει ἐν καιρῷ θλίψεως.

Λιτή. Ἦχος α΄.
Τὸν πολιὸν ἀσκητὴν καὶ ἐραστὴν τῆς πτωχείας, τὸν ἐν τῶ ναϋδρίῳ ρῆς Σαμαρείτιδος Φωτεινῆς, θεοφιλῶς πολιτευσάμενον, Αὐξέντιον τὸν Ὅσιον ἀξίως μακαρίσωμεν· ῥάκη γὰρ οὗτος ἐνδυσάμενος, καὶ νυχθημερὸν νήφων καὶ τοῦ Κυρίου δεόμενος, θαυμάτων ἠξιώθη αὐτουργὸς γενέσθαι, καὶ πολλοὺς ἐμπεριστάτους βοηθῆσαι δυνάμει θείᾳ. Διὸ καὶ Χριστὸς ὁ δικαιοκρίτης Κύριος, εἰς ἀγκάλας Ἀβραὰμ αὐτὸν ἀνέπαυσε, καὶ χάριν αὐτῷ δέδωκε πρεσβεύειν, ὑπὲρ πάντων αἰτουμένων οὐρανόθεν, τὸ μέγα ἔλεος.

Ἦχος β΄.
Τὸν ἀνέσπερον τῶν ἀσκητῶν ἀστέρα, οἱ ἐν Σταυρῷ Χαλκιδικῆς νῦν ἐνοικοῦντες γεραίρομεν, Αὐξέντιον τὸν πανόλβιον θεοπρεπέσι μελίσμασι. Καὶ τὴν τιμίαν θήκην τῶν αὐτοῦ λειψάνων ἀσπαζόμενοι, λαμβάνομεν δόσεις ἰαμάτων, καὶ Χριστὸν δοξάζομεν, τὸν αὐτὸν ἡμῖν προστάτην δείξαντα.

Ἦχος γ΄.
Τὸν καμνόντων καὶ τρυχομένων τροφὸν καὶ ἀκέστορα, τὸν ὑπερφυῶς ἄρτου πλήσαντα τὸν οἶκον τῆς χήρας, Αὐξέντιον τὸν ἔνδοξον καταστέψωμεν ᾄσμασι κράζοντες· πλήρωσον καὶ ἡμῶν τὰς καρδίας, τῶν τῇ σῇ σκέπῃ καταφευγόντων συμπαθέστατε, χαρᾶς ἀῤῥήτου καὶ εἰρήνης, ἵνα Χριστὸν ἀεὶ δοξάζομεν, τὸν σὲ κραταιώσαντα.




Δόξα. Ἦχος δ΄.
Τοῦ ῥίπτοντος τὸ αὐτοῦ τριβώνιον εἰς θάλασσαν, καὶ ἐπ’ αὐτοῦ ὤσπερ ἀκάτου ἐπιβαίνοντος, θαυματοβρύτου Ὁσίου Αὐξεντίου τὴν παῤῥησίαν, ἣν ἔχει πρὸς Κύριον τίς ἐξειπεῖν δυνήσεται. Οὗτος γὰρ νόσους ἀνιάτους πόῤῥῳ φυγαδεύει, ἐπιτόκων γυναικῶν ἀρωγὸς ταχύτατος δείκνυται, καὶ ὑπὲρ πάντων πρεσβεύει πρὸς Κύριον, τῶν τὴν μνήμην αὐτοῦ ἐπιτελούντων τὴν ἀεισέβαστον.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ τὴν πτωχείαν Χριστοῦ, διατηρήσας εὐλαβῶς ἄχρι γήρατος, ὁ ῥάκη ἐνδεδυμένος, καὶ ἀσιτίαν φιλῶν, ὁ εὐχῆς ποιήσας ἐργαστήριον, αὐτοῦ ἀληθέστατα, τὴν καρδίαν καὶ Πνεύματος, ἑλκύσας χάριν, τοῦ Ἁγίου Αὐξέντιε, φίλε γνήσιε, πολιτείας θεόφρονος, εὖχος ἀζύγων πάντερπνον, ἰσάγγελε ἄνθρωπε, ὁ Καρτιλίου τὴν κώμην, καθαγιάσας παλαίσμασι, Χριστὸν ἐκδυσώπει, παρασχεῖν τοῖς σὲ τιμῶσι, τὸ μέγα ἔλεος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις, τῶν πενομένων τροφεύς, τῶν ὀρφανῶν καὶ τῶν χηρῶν ἡ ἀντίληψις, προστάτης χειμαζομένων, ὁ τῶν καμνόντων ταχύς, ἀρωγὸς καὶ θεῖον παραμύθιον, τῶν ὄντων ἐν θλίψεσι, θεοφόρε Αὐξέντιε, κανὼν σοφίας, ἐγκρατείας κειμήλιον, καὶ χρηστότητος, λύχνος ὄντως ἀείφωτος, στῦλος γὰρ ἀπερίτρεπτος, τοῖς πᾶσιν ὁ βίος σου, ἐγνώσθη Πάτερ στηρίζων, τοὺς σοὶ ποτὲ καταφεύγοντας, καὶ νῦν οὐρανόθεν, ταπεινῶς ἐκδεχομένους, τὴν θείαν χάριν σου.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις, ὁ τῆς θαλάσσης δεινήν, καταπραΰνας τρικυμίαν Αὐξέντιε, δυνάμει τοῦ ζωηφόρου, καὶ πανσεβάστου Σταυροῦ, νήας ἁλιέων τὴν ποντίζουσαν. Χριστοῦ γὰρ τὸ θέλημα, ἐκτελῶν ἐκ νεότητος, καὶ τὴν ἀγάπην, τοῦ πλησίον ὡς ἔμβλημα, ἔχων Ὅσιε, εὐλαβῶς πεπολίτευσαι, ἤρθης δὲ εἰς οὐράνια, ὁλόφωτα δώματα, ἵνα σὺν πᾶσιν Ἁγίοις, ὁρᾷς Κυρίου τὸ πρόσωπον, οὐχὶ ἐν ἐσόπτρῳ, ἀλλ’ ἰδίοις σου βλεφάροις, καὶ χαίρῃς πάντοτε.





Δόξα. Ἦχος πλ. δ΄.
Τὸν καθηγητὴν τῆς ἀπλότητος καὶ ταπεινώσεως, ἐπαξίως τιμῶμέν σε Αὐξέντιε Πατὴρ ἡμῶν Ὅσιε. Διὰ σοῦ γὰρ τὴν ἐν Χριστῷ πτωχείαν ἠγαπήσαμεν, καὶ τὴν εὐθεῖαν τρίβον πορεύεσθαι ἔγνωμεν παναοίδιμε. Οὐρανόθεν οὖν ἐπόμβρισον ἡμῖν ὑετὸν μετανοίας, καὶ δρόσισον τὰς καρδίας τῶν ἀεὶ μακαριζόντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ὥσπερ φοίνιξ ηὐξήνθης Πάτερ ὑψίκορμος, δικαιοσύνης ἐκφέρων τοὺς ψυχοτρόφους καρπούς, σὺ γὰρ βίον ἱερὸν πολιτευσάμενος, τῆς Ἐκκλησίας στηριγμὸς καὶ θαυμάτων αὐτουργός, Αὐξεντιε ἀνεδείχθης, διὰ παντὸς ἱκετεύων ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ὅμοιον.
Τὸν δοθέν σοι αὐξάνων ἐξ ὕψους τάλαντον, ἀσκητικῇ πολιτείᾳ, καὶ ταπεινώσει πολλῇ, ἀγαθὸς Κυρίου δοῦλος ἐχρημάτισας· ὅθεν Αὐξέντιε Χριστός, ὁ ἀξίως τοῖς πιστοῖς, τὰ γέρα τῆς δόξης νέμων, κρουνὸν θαυμάτων ἀείῤῥουν, καὶ θεραπείας ἔδειξέ σε πιστῶν.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.













ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἀσκήσας εὐσεβῶς, ἐν ὑστέροις τοῖς χρόνοις, ἡγίασας σοφέ, Κατιρλίου τὴν κώμην, καὶ πάντας ἐφώτισας, τοὺς πιστοὺς πολιτείας σου, καὶ θαυμάτων σου, ταῖς φωτοβόλοις ἀκτῖσιν· ὅθεν σπεύδομεν, ἐγκωμιάσαι σε πόθῳ, Αὐξέντιε Ὅσιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐλέησον ἡμᾶς, ῤυπτικαῖς Σου πρεσβείαις, πρὸς Ὃν ἄνευ σπορᾶς, ἀπεκύησας Μῆτερ, γλυκεῖα τοῦ σύμπαντος, πεπτωκότας εἰς ἄβυσσον, βίου χείῤῥονος, καὶ ζοφερῶν ἁμαρτάδων, φεῦ Παντάνασσα, ἵνα ὑμνῶμέν Σε πίστει, ἀπαύστως οἱ δοῦλοί Σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Δακρύων σου χεύμασι καὶ τῶν ἱδρώτων ῥοαῖς, ὡς δένδρον Αὐξέντιε περιφανὲς ἀσκητά, καλῶς πιαινόμενον, ἤνθησας ἀθανάτου, πολιτείας ὀπώρας· ὅθεν σε κατ’ ἀξίαν, εὐφημοῦντες τρυφῶμεν, τῶν θείων ἀρετῶν σου καρπούς, καὶ ἠδυνόμεθα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ γένος τὸ βρότειον ἡμῶν πρεσβείαις ταῖς Σαῖς, ἀπάλλαξον Δέσποινα ἐκ τῶν ἐχθροῦ προσβολῶν, καὶ σῶσον βοῶμέν Σοι, πάντας τοὺς καθ’ ἑκάστην, τῇ τιμίᾳ Σου σκέπῃ, σπεύδοντας καὶ ἐν ὕμνοις, μελιχροῖς εὐφημοῦντας, τὴν ἄγρυπνον Παρθένε ἁγνή, ἐπιστασίαν Σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὸ διαυγέστατον, τῆς ταπεινώσεως, δοχεῖον μέλψωμεν, καὶ βίου κρείττονος, τὸ πεπλησμένον ἀρετῶν, παντοίων καὶ συμπαθείας, πρὸς τοὺς χρείαν ἔχοντας, θεοφόρον Αὐξέντιον, Καρτιλίου σέμνωμα, καὶ πιστῶν ἀγαλλίαμα, βοῶντες· δὸς πιεῖν σοὺς ἱκέτας, νέκταρ ζωῆς ἀφθίτου Πάτερ.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· χαῖρε ἡ κεχαριτωμένη.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Πᾶσαν τὴν Βιθυνίαν ἐκάλυψεν, ἡ νεφέλη τῶν θαυμασίων σου, ἀσκητὰ πνευματέμφορε Αὐξέντιε. Σοὶ γὰρ πληθὺς ἐπωνύμων καὶ ἀνωνύμων, προέστρεχον λαβεῖν τὴν εὐχήν σου, καὶ ἀκοῦσαι τῶν διδαγμάτων σου. Καὶ νῦν εὐσεβῶν οἱ δῆμοι, τὴν τῶν λειψάνων σου θήκην ἀσπαζόμενοι, ἐκζητοῦσι τὰς πρὸς Θεὸν πρεσβείας σου.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου οὗ ἡ ἀκροστιχίς: Αὐξέντιον ἐν Σταυρῷ, τιμώμενον ὑμνέω. Χ.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Αὐξέντιον Ὅσιον τῆς προσευχῆς ἐργαστήριον, καὶ μέλαθρον νήψεως, ἐγκωμιάσαι φαιδρῶς, καταξίωσον, τὸν δοῦλόν Σου Σωτήρ μου, ἐκ τούτου θαμβούμενον, πόνων ἀσκήσεως.
φέρποντα δράκοντα καὶ πλάνον ὄφιν τὸν ἕλκοντα, ψυχὰς πρὸς τὸ βάραθρον, τῆς ἀφροσύνης ταχύ, δι’ ἀγώνων σου, ἐπάταξας ἀόκνων, συνέσεως τέμενος, μάκαρ Αὐξέντιε.
Ξενίζειν ἐγίνωσκες τοὺς ἐνδεεῖς καὶ τοὺς πένητας, ὑπείκων τοῖς ῥήμασι, τοῦ Παύλου ἐγκρατευτά, καὶ ἐχόρταζες, ἀπαύστως στερουμένους, τροφίμων Αὐξέντιε, θεοειδέστατε.
Θεοτοκίον.
λπὶς καὶ βοήθεια, Χριστιανῶν Μῆτερ πέλουσα, ἐξάρπασον δέομαι, αἰχμαλωσίας παθῶν, τὸν οἰκέτην Σου, Κυρία Θεοτόκε, τὸν νῦν καταφεύγοντα, ταῖς ἱκεσίαις Σου.

ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Ναὸς θείου Πνεύματος ἐπώφθης, χαρίτων Αὐξέντιε κρουνέ, καὶ φρέαρ ἁγιάσματος· διόπερ σοι προσέτρεχον, ἀντλοῦντες οἱ Βιθύνιοι, πολλῶν ἰάσεων νάματα.
Τηρῶν εὐλαβῶς τὰς τοῦ Κυρίου, Αὐξέντιε θείας ἐντολάς, ἐβλάστησας συνέσεως, θεσπέσιε λευκάνθεμα, ἡδύπνευστα εὐφραίνοντα, ὀδμαῖς αὐτῶν σοῦ τοὺς πρόσφυγας.
άσεων πέλεις μυροθήκη, καὶ ξένων θαυμάτων θησαυρός, Αὐξέντιε πανόλβιε· διὸ νῦν τῶν λειψάνων σου, τὴν θήκην ἀσπαζόμενοι, χαρᾶς ἀῤῥήτου πληρούμεθα.
Θεοτοκίον.
δοὺς τῷ Σῷ δούλῳ μετανοίας, ὑπόδειξον Μῆτερ ἀγαθή, εὐλογημένη Δέσποινα, καὶ τῆς ψυχῆς μου ζόφωσιν, ἀπέλασον πρεσβείαις Σου, πρὸς τὸν Σὸν Τόκον καὶ Κύριον.





Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ταῖς γονάτων σου κλίσεσιν ἀνυψούμενος, εἰς σφαίρας κάλλους ἀῤῥήτου, καὶ ταπεινώσει πολλῇ, κατὰ μέθεξιν θεούμενος Αὐξέντιε, ὤφθης σοφίας θεϊκῆς, ὡς κυπάρισσος εὐθύς· διό σε νῦν εὐφημοῦντες, τὴν σὴν πανέορτον μνήμην, ἐπιτελοῦμεν μελιχραῖς ἐν ᾠδαῖς.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ἐμὴν παιδιόθεν ψυχὴν πανύμνητε, ἥνπερ ἐμόλυνα οἴμοι, ἔργοις καὶ λόγοις σαπροῖς, ἀποκάθαρον ἐλπίς μου ἀπροσμάχητε, μάκτρῳ τῶν θείων Σου εὐχῶν, καὶ τῆς ἄκρας πρὸς Θεόν, καὶ Τόκον Σου παῤῥησίας, ἣν ἔχεις ἵνα εἰς πάντας, Σὲ μεγαλύνω τοὺς αἰῶνας λαμπρῶς.

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Νόμους θείους ἀγαπήσας, καὶ μισήσας Αὐξέντιε, Κατιρλίου γέρας, σῶμα τὸ φθαρτὸν ὡς ἐπίβουλον, ταῖς σαῖς εὐχαῖς καὶ νηστείαις κατεπάλαισας, τὸν ἀρχέκακον, πλανῆσαι πάντα τὸν θέλοντα.
Εὐλογήσας μονοτρόπων, ὑφηγῆτορ τὴν θάλασσαν, τὴν κυμαινομένην, καὶ τὰς νήας πάσας βυθίζουσαν, γαλήνην ταύτῃ ἐπήνεγκας Αὐξέντιε, καὶ κατέδειξας, ἣν ἔσχες χάριν τοῖς πέρασι.
Νηνεμίαν ἐπιφέρων, τῷ πελάγει Αὐξέντιε, καὶ πιστῶν καρδίαις, ποντουμέναις ἄχθει βιώσεως, οἰακοστρόφος καλὸς τῶν προστρεχόντων Σοι, ὤφθης Ὅσιε, καὶ ἐκζητούντων τὴν χάριν σου.
Θεοτοκίον.
Σοῦ τὴν ἄπειρον γινώσκων, ὁ πολύτλας συμπάθειαν, σπεύδων εὐφημῆσαι, Σὲ καὶ τὰς θερμὰς ἱκεσίαις Σου, ἀποζητῆσαι Παρθένε πρὸς Ὃν ἔτεκες, παντοδύναμον, Θεὸν καὶ Κτίστην τοῦ σύμπαντος.

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Τριβώνιον ἔῤῥιπτες, εἰς θάλασσαν Αὐξέντιε, τὸ μελαμβαφές σου θεοφόρε, καὶ ἐπιβαίνων, ὥσπερ ἀκάτου αὐτοῦ, διέπλεες πέλαγος βαθύυ, καὶ εἰς τὴν τῶν Πόλεων, Βασιλία κατέπλεες.
Αὐξέντιε Ὅσιε, θαυμάτων ξένων πρόξενε, παῖδας τοὺς ποτὲ πεινῶντας χήρας, τῇ σῇ προνοίᾳ, καὶ ἐπισκέψει ταχύ, ἐχόρτασας ἄρτου δαψιλῶς, πλήσας τὸ ἑρμάριον, τὸ αὐτῶν συμπαθέστατε.
ψώθης Αὐξέντιε, εἰς σφαίρας τελειότητος, δι’ ἀσκητικῶν κατορθωμάτων, σκληραγωγίας, καὶ κακουχίας πολλῆς, φανὲ Βιθυνίας τηλαυγές, καὶ λαμπτὴρ ἀείφωτε, μονοτρόπου βιώσεως.
Θεοτοκίον.
ανίδας ἀπόσμηξον, δακρύων μου πανάχραντε, σπόγγῳ τῶν ἀόκνων Σου πρεσβειῶν, καὶ τῶν ἱδρώτων, ἐμῶν πληθὺν σταλαγμῶν, Μητρόθεε σπόγγισον βοῶ, ἵνα μεγαλύνω Σε, ὁ πολύτλας οἰκέτης Σου.



ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
ς φάρον νήψεως πάμφωτον, καὶ στῦλον ταπεινώσεως ἄσειστον, κλεινὲ Αὐξέντιε, σὲ εἰς αἰῶνας γεραίρομεν, καὶ τοὺς ἀσκητικούς σου, καμάτους μέλπομεν.
Τυχεῖν ἡμᾶς καταξίωσον, εἰσόδου τῶν Ἁγίων Αὐξέντιε, τοὺς καταφθάνοντας, εἰς τὸν Σταυρὸν καὶ λειψάνων σου, τὴν θήκην προσκυνοῦντας, τὴν θαυματόβρυτον.
άσεις πᾶσιν ὡς ἄμισθος, παρέχεις ἰατὴρ τοῖς προστρέχουσι, τῇ ἀντιλήψει σου, καὶ ἀρωγὴν ἐκζητοῦσί σου, τὴν ταχινὴν Ὁσίων, λαμπτὴρ Αὐξέντιε.
Θεοτοκίον.
Μητέρων κλέος Ὃν ἔτεκες, Θεὸν ὑπερφυῶς ἐγαλούχησας, μαστῶν Σου γάλακτι, καὶ ἐν ἀγκάλαις ἐβάστασας, Μαρία Ὃν ἀπαύστως, πιστοὶ δοξάζομεν.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τὸν ὡς ἀστέρα ἑωσφόρον ἀνατείλαντα, ἐν Κατιρλίῳ Βιθυνίας καὶ αὐγάσαντα, ἀρετῶν αὐτοῦ πυρσεύμασι πᾶσαν κτίσιν, καὶ ἀζύγων τὴν ὁμήγυριν λαμπρύναντα, καταστέψωμεν ᾀσμάτων θείων ἄνθεσι, πόθῳ κράζοντες· Χαίροις μάκαρ Αὐξέντιε.
Ὁ Οἶκος.
Ἄῤῥευστα ἐπεπόθεις, διαρκῶς τὰ ἐν πόλῳ, Αὐξέντιε μισῶν τὰ ἠδέα, καὶ τοῦ κόσμου τερπνά. Διὸ σέ, φιλοσίων τάξεις ἐσαεὶ μέλπομεν, ὡς πρόβολον χρηστότητος, βοῶντές σοι ἐκθύμως ταῦτα·
Χαῖρε, κοσμῆτορ τῆς Βιθυνίας·
χαῖρε, διδάκτορ χρηστοηθείας.
Χαῖρε, Κατιρλίου τῆς κώμης ὡράϊσμα·
χαῖρε, χριστωνύμου λαοῦ ἐγκαλλώπισμα.
Χαῖρε, ὕψος δυσαντίβλεπτον, πρὸς πεινῶντας ἀρωγῆς·
χαῖρε, βάθος δυσθεώρητον, ἀσιγήτου προσευχῆς.
Χαῖρε, ὅτι πελάγους τρικυμίαν πραΰνεις·
χαῖρε, ὅτι τοὺς νόμους σωτηρίας φυλάττεις.
Χαῖρε, θαυμάτων ποικίλων ὁ πρόξενος·
χαῖρε, στεφάνων ἀφθίτων ὁ κάτοχος.
Χαῖρε, πυξὶς ἐν Χριστῷ συμπαθείας·
χαῖρε, ἀκτὶς φωτεινὴ εὐσεβείας.
Χαίροις, μάκαρ Αὐξέντιε.






Συναξάριον.
Τῇ ΙΔ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Αὐξεντίου, τοῦ ἐν Καρτιλίου τῆς Βιθυνίας ἀσκήσαντος.
Μειωτὴν πέλων χοϊκῆς συναφείας,
Ηὔξανεν Αὐξέντιος τὸν θεῖον πόθον
Οὗτος, ὁρμώμενος ἐκ τῆς νήσου Ἄνδρου, θεοφιλῶς ἤσκησε καὶ Θεῷ εὐηρέστησε ἐν τῇ κώμῃ τῆς Βιθυνίας, ἧς ἡ κλῆσις Κατίρλιον. Ἤκμασεν κατὰ τὴν ε΄ δεκαετίαν τοῦ ΙΗ΄ αἰῶνος. Διαμένων ἐν τῷ ναϋδρίῳ τῆς Ἁγίας Φωτεινῆς, τῷ ἄνωθεν τῆς κώμης κειμένῳ καὶ ἔχοντι θαυματουργὸν ἁγίασμα, ἐραστὴς ἐδείχθη τῆς ἑκουσίας πτωχείας, καὶ τελείας ἀσκητικῆς ἀγωγῆς. Θαυμάτων ποικίλων αὐτουργὸς ἠξιώθη γενέσθαι. Διὸ καὶ ἐπὶ τῶν αὐτοῦ ἡμερῶν, πλήθη ἐπωνύμων καὶ ἀνωνύμων προσέτρεχον εἰς τὸ Καρτίλιον, ὅπως ἀκούσωσιν αὐτοῦ καὶ λάβωσι τὴν τῶν ἰαμάτων εὐλογίαν, δι’ ἧς δαψιλῶς ἐπροικίσθη ὁ Ὅσιος. Πολλάκις ἐποίει ἄκατον τὸ αὐτοῦ τριβώνιον καὶ ἐπιβαίνων ἐπ’ αὐτοῦ ὁ Αὐξέντιος, διέπλεε τὸ πέλαγος καὶ ἀφικνεῖτο εἰς τὴν Κωνσταντινούπολιν. Δι’ εὐχῆς αὐτοῦ καὶ ποιῶν τὸ σημεῖον τοῦ Σταυροῦ ἔπαυσε τὸν κλύδωνα τῆς θαλάσσης καὶ ἄλλοτε προεμήθευσεν ἄρτον εἰς πεινῶντα ὀρφανὰ χήρας τινὸς τοῦ Καρτιλίου. Ἐκοιμήθη ἐν εἰρήνῃ. Ἡ μνήμη αὐτοῦ τιμᾶται ἐν τῷ Σταυρῷ Χαλκιδικῆς, ἔνθα καὶ τμῆμα τοῦ ἱεροῦ αὐτοῦ λειψάνου μεταφερθὲν ἐκεῖσε ὑπὸ προσφύγων ἐκριζωθέντων τῆς Μικρασιατικῆς γῆς τῷ 1922.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Αὐξεντίου τοῦ ἐν τῷ Βουνῷ.
Ὁ Βουνός, ὡς Κάρμηλος, ἦν Αὐξεντίῳ,
Φανέντι τἄλλα πλὴν τελευτῆς Ἠλία.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Θεοδοσίου τοῦ μικροῦ, ὁρμώμενος τῶν ἀφ’ ἡλίου Ἀνατολῶν, Σχολαστικὸς γεγονώς. Μετῆλθε δὲ τὸν μονήρη βίον, καὶ τὸ ὄρος ἀνελθών, τὸ κατ’ ἀντίκρυ τῆς Ὀξείας κείμενον, ἦν τὴν ἄσκησιν καρτερικώτατος, τὴν πίστιν ὀρθοδοξότατος. Πολλὰ δὲ φαυλίσας τὴν Εὐτυχοῦς καὶ Νεστορίου κακοδοξίαν, καὶ ἀποδεξάμενος τὴν ἐν Χαλκηδόνι τετάρτην Σύνοδον, γέγονε καὶ βασιλεῦσιν αἰδέσιμος, καὶ πᾶσι τοῖς ἐντυγχάνουσι, θείᾳ χάριτι, τὴν ὄψιν ἠγλαϊσμένος, καὶ πηγὰς θαυμάτων καὶ ἰάσεων τοῖς προσιοῦσι βρύων ἑκάστοτε. Ἐν εἰρήνῃ δὲ ἀναπαυσάμενος, κατετέθη ἐν τῷ αὐτοῦ ἀνοικοδομηθέντι εὐκτηρίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μάρωνος.
Φύσει μαρανθεὶς σαρκίου, θάλλει Μάρων,
Μετεμφυτευθεὶς τῆς Ἐδὲμ τῷ χωρίῳ.
Οὗτος ὁ Ὅσιος, τὸν ὕπαιθρον ἀσπασάμενος βίον, κορυφήν τινα κατέλαβεν ὄρους, ὑπὸ τῶν πάλαι δυσσεβῶν τιμωμένην. Καὶ τὸ ἐν ταύτῃ τῶν δαιμόνων τέμενος τῷ Θεῷ καθιερώσας, ἐν αὐτῷ διέτριβε, σκηνήν τινα βραχεῖαν πηξάμενος. Πόνοις δὲ οὐ τοῖς τυχοῦσιν ἐκέχρητο μόνοις, ἀλλὰ καὶ ἐπενόει ἑτέροις, ὁ δὲ ἀγωνοθέτης τοῖς πόνοις τὴν χάριν ἐπεμέτρησεν, ἦν γὰρ ἰδεῖν καὶ πυρετοὺς σβεννυμένους τῇ τούτου προσευχῇ, καὶ φρίκην παυομένην, καὶ δαίμονας δραπετεύοντας, καὶ παντοδαπὰ καὶ ποικίλα νοσήματα εὐχῇ μόνῳ θεραπευόμενα. Ἀλλὰ καὶ πολλὰ κατασκευάσας Μοναστήρια, πολλοὺς δι’ ἀσκήσεως τῷ Θεῷ προσῆγεν. Οὕτω δὲ τῆς θείας γεωργίας ἐπιμελούμενος, καὶ ψυχὰς ὁμοῦ καὶ σώματα, καὶ ἀῤῥώστιαν ὑπομείνας βραχεῖαν, ὑπεξῆλθε τοῦ βίου ἐν εἰρήνῃ.







Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀβραάμη.
Πράξεις τὸ ταὐτὸν εὗρε κλήσεως πλέον,
Πρὸς τὸν σύνοικον Ἀβραὰμ Ἀβραάμης.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Θεοδοσίου τοῦ μεγάλου, ἐκ πόλεως Κύρου· ἐν ᾗ καὶ τεχθείς, τῆς ἀσκητικῆς ἀρετῆς τὸν πλοῦτον συνελέξατο. Τοσαύτῃ γὰρ ἀγρυπνίᾳ καὶ στάσει τὸ σῶμα κατεδάμασεν, ὡς ἀκίνητος ἐπὶ πλεῖστον διαμεῖναι χρόνον, μηδαμῶς βαδίζειν δυνάμενος. Μεμαθηκὼς δὲ κώμην τινά, πρὸς τῷ ὄρει τῷ Λιβάνῳ κειμένην, κατείδωλον εἶναι, ταύτην καταλαμβάνει. Καὶ οἰκίαν μισθωσάμενος, ἐπὶ τρεῖς μὲν ἡμέρας διετέλεσεν ἡσυχάζων, ἐπὶ δὲ τῇ τετάρτῃ ἡσύχως προσερχόμενος, πρῶτον μὲν ὑπ’ αὐτῶν τῶν δυσσεβῶν χοὶ πολλῷ καταχώννυται· εἶτα πόῤῥῳ αὐτῶν ἐκελεύετο ἀναγκαστικῶς ἀπιέναι. Ἀλλὰ πράκτορες εὐθὺς ἀφικόμενοι, τοὺς ἐν τῇ κώμῃ δεινῶς ᾔκιζον, τὰς εἰσφορὰς ἀπαιτοῦντες. Ὁ δὲ θεῖος οὗτος, τὰς ὑπὲρ αὐτῶν εἰσφορὰς τοῖς πράκτορσι δεδωκώς, τοὺς ὑβριστὰς τῶν βασάνων ἠλευθέρωσεν. Οἱ δέ, τὴν τοῦ Ὁσίου φιλανθρωπίαν ὑπερθαυμάσαντες, Ἐκκλησίαν ἐδομήσαντο, Χριστιανοὶ γεγονότες, καὶ αὐτὸν ἱερέα γενέσθαι καταναγκάζουσιν. Ὁ δέ, τρία συγγενόμενος αὐτοῖς ἔτη, καὶ καλῶς πρὸς τὴν εὐσέβειαν αὐτοὺς ὁδηγήσας, πάλιν τὸ μοναχικὸν καταγώγιον κατέλαβε, ἕτερον αὐτοῖς ἀντὶ αὐτοῦ ἱερέα καταλιπών.
Ἐν τούτοις διαλάμψας, τὴν Καρῶν ὑποδέχεσθαι προεδρείαν· πόλις δὲ αὕτη τῆς Παλαιστίνης κατείδωλος. Ἀλλὰ καὶ ταύτην πόνοις μυρίοις, καὶ θεοπνεύστοις διδασκαλίαις, Θεῷ ἐν ὀλίγῳ χρόνῳ παρέστησεν. Οὔτε γὰρ ἄρτου κατὰ τὸν χρόνον τῆς ἱερωσύνης μετέλαβεν, οὔτε ὀσπρίων, οὔτε λαχάνων, ὁμιλησάντων πυρί, οὐχ ὕδατος, ἀλλὰ θριδακίνας καὶ πικρίδας και ὅσα τοιαῦτα τροφὴν ἅμα καὶ ποτὸν ἐποιεῖτο. Τούτου τὴν φήμην καὶ ὁ βασιλεὺς ἀκούσας, πρὸς ἑαυτὸν μετεκαλέσατο, καὶ ὀλίγον χρόνον ἔκτοτε ἐπιβιοὺς ἐν τῇ βασιλίδι ταύτῃ τῶν πόλεων, τὴν ψυχὴν τῷ Θεῷ παρέθετο. Τὸ δὲ σῶμα αὐτοῦ ὁ εὐσεβέστατος καὶ μέγας βασιλεὺς Θεοδόσιος ἐν τῇ τῶν Καρῶν μετὰ τιμῆς ὅτι πλείστης παρέπεμψεν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φιλήμονος (ἤ Φιλίππου) ἐπισκόπου Γάζης.
Φιλήμων Ἀποστόλου ζηλώσας τὴν δόξαν,
ὑπὲρ Χριστοῦ θανεῖν ἠθέλησεν ἀξίως.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀνθίμου τοῦ ἐν Ῥώμῃ.
Παύλου καὶ Πέτρου τὴν πίστιν ἐμιμήθη·
Εἰς Ῥώμην πνοὴν ἀφῆκε ἐν μαρτυρίοις.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος  Οὐαλεντίνου τοῦ Πρεσβυτέρου, ἐν τῇ Ῥώμῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Πρόκλου, Ἀπολλωνίου καὶ Ἐφηβίου, τῶν ἐν τῇ Ῥώμῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Οὐαλεντίνου, ἐπισκόπου Τέρνι.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀγάθωνος, τοῦ Πρεσβυτέρου ἐν τῇ Ἀλεξανδρείᾳ καὶ τῶν σὺν αὐτῷ.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Βάσσιος, Ἀντώνιος καὶ Πρωτόλικος οἱ ἐν Ἀλεξανδρείᾳ, βληθέντες ἐν τῇ θαλάσσῃ, τελειοῦνται.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Νικολάου τοῦ ἐξ Ἰχθύος τῆς Κορινθίας καὶ ἐν Κωνσταντινουπόλει μαρτυρήσαντος ἐν ἔτει 1554.
Πῦρ ὑπενεγκὼν Νικόλαε τρισμάκαρ,
Γῆθεν μετέστης πρὸς Μονὰς αἰωνίους.
Οὗτος ὑπῆρχεν ἐξ εὐτελοῦς τινος χώρας, ἐπὶ χωρίων ἔθει, Ψάρη τὴν κλῆσιν ἐσχηκείας, περίπου τῶν τῆς Κορίνθου ὁρίων κειμένης. Γεννήτορες δ’ ἦσαν αὐτῷ Ἰωάννης καὶ Καλή, ἀμφότεροι θεοσεβεῖς καὶ τῷ Χριστῷ πιστεύοντες. Οἵτινες, τῷ 12ῳ ἔτει τῆς τοῦ Μάρτυρος ἡλικίας τῶν ὧδε καταστάντες, κατέλιπον αὐτὸν μόνον οἴκαδε· ὁ δὲ μὴ φέρων τὴν τῶν γονέων στέρησιν, ἀφικνεῖται μετά τινων συμφυλετῶν εἰς πόλιν λεγομένη Σηλυμβρίαν, ἀπέχουσαν ἡμέρας ὁδὸν τῆς Κωνσταντινουπόλεως· ἐν ᾗ συνέστιος τίνι τῶν τῆς χώρας γνωρίμων γενόμενος, συνῆν αὐτῷ τῶν προσόντων ἐπιμελούμενος. Φόβῳ δὲ Θεοῦ στοιχειούμενος, καὶ τῷ τοῦ Χριστοῦ θείῳ νόμῳ πειθόμενος, τῶν ἐκκλησιῶν ὅση δύναμις οὐκ ἠμέλει. Οὕτω γοῦν καλῶς ἐκτραφείς, καὶ εἰς μέτρον ἡλικίας πεφθακώς, νομίμῳ γυναικὶ συνεζεύχθη, καὶ παίδων πατὴρ γενόμενος, τοῖς οἰκείοις ἤθεσι, καὶ τοῖς τοῦ Χριστοῦ διδάγμασι τούτοις ἀνέτρεφεν· ἀμέλει καὶ τῇ τοῦ κόσμου τύρβει συναυλιζόμενος· ἦν γὰρ ἐν τῇ λεωφόρῳ πιπράσκων τὰ βρώσιμα, οὐδόλως τῆς ἑαυτοῦ σωτηρίας ἠμέλει, ἀλλὰ διηνεκῶς τῶν πενήτων ἐπιμελούμενος, ἱλέου τὸ θεῖον ἐλεημοσύναις, καὶ ταῖς ἀεὶ ναῶν θαμίσεσιν. Τοῦ γὰρ βασιλέων τῶν Ἰσμαηλιτῶν Σουλεϊμὰν ἐν τῷ 34ῳ ἔτει τῆς αὐτοῦ βασιλείας ἐν τῇ Περσίδι πορευθέντος, κατελήφθη ἔπαρχος ἐν τῇ Κωνσταντινουπόλει, Σινὰν ἐπονομαζόμενος· ὃς τῇ τοῦ βασιλέεως ἀγχιστείᾳ ἐπερειδόμενος, τυραννικῶς κατεδουλοῦτο τὸ ὑπήκοον. Οὐδὲν μὲν χρηστὸν ἐπιδεικνύμενος, μόνῃ δὲ τῇ ἀξίᾳ φυσιούμενος, πᾶν εἴ τι δεινὸν καὶ χριστιανοῖς ἐπαχθὲς κατειργάσατο. Οὓς μὲν γὰρ ἐν τοῖς ληστρικοῖς πλοίοις κατέῤῥιπτεν. Οὓς δὲ τῇ τῶν δεινῶν ἐλπίδι κατέπληττε. Τότε δὲ καὶ ὁ τοῦ Χριστοῦ Νεομάρτυς Νικόλαος, ἀδίκως ὑπὸ τῶν ἐν τῇ λεωφόρῳ συγγειτνιαζόντων αὐτῷ Ἀγαρηνῶν φθονηθείς, ἅτε δὴ πλέον αὐτῶν πωλῶν τὰ ὤνια, ἤχθη εἰς Κωνσταντινούπολιν, ὡς τὸν ψευδοπροφήτην Μωάμεθ ὑβρίσας, ἔνθα τῷ τοῦ ἐπάρχου βήματι παραστάς, καὶ μηδὲν ὑποσταλείς, ἀληθῶς ἑαυτὸν χριστιανὸν ὁμολόγησε καὶ τὴν τῶν Ἰσμαηλιτῶν θρησκείαν ὡς ψευδῆ ἀπήλεγξε. Διό, τῇ τοῦ ἐπάρχου κελέυσει, πλεονάκις ῥοΐνους ῥάβδοις τυφθείς, ὡς καὶ τὰ ἄκρα τῶν ποδιαίων ὀνύχων αἷμα ἀφίνων εἰς φυλακὴν ἀπεῤῥίφθη. Μετὰ δὲ τέτταρας ἡμέρας αὖθις ἐξαγαγὼν αὐτὸν ἐπειρᾶτο θωπείαις, καὶ τιμῆς μεγίστης ἐλπίδι τοῦτον ὑποσκελίσαι, καὶ πεῖσαι τῆς εἰς Χριστὸν ἀποστῆναι πίστεως· ἀλλ’ οὐδὲν εἰς τέλος ὁ ἀλιτήριος ἤνυσεν· ὁ γὰρ τῷ ὄντι τῆς ἀληθείας Μάρτυς Νικόλαος, μᾶλλον τῆς εὐσεβοῦς δόξης ἀντείχετο, καὶ τὸν Χριστὸν ἐπιβοώμενος, τοὺς ἀσεβεῖς τῆς ἀπιστίας διήλεγξε, καὶ τῶν αὐτῶν ψευδοπροφητῶν, υἱὸν διαβόλου καὶ ἀντίθετον ἐπωνόμαζε. Διὰ τοῦτο ἁλύσεσι τοῦ τραχήλου δεθείς, καὶ φορμὸν ἀνθ’ ἱματίου τῇ σαρκὶ περιτεθεὶς τὴν πόλιν ἅπασαν ὑπὸ τῶν δημίων ἑλκόμενος. Ἐπεὶ δὲ τοῦτο οὐδὲν αὐτὸν τῆς εὐσεβοῦς ἀπέστησεν πίστεως, μᾶλλον δὲ ὑπερίσχυσε, κελεύσει τοῦ ἐπάρχου ἐν τῷ ἱπποδρομίῳ πῦρ ἀνήφθη σφοδρόν, ἐν ᾧ τὸν Ἅγιον ἀπαγαγόντες οἱ τῆς ἀσεβείας ὑπασπισταί, οὐκ εὐθεὶς ἐν αὐτῷ τοῦτον ἐνέβαλλον, ἀλλὰ κατὰ μικρὸν τὰς ἁγίας αὐτοῦ σάρκας τῇ πυρᾷ δαπανῶντες, δριμυτέραν αὐτῷ τιμωρίαν εἰργάζοντο. Εἶτα, τοῦ Ἁγίου ἐφ’ ἱκανὴν ὥραν ἑστῶτος, καὶ ἑαυτὸν γνῶντος μὴ δύνασθαι ἔτι ἵστασθαι, προσκλίναντος ἐπιδεξίοις, ὁ σπεκουλάτωρ τὰς ἁλύσεις τείνας, ἦν γὰρ αὐτὰς ὁ Μάρτυς ἔτι τῷ τραχήλῳ περικείμενος, ξίφει τὴν ἁγίαν αὐτοῦ κεφαλὴν ἀπέτεμε καὶ οὗτως ὁ Μάρτυς τὴν ψυχὴν εἰς χεῖρας Θεοῦ παρέθετο. Τὸ δὲ τίμιον αὐτοῦ σῶμα, τῇ φλογὶ καταναλωθέν, κόνις ἐγένετο, μόνη δὲ ἡ τιμία αὐτοῦ κάρα παρά τινος τῶν πιστῶν, ἐκ τοῦ σπεκουλάτορος ὠνηθεῖσα χρυσίνοις εἴκοσιν, ἀπεστάλη ἐν τῇ τοῦ Ὁσίου Ἀθανασίου Μονῇ τῇ ἐπικεκλημένῃ Μετεώρῳ, ἔνθα καὶ ἔν ἐστι πολλῶν θαυμάτων πηγὰς ἀναβλύζουσα.



Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Δαμιανοῦ τοῦ νέου, τοῦ καὶ κτήτορος τῆς κατὰ τὸν ἐν Δημητριάδι Κίσσαβον Μονῆς τοῦ Τιμίου Προδρόμου.
Δαμιανὸν γ’ ἄλκιμος ὤν φερωνύμως,
Δάμασι σαρκὸς τὰ πάθη ῥωμαλέως.
Οὗτος, πατρίδα εἶχε τὸ Ῥίχοβον τῶν Ἀγράφων, γεννηθεὶς ἐκ γονέων εὐσεβῶν, κατὰ τὰς ἀρχὰς τοῦ ΙΣΤ΄ αἰῶνος. Ἐκ νεαρᾶς ἡλικίας ἠγάπησε τὴν μοναχικὴν ζωήν, καὶ ἐλθὼν εἰς τὸ Ἁγιώνυμον Ὄρος τοῦ Ἄθωνος, ἐκάρη μοναχὸς εἰς τὴν ἐκεῖσε Μονὴν τοῦ Φιλοθέου, ἀπαρνησάμενος κόσμον καὶ ἑαυτόν. Τὴν ἡσυχαστικὴν καὶ τιμιωτέραν ἐπιθυμήσας ζωήν, ἀπεχώρησε τῆς Μονῆς, καὶ προσῆλθεν εἴς τινα ἡσυχαστὴν ἄνδρα σημειοφόρον, Δομέτιον ὀνομαζόμενον, μετὰ τοῦ ὁποίου παρέμεινε ἀσκούμενος καὶ τελειοποιούμενος, εἰς τὴν κατὰ Χριστὸν φιλοσοφίαν, ἐπὶ τρεῖς χρόνους. Ἐνταῦθα ἡσυχάζων ἤκουσεν ἄνωθεν θείας φωνῆς λεγούσης: Δαμιανέ, δὲν πρέπεις νὰ ζητῇς μόνον τὸ ἰδικόν σου συμφέρον, ἀλλὰ καὶ τὸ τῶν ἑτέρων. Τότε, ἐγκαταλείψας τὴν ἡσυχίαν, καὶ ἐξελθὼν τοῦ Ἁγίου Ὄρους, ἀπῆλθεν εἰς τὰ μέρη τοῦ Ὀλύμπου  καὶ ἐκήρυττεν εἰς τὰ ἐκεῖ χωρία τὸν λόγον τοῦ Θεοῦ, παρακινῶν τοὺς χριστιανοὺς νὰ μετανοοῦν, νὰ ἀπέχουν ἀπὸ κάθε κακόν, καὶ νὰ ἐπιδίδωνται εἰς τὴν ἐργασίαν τῶν ἐντολῶν τοῦ Θεοῦ καὶ τῶν λοιπῶν θεαρέστων ἔργων. Ἀλλ’ ὁ μισόκαλος ἐχθρός, ἐφθόνησε τὸ σωτήριον ἔργον τοῦ Ἁγίου καὶ παρακινήσας τινὰς ψευδοχριστιανούς, διέβαλον τὸν Ἅγιον εἰς τοὺς κρατοῦντας Ἀγαρηνούς, ὡς πλάνον καὶ ἀπατεῶνα, ἐπιβουλευόμενοι καὶ αὐτὴν τὴν ζωήν του. Τότε ὁ μακάριος Δαμιανός, δίδων τόπον τῇ ὀργῇ ὡς χριστομίμητος, ἀνεχώρησεν ἐκεῖθεν καὶ ἦλθεν εἰς τὰ μέρη τοῦ Κισσάβου καὶ τῆς Λαρίσης κηρύττων καὶ ὧδε τὸν θεῖον λόγον. Ἀλλὰ καὶ ἐνταῦθα τὰ ἴδια παθών, ἀνεχώρησεν εἰς τὰ ὑψηλὰ μέρη τῶν Ἀγράφων, καὶ ἐδίδασκε καὶ ἐκεῖ τοὺς χριστιανούς, νὰ μένουν στερεοὶ εἰς τὴν πίστιν, καὶ νὰ φυλάττουν τὰς ἐντολὰς τοῦ Θεοῦ. Ὁ διάβολος ὅμως, ὁ ἀεὶ φθονῶν τὸ καλόν, μὴ θέλων τὴν σωτηρίαν τῶν ἀνθρώπων ἐκ τῆς παρουσίας τοῦ ἁγίου, ἐδημιούργησε καὶ ἐδῶ τὰ ἴδια δι’ ἐργατῶν τοῦ ψεύδους, οἵτινες κατηγόρησαν τὸν ἄνθρωπον τοῦ Θεοῦ ὡς πλάνον καὶ ψευδοκαλόγηρον, ὅστις ἀναχωρήσας ἐντεῦθεν ἐπανῆλθεν εἰς τὰ μέρη τοῦ Κισσάβου, ὅπου ᾠκοδόμησε Μονὴν ἐπ’ ὀνόματι τοῦ Τιμίου Προδρόμου καὶ ἡσύχαζε μετὰ ἄλλων πατέρων, ἀποχωρῶν ἐνίοτε ταύτης, ἔναντι σπηλαίου πρὸς νότον παρὰ τῷ παραῤῥέοντι χειμάῤῥῳ, μόνος μόνῳ Θεῷ ἑνούμενος, καὶ δεχόμενος τὰς θείας ἐλλάμψεις ἐν ἄκρᾳ ἡσυχίᾳ καὶ θείῳ μυστηρίῳ.
Ἡμέραν τινά, μεταβὰς εἴς τι χωρίον ὀνομαζόμενον Βουλγαρίνην δι’ ὑπόθεσιν τῆς Μονῆς, πολὺ δὲ περισσότερον δι’ ὠφέλειαν τῶν χριστιανῶν, συνελήφθη ὑπὸ τῶν Ἀγαρηνῶν καὶ παρεδόθη εἰς τὸν ἐξουσιαστὴν τῆς Λαρίσης, οἵτινες καὶ εἶπον αὐτῷ, ὅτι οὗτος ἐμποδίζει τοὺς Χριστιανοὺς ἀπὸ τὰς ἀγοραπωλησίας κατὰ τὰς Κυριακάς, καὶ τοὺς διδάσκει νὰ μένουν στερεοὶ εἰς τὴν πίστιν τοῦ Χριστοῦ. Ταῦτα βεβαιώσας ὁ ἅγιος, ἐδάρη σφοδρῶς κατὰ διαταγὴν τοῦ ἐξουσιαστοῦ καὶ ἐκλείσθη εἰς φυλακήν, δεθεὶς χεῖρας καὶ πόδας μὲ βαρείας ἁλύσεις. Ἐπὶ δέκα πέντε καὶ πλέον ἡμέρας ἔμεινεν ἐγκάθειρκτος καὶ καθ’ ἑκάστην ἐλάμβανε πληγάς, καὶ ἀπειλάς, καὶ ἄλλα σκληρὰ παιδευτήρια, διὰ νὰ ἀρνηθῇ τὸν Χριστόν. Πεισθεὶς ὁ ἡγεμών, ὅτι δὲν ἦτον δυνατὸν νὰ μεταβάλῃ τὸν Ἅγιον, μένοντα ἀμετακίνητον καὶ ὁμολογοῦντα διαπρυσίως τὸν Σωτῆρα, διέταξε νὰ θανατωθῇ δι’ ἀγχόνης καὶ κατόπιν νὰ ῥιφθῇ εἰς τὸ πῦρ.
Λαβόντες αὐτὸν οἱ δήμιοι τὸν ἐκρέμασαν, εἷς δὲ αὐτῶν ἐκτύπησε τὸν Μάρτυρα κρεμάμενον, εἰς τὴν κεφαλήν, διὰ πελέκεως. Τὸ σχοινίον τῆς ἀγχόνης ἐκόπτη καὶ ἔπεσεν ὁ Ἅγιος εἰς τὴν γῆν ἡμιθανής. Τὸν ὁποῖον λαβόντες οἱ Ἀγαρηνοὶ δήμιοι ἔῤῥιψαν εἰς τὴν πυράν, τὴν δὲ τέφραν αὐτοῦ ἔῤῥιψαν εἰς τὸν ποταμὸν Πηνειόν. Ἐτελειώθη ὁ Ἅγιος Ὁσιομάρτυς Δαμιανὸς ἐν Λαρίσῃ τῇ ΙΔ΄ μηνὸς Φεβρουαρίου, τοῦ σωτηρίου ἔτους 1568.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Γεωργίου τοῦ Παϊζανοῦ τοῦ ῥάφτου, τοῦ ἐκ Μυτιλήνης καὶ ἐν Κωνσταντινουπόλει μαρτυρήσαντος ἐν ἔτει 1693.
Γεώργιος τίς οὗτος ὑπάρχει πάλιν;
Mάρτυς νέος πέφυκεν. Ὢ τῆς ἀνδρείας!
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Νικολάου τοῦ Τραπεζουντίου, μαρτυρήσαντος ὑπὸ τῶν Τούρκων ἐν ἔτει 1920.
Νικόλαος καλῶς ἐποίμανε ζῶν τὸ ποιμνίον,
Οὐκ ἠθέλησε αὐτὸ ἐγκαταλείψη ἐν δυσχερίοις

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τοῦ νέου τοῦ Γεωργιανοῦ, τοῦ Ἀθωνίτου.
Ἱλαρίωνι ὁ Πύργος εὖχος·
ἐν ᾧ δαιμόνων συνέθλασε κάρας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰσαακίου Τοροπτσάνιν, τοῦ Ἐγκλείστου τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
σπερ ἔκθρεμμα τῆς Ἄνδρου ἀνυμνοῦμέν σε καὶ σεμνολόγημα, τοῦ Κατιρλίου σοφέ, Αὐξέντιε Ὅσιε, ταῖς σαῖς ἐντεύξεσιν, ἀνατρέχοντες, πρὸς τὸν Θεὸν καὶ Κύριον, ἵνα χάριτος πλησθῶμεν.
Μέγαν εὕρατο ἡ τῶν πιστῶν ὁμήγυρις ἐν περιστάσεσι, καὶ ἀλγειναῖς συμφοραῖς, προστάτην σε ἔνθερμον, κλυτὲ Αὐξέντιε, ὡς ἀνύστακτος, φρουρὸς γὰρ τὰ τοξεύματα, ἐκδιώκεις τὸν βελίαρ.
ν τοῖς χρόνοις σου εἰς Κατιρλίον ἔσπευδον νοσοῦντες ἅπαντες, ὡς εἰς πηγὴν Σιλωάμ, καὶ τάχος ἐλάμβανον, αὐτῶν τὴν ἴασιν, θαυματόβρυτε, Αὐξέντιε ἀείῤῥοε, ποταμὲ θαυμάτων ξένων.
Θεοτοκίον.
Νόμοι φύσεως ἐν Σοὶ Παρθένε ἄχραντε Θεογεννήτρια, βροτείου γένους χαρά, σαφῶς οὐκ ἰσχύουσιο. Σὺ γὰρ τὸν Κύριον, ἄνευ ῥεύσεως, συνέλαβες τῆς κτίσεως, καὶ θειότατον Δεσπότην.














ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
σιε Αὐξέντιε τὸ θεῖον, ναΰδριον Φωτεινῆς τῆς Σαμαρείτιδος, Κατιρλίου ἄνωθεν, κείμενον ἐπέλαξας, ὡς τῶν σεπτῶν καμάτων σου, κονίστραν ἔνθεε, καὶ στάδιον, νομίμων ἀγώνων, κατ’ ἐχθροῦ βεβήλου, καὶ μισοκάλου ὄντως.
Νύκτα καὶ ἡμέραν πρὸς τὸν Κτίστην, τοῦ σύμπαντος προσευχόμενος Αὐξέντιε, τῆς σαρκὸς ἐνέκρωσας, πάθη τὰ χαμαίζηλα, καὶ τὸν σὸν νοῦν ἐπτέρωσας, πρὸς τὰ αἰώνια, διδάσκων καὶ ἡμᾶς ἀναβαίνειν, εἰς τοὺς δρόμους δόξης, καὶ τῷ Χριστῷ συνεῖναι.
μνον σοι προσάγομεν ἐκθύμως, Σταυροῦ τῆς Χαλκιδικῆς τῷ καλλωπίσματι, ἱερὲ Αὐξέντιε, ὅτι τούτου ἔφορος, νῦν πέλεις καὶ πρὸς Κύριον, μεσίτης ἔνθερμος. Διόπερ καὶ τῇ θήκῃ λειψάνων, τῶν σεπτῶν σου πίστει, προστρέχομεν ἀσμένως.
Θεοτοκίον.
Μὴ ἐγκαταλίπῃς με Παρθένε, χαρὰ τῆς ἐμῆς ψυχῆς καὶ ἀγαλλίαμα, ἐν δειναῖς τοῦ χείῤῥονος, προσβολαῖς καὶ θλίψεσιν, ἀλλ’ ὡς ἀσπὶς τοξεύματα, αὐτοῦ ἀπόκρουσον, κινούμενα ἁγνὴ Θεοτόκε, κατ’ ἐμοῦ δολίως, τοῦ νῦν προσπίπτοντός Σοι.

ᾨδὴ θ’. Ἅπας γηγενής.
Νόσων ἰατρέ, δεινὰ ἀῤῥωστήματα, ταχὺ Αὐξέντιε, ἐκ τῶν προστρεχόντων σοι, καὶ αἰτουμένων, τὴν σὴν ἀντίληψιν, διώκεις καὶ τὴν χάριν Σου, δεικνύεις ἅπασι, τοῖς σπεύδουσι πιστῶς προσκυνῆσαι, ἐν Σταυρῷ τὴν θήκην, τῶν θείων σου λειψάνων.
Εὕρομεν θερμόν, Αὐξέντιε Ὅσιε, σὲ ἀντιλήπτορα, καὶ προστάτην τάχιστον, ἐν τρικυμίαις οἱ χειμάζομενοι, καὶ σὴν ἐπικαλούμενοι, πρὸς Κτίστην ἔντευξιν, παμμάκαρ, ὁ Σταυροῦ τῇ δυνάμει, σώσας τὰς ἀκάτους, ἐκ τοῦ βυθοῦ θαλάσσης.
φθης προμηθεύς, πενήτων Αὐξέντιε, χηρῶν ἀντίληψις, καὶ πεινώντων τράπεζα, ἐμπεπλησμένη τροφῶν· διόπερ νῦν, οἱ κάμνοντες ἑκάστοτε, πιστῶς προσφεύγουσι, τῇ σκέπῃ σου καὶ δῶρα ὑψόθεν, σοῦ τῇ ἐπιπνοίᾳ, λαμβάνουσιν ἀφθόνως.
Θεοτοκίον.
Χαῖρε ἀσκητῶν, σεπτὸν ἐγκαλλώπισμα, Θεογεννήτρια· χαῖρε τῶν τιμώντων Σε, ἐν τοῖς τοῦ βίου, δεινοῖς προπύργιον, καὶ θεῖον περιτείχισμα, ἐν περιστάσεσι, παντοίαις Παναγία Παρθένε· χαῖρε Αὐξεντίου, τοῦ θείου μέγα εὖχος.






Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Αὐξέντιε τρισόλβιε, ἐν προσευχαῖς διέπρεψας, πτωχείᾳ τε χαμευνίᾳ, καὶ κατορθώμασι πλείστοις· διὸ καὶ χάριν εἴληφας, τῆς Βιθυνίας καύχημα, αὐγάζειν τοὺς ἑκάστοτε, ἐπιζητοῦντάς σε πόθῳ, τῆς βιοτῆς τῆς ἀγήρω.
Θεοτοκίον.
Χριστὸν τὸν πανευΐλατον, Σωτῆρα σωματώσασα, ἁγνὴ Παρθένε Μαρία, χαρᾶς ἐπλήρωσας πάντας, καὶ ζόφον ἀπεδίωξας, θανάτου· ὅθεν ἄσμενοι, τιμῶντες δυσωποῦμέν Σε· ἐκ τῶν τοῦ πλάνου παγίδων, σπεῦσον ἡμᾶς ἀπαλλάξαι.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Σκεῦος, ἀρετῶν Αὐξέντιε, τὸν τοῦ Σωτῆρος ζυγόν, ἀγογγύστως ἀράμενος, ἀκλινῶς διέπλευσας, τὸ τοῦ βίου σου πέλαγος, ὡς σωτηρίας, γὰρ ἔχων ἄκατον, Εὐαγγελίου, τὰ θεῖα ῥήματα, πρὸς τὸν οὐράνιον, ὅρμον χαίρων ἔφθασας, τὸν τοῦ παντός, ἀναμέλπων ἄνακτα, Θεὸν καὶ Κύριον.

Βάθρον, προσευχῆς Αὐξέντιε, δι’ ἐγκρατείας πολλῆς, καὶ ἀγάπης πρὸς ἅπαντας, χαρισμάτων ἔμπλεως, ἐν ὑστέροις τοῖς ἔτεσιν, ἐγένου μάκαρ, σαρκὸς τὸ φρόνημα, καθυποτάξας, σοφῶς τῷ πνεύματι· ὅθεν τὴν μνήμην σου, τὴν σεπτὴν καὶ πάμφωτον, οἱ γηγενεῖς, ἐκτελοῦμεν πέμποντες, Κυρίῳ αἴνεσιν.

Ὄλβῳ, τιμαλφῆ Αὐξέντιε, οἱ ἐν Σταυρῷ εὐσεβῶς, ἐνοικοῦντες κατέχομεν, τμῆμα τοῦ λειψάνου σου, τοῦ τιμίου τρισένδοξε, καὶ ἐν ἀνάγκαις, καὶ περιστάσεσι, παντοίαις βίου, ταῖς σαῖς προστρέχομεν, θείαις δεήσεσιν, ἀσκητῶν ἀκρώρεια, πρὸς τὸν Χριστόν, καὶ οὐκ αἰσχυνόμεθα, θεοειδέστατε.

Ἄστρον, φωτεινὸν Αὐξέντιε, ἀδιαλείπτου εὐχῆς, τρικυμίαν κατέπαυσας, καὶ πτωχοὺς διέσωσας, ἁλιεῖς τῇ σῇ χάριτι, νοσοῦντας τάχος, ἰάσω πάνσοφε, ἐμπεριστάτων, ἀκέστωρ γέγονας, ἐπαραμύθησας, τοὺς ἐν θλίψει στένοντας, καὶ ἀρωγός, πενομένων ἔνθερμος, ἐγνώσθης ἅπασι.

Δόξα. Ἦχος πλ. α΄.
Τὸ μυρίπνοον ἄνθος τοῦ Παραδείσου, καὶ τὸ τῆς συμπαθείας πανεύοσμον λείριον, Αὐξέντιον τὸν ἐν Καρτιλίῳ ἀσκήσαντα ὕμνοις στέψωμεν. Οὗτος γὰρ εὐωδία ὅλος Χριστοῦ γενόμενος, ἐμύρισε τὸν λαὸν τοῦ Κυρίου, ἡδύτητι ἀτέρμονος ἀγάπης πρὸς ἅπαντα στένοντα. Διὸ καὶ ἠξιώθη τῶν ἀθεάτων τὰ κάλλη θεάσασθαι, καὶ Κυρίῳ πρεσβεύειν ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις ὁ ἀσκήσει καὶ προσευχῇ, ἀρετὴν ἀυξήσας, καὶ θαυμάτων ἀναδειχθείς, μυροθήκη πᾶσαν, εὐφράνας Βιθυνίαν, τοῦ θείου Παρακλήτου, σθένει Αὐξέντιε.




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου