Δευτέρα 20 Αυγούστου 2018

ΣΕΠΤΕΜΒΡΙΟΣ 28. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΑΛΚΙΣΩΝ ΝΙΚΟΠΟΛΕΩΣ ΑΚΟΛΟΥΘΙΑ


ΣΕΠΤΕΜΒΡΙΟΣ ΚΗ΄!!
ΑΛΚΙΣΩΝ ΙΕΡΟΜΑΡΤΥΣ ΝΙΚΟΠΟΛΕΩΣ
ΑΚΟΛΟΥΘΙΑ
(Μητροπολίτου Ἐδέσσης Ἰωήλ)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἀποστόλων διάδοχος, Ἐκκλησίας προπύργιον, εὐσεβῶν Ἀλκίσων τὸ περιτείχισμα, ἀρχιερέων μακάριε, κανὼν ἀκριβέστατος, θεοπρόβλητος ποιμήν, Νικοπόλεως πρόεδρον, ἱερώτατος, τῆς χορείας Μαρτύρων ἡ προσθήκη, ἐπεγνώσθη τῷ σῷ βίῳ, Ἱερομάρτυς πανεύφημε. (Δίς).

Τῆς σαρκὸς τὰ σκιρτήματα, λογισμῷ οὐρανόφρονι, καταστείλας ἤρθης πρὸς ὕψος μέγιστον, τῆς ἀπαθείας γενόμενος, Ἀλκίσων ὑπόδειγμα, καὶ λαμπρὸς ὑπογραμμός, τῶν πιστῶν ἀξιάγαστε, τῶν συνόντων σοι· διὰ τοῦτο σοφὲ Ἱερομάρτυς, παρὰ πάντων ἐτιμήθης, ὡς ἱεράρχης θεόληπτος.

Ὁλοκλήρως παρέδωκας, σεαυτὸν τῷ Δεσπότῃ σου, ὑποστὰς βασάνους ἀφάτους ἔνδοξε, ὡς γὰρ δεσμώτης ἐγκέκλεισαι, ἐν εἱρκτῇ ὁμολογῶν, τοῦ Χριστοῦ τὰ θαυμάσια, τῇ ἐνστάσει σου· διὰ τοῦτο βοῶμέν σοι Ἀλκίσων, μὴ ἐλλίπῃς ἱκετεύων, ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον.

Δόξα. Ἦχος β΄.
Ἱεράρχα Κυρίου, καὶ τῆς Νικοπόλεως ἀρχιποίμην ἔνδοξε, καὶ τῆς ἀληθείας διαπρύσιε κῆρυξ, μὴ διαλίπῃς ταῖς σαῖς λιταῖς δυσωπῶν, Ἱερομάρτυς Ἀλκίσων, Χριστὸν τὸν Θεό, ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.










Εἰς τὸν Στίχον Ἦχος β. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἤλασας τὰς ὁρμάς, δεινῶν αἱρετιζόντων, ἐνστάσεσιν ὁσίαις, μακάριε Ἀλκίσων, ταῖς σαῖς θεοφορούμενε.

Στ.: Οἱ ἱερεῖς Σου Κυριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Πράξεων ἐπιβάς, εἰς θεωρίαν ἤχθης, Ἀλκίσων ἱεράρχα, φωτὸς τοῦ οὐράνιου, γενόμενος ὁ κάτοχος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ· τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χάριτος ταῖς νευραῖς, τὸν πτερνιστὴν βελίαρ, ἐν Νικοπόλει σθένει, ἀπέπνιξας Ἀλκίσων, πιστῶν τὸ ἐγκαλλώπισμα.

Δόξα. Τριαδικόν.
Στίγμασιν ἱεροῖς, ὡραϊσμένος Πάτερ, Τριάδα τὴν Ἁγίαν, ἐν φυλακαῖς Ἀλκίσων, ἐκήρυξας πανόλβιε

Καὶ νῦν. Θεοτοκίον.
Τέξασα ἐκ γαστρός, τῆς Σῆς Θεογεννῆτορ, Δεσπότην τῶν ἁπάντων, αὐτὸν ταῖς Σαῖς πρεσβείαις, ὑπὲρ ἡμῶν δυσώπησον.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Νικοπόλεως μέγας καὶ θεόκλητος πρόεδρος, καὶ τῆς Ἐκκλησίας ἁπάσης ἀνεδείχθης διδάσκαλος, καὶ χαίρων καθυπέμεινας εἱρκτήν, δογμάτων τῶν ὀρθῶν ὑπερμαχῶν· ὅθεν πάντες σὲ ἀνυμνοῦμεν, Ἀλκίσων θεοφόρε κραυγάζοντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ σὲ ὑπογραμμὸν ἡμῖν ἀναδείξαντι.
Δόξα. Ἦχος γ΄. Θείας πίστεως.
Στύλος ἄσειστος, τῆς Ἐκκλησίας, καὶ ἑδραίωμα, τῆς ἀληθείας, ἀνεδείχθης Ἀλκίσων μακάριε, τοῖς γὰρ πυρίνοις σου λόγοις ἐστήριξας, τῆς εὐσεβείας τὸ μέγα μυστήριον· Πάτερ Ἅγιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.  Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, δευτεροῦντες αὐτά. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Τῇ ψήφῳ τῇ θείᾳ προκριθείς, ἱεράρχα πρόεδρος, τῆς Νικοπόλεως γέγονας, καὶ ἐκμιμούμενος, τὸν Χριστὸν Ἀλκίσων, τῶν πιστῶν συστήματα, ἐξέθρεψας τοῖς θείοις διδάγμασι· διὸ ὡς πρόβολον, ἀληθείας σὲ γεραίρομεν, καὶ δογμάτων τῆς πίστεως ἔρεισμα.

Φλογὶ τῆς ἀγάπης τοῦ Χριστοῦ, πυρωθεὶς τὴν φέρουσαν, πρὸς τὴν ζωὴν τὴν ἀκήρατον, πάτερ διόδευσας, τεθλιμμένην τρίβον, ἀρετῆς γενόμενος, τῇ ποίμνῃ σου κανὼν ἱερώτατε· διὸ ἱκέτευε, τὸν Δεσπότην ταῖς πρεσβείαις σου, ὑπὲρ πάντων τῶν ἐπευφημούντων σε.

Ἠπείρου ἁπάσης ὁ φωστήρ, Ἐκκλησίας πρόμαχος, τῆς εὐσεβείας συνήγορος, τῆς Νικοπόλεως, στύλος ἀληθείας, ψεύδους ὁ κατήγορος, ὑπόδειγμα ἠθῶν τὸ πανάριστον, βροτῶν τὸ καύχημα, τῆς Συνόδου ὁ ὑπέρμαχος, ὁ Ἀλκίσων, τιμάσθω ἐν ᾄσμασι.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, ἡ τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀλκίσωνος, ἱερὰ καὶ πάμφωτος μνήμη, τῇ Ἐκκλησίᾳ ἐξέλαμψε, τοὺς τιμῶντας αὐτὸν καταυγάζουσα. Δεῦτε οὖν φιλέορτοι, τὸν σεπτὸν τῆς Νικοπόλεως ἱεράρχην, καὶ πρόεδρον Ἠπείρου Παλαιᾶς, ἐν ᾠδαῖς πνευματικαῖς καταστέψωμεν, ἀπὸ καρδίας λέγοντες· Χαίροις, Πάτερ ἀοίδιμε, ὁ δεσμωτήριον οἰκήσας, καὶ πολυτρόπους βασάνους καθυπομείνας, καὶ Χριστὸν ὁμολογήσας, ἄνθρωπον τέλειον καὶ τέλειον Θεόν· Ὃν ἐκτενῶς διηνεκῶς, ἱεράρχα Ἀλκίσων μακάριε, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν ἱεράν σου πανήγυριν.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.






Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
Ἐγκωμιαζομένου δικαίου, εὐφρανθήσονται λαοί· ἀθανασία γάρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ Θεῷ γινώσκεται, καὶ παρὰ ἀνθρώποις, καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε· Ἀρχὴ γὰρ αὐτῆς ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε. Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφ' ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγὸς ἐστι, καὶ τῶν σοφῶν διορθωτής· καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις, καὶ ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία· ἔστι γὰρ ἐν αὐτῇ πνεῦμα νοερόν, ἅγιον, ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη φίλος Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δέ ἐστιν ἡλίου, καὶ ὑπὲρ πᾶσαν ἀστέρων θέσιν, φωτὶ συγκρινομένη, εὑρίσκεται προτέρα. Αὕτη τοὺς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐῤῥύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν αὐτοῖς γνῶσιν ἁγίαν, καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν ἑβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντὸς ἐστιν ἡ εὐσέβεια, καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, οὐδ' οὐ μὴ παρελεύσεται πονηροὺς ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν ἑαυτοῖς, λογισάμενοι οὐκ ὀρθῶς. Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους· ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι, καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος· ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέρχεται τῶν ὁδῶν ἡμῶν, ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων, ἴδωμεν οὖν εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο, καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου ἐξουσίαν, καὶ σῴζων ἐν καιρῷ θλίψεως καὶ ῥυόμενος ἐκ παντὸς κακοῦ, ὁ οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς Ὁσίοις σου χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος.

Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ τῆς Νικοπόλεως ποίμνη, ἡ ἔχουσα ἐν μέσῳ σου ὡς θεῖον θησαύρισμα, τὸν ἀρχιθύτην Ἀλκίσωνα. Ἐν σοὶ γὰρ ἀνεφάνη ὡς ἄβυσσος σοφίας, ξηραίνων τὰ θολερὰ ῥεύματα τῆς δεινῆς ἀπάτης· καὶ μαρτυρίκους ἀνύσας καμάτους, τῶν μὲν πιστῶν ἐστήριξε τὰ φρονήματα, τῶν δὲ ἐχθρῶν ἀνέσπασε πρόῤῥιζον τὰ ζιζάνια· καὶ οὕτως εἴληφε τῆς ὁμολογίας τὸν στέφανον. Διὸ τανῦν ἐν οὐρανοῖς μετὰ τῶν Ἁγίων συναγάλλεται, καὶ μετὰ τῶν Ἱεραρχῶν συνδιαιτᾶται, πρεσβεύων ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Κανόνα σε ἀσφαλῆ καὶ σαφέστατο, καθ’ ὃν δεῖ τὰς Ἐκκλησίας οἰκονομεῖν, οἱ τῶν λογικῶν θρεμμάτων προεστῶτες ἀνεκήρυξαν. Σὺ γὰρ Ἀλκίσων, τὰ ἀνιάτως ἔχοντα μέλη τοῦ λοιποῦ σώματος ἀποκόψας, τῷ πλήθει τῶν πιστῶν τὴν ὑγείαν τῆς πίστεως ἐπανήγαγες, καὶ ἐνδεδυμένος τὴν ἱερὰν διπλοΐδα, τὸ σεπτὸν Εὐαγγέλιον ἱερουργήσας, στόμα Κυρίου γενόμενος· ὅθεν πατὴρ πατέρων, περιφανῶς ἐχρημάτισας, καὶ Ἱερομάρτυρων τοῖς δήμοις ἀξίως συντέταξαι, μεθ’ ὧν μὴ παύσῃ πρεσβεύων μακαριώτατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.
Αὐτοκίνητον ὄργανον, ταῖς πνοαῖς ὑπηχούμενον τοῦ Παρακλήτου γεγονώς, τὰ θεῖα δόγματα ἐβρόντησας τῆς Ὀρθοδόξου πίστεως ἐνώπιον κακοδόξων βασιλέων· ὑπερμαχήσας γὰρ τοῦ σεπτοῦ καὶ θεοφόρου κηρύγματος, ὑπέστης αἰκίας ἀνυποίστους πανόλβιε, μένων ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης· ἀλλ’ ὡς ἔχων παῤῥησίαν πρὸς Κύριον, μὴ παύσῃ δεόμενος ταῖς πρεσβείαις σου, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.






Ἦχος δ΄.
Πτωχείαν πλουτοποιόν, καὶ πένθος χαρμόσυνον κτησάμενος ἱεράρχα, δόξαν παρεῖδες τὴν φθαρτήν, καὶ ἐμίσησας τοῦ βίου τερπνότητα. Ἀγαπήσας γὰρ μανικῶς τῶν ἐφετῶν τὸ ἀκρότατον, ἐπολιτεύσω ὡς ἄσαρκος τῆς σαρκὸς χαλινώσας τὰ σκιρτήματα, καὶ καταργήσας δαιμόνων τὰς φάλαγγας. Διὸ καὶ οὐκ ἴσχυσαν τῶν πειρασμῶν ἐπαγωγαί, καὶ τῶν κινδύνων συμπτώσεις, διαστῆσαί σε τῆς ἀγάπης τοῦ Χριστοῦ, Ὃν ταῖς πρεσβείαις σου Ἅγιε, Ἱερομάρτυς Ἀλκίσων, μὴ παύσῃ καθικετεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. α΄.
Ἐν Νικοπόλει κέκρικε παραχειμάσαι Παῦλος ὁ οὐρανοβάμων, κηρύσσων τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Ἐν Νικοπόλει δὲ ἱερούργησε τὸν λόγον τοῦ Θεοῦ, ὁ τούτου διάδοχος, ὁ ἔνδοξος Ἱερομάρτυς Ἀλκίσων, ἑπόμενος τοῖς ἴχνεσι τοῦ Ἀποστόλου. Τῷ διστόμῳ γὰρ ξίφει τοῦ Παρακλήτου ὁπλισθείς, αἱρετικῶν τὰς γλωσσαλγίας καταλέλυκε, διασκεδάσας τῆς κακοδοξίας τὸν ζόφον· καὶ θαρσαλέως τῶν Ὀρθοδόξων τὴν πίστιν ὁμολογήσας, ἐκομίσατο τῆς ἀθλήσεως τὸ διάδημα, ὡς κοινωνὸς τῶν Μαρτύρων περίδοξος. Τανῦν τῷ θρόνῳ τοῦ Δεσπότου παριστάμενος, ἐσαεὶ πρεσβεύει, ὑπὲρ τῶν ἀνυμνούντων αὐτοῦ τὰ μνημόσυνα.

Καὶ νῦν. Θεοτοκίον
Αἱ περὶ σοῦ προφητεῖαι ἐπληρώθησαν, Παρθένε ἁγνή· ὁ μὲν γάρ σε τῶν Προφητῶν, Πύλην προηγόρευσεν ἐν Ἐδέμ, βλέπουσαν κατὰ ἀνατολάς, ἐν ᾗ οὐδεὶς διῆλθεν, εἰμὴ ὁ σὸς πλαστουργός, καὶ τοῦ κόσμου παντός, ὁ δὲ βάτον πυρὶ φλεγομένην, ὅτι ἐν σοὶ ᾤκησε τὸ πῦρ τῆς Θεότητος, καὶ ἄφλεκτος ἔμεινας, ἄλλος ὄρος ἅγιον, ἐξ οὗ ἐτμήθη λίθος ὁ ἀκρογωνιαῖος, ἄνευ χειρὸς ἀνθρώπου, καὶ ἐπάταξε τὴν εἰκόνα τοῦ νοητοῦ Ναβουχοδονόσορ. Ἀληθῶς μέγα καὶ παράδοξον, τὸ ἐν σοὶ μυστήριον, ὑπάρχει Θεομῆτορ! Διό σε δοξάζομεν· διὰ σοῦ γὰρ γέγονεν, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.











Εἰς τὸν Στίχον Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ἱεραρχῶν κορυφή, σεπτῆς Συνόδου τῆς Τετάρτης προάσπισις, ὁ στήσας τὴν σηπεδόνα, αἱρετικῶν διδαχῶν, ἅλατι θεόφρον τῆς σῆς χάριτος· ὅ θύτης ὁ ἔνθεος, ὁ ἐπαίρων τὰς χεῖράς σου, ὑπὲρ τῶν πίστει, προσιόντων σοι Ἅγιε· θεοπρόβλητε, Νικοπόλεως πρόεδρε, φύλαξ Ἀλκίσων ἄριστε, προβάτων τῆς ποίμνης σου, καταδιώκων τοὺς λύκους, τοὺς νοητοὺς βακτηρίᾳ σου· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Οἱ ἱερεῖς Σου Κυριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Πάτερ, τὸν ζωηφόρον Σταυρόν, ὡς μαθητὴς τοῦ Ἰησοῦ γνησιώτατος, ἐπ’ ὤμων ἀνδρειοφρόνως, ἀναλαβὼν τῆς σαρκός, τὰς ἐπαναστάσεις διεσκέδασας· ἐντεῦθεν καὶ ἔσβεσας, τῶν παθῶν τὴν ἐκπύρωσιν, τῇ ἐγκρατείᾳ, ταῖς ῥοαῖς τῶν δακρύων σου, ταῖς ἀσκήσεσι, καὶ νηστείαις πανόλβιε· ὅθεν τὸ μέγα πέλαγος, τοῦ βίου διήνυσας, καὶ πρὸς τὸ πλάτος ἀνήχθης, τοῦ Παραδείσου ἀοίδιμε, πρεσβεύων Ἀλκίσων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ· τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις, Ἱερομάρτυς σοφέ, ὁ κεχρισμένος θείῳ μύρῳ τῆς χάριτος· ὑπόστασιν γὰρ τὴν μίαν, Θεανδρικὴν τοῦ Χριστοῦ, ἐν δυσὶν οὐσίαις διεκήρυξας, καὶ ἔθραυσας λόγοις σου, θεοπνεύστοις τὰ δόγματα, τὰ δαιμονιώδη, τῶν υἱῶν τοῦ ἀλάστορος, ὥσπερ πέλεκυς, θεοφόρε ἀμφίκοπος· ὅθεν τὴν μῆνιν ἄνακτος, Ἀλκίσων ἐκίνησας, καὶ εἰς εἱρκτὴν ἐνεκλείσθης, ὡραϊζόμενος στίγμασι, πληγῶν ἀνυποίστων· διὰ τοῦτο τὴν ἁγίαν, τελοῦμεν μνήμην σου

Δόξα. Ἦχος πλ. δ΄.
Ὅσιε Πάτερ Ἱεράρχα Ἀλκίσων, τὸ ἐμπιστευθέν σοι τάλαντον, ὡς καλὸς οἰκονόμος αὐξήσας, καὶ τοῦ Κυρίου τὸν ἅγιον λαόν, λαοῖς σου ἐνθέοις στηρίξας, εἰς νομὰς σωτηρίους ἴθυνας· ὅθεν καὶ μισθὸν ἐκομίσω τῆς ἱερουργίας τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ, τὸ τελειωθῆναι μαρτυρικῶς ὑπὲρ Αὐτοῦ. Καὶ νῦν μὴ παύσῃ δεόμεθα, ταῖς ὁσίαις σου πρεσβείαις ἐκδυσωπῶν, τοῖς ἑορτάζουσι πόθῳ τὴν μνήμην σου, δωρηθῆναι τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Νικοπόλεως μέγας καὶ θεόκλητος πρόεδρος, καὶ τῆς Ἐκκλησίας ἁπάσης ἀνεδείχθης διδάσκαλος, καὶ χαίρων καθυπέμεινας εἱρκτήν, δογμάτων τῶν ὀρθῶν ὑπερμαχῶν· ὅθεν πάντες σὲ ἀνυμνοῦμεν, Ἀλκίσων θεοφόρε κραυγάζοντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ σὲ ὑπογραμμὸν ἡμῖν ἀναδείξαντι.
Δόξα. Ἦχος γ΄. Θείας πίστεως.
Στύλος ἄσειστος, τῆς Ἐκκλησίας, καὶ ἑδραίωμα, τῆς ἀληθείας, ἀνεδείχθης Ἀλκίσων μακάριε, τοῖς γὰρ πυρίνοις σου λόγοις ἐστήριξας, τῆς εὐσεβείας τὸ μέγα μυστήριον· Πάτερ Ἅγιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.












ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἡ γλῶσσά σου σοφε, θεϊκαῖς ἐπιπνοίαις, ἐφώτισε βροτούς, τὰ ὀρθόδοξα σέβειν, Ἀλκίσων διδάγματα, τοῦ Χριστοῦ παναοίδιμε· Ὃν ἱκέτευε, ὑπὲρ ἡμῶν τῶν τιμώντων, τοὺς ἀγῶνάς σου, καὶ τὰς κακώσεις σου πάσας, εὑρεῖν θεῖον ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατάργησις ἀρᾶς, καὶ ἀρχὴ σωτηρίας, ἐφάνης τοῖς βροτοῖς, Θεοτόκε Μαρία, ἀσπόρως γεννήσασα, τὸν Σωτῆρα καὶ Κύριον· Ὃν δυσώπησον, ταῖς Σαῖς πρεσβείαις ῥυσθῆναι, τοὺς ἱκέτας Σου, ἀπὸ παντοίων κινδύνων, τοῦ βίου καὶ θλίψεως.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄ Ὁ ὑψωθείς.
Περιφραξάμενος Ἀλκίσων παμμάκαρ, διδασκαλίαις Ὀρθοδόξων δογμάτων, τὴν σὴν λαχοῦσαν μάνδραν διεφύλαξας, λογικά σου πρόβατα, ἐκ τῶν λύκων τῆς πλάνης, τῆς δεινῆς αἱρέσεως, Ἀκεφάλων τρισμάκαρ, καὶ τῶν ἀνάκτων ἤλεγξας σφοδρῶς, τὴν διψυχίαν, ὡς κήρυξ θεόπνευστος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν συνοχέα Οἰκουμένης ἁπάσης, ἐν τῇ γασρί Σου συλλαβοῦσα ἀφράστως, ἀνερμηνεύτως ἔτεκες πανάμωμε, λύτρωσιν παρέχουσα, ἁμαρτάνουσι Κόρη· ὅθεν τὸ σωτήριο, τούτου δόγμα ἐνθέως, ὁ τῆς Ἠπειρου θύτης τοῖς βροτοῖς, θεῖος Ἀλκίσων, τοῖς πᾶσιν ἐκήρυξε.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄ Τὸν Συνάναρχον Λόγον.
Ἐντολῶν τοῦ Σωτῆρος Ἀλκίσων πάντιμε, τῶν Ἁγίων ὑπάρχων ὁ ἀκριβὴς τηρητής, ὡμολόγησας Αὐτὸν ἐν τῇ ἀθλήσει σου· τῶν γὰρ τυράννων τὰς βουλάς, ἐλοιδόρησας σοφῶς, γενναίως καθυπομείνας, πολυειδεῖς κακουχίας, καὶ τὴν εἱρκτὴν μακαριώτατε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε ῥάβδος ἁγία ἡ ἐξανθήσασα, εὐλογίας τὸ ἄνθος τὸ ζωηρὸν θαυμαστῶς, τὸ ἐκπνεῦσαν τοῖς βροτοῖς θεοχαρίτωτε, ἀμπλακημάτων τῶν δεινῶν, τοῦ ἀρχαίου πτερνιστοῦ, ἀφέσεως θεῖα μῦρα· διό Σε ὑμνολογοῦμεν, ὡς τῶν πιστῶν Παρθένε σώτειραν.








Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς Σου Κυριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ· τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἅγιε Ἱερομάρτυς Ἀλκίσων, τῆς θεολογίας ἡ μελίφθογγος λύρα, καὶ τῆς ἀθλήσεως ὁ ἐπώνυμος, μὴ παύσῃ καθικετεύων Χριστὸν τὸν Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Ἀλκίσωνα Νικοπόλεως ποιμένα ᾄδω. Ἰωήλ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
λκίσωνα πάντες τὸν θαυμαστόν, Ἠπείρου τὸ κλέος, Νικοπόλεως τὸν σεπτόν, τιμήσωμεν ὕμνοις ἱεράρχην, ἐπὶ τῇ μνήμῃ αὐτοῦ ἀγαλλόμενοι.
Λαόν σου ἰθύνας Πάτερ σοφέ, ἀνύστακτος φύλαξ, ἐχαρίσθης πόλει τῇ σῇ, ἐξέθρεψας λόγοις σου ἐνθέοις, καὶ πολιτείᾳ ἁγία ἐφώτισας.
Κανὼν ἀκριβέστατος ἀρετῶν, ὑπάρχων θεόφρον, τὴν σὴν ποίμνην σεμνοπρεπῶς, ὡδήγησας Ἅγιε Ἀλκίσων, εἰς τὰς ἁγίας ὁδοὺς τοῦ Κυρίου σου.
Θεοτοκίον.
λέωσαι Δέσποινα τὸν Χριστόν, λιταῖς Σου ἁγίαις, ὑπὲρ πάντων τῶν γηγενῶν, ῥυσθῆναι κινδυνων ἀδοκήτων, καὶ χαλεπῶν τῆς ζωῆς περιστάσεων.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Στηριγμὸς ἀληθείας ὡς Ἀθλητὴς ἄριστος, καὶ ὑφηγητὴς εὐσεβείας, ὤφθης πανεύφημε, Ἀλκίσων Ἅγιε, ἐν φυλακῇ διαλύων, λόγοις θεοσόφοις σου, πλάνην τὴν ζοφωσιν
ς λαμπρὸν ὑποφήτην τῆς ἀληθοῦς γνώσεως, ἡ τῶν μοναζόντων χορεία, Ἀλκίσων ἔγνω σε, καὶ σοὶ ἀπέστειλε, ἐκ Παλαιστίνης ζητοῦσα, δογματίσαι Ἅγιε, πίστιν Ὀρθόδοξον.
Νοητῶς ἀνατείλας ταῖς καθαραῖς λάμψεσι, τῶν σεπτῶν ἀγώνων σου Πάτερ, φῶς ἐχρημάτισας, φωτίζων ἅπαντας, τοὺς μιμουμένους ἀξίως, ζῆλόν σου τὸν ἔνθεον, πανιερώτατε.
Θεοτοκίον.
ϊδίως γεννᾶται ἐκ τοῦ Πατρὸς ἄνωθεν, ὁ μονογενὴς Θεὸς Λόγος, Παρθένε ἄχραντε, καὶ σεσωμάτωται, ἐν τῇ κοιλίᾳ Σου Μῆτερ, σάρκα δανεισάμενος, τὴν Σὴν Θεόνυμφε.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀλκίσων ἀνήγειρας ἐν Νικοπόλει ναόν, Χριστοῦ τοῦ παντάνακτος ἵνα ὑμνῆται αὐτοῦ, τὸ πάντιμον ὄνομα· ἔνθα δὲ καὶ χορεῖαι, τῶν πιστῶν Ὀρθοδόξων, εὗρον παραμυθίαν, καὶ βοήθειαν Πάτερ· διό σου ἀνυμνοῦμεν, τὸ θεῖον μνημόσυνον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παρθένε πανάμωμε ταῖς Σαῖς πρεσβείαις τὸν νοῦν, ἡμῶν τῶν τιμώντων Σε, ἐκ πονηρῶν λογισμῶν, ἀπάλλαξον τάχιστα· ῥῦσαι με δὲ κακίας, χαλεπῶν δαιμονίων, παῦσον τὰς ἐξεργέσεις, τῶν ἀτόπων παθῶν μου, καὶ στῆσόν με ἐν πέτρᾳ, τῆς χάριτος Δέσποινα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νικητὴς ἐν τοῖς πάθεσι, ἀνεφάνης Πάτερ Ἀλκίσων μέγιστος, τῆς ψυχῆς σου τὰ ζιζάνια, ἐκκαθάρας πόνοις τῆς ἀσκήσεως.
ερὰν διπλοΐδα σου, ἱεράρχα πάντιμε Νικοπόλεως, τῇ τοῦ βίου σου ὀρθότητι, καὶ ἠθῶν σεμνότητι ἐλάμπρυνας.
Κακουχούμενος Ἅγιε, καὶ εἱρκταῖς ἀφυκτοις καταθλιβόμενος, μαρτυρίου τὸ ἀμάραντον, στέφανον ἐκτήσω ἀξιάγαστε.
Θεοτοκίον.
Οἱ ἐλπίδα καὶ στήριγμα, καὶ τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι Σε πανύμνητε, δυσχερείας πάσης ἐκλυτρούμεθα.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Πονηρὰς ἐπινοίας, τοῦ Ἀναστασίου Ἀλκίσων διήλεγξας, καὶ τὸν τούτου τύπον, πεφανέρωκας πᾶσιν ὡς δόλιον· κρεῖσσον γὰρ ἐφώνεις, πόλεμος ἐπαινετός, καὶ μὴ εἰρήνη Χριστοῦ χωρίζουσα.
λοψύχως κηρύττων, τῆς σεπτῆς Συνόδου τὰ ἅγια δόγματα, ἠρνήθης Πάτερ κοινωνῆσαι, σὺν ἀποσχίσταις Ἀλκίσων μακάριε, τὴν Ὀρθοδοξίαν, αἱρετιζόντων ἐπηρείας, ἀπαλλάσσων Πάτερ πανένδοξε.
Λόγον θεῖον πλουτήσας, ἅπασι τοῖς χρήζουσι Πάτερ μετέδωκας· καὶ Χριστοῦ τὴν ποίμνην, ὡς ἱερεὺς πεφωτισμένος ἐποίμανας, νουθετῶν διδάσκων, καθοδηγῶν πρὸς σωτηρίαν, παμμάκαρ Ἀλκίσων πολύαθλε.
Θεοτοκίον.
Εὐχαρίστως βοῶ Σοι, χαῖρε μητροπάρθενε, χαῖρε θεόνυμφε, χαῖρε σκέπη, χαῖρε ὅπλον καὶ τεῖχος ἀπόρθητον, χαῖρε προστασία, καὶ βοηθὲ καὶ σωτηρία, τῶν εἰς Σὲ προστρεχόντων ἐκ πίστεως.






ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
ς κρίνον ἀειθαλές, ἐν τῇ κοιλάδι ἐξήνθησας, Ἠπείρου τῆς θαυμαστῆς, ἐκπνέων ἀρώματα, Ἀλκίσων χρηστότητος, γηγενέσι πᾶσι, Ἱεράρχα θεοδόξαστε.
Σοφίαν παρὰ Θεοῦ, Ἀλκίσων πᾶσαν κτησάμενος, τὴν ποίμνην τῶν λογικῶν, προβάτων σου ἴθυνας, πρὸς τρίβον τὴν ἄλυπον, τῆς θεογνωσίας, ὡς ποιμὴν θεοφορούμενος.
Πλουσίαις μαρμαρυγαῖς, τῶν εὐσεβῶν παραινέσεων, ἐλάμπρυνας τὰς ψυχάς, Ἀλκίσων τῶν πόθῳ σοι, προσιόντων μάκαρ, καὶ αἰτούντων σὴν βοήθειαν.
Θεοτοκίον.
νεανίαις τρισί, μεταποιήσας τὴν κάμινον, εἰς δρόσον φωτοφανῆ, φιλάνθρωπε Κύριε, φλογός με ἐξάρπασον, τῆς αἰωνιζούσης, τῆς Θεοτόκου ταῖς ἐντεύξεσι.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐξηρεύξω ἄβυσσον, θείας σοφίας, τῆς δεινῆς αἱρέσεως, τὰς βορβορώδεις διδαχάς, τοῦ Νεστορίου ξηραίνουσαν· διό σε πάντες, Ἀλκίσων γεραίρομεν.
Ὁ Οἶκος.
Ἱεραρχῶν ὑπογραμμός, καὶ Ἐκκλησίας πύργος, τῆς Νικοπόλεως ποιμήν, καὶ τῆς Ἠπείρου τὸ κλέος, τῇ θερμότητι φρενῶν, ζήλῳ τῆς πίστεως, καὶ βίου καθαρότητι, Ἱερομάρτυς τοῖς πᾶσιν ἐπεγνώσθης ἐν ἀρχαίοις ἔτεσιν. Ἀστράψας γὰρ ὡς φωτοφόρος ἥλιος εν τῇ Παλαιᾷ Ἠπείρῳ, διέλυσας τῶν αἱρέσεων ἀχλύν· τοὺς δὲ πιστοὺς ἐφώτισας, ὑμνεῖν Χριστοῦ τὴν μίαν ὑπόστασιν εν δυσὶ οὐσίαις, ἣν ἐν τῇ τοῦ Κωνσταντίνου πόλει θεοφιλῶς διακηρύξας, ἀφάτοις κακουχίαις, εἱρκταῖς καὶ μάστιξι καθυπεβλήθης· καὶ οὕτω ἔλαβες τῆς ὁμολογίας τὸν στέφανον· διό σε πάντες, Ἀλκίσων γεραίρομεν.














Συναξάριον.
Τῇ ΚΗ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀλκίσωνος, ἐπισκόπου Νικοπόλεως τῆς Παλαιᾶς Ἠπείρου.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
σχυσας χάριτι Κυρίου, μηχανήματα Ἀλκίσων τῶν ἐχθρῶν σου, ἀνδρικῶς διελθεῖν, Χριστοῦ διακηρύσσων, ἐν τοῖς δεσμοῖς τὰ δόγματα, τὰ Ὀρθόδοξα θεόφρον.
Μνήμων ὑπάρχων τῶν Πατέρων ἀξιάγαστε Συνόδου τῆς Τετάρτης, χριστομάχων ἀχλύν, διέλυσας Ἀλκίσων, ἐξοστρακίσας λόγοις σου, τῶν αἱρέσεων τὰ νέφη.
θελξας Πάτερ μοναζόντων, τὴν παράταξιν ἐν χώρᾳ Παλαιστίνης, καὶ ὡς τύπον καλῆς, Χριστοῦ διδασκαλίας, τὴν σὴν κατεῖχον πάντιμε, ἀκριβῆ ὁμολογίαν.
Θεοτοκίον.
Νέαν τὴν φύσιν καινουργῆσαι, ὁ φιλάνθρωπος ἠθέλεησε Δεσπότης, τῶν ἀνθρώπων ἁγνή· διὸ καὶ προσλαμβάνει, τῶν γηγενῶν τὸ φύραμα, ἀπὸ Σοῦ Θεογεννῆτορ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
νω οἱ δῆμοι, τῶν οὐρανίων Ἀγγέλων, συνευφραίνονται ἡμῖν τοῖς ἐπιγείοις, ἄγοντες τὴν μνήμην, τὴν σὴν Ἱερομάρτυς.
νῆλθες Πάτερ, τὸ τῆς θεώσεως ὄρος, μιμησάμενος τὸν βίον τῶν Ἀγγέλων· ὅθεν καὶ ἐκτήσω, τὸν θεῖον μαργαρίτην.
Δαρεὶς παμμάκαρ, ἀνηλεῶς τοὺς στεφάνους, τῆς ἀθλήσεως Ἀλκίσων ἐκομίσω, γεγονὼς τοῖς πᾶσι, τῆς πίστεως ὁ γνώμων.
Θεοτοκίον.
Θεοτόκε, Ὑπεραγία Παρθένε, ταῖς πρεσβείαις Σου μὴ παύσῃ δυσωποῦσα, ὑπὲρ τῶν ἀνθρώπων, τὸν Σὸν Υἱὸν καὶ Κτίστην.








ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
δοὺ Πάτερ Ἀλκίσων καλῶς θανών, τὸν μισθὸν ἐκομίσω τῶν πόνων σου· διὸ καὶ νῦν, παμμάκαρ ἱεράρχα παντὸς κακοῦ, τὴν σὴν πατρίδα φύλαττε, σῶζε τοὺς προστρέχοντας σοὶ πιστῶς, καὶ βράβευσον εἰρήνην, πάσῃ τῇ οἰκουμένῃ, καὶ τῆς Πρεβέζης μέμνησο.
ς ἔχων παῤῥησίαν πρὸς τὸν Θεόν, τῶν τὴν θείαν σου ταύτην πανήγυριν περιχαρῶς, Πάτερ ἐκτελούντων καὶ τὴν σεπτήν, καὶ ἱεράν σου ἄθλησιν, πίστει εὐφημούντων εἰλικρινεῖ, μνημόνευε Ἀλκίσων, καὶ ζάλης καὶ κινδύνων, καὶ πειρασμῶν ἡμᾶς διάσωσον.

Τριαδικόν.

μία κυριότης καὶ τριλαμπής, ἑνικὴ θεαρχία τρισήλιε, τοὺς ὑμνητάς, πρόσδεξαι τοὺς σούς, ἀγαθοπρεπῶς, καὶ τῶν πταισμάτων λύτρωσαι, καὶ τῶν πειρασμῶν καὶ τῶν δυσχερῶν, καὶ θᾶττον τὴν εἰρήνην, παράσχου φιλανθρώπως, ταῖς Ἑκκλησίαις καὶ τὴν ἕνωσιν.
Θεοτοκίον.
Λύουσαν τὰς αἱρέσεις Μῆτερ ἁγνή, τὴν σεπτὴν Ἐκκλησίαν ἀνάδειξον, ἣν ὁ Χριστός, αἵματι τιμίῳ τῷ Ἑαυτοῦ, ὡς ἀγαθὸς ἐκτήσατο, κεχαριτωμένη ὁ Σὸς Υἱός· καὶ σῶσον ἐκ κινδύνων, εὐχαῖς τοῦ Ἱεράρχου, καὶ πάσης ζάλης ἡμᾶς λύτρωσαι.

Ἐξαποστειλάρια. Γυναῖκες ἀκουτίσθητε.
Ἀλκίσωνα τὸν Ἅγιον, Ἠπείρου ἐγκαλλώπισμα, τῆς Νικοπόλεως μέγαν, καὶ θαυμαστὸν ἰεράρχην, τῆς πίστεως τὸ ἔρεισμα, αἱρέσεων κατήγορον, θερμῶς ἐγκωμιάσωμεν, ἐκδιηγούμενοι ὕμνοις, τὰς ἀρετὰς αὐτοῦ πάντες.
Θεοτοκίον.
Σὺ εἶ ὁ ἀπαράλλακτος, οὐσίας τε καὶ φύσεως, ὁ χαρακτὴρ τοῦ ἀνάρχου, Πατρὸς τῶν φώτων Σωτήρ μου, καὶ ἐπ’ ἐσχάτων γέγονας, βροτὸς διὰ τὸ πλάσμα Σου, ἐκ τῆς Παρθένου Δέσποτα, ἀναλαβὼν φιλανθρώπως, τὴν φύσιν τὴν ἡμετέραν.














Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε φιλέορτοι πάντες πανηγυρίσωμεν, τὴν μνήμην τοῦ ἐνδόξου, ἱεράρχου τιμῶντες · ἐν Πνεύματι γὰρ θείῳ καθεῖλες ὀφρύν, ἀκαθέκτου αἱρέσεως, καὶ δι’ ἀγώνων γενναίων τὴν τοῦ Χριστοῦ, Ἐκκλησίαν ὑπεστήριξε.

Ἐνδεδυμένος τὴν θείαν στολὴν τὴν πάντιμον, ἱερωσύνης μάκαρ, τῶν Ἁγίων Πατέρων, ἀκρότης ἀνεδείχθης θεοπρεπῶς, διαπρέψας χαρίσμασιν, ἐν Νικοπόλει Ἠπείρου Πάτερ σοφέ· διὸ Ἀλκίσων ἀνυμνοῦμέν σε.

Πάτερ Πατέρων Ἀλκίσων μακαριώτατε, τῇ σῇ ὁμολογίᾳ, ἐπέφανες τοῖς πᾶσι, τὰ στίγματα βαστάσας τοῦ Ἰησοῦ, ὡς ὁ Παῦλος ἐν σώματι· καὶ μαρτυρίου τετέλεκας τὴν ὁδόν, νικηφόρως θεοτίμητε.

Ἡ θεολόγος σου γλῶσσα Ἀλκίσων Ἅγιε, ἀναπηγάζει ῥεῖθρα, θείας διδασκαλίας, τῆς πίστεως τὰ δόγματα τὰ σεπτά, τοὺς πιστοὺς κατευφραίνουσα, καὶ κακοδόξων τοὺς ἄνθρακας παντελῶς, κατασβεννύουσα ἀοίδιμε.

Δοξα. Ἦχος πλ. α΄.
Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε συστησώμεθα ᾀσματικὴν χορείαν, ἐπὶ τῇ εὐσήμῳ ἐπετείῳ τοῦ Ἁγίου Ἱερομάρτυρος. Οὗτος γὰρ ὡς γενναῖος στρατιώτης, ἀκλινεῖ φρονήματι, τῆς εὐσεβείας ἐφάνη συνήγορος καὶ τῆς δεινῆς ἀπάτης μέγας κατήγορος. Ὅθεν καὶ τὴν μνήμην αὐτοῦ ἐπιτελοῦντες, δεῦτε αὐτῷ πάντες εἴπωμεν· Ἅγιε Ἀλκίσων, τῆς Νικοπόλεως πρόεδρε καὶ ποιμήν, τοῦ Παύλου διάδοχε, ἱεραρχῶν ἀγλάϊσμα, Ἠπείρου δόξα καὶ ἐγκαλλώπισμα, ταῖς ἀστραπαῖς τῆς σῆς χάριτος κατάφλεξον, τὰς ἀκανθώδεις αἱρέσεις, καὶ πρέσβευε Χριστῷ τῷ Θεῷ, δοθῆναι ἡμῖν τοῖς ἀναξίοις, φωτισμὸν καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις Νικοπόλεως ὁ ποιμήν, καύχημα Ἠπείρου, τῶν δογμάτων ὑφηγητής, χαίροις Ὀρθοδόξων, ὁ φύλαξ καὶ προστάτης, Ἀλκίσων ἱεράρχα, ἡμῶν τὸ στήριγμα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου