ΟΚΤΩΒΡΙΟΣ ΚΗ΄!!
ΤΕΡΕΝΤΙΟΣ, ΝΕΟΝΙΛΛΑ & ΤΕΚΝΑ ΑΥΤΩΝ
ΘΕΟΔΟΥΛΟΣ, ΙΕΡΑΞ, ΝΙΤΑΣ, ΣΑΡΒΗΛΟΣ,
ΦΩΤΙΟΣ,
ΒΗΛΗ & ΕΥΝΙΚΗ
ΑΚΟΛΟΥΘΙΑ
(Χ.
Μπούσια)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν
οὐρανίων ταγμάτων.
Τὸ
ἁγιόλεκτον ζεῦγος καὶ θεοδόξαστον, τοὺς Ἀθλητὰς Κυρίου, ἐπαινέσωμεν πάντες,
Τερέντιον τὸν θεῖον καὶ τὴν σεμνήν, Νεονίλλαν κραυγάζοντες· σὺν τῇ ἑπτάδι τῶν
τέκνων ὑμῶν στεῤῥοί, πολυτέκνων στῦλοι πέλετε.
Τὴν
εὐσθενῆ Νεονίλλαν σοφὸν Τερέντιον, Θεόδουλον Εὐνίκην, ὁμοῦ σὺν τῷ Σαρβήλῳ καὶ
τῷ Νιτᾷ, τὸν Ἱέρακα στέψωμεν, τοῖς ἐγκωμίων λειρίοις ὡς Ἀθλητῶν, πολυτόκον
οἰκογένειαν.
Τοὺς
καθαιρέτας εἰδώλων καὶ ἀντιλήπτορας, τῶν ἀγωνιζομένων, καὶ ποθούντων Κυρίου,
σαφῶς ἀκολουθῆσαι ταῖς ἐντολαῖς, ἐν τῷ γάμῳ τιμήσωμεν, σὺν Νεονίλλῃ Τερέντιον
καὶ αὐτῶν, τὴν ἑπτάδα τέκνων ᾄσμασι.
Τῶν
ὁμοζύγων δυάδα τὴν γενναιόφρονα, καὶ τὴν αὐτῆς ἀγέλην, τὴν ἑπτάριθμον τέκνων,
οἱ δῆμοι πολυτέκνων νῦν ἐκτενῶς, εὐφημήσωμεν κράζοντες· οἶκε πανάριστε πίστεως
Ἀθλητῶν, σκέπε πάντας τοὺς ὑμνοῦντάς σε.
Δόξα.
Ἦχος α΄.
Θεοπρεπῆ
πανήγυριν ἡ τῶν πολυτέκνων ὁμήγυρις, συγκροτεῖ σήμερον εὐφραινομένη, καὶ
προβάλλουσα πρὸς μίμησιν τὸν θεόλεκτον οἶκον, καὶ πολυτόκον τῶν Ἀθλητῶν τῆς
πίστεως, τὸ ἄλκιμον ζεῦγος τῶν Τερεντίου καὶ Νεονίλλης, σὺν τῇ στεῤῥοψύχῳ υἱῶν
αὐτῶν πεντάδι, καὶ θυγατέρων σεμνῇ δυάδι, τοὺς ἀθλητικαῖς ἀριστείαις,
εὐαρεστήσαντας τῷ Κτίσαντι. Οὗτοι γὰρ ἐν οὐρανοῖς νῦν εὐφραινόμενοι,
πειρατηρίων ἐπιγείων καὶ ἄχθους χάριν εὗρον ἀπολυτροῦσθαι, τοὺς κατὰ χρέος
ἐπιτελοῦντας, τὴν λαμπρὰν καὶ ἑόρτιον αὐτῶν πανήγυριν.
Καὶ
νῦν. Θεοτοκίον.
Τῇ
πρεσβείᾳ Κύριε πάντων τῶν Ἁγίων καὶ τῆς Θεοτόκου, τὴν Σὴν εἰρήνην δὸς ἡμῖν καὶ
ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Μέλψωμεν
ἐν ᾠδαῖς, ἑπτάδελφον χορείαν, καὶ γεννητόρων ζεῦγος, αὐτῶν ὡς πολυτέκνων, ἁγίαν
οἰκογένειαν.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ
Λιβάνῳ πληθυνθήσεται.
Μάρτυρες
εὐσταλεῖς, Τερέντιε ἀλκίφρον, καὶ Νεονίλλα σῶφρον, σὺν τέκνων τῇ ἑπτάδι, ὑμῶν
στεφάνους δέδεχθε.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Φώτιε
καὶ Νιτᾶ, Θεόδουλε Ἱέραξ, Εὐνίκῃ τε καὶ Βήλη, σὺν τῷ Σαρβήλῳ Κτίστῃ, ὑπὲρ ἡμῶν
πρεσβεύσατε.
Δόξα.
Τριαδικόν.
Πάτερ
σὺν τῷ Υἱῷ, καὶ Πνεύματι τῷ θείῳ, Θεότης τρισαγία, λιταῖς τῶν Σῶν Μαρτύρων, τὸν
κόσμον Σου διάσωζε.
Καὶ
νῦν. Θεοτοκίον.
Σκέπε
τοὺς εὐλαβῶς, προστρέχοντας Παρθένε, τῇ Σῇ ἐπιστασίᾳ, καὶ πλήρου πολυτέκνων, τὰ
δίκαια αἰτήματα.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Νόμῳ φύσεως, συνδεδεμένοι, κράτος πίστεως, ἐνδεδυμένοι, μαρτυρίου
τὴν ὁδὸν διηνύσατε, σὺν Νεονίλλῃ θεόφρον Τερέντιε,
καὶ ἡ τῶν Παίδων ὑμῶν ἑπτὰς ἔνθεος.
Καὶ νῦν ἄφεσιν αἰτήσασθε παμμακάριστοι, τοῖς μέλπουσιν ὑμῶν τὴν θείαν ἄθλησιν.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Πολυτρόποις
κολάσεσιν, ἀνδρικῶς ὁμιλήσαντες, τοῦ ἐχθροῦ τὴν ἔπαρσιν κατεβάλετε,
ὁμολογοῦντες Μακάριοι, τυράννων ἐνώπιον, τὸν ὀφθέντα δι' ἡμᾶς, ἐν παχύτητι
σώματος, καὶ τὰ ἄχραντα, ὑπομείναντα πάθη ἑκουσίως, καὶ πηγάσαντα τῷ κόσμῳ, τὸν
ἱλασμὸν καὶ τὸ ἔλεος.
Τερεντίῳ
συνήστραψαν, Νεονίλλα ἡ ἔνδοξος, Νιτᾶς τε καὶ Σάρβιλος οἱ θαυμάσιοι, καὶ ὁ
Φωκᾶς σὺν Ἱέρακι, νομίμως ἀθλήσαντες, καὶ τὸ πῦρ τῶν αἰκισμῶν, θείᾳ δρόσῳ τοῦ
Πνεύματος, ἀποσβέσαντες, καὶ γενόμενοι πύργοι εὐσεβείας, καὶ εὐπρόσδεκτοι
θυσίαι, καὶ προσφοραὶ καθαρώταται.
Ὡς
πολύφωτος Ἥλιος, τῇ Σελήνῃ ἑνούμενος, Νεονίλλῃ τέτοκας ὦ Τερέντιε, χορὸν
ἀστέρων ἑπτάριθμον, Μαρτύρων ἐν αἵματι, φοινιχθέντων καὶ φαιδράν, ἀφιέντων τὴν
ἔλλαμψιν, σκηνωσάντων τε, εἰς ἀνέσπερον λῆξιν· ἔνθα πάντων, Ἀθλοφόρων αἱ
ἀγέλαι, περιφανῶς πολιτεύονται.
Ἐννεάριθμον
σύλλογον, τῶν Μαρτύρων τιμήσωμεν, πολυτέκνων φύλακας καὶ κοσμήτορας, σὺν
Νεονίλλῃ Τερέντιον, δυάδα ὁμόζυγον, Βήλην Φώτιον Νιτᾶν, σὺν Εὐνίκῃ Ἱέρακι, τὸν
Θεόδουλον, καὶ τὸν Σάρβηλον θείους αὐταδέλφους, ἀηττήτους ἐν ταῖς μάχαις, ᾠδαῖς
εὐήχοις καὶ ᾄσμασι.
Ξυνωρίδα
τὴν ἔνθεον, τοῦ Χριστοῦ ζεῦγος ἅγιον, Ἀθλητῶν τὰ ἔμψυχα καλλωπίσματα, τῶν
ὁμοζύγων τὰ πρότυπα, Τερέντιον πάνσοφον, καὶ τὴν σύνευνον αυτοῦ, Νεονίλλαν
τιμήσωμεν, ἀνακράζοντες· σὺν τοῖς τέκνοις ὑμῶν τοῖς θεοφόροις, τὸν Χριστὸν
ἐκδυσωπεῖτε, ὐπὲρ ἡμῶν παμμακάριστοι.
Νεονίλλαν
Τερέντιον, θείαν Βήλην Θεόδουλον, Σάρβηλον Εὐνίκην Νιτᾶν πανεύφημον, καὶ σὺν
Φωτίῳ Ἱέρακα, τοὺς στύλους τῆς πίστεως, ἐποφθέντας Ἀθλητῶν, καλλινίκων
ἀρχέτυπα, οἱ φιλέορτοι, καταστέψωμεν ᾄσμασιν ἐνθέοις, καὶ ἀγῶνας τοὺς τιμίοις,
αὐτῶν σαφῶς μιμησώμεθα.
Δόξα.
Ἦχος πλ. β΄.
Ἐπέφανεν
ἡμῖν σήμερον, ὡς ἔαρ ἐν μέσῳ φθινοπώρου, ἡ τοῦ οἴκου ὁμοψύχων Ἀθλητῶν μνήμη,
τὴν Ἐκκλησίαν Χριστοῦ εὐφραίνουσα· Τερέντιος γὰρ καὶ Νεονίλλα, σὺν τοῖς τέκνοις
αὐτῶν τοῖς ἑπταρίθμοις, ὡς παμφαεῖς ἀνατείλαντες φωστῆρες, φωταγωγοῦσι τοὺς
κραυγάζοντας· χαίροις ξυνωρὶς ὁμοζύγων θεόφιλε, ἡ καυχωμένη ἐν Κυρίῳ, διὰ τὴν
εὐσέβειαν καὶ καρτερίαν, ἐν τοῖς βασάνοις τῶν τέκνων σου· χαίροις, ὁμαιμόνων
πλειὰς χαριεστάτη, ἡ τὸ νοητὸν τῆς Ἐκκλησίας στερέωμα, καταφαιδρύνουσα ταῖς
ἀκτῖσι, τῶν κατορθωμάτων σου· χαίρετε, Θεόδουλε Νιτᾶ Εὐνίκη, Φώτιε Ἱέραξ
Σάρβηλε καὶ Βήλη, οἱ δι’ ἀδελφικῆς ἀγάπης, καὶ μαρτυρίου συνδεόμενοι· ἀλλ’ ὦ
Μάρτυρες πανεύφημοι, καλλιτέκνου οἴκου ἀγάλματα, μὴ παύσησθε πρεσβεύοντες
Κυρίῳ, ὑπὲρ τῶν τελούντων ὑμῶν τὴν ἄθλησιν.
Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία
Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας
Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς
ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων
τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ
Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφιὰς Σειρὰχ τὸ Ἀνάγνωσμα
(Κεφ. γ’, 1-16)
Ἐμοῦ
τοῦ πατρὸς ἀκούσατε, τέκνα, καὶ οὕτως ποιήσατε, ἵνα σωθῆτε· ὁ γὰρ Κύριος
ἐδόξασε πατέρα ἐπὶ τέκνοις καὶ κρίσιν μητρὸς ἐστερέωσεν ἐφ᾿ υἱοῖς. ὁ τιμῶν
πατέρα ἐξιλάσεται ἁμαρτίας, καὶ ὡς ὁ ἀποθησαυρίζων, ὁ δοξάζων μητέρα αὐτοῦ. ὁ
τιμῶν πατέρα εὐφρανθήσεται ὑπὸ τέκνων, καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ
εἰσακουσθήσεται. ὁ δοξάζων πατέρα μακροημερεύσει, καὶ ὁ εἰσακούων Κυρίου
ἀναπαύσει μητέρα αὐτοῦ· καὶ ὡς δεσπόταις δουλεύσει ἐν τοῖς γεννήσασιν αὐτόν. ἐν
ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου, ἵνα ἐπέλθῃ σοι εὐλογία παρ᾿ αὐτοῦ· εὐλογία
γὰρ πατρὸς στηρίζει οἴκους τέκνων, κατάρα δὲ μητρὸς ἐκριζοῖ θεμέλια. μὴ δοξάζου
ἐν ἀτιμίᾳ πατρός σου, οὐ γάρ ἐστί σοι δόξα πατρὸς ἀτιμία· ἡ γὰρ δόξα ἀνθρώπου
ἐκ τιμῆς πατρὸς αὐτοῦ, καὶ ὄνειδος τέκνοις μήτηρ ἐν ἀδοξίᾳ. τέκνον, ἀντιλαβοῦ
ἐν γήρᾳ πατρός σου, καὶ μὴ λυπήσῃς αὐτὸν ἐν τῇ ζωῇ αὐτοῦ· κἂν ἀπολείπῃ σύνεσιν,
συγγνώμην ἔχε καὶ μὴ ἀτιμάσῃς αὐτὸν ἐν πάσῃ ἰσχύϊ σου. ἐλεημοσύνη γὰρ πατρὸς
οὐκ ἐπιλησθήσεται, καὶ ἀντὶ ἁμαρτιῶν προσανοικοδομηθήσεταί σοι. ἐν ἡμέρᾳ
θλίψεώς σου ἀναμνησθήσεταί σου· ὡς εὐδία ἐπὶ παγετῷ, οὕτως ἀναλυθήσονταί σου αἱ
ἁμαρτίαι. ὡς βλάσφημος ὁ ἐγκαταλιπὼν πατέρα, καὶ κεκατηραμένος ὑπὸ Κυρίου ὁ
παροργίζων μητέρα αὐτοῦ.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα (Κεφ. ιζ΄ 1-11)
Κρείσσων
ψωμὸς μεθ᾿ ἡδονῆς ἐν εἰρήνη ἢ οἶκος πλήρης πολλῶν ἀγαθῶν καὶ ἀδίκων θυμάτων
μετὰ μάχης. οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων, ἐν δὲ ἀδελφοῖς διελεῖται
μέρη. ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσός, οὕτως ἐκλεκταὶ καρδίαι
παρὰ Κυρίῳ. κακὸς ὑπακούει γλώσσης παρανόμων, δίκαιος δὲ οὐ προσέχει χείλεσι
ψευδέσιν. ὁ καταγελῶν πτωχοῦ παροξύνει τὸν ποιήσαντα αὐτόν, ὁ δὲ ἐπιχαίρων
ἀπολλυμένῳ οὐκ ἀθῳωθήσεται· ὁ δὲ ἐπισπλαγχνιζόμενος ἐλεηθήσεται. στέφανος
γερόντων τέκνα τέκνων, καύχημα δὲ τέκνων πατέρες αὐτῶν. τοῦ πιστοῦ ὅλος ὁ
κόσμος τῶν χρημάτων, τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός. οὐχ ἁρμόσει ἄφρονι χείλη
πιστά, οὐδὲ δικαίῳ χείλη ψευδῆ. μισθὸς χαρίτων ἡ παιδεία τοῖς χρωμένοις, οὗ δ᾿
ἂν ἐπιστρέψῃ εὐοδωθήσεται. ὃς κρύπτει ἀδικήματα, ζητεῖ φιλίαν, ὃς δὲ μισεῖ
κρύπτειν, διΐστησι φίλους καὶ οἰκείους. συντρίβει ἀπειλὴ καρδίαν φρονίμου,
ἄφρων δὲ μαστιγωθεὶς οὐκ αἰσθάνεται. ἀντιλογίας ἐγείρει πᾶς κακός, ὁ δὲ Κύριος
ἄγγελον ἀνελεήμονα ἐκπέμψει αὐτῷ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Τὸν ἁγιόλεκτον Μαρτύρων
οἶκον, γονεῖς καὶ παῖδας ὁμόφρονας καὶ ὁμονοοῦντας, τὴν λαμπρὰν συνοδίαν
Τερεντίου καὶ Νεονίλλης, προφρόνως τιμήσωμεν· οὗτοι γὰρ τὴν τοῦ Κυρίου ἀγάπην
θέντες, ὑπὲρ πᾶσαν ἡδονὴν βροτείου φύσεως, γενναίως ἐν μιᾷ ψυχῇ ἐνήθλησον, καὶ
δόξης ἔτυχον ἀτελευτήτου· μαρτυρικὰς οὖν ἀγλαΐας φέροντες, ἀνῆλθον χαίροντες
εἰς πόλον, ἔνθα Χριστῷ πρεσβεύουσι, διδόναι τοῖς αὐτοὺς τιμῶσι, κατ’ ἄμφω
εἰρήνην καὶ δύναμιν.
Ἦχος β΄.
Τῶν Ἀθλοφόρων τὴν λαμπρὰν
ξυνωρίδα, καὶ τῶν τέκνων αὐτῶν τὴν φωσφόρον ἑπτάδα, τὴν ὁμοψύχως ἀθλήσασαν,
μαρτυρικοῖς ἐπαίνοις καταστέψωμεν· οὗτοι γὰρ θεμελιώσαντες τὸν αὐτῶν οἶκον, εἰς
τὴν ἀῤῥαγῆ πέτραν τῆς πίστεως, τῶν φθειρομένων οὐκ ἐφρόντισαν, ἀλλὰ πάντων
ὑπέρτεροι ὤφθησαν· καρτερῶς οὖν ὑποφέροντες τὰς ἀνυποίστους βασάνους, τῆς δόξης
τοῦ Χριστοῦ μέτοχοι γεγόνασι, καὶ χάριν εἴληφας πρεσβεύειν, ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Ἦχος γ΄.
Σωφρόνως ἐν βίῳ
πολιτευσάμενοι Μάρτυρες, ἐν τοῖς ἄθλοις ἰσοστάσιοι ὤφθητε, Τερέντιε καὶ
Νεονίλλα ὁμοζύγων ὡραΐσματα· ἀγαπήσαντες γὰρ τὸν Κύριον ἐξ ὅλης καρδίας,
ἐνεφυτεύσατε τὴν πρὸς Αὐτὸν ἀγάπην, καὶ εἰς ὑμῶν τὰ τέκνα, μεθ’ ὧν καὶ
συνηθλήσατε. Καταντήσαντες οὖν ἅπαντες, εἰς τὴν τῶν οὐρανῶν Βασιλείαν, καὶ
μαρτυρικὴν ἔχοντες παῤῥησίαν, αἰτεῖσθε ἡμῖν εἰρήνην, καὶ μέγα ἔλεος.
Δόξα. Ἦχος δ΄.
Τὸν σύνδεσμον τῆς ἀδελφικῆς
ἀγάπης, ἐνισχύσατε διὰ τῆς κοινῆς ἡμῶν ἀθλήσεως, ἑπτάριθμοι Μάρτυρες. Σὺν τοῖς
γονεῦσι γὰρ ὑμῶν ἐτελέσατε, τὸν καλὸν ἐν σταδίῳ ἀγῶνα, καὶ αφθαρσίας ἐδέξασθε
στέφανον. Πᾶν οὖν κακὸν ἀφ’ ἡμῶν ἀποτρέψατε, τῶν ὡς προστάτας τιμώντων ὑμᾶς
θερμοτάτους, ταῖς ὑμετέραις ἐντεύξεσιν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς
δούλους Σου φύλαξον εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν
ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ.
α΄. Χαίροις ἀσκητικῶν.
Δεῦτε, τῶν πολυτέκνων
χοροί, πανηγυρίζοντες γηθόμενοι σήμερον, τιμήσωμεν κατὰ χρέος, τοὺς παραστάτας
ἡμῶν, ἐν τοῦ βίου ζάλαις καὶ ἀκέστορας, Τερέντιον πάνσοφον, Ἀθλητὴν καὶ
γεννήτορα, κλεινῶν Μαρτύρων, καὶ αὐτοῦ τὴν ὁμόζυγον, καρτερόψυχον, Νεονίλλαν
τὴν τέξασαν, Παῖδας Ἑπτὰ τοὺς τρώσαντας, τυράννων τὴν ἔπαρσιν, καὶ ὁμοψύχως τὸν
δρόμον, τοῦ μαρτυρίου ἀνύσαντας. Αὐτῶν γὰρ πρεσβείας, πρὸς τὸν Κύριον τῶν
πάντων, ἀπεδεκχόμεθα.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ
Λιβάνῳ πληθυνθήσεται.
Δεῦτε,
τῶν πολυτέκνων χοροί, τοὺς ἑπταρίθμους νεοσσοὺς ἐπαινέσωμεν, τοῦ ζεύγους τῶν
Τερεντίου, καὶ Νεονίλλης λαμπρῶς, τοὺς ὑπὲρ Κυρίου μαρτυρήσαντας, Θεόδουλον,
Σάρβηλον, Βήλην θεῖον Ἱέρακα, Νιτᾶν Εὐνίκην, καὶ ἀήττητον Φώτιον, ὡς πολύτιμα,
Ἐκκλησίας κειμήλια. Οὗτοι γὰρ πάντων ἔφοροι, ἡμῶν καὶ ὑπέρμαχοι, πέλοντας πάσης
ἀνάγκης, καὶ περιστάσεως ῥύονται, ἡμᾶς δυσωποῦντες, τὸν Χριστὸν Ὃν ὡς φωστῆρες,
κυκλοῦσι πάμφωτοι.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Δεῦτε, τῶν πολυτέκνων
χοροί, τῆς εὐσεβείας τὰ ἐρείσματα στέψωμεν, τὰς στάθμας τῆς εὐψυχίας, καὶ τῆς
ἀγάπης Χριστοῦ, γνώμονας τοῖς ὕμνων θείοις ἄνθεσι. Ζυγὸν τοὺς ἐπαίροντας, τὸν
βαρὺν θείᾳ χάριτι, οἰκογενείας, πολυτέκνου τὸ πρότερον, καὶ ἀθλήσεως, γεραρᾶς
εἶτα μέλψωμεν, κράζοντες· ἀξιώσατε, καλλίνικοι Μάρτυρες, ἡμᾶς καλῶς διαπλεῦσαι,
τὸ πολυκύμαντον πέλαγος, τοῦ βίου καὶ φθάσαι, ἀτενίσαι τοῦ Κυρίου, τὸ θεῖον
πρόσωπον.
Δόξα. Ἦχος πλ. δ΄.
Τῶν ἐντολῶν τοῦ Κυρίου
ἐργάται ἀκάματοι, Τερέντιε καὶ Νεονίλλα γενόμενοι, φωστῆρας ἀπλανεῖς εὐσεβείας
καὶ τόλμης, ἀνετείλατε τοὺς Ἑπτὰ ὑμῶν Παῖδας, τῷ νοητῷ τῆς Ἐκκλησίας
στερεώματι. Καταφωτίσαντες οὖν τὸν κόσμον πανένδοξοι, τοῖς τιμίοις σύμπαντος
τοῦ οἴκου ὑμῶν παλαίσμασι, καὶ τὴν οὐράνιον Βασιλείαν κερδήσαντες, οἰκείοις
αἵμασιν, αἰτήσασθε ἡμῖν θεῖον ἱλασμόν, καὶ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Νόμῳ φύσεως, συνδεδεμένοι, κράτος πίστεως, ἐνδεδυμένοι, μαρτυρίου
τὴν ὁδὸν διηνύσατε, σὺν Νεονίλλῃ θεόφρον Τερέντιε,
καὶ ἡ τῶν Παίδων ὑμῶν ἑπτὰς ἔνθεος.
Καὶ νῦν ἄφεσιν αἰτήσασθε παμμακάριστοι, τοῖς μέλπουσιν ὑμῶν τὴν θείαν ἄθλησιν.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Πλειάδα
φωτεινήν, τοὺς ἐν σκότει κειμένους, ἰθύνουσαν καλῶς, πρὸς ζωὴν τὴν ἀγήρω,
τιμήσωμεν κράζοντες· Νεονίλλα Τερέντιε, καὶ Ἑπτάφωτε, ὑμῶν τῶν τέκνων λυχνία,
ζόφον θλίψεων, πιστῶν λιταῖς ὑμετέροις, πρὸς Κτίστην σκεδάσατε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ναμάτων
ζωτικῶν, ἀκεσώδυνον φρέαρ, ῥανίσι πρεσβειῶν, τῶν ἀόκνων Σου σβέσον, δεινὸν
κόσμου καύσωνα, καὶ ἀφέσεως ὕδατι, Μῆτερ πότισον, ἡμῶν ἀθλίας καρδίας, ἵνα
φύγωμεν, ἐν τῇ ἐτάσεως ὥρᾳ, τὸ πῦρ τῆς κολάσεως.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀνενδότῳ
καρδίᾳ ὐπὲρ τοῦ Κτίσαντος, κολαστηρίων τὸ πλῆθος, καὶ τῆς μαχαίρας ἀκμήν,
ὐπεμείνατε γενναῖοι Ἐννεάριθμοι, Μάρτυρες τέκνα καὶ γονεῖς, ἀδιάσειστοι
Χριστοῦ, κρηπῖδες τῆς Ἐκκλησίας· διὸ ὑμᾶς ἀνυμνοῦμεν, ἐν κατανύξει ἀθλοφόρητοι.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ὑπέρ
ἔννοιαν σάρκα ἐκ Σοῦ ὁ Κύριος, λαβὼν ἐπώφθη τῷ κόσμῳ, Θεοκυῆτορ ἁγνή, ὡς
παντέλειος Θεὸς ὁμοῦ καὶ ἄνθρωπος· ὅθεν ἡμεῖς οἱ ἐξ αρᾶς, λυτρωθέντες διὰ Σοῦ,
πανάμωμε Παναγία, ἀναβοῶμέν Σοι· χαῖρε, εὐλογημένη Μητροπάρθενε.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Συζύγων
πρότυπα, σοφοὶ ὑπάρχοντες, πιστοὺς ὠτρύνατε, ὑμῶν πρὸς μίμησιν, σὺν Νεονίλλῃ τῇ
σεμνῇ, Τερέντιε θεοφόρε, καὶ χοροῦ γεννήτορες Ἑπταδέλφου ἐν σκάμμασι,
παναρίστου πέλοντες πολυτέκνους εὐφραίνετε, τοὺς ἔχοντας ὑμᾶς παραστάτας,
πάσαις ἐν βίου τρικυμίαις.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν
σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ
Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων
πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ
Σοι· χαῖρε ἡ κεχαριτωμένη.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ
Λιβάνῳ πληθυνθήσεται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Συγγενικῇ
συνημμένοι ἀγάπῃ, τῆς ἀθεΐας διεῤῥήξατε τὸν δεσμόν, καὶ ὁμοθύμῳ γνώμῃ, ἐν τῷ
σταδίῳ ἠθλήσατε, Ἀθλοφόροι Ἐννεάριθμοι, τεκνία σὺν τοῖς ὑμῶν γεννήτορσιν· ὅθεν
θεαρχικῶς ὑμᾶς ἐδόξασεν, ὁ νέμων τὰ γέρα Κύριος, Τερέντιε καὶ Νεονίλλα, σὺν
τοῖς ὑμῶν βλαστήμασι, Σαρβήλῳ Φωτίῳ Νιτᾶ Ἱέρακι, Θεοδούλῳ Βήλῃ καὶ Εὐνίκῃ. Καὶ
νῦν τῶν Ἀγγέλων ὑπάρχοντες σύναυλοι, καὶ τῶν πανσθενῶν Μαρτύρων σύσκηνοι,
πρεσβεύσατε τῷ Ἐλεήμονι Θεῷ, εἰρήνην δωρήσασθαι τῇ οἰκουμένῃ, καὶ ταῖς ψυχαῖς
ἡμῶν τὸ μέγα ἔλεος.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῶν Ἀγίων.
ᾨδὴ
α'. Ἀνοίξω τὸ στόμα μου.
Βυθῷ
χειμαζόμενος, τῆς ἁμαρτίας φιλάνθρωπε, πρὸς μόνον τὸ πέλαγος, τῆς εὐσπλαγχνίας
σου, ἀτενίζω μου, τὸ ὄμμα τῆς καρδίας, κυβέρνησον σῶσόν με, τῶν Ἀθλοφόρων
εὐχαῖς.
Ὁ
ἄδυτος Ἥλιος, ὑμᾶς ἀστέρας ἀνέδειξεν, ἐν τῷ στερεώματι, τῆς Ἐκκλησίας αὐτοῦ,
καταυγάζοντας, τῇ λάμψει τῶν ἀγώνων, Μάρτυρες πανεύφημοι, ταύτης τὸ πλήρωμα.
Τῆς
Πίστεως πρόβολος, τῆς Ἐκκλησίας ἑδραίωμα, Τερέντιος γέγονε, Νιτᾶς τε Σάρβιλος,
καὶ Θεόδουλος, Ἱέραξ Νεονίλλα, Βήλης ὁ θαυμάσιος, Εὐνίκη τε καὶ Φωκᾶς.
Θεοτοκίον.
Χαρᾶς
ἡμῖν πρόξενος, ὡς δεξαμένη τὸ πλήρωμα, τῆς ὅλης θεότητος, ὤφθης πανάμωμε· ὅθεν
πάντες σοι, τὸ Χαῖρε τοῦ Ἀγγέλου, συμφώνως κραυγάζομεν, Θεοχαρίτωτε.
ᾨδὴ
γ'. Οὐκ ἐν σοφίᾳ.
Ἥλιος
ὥσπερ, πολυφώτῳ σελήνῃ ἑνούμενος, Νεονίλλη ὁ κλεινός, Τερέντιος ἀπεγέννησεν,
ἀστέρων ἑπτάριθμον, χορὸν Μαρτύρων Χριστοῦ.
Ἡ
συντριβή σου, τῶν μελῶν Ἀθλοφόρε Τερέντιε χοῦν ἐξελέπτυνε, σοὶ δὲ προεξένησε,
δόξαν τὴν ἄφραστον.
Κεχρυσωμέναις,
ἀναπτᾶσα Εὐνίκη ταῖς πτέρυξι, τῶν ἀνόμων ἰξευτῶν, τὰς πανουργίας ἐξέφυγες, καὶ
ἔνδον ἐσκήνωσας, παστάδος τῆς νοητῆς.
Θεοτοκίον.
Σὲ
ἡ Σοφία, τοῦ Θεοῦ καθαρώτατον σκήνωμα, εὑραμένη ἐκ τῶν σῶν, ἁγνῶν αἱμάτων
σεσάρκωται, καὶ μετὰ τὴν κύησιν, ἄφθορον ἔδειξεν.
Κάθισμα.
Ἦχος πλ. δ'. Τὴν Σοφίαν.
Ὡς
ἀστέρες ἡλίῳ φωτοειδεῖς, Τερεντίῳ οἱ παῖδες οἱ ἱεροί, σαφῶς συνανατέλλουσι, καὶ
τὴν κτίσιν αὐγάζουσιν, ἀνδρικῶν ἀγώνων, γενναίοις πυρσεύμασι, πολυθεΐας ὄντως,
τὴν νύκτα σκεδάσαντες, οὓς ἐν εὐφροσύνῃ μακαρίσωμεν πίστει, ὡς ὄντας
θεράποντας, τοῦ Θεοῦ καὶ βοήσωμεν· Ἀθλοφόροι πανεύφημοι, πρεσβεύσατε Χριστῷ τῷ
Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην
ὑμῶν.
Δόξα. Καὶ νῦν... Θεοτοκίον, ὅμοιον
Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ
πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν
Παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης τὸ μέγα κειμήλιον, ὅτι
σωτηρία ἐν αὐτῇ διεπράχθη· τῷ κόσμῳ καὶ ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων∙ διὰ τοῦτο
βοῶμεν αὐτῇ. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον σου.
ᾨδὴ
δ'. Ἐπαρθέντα σε.
Ἡ
ἑπτάδελφος χορεία τῶν Ἀθλοφόρων, σὺν τοῖς δυσὶ γεννήτορσιν, ἄμωμος θυσία, σοὶ
τῷ δι' ἡμᾶς θαυμαστῶς, τυθέντι ὡς πρόβατον, Δέσποτα Χριστὲ προσηνέχθησαν.
Ἡ
τοῦ Πνεύματός σοι χάρις ὥσπερ ἐν εἴδει, περιστερᾶς ὀπτάνεται, ἔνδοξε Εὐνίκη,
τοῦ ἐπικειμένου σε, κουφίζουσα κλύδωνος, τῶν δεινῶν βασάνων καὶ θλίψεων.
Ἐπαιρόμενον
τῷ κράτει τῆς ἀσεβείας, τὸν ἀλαζόνα τύραννον, πίστεως τοῖς ὅπλοις, Μάρτυρες
πανεύφημοι, καθείλετε ψάλλοντες· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον.
Ὁ
θελήματι τὰ πάντα δημιουργήσας, δημιουργεῖται θέλων, ἐξ ἁγνῶν σου αἱμάτων,
σῴζων Ἀπειρόγαμε, τοὺς πίστει κραυγάζοντας· Δόξα τῇ δυνάμει σου Κυριε.
ᾨδὴ
ε'. Σὺ Κύριέ μου φῶς.
Σὲ
Κύριε ἰσχύν, κεκτημένοι οἱ Μάρτυρες, στρεβλώσεων καὶ μαστίγων, καὶ πυρὸς καὶ
θανάτου, ἀνδρείως κατετόλμησαν.
Ὦ
παῖδες ἱεροί, ὣ θεόδεκτα σφάγια, ὢ σύστημα διαλύσαν, μηχανὰς πολυπλοκους,
ἐχθροῦ τοῦ πολεμήτορος!
Νίκαις
τὴν κεφαλήν, ἀθανάτοις κατέστεψαι, νικήσασα τὸν τὴν Εὔαν, ἐκνικήσαντα ὄφιν,
Εὐνίκη καλλιπάρθενε.
Θεοτοκίον.
Φῶς
ἄχρονον ἡμῖν, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, γεγέννηκας ὑπὸ χρόνον, ἀγαθότητος
πλούτῳ, γενόμενον Πανάμωμε.
ᾨδὴ
ς'. Θύσω σοι, μετὰ φωνῆς
Τείνεσθαι,
ἀνηλεῶς προστάττει ὁ τύραννος, καὶ τοῖς τροχοῖς συνδεσμεῖσθαι, πολυτρόπῳ βίῳ
τοὺς Μάρτυρας, ἀλλ' ᾐσχύνθη, ἀηττήτους αὐτοὺς θεασάμενος.
Σάρβιλος,
Νεονίλλα Φωκᾶς καὶ Θεόδουλος, Βήλης Ἱέραξ Εὐνίκη, καὶ Νιτᾶς ὁ θεῖος σὺν
Τερεντίῳ, ὡς γενναῖοι, εὐσεβῶς εὐφημείσθωσαν Μάρτυρες.
Λειμῶνι,
τῆς ὑμῶν εἰσιόντες ἀθλήσεως, ὀσμῆς πληρούμεθα θείας, τῶν ὑμῶν ἀγώνων Μακάριοι,
τὸ δυσῶδες, τῶν παθῶν ἐκ ψυχῆς ἀπορρίπτοντες.
Θεοτοκίον.
Ἡ
βάτος, προετύπου τὸ μέγα μυστήριον, τῆς ὑπὲρ νοῦν σου λοχείας, τῷ πυρὶ διόλου
σπαργανουμένη, καὶ μηδόλως, καιομένη Παρθένε πανύμνητε.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τὴν
Νεονίλλαν καὶ τὸν ἄλκιμον Τερέντιον, Μαρτύρων ζεῦγος καρτερόψυχον τιμήσωμεν,
καὶ τῶν τέκνων τὴν ἀρίστην αὐτῶν ἑπτάδα, Βῆλην Σάρβηλον Ἱέρακα Θεόδουλον, σὺν
Εὐνίκῃ καὶ Νιτᾷ φωσφόρον Φώτιο, θείοις ᾄσμασι πολυτέκνων ὡς ἔκτυπα.
Ὁ
Οἶκος.
Ὡς
οἰκογένειαν ἐκλεκτὴν πολιτείας θεοφιλοῦς καὶ σεμνοτάτης τιμῶμεν ὑμᾶς, Μάρτυρες
Κυρίου, τοὺς συμφώνως ανύσαντας τῆς αθλήσεως τρίβους· ὑμεῖς γάρ, Τερέντιε καὶ
Νεονίλλα, ὡς ῥίζα ὑγιὴς καὶ τιμία ἐξεβλαστήσατε τοὺς αριστεῖς τοῦ σταδίου,
Θεόδουλον, Εὐνίκην, Νιτᾶν, Φώτιον, Σάρβηλον, Βήλην καὶ Ἱέρακα. Τῶν σεβόντων γὰρ
τὰ εἴδωλα τὴν ὀργὴν οὐκ ἐπτοήθητε καὶ πᾶν κολαστήριον ἀνδρείως ὑπεμείνατε
ὁμοψύχως τὰ ἄνω ἀποσκοπούμενοι ἀγαθά. Καὶ νῦν Χριστῷ παριστάμενοι ἀδιαλείπτως
Αὐτὸν ἱκετεύσατε, ἐνισχῦσαι τοὺς ὑμᾶς προστάτας κατέχοντας ἐν βίῳ, πολυτέκνων
ὡς πρότυπα.
Συναξάριον.
Τῇ ΚΗ΄ Ὀκτωβρίου, μνήμη τῶν
Ἁγίων Μαρτύρων Τερεντίου καὶ Νεονίλλης, καὶ τῶν τέκνων αὐτῶν Νιτᾶ, Σαρβίλου,
Ἱέρακος, Θεοδούλου, Φωκᾶ, Βήλης καὶ Εὐνίκης.
Σὺν ἑπτὰ
τέκνοις ἡ δυὰς τῶν συζύγων
Τιμὴν τομὴν
ἡγεῖτο τὴν ἐκ τοῦ ξίφους.
Ἀθλήσεως καὶ
πολυτεκνίας ζεύγλην,
στεῤῥῶς ἦραν
Τερέντιος καὶ Νεονίλλα.
Σάρβηλος,
Θεόδουλος, Ἱέραξ, Βήλη,
σὺν Φωτίῳ καὶ
Νιτᾶ, ἐτρίπωσαν φαύλους.
Οὗτοι
οἱ Ἅγιοι, ἐν ἑνὶ οἴκῳ διάγοντες καὶ τῷ Θεῷ ἀεὶ ἐν κρυπτῷ λατρεύοντες,
διεβλήθησαν καὶ παρέστησαν τῷ δικαστηρίῳ. Καὶ ἐπειδὴ τὸν μὲν Χριστὸν ὡμολόγουν,
τὰ δὲ εἴδωλα ἐκωμῴδουν, κρεμασθέντες ἐξέοντο· εἶτα ὄξει δριμυτάτῳ ταῖς πληγαῖς
κατεῤῥαντίζοντο καὶ πυρκαϊᾶς κάτωθεν φλογιζομένης, προσηύχοντο σιωπηρῶς
ἀλλήλους ἐπαλείφοντες. Οὐ παρεῖδεν οὖν ὁ Θεὸς τὴν δέησιν αὐτῶν· Ἄγγελοι γὰρ
ἀοράτως τοὺς Ἁγίους τῶν δεσμῶν ἠλευθέρουν καὶ τὴν θεραπείαν παρεῖχον· τοὺς δὲ
ἀσεβεῖς ἔκπληξις καὶ φόβος κατεῖχε, καὶ ἡ φυλακὴ τοὺς Ἁγίους εἶχε. Τῇ δὲ ἑξῆς,
ῥοπάλοις τύπτονται· εἶτα ἐν τροχῷ δεθέντες, τῷ δοκεῖν ἐμαστίζοντο· καὶ ἐν
μηδενὶ δεινὸν πεπονθότες, βορὰ τοῖς θηρσὶ παραδίδονται. Οὕτως οἱ ἅγιοι Μάρτυρες
ἀβλαβεῖς ἐκ πάντων διατηρηθέντες, λέβησιν ἐκ πίσσης παφλάζουσιν ἐμβάλλονται καὶ
ὁ βρασμὸς τῆς πίσσης εἰς ὕδωρ μετεβλήθη. Ἰδόντες οὖν οἱ δυσσεβεῖς, ὅτι αἱ
κολάσεις τοῖς Ἁγίοις ἀντ᾿ οὐδενὸς ἐλογίσθησαν, ξίφει τὰς κεφαλὰς αὐτῶν ἔτεμον.
Τῆ αὐτῇ ἡμέρᾳ, τὴν
ἀνάμνησιν ἑορτάζομεν τῆς Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ
Ἀειπαρθένου Μαρίας, τῆς πάντοτε καὶ κατ’ ἐξαίρετον τρόπον σκεπούσης τὸ εὐσεβὲς
ἡμῶν Ἔθνος, ὡς πάλαι ἔσκεπε τὴν βασιλίδα τῶν πόλεων.
Σκέπῃ σου
Ἁγνὴ σκέπεις καὶ περιθάλπεις,
Τοὺς πίστει
ἀφορῶντας πρὸς Σὲ Παρθένε.
Μητρὸς Θεοῖο
Σκέπη Ἑλλάδα θειόφρονα καλύπτει.
Ἀΰπνου
δοξολογίας ποτὲ ἐπιτελουμένης ἐν τῇ ἁγία σορῷ τῇ οὖσῃ ἐν Βλαχέρναις, ἀπῄει ὁ
μακάριος Ἀνδρέας ἐκεῖσε τὰ ἐξ ἔθους ποιῶν. παρῆν δὲ Ἐπιφάνιος, καὶ εἶς τῶν
παίδων αὐτοῦ μετ’ αὐτοῦ. Καὶ ἔχων ἦθος, ἵστατο, ὡς ἡ προθυμία τόνον ἐδίδου,
ποτὲ μὲν μέχρι μεσονυχτίου, ποτὲ δὲ ἕως πρωΐ. Τετάρτης οὖν ὥρας ἤδη οὔσης τῆς
νυκτός, ὁρᾷ ὁ μακάριος Ἀνδρέας ὀφθαλμοφανῶς μεγεθεστάτην σφόδρα, παραγενομένην
ἐν γυναικείῳ τῷ σχήματι ἀπὸ τῶν βασιλικῶν μετὰ φοβεροῦ ὀψικίου, ἐν οἷς ἧν καὶ ὁ
Τίμιος Πρόδρομος, καὶ ὁ τῆς βροντῆς υἱός, ἑκατέρωθεν χειροκρατοῦντες αὐτῆς, καὶ
Ἅγιοι πολλοὶ λευκοφόροι προεπορεύοντο αὐτῆς. οἱ δὲ ἐπηκολούθουν μετὰ ὑμνῳδίας
καὶ ᾀσμάτων πνευματικῶν. Ὡς οὖν ἦλθε πλησίον τοῦ ἄμβωνος, ἀπῄει ὁ Ὅσιος πρὸς
τὸν Ἐπιφάνιον λέγων· Ὁρᾷς τὴν Κυρίαν καὶ Δέσποιναν τοῦ κόσμου; Ὁ δὲ φησίν· Ναί,
Πάτερ μου πνευματικέ. Καὶ τούτων ὁρῶντων, κλίνασα τὰ γόνατα αὐτῆς, ἐπὶ πολλὴν
ὥραν προσηύχετο, δάκρυσι ῥαίνουσα τὸ θεοειδὲς αὐτῆς καὶ ἄχραντον πρόσωπον. Μετὰ
δὲ τὸ προσεύξασθαι, προσῆν ἐπὶ τὸ θυσιαστήριον, δεομένη ἐκεῖσε ὑπὲρ τοῦ
περιεστώτος λαοῦ. Ὅτε οὖν ἀπηύξατο, τὸ μαφόριον αὐτῆς, ὅπερ ἐπὶ τῆς παναχράντου
αὐτῆς κορυφῆς ἔφερεν, ὡς εἶδος ἀστραπῆς ὑπάρχον, καὶ ἀποτυλίξασα ἐξ αὐτῆς, τη
ὡραίᾳ σεμνότητι ταῖς παναχράντοις χερσὶν αὐτῆς λαβοῦσα, μέγα καὶ φοβερὸν
ὑπάρχον, ἐπάνων παντὸς τοῦ ἐκεῖσε ἑστῶτος λαοῦ διεπέτασεν, ὅπερ ἐπὶ ἱκανὰς ὥρας
ἑώρων οἱ θαυμάσιοι ὑπεράνω τοῦ λαοῦ ἐκτεταμένον καὶ αὐγάζον δόξαν Κυρίου ὡς
ἤλεκτρον. Μέχρις οὖν ἧν ἐκεῖ ἡ Ὑπεραγία Θεοτόκος, ἐβλέπετο κακεῖνο. Μετὰ δὲ τὸ
ἀναχωρῆσαι αὐτήν, οὐκέτι τεθέατο. Πάντως γὰρ ἧρεν αὐτὸ μεθ’ ἑαυτῆς, τὴν δὲ
χάριν ἀφῆκεν τοῖς οὖσιν ἐκεῖ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
ὁσίου Ἀθανασίου τοῦ Α΄, Πατριάρχου Κωνσταντινουπόλεως, τοῦ ἐν τῷ Ἄθῳ
ἀσκήσαντος.
Ἀθανάσιε, τίς
σε οὐ μὴ δοξάσει
Ὃν Τριὰς
αὐτὴν πανταχοῦ ἐδόξασεν;
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ
Ὁσίου Στεφάνου τοῦ Σαββαΐτου, τοῦ καὶ Ἐπισκόπου γενομένου.
Ἐπώνυμος
Στέφανος οὗ φορεῖ στέφους,
Ὃ πρακτικὴ
χεὶρ ἀρετῆς οἶδε πλέκειν.
Οὗτος
ὁ Ὅσιος, περὶ τὰ τέλη τοῦ ὀγδόου αἰῶνος ἀκμάσας, ἠγωνίσατο κατὰ τῶν αἱρέσεων·
καὶ ποιητὴς ἐγένετο ᾀσματικῶν Τροπαρίων, ὡς τοῦτο ἀναφέρει ὁ Γραπτὸς Θεοφάνης
ἐν τῷ εἰς τὸν Ὅσιον τοῦτον μελουργηθέντι παρ᾿ αὐτοῦ Κανόνι.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν
ἁγίων Μαρτύρων Τερεντίου, Ἀφρικανοῦ, Μαξίμου, Πομπηίου, καὶ ἑτέρων τριάκοντα
ἕξ.
Τέμνουσι
Τερέντιον, ὃς βλύσας γάλα,
Ἔδειξε καινὸν
καὶ τετμημένος τέρας.
Κτείνουσι
φαῦλοι προσκυνηταὶ δαιμόνων,
Τρεῖς
προσκυνητὰς Τριάδος διὰ ξίφους.
Ἄνδρας
συνάθλους ἕξ ὁμοῦ καὶ τρὶς δέκα,
ὁμοῦ
συναθλήσαντας ἔγνων ἐκ ξίφους
Οὗτοι
οἱ ἅγιοι Μάρτυρες ἤθλησαν ἐπὶ Δεκίου βασιλέως καὶ Φουρτουνάτου ἡγεμόνος, ἐν
Ἀφρικῇ γεννηθέντες καὶ ἀγωνισάμενοι. Τύπτονται οὖν νεύροις ὠμοῖς, εἶτα ῥάβδοις·
καὶ πυρωθεῖσιν ὀβελίσκοις τὰ νῶτα καίονται· καὶ ἐπιχεομένου ὄξους σὺν ἅλμῃ,
τριχίνοις ὑφάσμασιν ἀνατρίβονται· καὶ δεσμῷ μετὰ τὴν ἐρώτησιν βάλλονται καὶ
γυμνοὶ σύρονται ἐπάνω πυρός. Εἶτα ξέονται καὶ εἰς βόθρον ἀποῤῥίπτονται, ὄφεων
καὶ σκορπίων μεστόν· καὶ ἀβλαβεῖς διαμείναντες, ξίφει ἐτελειώθησαν.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ
ὁσίου Φιρμιλιανοῦ, Ἐπισκόπου Καισαρείας, καὶ Μελχίωνος σοφιστοῦ, πρεσβυτέρου
Ἀντιοχείας, οἵτινες καθεῖλον Παῦλον τὸν Σαμωσατέα.
Εἰρηνικῶς
θνῄσκουσιν εἰρήνης τέκνα,
Φιρμιλιανὸς
καὶ σὺν αὐτῷ Μελχίων.
Τῇ
αὐτῇ ἡμέρᾳ μνήμη τῆς ἁγίας Φεβρωνίας, θυγατρὸς Ἡρακλείου βασιλέως.
Τὴν βασιλείαν
οὐρανῶν, Φεβρωνία,
Τῆς πατρικῆς
σου προκρίνεις ὡς ἀγχίνους.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
ἁγίου Ἱερομάρτυρος Κυριακοῦ, τοῦ φανερώσαντος τὸν τίμιον Σταυρὸν ἐπὶ τῆς
βασιλείας Κωνσταντίνου τοῦ Μεγάλου, καὶ Ἑλένης τῆς αὐτοῦ μητρός.
Μίξας ἐλαίῳ,
Κυριακὲ παμμάκαρ,
Σὸν αἷμα
σεπτόν, μῖγμα καινὸν εἰργάσω.
Οὗτος
μετὰ τὸ φανερῶσαι τὸν τίμιον Σταυρὸν καὶ πιστεῦσαι καὶ βαπτισθῆναι, γέγονεν
Ἐπίσκοπος Ἱεροσολύμων μετὰ Μακάριον καὶ παρέτεινεν ἡ ζωὴ αὐτοῦ μέχρι τῆς
βασιλείας Ἰουλιανοῦ τοῦ παραβάτου· ὃς κατὰ τῶν Περσῶν ἐκστρατεύσας, ἀπῆλθε καὶ
εἰς Ἱερουσαλὴμ καὶ μαθὼν περὶ τοῦ Ἁγίου καὶ κρατήσας αὐτόν, ἑαυτῷ παρέστησε·
καὶ ἀναγκάσας θῦσαι τοῖς εἰδώλοις, ἠλέγχθη παρ᾿ αὐτοῦ. Ὅθεν καὶ ἐκέλευσε
κοπῆναι τὴν δεξιὰν αὐτοῦ χεῖρα, εἰπών· Ὅτι ἐπιστολὰς πολλὰς γράψας μετὰ τῆς
χειρὸς ταύτης, πολλοὺς ἀπέστρεψας ἀπὸ τῶν θεῶν. Εἶτα ἐξέχεε μόλυβδον ἐν τῷ
στόματι αὐτοῦ, καὶ μετὰ ταῦτα ἔθηκαν αὐτὸν ἐπὶ κραββάτου πεπυρακτωμένου, κατὰ
πρόσωπον. Ἐλθοῦσα δὲ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ, καὶ αὐτὴ ἐκρατήθη, καὶ κρεμασθῆναι
ταύτην προστάττει ἐκ τῶν τριχῶν· καὶ ξεομένη, τὸ πνεῦμα τῷ Κυρίῳ παρέθετο. Εἶτα
ἐμβληθεὶς καὶ αὐτὸς εἰς λέβητα, ἐπλήγη μετὰ ξίφους, καὶ ἐτελειώθη.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ μήτηρ τοῦ
ἁγίου Κυριακοῦ Ἄννα, λαμπάσι φλεχθεῖσα καὶ ξεσθεῖσα, ἐτελειώθη.
Φλεχθεῖσα σάρκα
Μάρτυς Ἄννα λαμπάσιν,
Ἀειφανὴς
ὑπῆρξε λαμπὰς Κυρίου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀρσενίου, Ἀρχιεπισκόπου Σερβίας.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀβραμίου, Ἐπισκόπου Ἐφέσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Ἀρσενίου τοῦ Αὐτωρειανοῦ, πατριάρχου Κωνσταντινουπόλεως.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Διομήδους τοῦ ἐν Κύπρῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἄμπαν (Abban)
τοῦ Ἰρλανδοῦ
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Λαϊόβας (Lioba)
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Ἱερομάρτυρος Θεοφίλου, τῆς Λαύρας τῶν Σπηλαίων τοῦ Κιέβου, τοῦ Ῥώσσου,
τοῦ διὰ Χριστὸν σαλλοῦ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Δημητρίου, Μητροπολίτου Ῥοστόφ
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Παρασκευῆς τοῦ Πινέγκα, τῆς Ῥωσσίδος.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Παναγίας τῆς Πονολύτριας
Σεῤῥῶν.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ'. Ἐν τῇ καμίνῳ
Ἐν
τῇ καμίνῳ, τῶν αἰκισμῶν οἱ θεῖοι Μαρτυρες, δρόσον οὐρανόθεν εὗρον ὑπομονῆς,
εὐχαρίστως ἀναμέλποντες· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.
Ἐρηρεισμένον,
τὸ τῆς ψυχῆς ἔχοντες φρόνημα, πέτρᾳ τῆς ἀτρέπτου πίστεως τοῦ Χριστοῦ, τῶν ἀθέων
τὰ φρυάγματα, σεισμὸν οἱ Μάρτυρες, δι' εὐχῆς ἐκτελοῦντες κατέβαλον.
Ἀναρτηθέντες,
καὶ τὰς πλευρὰς εὐτόνως ξεόμενοι, ὄξει δριμυτάτῳ τε καὶ πυρκαϊᾷ, συμφλεγόμενοι
Μακάριοι, πᾶσαν ἐφλέξατε, τὴν ὑλώδη ἀπάτην, ὑμνοῦντες τὸν Κύριον.
Θεοτοκίον
Ὁ
περιβάλλων, τὸν οὐρανὸν ἐν νεφέλαις Πανάχραντε, ἄλλον οὐρανὸν σε ἔδειξε ἐπὶ
γῆς, καὶ ἐκ σοῦ περιεβάλετο, ὅλον τὸν ἄνθρωπον, καὶ θεοὶ με δι' οἶκτον
ἀμέτρητον.
ᾨδὴ
η'. Χεῖρας ἐκπετάσας
Πυρὸς
κατετόλμησαν φωτί, τοῦ θείου Πνεύματος καταλαμπόμενοι, λεβήτων βράσματα,
ἔδειξαν ἀνενέργητα, τὴν ἔνθεον ἀναψυχὴν ἐξ οὐρανοῦ οἱ θεῖοι Μάρτυρες,
δεδεγμένοι, οὓς ἐπαξίως πιστοὶ ἀνυμνήσωμεν.
Ἀγγέλων
ἐπέφανε πληθύς, ἐν τῷ σταδίῳ φαιδρῶς παραθαρρύνουσα, ὑμᾶς πανεύφημοι Μάρτυρες,
καὶ τῶν πόνων ὑπεξαίρουσα, μεθ' ὧν τῶν Παίδων τὴν ᾠδὴν ἀνεκραυγάζετε.
Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἐγρήγορον
ἔχων πρὸς Θεόν, τὸ ὄμμα Σάρβιλε, τὸ τῆς καρδίας σου, βλεφάρων ἔφερες κέντησιν,
διελέγχων τὸν δικάζοντα, τῆς ἀθεΐας τῇ νυκτὶ περικρατούμενον· ὅθεν πάντες, σὲ
ὡς ἡμέρας υἱὸν μακαρίζομεν.
Θεοτοκίον
Πατρὸς
εὐδοκίᾳ τὸν Υἱόν, ἐν μήτρᾳ εἴληφας ἐπισκιάσαντος, τοῦ θείου Πνεύματος Ἄχραντε,
καὶ τεκοῦσα ὡς πρὶν πάναγνος, διαμεμένηκας· πρὸς ὃν ἀπαύστως πρέσβευε,
λυτρωθῆναι, πάντα τὸν κόσμον φθορᾶς καὶ κολάσεως.
ᾨδὴ
θ'. Λίθος ἀχειρότμητος
Παράδεισος
ὤφθητε μέσον, ζωῆς τὸ ξύλον κεκτημένοι, κρήνη τε προχέουσα κρουνούς, τῶν
ἰαμάτων καὶ ποταμὸς ἀληθῶς, πεπληρωμένοι Ἅγιοι, θείων ναμάτων τῶν τοῦ
Πνεύματος.
Πύργοι
τῆς Χριστοῦ Ἐκκλησίας, καὶ γαληνότατοι λιμένες, τῶν ἐν τῷ πελάγει τῶν δεινῶν,
χειμαζομένων Μάρτυρες ὤφθητε, καὶ τῆς εἰρήνης τρόφιμοι, καὶ τῶν Ἀγγέλων
ὁμοδίαιτοι.
Τῶν
ἀμαραντίνων στεφάνων, ἐπιτυχόντες· Ἀθλοφόροι, καὶ τοῦ Παραδείσου τὸ πλάτος,
χοροβατοῦντες πάσης στενώσεως, καὶ πειρασμῶν λυτρώσασθε, τοὺς ἐπὶ γῆς ὑμᾶς γεραίροντας.
Θεοτοκίον
Ἡ
τῶν οὐρανῶν πλατυτέρα, καὶ Χερουβὶμ ἁγιωτέρα, πάσης τε τῆς κτίσεως ὁμοῦ,
τιμιωτέρα Θεὸν ὃν ἔτεκες, ὑπὲρ ἡμῶν ἱκέτευε, Παρθενομῆτορ τῶν τιμώντων
σε.
Ἐξαποστειλάριον
τῶν Μαρτύρων. Ἦχος β'. Τοῖς Μαθηταῖς συνέλθωμεν
Σὺν
Τερεντίῳ ἤστραψεν, ἡ σεπτὴ Νεονίλλα, Νιτᾶς Φωκᾶς καὶ Σάρβιλος, Βήλης τε καὶ
Ἱέραξ, Θεόδουλος καὶ Εὐνίκη· τοῦ Χριστοῦ γὰρ προθύμως, γενναίως ὑπερήθλησαν,
καὶ τυράννους καθεῖλον, οἱ εὐκλεεῖς, Ἀθλοφόροι Μάρτυρες οὓς τιμῶντες, φαιδρῶς
πανηγυρίζομεν, τὴν λαμπρὰν αὐτῶν μνήμην.
Ἐξαποστειλάριον τοῦ Ὁσίου
Ἐξαποστειλάριον τοῦ Ὁσίου
Θεοτοκίον
Τὸν
σαρκωθέντα Κύριον, ἐξ ἁγνῶν σου αἱμάτων, Παρθενομῆτορ Ἄχραντε, δυσωποῦσα μὴ
παύσῃ, ὑπὲρ ἀχρείων σῶν δούλων, ὅπως εὕρωμεν χάριν, καὶ εὔκαιρον βοήθειαν, ἐν
ἡμέρᾳ ᾗ κρίνῃ, γένος βροτῶν, ὡς Θεὸς παρέχων τὰ κατ' ἀξίαν· σὲ γὰρ προστάτιν
ἅπαντες, ἔχομεν ἐν ἀνάγκαις.
Αἶνοι.
Ἦχος πλ. α’. Ὢ τοῦ παραδόξου θαύματος.
Μάρτυς,
ἱερὲ Τερέντιε, καὶ Νεονίλλα σεμνή, τὸ ὑμῶν τέκνων ἔκλαμπρον, σέλας τὸ
ἑπτάφωτον, εὐλαβῶς ἀνεθρέψατε, ἐν νουθεσίᾳ, τοῦ παντοκράτορος, καὶ θεοφίλῳ,
παιδείᾳ πάνσοφοι· ὅθεν ἐδράμετε, καὶ πρὸς τὸ μαρτύριον, μιᾷ ψυχῇ, ἵνα δόξης
λάβητε, ὁμοῦ τὸν στέφανον.
Βήλη
Νεονίλλα Φώτιε, σεπτὴ Εὐνίκη Νιτᾶ, θεοφόρε Τερέντιε, γενναιόφρον Σάρβηλε, καὶ
Ἱεράξ Θεόδουλε, οἱ ἐν σταδίῳ, εὐαρεστήσαντες, Χριστῷ ἀρίστοις, ὁμοῦ παλαίσμασι,
μὴ διαλίπητε, Κτίστην ἱκετεύοντες, ὑπὲρ ἡμῶν, ὡς πιστῶν ὑπάρχοντες, μεσῖται
ἔνθερμοι.
Δεῦτε,
πολυτέκνων σύστημα, πνευματικὴν ἑορτήν, συστησώμεθα σήμερον, μνήμην
ἑορτάζοντες, τῆς στεῤῥᾶς καὶ ὁμόφρονος, οἰκογενείας, ἧς νῦν προβάλλομεν, ὡς
παραστάτιν καὶ ἀντιλήπτορα, βίου ἐν κλύδωσι, καὶ αὐτῆς ζητήσωμεν, τὰς
προσευχάς, πρὸς Θεὸν καὶ Κύριον, ἁπάσης κτίσεως.
Ζεῦγος
Ἀθλητῶν περίδοξον, τῶν ὁμοζύγων σεπτήν, ξυνωρίδα τιμήσωμεν, Νεονίλλαν πάντιμον,
καὶ φωσφόρον Τερέντιον· ἔχοντες οὗτοι, γὰρ οἰκογένειαν, ἁγίαν ἄθλοις, αὐτὴν
ἐλάμπρυναν, καὶ ἄνω κλήσεως, τὸ βραβεῖον ἔλαβον, παρὰ Θεοῦ, τοῦ αὐτὴν
κρατύναντος, ἐν τοῖς παλαίσμασι.
Δόξα.
Ἦχος πλ. α΄.
Τίς
ἀξίως ἀνυμνήσῃ ὑμῶν τὰ κατορθώματα, Μάρτυρες Κυρίου καλλίνικοι ἐννεάριθμοι;
ὑμεῖς γὰρ ἐν μιᾷ σπουδῇ μιμηταὶ τοῦ πάθους, τοῦ Κυρίου γενόμενοι ἐν σταδίῳ
ἠριστεύσατε· διὸ καὶ δόξης ἀξιωθέντες, πολυτέκνων τοὺς οἴκους περισκέπετε, ὡς
φρουροὶ αὐτῶν ἀνύστακτοι.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ζεῦγος
γενναιότατον Ἀθλητῶν, σῶφρον Νεονίλλα, καὶ Τερέντιε ἱερέ, σὺν τῇ ἀηττήτῳ, ὑμῶν
ἑπτάδι Παίδων, προστάται πολυτέκνων, ἔνθεοι πέλετε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου