ΜΑΡΤΙΟΣ Α΄!!
ΑΓΑΠΙΟΣ ΟΣΙΟΣ ΒΑΤΟΠΕΔΙΝΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ.
Μπούσια)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν
οὐρανίων ταγμάτων.
Ἐν
τοῖς ὁρίοις τῆς θείας Μονῆς ἐξήνθησας, τῆς τοῦ Βατοπεδίου, ὡς ἡδύπνοον ἄνθος,
Ἀγάπιε θεόφρον· ὅθεν ὀσμάς, ἀρετῶν τελειότητος, ἐν ταῖς ψυχαῖς διαπνέεις τῶν
εὐσεβῶν, τῶν ἐν πίστει εὐφημούντων σε.
Ταῖς
συμβουλαῖς ὑπακούων καὶ τοῖς κελεύσμασι, τοῦ Γέροντός σου μάκαρ, Κολιτσοῦ ἐν τῇ
Σκήτῃ, τὴν κλίμακα ἀνῆλθες τῶν ἀρετῶν, καὶ ζωῆς στηλογράφημα, τῆς ἐναρέτου
ἐπώφθης θεοφιλῶν, ἀσκητῶν κρηπὶς Ἀγάπιε.
Οἷάπερ
δοῦλος ἀπήχθης καὶ τὸ σαρκίον σου, Ἀγάπιε δουλώσας, τὴν ὀλβίαν ψυχήν σου,
ἀδούλωτον ἐτήρησας ἐν δεινοῖς, κακουχίαις καὶ σκώμμασιν, ἐρηρεισμένος ὢν
δόγμασι τοῖς ὀρθοῖς, τῆς ἀμώμου ἡμῶν πίστεως.
Οἱ
σὲ κατέχοντες δοῦλον τὴν σὴν χρηστότητα, καὶ τῆς ψυχῆς σου ὄντως, τὴν εὐγένειαν
σῶφρον, ἰδόντες κατηυγάσθησαν ἀληθῶς, καὶ Χριστὸν τὸν Θεάνθρωπον, ὁμολογήσαντες
θέμεθλοι ἀῤῥαγεῖς, μετανοίας ἀνεδείχθησαν.
Δόξα.
Ἦχος β΄.
Τὴν
ὁδὸν τὴν ἄγουσαν εἰς τὴν ἄληκτον ζωήν, ποθήσας ἀνῦσαι, ἀσκηταῖς τοῖς ἐν τῷ
Ἁγιωνύμῳ, τοῦ Ἄθω ὄρει συνανεστράφης, ἀγάπης συνώνυμε. Καὶ τῆς δουλείας
πειρασμοὺς ἐλευθέρῳ νοΐ, ὡς εὐσεβείας ἀγῶνα ἐδέξω, προσελκύσας τῷ σῷ
παραδείγματι εἰς τὴν πίστιν, ἔτι καὶ τοὺς κυρίους σου. Καὶ νῦν μετ’ αὐτῶν, καὶ
τῷ σῷ πνευματικῷ πατρί, ἐν οὐρανοῖς συναγαλλόμενος, πρέσβευε τῷ Βασιλεῖ τῆς
δόξης Χριστῷ, καταπέμψαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον.
Τὴν
πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην
Σου.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Στῦλος
ὑπομονῆς, καὶ ἔδρανον ἀγάπης, ἀσάλευτον ἐδείχθης, Ἀγάπιε· διόπερ, νῦν πάντες σε
γεραίρομεν.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Σὺν
τῷ πνευματικῷ, πατρί σου καὶ τριάδι, τῶν δοῦλόν σε ἐχόντων, Ἀγάπιε ἀυλίζῃ, ἐν
οὐρανίοις δώμασιν.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἰ
ὅσιοί Σου ἀγαλλιάσονται.
Ἤνεγκας
καρτερῶς, αἰχμαλωσίας πόνους, ἐν Μαγνησίᾳ Πάτερ, ὡς δοῦλος τοῦ Κυρίου, ὑπήκοος
Ἀγάπιε.
Δόξα.
Τριαδικόν.
Ἔπεμψεν
ἐπὶ Σέ, ἠ τριλαμπὴς Θεότης, αὐγὰς σωτηριώδεις, τὰ τῆς ψυχῆς σου βάθη, Ἀγάπιε
φωτίζουσα.
Καὶ
νῦν. Θεοτοκίον.
Σάρκα
ἐκ Σοῦ λαβών, ὁ Λόγος τοῦ Ὑψίστου, ἐθέωσέ Σε Μῆτερ· διὸ εἰς τοὺς αἰῶνας, ἀξίως
Σε γεραίρομεν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ὑπακούσας
τοῖς φθόγγοις τοῦ ἁγίου σου Γέροντος, τῆς αἰχμαλωσίας τὴν δίνην, ἐλογίσω
ἀπόλαυσιν, καὶ σκεῦος ἀγαπήσεως φανείς, προσείλκυσας τριάδα πρὸς Χριστόν, τῶν
κυρίων σου· διόπερ, Ἀγάπιε ἀσμένως ἐκβοῶμέν σοι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,
δόξα τῷ σὲ ἀγαπήσαντι, δόξα τῷ σὲ μεσίτην κραταιόν, ἡμῖν δωρήσαντι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΜΕΓΑΣ
ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως,
ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό·
Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς οἰκέτην θεόφρονα, ὑπηρέτην
θεόφιλον, καὶ Χριστοῦ θεράποντα ἱερώτατον, περιχαρῶς εὐφημοῦμέν σε, Ἀγάπιε
πάνσεπτε, τὸν ἀγάπης ποταμούς, ἀειῤῥύτους ἐκχύσαντα, τοῖς πελάζουσι, σοὶ καὶ οἴκῳ
παντὶ τῶν σῶν κυρίων, ὧν τὴν ἄγονον καὶ στεῖραν, ψυχῆς κατήρδευσας ἄρουραν.
Ὡς ἀσκήσεως σέμνωμα, ἀκακίας
παλάτιον, καὶ εὐχῆς ἀόκνου ταμεῖον ἄσυλον, ὑπακοῆς τὸν ἐκφάντορα, ἀγάπης τὸν
πρύτανιν, καὶ συνώνυμον αὐτῆς, ἱερὸν καὶ πανόλβιον, μεγαλύνωμεν, μονοτρόπων ὡράϊσμα
τοῦ Ἄθω, καὶ ἀδάμαντα τῆς Μάνδρας, Βατοπεδίου Ἀγάπιον.
Τὰς τοῦ κόσμου τερπνότητας, ἀρνηθεὶς
προσεχώρησας, ταῖς ἀζύγων τάξεσι καὶ ἐπόθησας, βίον ἀνῦσαι ἀμόλυντον, ἐμφρόνως Ἀγάπιε,
ὁλοκάρπωμα σαὐτόν, τῷ παντάνακτι θέμενος· ὅθεν ἅπαντες, σὲ τιμῶμεν ὡς στήλην
καρτερίας, καὶ ἠθῶν τελειοτάτων, περιφανὲς ἐνδιαίτημα
Κολιτσοῦ ἀναδέδειξαι, τῆς ἐν Ἄθωνι
Σκήτεως, ἴασμος εὐώδης σεπτὲ Ἀγάπιε, καὶ Μαγνησίας ἀγλάϊσμα, ἐν ᾗ ὡς αἰχμάλωτος,
καθυπέμεινας δεινά, καρτερῶς καὶ χλευάσματα, δι’ ἀγάπησιν, τοῦ Κυρίου ἁπάντων
καὶ Σωτῆρος, πρὸς Ὃν πίστει ἀθολώτῳ, ὁλοσχερῶς ἐνητένιζες.
Συνοδείαν τὴν εὔσημον, Ἀγαπίου τοῦ
σώφρονος, τὴν λελαμπρυσμένην φωτὶ τῆς χάριτος, μεγαλοφώνως ὑμνήσωμεν, αὐτοῦ τὸν
θεόσδοτον, Γέροντα πνευματικόν, καὶ τὴν πρώην αἰχμάλωτον, τοῦτον ἔχουσαν,
θεοφόρον τριάδα τὴν καρδίας, διανοίξασα τὸ ὄμμα, καὶ δεξαμένης τὸν Κύριον.
Ὑπακούσας τοῖς φθέγμασι, τοῦ σοῦ
Γέροντος πάραυτα, πρὸς τοὺς δούλους ἔχοντα σὲ ἐπέστρεψας, αὐτομολήσας πρὸς Ἄθωνα,
θεόφρον Ἀγάπιε, καὶ κατέδειξας αὐτοῖς, τῆς ψυχῆς σου εὐγένειαν· ὅθεν εἵλκυσας,
πρὸς τὴν πίστιν αὐτοὺς τὴν παναγίαν, καὶ πρὸς εὔδιον λιμένα, τῆς σωτηρίας
κατηύθυνας.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον λαμπρῶς ἐπέφανεν, ἡ τοῦ Ὁσίου
Ἀγαπίου μνήμη, ἀστραπαῖς πολιτείας ἐνθέου, τοὺς πιστοὺς καταλάμπουσα. Τῆς τοῦ
Χριστοῦ γὰς ἀγάπης καὶ τῶν πέλας, τὸν πλοῦτον ἐκφαίνει, καὶ πρὸς σωτηρίους
τρίβους ἰθύνει, τοὺς αὐτῷ πανευλαβῶς βοῶντας· χαίροις, ὁ τὸ σκότος, τῶν τῆς Ἄγαρ
ἐκγόνων διώξας, ταῖς αὐγαῖς τῆς Χριστοῦ ἀληθείας, λαμπηδὼν ἀναφανεὶς τῆς Ἐκκλησίας·
χαίροις, ὁ τῆς ἀσκήσεως χιτῶνα λαμπρότερον δείξας, τοῖς πόνοις τῆς δουλείας, καὶ
σύμμορφος τῶν παθῶν τοῦ Χριστοῦ γενόμενος· χαίροις, ὑπακοῆς λαμπρὰ ὑποτύπωσις,
καὶ ἀνενδότου ἀσκήσεως ἐν Ἄθῳ, καὶ ἐν αἰχμαλωσίᾳ κανὼν εὐθύτατε. Πρέσβευε Πάτερ
Ἅγιε δεόμεθα, τῷ ἐν Τριάδι Θεῷ, ἐλεηθῆναι τὰς ψυχὰς τῶν τιμώντων, τὴν πάμφωτον
μνήμην σου.
Καὶ
νῦν. Θεοτοκίον
Τίς μὴ
μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως
ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀναγνώσμα. (Κεφ. λ΄, 1-9)
Τοὺς
ἐμοὺς λόγους, υἱέ, φοβήθητι, καὶ δεξάμενος αὐτοὺς μετανόει· τάδε λέγει ὁ ἀνὴρ
τοῖς πιστεύουσι Θεῷ, καὶ παύομαι· ἀφρονέστατος γάρ εἰμι ἁπάντων ἀνθρώπων, καὶ
φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί· Θεὸς δεδίδαχέ με σοφίαν, καὶ γνῶσιν ἁγίων
ἔγνωκα. τίς ἀνέβη εἰς τὸν οὐρανὸν καὶ κατέβη; τίς συνήγαγεν ἀνέμους ἐν κόλπῳ;
τίς συνέστρεψεν ὕδωρ ἐν ἱματίῳ; τίς ἐκράτησε πάντων τῶν ἄκρων τῆς γῆς; τί ὄνομα
αὐτῷ, ἢ τί ὄνομα τοῖς τέκνοις αὐτοῦ; πάντες γὰρ λόγοι Θεοῦ πεπυρωμένοι,
ὑπερασπίζει δὲ αὐτὸς τῶν εὐλαβουμένων αὐτόν. μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ, ἵνα
μὴ ἐλέγξῃ σε καὶ ψευδὴς γένῃ. δύο αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀφέλῃς μου χάριν πρὸ
τοῦ ἀποθανεῖν με· μάταιον λόγον καὶ ψευδῆ μακράν μου ποίησον, πλοῦτον δὲ καὶ
πενίαν μή μοι δῷς, σύνταξόν δέ μοι τὰ δέοντα καὶ τὰ αὐτάρκη, ἵνα μὴ πλησθεὶς
ψευδὴς γένωμαι καὶ εἴπω· τίς με ὁρᾶ; ἢ πενηθεὶς κλέψω καὶ ὀμόσω τὸ ὄνομα τοῦ
Θεοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. στ΄,
12-20)
Λαμπρὰ
καὶ ἀμάραντός ἐστιν ἡ σοφία και εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτὴν καὶ
εὑρίσκεται ὑπὸ τῶν ζητούντων αὐτήν, φθάνει τοὺς ἐπιθυμοῦντας προγνωσθῆναι. ὁ
ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, πάρεδρον γὰρ εὑρήσει τῶν πυλῶν αὐτοῦ. τὸ γὰρ
ἐνθυμηθῆναι περὶ αὐτῆς φρονήσεως τελειότης, καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτὴν ταχέως ἀμέριμνος
ἔσται· ὅτι τοὺς ἀξίους αὐτῆς αὕτη περιέρχεται ζητοῦσα καὶ ἐν ταῖς τρίβοις
φαντάζεται αὐτοῖς εὐμενῶς καὶ ἐν πάσῃ ἐπινοίᾳ ὑπαντᾷ αὐτοῖς. ἀρχὴ γὰρ αὐτῆς ἡ
ἀληθεστάτη παιδείας ἐπιθυμία, φροντὶς δὲ παιδείας ἀγάπη, ἀγάπη δέ τήρησις νόμων
αὐτῆς, προσοχὴ δὲ νόμων βεβαίωσις ἀφθαρσίας, ἀφθαρσία δὲ ἐγγὺς εἶναι ποιεῖ
Θεοῦ. ἐπιθυμία ἄρα σοφίας ἀνάγει ἐπὶ βασιλείαν.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή.
Ἦχος α΄.
Τῶν Ὁσίων τὴν καλλονήν, καὶ ἀνδρείας
τὸν πύργον, Ἀγάπιον τὸν πανάρετον, τιμήσωμεν λέγοντες· χαίροις, ἡ τῆς πρὸς
Κύριον ἀγάπης προτύπωσις, καὶ Ἰὼβ τοῦ πολυάθλου μιμητὴς καρτερώτατος· χαίροις, ὑπακοῆς
ῥοδεὼν μυρίπνοε, ὁ θεαρέστων ἀρετῶν παντοίων ἐξανθήσας τὰ ῥόδα· χαίροις, ὁ τὴν
φλόγα τῆς ψυχῆς σου, μεταλαμπαδεύσας τοῖς ἀπίστοις κυρίοις σου, καὶ τούτους
διασώσας. Καὶ νῦν τὸ ἄῤῥητον κάλλος ὁρῶν, τοῦ Βασιλέως Χριστοῦ, μὴ παύσῃ
δεόμενος ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος β΄.
Μοναδικῆς πολιτείας σκάμμασιν, ἑαυτοὺς
φαιδρύναντες, καὶ τοῦ Σωτῆρος τὰ στίγματα, τοῖς πᾶσι δεικνύοντες, ὑπὲρ ἥλιον ἐκλάμψαντες
σὺν Ἀγαπίῳ, θεοφόροι Ὅσιοι· ὅθεν καὶ τὴν τῶν τρόπων ἡμῶν, χρηστότητα ὁρῶντες,
καὶ τὴν πανσεβάσμιον σύναξιν τελοῦντες, Βατοπεδίου πεντάριθμοι φωστῆρες, Χριστὸν
δοξάζομεν τὸν ὑμᾶς ἁγιάσαντα.
Ἦχος γ΄
Τῆς ἐπὶ γῆς βιοτῆς σου τὸ ἄμεμπτον,
καὶ τῆς καρτερίας σου τὸ ἀδάμαστον, ὡς ὁλοκάρπωμα δεξάμενος ὁ Κύριος τῆς δόξης,
ἀντήμειψέ σε διὰ τῆς ἀλήκτου μακαριότητος, Ἀγάπιε Ὅσιε. Διὸ νῦν ὡς ἀσκητῶν ἀκρέμονα,
ἀγάπης θησαύρισμα, ὑπομονῆς ἐκμαγεῖον, καὶ ὑπόδειγμα τῆς ἐν Χριστῷ ζωῆς, σὲ ἀναμέλποντες
αἰτούμεθα, τὰς ἀσιγήτους πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, πρεσβείας σου.
Δόξα. Ἦχος δ΄.
Καθάρας σαὐτὸν ὑπακοῇ τελείᾳ, καὶ
συντόνῳ ἀσκήσει, παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, δοχεῖον εὔχρηστον τοῦ
Παναγίου Πνεύματος γέγονας, Ἀγάπιε πάνσοφε. Καὶ ἐν τῇ αἰχμαλωσίᾳ, τὸν ἀόρατον ἐχθρὸν
καταπατήσας, τῇ ἀπλέτῳ σου ἀγάπῃ, ἐκίνησας τοὺς κυρίους σου μιμήσασθαί σου, τὴν
θεοφιλὴν πολιτείαν Ὅσιε· ὁδηγὸς οὖν γενόμενος αὐτῶν εἰς Χριστόν, καὶ ἐπανακάμψας
μετ’ αὐτῶν, εἰς τὸ τῆς μετανοίας σου ὄρος, τῇ Ὁαίων ὁμηγύρει συνήφθης,
πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους
Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ τοῦ ἐχθροῦ τὴν ὀφρύν, τοῦ
παμβεβήλου ταπεινώσας κακώσεσι, ἀνόμου αἰχμαλωσίας, καὶ τοῦ Χριστοῦ τὴν ἰσχύν,
δυναμώσας ἔργοις θείας πίστεως· ἐντεῦθεν πεπλήρωσαι, χαρισμάτων τοῦ Πνεύματος,
καὶ ἀγρυπνίαις, ἀσιγήτοις τηκόμενος, μεταβέβηκας, πρὸς ζωὴν τὴν αἰώνιον· χάριν
οὖν παναοίδιμε, Ἀγάπιε είληφας, ὑπὲρ ἡμῶν μεσιτεύειν, πρὸς τὸν οἰκτίρμονα
Κύριον, Ὁσίων ἀκρότης, καὶ Ἀγγέλων συμπολῖτα, θεοειδέστατε.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαίροις,
ὁ ἐν δουλείας δεινοῖς, ἀναφανεὶς ἀστὴρ ἀγάπης ἀνέσπερος, αὐγάσας τῶν σὲ
ἐχόντων, ὑποτελῆ τὴν ψυχήν, καὶ αὐτῶν φωτίσας, τὴν διάνοιαν, θεόφρον Ἀγάπιε,
σοῦ τοὺς τρόπους μιμήσασθαι, τοὺς σωτηρίους, καὶ πατάξαντας φρόνημα,
ἀρνησίχριστον, τῆς σεπτῆς ἡμῶν πίστεως, τρίβους ἀνῦσαι ὄλβιε, καὶ ὄρος τοῦ
Ἄθωνος, σὺν σοὶ ἀσμένως οἰκῆσαι, καὶ πολιτείαν ἰσάγγελον, ἐκεῖσε βιῶσαι, τοῦ
σοῦ Γέροντος τοῖς λόγοις, καλῶς ὑπείκοντας.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἰ
ὅσιοί Σου ἀγαλλιάσονται.
Χαίροις, ἐνασκουμένων κανών,
Βατοπεδίου τῆς Μονῆς σεμνολόγημα, ἀσύλητε τῆς ἀγάπης, πρὸς τὸν Θεὸν θησαυρέ, καὶ
τὸν πέλας πύργε ἅμα νήψεως, εὐχῆς ἐργαστήριον, παναρμόνιον ὄργανον, τῆς ἀπαθείας,
καὶ χρηστότητος θέμεθλε, ἀῤῥαγέστατε, θεοφόρε Ἀγάπιε, πρέσβευε τῷ παντάνακτι,
Χριστῷ θεοτύπωτε, τῆς ταπεινώσεως στήλη, καὶ ἀδουλώτου φρονήματος, ἐκσφράγισμα
θεῖον, ὑπὲρ πάντων τῶν ὑμνούντων, τὴν θείαν μνήμην σου.
Δόξα. Ἦχος πλ. δ΄.
Ἐλευθέρῳ νοΐ, καὶ ψυχικῇ ἀνδρείᾶ, ἀνύσας
τὸ τῆς αἰχμαλωσίας στάδιον, ὁμολογητὴς γέγονας τῆς ἀληθείας, Ἀγάπιε τρισόλβιε.
Ταπεινοφροσύνῃ γὰρ καὶ ἀγάπῃ, κοσμήσας σαὐτόν, τοὺς κυρίους σου ηὔφρανας, καὶ ἔπιθες
αὐτοὺς ἀσπάσασθαι, τὴν τοῦ Χριστοῦ ἡμῶν πίστιν τὴν σωτήριον. Καὶ καλῶς πολιτευσάμενος,
τῆς αἰωνίου ζωῆς τὰ γέρα, ἐδέξω παρὰ Κυρίου, τοῦ παρέχοντος τοῖς σὲ τιμῶσι, τὸ
μέγα καὶ πλούσιον ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν
δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ὑπακούσας
τοῖς φθόγγοις τοῦ ἁγίου σου Γέροντος, τῆς αἰχμαλωσίας τὴν δίνην, ἐλογίσω
ἀπόλαυσιν, καὶ σκεῦος ἀγαπήσεως φανείς, προσείλκυσας τριάδα πρὸς Χριστόν, τῶν
κυρίων σου· διόπερ, Ἀγάπιε ἀσμένως ἐκβοῶμέν σοι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,
δόξα τῷ σὲ ἀγαπήσαντι, δόξα τῷ σὲ μεσίτην κραταιόν, ἡμῖν δωρήσαντι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν. Ἦχος α΄. Τὸν τάφον Σου
Σωτήρ.
Ἀνέτειλεν ἡμῖν, ὡς λαμπρὸς Ἑωσφόρος,
ἡ μνήμη ἡ σεπτή, Ἀγαπίου τοῦ θείου, ἀζύγων αὐγάζουσα, τῶν ἐν Ἄθῳ συστήματα, καὶ
φωτίζουσα, τοὺς τὴν αὐτοῦ πολιτείαν, τὴν θεάρεστον, καὶ φωταυγῆ εὐφημοῦντας,
λαμπροῖς μελῳδήμασι
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Προστρέχοντες τῇ Σῇ, ἀγαθότητι Μῆτερ,
Χριστοῦ τοῦ Λυτρωτοῦ, καὶ παντὸς ἀνθρωπίνου, τοῦ γένους διάσωσμα, εὐφροσύνης
πληρούμεθα, Σὲ γὰρ ἔχομεν, οἱ ἐν δεινοῖς προστασίαν, οἱ ἐν θλίψεσι, παραμυθίαν
καὶ πάντες, χαρὰν ἀνεκλάλητον.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν
ὡραιότητα.
Δουλεύσας δώδεκα, ἔτη εἰς ἅλυσιν, ἔμπιστος
γέγονας, ἀγάπης ἔκτυπον, τῶν σῶν κυρίων καὶ αὐτοῖς, εὐγένειαν τῆς ψυχῆς σου, πᾶσι
δείξας ἔπιθες, τὸν σὸν βίον μιμήσασθαι, καὶ ἡμῶν τὴν πάντιμον, πίστιν τάχος ἀσπάσασθαι·
διόπερ σὺν αὐτοῖς σοι βοῶμεν· Χαῖρε Ἀγάπιε τρισμάκαρ.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πράξεσι πύρσευσον, τὸν σκοτισθέντα
μου, νοῦν ἀειπάρθενε, σοφίας ὅπως Σε, τὴν τῶν Ὁσίων χαρμονήν, καὶ δόξαν τῶν
μονοτρόπων, ἀνυμνῶ κραυγάζω Σοι· εὐσεβῶν καταφύγιον, ῥύου τοὺς δοξάζοντας, τὸν ὑπέραγνον
Τόκον Σου, ἑδραίᾳ δὲ τῇ πίστει βοώντων· χαῖρε ἁγνὴ εὐλογημένη
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν
Σοφίαν καὶ Λόγον.
Ἐκ ψυχῆς ἀγαπήσας τὸν Λυτρωτήν, καὶ
τοὺς πέλας διήνυσας εὐθαρσῶς, ἀγῶνας ἐν Ἄθωνι, ὡς ἐλεύθερος πρότερον, ὥσπερ δοῦλος
δὲ αὖθιις, ὑπήκοος ὕστερον, ἐν Μαγνησίας τόπῳ, ἀγάπης συνώνυμε· ὅθεν καὶ ψυχῆς
σου, τὸ σεμνὸν κατιδόντες, οἱ δοῦλόν σε ἔχοντες, μιμηταί σου γεγόνασι, καὶ πρὸς
πίστιν εἱλκύσθησαν, τὴν θείαν ἐκβοῶντες τρανῶς· ποδηγέτην σωτηρίας ἔγνωμεν, σὲ ἀσκητὰ
θεοφόρε, παμμάκαρ Ἀγάπιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χρυσαυγὴς ἁγιάσματος κιβωτός, καὶ ἀτμὶς
ἣν προεῖδεν ὁ Ἰωήλ, ὁμοῦ τε πυράφλεκτος, βάτος πέλεις πανάχρνατε, τὰ γὰρ
τυπούμενα πάλαι, ἐν νόμου τοῖς γράμμασι, Σιὼν ὑπεραγία, Σὲ προανεκήρυττον· ὅτι
τὸν Σωτῆρα, ἐσωμάτωσας κόσμου, Δεσπότην καὶ Κύριον, τοὺς βροτοὺς ἐκ τῆς
πτώσεως, τῆς ἀρχαίας λυτρώσασθαι· διόπερ Σοι βοῶμεν ἁγνή, ἐφυμνίοις ἱεροῖς καὶ ᾄσμασι·
χαῖρε ἡ πρόξενος πάντων, ἡμῶν τῆς λυτρώσεως.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἰ
ὅσιοί Σου ἀγαλλιάσονται.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ.
β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Καρτερίας ἀκτῖσι φαιδρύνας τὸν
βίον, ὑπομονῆς καὶ ἀγάπης λύχνος ὤφθης, θειότατε Ἀγάπιε· διὸ καὶ πρὸς τὸ ἀνέσπερον
φῶς, ἀσφαλῶς καθωδήγησας, τὴν τριάδα τῶν κυρίων σου, ἐν τῇ πικρᾷ αἰχμαλωσίᾳ· ἄρηγε
οὖν καὶ ἡμῖν, ὅπως φωτισθέντες τῷ σῷ παραδείγματι, ἐκφύγωμεν τοῦ ἄρχοντος τοῦ
σκότους τὰ βουλεύματα.
Εἶτα, οἱ Κανόνες· τῆς
Θεοτόκου, καὶ τοῦ Ὁσίου οὗ ἡ ἀκροστιχίς: Ἀγάπιον
ἐξυμνῶ, σὺν τῇ αὐτοῦ συνοδείᾳ.
ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ἀγάπης
κυπάρισσε, ὑψιτενές με ἀξίωσον, Ἀγάπιε Ὅσιε, τὸν σὸν ἱκέτην φαιδρῶς, πολιτείαν
σου, τὴν θείαν ἀναμέλψαι, ὁμοῦ σὺν ταῖς πράξεσι, τῆς συνοδείας σου.
Γηθόμενοι
στέφομεν, σὲ ἐγκωμίων τοῖς ἄνθεσι, λειμὼν εὐωδέστατε, ἀγάπης τῆς τοῦ Θεοῦ, ὁ ἡδύπνοα,
ἐν τῇ αἰχμαλωσίᾳ, ἀνθήσας κιννάμωμα, τοὺς τρεῖς κυρίους σου.
Ἀσκήσεως
λάμψεσι, τὴν σὴν ψυχὴν κατεφώτισας, καὶ πᾶσιν ὑπέδειξας, τὴν κεκρυμμένην ἐν
σοί, θείαν ἔλλαμψιν, Ἀγάπιε ἀκτίστου, φωτὸς οἰκητήριον, καὶ φάρε νήψεως.
Θεοτοκίον.
Πανάμωμε Ἥλιος,
δικαιοσύνης ὁ ἄδυτος, ἐκ Σοῦ Μῆτερ ἔλαμψε, Χριστὸς ὁ πάντων Θεός, τὸ
ψυχόλεθρον, τῆς ἀγνωσίας σκότος, ὁ λύσας καὶ γνώσεως, φῶς δωρησάμενος.
ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Ἰσχὺν ἀρυόμενος
ἐξ ὕψους, τὸν δόλιον ἤσχυνας ἐχθρόν, καὶ ἤνεγκας Ἀγάπιε, αἰχμαλωσίας πόνους
σου, καὶ θλίψεις ὡς ἀσώματος, ὑπομονῆς ἐνδιαίτημα.
Ὀδύνας Ἀγάπιε
δουλείας, ψυχῇ μεγαλόφρονι στεῤῥῶς, καθυπομένων εἵλκυσας, πρὸς πίστιν τὴν
σωτήριον, Ἀγαρηνῶν τρισάριθμον, τῶν σῶν κυρίων ὁμήγυριν.
Ναὸς εὐσεβείας
ἀνεδείχθης, Ἀγάπιε ὁμολογητά, καὶ θέμεθλος ἀσκήσεως, Βατοπεδίου καύχημα, καὶ
Κολιτσοῦ τῆς σκήσεως, θεοειδὲς ἐνδιαίτημα.
Θεοτοκίον.
Ἐδείχθης
καθέδρα τοῦ Ὑψίστου, ἁγνὴ προελθόντος ἐκ τῆς Σῆς, νηδύος ὡς πανάμωμος, καὶ ἀγαθή·
διόπερ νῦν, τὰς καλλονὰς ὑμνοῦντές Σου, τῶν ἀρετῶν Σε γεραίρομεν.
Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Βιοτῆς μοναδικῆς, καλλιεργήσας τοὺς
καρπούς, ἐν τῇ Σκήτῃ Κολιτσοῦ, κατηξιώθης μετασχεῖν, ἀγγελικῆς εὐκληρίας τῆς ἐν
τῷ πόλῳ, κλέος ἀσκητῶν, σοφὲ Ἀγάπιε, καὶ ὑπακοῆς, λαμπρὸν κειμήλιον· διὸ ἡμεῖς
τιμῶντές σου τὴν μνήμην, τὴν ἱεράν σοι κραυγάζομεν· Ὁσίων πάντων, τῶν ἐν τῷ Ἄθῳ,
χαῖρε καύχημα μέγα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πολυΰμνητε ἁγνή, τὴν θείαν δόξαν
Σου ὑμνῶ, μελῳδίαις ἱεραῖς, ὅτι ἁπάντων Λυτρωτήν, τῶν χοϊκῶν ἀπεκύησας ἀνηρότως,
καὶ ἐκ τοῦ Ἀδάμ, ἁμαρτήματος, πάντας τοὺς βροτούς, ἠλευθέρωσας, τοὺς καθ’ ἑκάστην
σπεύδοντας Σῇ σκέπῃ, καὶ ἀῤῥαγε[θι προστασίᾳ Σου, Θεογεννῆτορ εὐλογημένη, ἀπειρόγαμε
Κόρη.
ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Παιδευόμενος
ὡς δοῦλος θεοφόρε Ἀγάπιε, ἐν τῇ Μαγνησίᾳ, πάθη λογισμῶν σου ὑπέταξας, τὰ ἀλογώτατα·
ὅθεν κατηξίωσαι, ὡς ἐλεύθερος, οἰκεῖν ἐν θείοις σκηνώμασι.
Ἄνω ἔχων σου
τὸ ὄμμα τῆς ψυχῆς ἠκολούθησας, ἀκλινῶς τῷ βίῳ, τῆς σωτηριώδους ἀσκήσεως, καὶ ὑπακούων
τοῖς λόγοις τοῦ σοῦ Γέροντος, πρὸς τὴν ἄληκτον, ζωὴν ἐπήρθης Ἀγάπιε.
Ἱερώτατε
θεράπον τοῦ Χριστοῦ κατεκόσμησας, τὴν σὴν πολιτείαν, κακουχίαις πλείσταις καὶ
θλίψεσιν, ἐν Μαγνησίᾳ ὑπείκων τοῖς κελεύσμασι, τῶν κυρίων σου, οὓς πρὸς ἀλήθειαν
εἵλκυσας.
Θεοτοκίον.
Ναῦς τῆς
σωτηρίας πάντων ἀνεδείχθης πανάμωμε, σώσασα τὸ γένος, τῶν βροτῶν τῇ θείᾳ κυήσει
Σου, ἐκ τῆς φθορᾶς τοῦ θανάτου· ὅθεν μέλπομεν, Σὲ ὡς αἴτιον, τῆς τῶν ἀνθρώπων
θεώσεως.
ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Ὡς πλήρης
σεμνότητος, καὶ ἀρετῶν τοῦ πνεύματος, ἤνυσας Ἀγάπιε σὸν βίον, ἐν ὄρει Ἄθῳ καὶ ἐν
δουλείᾳ πικρᾷ, φανεὶς ἐποφθεὶς ὑπομονῆς, φρυκτωρῶν τοῖς πέρασι, τῆς σῆς πίστεως
λάμψεσι.
Σοφίας
διδάσκαλος, ἀρχέτυπον ὁ Γέρων σου, ἐν τοῦ Κολιτσοῦ καλῶς τῇ Σκήτῃ, χειραγωγῶν
σε πρὸς οὐρανίους μονάς, ὡδήγησε καὶ ὑπακοῆς, εὔχρηστον ἀνέδειξε, σὲ δοχεῖον Ἀγάπιε.
Ὑφέρποντα
δαίμονα, ἐπάτησας Ἀγάπιε, τὸν ἐν πειρατῶν μορφῇ ὀφθέντα· διὸ καὶ χαίρων αἰχμαλωσίαν
δεινήν, ἡγήσω τερψίθυμον τρυφήν, καὶ τοὺς πόνους σώματος, ἀβροτάτης ἀπόλαυσιν.
Θεοτοκίον.
Νεκρώσεως ἔνδυμα,
διὰ τοῦ θείου Τόκου Σου, καὶ φθορᾶς Παρθένε ἀπεβάλου, ἡμῶν ἐνδύσας ἀθανασίας
στολήν, τοὺς Σὲ μεγαλύνοντας φαιδροῖς, ὕμνοις παμμακάριστε, ὑπερένδοξε
Δέσποινα.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Τὸν νοῦν
Κυρίῳ ἀνυψώσας, προσάγων ἀσιγήτους δεήσεις σου, Αὐτῷ Ἀγάπιε, αἰχμαλωσίαν ἡγούμενος,
ὁδὸν πρὸς τὴν ἀγήρω, ζωὴν μετάγουσαν.
Ἡγίασέ σε ὁ Ὕψιστος,
Ἀγάπιε τοῦ Ἄθω ἐκβλάστημα, σὺν τοῖς κυρίοις σου, τοῖς πρὶν ἀπίστοις ὑπάρχουσι,
καὶ τῷ πνευματικῷ σου, πανσόφῳ Γέροντι.
Ἀσκήσει
μάκαρ Ἀγάπιε, στεῤῥᾷ ὑποπιάζων τὸ σῶμά σου, ἰσχὺν εἰσδέδεξαι, τοῦ Παρακλήτου καὶ
στέλεχος, χρηστότητος ἐπώφθης, καὶ καρτερότητος.
Θεοτοκίον.
Ὑμνῶ Σε ὡς
κοσμοσώτειραν, ἐλπὶς ἀπηλπισμένων τὴν τέξασαν, τὸν προαιώνιον, Θεὸν καὶ Λόγον
τοῦ Κτίσαντος· δι’ οὗ ἰῶνται πάντα, ψυχῆς τὰ τραύματα.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ἐντεθράμμενος
εὐσεβείας θείοις δόγμασιν, αἰχμαλωσίας πόνους χαίρων καθυπέμεινας, Πάτερ Ὅσιε
συνώνυμε τῆς ἀγάπης, ἀδουλώτῳ γὰρ ψυχῇ δεσμὰ τοῦ σώματος, κατεφρόνησας καὶ
ἔπιθες κραυγάζειν σοι, τοὺς τιμῶντάς σε· χαίροις μάκαρ Ἀγάπιε.
Ὁ
Οἶκος.
Ἄγαλμα
καρτερίας, ἐν δεινοῖς τῆς δουλείας, Ἀγάπιε τρισμάκαρ ἐπώφθης, καὶ ἀγάπης πυρσὸς
φωταυγής, φρυκτωρῶν τοὺς πόῤῥῳ καὶ ἐγγὺς πέλοντας· διό σου τὴν λαμπρότητα,
θαυμάζοντες πιστῶς βοῶμεν·
Χαῖρε,
λαμπρὸν σωφροσύνης σέλας·
χαῖρε,
σεπτὸν μονοτρόπων κέρας.
Χαῖρε,
τῆς Ὁσίων ζωῆς σεμνολόγημα·
χαῖρε,
τῶν παγίδων τοῦ πλάνου τὸ σύντριμμα.
Χαῖρε,
λύχνε φωτοπάροχε, ἐν Χριστῷ ὑπακοῆς·
χαῖρε,
φάρε τηλαυγέστατε, ἀσιγήτου προσευχῆς.
Χαῖρε,
ῥόδον ἀγάπης, μυστικῆς εὐωδίας·
χαῖρε,
κρίνον ὡραῖον, ἀρετῆς καὶ σοφίας.
Χαῖρε,
ἀστὴρ τοῦ Ἄθω φανότατε·
χαῖρε,
φωστὴρ ἀσκήσεως πάμφωτε.
Χαῖρε,
στυγνοὺς ἀντιθέους ὁ σώσας·
χαῖρε,
αὐτοὺς πρὸς Χριστὸν ὁ ἑλκύσας.
Χαῖρε,
μάκαρ Ἀγάπιε.
Συναξάριον.
Μὴν
Μάρτιος, ἔχων ἡμέρας λα΄.
Ἡ
ἡμέρα ἔχει ὥρας ιβ΄ καὶ ἡ νὺξ ὥρας ιβ΄.
Τῇ Α΄ τοῦ αὐτοῦ Μηνός,
Μνήμη τοῦ Ὁσίου Ἀγαπίου,
τοῦ ἐν Σκήτῃ τῆς Κολιτσούς, καὶ τῶν σὺν αὐτῷ τεσσάρων Ὁσίων.
Eἰ
καὶ τὸ σῶμα αἰχμάλωτος παμμάκαρ,
ἀλλ’ οὐχί γνώμην Ἀγάπιε ὡράθης.
ἀλλ’ οὐχί γνώμην Ἀγάπιε ὡράθης.
Σὺν
Γέροντι καὶ τριάδι σῶν κυρίων,
ἀνῆλθες,
Ἀγάπιε, χαίρων εἰς πόλον.
Εἰς
τὴν Σκήτην τῆς Κολιτσοῦ τοῦ Βατοπεδίου ἐβλάστησεν ὡς ὡραῖον φυτὸν καὶ ὁ Ὅσιος
Ἀγάπιος, ὅστις ᾐχμαλωτίσθη ἀπὸ τοὺς Ἀγαρηνούς, καὶ ποιήσας εἰς τὴν ἄλυσον
δώδεκα ἔτη, καὶ δουλεύσας μὲ ἐμπιστοσύνη τὸν Ἀγαρηνὸν ὅστις τὸν ἠγόρασεν,
ἐλευθερώθη διὰ τῆς Θεοτόκου ἐκ τῆς φυλακῆς καὶ ἐπέστρεψεν εἰς τὸ Ὄρος πρὸς τὸν
γέροντά του, ὅστις ἐλέγξας αὐτόν, διὰ τὶ ἔφυγε κρυφίως ἀπὸ τὸν κύριόν του, τὸν
ἔκαμεν νὰ ἐπιστρέψῃ πάλιν εἰς ἐκεῖνον τὸν ὅποῖον εἰς ὅλον τὸ ὕστερον κατέπεισε
καὶ τὸν ἐπῆρεν ὁμοῦ μὲ τοὺς δύο υἱούς, καὶ ἦλθον εἰς τὸ ὄρος καὶ τούτους
βαπτίσας, ἐποίησε μοναχούς.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Αγίας Ὁσιομάρτυρος Ευδοκίας τῆς ἀπὸ
Σαμαρειτῶν
Ἡ
Σαμαρεῖτις οὐχ ὕδωρ Εὐδοκία,
ἀλλ' αἷμα, Σῶτερ, ἐκ τραχήλου σοι φέρει.
ἀλλ' αἷμα, Σῶτερ, ἐκ τραχήλου σοι φέρει.
Αὕτη
ἦν ἐξ Ἡλιουπόλεως τῆς ἐπαρχίας Λιβανησίας τῆς Φοινίκης, κατὰ τοῦς καιροὺς τῆς
βασιλείας Τραϊανοῦ, ἐν ἀκολασίᾳ τὸ πρῶτον βιοῦσα, καὶ πολλοὺς ἐραστὰς τῇ
εὐπρεπείᾳ τῆς ὄψεως ἐπισυρομένη, καὶ πλοῦτον πολὺ συναθροίσασα. Ὕστερον δὲ
προσῆλθε τῷ Χριστῶ, Γερμανοῦ τινος μοναχοῦ, τοὺς περὶ εὐσεβείας καὶ μετανοίας
λόγους διεξιόντος ἀκούσασα. Βαπτίζεται οὖν ὑπὸ Ἐπισκόπου Θεοδότου, ἀποκαλύψεσι
θείαις πεισθεῖσα· καὶ γὰρ ἔδοξεν ἐστᾶσα ἑαυτὴν ὑπὸ Ἀγγέλου χειραγωγούμενην, εἰς
οὐρανοὺς ἀνελθεῖν, καὶ τοὺς Ἀγέλους συγχαίρειν αὐτῇ τῆς ἐπιστροφῆς, καὶ μέλανά
τινα, καὶ τῇ ὄψει δεινόν, καὶ καταβοᾷν, ὡς ἀδικούμενον, εἰς ταύτην ἀφαιρεθείη.
Διανείμασα
δὲ τὸν πλοῦτον αὐτῆς, καὶ διαδοῦσα πτωχοῖς, ἄπεισιν ἐν μοναστηρίῳ· καὶ καλῶς
τὸν δρόμον τῆς ἀσκήσεως διερχομένη, προσάγεται Ἀυρηλιανῷ, τῆς βασιλείας
κρατήσαντι, ὑπὸ τῶν πρώην αὐτῆς ἐραστῶν. Θαυματουργήσασα δέ, καὶ τὸν βασιλέως
παῖδα τεθνηκότα ἐγείρασα, πρὸς τὴν εἰς Χριστὸν πίστιν ἐπισπᾶται τὸν βασιλέα.
Χρόνοις δὲ ὕστερον ἐξετάζεται παρὰ Διογένους τοῦ ἡγεμόνος Ἡλιουπόλεως, καὶ
θαυματουργήσασα πάλιν, ἀφίεται. Ὑπὸ δὲ Βικεντίου, τοῦ διαδεξαμένου τὸν
Διογένην, ξίφει τὴν κεφαλὴν ἀφαιρεῖται.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Δομνίνης τῆς Νέας
Τῶν
ἀρετῶν φέρουσα φόρτους Δομνῖνα,
Θεῷ προσῆλθεν ἔμπορος πανολβία.
Θεῷ προσῆλθεν ἔμπορος πανολβία.
Αὕτη
κατήγετο ἐκ τῆς πόλεως Νικαίας τῆς Βιθυνίας (νῦν καλουμένην Ἰσνίκ), κατὰ τοὺς
χρόνους τοῦ βασιλέως Μαξιμιανοῦ ἐν ἔτει 295. Παρασταθεῖσα λοιπὸν ἔμπροσθεν τοῦ
ῥηθέντος βασιλέως, καὶ τὸν Χριστὸν παῤῥησίᾳ ὁμολογήσασα, πρῶτον μὲν λαμβάνει
διάφορα βάσανα καὶ βάλλεται εἰς εἱρκτήν, ἔπειτα δὲ ἐκβάλλεται ἐκ τῆς ἑιρκτῆς,
καὶ ἐπειδὴ δὲν ἐπείσθη νὰ θυσιάσῃ ἐν τοῖς εἰδώλοις, κρεμᾶται καὶ ξεσχίζεται εἰς
τὰς πλευράς. Ταῦτα δὲ πάσχουσα ἡ μακαρία, ἐνέπαιζε τοὺς θεοὺς τῶν Ἑλλήνων και
τὴν πλάνην τοῦ βασιλέως· διὸ παρεδόθη εἰς τοὺς δημίους, διὰ νὰ ἐκδύσωσι καὶ νὰ
δείρωσιν αὐτὴν δυνατά· ἀλλ’ ὅτε οἱ δήμιοι ἐπλησίασαν διὰ νὰ τὴν γυμνώσωσιν,
εὐθὺς ἦλθον ἀπὸ τοὺς οὐρανοὺς Ἄγγελοι καὶ τοὺς μὲν δημίους κτυπήσαντες δυνατά,
τοὺς ἔσπρωξαν, τὴν δὲ Ἁγίαν διεφύλαξαν ἀβλαβῆ. Μετὰ ταῦτα ἥπλωσαν αὐτὴν ἐπάνω
εἰς ἀννημένην ἐσχάραν· ἐπειδὴ δὲ καὶ ἀπὸ τὴν βάσανον αὐτὴν ἔμεινε ἀβλαβής,
βάλλεται ἐντὸς σάκκου, καὶ ῥίπτεται εις τὴν λίμνην τῆς Νικαίας, καὶ οὕτως ἡ
ἀοίδιμος λαμβάνει τοῦ μαρτυρίου τὸν στέφανον.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀντωνίνης
Θάλαμος
ἡ θάλασσα νυμφικὸς γίνῃ,
Ἀντωνῖναν κρύπτουσα νύμφην Κυρίου.
Ἀντωνῖναν κρύπτουσα νύμφην Κυρίου.
Αὕτη,
ἔζῃ ἐν τοῖς χρόνοις Διοκλητιανοῦ τοῦ Αὐτοκράτορος ἐκ Νικαίας τῆς Βιθυνίας.
Διαβηθλείσα δὲ τῷ ἡγεμόνι, καὶ μυρίοις βασάνοις καὶ εἱκρτῇ ὑποστείσασα, ἐῤίφθη
ἐν τῇ λίμνῃ τῆς Νίκαιας ἐντὸς σακκίου καὶ οὕτως ἐλαβεν τὸ τοῦ μαρτυρίου
στέφανον.
Τῇ
αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Μάρκελλος καὶ Ἀντώνιος,
πυρὶ τελειοῦνται.
Χώνη
τις ἡ κάμινος Ἀθληταῖς δύο,
οἳ χρυσίου λάμπουσιν ἐν ταύτῃ πλέον.
οἳ χρυσίου λάμπουσιν ἐν ταύτῃ πλέον.
Τῇ
αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Σιλβέστρος καὶ Σωφρόνιος,
ξίφει τελειοῦνται
Οὐ
καρτερῶν Σίλβεστρε θρησκεύειν πλάνην,
σὺν Σωφρονίῳ τὴν τομὴν ἐκαρτέρεις.
σὺν Σωφρονίῳ τὴν τομὴν ἐκαρτέρεις.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Νεστοριανός, ξίφει τελειοῦται.
Εἰς
τοὐπίσω τράχηλον ἐξειλκυσμένος,
Νεστοριανὸς τὴν σφαγὴν πρόσω φέρει.
Νεστοριανὸς τὴν σφαγὴν πρόσω φέρει.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Χαρισίου, Νικηφόρου καὶ Ἀγαπίου
Tριὰς Tριάδι νῦν παρίστατ’
ἐν πόλῳ,
ἡ τῶν ἀθλητῶν τῇ τὰ πάντα κτισάσῃ.
ἡ τῶν ἀθλητῶν τῇ τὰ πάντα κτισάσῃ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πατριάρχου Σιλβέστρου
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Συνεσίου τοῦ ἐν Λύσῃ τῆς Κύπρου.
Τῇ αὐτῇ ἡμέρᾳ,ὁ Ἅγιος Ὁσιομάρτυς
Παῦλος, ὁ ὑπὲρ τῶν Ἁγίων Εἰκόνων, πυρὶ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Γερβασίου καὶ Λέοντος
τῶν αὐταδέλφων
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Δαβὶδ (David) τῆς Οὐαλίας
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Λουκᾶ τοῦ Σικελοῦ
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μαρτυρίου τοῦ Ζελένσκ, τοῦ Ῥώσου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Παρασκευᾶς ὁ
Τραπεζούντιος, ἐν ἔτει 1659, ἀπαγχνονισθεὶς τελειοῦται.
Τράπεζαν
θείαν παρασκευάσας ἄνω,
Παρασκευᾶ,
ἀθλήσας ἀγχόνῃ κάτω.
Οὗτος
ἦν τις τῶν περιφανῶν πολιτῶν καὶ ἀρχόντων τῆς περικλύτου εὐξεινοποντικῆς
μεγαλουπόλεως καὶ πρωτευούσης Τραπεζοῦντος. Ὁμολογήσας οὖν ἐν αὐτῇ τὸ μέγα
μυστήριον τῆς τοῦ Δεσπότου ἡμῶν Χριστοῦ θείας Οἰκονομίας, ἀχθεὶς ἐνώπιον τῶν
ἐντοπίων τῆς ἀγαρηνῶν πλάνης ὑπερμάχων, καὶ κρεμασθεὶς ἀπηγχονίσθη τῇ 1ῃ τοῦ
μηνὸς Μαρτίου τοῦ σωτηρίου ἔτους 1659 εἰς τὴν ἑαυτοῦ γενέτειραν. Τὸ μαρτυρικὸν
καὶ τίμιον λείψανον αὐτοῦ ἀποκρεμάσαντες οἱ εὐλαβεῖς χριστιανοὶ παρέλαβον ἐν
χαρᾷ ψυχῆς καὶ ἔθαψαν ἐντίμως ἐντὸς τοῦ ἱεροῦ ναοῦ τοῦ Ἁγίου Γρηγορίου Νύσσης·
μετὰ δὲ χρόνους τήν, κατὰ τὰ ἡμέτερα ἐκκλησιαστικὰ εἰωθότα, ἀνακομιδὴν
ποιήσαντες, ἐφύλαξαν τοῦτο μετ’ εὐλαβείας εἰς τὴν περιώνυμον Ἱερὰν Μονὴν τῆς
Παναγίας Θεοσκεπάστου Τραπεζοῦντος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς
Ἁγίας Νεομάρτυρος Ἀναστασίας Ἀντρέγιεβνα τῆς Ῥωσσίδας, τῆς διὰ Χριστὸν σαλής.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Μεθόδιος ὁ
Ῥώσος, ἐν ἔτει 1920, τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Νέα
Ὁσιομάρτυς Ἀντωνίνα ἡ Ῥωσίδα, ἐν ἔτει 1924 τελειοῦται.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ’. Οὐκ ἐλάτρευσαν.
Ταπεινώσεως πτωχείας καὶ
πραότητος ὁδοὺς Ἀγάπιε βασδίσας γνώμῃ στεῤρᾷ, τὸ κράτος σὺ δέδοικας τῶν πλάνων
Ἀγαρηνῶν, ἀλλ’ ἐπτέρωσας, τὸν νοῦν σου τὸν ἀδούλωτον, πρὸς Χριστὸν τὸν
Ζωοδότην.
Ὁσιώτατε δουλεύων τοῖς
κυρίοις σου οὐκ ἐκοπίασας παρακαλῶν τῇ Μητρί, τοῦ Κτίσαντος δώδεκα ἐνιαυτοὺς
ἀσκητά, ἀπαλλάξαι σε, ἐκ τῶν δεσμῶν Ἀγάπιε, τῆς φρικτῆς αἰχμαλωσίας.
Ὑφαπτόμενος τῷ τοῦ Κυρίου
ἔρωτι αὐτὸν ἀνέθηκας ὁλοσχερῶς πρὸς Χριστόν, θεόφρον Ἀγάπιε καὶ κατεσκήνωσας,
ἐν τῷ Ἄθωνι, γενόμενος θησαύρισμα, τῆς Μονῆς Βατοπεδίου.
Θεοτοκίον.
Σωματώσασα τὸν Λυτρωτὴν καὶ
Κύριον ἀφράστως πάναγνε ἀθανασίας πηγήν, διήνοιξας ἅπασι τοῖς ὑποκύψασι,
πανωδύνῳ τε, φθορᾷ καὶ σήψει· ὅθεν Σε, μεγαλύνομεν ἀπαύστως.
ᾨδὴ
η’. Παῖδας εὐαγεῖς.
Ὕμνοις σε τιμῶμεν τὸν
προθύμως, δουλεύσαντα τοῖς Ἀγαρηνοῖς, καὶ τὴν Κυρίαν Δέσποιναν, ἰδόντα ὢ
Ἀγάπιε, κατ’ ὄναρ σοι δεικνύουσαν, δραμεῖν σὸν Γέροντα, εἰς ὄροις ἐπισκέψασθαι
Ἄθω, καὶ εἰς τοὺς κυρίους, ἐλθεῖν τοὺς σοὺς ὀπίσω.
Νόμοις πεφραγμένος τοῦ
Σωτῆρος, δραπέτης Ἀγάπιε κλεινέ, γενέσθαι οὐκ ἠθέλησας, εἰ καὶ ἠδύνω Ὅσιε· διὸ
καὶ τοὺς κυρίους σου, πιστεῦσαι ἔπιθες, εἰς πάσας τοῦ Χριστοῦ ἀληθείας, καὶ
ἀκολουθῆσαι, τὰς τρίβους σωτηρίας.
Οὔτε ἡ πικρὰ αἰχμαλωσία,
Ἀγάπε οὔτε ἡ δεινή, σκαιότης τῶν κυρίων σου, ἀγάπης σε ἐξένωσαν, τῆς τοῦ
Χριστοῦ ἀλλ’ ἤνυσας, καλῶς τὸν βίον σου, γενόμενος τῆς πίστεως σκεῦος, τιμαλφὲς
ἀγάπης, τὸ νᾶμα περιέχον.
Θεοτοκίον.
Δέξαι ἀγαθὴ τὸ ψέλλισμά
μου, καὶ δός μοι τὴν χάριν Σαῖς εὐχαῖς, τοῦ παναγίου Πνεύματος, Χριστιανῶν
ἀγλάϊσμα, τιμὴ χαρὰ καὶ καύχημα, Παρθένε Δέσποινα, πληρώματος παντὸς Ὀρθοδόξου,
καὶ τοῦ Ἀγαπίου, τοῦ θεοφόρου κλέος.
ᾨδὴ
θ’. Ἅπας γηγενής.
Ἔλαμψας ἡμῖν, ὡς ἄστρον
ἀείφωτον θεοειδῶν ἀρετῶν, πίστεως ὑπόδειγμα, ὐπομονῆς τε καὶ ταπεινώσεως,
ἀρχέτυπον· διόπερ σε, τιμῶντες ᾄσμασιν, ὑμνοῦμεν τὸν ἀγάπης ἀπλέτου, δείξαντά
σε βάθρον, Ἀγάπιε φωσφόρε.
Ἵλεων ἡμῖν, γενέσθαι τὸν
Κύριον καθικετεύσατε, Ὅσιε Ἀγάπιε, ἀγάπης θείας σεπτὲ διδάσκαλε, Βατοπεδίου
σέμνωμα, καὶ Ἄθω πρότυπον, ὁμοῦ σὺν τῇ πανσόφῳ τριάδι, τῶν συνασκητῶν σου, ἐν
οὐρανοῖς νῦν ὄντων.
Ἄνωθεν ἡμᾶς, βραβεύεις
Ἀγάπιε τοὺς εὐφημοῦντάς σε, σὺν τῇ τῶν κυρίων σου, σεμνῇ τριάδι τῇ συνοικούσῃ
σοι, ἐν οὐρανίοις δώμασι, καὶ τῷ σῷ Γέροντι, τῷ δείξαντι ὁδοὺς σωτηρίας, σοὶ
καὶ ἐν τῷ πόλῳ, συνεπαγαλλομένῳ.
Θεοτοκίον.
Χάρισαι ἡμῖν, μετάνοιαν
ἄχραντε, τοῖς μεγαλύνουσι, Σὲ ὡς Μητροπάρθενον, καὶ ἐργαστήριον ἁγιότητος, ἡμῶν
ἀγάπης τέμενος, καὶ τοῦ θεόφρονος, ἐν Ἄῶ Ἀγαπίου φαιδρότης, χαρμονή υτε κλέος,
καὶ ἐν δεινοῖς ἀκέστωρ.
Ἐξαποστειλάριον.
Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστοις.
Ἀσκητικῶς
ἐν τῷ Ἄθῳ, πολιτευσάμενος σοφέ, καὶ τῆς δουλείας καμάτους, ἀνδροπρεπῶς ὑπομείνας,
πρὸς τὴν ἀγήρω μετέστης, ζωὴν Ἀγάπιε θεῖε.
Θεοτοκίον.
Χριστὸς
ὁ ἄδυτος Κόρη, Ἥλιος ἔλαμψεν ἐκ Σοῦ, σωματικῶς λύσας σκότος, τὸ χαλεπὸν τῶν
πταισμάτων, ἡμῶν· διό Σε τιμῶμεν, Θεογεννῆτορ ἀπαύστως.
Αἶνοι.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Κλέος,
ἀσκητῶν Ἀγάπιε, ὥσπερ ἀστὴρ φαεινός, ἐν τῷ Ἄθῳ ἐξέλαμψας, πόνοις τῆς ἀσκήσεως,
καὶ σεμνῇ πολιτείᾳ σου· διὸ καὶ πᾶσαν, παθῶν σκοτόμαιναν, ταῖς ἀρετῶν σου,
βολαῖς διέλυσας, τῷ Παντοκράτορι, μάκαρ ἀναγόμενος, ᾯ ἐκτενῶς, πρέσβευε δοθῆναί
μοι, πταισμάτων ἄφεσιν.
Οὔτε,
πειρατῶν ἡ ἔφοδος, οὔτε δουλεία πικρά, ἠδυνήθη χωρίσαι σε, τῆς τοῦ σὲ
κρατύναντος, Ἰησοῦ ἀγαπήσεως, ἀλλ’ ὑπομείνας, θλίψεις καὶ σκώμματα, κατηξιώθης,
σὺν τοῖς κυρίοις σου, οὓς καὶ προσείλκυσας, πρὸς τὴν πίστιν Ὅσιε ἐν οὐρανῶν,
δώμασιν αὐλίζεσθαι, ἐπαγαλλόμενος.
Στῦλος,
ἀκλινὴς χρηστότητος, ἀκτημοσύνης κανών, ἀπαθείας παλάτιον, καὶ πυξίον νήψεως,
ἀνεδείχθης Ἀγάπιε· ὅθεν πρὸς πόνους, λαμπρᾶς ἀσκήσεως, ἐναπεδύσω, στεῤῥῷ
φρονήματι, καὶ τοῖς τοῦ Γέροντος, ὑπακούων φθέγμασι, τοῦ σοῦ σοφοῦ, τὸν ἐχθρὸν
κατέβαλες, Χριστοῦ τῇ χάριτι.
Ἔμπλεως
χαρίτων Ὅσιε, αἰχμαλωσίας δεινά, ἐλογίσω παράδεισον, τὸν σὸν νοῦν Ἀγάπιε,
ἀνατείνων πρὸς Κύριον, καταδεικνύων, γὰρ τοῖς κυρίοις σου, τὴν τῆς ψυχῆς σου,
σοφὲ εὐγένειαν, ἴθυνας τάχιστα, πρὸς λιμένα εὔδιον τὸν τοῦ Χριστοῦ, τούτους καὶ
πρὸς ἄληκτον, μακαριότητα.
Δόξα.
Ἦχος πλ. α΄.
Τοὺς
τιμίους σου καμάτους, προσχὼν ὁ ἀγωνοθέτης Κύριος, τῆς ἀκαταλύτου ζωῆς σε
ἠξίωσιν, Ἀγάπιε Ὅσιε. Σὺ γὰρ ἐν τῇ αἰχμαλωσίᾳ, δοκιμασθεὶς ὡς χρυσὸς ἐν τῇ
χώνει, ἐκρίθης ἄξιος εἰσελθεῖν, εἰς τὴν Βασιλείαν τῶν Οὐρανῶν· ἧς καὶ ἡμᾶς
ἀξίωσον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, μονοτρόπων ἀκροθίνιον, τοὺς πίστει
τελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ἤρθης
πρὸς ἀγάπην τὴν ἀληθῆ, Ἰησοῦν ἐν πόλῳ, ἀγαπήσεως ὢν κρηπίς, σὺν τῷ Γέροντί σου,
καὶ τῇ σεπτῇ τριάδι, τῶν δοῦλόν σε ἐχόντων, πρώην Ἀγάπιε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου