Παρασκευή 31 Αυγούστου 2018

ΜΑΡΤΙΟΣ 9. ΟΣΙΟΣ ΚΑΙΣΑΡΙΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΡΤΙΟΣ 9.
ΚΑΙΣΑΡΙΟΣ ΙΑΤΡΟΣ
ΑΔΕΛΦΟΣ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ
ΑΚΟΛΟΥΘΙΑ
Ποίημα Μοναχοῦ Ἰακώβου Ἁγιορείτου ἐν ἔτει σωτηρίῳ 1847.
Ποιημα Ἰσιδωρας Καθηγουμενης

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους ς΄ καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος δ΄: Ὡς γενναῖον ἐν μάρτυσιν.
Ποταμὸν τῆς σοφίας σε, ἰαμάτων τοῖς ῥεύμασι, πάντα καταρδεύοντα, γῆς τὰ πέρατα, Ναζιανζοῦ πολιοῦχόν τε σοφοῦ Γρηγορίου τε, Θεολόγου ἀδελφόν, ἐγνωκότες Καισάριε, εὐφημοῦμέν σε, κατὰ χρέος τελοῦντες τὴν σεπτήν σου καὶ πανέορτον νῦν μνήμην, θείοις κροτοῦντες ἐν ᾄσμασι.

Φιλοσόφων ὁ θίασος, ἰατρῶν τε ὁ ὅμιλος, συνελθόντες σήμερον εὐφημήσωμεν, τῶν φιλοσόφων τὸν ὕπατον, τὸν θεῖον Καισάριον, Γρηγορίου τοῦ σοφοῦ, κατὰ σάρκα ὁμαίμονα, χρηματίσαντα, εὐφημήσωμεν ᾄσμασιν ἐνθέοις, τὴν φωσφόρον αὐτοῦ μνήμην, τῆς Ἐκκλησίας ὡς ῆδυσμα.

Ἱεροῖς μελωδήμασιν, εὐφημήσωμεν σήμερον, ἀρετῆς φιλόπονον, τὸν Καισάριον, καὶ γὰρ αὐτὸς εὐηρέστησε, Θεῷ καὶ ἀνθρώποις τε, ἰασάμενος πολλούς, δωρεὰν ὁ ἀείμνηστος, διὰ Κυρίου, ὅθεν τοῦτον ὁ πάντων πλουτοδότης, ἐχαρίτωσεν ἐν πᾶσι, τοῖς ἀγαθοῖς προτερήμασιν.

Ποία γλῶσσα Καισάριε, ἐξειπεῖν σου δυνήσεται, λόγων τῆς σοφίας σου τὰ ἀπόῤῥητα; ὡς ἀστραπῆ γὰρ ἐτέφρωσαν, ληρήματα ἄφρονα, Παραβάτου δυσμενοῦς, ὡς ἰχθὺν τοῦτον ἄφωνα, ἐναπέδειξας, ἀδεῶς τὸν Χριστὸν Θεὸν κηρύξας, ματαιόφρονα δὲ τοῦτον, προστετηκότα τοῖς δαίμοσιν.

Ἐν ᾠδαῖς μεγαλύνομεν, ἀγαλλόμενοι σήμερον, τὸν σοφὸν Καισάριον, τὸν θεράποντα· τὸν συμπαθῆ καὶ φιλόστοργον, υἱὸν Γρηγορίου τε, καὶ τῆς Νόννας τὸν σοφόν, Γρηγορίου σύγγονον· Θεολόγον τε, Καισαρείας βλαστὸν Καππαδοκίας, τοῦ Κυρίου τὸν ἐργάτην, τὸν ἀγαθὸν καὶ πιστότατον.



Ἡ τοῦ πνεύματος χάρις σοι, ἐνοικοῦσα Καισάριε, τῆς σοφίας σκεῦός σε, ἀπειργάσατο· καὶ ἰατρὸν ἐμπειρότατον, πασχόντων ἀκέστορα, ἀντιλήπτορα πτωχῶν, ἀρωγὸν συμπαθέστατον· τῶν ἐν θλίψεσι, ἀληθείας τε στόμα θεηγόρον, εὐκρινῶς ὁμολογήσας, τὰ μεγαλεῖα τῆ ς πίστεως.

Δόξα. Ἦχος β΄:
Χαρμονικῶς φιλέορτοι πανηγυρίσωμεν, ἰδοὺ γὰρ ἡ παμφαὴς μνήμη τοῦ σοφωτάτου Καισαρίου κατηύγασε, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, τοῖς λόγοις καὶ ἱεροῖς συγγράμμασιν αὐτοῦ κοσμηθεῖσα, Ναζιανζοῦ δὲ ἡ λαμπρὰ πόλις ἀγάλλεται, τὸ θεῖον αὐτῆς βλάστημα καθορῶσα, παντοίοις γὰρ ἀγαθοῖς ταύτην ἐστόλισε, σοφίας διδάγμασι, καὶ ἰαμάτων ποικίλοις χαρίσμασιν, ἀσθενοῦσι γὰρ τὴν θεραπείαν ἐδωρήσατο, ἀθυμοῦσι δὲ εὐθυμίαν ἐδαψίλευσε, καὶ πάντας εὐεργετῶν οὐκ ἐπαύσατο· καὶ νῦν παριστάμενος Θεῷ ἐν παῤῥησίᾳ πρεσβεύει μετὰ τῶν γεννητόρων, Γοργονίας τε καὶ Γρηγορίου τοῦ Θεολόγου, ὑπὲρ τῶν πιστῶς ἐκτελούντων, αὐτῶν τὰ μνημόσυνα.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω Παρθένος ἔτεκες, καὶ Παρθένος ἔμεινας· ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν ἥλιος, ἀντὶ Μωυσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα,

Παροιμιῶν τὸ Ἀνάγνωσμα (κεφ. ι΄ 7, γ΄ 13).
Μνήμη δικαίου μετ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλῂν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς ειδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη· νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὧ τέκνα· σεμνὰ γὰρ ἐρῶ. Καὶ μακάριος ἄνθρωπος, ὸς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προῖεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατασκεύασα βουλήν, καὶ γνῶσιν, καὶ ἔννοιαν· ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ· καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος. 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (κεφ. ζ΄ 7).
Δίκαιος, ἐὰν φθάση τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήση ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος, ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἧν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (κεφ. γ΄ 1).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνη. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καί κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπη προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.












ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ. Ἦχος α΄
Τὸν τῆς σοφίας ἐραστήν, καὶ ἀρετῆς φίλον ἄκρον τὸν τοῦ σοφοῦ Γρηγορίου ὁμαίμονα γνήσιον, καὶ σύμφρονα πάνσοφον, Καισάριον ἀξίως εὐφημήσωμεν. Οὗτος γὰρ καλῶς ἐνδιαθρέψας τῷ βίῳ ἀξίως τῷ Θεῷ εὐηρέστησεν, ἀσθενεῖς δωρεὰν ἰώμενος, καὶ τῷ λόγῳ νουθετῶν καὶ ἐκδιδάσκων πάντας οὐκ ἐνάρκησε· νῦν δὲ ἐν οὐρανοῖς σὺν τοκεῦσιν αὐτοῦ Γοργονίᾳ τε, Κασιγνήτῳ καὶ Θεολόγῳ ὁμαίμονι ἀγαλλόμενος, πρεσβεύει ὑπὲρ τῶν συνωνυμούντων καὶ πάντων, τῶν ἐκ πόθου ἐκτελούντων, τὴν θείαν μνήμην αὐτοῦ.

Ἦχος β΄.
Τίς μὴ θαυμάσει τὴν κατὰ Θεὸν πολιτείαν σου μάκαρ, μέσον γὰρ πολλῶν θορύβων, καὶ ἀξιωμάτων διαιτώμενος, τῆς ἀρετῆς οὐκ ἠμέλησας, καὶ Ἰουλιανὸν Παραβάτην σοφίᾳ τῶν λόγων σου ἤσχυνας, Χριστὸν παῤῥησίᾳ ὁμολογήσας καὶ μάρτυς ἀναίμακτος τῆ προαιρέσει γενόμενος, θεαρέστως ὕπνωσας, τὸν πᾶσι δικαίοις ὀφειλόμενον ὕπνον· ὅθεν ἄγρυπνόν σε πρεσβευτὴν πλουτοῦμεν, οἱ τὴν σεβάσμιόν σου μνήμην, πνευματικῶς ἑορτάζοντες Καισάριε.

Ἦχος δ΄.
Τὸ τῆς ἡγιασμένης σου ψυχῆς περιβόλαιον, τὸ ἀπαθὲς καὶ καθαρόν σου σκῆνος ἡ Ναζιανζῶν Μητρόπολις φέρει εἰς ψυχικῶν αλγημάτων καὶ σωματικῶν νοσημάτων ἰατρείαν, ἀλλὰ καὶ πᾶς ὁ πρεσβευτήν σε σήμερον μετὰ πόθου προβαλλόμενος, τῆ πανταιτίῳ Τριάδι, ἧ νῦν παρίστασαι, τὰς ἰάσεις λαμβάνει, ὡς ἰατρὸς γὰρ ἄριστος ὑπάρχων, ἀμισθὶ τὴν θεραπείαν βραβεύεις τοῖς ἐκτελοῦσιν ἐν πίστει τὴν ἐτήσιόν σου μνήμην, Καισάριε μακάριε.

Δόξα. Ἦχος πλ. δ΄.
Θεοπρεπῆ πολιτείᾳ τρισμάκαρ, ἑαυτὸν ἐγγυμνασάμενος, ἀθλητικῆ προαιρέσει τὸν βίον σου ἐπεσφράγισας, Καισάριε πανθαύμαστε, διό σε γεραίρομεν ὡς εὐσεβείας διδάσκαλον καὶ Θεολόγου ὁμαίμονα, παῤῥησίαν οὗν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.





ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἰατρικὴν ἐπιστήμην, ὡς μετερχόμενος, ἐν συμπαθείᾳ ἄλγη, τῶν σωμάτων ἰάσω, πάθη τῶν ψυχῶν τε, ταῖς πρὸς Θεόν, εὐπροσδέκτοις πρεσβείαις σου, ἐπικουρίζεις καὶ σῴζεις ἐκ πειρασμῶν, τοὺς τιμῶντάς σε Καισάριε.

Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει...
Ἰατρικὴν ἐπιστήμην μάκαρ ἐξήσκησας καὶ θείᾳ ἐνεργείᾳ τὰς ἰάσεις παρέχεις, τοῖς πίστει σε αἰτοῦσι καὶ εὐλαβῶς ἐκτελοῦσι τὴν μνήμην σου, θεομακάριστε ῥήτωρ, ὑφηγητά, θλιβομένων παραμύθιον.

Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου...
Ῥήματα μάκαρ τοῦ θείου Εὐαγγελίου σοφῶς, ἐνωτισθεὶς τοῦ κόσμου, τᾲ τερπνὰ καὶ τὴν δόξαν, παρεῖδες ὡς ἐχέφρων καπνὸν καὶ σκιάν, οια ὄντα Καισάριε, καὶ τῷ Θεῷ ἀναθέμενος ἑαυτόν, ἀρετὴν πᾶσαν ἐξήσκησας.

Δόξα. Ἦχος α΄.
Τὸ τριμερὲς τῆς ψυχῆς ἐκκαθάρας σοφέ, καὶ ἀρεταῖς ἐκλαμπρύνας ψυχὴν κατ' ἔννοιαν, πρὸς οὐρανὸν μετήχθης εἰς Χριστοῦ βασιλείαν, μάκαρ Καισάριε, προσφέρων αὐτῷ τὰ τῶν πόνων σου δράγματα, καθαγιάζων τε πάντας ἡμᾶς, διὰ τῶν σῶν συγγραμμάτων, ἃ κατέλιπες ἀείμνηστε καὶ πρεσβεύων ἐκτενῶς ὑπὲρ πάντων τῶν εὐλαβῶς ἐκτελούντων σου, τὴν κοίμησιν· διὸ αὐτὴν τιμῶντες, πρέσβυν ὑπὲρ ἡμῶν, πρὸς τὸν Θεόν, προβαλλόμεθα, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Ἰδοὺ πεπλήρωταί ἡ τοῦ Ἡσαῖου πρόῤῥησίς· Παρθένος γὰρ ἐγέννησας καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμε!νας· Θεὸς γὰρ ἧν ὁ τεχθείς, διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ' ὦ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδης· ἀλλ' ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.










Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σοφίας χαρίσμασιν ὑπὲρ ἡλίου αὐγάς, ἀστράψας κατηύγασας τῶν εὐσεβῶν τὴν πληθύν, Καισάριε πάνσοφε, ἤσχυνας Παραβάτου, τὰς στροφὰς καὶ κομψείας, ηὔφρανας χριστωνύμων, θεατῶν ὁμηγύρεις· διό σου ἐπαξίως μνήμην θείαν γεραίρομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.





























ΕΝ ΤΩ ΟΡΘΡΩ

Μετὰ τὴν α΄ στιχολογίαν. Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὴν θείαν σου σήμερον καὶ φωταυγῆ ἑορτήν, τελοῦμεν Καισάριε ἐν εὐφροσύνη ψυχῆς, αἰτοῦντες πρεσβείαις σου, λύτρωσιν τῶν πταισμάτων καὶ παθῶν καὶ κινδύνων, πάντων τε τῶν ἐν βίῳ δυσχερῶν λυτρωθῆναι, τοὺς πόθῳ ἐκτελοῦντάς σου τὸ μνημόσυνον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Παρθένε πανύμνητε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, Μαρία Θεόνυμφε, καὶ ἀπειρόγαμε, πιστῶν ἡ ἀντίληψις ῥῦσαι παντὸς κινδύνου, καὶ παντοίας ἀνάγκης, Δέσποινα Θεοτόκε τοὺς ἐν πίστει καὶ πόθῳ τῆ σκέπη σου προσφεύγοντας, μόνη Θεόνυμφε.

Μετὰ τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Σκεῦος τίμιον, πάσης σοφίας, καὶ τοῦ πνεύματος τῆ ὑψηλῆ σου, πολιτείᾳ ἐγένου Καισάριε, ἐν ἀπαθείᾳ φαιδρύνας τὸν βίον σου, καὶ θεραπεύων νοσοῦντας ἑκάστοτε, ὅθεν πάνσοφε Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Τὴν ὡραιότητα τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε· ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον; τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· χαῖρε ἡ Κεχαριτωμένη.
              
Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Τοῦ Πνεύματος σοφέ, οἰκητήριον ὤφθης, Καισάριε διό, ἡ οὐράνιος δόξα, λαμπρῶς σε ἐδέξατο, μετὰ πότμον ἀοίδιμε, ἡ εὐφρόσυνος, τῶν ἐκλεκτῶν κατοικία καὶ παρέστηκας, σὺν τοῖς γονεῖς, ἀδελφοῖς τε, τῷ θρόνῳ τοῦ Κτίστου σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σώζεις τοὺς δούλους σου.









Οἱ Ἀναβαθμοί. Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος, ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ημῶν ἐξανθήσει.
Εὐαγγέλιον τοῦ Ὄρθρου, (ζήτει τῆ α΄ Νοεμβρίου).
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Διδασκάλου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Εἶτα τὸ παρὸν Ἰδιόμελον. Ἦχος β΄.
Ἐν τοῖς ἐπουρανίοις σκηνώμασι σὺν ταῖς ἁγίων χορείαις, τὸ πνεῦμά σου αἰωνίως ἀγάλλεται, Καισάριε πάνσοφε, καὶ δοξάζεται Χριστὸς ὁ ὑπὸ σοῦ δοξασθεὶς καὶ δοξάσας τὴν ὁσίαν σου κοίμησιν θεοδόξαστε.

Ὁ Κανὼν τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς: Ὑμνῶ (μάκα)ρ, σοῦ το(ὺς) πανευσεβεῖ(ς) τρόπο(υ)ς, Ἰακώβου(υ).
ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε ποτέ.
Ὑψηλὸν τὸν βίον ἐσχηκώς, πάνσοφε Καισάριε, ταῖς θεϊκαῖς ὁλολαμπὴς γεγένησαι ἀναβάσεσιν, ὅθεν μοι εὐφημοῦντί σου τὰ σεπτὰ κατορθώματα, αἴτησαι δοθῆναι ἔλεος, παρὰ τοῦ Σωτῆρος ἀξιύμνητε.
Μυριπνόους στέργων διδαχάς, καὶ ταῖς ἀναβάσεσιν, τῶν ἱερῶν γραφῶν ἐνασχολούμενος, ἡδονῶν ἐξέκλινας, τὸ δυσῶδες Καισάριε ἄτιμον, καὶ φιλοσοφίᾳ ὅλον σου τὸν βίον κατελάμπρυνας.
Νουνεχῶς τοῦ κόσμου ἡδονάς, μάκαρ ἐναπέβαλες, ἐν προσευχαῖς δέ, τῷ Θεῷ συγγινόμενος, θεραπεύων ᾶπαντας, ἀναργύρως τοὺς προσιόντας Καισάριε, ὅθεν σου τὴν μνήμην, πόθῳ τὴν πανέορτον γεραίρομεν.
Θεοτοκίον.
Ὡς παστάδα ἔμψυχον Θεοῦ, καὶ θυμιατήριον, τοῦ νοητοῦ καὶ φωτοφόρου ἄνθρακος, τὴν ἀειμακάριστον, ἀνυμνήσωμεν Θεοτόκον κραυγάζοντες· χαῖρε ἡ αἰτία, τῆς σωτηριώδους ἀναπλάσεως.













ᾨδὴ γ΄. Ἐν πέτρᾳ με τῆς πίστεως.
Ῥημάτων ζωηῤῥύτων πηγὰς ἐκχέων, ἐξέπιες τὸ νάμα τῆς σωτηρίας, Καισάριε καὶ ὕμνησας τὸν τῶν ὅλων, Θεὸν καὶ ἔμελπες σὺν τῷ ὁμαίμονι, ὡς οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε.
Συμπάθειαν ἐκτήσω χριστομιμήτως, ἰάτρευσας ὡς ἔμπρακτος δεομένους, Καισάριε μηδὲν ἐξ αὐτῶν λαμβάνων, ὅθεν καὶ ἔλαβες, μισθὸν οὐράνιον, ἐκ χειρὸς Κυρίου σου, παναοίδιμε.
Οἰκειώθης τῷ Κτίστη ἀγάπη θείᾳ ἐδέξω τὴν οὐράνιον κληρουχίαν, μακάριε Καισάριε· ὅθεν χαίρων, θέσει θεούμενος, καὶ μέλπων ἔλεγες, ὡς οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε.
Θεοτοκίον.
Ὑπάρχουσα Ἀγγέλων τιμιωτέρα, τὸν Κτίστην τῶν Ἀγγέλων τῆ σῆ νηδύι, ἐβάστασας καὶ τέτοκας Θεομῆτορ, βροτῶν εἰς λύτρωσιν, τῶν μελῳδούντων σοι, ὡς οὐκ ἔστιν Ἄχραντε, πλήν σου Δέσποινα.

Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν διδαχῶν σου ἡ φαιδρὰ καὶ φωσφόρος, ἐξανατείλασα, Καισάριε μνήμη, τῶν εὐσεβῶν κατηύφρανε παμμάκαρ τὰς ψυχάς· καὶ καθαγιάζουσα, τὰς αἰσθήσεις ἡδύνει, τῶν σεπτῶν λειψάνων σου, τῆ προσψαύσει διό σε, χρεωστικῶς γεραίρομεν σοφέ, ὡς ἰατρόν σε, καὶ νόσων ἀκέστορα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.
Ἡ μόνη κυήσασα τὸν Ποιητὴν τοῦ παντός, ἡ μόνη κοσμήσασα τὴν ἀνθρωπότητα, τῷ τόκῳ σου Ἄχραντε ῥῦσαί με τῶν παγίδων, τοῦ δολίου Βελίαρ, στῆσόν με ἐπὶ πέτραν, τῶν Χριστοῦ θελημάτων, αὐτὸν ἐκδυσωποῦσα, ὃν ἐσωμάτωσας.

ᾨδὴ δ΄. Ἐλήλυθας ἐκ Παρθένου.
Τὰ δόγματα τῶν πατέρων φυλάττων ἀσάλευτα, Ὀρθόδοξον φρόνημα, σὺ ἐκ νεότητος ἔσχηκας, βίον ἀκηλίδωτον, καὶ εὐσυμπάθητον, προαίρεσιν μάκαρ Καισάριε.
Οὐ σύγχυσις κοσμική, οὐκ ἀρχῆς ἐπικράτεια, οὐ δόξα ἐπίκηρος, σοῦ τὸν πρὸς Κύριον ἔρωτα ἤμβλυναν Καισάριε, Θεὸν γὰρ ηὔφρανας, ὄντως θείαις πράξεσιν.
Τοῖς λόγοις σου τοῖς σοφοῖς Παραβάτην κατῄσχυνας, κηρύξας ἀφόβως τε, τοῦ Ἰησοῦ τὴν θεότητα, ἅπαντας ἐστήριξας, εἰς τὴν εὐσέβειαν, ἀοίδιμε Καισάριε.
Θεοτοκίον.
Πανύμνητε στρατηγίαις τὸν ἄνω ὑμνούμενον, Θεὸν ἀπεκύησας, ἄνθρωπον ὄντως γενόμενον, ὃν ὑπὲρ πάντων δούλων σου, ἐκδυσωποῦσα, μὴ παύση πανύμνητε.


ᾨδὴ ε΄. Ὁ φωτισμὸς τῶν ἐν σκότει.
Αἴγλη σεπτῆ, τῆς σοφίας Καισάριε διαλάμπων, νόμῳ τε Κυρίου συμπεφραγμένος, νύκτα τοῦ βίου, ἀπροσκόπτως διέβης, ἰατρείας πᾶσι παρέχων, μάκαρ καὶ πρὸς θείαν, ζωὴν μεταβέβηκας.
Νῦν ἐπὶ σοί, ἐγκαυχᾶται ἡ πόλις Ναζιανζέων, σοῦ διδασκαλίαις καταυγασθεῖσα καὶ Γρηγορίου ἀδελφοῦ σου τοῖς λόγοις, μεθ' οὗ σε πάντες εὐφημοῦμεν Καισάριε, καὶ τὴν σὴν τελοῦμεν, ἐκ πόθου πανήγυριν.
Εὖγε τῆς σῆς, πρὸς Θεὸν παῤῥησίας, εὗγε τοῦ πόθου, οὗπερ ἐκ καρδίας πρὸς τοῦτον ἔσχες, σὺν Γρηγορίῳ τῷ σοφῷ αὐταδέλφῳ διδαχαῖς σου πάντας φωτίζων, καὶ καταφαιδρύνων πιστῶν τὰ συστήματα.
Θεοτοκίον.
Ὑπὲρ ἡμῶν, τὸν ἐκ σοῦ σαρκωθέντα Παρθενομῆτορ, πάντοτε δυσώπει τῶν σὲ ὑμνούντων, τοῦ λυτρωθῆναι ἐκ παθῶν καὶ κινδύνων, ψυχοφθόρων κακῶν καὶ θλίψεων, καὶ αἰωνιζούσης φλογὸς καὶ κολάσεως.

ᾨδὴ ς΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Σταλαγμοῖς γλυκυτάτοις τῶν λόγων σου, πάνσοφε ἐγλύκανας πιστῶν συστήματα, καὶ ἰαμάτων ἔλλαμψιν, τοῖς νοσοῦσι παρέχεις Καισάριε.
Ἐν τῆ πόλει σοφὲ ἀνεβλάστησας, τῆς Ναζιανζοῦ καὶ τὸν κόσμον τοῖς λόγοις σου, ἅπαντα κατεγλύκανας, ὡς καρποὺς τὸν σοφὸν προβαλλόμενος.
Βασιλείαν Θεοῦ ἐπεπόθησας, καὶ κατὰ παθῶν βασιλεύσας Καισάριε, κατ' εὐδοκίαν κρείττονα, τῆς χαρᾶς τῶν δικαίων ἐπέτυχες.
Θεοτοκίον.
Ἐκλεκτὴ τῷ Θεῷ ἐχρημάτισας ὡς πανευπρεπὴς καὶ χωρίον εὐρύχωρον, τούτου Παρθένε γέγονας, καὶ παστὰς καὶ λυχνία καὶ τράπεζα.

Κοντάκιον. Ἦχος γ: Ἡ Παρθένος σήμερον.
Ἑορτὴ χαρμόσυνος, τοῦ Καισαρίου ἐπέστη, εὐφροσύνως σήμερον, ἐπιτελέσωμεν ταύτην, νέμει γάρ, τοῖς αὐτὸν πόθῳ ἀνευφημοῦσιν, ἴασιν ψυχῶν, σωμάτων καὶ ῥῶσιν θείαν, καὶ γὰρ ἔχει παῤῥησίαν, ὡς μέγας ῥήτωρ τῆς Ἐκκλησίας Χριστοῦ.
Ὁ Οἶκος.
Φώτισόν μου τὰς φρένας Σωτήρ μου, τὸν γὰρ σοφὸν Καισάριον εὐφημῆσαι ποθῶ, τὸν παναοίδιμον Γρηγορίου αὐτάδελφον, καὶ δίδου μοι λόγον ἐν ἀνοίξει τοῦ στόματος, εἰς τὸ ὑμνῆσαι αὐτὸν εὐκλεῶς, ὡς διδάσκαλον ὄντα καὶ ἰατρὸν πανάριστον, καὶ ἡμῶν πρεσβευτὴν ἀνεπαίσχυντον. Οὗτος γὰρ τῷ ἀστέκτῳ σου θρόνῳ σὺν τοῖς τοκεῦσι καὶ αὐταδέλφοις παριστάμενος, θερμῶς ἐξαιτεῖται εἰρήνην βαθεῖαν δοθῆναι ἡμῖν καὶ γὰρ ἔχει παῤῥησίαν ὡς μέγας ῥήτωρ τῆς ᾽Εκκλησίας Χριστοῦ.

Συναξάριον.
Τῇ θ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου σοφωτάτου ἀκέστορος καὶ διδασκάλου Καισαρίου, ἀδελφοῦ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου.
Ὁ Γρηγόριος πρὸς νεκρὸν Καισαρίου
Γλώττης χαλινοῖ, τοῖς ἐμοῖς λόγοις λόγος.
Ἀμφ' ἐνάτη Καισαρίου δέμας, κάλυψε γέα.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ἀντίθεον πρόσταγμα.
Ἰσχύι ῥωννύμενος τοῦ Ζωοδότου, παθῶν κατεκράτησας, ὀρέξεων Καισάριε, καὶ νοῦν ἀνεπτέρωσας πρὸς τὰ οὐράνια, μέλπων συν τονώτατα ὁ ὤν, εὐλογημένος καὶ ὑπερένδοξος.
Τὰ ἅνω βασίλεια τὴν ἄνω πόλιν, Θεοῦ τὸν παράδεισον, δικαίων τὴν ἀπόλαυσιν, Καισάριε ἠξίωσαι σὺν τῷ ὁμαίμονι, φέγγος τὸ ἀνέσπερον οἰκεῖν, διὸ τὴν μνήμην σου νῦν γεραίρομεν.
Ῥεόντων τὸ ἄστατον κατανοήσας, ψυχῆς τὰ κινήματα, Θεὸν πρὸς μόνον ἴθυνας, ἐξ οὗ ἐλλαμπόμενος θείαις λαμπρότησι, βίου τὰ προσκόμματα σοφέ, ἀνεμποδίστως ὅντως παρέδραμες.
Θεοτοκίον.
Ὃν ἔτεκες Δέσποινα ἀεὶ δυσώπει, δουλείας ῥυσθῆναί με, παθῶν τῆς κατακρίσεως, καὶ τῆς συνεχούσης με δεινῆς πορώσεως, καὶ τῆς τῶν θλιβόντων με ἀεί, ἐπικρατείας Θεοχαρίτωτε.
               
ᾨδὴ η΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Πόθῳ τὴν μνήμην σου σοφέ, ἐκτελοῦμεν δυσωποῦντες σε τρισμάκαρ, τοῦ πρεσβεύειν Κυρίῳ κινδύνων σῶσαι ἡμᾶς, καὶ παντοίας ἀνάγκης Καισάριε, τοὺς ὑπερυψοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.     
Ὅλον ἀνέθηκας σαυτόν, πρὸς τὸν Κύριον Καισάριε τρισμάκαρ καὶ αὐτῷ ἐκολλήθης, ἀναβοῶν ψαλμικῶς· Χριστέ μου ἰλύος με λύτρωσαι, τῶν θανατηφόρων, παθῶν εἰς τοὺς αἰῶνας.
Σύνεσιν ἔχων θεϊκήν, πληρωτὴς ὤφθης Θεοῦ τῶν ἐνταλμάτων, θεραπεύων νοσοῦντας, καὶ ἐλεῶν τοὺς πτωχούς, ὡς πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὑπερευλογῶν τὸν Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὁ τοῦ Ἀδάμ Δημιουργός, ἐξ αἱμάτων σου Ἁγνὴ δημιουργεῖται, καὶ γαλακτοτροφεῖται, ὁ διατρέφων πνοήν, Παρθένε Θεοτόκε ἅπασαν, ὅθεν ὡς Θεοῦ σε, δοξάζομεν Μητέρα.





ᾨδὴ θ΄. Ἀνάρχου Γεννήτορος.
Ἰδεῖν ἐφιέμενος, τὴν δόξαν τοῦ Κυρίου σου, ἀρετῶν ταῖς ἰδέαις σαυτὸν ἐκάλλυνας καὶ συμπαῤῥησίᾳ εἰσῆλθες εἰς φωτεινούς, νυμφῶνας ᾽Αγγέλων, συνῶν τῷ Δεσπότη σου, παμμακάριστε Καισάριε.
Ἀνέτειλε σήμερον, ἡ μνήμη σου Καισάριε, ὥσπερ ὄρθρος αὐγάζουσα τοὺς τιμῶντάς σε· Σὺ γὰρ καὶ φωτὸς καὶ ἡμέρας ὡς ἀληθῶς, ἠὼς ἐγνωρίσθης, θεόφρον πανόλβιε, διὰ τοῦτο σὲ γεραίρομεν.
Κοσμούμενος πάνσοφε, σοφίᾳ καὶ συνέσει πολλῆ, ταπεινώσει καρδίας ὡραϊζόμενος, ὕψει πολιτείας ἐμπρέπων πρὸς νοητάς, μετέβης σκηνώσεις, μεθ' ων ἡμῶν μέμνησο, τῶν τιμώντων σε Καισάριε.
Ὡς πρόξενον οὗσαν σου, νῦν ὠφελείας πάνσοφε, τὴν σεπτὴν ἑορτὴν ἐκτελοῦμεν Καισάριε· σὺ γὰρ τοῦ Κυρίου θεράπων, καὶ τῶν αὐτοῦ, ἐντολῶν ἐργάτης, ὤφθης ἀνεπαίσχυντος, διὰ τοῦτο σὲ γεραίρομεν.
Βοῶ σοι γηθόμενος, δυὰς σεπτὴ πανθαύμαστε, ξυνωρὶς ἱερά τε σοφὲ Γρηγόριε καὶ Καισάριε μάκαρ σὺν τῆ σοφῆ, Γοργονίᾳ ἅμα, γονεῦσι τε πρέσβευε, τοῦ σωθῆναι ἡμᾶς ἅγιοι.
Θεοτοκίον.
Οὐρανώσας Ἄχραντε, τὴν γῆν τῷ θείῳ τόκῳ σου, καὶ σκηνὴ καθωράθης Θεοχαρίτωτε, γέφυρα καὶ κλίμαξ πρὸς οὐρανούς, ἀνάγουσα πάντας, πιστοὺς παναμώμητε, ὅθεν πόθῳ σε γεραίρομεν.

Ἐξαποστειλάριον. Ἦχος α΄. Τοῖς μαθηταῖς συνέλθωμεν.
Τοῦ Καισαρίου σήμερον, ἑορτὴν ἐτησίως, πάντες πιστοὶ τελέσωμεν, ἐν ᾠδαῖς τε καὶ ὕμνοις, βοῶντες αὐτῷ ἐκ πόθου, πάνσοφε θεῖε ἀκέστωρ, θεράπευσον τὰ τραύματα, τῶν ψυχῶν ἡμῶν μάκαρ, ἐκδυσωπῶν, τῶν πταισμάτων λύτρωσιν ἡμῖν δοῦναι, τὸν λυτρωτὴν καὶ Κύριον, ὡς αὐτοῦ πιστὸς δοῦλος.
Θεοτοκίον.
Ζήσας αἰσχρῶς ἀπώλεσα, τῆς ψυχῆς τὸ ὡραῖον, καὶ ὡμοιώθην κτήνεσιν, ἀνοήτοις ὁ τάλας, ἃ οὐκ ἐξὸν ποιεῖν πράττων, Δέσποινα Θεοτόκε, λαμπρύνασά με κάθαρον, τοῦ φωτός σου ταῖς θείαις μαρμαρυγαῖς καὶ ὑσσώπῳ Κόρη τῆς μετανοίας καὶ δεῖξόν με τὸν δοῦλόν σου, σκεῦος εὔχρηστον θεῖον.










ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Δεῦτε νῦν συστήματα, τῶν φιλεόρτων ἐν πνεύματι, συνδραμόντα συγχάρητε, καὶ πανηγυρίσατε, ἐν τῆ θείᾳ μνήμη, σοφοῦ Καισαρίου, τοῦ παναρίστου ἰατροῦ, τοῦ Γρηγορίου σοφοῦ ὁμαίμονος· μεθ' οὗ καὶ κατηξίωται, ἐν οὐρανίοις σκηνώμασι, σὺν Ἀγγέλοις παρίστασθαι, τῷ τῶν ὅλων δεσπόζοντι.

Σήμερον τὰ τάγματα, πάντων ἁγίων κροτήσατε, οὐρανόθεν καὶ ᾄσατε ᾠδὴν ἐναρμόνιον, ἡ γὰρ θεία μνήμη, ἤδη νῦν ἐπέστη, τοῦ Καισαρίου τοῦ σοφοῦ, ὅθεν Προφῆται πάντες ἀγάλλονται, Ἀπόστολοι καί Μάρτυρες, σὺν τοῖς Δικαίοις δοξάζοντες, τὸν δοξάζοντα Κύριον, τοὺς ἰδίους θεράποντας.

Ὁ βίος κατάλληλος, τῆ σῆ σοφίᾳ Καισάριε, προφανῶς,ἀναδέδεικται ταύτη γὰρ συνέμιξας ἁρμόδιον λόγον καὶ αυθις τῷ λόγῳ πρεπωδεστάτην τελευτήν, τῆ τελευτῆ δὲ στέφος ἀμάραντον, ἀξίως ἀναδέδειξαι καὶ νῦν οἰκεῖς σὺν ὁμαίμονι, εἰς τὰ ἄνω βασίλεια, ὡς Θεοῦ φίλος γνήσιος.

Χάριν τὴν τοῦ Πνεύματος, καταπλουτήσας Καισάριε, τῶν γραμμάτων ἐξέμαθες, σοφίᾳ καὶ γνώσει τε, τὴν σπουδὴν τὴν θείαν, τῆς ἰατρικῆς τε, τὴν ἐπιστήμην ἐξασκῶν, τὰς ἀσθενείας καὶ τὰ ἀλγήματα· χειρί σου ἐθεράπευσας, συμπαθεστάτη καὶ ἔδειξας, τοῦ Κυρίου τὸ ἔλεος, ὃ παρέχει τοῖς κάμνουσιν.

Δόξα. Ἦχος πλ. δ΄.
Τὰς ἱεράς σου κινήσεις τοῦ νοός, πρὸς τήρησιν τῶν θείων νόμων ποιούμενος, θεαρέστως τὸν βίον σου, ἐξετέλεσας, καὶ ταῖς σελασφόροις σου ἀρεταῖς, τοὺς προσιόντας σοι κατελάμπρυνας, τοὺς κάμνοντας ποικίλων νοσημάτων ἀμισθί, ὡς ἰατρὸς ἀπήλλαξας· καὶ νῦν ἡμᾶς τοὺς τελοῦντας τὴν μνήμην σου, πάσης ἀνάγκης καὶ θλίψεως, καὶ ψυχικῶν ἀῤῥωστημάτων, σῷζε Καισάριε ἱερώτατε, ταῖς πρὸς Θεὸν εὐπροσδέκτοις πρεσβείαις σου.

Καὶ νῦν. Θεοτοκίον. Ἦχος ὁ αὐτός.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.





Μεγαλυνάρια
Σοφοῦ Γρηγορίου τὸν ἀδελφὸν Ναζίανζοῦ γόνον καὶ προστάτην ἡμῶν θερμόν, ἀκέστορα νόσων τιμήσωμεν ἀξίως Καισάριον ἐν ὕμνοις τὸν ἀξιέπαινον.
Χαίροις τῶν γραμμάτων ὁ ἐραστής, ἔμπειρός τε γνώστης ἐπιστήμης ἰατρικῆς, χαίροις Γρηγορίου τοῦ θείου Θεολόγου· ὁμαίμων καὶ ὁμόφρων μάκαρ Καισάριε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου