ΜΑΡΤΙΟΣ Γ΄!!
ΘΕΟΔΩΡΗΤΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΑΝΤΙΟΧΕΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ.
Μπούσια)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν
οὐρανίων ταγμάτων.
Ἱερομάρτυς
γενναῖε σεπτὲ Πρεσβύτερε, τῆς ἐν Ἀντιοχείᾳ, τοῦ Χριστοῦ Ἐκκλησίας, συνέτριψας
εἰδώλων δήμου λατρῶν, τὴν ὀφρὺν Θεοδώρητε, καὶ κατηγλάϊσας σύστημα εὐσεβῶν, τῇ
ἐνδόξῳ ἐναθλήσει σου.
Ἀντιοχείας
κοσμῆτορ τῆς Θεουπόλεως, τὴν λογικήν σου ποίμνην, ὁ σοφῶς κατευθύνων, πρὸς
δόμους μετανοίας καὶ ἀρετῆς, ἀκραιφνοῦς Θεοδώρητε, πληθὺν βασάνων ὑπέμεινας
καρτερῶς, καὶ αὐχένος σου ἀπότμησιν.
Διὰ
Χριστοῦ τὴν ἀγάπην μάκαρ Πρεσβύτερε, Ἀντιοχείας χαίρων, ἐκρεμάσθης καὶ ξέσιν,
ὑπέμεινας σαρκός του ὡς ἀληθῶς, ἄλλου πάσχοντος ἔνδοξε, Ἱερομάρτυς ὁ κλίνας σὴν
κεφαλήν, τοῖς ἀπίστοις Θεοδώρητε.
Τὴν
σὴν ὑπέρτιμον μνήμην πανηγυρίζοντες, στεῤῥὲ Ἱερομάρτυς, ἐξαιτούμεθα πόθῳ, εὐχάς
σου τὰς ἀόκνους πρὸς τὸν Θεόν, θαυμαστὲ Θεοδώρητε, Ὃν παῤῥησίᾳ πρὸ βήματος τῶν
λατρῶν, τῶν εἰδώλων ὡμολόγησας.
Δόξα.
Ἦχος β΄.
Τὸν
ζεούσῃ καρδίᾳ καὶ ἀπεριτρέπτῳ φρονήματι, εὐθαρσῶς Χριστὸν πρὸ λατρῶν εἰδώλων
ὁμολογήσαντα, Θεοδώρητον τὸν τῆς Ἀντιοχείας Πρεσβύτερον, ὕμνοις μεγαλύνωμεν
λέγοντες· ὁ μὴ φεισάμενος ζωῆς τῆς προσκαίρου σου, καὶ ὡς ἔφηβος ἐν τῷ σταδίῳ
ἀθλήσας, οὐρανῶν κληρονόμος ἐγένου καὶ χάριν εἴληφας, πρεσβεύειν Κυρίῳ ὑπὲρ τῶν
τιμώντων, τὴν λαμπρὰν καὶ ἀεισέβαστον μνήμην σου.
Καὶ
νῦν. Θεοτοκίον.
Τὴν
πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην
Σου.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε
ὁ τοῦ Χριστοῦ, ὁμολογήσας κλῆσιν, ἐνώπιον εἰδώλων, λατρῶν Ἀντιοχείας, λευΐτα
Θεοδώρητε.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν
τοῖς Ἁγίοις Αὐτοῦ.
Ὁ
Ἰουλιανοῦ, καταπατήσας θράσος, ἐνήθλησας εὐτόλμως, διὰ Χριστοῦ τὴν πίστιν, τὴν
θείαν Θεοδώρητε.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ
Κύριος.
Χαῖρε
ὁ κρεμασθείς, καὶ ξέσιν τοῦ σαρκίου, στεῤῥῶς καθυπομείνας, διὰ τοῦ Θεανθρώπου,
τὴν πίστιν Θεοδώρητε.
Δόξα.
Τριαδικόν.
Δόξα
Σοι ὁ Θεός, σεπτοῦ Θεοδωρήτου, Τριὰς ὑπεραγία, σὺν τῷ Πατρὶ καὶ Λόγῳ, τὸ Πνεῦμα
τὸ Πανάγιον.
Καὶ
νῦν. Θεοτοκίον.
Πάντας
Χριστιανούς, θεόθεν Ἐλεοῦσα, μὴ παύσῃ Θεοτόκε, τοὺς ὡς Θεοῦ Μητέρα, λαμπρῶς Σε
μεγαλύνοντας.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος πλ. α΄ Τὸν συνάναρχον Λόγον.
Σεαυτὸν προσεκόμισας δῶρον πάντιμον, διὰ σεπτοῦ μαρτυρίου, τῷ
ἀθλοθέτῃ Χριστῷ, Θεοδώρητε ἀήττητε πρεσβύτερε, Ἀντιοχείας τῆς
κλεινῆς, τὴν ὀφρὺν ὁ καθελών, τὰ εἴδωλα λατρευόντων, ὡς Μάρτυς· ὅθεν
πρεσβεύεις, Χριστῷ ὑπὲρ τῶν εὐφημούντων σε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε
τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος
ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἀντιοχεία
πόνοις σου, μαρτυρίου σεμνύνεται, ἧς σεπτὸς Πρεσβύτερος ἐχρημάτισας,
πανευσταλὲς Θεοδώτηρε, τῆς πίστεως σέμνωμα, εὐσεβείας ἀκρεμών, τῶν εἰδώλων
κατάπτωμα, καὶ ὡράϊσμα, τῆς Χριστοῦ Ἐκκλησίας· ὅθεν πάντες, σὺν αὐτῇ
ὑμνολογοῦμεν, τὴν σὴν ἀρίστην ἐνάθλησιν.
Τῶν
σεβόντων τὰ εἴδωλα, τὴν ὀφρὺν κατεπάτησας, πίστει Θεοδώρητε τρισμακάριστε, καὶ
μαρτυρίου διήνυσας, εὐψύχως τὴν δίοδον, ἱερόαθλε στεῤῥέ, ἄχρι τῆς καταξέσεως,
τοῦ σαρκίου σου, καὶ τομῆς κεφαλῆς του τῆς πανσέπτου, τῆς Χριστοῦ ὁμολογούσης,
τὸ πανσεβάσμιον ὄνομα.
Ἀθλοφόρε
Πρεσβύτερε, σεαυτὸν προσενήνοχας, δῶρον τῷ Κυρίῳ τῷ Παντοκράτορι, διὰ σεπτοῦ
μαρτυρίου σου, στεῤῥὲ Θεοδώρητε, ὁ τοῦ Ἰουλιανοῦ, καταπτύσας τὴν ἔπαρσιν, καὶ
τὸ φρύαγμα, τῶν εἰδώλων λατρῶν τὸ ἐπηρμένον, τῇ ἐνστάσει σου συντρίψας, καὶ τῇ
ἐνδόξῳ ἀθλήσει σου.
Τὸν
αὐχένα σου ἔκλινας, ἱερεῖον ὡς ἄμωμον, ξίφει τῶν σεβόντων οἴμοι τὰ εἴδωλα,
πανευλαβὲς Θεοδώρητε, καὶ ὡς ἐθελόθυτον, κατεσφάγης ἀπηνῶς, καρτερόψυχε
πρόβατον, διὰ πίστιν σου, καὶ ἀγάπην πρὸς Κύριον τῶν ὅλων, εὐσεβέσιν οὐρανόθεν,
πέμποντα ἄμετρον ἔλεος.
Περιφέρων
τὸ ὄνομα, τοῦ Κυρίου ὡς τρόπαιον, ἐν Ἀντιοχείᾳ ἐχθροὺς ἐξώργισας, τοῦ Ναζωραίου
στεῤῥόψυχε, καὶ μῆνιν ἐκίνησας, φαύλων εἰδωλολατρῶν, κατὰ σοῦ ἐνθεώτατε,
Θεοδώρητε, τοῦ στεῤῥῶς ὑπομείναντος βασάνους, κρέμασίν σου ἐπὶ ξύλου, καὶ τῆς
σαρκός σου ἀπόξεσιν.
Δεῦτε
πάντες φιλέορτοι, τὸν Πρεσβύτερον μέλψωμεν, τῆς Ἀντιοχείας τὸν ἱερόαθλον, τὸν
ἀκλινῶς ὑπομείναντα, αὐχένος ἀπότμησιν, δι’ ἀγάπην τοῦ Χριστοῦ, θαυμαστὸν
Θεοδώρητον, τὸν δωρούμενον, εὐσεβέσιν αὐτὸν ἀνευφημοῦσι, δαψιλῶς θεόθεν δόσεις,
χαρᾶς καὶ θείας δυνάμεως.
Δόξα.
Ἦχος πλ. β΄.
Σήμερον
φιλομαρτύρων οἱ δῆμοι πανευλαβῶς συνελθόντες, τὴν μνήμην ἑορτάσωμεν τοῦ
ἱεροάθλου Θεοδωρήτου, τοῦ ἐν Ἀντιοχείᾳ ὑπὲρ τῆς εὐσεβείας ἀθλήσαντος, οὕτω
λέγοντες· ὁ νομίμως ἀγωνισάμενος ἐν σταδίῳ, καὶ νίκης λαβὼν γέρα οὐρανόθεν, μὴ
παύσῃ ἡμῖν δωρούμενος εὐχαῖς σου Θεοῦ τὰ ἐλέη, τοῦ εὐϊλάτου καὶ πανοικτίρμονος
Παντοκράτορος.
Καὶ
νῦν. Θεοτοκίον
Τίς μὴ
μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως
ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα;
ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ
δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει
Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ
συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ
ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα,
ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ
Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ
τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ
Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης.
Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς,
καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ
ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν
ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ
κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’
αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις
καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή.
Ἦχος α΄.
Εὐφραίνου
ἐν Κυρίῳ ἡ τῶν Ἀντιοχέων χριστωνύμων ὁμήγυρις, τελοῦσα τὴν μνήμην τοῦ
Πρεσβυτέρου σου, Θεοδωρήτου τοῦ Ἱερομάρτυρος, τοῦ ἁγιάσαντος τὴν χθόνα αὐτοῦ
τῆς πατρίδος, ποταμοῖς αἱμάτων καὶ ἐν ἀγαλλιάσει βόησον· ὁ διὰ Χριστὸν
ὑπομείνας βασάνους κατωδύνους, καὶ κεφαλῆς σου ἀπότμησιν, εὔφρανον εὐχαῖς σου
ἀδιαλείπτοις τοὺς τιμῶντας τὴν μνήμην σου, πρὸς Κύριον τὸν δωρούμενον πᾶσι τὸ
μέγα ἔλεος.
Ἦχος
β΄.
Τῇ
παῤῤησίᾳ τῶν λόγων σου καὶ τῇ εὐθαρσεῖ ἐνστάσει σου, καθήδυνας Χριστωνύμους
Ἀντιοχείας, Θεοδώρητε Ἱερομάρτυς πανεύφημε· ὅθεν καὶ ἡμεῖς σὺν αὐτοῖς τὴν
μνήμην σου σήμερον ἑορτάζοντες, καὶ τὰς ἀριστείας σου ἐν τῷ σταδίῳ
μεγαλύνοντες, Χριστὸν δοξάζομεν, τὸν ἀφθαρσίας στεφάνοις σὲ ἀντιδοξάσαντα.
Ἦχος
γ΄.
Τὸν
δωρεοδότην Κύριον Θεοδώρητε ἱερόαθλε, ἐξ ὅλης ψυχῆς ἀγαπήσας ἄχρι μαρτυρικοῦ
τέλους, ἐδόξασας τῇ ἀθλήσει σου ἐν τῇ Ἀντιοχείᾳ τῇ Μεγάλῃ. Αὐτοῦ ὅθεν τοῦ
κάλλους τοῦ προσώπου ἀξιωθεὶς ἀπολαῦσαι, κατάπεμψον ἡμῖν εὐχαῖς σου
ἀδιαλείπτοις, τὰς δωρεὰς τοῦ Παρακλήτου Πνεύματος, δι’ ὧν δαψιλῶς ἐπλήσθης
πολύαθλε.
Δόξα.
Ἦχος δ΄
Εὐθαρσῶς
συνέτριψας τὴν ὀφρὺν τῶν σεβόντων, τὰ ἀναίσθητα καὶ ἄψυχα εἴδωλα, Θεοδώρητε
σθένει τῆς πίστεώς σου, πρὸς τὸν μόνον σώζειν δυνάμενον Θεάνθρωπον Κύριον.
Αὐτοῦ ὅθεν ἀξιωθεὶς ἀπολαῦσαι μορφῆς τοῦ κάλλους, ὡς Ἱερομάρτυς γενναιότατος, μὴ
παύσῃ Αὐτὸν ἡμῖν ἱλεούμενος Ἀντιοχείας Πρεσβύτερε, τοῖς ἑορτάζουσι πόθῳ τὴν
ἁγίαν μνήμην σου.
Καὶ
νῦν. Θεοτοκίον.
Ἐκ
παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ
δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
Ἱερομάρτυς στεῤῥέ, Ἀντιοχείας τῆς Μεγάλης Πρεσβύτερε, Μαρτύρων ἡ ὡραιότης, τῆς
εὐσεβείας κρηπίς, βάθρον ἀριστείας ἐν τοῖς σκάμμασι, σεπτὲ Θεοδώρητε, τῶν
εἰδώλων κατάπτωμα, τῆς τοῦ Κυρίου, ἀγαπήσεως πρόβολε, καὶ ἀλάνθαστε, κατευθῦντορ
πρὸς θέωσιν, τοῦ εὐσεβῶν πληρώματος· διὸ ἑορτάζοντες, σὴν πανακήρατον μνήμην,
καὶ καταστέφοντες ᾄσμασι, τὴν σὴν εὐτολμίαν, Ἰησοῦν δοξολογοῦμεν, τὸν σὲ
δοξάσαντα.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν
τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις,
ὁ τῶν πιστῶν στηριγμός, Ἀντιοχείας ἱερεῦ Θεοδώρητε, ὁ πλάνου καταπατήσας, ὀφρὺν
Ἰουλιανοῦ, τοὺς ἀψύχους λίθους, οἴμοι σέβοντος, ἐνστάσει τιμίᾳ σου, καὶ
ἀθλήσεως πόνοις σου, Ἱερομάρτυς, γεραρὲ καὶ τρισένδοξε, οὗ ἐκρέμασαν, ἀπηνῶς
εἰδωλόφροντες, σῶμα τὴν σάρκα ἔξεσαν, περόναις καὶ ἔταμον, κάραν ἀκμῇ τῆς
μαχαίρας, στεφανηφόρε πολύαθλε, Χριστῷ ὁ πρεσβεύων, ὑπὲρ πάντων σε τιμώντων,
ψαλμοῖς καὶ ᾄσμασι.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Μνήμην,
ἐπιτελοῦντες λαμπρῶς, τὴν παμφαῆ σου καὶ φαιδρὰν Θεοδώρητε, οἱ δῆμοι τῶν φιλεόρτων,
ἐν κατανύξει πολλῇ, σοῦ ὑμνολογοῦμεν κατορθώματα, τὸ βάθος σῆς πίστεως, καὶ τὸ
ὕψος ἀθλήσεως, σῆς παναρίστου, εὐσταλὲς ἱερόαθλε, νίκης στέφανον, ὁ θεόθεν
δεξάμενος, τῆς ἀϊδίου ἔνδοξε, καὶ πόθῳ δοξάζομεν, τὸν σὲ ἰσχύσαντα ἄθλοις,
τροπῶσαι τοὺς εἰδωλόφρονας, Θεοῦ τοῦ Ὑψίστου, Λόγον πᾶσι θεῖον σθένος, πιστοῖς
δωρούμενον.
Δόξα.
Ἦχος πλ. δ΄.
Πεπαῤῥησιασμένῃ
φωνῇ Χριστοῦ τὴν πίστιν ὁμολογήσαντα, πρὸ Ἰουλιανοῦ τοῦ ἀσεβεστάτου τυράννου,
Θεοδώρητον τὸν τῆς Ἀντιοχείας Πρεσβύτερον, εὐφημήσωμεν, ὡς πίστεως γλῶσσαν
πνευματοκίνητον, καὶ θάῤῥους φωστῆρα παμφαέστατον, ἐν εὐλαβείᾳ κραυγάζοντες· ὁ
δῶρον σεαυτὸν Χριστῷ προσάξας πολυτίμητον, καὶ ὡς ἀμνὸς σφαγιασθεὶς ἐθελόθυτος,
πρέσβευε τῷ σὲ δοξάσαντι Κυρίῳ, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος πλ. α΄ Τὸν συνάναρχον Λόγον.
Σεαυτὸν προσεκόμισας δῶρον πάντιμον, διὰ σεπτοῦ μαρτυρίου, τῷ
ἀθλοθέτῃ Χριστῷ, Θεοδώρητε ἀήττητε πρεσβύτερε, Ἀντιοχείας τῆς
κλεινῆς, τὴν ὀφρὺν ὁ καθελών, τὰ εἴδωλα λατρευόντων, ὡς Μάρτυς· ὅθεν
πρεσβεύεις, Χριστῷ ὑπὲρ τῶν εὐφημούντων σε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε
τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Πρεσβύτερε
σεπτέ, ποίμνης Ἀντιοχείας, ὁδοὺς μαρτυρικούς, ὁ ἀνύσας προθύμως, καὶ κλίνας τὴν
κάραν σου, τῶν σεβόντων τὰ εἴδωλα, ξίφει ἔλαβες, τῆς ἀφθαρσίας στεφάνους,
Θεοδώρητε, ἐκ τῶν χειρῶν τοῦ Κυρίου, Θεοῦ Παντοκράτορος.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χριστοῦ
ἐκ τῆς φθορᾶς, τοῦ λυτρώσαντος γένος, μερόπειον σεμνή, Μῆτερ σκέπε Σοὺς
δούλους, καὶ ῥύου στενώσεων, τοὺς πιστῶς μακαρίζοντας, Σὲ ὡς ἄγρυπνον, ἡμῶν ἐν
δίναις προστάτιν, παραμύθιον, ἐν λυπηροῖς τοῖς τοῦ βίου, καὶ ῥύστιν ἐκ θλίψεων.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θεοδώρητε,
Ἱερομάρτυς, ἐγκαλλώπισμα, τῶν Πρεσβυτέρων, καὶ Μαρτύρων στεῤῥοψύχων ἀγλάϊσμα, ὁ
τῶν λατρῶν τῶν εἰδώλων τὴν ἔπαρσιν, καταπατήσας ἐνστάσει τιμίᾳ σου, καὶ ἀθλήσει
σου εὐτόλμῳ ἡμῶν ἐπάκουσον, δεήσεων φωνῶν ὡς εὐσυμπάθητος.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Μητροπάρθενε,
Θεοκυῆτορ, παντευλόγητε, γλυκοφιλοῦσα, ἐν χερσὶν ἡ φιλοστόργως βαστάζουσα, τὸν
Ποιητὴν καὶ Δεσπότην τῆς κτίσεως, Λόγον Θεοῦ τοῦ Ὑψίστου περίσκεπε, τοὺς
ὑμνοῦντάς Σε ἀπαύστως καὶ ῥύου θλίψεων, καὶ πάσης περιστάσεως τοὺς δούλους Σου.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἱερομάρτυρα,
νῦν Θεοδώρητον, σεπτὸν Πρεσβύτερον, τῆς Θεουπόλεως, Ἀντιοχείας τῆς κλεινῆς
τιμήσωμεν εὐσχημόνως, τὸν σαφῶς αἰσχύναντα τοὺς τὰ εἴδωλα σέβοντας, καὶ
καθυπομείναντα τοῦ αὐχένος ἀπότμησιν, ἐν ἄκρᾳ εὐλαβείᾳ βοῶντες· χαῖρε ἱεροάθλων
κέρας.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Τὴν
σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ
Παρθένε Μαριὰμ ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων
πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ
Σοι· Χαῖρε ἡ κεχαριτωμένη.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ
Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, κατὰ Ἰωάννην (Κεφ. ιε΄ 17-ιστ΄ 2): Εἶπεν ὁ Κύριος
τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν... (Ὅρα
τὸ εἰς τὴν Λειτουργίαν τοῦ Ἁγ. Γεωργίου)
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ
Ἱεροάθλου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὸν
ἔνδοξον Ἱερομάρτυρα Θεοδώρητον, τρόπαιον ἐγείραντα Χριστοῦ πίστεως, ἐν
Ἀντιοχείας τῷ σταδίῳ εὐλαβῶς εὐφημήσωμεν, ἐκ μυχίων κραυγάζοντες· ὁ ἐν γήρᾳ
ὥσπερ ἔφηβος ἀθλήσας, καὶ στεφανίτης ἀνελθὼν πρὸς πόλου ἐπάλξεις, μὴ παύσῃ
Χριστὸν ἡμῖν ἱλεούμενος, τοῖς ἑορτάζουσι πίστει τὴν ἁγίαν μνήμην σου.
Εἶτα, οἰ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ Ἀκροστιχίς: Θεοδωρήτου,
αἶνος, τοῦ Ἱερομάρτυρος. Χ. Μ.
ᾨδὴ
α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Θεῷ προσεκόμισας, δῶρον
σαὐτὸν πολυτίμητον, σεπτὲ Θεοδώρητε, Ἀντιοχείας κλεινῆς, ἴον εὔοσμον, διὰ
στεῤῥῶν καμάτων, καὶ χαριτοβρύτου σου, κάρας ἐκτμήσεως.
Ἐξ ὕψους τὴν δύναμιν, λαβὼν
στεῤῥὲ Θεοδώρητε, τὸ θράσος ἐπάτησας, στυγνοῦ Ἰουλιανοῦ, καὶ τὰ σκάμματα,
ἐνδόξου μαρτυρίου, ἐβάδισας Ἅγιε, ὥσπερ ἀσώματος.
Οἱ σέβοντες εἴδωλα, τὸν
πολιόν σε Πρεσβύτερον, σεμνὲ Θεοδώρητε, Ἀντιοχείας κλυτῆς, ἐβασάνισαν, καὶ
ὥσπερ ἱερεῖον, ἀπέταμον κάραν σου, τὴν πανσεβάσμιον.
Θεοτοκίον.
Δυνάμεως ἔμπλησον, ἡμᾶς
Υἱοῦ τοῦ ἀχράντου Σου, Θεοῦ Παντορκάτορος, Θεογεννῆτορ σεμνή, ἵνα δίοδον
ἀνύοντες τοῦ βίου, σοφῶς καταντήσωμεν, πόλου εἰς δώματα.
ᾨδὴ
γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Ὡς δῶρον Ἀντιοχέων δήμοις,
ἐδόθης θεόθεν τιμαλφές, τρισμάκαρ Θεοδώρητε, ὁ πόθῳ δωρησάμενος, σαὐτὸν τῷ
Παντοκράτορι, διὰ τομῆς τοῦ αὐχένος σου.
Ῥοαῖς τῶν τιμίων σου
αἱμάτων, ἡγίασας χθόνα τῆς κλεινῆς, Ἀντιοχείας ἔνδοξε, Πρεσβύτερε ἧς ποίμνιον,
τὸ λογικὸν ὡδήγησας, πρὸς τὰς νομὰς ἀφθαρτότητος.
Ἡ Χάρις τοῦ θείου
Παρακλήτου, ἀνέδειξε Μάρτυρα στεῤῥόν. Σὲ τὸν φιλοῦντα Κύριον, ἐξ ὅλης τῆς
καρδίας σου, ἐξ ὅλης διανοίας σου, καὶ ἐκ ψυχῆς Θεοδώρητε.
Θεοτοκίον.
Ταμεῖον ἀδάπανον Παρθένε,
θερμῆς προστασίας εὐσεβῶν, ἑτοίμης ἀντιλήψεως, καὶ προστασίας πέφηνας, λαμπρῶς
μακαριζόντων Σε, Θεογεννῆτορ ἑκάστοτε.
Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σεπτὲ
Θεοδώρητε, Ἱερομάρτυς Χριστοῦ, τῆς πίστεως ἔνδοξε, ὀφρὺν Ἰουλιανοῦ, εὐτόλμως
ἐπάτησας, λίθους οίμοι ἀψύχους, τοῦ λατρεύοντος Πάτερ, ὁ ἐν προβεβηκυΐᾳ, ἡλικίᾳ
βαδίσας, καθάπερ νεανίας καλῶς, δρόμον ἀθλήσεως.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύστακτε
πρόμαχε, καὶ ἀντιλῆπτορ πιστῶν, πανύμνητε Δέσποινα, καταφυγὴ ἐν δεινοῖς, καὶ
κλύδωσι δούλων Σου, ῥῦσαι ἡμᾶς μανίας, τοῦ στυγνοῦ βροτοκτόνου, θλίψεως καὶ
ἀνάγκης, καὶ παντοίων κινδύνων, τοὺς κράζοντας εὐτάκτοις φωναῖς· Χαῖρε
Μητρόθεε.
ᾨδὴ
δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Οὐρανόθεν εὐλογίαν
μαρτυρίου δεξάμενος, ἤνυσας εὐτόλμως, καὶ νομίμως δρόμον ἀθλήσεως, καὶ ταῖς
χερσὶ τῶν ἀπίστων Θεοδώρητε, κάραν ἔκλινας, σὴν ἱερὰν καὶ πανσέβαστον.
Ὑμνῳδίαις μελιῤῥύτοις
καταστέφομεν μνήμην σου, τὴν λαμπρὰν στεῤῥόφρον, τῆς Ἀντιοχείας Πρεσβύτερε, ὅτι
τοὺς λάτρας εἰδώλων λόγοις ᾔσχυνας, τοῖς πανσόφοις σου, καὶ ὥσπερ ἔφηβος
ἤθλησας.
Ἀθλοφόρων κοσμιότης θεαυγῶν
Θεοδώρητε, ἐκ τοῦ Παραβάτου, Ἰουλιανοῦ χρόνοις ἤθλησας, διὰ Χριστοῦ τὴν ἀγάπην
ὥσπερ ἄσαρκος, καὶ ὑπέμεινας, τῆς κεφαλῆς σου ἀπότμησιν.
Θεοτοκίον.
Ἱλαστήριον τοῦ κόσμου
ὑπερύμνητε Δέσποινα, κεχαριτωμένη, Μῆτερ τοῦ Ὑψίστου ἐπάκουσον, ἡμῶν φωνῆς τῆς
δεήσεως καὶ λύτρωσαι, περιστάσεως, τοὺς Σὲ λαμπρῶς μεγαλύνοντας.
ᾨδὴ
ε’. Ἐξέστη τὰ σύμπαντα.
Νικήσας ἐνστάει σου, τιμίᾳ
Θεοδώρητε, Ἰουλιανὸν τὸν Παραβάτην, καὶ καταισχύνας, σῷ μαρτυρίῳ αὐτοῦ,
φερώνυμον Πάτερ ἱερέ, νικηφόρος ἔδραμες, ὑπαντῆσαι τῷ Κτίστῃ σου.
Ὁ ἄνομος τύραννος, τὴν
σάρκα σου κατέξεσε, καὶ τὸν σὸν ἀπέταμεν αὐχένα, Ἀντιοχείας, θεοειδὲς ἱερεῦ,
Μαρτύρων καλλώπισμα σεπτόν, μάκαρ Θεοδώρητε, θείας Χάριτος σκήνωμα.
Στεῤῥὲ Θεοδώρητε, ἐκρέμασαν
τὸ σῶμά σου, ἀπηνῶς οἱ λάτρεις τῶν εἰδώλων, τῶν ἀναισθήτων, καὶ ἐξεσάν σου
αὐτό, περόναις τρισμάκαρ σιδηταῖς, πίστεως Πρεσβύτερε, τοῦ Χριστοῦ γενναιότατε.
Θεοτοκίον.
Τιμῶμέν Σε πάντοτε, μελισταγέσιν
ᾄσμασι, καὶ ψαλμοῖς Κυρία Θεοτόκε, τῶν φωτομόρφων, Ἀγγέλων ὁ γλυκασμός, καὶ
πάντων μερόπων χαρμονή, ἡ ταχέως σπεύδουσα, βοηθῆσαι οἰκέταις Σου.
ᾨδὴ
στ’. Τὴν θείαν ταύτην.
Ὁδὸν στενὴν Θεοδώρητε,
ἐπόθησας ἀνῦσαι Πρεσβύτερε, τῆς ἐναθλήσεως, διὰ Χριστὸν Ὃν ἠγάπησας, ἐξ ὅλης
σου καρδίας, σεπτὲ πολύαθλε.
Ὑπὲρ Χριστοῦ θείας πίστεως,
ὑπέμεινας σαρκός σου κατάξεσιν, καὶ τοῦ αὐχένος σου, τομὴν στεῤῥῶς Θεοδώρητε,
Ἀντιοχείας Μάρτυς, τῆς Θεουπόλεως.
Ἰδεῖν Χριστὸν κατηξίωσαι,
ἰδίοις σου βλεφάροις ἐν δώμασι, πόλου μεγάλαθλε, πανευσταλὲς Θεοδώρητε, δι’ Ὃν
τὸ τίμιόν σου, αἷμα ἐξέχεας.
Θεοτοκίον.
Ἐλπὶς σεμνὴ ἀειπάρθενε,
πιστῶν Χριστιανῶν ἀκαταίσχυντε, Θεογεννήτρια, ῥῦσαι τοὺς Σὲ μακαρίζοντας,
κινδύνων κατωδύνων, καὶ περιστάσεων.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ἀντιοχείας θεουπόλεως καλλώπισμα, τὸν καθελόντα τῶν λατρῶν εἰδώλων
ἔπαρσιν, Θεοδώρητον τιμήσωμεν εὐσχημόνως, ὡς στεῤῥὸν
Ἱερομάρτυρα τῆς πίστεως, ὑπομείναντα βασάνους καὶ ἀπότμησιν, κάρας κράζοντες·
Χαίροις Μάρτυς πρεσβύτερε.
Ὁ
Οἶκος.
Ἄγγελοι
καθορῶντες, Θεοδώρητε ἄθλους, ἐξέστησαν τοὺς σοὺς ἐν σταδίῳ, καὶ ἀγέλης τῆς σῆς
λογικῆς, ἐν Ἀντιοχείᾳ ἄρνες πανθαύμαστε, τὴν ἔνδοξόν σου ἄθλησιν, καὶ ἔκραζον
ἐν εὐλαβείᾳ·
Χαῖρε,
τὸ κλέος τῶν Πρεσβυτέρων·
χαῖρε,
τὸ κῦδος τῶν Ἀθλοφόρων.
Χαῖρε,
τῶν λατρῶν τῶν εἰδώλων τὸ σύντριμμα·
χαῖρε,
θεαυγῶν ἱερέων ἐκτύπωμα.
Χαῖρε,
ὅτι κατεπάτησας θράσος Ἰουλιανοῦ·
χαῖρε,
ὅτι πᾶσιν ἔδειξας, χάριν τὴν ἐν σοὶ Χριστοῦ.
Χαῖρε,
ὁ ὑπομείνας τοῦ σαρκίου σου ξέσιν·
χαῖρε,
ὁ καταδείξας τοῖς ἀπίστοις σὴν πίστιν.
Χαῖρε,
Μαρτύρων ἴον ἡδύπνευστον·
χαῖρε,
Χαρίτων θείων κυάθιον.
Χαῖρε,
κρατὴρ ὁ κιρνῶν ἀριστείας·
χαῖρε,
λαμπτὴρ παμφαὴς εὐτολμίας.
Χαίροις,
Μάρτυς πρεσβύτερε.
Συναξάριον.
Τῇ Γ΄ τοῦ αὐτοῦ Μηνός,
Μνήμη τοῦ Ἁγίου
Ἱερομάρτυρος Θεοδωρήτου, πρεσβυτέρου Ἀντιοχείας
Χωρεῖν
ἔχει που τῆς Ἐδὲμ τὸ χωρίον,
καὶ τὸν Θεοδώρητον ἔνδον τὸν μέγαν.
καὶ τὸν Θεοδώρητον ἔνδον τὸν μέγαν.
Οὗτος ἦν Πρεσβύτερος τῆς ἐν Ἀντιοχείᾳ Ἐκκλησίας. Ὅτε ὁ θεῖος τοῦ
Παραβάτου Ἰουλιανοῦ, Ἰουλιανὸς καὶ αὐτὸς ἐπονομαζόμενος, Χριστιανὸς πρότερον ὢν
καὶ ἀναγνώστης τῆς ἐν Ἀντιοχείᾳ Μεγάλης Ἐκκλησίας, ἠσπάσθη τὴν εἰδωλολατρείαν,
κατεδίωξε καὶ διεσκόρπισε τὸ ἱερατεῖον τῆς πόλεως, καὶ τὰ ἱερὰ τῶν βασιλέων
ἀναθήματα κατέστρεψε, παρέμεινε μετ’ ὀλίγων Χριστιανῶν ἐν Ἀντιοχείᾳ ὁ
Πρεσβύτερος Θεοδώρητος. Συλλαβὼν αὐτὸν ὁ ἀσεβὴς Ἰουλιανὸς ἐκρέμασε καὶ
προσέταξε τοὺς αὐτοῦ στρατιῶτας τὰς σάρκας αὐτοῦ καταξέειν. Ἀγωνισθεὶς μάτην
μετάστρεψαι τὸ εὐσεβὲς αὐτοῦ φρόνημα ἀπηνῶς τὴν κεφαλὴν αὐτοῦ ἀπέταμε.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Εὐτροπίου, Κλεονίκου
καὶ Βασιλίσκου
Ὁ
χρηστὸς ἡμῖν Εὐτρόπιος τοὺς τρόπους,
ἐφεῦρε Χριστὸν καὶ τέλους διὰ ξίφους.
Καὶ Κλεόνικος εὐκλεᾶ νίκην ἔχει,
Σταυρῷ κρεμασθείς, ὡς Χριστός μου πάλαι.
Εἱρκτὴν τὸ σῶμα καὶ πρὸ τῆς εἱρκτῆς ἔχων,
εἱρκτῶν λυτροῦται Βασιλίσκος ἐκ δύο.
ἐφεῦρε Χριστὸν καὶ τέλους διὰ ξίφους.
Καὶ Κλεόνικος εὐκλεᾶ νίκην ἔχει,
Σταυρῷ κρεμασθείς, ὡς Χριστός μου πάλαι.
Εἱρκτὴν τὸ σῶμα καὶ πρὸ τῆς εἱρκτῆς ἔχων,
εἱρκτῶν λυτροῦται Βασιλίσκος ἐκ δύο.
Οὗτοι
ὑπῆρχον κατὰ τοὺς καιροὺς Μαξιμιανοῦ, συστρατιῶται καὶ συγγενεῖς τοῦ Ἁγίου
Μάρτυρος Θεοδώρου τοῦ Τήρωνος, ἐκ τῆς Καππαδοκῶν ὄντες χώρας. Παρίστανται οὖν
Ἀσκληπιοδότῃ τῷ ἡγεμόνι, καὶ τύπτονται σοφδρῶς. Ὁ δὲ Ἅγιος Εὐτρόπιος κατὰ τοῦ
στόματος λαμβάνει πληγάς, ὅτι τὸν ἡγεμόνα ἐξύβρισεν. Ἔνθα οἱ μὲν τύπτοντες
ἐξελύθησαν διὰ τὸ σύντονον τῆς βασάνου· οἱ δὲ Μάρτυρες, ἐπιφανέντος αὐτοῖς τοῦ
Κυρίου καὶ τοῦ ἐνδόξου Μάρτυρος Θεοδώρου, γεγόνασιν ὑγιεῖς. Ἐπεὶ οὖν τῇ
παραδοξοποιΐᾳ ταύτῃ πολλοὶ ἐπίστευσαν τῷ Χριστῷ, τὴν διὰ ξίφους δέχονται
τελευτήν. Μεταβαλλομένου οὖν τοῦ ἡγεμόνος, καὶ κολακείαις ἐπιχειροῦντος τὸν
Ἅγιον Κλεόνικον μεταθέσθαι ἀπὸ τῆς εἰς Χριστὸν πίστεως, καὶ τὰ μὲν
ὑπισχνουμένου, τὰ δὲ καὶ διδόντος, οὐδέν τι μᾶλλον ὁ Ἅγιος μαλακισθείς, ἀλλὰ
καὶ παροξυνθείς, κατεγέλασε μὲν τῆς ἀνοίας τοῦ ἡγεμόνος, κατεχλεύασε δὲ τὴν τῶν
εἰδώλων ἀσθένειαν· ὅθεν, θυσίας αὐτοῖς ἐπιτελουμένης, διὰ προσευχῆς τὸ ξόανον
κατέβαλε τῆς Ἀρτέμιδος. Ἐκκαεῖσαν οὖν πίσσαν καὶ ἄσφαλτον, ἐν τρισὶ λέβησι,
κατέχεον ἐπ’ αὐτούς· καὶ αὐτοὶ μὲν ἀλώβητοι διεφυλάχθησαν, οἱ δὲ ὑπουργοὶ καὶ
ὑπηρέται τῶν τοιούτων κατεφλέχθησαν. Εἶτα σταυροῦνται Κλεόνικος καὶ Εὐτρόπιος,
καὶ τελειοῦνται· ὁ δὲ Ἅγιος Βασιλίσκος ἐν τῇ φρουρᾷ τεθείς, μετὰ χρόνον τινὰ
καὶ αὐτὸς τελειοῦνται.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Ζήνωνος καὶ Ζωΐλου
Ζωῆς λύσις Ζήνωνι καὶ τῷ
Ζωΐλω
ζωῆς ὑπῆρξε κρείττονος παραιτία.
ζωῆς ὑπῆρξε κρείττονος παραιτία.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Πιαμοῦν τῆς παρθένου
Κροσσωτὰ
χρυσᾶ Πιαμοῦν μελαμφόρος,
τὰς ἀρετὰς ἄπεισιν ἠμφιεσμένη.
τὰς ἀρετὰς ἄπεισιν ἠμφιεσμένη.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ἀλεξάνδρας τῆς ἐξ Ἀλεξανδρείας
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάννου Πατριάρχου Γεωργίας
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἐννέα Μαρτύρων τῶν ἐκ Γεωργίας
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς
Εἰκόνος τῆς Θεοτόκου τοῦ Βολοκολὰμσκ τῆς Ῥωσίας.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Ῥείθροις αἵματος σοῦ θείου
Θεοδώρητε κατεπορφύρωσας, Ἀντιοχείας κλεινῆς, τὴν χθόνα καὶ ηὔφρανας, στεῤῥᾷ
ἐνστάσει σου, τὴν ἀγέλην σου, τὴν λογικὴν Πρεσβύτερε, ἐνθεώτατε καὶ πρᾶε.
Ὄλβος πάντιμος ἐδείχθης
θείας πίστεως καὶ πολυτίμητος, τῆς ἀρετῆς θησαυρός, σεμνὲ Θεοδώρητε, ὁ δι’
ἀθλήσεως, σοῦ τὸ πρόσκαιρον, σφραγίσας βίον ἔνδοξε, ὑπὲρ πίστεως Κυρίου.
Μάρτυς ἄριστε τῷ ξίφει
Θεοδώρητε σὴν κάραν ἔκλινας, στυγνῶν εἰδώλων λατρῶν, ὡς πρόβατον ἄμωμον,
Χριστοῦ τῆς πίστεως, καὶ ὡς ἄμεμπτον, καὶ καθαρὸν Πρεσβύτερε, ἱερεῖον Ἀθλοφόρε.
Θεοτοκίον.
Ἀειπάρθενε Χριστὸν ἡμῖν
ἱλέωσαι τὸν θεῖον Τόκον Σου, τοῖς καθ’ ἑκάστην ψαλμοῖς, καὶ ὕμνοις ἐμπρέπουσι,
Σὲ μακαρίζουσιν, καταφύγιον, ὡς σταθηρὸν τῶν δούλων Σου, ἐν κινδύνοις καὶ
ἀνάγκαις.
ᾨδὴ
η’. Παῖδας εὐαγεῖς.
Ῥάβδῳ Θεοδώρητε λιτῶν σου,
ἐνθέρμων καὶ προστασίας ἀνυστάκτου σου, πάντας ἐπιστήριζε, ἀκλινῶς τιμῶντάς σε,
καὶ μνήμην ἐκτελοῦντάς σου, τὴν πανσεβάσμιον, εὐτάκτοις μελῳδίαις καὶ ὕμνοις,
ἱερεῦ θεόφρον, κλυτῆς Ἀντιοχείας.
Τεῖχος Θεοδώρητε ἀνδρείας,
καὶ στῦλος στεῤῥοψυχίας ἀδιάσειστος, πέφηνας πολύαθλε, Μάρτυς τῶν προσφύγων
σου, τῶν κλονουμένων Ἅγιε, ἐν βίῳ πάντοτε, Πρεσβύτερε τῆς Ἀντιοχείας, ὁ Χριστοῦ
τὴν πίστιν, σοῖς ἄθλοις μεγαλύνας.
Ὕμνοις Θεοδώρητε εὐτάκτοις,
καὶ ᾄσμασι μελιῤῥύτοις μεγαλύνομεν, τοὺς ἀρίστους ἄθλους σου, ἐν σταδίῳ ἔνδοξε,
καὶ μνήμην σου τὴν πάμφωτον, καὶ πανσεβάσμιον, εἰδώλων τῶν λατρῶν ἡ αἰσχύνη,
καὶ τῶν Χριστωνύμων, ἀγλάϊσμα τὸ μέγα.
Θεοτοκίον.
Ῥῦσαι πειρασμῶν τοὺς Σοὺς
οἰκέτας, πανύμνητε Θεοκῦμον Μητροπάρθενε, βλάβης τοῦ ἀλάστορος, καὶ δεινῶν καὶ
θλίψεων, τοὺς ὕμνοις μεγαλύνοντας, τὰ Σὰ θαυμάσια, καὶ Τόκον Σου δοξάζοντας
θεῖον, τὸν δεδοξαμένον, Θεοῦ Ὑψίστου Λόγον.
ᾨδὴ
θ’. Ἅπας γηγενής.
Ὄμβρισον ἡμῖν, σεπτὲ
Θεοδώρητε, τῆς θείας Χάριτος, ὑετὸν τοῖς μέλπουσιν, ἐν τῷ σταδίῳ τὰ σὰ
κατορθώματα, καὶ σὴν λαμπρὰν ἐνάθλησιν, δι’ ἧς ἠγλάϊσας, τοῦ Κυρίου, πίστιν τὴν
πανάμωμον, εὐσεβεῖς πρὸς Αὐτὸν τὴν ἀπάγουσαν.
Σὲ τὸν θεαυγῆ, Πρεσβύτερον
μέλποντες, τὸν καταισχύναντα, εἴδωλα τοὺς σέβοντας, καὶ ἐν σταδίῳ λαμπρῶς
ἀθλήσαντα, τρισμάκαρ Θεοδώρητε, ἀπεκδεχόμεθα, τὰς ἐνθέρμους, πρὸς Θεὸν
πρεσβείας σου, τὸν δωρούμενον πᾶσι τὸ ἔλεος.
Χαῖρε Ἀθλητά, Χριστοῦ θείας
πίστεως, ὁ ἐναθλήσει σου, μάκαρ Θεοδώρητε, καταγλαΐσας τὴν Ἀντιόχειαν, βοῶντες
καταφεύγομεν, ἐν περιστάσεσι, σαῖς πρεσβείαις, πρὸς Θεὸν τὸν εὔσπλαγχνον,
ἀφθαρσίας βραβεῖα τὸν νέμοντα.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, τοῦ Λόγου
φιλόστοργε, θερμὸν προσφύγιον, τῶν μεγαλυνόντων Σε, καὶ θλιβομένων τὸ
καταφύγιον, ἐξ ὕψους θείας δόξης Σου, ἡμῖν κατάπεμψον, τοῦ Υἱοῦ Σου, ἔλεος τὸ
ἄμετρον, καὶ πληθὺν οἰκτιρμῶν παντευλόγητε.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Ἀντιοχείας
ἄγρυπνε, Πρεσβύτερε παρέδωκας, σαὐτὸν ὡς δῶρον Κυρίῳ, τῷ θείῳ ἀγωνοθέτῃ, διὰ
στεῤῥᾶς ἀθλήσεως, τρισμάκαρ Θεοδώρητε, καὶ κεφαλῆς τιμίας σου, ἀποτομῆς
καλλιμάρτυς, λατρῶν εἰδώλων αἰσχύνη.
Θεοτοκίον.
Ἀπαύστως
τοὺς οἰκέτας Σου, εὐλόγει καὶ Ἁγίαζε, καὶ τήρει τοῦ μισοκάλου, τοῦ δυσμενοῦς
ἐπηρείας, ἀπήμονας Μητρόθεε, λαμπρῶς Σὲ μεγαλύνοντας, καὶ ἀκλινῶς γεραίροντας,
Θεοδωρήτου τοὺς ἄθλους, λευΐτου Ἀντιοχείας.
Αἶνοι.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Κατήσχυνας
Ἰουλιανόν, εὐσθενεῖ ἐνστάσει σου, καὶ μαρτυρίου σου σκάμμασι, θεῖε Πρεσβύτερε,
τῆς Ἀντιοχείας, μάκαρ Θεοδώρητε, ὁ ῥείθροις πορφυρώσας αἱμάτων σου, τὴν
διπλοΐδα σου, καὶ ὁδοὺς τῆς Θεουπόλεως, ἧς τὴν ποίμνην, κατηύφρανας ἄθλοις σου.
Θεῷ
ὥσπερ δῶρον τιμαλφές, σεαυτὸν παρέδωκας, περικλεὲς Θεοδώρητε, εὖχος τῆς
πίστεως, εὐσεβείας βάθρον, καὶ κρηπὶς συνέσεως, ἀθλήσας ἱερεῖον ὡς ἄμωμον, καὶ
νίκης στέφανον, ἀμαράντινον δεξάμενος, οὐρανόθεν, τρισμάκαρ Πρεσβύτερε.
Αἰσχύνας
τὸν Ἰουλιανόν, λόγοις ὑπερσόφοις σου, καὶ μαρτυρίου σου σκάμμασι, τὸν
εἰδωλόφρονα, ἔκλινας μαχαίρᾳ, τὴν αὐτοῦ αὐχένα σου, καὶ ὡς ἀμνὸς σεπτὲ
Θεοδώρητε, Μάρτυς πολύαθλε, κατεσφάγης ἵνα στέφανον, ἀπολάβῃς, θεόθεν
χρυσόπλοκον.
Τὴν
πάνσεπτον μνήμην σου λαμπρῶς, ἐκτελοῦντες σήμεορν, τῶν Χριστωνύμων οἱ σύλλογοι,
ἐκδυσωποῦμέν σε· τῆς Ἀντιοχείας, θαυμαστὲ Πρεσβύτερε, θεόφρον Θεοδώρητε χάριν
σου, θείαν κατάπεμψον, ἐφ’ ἡμᾶς τοὺς μεγαλύνοντας, μαρτυρίου, ἀρίστου σου
σκάμματα.
Δόξα.
Ἦχος πλ. α΄.
Ὁ
ἐνστάσει σου καταισχύνας εἰδώλων τοὺς λάτρας, καὶ φοινίξας σοῖς αἵμασι
Ἀντιοχείας τὰς ῥύμας, σὴν λογικὴν ποίμνην ηὔφρανας Πρεσβύτερε Θεοδώρητε· ὅθεν
ἡμεῖς τὴν μνήμην σου ἑορτάζοντες, καὶ τὰς ἀριστείας σου μεγαλύνοντες, τὰς
θεοπειθεῖς πρεσβείας σου ἐκδεχόμεθα, πρὸς ψυχῶν σωτηρίαν καὶ ζωὴν τὴν αἰώνιον.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον
Χαίροις ἱερόαθλε θαυμαστέ, τῆς Ἀντιοχείας, Θεοδώρητε ὁ τομήν, κάρας ὑπομείνας, διὰ Χριστοῦ τὴν δόξαν,
πρεσβύτερε γενναῖε, πίστεως σέμνωμα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου