Παρασκευή 31 Αυγούστου 2018

ΦΕΒΡΟΥΑΡΙΟΣ 16. ΑΓΙΟΣ ΙΓΝΑΤΙΟΣ ΜΑΡΙΟΥΠΟΛΕΩΣ ΑΚΟΛΟΥΘΙΑ


ΦΕΒΡΟΥΑΡΙΟΣ ΙΣΤ΄!!
ΙΓΝΑΤΙΟΣ ΜΑΡΙΟΥΠΟΛΕΩΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)
https://www.kythnos.gr//wp-content/uploads/2018/11/%CE%91%CE%93-%CE%99%CE%93%CE%9D%CE%91%CE%A4%CE%99%CE%9F%CE%A3-%CE%9C%CE%91%CE%A1%CE%99%CE%9F%CE%A5%CE%A0%CE%9F%CE%9B%CE%95%CE%A9%CE%A3-%CE%95%CE%9A-%CE%9A%CE%A5%CE%98%CE%9D%CE%9F%CE%A5.jpg
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Ἰγνάτιε Πάτερ εὐκλεές, τῆς Μαριουπόλεως, κοσμῆτορ καὶ θείας πίστεως, στεῤῥὸν ἑδραίωμα, ὁλικῇ ἐφέσει, σῆς ψυχῆς ἠγάπησας, Χριστὸν καὶ ὡς Μωσῆς ἄλλος ἴθυνας, λαὸν Ὀρθόδοξον, ἐν σκοτείᾳ κατακείμενον, μισόχριστον, πρὸς φῶς ἀπελεύθερον.

Ἰγνάτιε γόνε ἱερέ, νήσου Κύθνου ἤνθησας, βλαστὸς ὡς θεῖος μυρίπνοα, ἀγάπης λείρια, πρὸς Θεὸν τῶν ὅλον, καὶ πρὸς πάντα ἔγγιστα, χορείαν καθηδύνων χριστώνυμον, τῆς εὐψυχίας σου, εὐωδία καὶ φρονήματος, Ὀρθοδόξου, ὀδμαῖς σου πανύμνητε.

Ἰγνάτιε σκεῦος ἐκλογῆς, ὡς ποιμὴν ἀνύστακτος, καὶ Ἱεράρχης θεόπνευστος, σαὐτὸν ἐκδέδωκας, εἰς διακονίαν, λογικῆς ἀγέλης σου, Γορθίας καὶ Κεφᾶ παναοίδιμε· ὅθεν ἀκρώρεια, ποιμασίας ὤφθης Ὅσιε, καὶ ἡγήτωρ, λαοῦ ἐνθεώτατος.

Ἰγνάτιε Πάτερ ἱδρυτής, τῆς Μαριουπόλεως, καὶ πολιοῦχος καὶ ἔφορος, καὶ κλέος πέφηνας· σὺ γὰρ ὁδηγήσας, τῶν Ἑλλήνων τάγματα, ἐκ τῆς Ἄγαρ ἐκγόνων δουλώσεως, Μωσῆς ὡς ἕτερος, μέσω πειρασμῶν καὶ θλίψεων, ἐλευθέραν εἰς χθόνα περίδοξε.

Δόξα. Ἦχος β΄.
Πατρικῶς προϊστάμενος τῆς λογικῆς σου ἀγέλης, σοφῶς αὐτὴν καθοδήγησας, ἐκ τῆς κοιλάδος τοῦ κλαυθμῶνος, πρὸς τὰς ἀκτὰς τῆς Ἀζοφικῆς τὴν γῆν τῆς ἐλευθερίας. Σὺ γὰρ ἔχων ἀρωγὸν καὶ ἰθύντειραν, τὴν ἀειπάρθενον Κυρίαν Θεοτόκον, σεαυτῇ καθιέρωσας τὴν πόλιν τῶν προσδοκιῶν σου, τὴν κλεινὴν Μαριούπολιν. Μὴ οὖν παύσῃ οὐρανόθεν ἐποπτεύων σὴν ποίμνην, ὡς καὶ πάντα Ὀρθόδοξον μυστικῶς τιμῶντά σε, καὶ τὰς πρὸς Κύριον θεοειπειθεῖς ἐκδεχόμενον πρεσβείας σου.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.


Εἰς τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὡς πάλαι Μωϋσῆς, ἐκ τῆς χθονὸς Αἰγύπτου, πρὸς γῆν ἐπαγγελίας, ὡδήγησας λαόν σου, πρὸς τὴν χαρὰν Ἰγνάτιε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Θεῖε ἀρχιερεῦ, Κεφᾶ καὶ τῆς Γοτθίας, τῆς Ἐκκλησίας στῦλος, ἀρτίως ὤφθης μάκαρ, ἀκράδαντος Ἰγνάτιε.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Σκῆνός σου τὸ σεπτόν, ἀεὶ καθαγιάζει, Ἀζοφικῆς τὴν χθόνα, Ἰγνάτιε καὶ πόλιν, λαμπρὰν Μαριουπόλεως.

Δόξα. Τριαδικόν.
Χαῖρε Τριὰς σεπτή, ἐλευθερίας ἧμαρ, ἀπαύστως δωρουμένη, τοῖς Σὲ δοξολογοῦσι, καρδίᾳ τε καὶ χείλεσι.

Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε Μῆτερ Θεοῦ, τοῦ Ἰγνατίου γέρας, φερωνυμοῦσαν πόλιν, καθιερώσαντός Σοι, Παρθένε Μαριούπολιν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Μωϋσέως μιμούμενος τρόπους ἴθυνας, ἐξ ὑποδούλου Κριμαίας, ζυγῷ τῶν Ἄγαρ υἱῶν, Ὀρθοδόξων τὴν πληθὺν πρὸς  Μαριούπολιν, ἀρχιερεῦ θεοειδές, καὶ ἀνύστακτε ποιμήν, Ἰγνάτιε γενναιόφρον· διὸ σὸν σθενος τιμῶμεν, ψυχῆς λιτάς σου ἐξαιτούμεθα.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.









ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ’. Ἔδωκας σημείωσιν.
Πάτερ ἐνθεώτατε, ἱεροφάντα Ἰγνάτιε, τῆς Κριμαίας ὑπόδουλον, λαὸν τὸν Ὀρθόδοξον, τοῖς υἱοῖς τῆς Ἄγαρ, ἴθυνας ἐν μέσῳ, δυσχερειῶν παντοδαπῶν, θανάτων Πάτερ λοιμῶν καὶ θλίψεων, πρὸς τὰς ἀκτὰς πανεύφημε, Ἀζοφικῆς ἔνθα ἵδρυσας, εὐψυχία ἀῤῥητῳ σου, τὴν κλεινὴν Μαριούπολιν.

Ἔρεισμα τῆς πίστεως, Ὀρθοδοξίας προτείχισμα, εὐσεβείας κειμήλιον, καὶ ὄλβος ἀσύλητος, ὤφθης Ἐκκλησίας, τῆς ἁγιωτάτης, ἐξ ἧς πηγάζει δαψιλῶς, ἡ εὐλογία Θεοῦ Ἰγνάτιε, τρανῶς ὥσπερ ἐδίδασκες, ἀρχιερεῦ ἐνθεώτατε, ἐκ βαθέος ὡς φρέατος, ἐπὶ πάντας τοὺς μέροπας.

Ἔχων τὴν πανάχραντον, Παρθένον μάκαρ Ἰγνάτιε, τῆς ἐξόδου ὑπέρμαχον, λαοῦ σου θειότατε, ἐκ τῆς γῆς Κριμαίας, πρὸς τὰς ἐλευθέρας, τῆς Ῥωσικῆς Ἀζοφικῆς, ἀκτὰς παρεῖδες, σαρκὸς κακώσεις σου, καὶ γογγυσμοὺς καὶ δάκρυα, ἐμπεριστάτου ποιμνίου σου, τὴν ἐλπίδα σου ἅπασαν, εἰς τὴν Δέσποιναν θέμενος.

Εἶδες ἐν ὁράματι, τὸν θεῖον Ἱερομάρτυρα, Χαραλάμπη τὸν ἔνδοξον, πανώλην διώκοντα, ἐκ πεζοποροῦντος, πλήθους Ὀρθοδόξων, μὴ ὑποφέροντος δεινά, ἐκ τοῦ χειμῶνος, καὶ ψύχους Ἅγιε, θεόσοφε Ἰγνάτιε· μεθ’ οὗ ἀπαύστως ἱκέτευε, ψυχικῆς ἀπαλλάξαι με, δυσθυμίας καὶ θλίψεως.

Ἄνδρα τιμιώτατον, ἀγγελικὴν ὄψιν ἔχοντα, ὁσιώτατον εὔψυχον, ἁγνὸν εὐσυμπάθητον, ταπεινὸν καὶ πρᾶον, ἔγνωμέν σε πάντες, ἱερομύστα θαυμαστέ, ποιμένων κῦδος, σεπτὲ Ἰγνάτιε, λαὸν γὰρ τὸν Ὀρθόδοξον, ὡς Μωϋσῆς ἄλλος ἴθυνας, μέσω πόνων καὶ θλίψεων, πρὸς τὴν γῆν τὴν εὐφρόσυνον.

Μνήμην τὴν ἁγίαν σου, καὶ παμφαῆ ἑορτάζοντες, εὐγνωμόνως Ἰγνάτιε, τιμῶμεν ἀγῶνάς σου, οὓς ἐν ταπεινώσει, ἔτλης ἱεράρχα, ὑπὲρ λαοῦ σου εὐσεβοῦς, Μαριουπόλεως ἐγκαλλώπισμα, καὶ πόθῳ ἀνακράζομεν· μὴ διαλίπῃς ἀείποτε, δυσωπῶν τὸν παντάνακτα, ὑπὲρ πάντων ὑμνούντων σε.




Δόξα. Ἦχος πλ. β΄.
Ὡς νοητὸς πυρφόρος ἄνθραξ, ἐθέρμανας τὰς ψυχὰς τοῦ λογικοῦ ποιμνίου σου, τὰς ἐν τῷ ψύχει τῆς δουλείας χειμαζομένας, τῶν ἀπογόνων τῆς Ἄγαρ Ἰγνάτιε παναγιώτατε, μιμητὴς γὰρ ὑπάρχων τοῦ ἀρχιποίμενος Χριστοῦ, καὶ τρίβοις ἀκολουθῶν Μωϋσέως, πρότυπον γέγονας ἰθύντορος καὶ ψυχῶν οἰακοστρόφου. Διαλάμψας οὖν ἐν ἀρεταῖς καὶ σοφίᾳ καὶ διακρίσει, κατ’ ἀξίαν ἐδέξω τὴν χάριν πρεσβεύειν, τῷ ἀκροτάτῳ τῶν ἐφετῶν Κυρίῳ τῆς δόξης, ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. δ΄, 10-19)
κουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους, καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου· ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς. ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα, ἐὰν δὲ τρέχῃς οὐ κοπιάσεις. ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου. ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων· ἐν ᾧ ἂν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ᾿ αὐτῶν καὶ παράλλαξον. οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν, ἀφῄρηται ὁ ὕπνος αὐτῶν, καὶ οὐ κοιμῶνται· οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται. αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα· αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασι πῶς προσκόπτουσιν.











Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. α΄, 1-10)
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι, καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει τοὺς ἄφρονας. ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι κατάχρεῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. φιλάνθρωπον γὰρ πνεῦμα σοφία καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην, καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα, καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήςῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  













Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ τῶν Ὀρθοδόξων ἡ ὁμήγυρις, τελοῦσα τὴν μνήμην τοῦ σοφοῦ Ἱεράρχου, καὶ ἱδρυτοῦ τῆς Μαριουπόλεως, Ἰγνατίου τοῦ οὐρανόφρονος. Οὗτος γὰρ εἰς τὸ ὕψος ἀρθεὶς τῶν περιστάσεων, χειμαζομένων καὶ δεινῶς στενόντων, ἐπώφθη ἀνύστακτος προστάτης, καὶ χειραγωγὸς σταθηρὸς ἐκ τῆς δουλείας πρὸς χώραν ἐλευθέραν. Καὶ νῦν Χριστοῦ τῷ θρόνῳ παριστάμενος, τοῦ κα’ ἀξίαν πᾶσι νέμοντος τὰ γέρα, καὶ Αὐτοῦ τὸ ἄῤῥητον ἀπολαύων κάλλος, ἐκτενῶς Αὐτῷ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Τῆς Κύθμνου τὸ νεαυγέστατον ἄστρον, καὶ Ἐκκλησίας τὸν νεολαμπέστατον φωστῆρα, Ἰγνάτιον τὸν ἱεράρχην καὶ Μαριουπόλεως εὖχος, οἱ πιστοὶ ἀξιοχρέως εὐφημήσωμεν. Οὗτος γὰρ ἀκτῖσι ἀκραιφνοῦς φρονήματος, καὶ βολαῖς στεῤῥοψυχίας καὶ πίστεως τῆς ἁγίας, τὸν ὑπὸ ζυγὸν μισοχρίστων στένοντα, Ὀρθόδοξον λαὸν τῆς Κριμαίας κατέφωτισε. Καὶ νῦν ὡς τοῦ παμφώτου στερεώματος τῶν οὐρανῶν, κληρονόμος γενόμενος, Χριστῷ τῷ Θεῷ ἀδιαλείπτως πρεσβεύει, διασκεδάσαι ἡμῶν τὴν σκοτομήνην τῶν δεινῶν καὶ τῶν θλίψεων.

Ἦχος γ΄.
Τὴν ματαιότητα τῶν ἐγκοσμίων καὶ προσύλων ἐνωρὶς ἐννοήσας, μοναχικῆς πολιτείας ἠκολούθησας τρίβοις, καὶ ἐν τῷ Ἁγίῳ ἠσκήσω θεαρέστως Ὄρει· ἀνελθὼν εἶτα τῆς ἱερωσύνης καὶ ἀρετὴς τὰς βαθμίδας, ποιμὴν θεοπρόβλητος Γοτθίας καὶ Κεφᾶ ἐχρημάτισας Ἰγνάτιε, καὶ νῦν Μαριουπόλεως προστάτης πέλων, τοὺς προσκυνοῦντας τὴν σορὸν τῶν λειψάνων σου εὐλόγει, καὶ δίδου αὐτοῖς τὰ πρὸς σωτηρίαν αἰτήματα, καὶ ζωὴν τὴν αἰώνιον.

Δόξα. Ἦχος δ΄.
Τῇ προστασίᾳ καταφεύγων τῆς ἀειπαρθένου Μαρίας, καὶ ἀρωγὸν ἐν τοῖς κινδύνοις τῆς ἐξόδου σῆς ποίμνης, πρὸς τὴν γῆν τῆς ἐλευθερίας ἔχων τὸν θαυματουργὸν Χαραλάμπη, ἐπέτυχες Μαριούπολιν ἱδρῦσαι τὴν περιώνυμον Ἰγνάτιε. Μὴ οὖν παύσῃ Χριστῷ ὑπὲρ ἡμῶν ἀναφέρων δεήσεις, τῶν ὡς ἀπλανῆ ποδηγέτην καὶ ἄγρυπνον ποιμένα τιμώντων σε, ἵνα τοῦ βίου τὸ πέλαγος ἀφόβως διαπλεύσομεν παναοίδιμε, καὶ εὕρομεν ἔλεος ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

Καὶ νῦν. Θεοτοκίον
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.


Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Χαίροις, Ἱεραρχῶν καλλονή, Γοτθίας πάσης καὶ Κεφᾶ θεοπρόβλητε, ποιμὴν καὶ τῶν στεναζόντων, ἐν τῇ Κριμαίᾳ πιστῶν, Ὀρθοδόξων Πάτερ, μέγα στήριγμα, Μωσῆς γὰρ ὡς ἕτερος, σὴν ἀγέλην κατηύθυνας, τὴν λογικήν σου, πρὸς τὴν νῦν Μαριούπολιν, ἣν ἐδόμησας, καὶ σοφῶς ἀφιέρωσας, τῇ ἀκλινεῖ προστάτιδι, τοῦ κόσμου καὶ φύλακι, ἐμπεριστάτων ἁπάντων, Δεσποίνῃ Θεογεννήτορι· μεθ’ ἧς ἐκδυσώπει, τὸν Χριστὸν διδόναι πᾶσι, τὸ μέγα ἔλεος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαίροις, τῆς νήσου Κύθνου βλαστέ, Ἁγίου Ὄρους ἐνδιαίτημα πάντιμον, θειότατε ἱεράρχα, τῆς Ἐκκλησίας Χριστοῦ, ὁ τῆς πλάνης σώσας, καὶ δουλώσεως, τῆς Ἄγαρ ἀγέλην σου, τῆς Κριμαίας τὴν ἔλλογον, καὶ καθιδρύσας, τὴν κλεινὴν Μαριούπολιν, θεοφόρητε, ἀρχιθύτα Ἰγνάτιε· ὅθεν πανηγυρίζοντες, τὴν πάνσεπτον μνήμην σου, ἀναβοῶμεν δυσώπει· Χριστὸν ἡμῖν δοῦναι ἅπασιν, ὁμόνοιαν ῥώμην, καὶ ἰσχὺν κατατροπῶσαι, τὸν πολυμήχανον.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Μνήμην τὴν σὴν τελοῦντες λαμπρῶς, Μαριουπόλεως προστάτα καὶ ἔφορε, Ἰγνάτιε θεοφόρε, ἀγνωμοσύνην λαοῦ, ὁ δεχθεὶς ἀγάπης ὡς ἀντίδωρον, τῆς σῆς· δι’ ἧς ἔσωσας, ἐκ τῆς Ἄγαρ δουλώσεως, τοὺς Ὀρθοδόξους, δέξαι τόδε μελώδημα, καὶ ἀξίωσον, εὐγνωμόνως τὸν Κύριον, δοξολογεῖν ἀείποτε, ἡμᾶς τοὺς ἐν ᾄσμασι, τοὺς σοὺς τιμίους καμάτους, καὶ ἀγωγὴν μεγαλύνοντας, πρὸς κτῆσιν σοφίας, καὶ χαρᾶς κληρονομίαν, τῆς ὑπὲρ ἔννοιαν.

Δόξα. Ἦχος πλ. δ’.
Τὸν ἐκ παιδὸς ἀγαπήσαντα τὸν Κύριον, καὶ ἱεράρχην ἀναδειχθέντα θεόσοφον, τὸν καλῶς προεστῶτα ἐν κινδύνοις τῆς αὐτοῦ ποίμνης, Ἰγνάτιον Μαριουπόλεως τὸ εὖχος μακαρίσωμεν, πιστῶς κραυγάζοντες· κοσμῆτορ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας νέε, ὡς σκεῦος εὔχρηστον τοῦ Ἁγίου Πνεύματος, καὶ ποιμὴν ἀνύστακτος, ἠξιώθης οὐρανίου ἀπολαῦσαι δόξης ἐν πόλῳ, καὶ πρεσβευτὴς ἡμῶν γενέσθαι πρὸς Κύριον θερμότατος.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.





Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Μωϋσέως μιμούμενος τρόπους ἴθυνας, ἐξ ὑποδούλου Κριμαίας, ζυγῷ τῶν Ἄγαρ υἱῶν, Ὀρθοδόξων τὴν πληθὺν πρὸς  Μαριούπολιν, ἀρχιερεῦ θεοειδές, καὶ ἀνύστακτε ποιμήν, Ἰγνάτιε γενναιόφρον· διὸ σὸν σθενος τιμῶμεν, ψυχῆς λιτάς σου ἐξαιτούμεθα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.





























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Τὴν μνήμην σου λαμπρῶς, οἱ πιστοὶ ἐκτελοῦντες, Ἰγνάτιε Κεφᾶ, καὶ Γοτθίας ἐπόπτα, καὶ πόνους τοὺς ἀόκνους σου, ὑπὲρ ἐλευθερώσεως, τοῦ πληρώματος, τῶν Ὀρθοδόξων Κριμαίας, μεγαλύνοντες, βοῶμεν· ῥῦσαι ἱκέτας, τοὺς σοὺς πάσης θλίψεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Μὴ παύσῃ ἐκτενῶς, δυσωποῦσα Παρθένε, Ὃν ἔτεκες σαρκί, ὑπὲρ φύσιν καὶ λόγον, διδόναι τοῖς μέλπουσιν, εἰς αἰῶνάς Σε ἅπαντας, θείαν δύναμιν, ἐχθροῦ πατῆσαι τοῦ πλάνου, τὰ φρυάγματα· καὶ ἀνελθεῖν τὰς βαθμίδας, ἠθῶν τελειότητος.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἰγνάτιε πάνσοφε ἱεραρχῶν καλλονή, ἡγήτωρ γεγένησαι ἐξόδου Χριστιανῶν, Κριμαίας πρὸς εὕρεσιν, γῆς τῆς ἐλευθερίας, καὶ συνέπαθες τούτοις, μὴ φέρουσι χειμῶνος, τὸ δριμύτατον ψύχος, καὶ πόνους ἐκ κινδύνων λοιμῶν, καὶ περιστάσεων.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Φθορὰν ἀπενέκρωσας τὴν τῶν ἁπάντων ζωήν, κυήσασα Δέσποινα ὑπερφυὼς ἀγαθή, τοῦ κόσμου διάσωσμα· ὅθεν βροτῶν τὰ πλήθη, Σὲ γεραίρομεν πόθῳ, καὶ σωστικαῖς πρεσβείαις, καταφεύγομεν πάντες, ταῖς Σαῖς πρὸς τὸν Σωτῆρα Χριστόν, καὶ θεῖον Τόκον Σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Λαὸν Ὀρθόδοξον, ῥάβδῳ ὡδήγησας, τῆς ποιμασίας σου, ἐκ τῆς δουλώσεως, Ἄγαρ υἱῶν Ἀζοφικῆς, πρὸς χώραν τὴν ἐλευθέραν, ἔνθα Μαριούπολιν, τὴν περίδοξον ἵδρυσας, ἐν ἐσχάτοις ἔτεσιν, Ἱεράρχα θεόσδοτε· διό σε ἀνυμνοῦντες βοῶμεν· Χαῖρε Ἰγνάτιε τρισμάκαρ.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· χαῖρε ἡ κεχαριτωμένη.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τοῦ Μωϋσέως μιμούμενος τρόπους, καὶ ὡς ἐκεῖνος ὑπομένων τοὺς γογγυσμοὺς τοῦ λαοῦ, ἐκ τῶν θλίψεων τῆς ἐξόδου, εἰς τὴν γῆν τῆς ἐλευθερίας ἴθυνας λαὸν Κριμαίας τὸν Ὀρθόδοξον, ἔχων γὰρ συμπαραστάτιν τὴν Κυρίαν Θεοτόκον, καὶ ἰατρὸν ἐν τοῖς λοιμοῖς τὸν μέγιστον Χαραλάμπη, καὶ ἐφετοῦ ἠξιώθης ἀπολαῦσαι, καὶ Μαριούπολιν ἐδόμησας. Καταλαμπρύνας οὖν τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, αὐγαῖς σῆς εὐσεβείας καὶ εὐψυχίας, καὶ χειραγωγὸς γενόμενος πιστῶν πρὸς σωτηρίαν, χάριν εἴληφας πρεσβεύειν ὑπὲρ τῶν τιμώντων σε.


Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἱεράρχου οὗ ἡ ἀκροστιχίς: Ἰγνατίου Μαριουπόλεως, εὔχους αἶνος. Χ.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Ἰγνάτιον ἔνθεον, Μαριουπόλεως καύχημα, καὶ ἔμπνουν θησαύρισμα, Ἱεραρχῶν εὐκλεῶν, λόγον δίδου μοι, ὑμνῆσαι ἐπαξίως, Χριστὲ παντοδύναμε, Σῶτερ καὶ Κύριε.
Γηθόμενοι μέλπομεν, τῆς σῆς καρδίας εὐσθένειαν· δι’ ἧς καθοδήγησας, ὀρθοφρονούντα λαόν, τὸν στενάζοντα, ὑπὸ στυγνὴν δουλείαν, τῆς Ἄγαρ Ἰγνάτιε, πρὸς γῆν εὐφρόσυνον.
Νοΐ οὐρανόφρονι, καὶ θεολήπτοις σου χείλεσιν, Ἑλλήνων κατέπιθες, τῶν φιλοχρίστων χορούς, τὴν ὑπόδουλον, τῇ Ἄγαρ καταλίπειν, Κριμαίαν ἰγνάτιε, ἄρτι θεόσοφε.
Θεοτοκίον.
Ἁγνὴ ἀειπάρθενε, τοῦ Ἰγνατίου δεήσεσι, κατάπεμψον ἅπασιν, ἐλέη Σοῦ τοῦ Υἱοῦ, καὶ ὁδήγησον, πρὸς τρίβους σωτηρίας, τοὺς Σὲ μακαρίζοντας, ὕμνοις ἐμπρέπουσι.

ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Τιμήσωμεν ὕμνοις μελιῤῥύτοις, τὸ βλάστημα Κύθνου τὸ σεπτόν, ἁγίου Ὄρους ἄνθισμα, καὶ τῆς Μαριουπόλεως, δομήτορα περίδοξον, ἀρχιερέα Ἰγνάτιον.
Ἰσχὺν οὐρανόθεν δεδεγμένος, πρὸς ἔξοδον ἴθυνας στεῤῥάν, Κριμαίας τὸν ὀρθόδοξον, λαὸν σοφὲ Ἰγνάτιε, ἵνα Ταρτάρων φύγωσι, τὴν ἐκ δουλώσεως στένωσιν.
Ὁδοὺς Μωϋσέως ἐν ἐσχάτοις, τοῖς χρόνοις βαδίσας ἀκλινῶς, πρὸς ἐλευθέραν ἴθυνας, πατρίδα ἐμπερίστατον, πιστὸν λαὸν Ἰγνάτιε, ἀρχιερεῦ ἐνθεώτατε.
Θεοτοκίον.
Ὑπέραγνε Μῆτερ τοῦ Ὑψίστου, καὶ πάντων βροτῶν καταφυγή, Θεοκυῆτορ Ἄνασσα, εἰρήνευσον τοὺς δούλους Σου, καὶ Σὸν Υἱὸν ἱλέωσαι, ἡμῖν τοῖς Σὲ μακαρίζουσι.

Κάθισμα. Ἦχος γ’. Θείας πίστεως.
Γενναιότατε, ἱεροφάντορ, ὁ τῇ χάριτι, τῆς Θεοτόκου, καὶ αὐτῆς τῇ συμμαχίᾳ Ὀρθόδοξον, λαὸν Κριμαίας ἰθύνας Ἰγνάτιε, πρὸς ἐλευθέραν πατρίδα ἐδόμησας, Μαριούπολιν, αὐτὴ ἥνπερ ἀφιέρωσας, τῆς σῆς εὐγνωμοσύνης ὥσπερ ἔκφρασιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μῆτερ ἄφθορε, τοῦ Ζωοδότου, ἡ λυτρώσασα, βροτῶν τὸ γένος, ἐκ φθορᾶς τῆς τοῦ θανάτου διάσωσον, τοὺς Σὲ τιμῶντας ἐκ πάσης κακώσεως, δεινῶν κινδύνων καὶ βλάβης τοῦ ὄφεως, ἵνα χαίροντες τὸ πλῆθος τῶν θαυμασίων Σου, εἰς πάντας τοὺς αἰῶνας μεγαλύνομεν.

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Μωϋσέως τοῦ θεόπτου ταῖς ὁδοῖς ἠκολούθησας, καὶ λαὸν Κυρίου, πρὸς ἐπαγγελίας γῆν ἴθυνας, Ἀζοφικῆς εἰς ἀκτὰς ἔνθα καθίφρυσας, Μαριούπολιν, ἱερομύστα Ἰγνάτιε.
Ἀρχιθῦτα γενναιόφρον σῷ ἀνδρείῳ φρονήματι, ἤγειρας τὰ πλήθη, μυστικῶς πιστῶν χθόνα πάτριον, ἣν ἐξουσίαζον Ἄγαρ οἱ ἀπόγονοι, ἱερώτατε, ἐγκαταλίπειν Ἰγνάτιε.
Ῥώμην σῆς ψυχῆς τρισμάκαρ καὶ καρδίας θεώμενος, ὁ τῆς Βασιλίδος, Πατριάρχης σὲ προεχείρισεν, ἀρχιερέα ποιμάναι τὴν Ὀρθόδοξον, ποίμνην Ἅγιε, Κριμαίας Πάτερ Ἰγνάτιε.
Θεοτοκίον.
Ἰγνατίου ταῖς πρεσβείαις τοῦ σοφοῦ ἀρχιποίμενος, κεχαριτωμένη, Μῆτερ τοῦ Θεοῦ ἀειπάρθενε, ὡς ὀμβροτόκος νεφέλη τάχος πέμψον μοι, ὄβρους χάριτος, τῆς Σῆς ἀπείρου Παντάνασσα.

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Ὁμόζηλος Ἅγιε, τοῦ Μωϋσέως πέφηνας, τῆς ἐξόδου πάνσοφε ἡγῆτορ, λαοῦ Κριμαίας, πρὸς χώραν Ἀζοφικήν, Ἰγνάτιε σκεῦος ἐκλογῆς, τοῦ Ἁγίου Πνεύματος, καὶ ποιμὴν θεοπρόβλητε.
Ὑπέμεινας ἄσμενος, τοὺς γογγυσμοὺς ἀγέλης σου, τῆς κακοπαθούσης ἐν ἐξόδῳ, ἔχων ψυχῆς σου, πρὸς τὴν Μητέρα Θεοῦ, τὰ ὄμματα Πάτερ ἱερέ, ἐστραμμένα πάντοτε, θεοφόρε Ἰγνάτιε.
Ποιμένων ἀρχέτυπον, θεοειδῶν Ἰγνάτιε, θεία ὁ κοσμούμενος συνέσει, ἴθυνας ποίμνην, σὴν λογικὴν πρὸς ἀκτάς, ἀοίδιμε τῆς Ἀζοφικῆς, ἔνθα Μαριούπολιν, τὴν κλεινὴν νῦν καθίδρυσας.
Θεοτοκίον.
Ὁμόζηλον δεῖξόν με, Ἀγγέλων Μητροπάρθενε, ταῖς τοῦ ἱεράρχου ἱκεσίαις, τοῦ ἰγνατίου· μεθ’ οὗ συγχαίρει ἀεί, ἐν δόμοις παμφώτοις οὐρανῶν, ὑπερτέρα Δέσποινα, τῶν ἀΰλων δυνάμεων.



ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Λοιμοῦ λαὸν ἀπελύτρωσας, ταῖς σαῖς εὐχαῖς τρισμάκαρ Ἰγνάτιε, πρὸς τὸν στεῤῥότατον, Ἱερομάρτυρα Ἅγιε, φωσφόρον Χαραλάμπη, τὸν θαυματόβρυτον.
Ἐν τῇ ἁγίᾳ κοιμήσει σου, σκιρτᾶ ἡ Μαριούπολη Ἅγιε, καὶ ἑορτάζουσα, τὴν θείαν μνήμην σου κράζει σοι· σὺ μοῦ προστάτης πέλεις, σεπτὲ Ἰγνάτιε.
Ὡς ἀρωγὸν καὶ συλλήπτορα, κατέχουσά σε νῦν Μαριούπολις, ἐκθύμως κράζει σοι· μὴ διαλίπης ἑκάστοτε, ὑπὲρ ἐμοῦ πρεσβεύων, τῷ Παντοκράτορι.
Θεοτοκίον.
Στηλογραφήματα νήψεως, ἀνάδειξον τοὺς Σὲ μακαρίζοντας, Θεογεννήτρια, καὶ ἀῤῥαγῆ κρηπιδώματα, εὐχῆς ἀδιαλείπτου, καὶ ἀγαθότητος.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τὸν ἱεράρχην τὸν σεπτὸν καὶ θεοπρόβλητον, ἐκ τῆς Κριμαίας τὸν λαὸν τὸν χειμαζόμενον, κατευθύναντα πρὸς χώραν ἐλευθερίας, καὶ δομήτορα λαμπρὸν Μαριουπόλεως, Μωϋσέως ὡς ὁμόζηλον τιμήσωμεν, πόθῳ κράζοντες· Χαίροις μάκαρ Ἰγνάτιε.
Ὁ Οἶκος.
Ἄμεμπτον πολιτείαν, ἐπιδείξας ἐν κόσμῳ, Ἰγνάτιε σεπτὲ ποιμενάρχα, τῆς Κριμαίας ἰθῦναι λαόν, πρὸς ἐλευθερίαν ἀπλανῶς Ἅγιε, κατηξιώθης· ὅθεν σοι, κραυγάζομεν πιστῶς τοιαῦτα·
Χαῖρε, ὁμόζηλος Μωϋσέως·
χαῖρε, ὁ σύσκηνος τῶν Πατέρων.
Χαῖρε, Ὀρθοδόξου λαοῦ ἀπολύτρωσις·
χαῖρε, μισοχρίστου ὀφρύος κατάπτωσις.
Χαῖρε, στήλη θεοχάρακτος εὐσθενείας ψυχικῆς·
χαῖρε, κρήνη ἡ ἀκένωτος προστασίας πατρικῆς.
Χαῖρε, χειμαζομένων Ὀρθοδόξων ἡγήτωρ·
χαῖρε, ἐμπεριστάτων καὶ καμνόντων ἀκέστωρ.
Χαῖρε, πιστῶν Ἑλλήνων τὸ στήριγμα·
χαῖρε, Μαριουπόλεως κόσμημα.
Χαῖρε, εὐχῆς ἐργαστήριον θεῖον·
χαῖρε, διπλῆς ἀγαπήσεως ῥεῖθρον.
Χαίροις, μάκαρ Ἰγνάτιε.






Συναξάριον.
Ζηλωτὰ Ἰγνάτιε τοῦ Μωϋσέως,
ἐξόδου Ὀρθοδόξων ἠγήτωρ ωφθης.
Οὗτος, βλάστημα νήσου Κύθνου πέλων διέπρεψεν ἐπ’ εὐσεβείᾳ καὶ ψυχικῇ ῥώμῃ. Ἐντρυφήσας ἐν τῷ Ἁγιωνύμῳ Ὄρει προεχειρίσθη ἐπίσκοπος Γοτθίας καὶ Κεφᾶ καὶ ἀπεστάλη εἰς Κριμαίαν ποιμάναι τὸ Ὀρθόδοξον τῶν ἐκεῖ ἐγκαταβιούντων Ἑλλήνων πλήρωμα. Οὗτος, τῆς λογικῆς αὐτοῦ ποίμνης πατρικῶς προϊστάμενος καθωδήγησεν αὐτὴν πρὸς βίον ἔνθεον καὶ ἐκ τῆς ζοφόδους δουλώσεως τῆς Ἄγαρ διέσωσεν. Ὡς ἄλλος Μωϋσῆς ἐξήγαγε τὸν λαὸν πρὸς τὰς ἀκτὰς τῆς Ἀζοφικῆς τὰς ἐλευθέρας, ἔνθα ἵδρυσε τὴν κλεινὴν νῦν Μαριούπολιν, ᾗ ἀφιέρωσε τῇ Κυρίᾳ Θεοτόκῳ, Ἐν τῇ περιπετειώδει πορείᾳ τῶν Ἑλλήνων Ὀρθοδόξων πρὸς τὴν Μαριούπολιν ηὔξανε τὸ φρόνημα τῶν προσφύγων διὰ τῶν αὐτοῦ θερμῶν προσευχῶν. Τοὺς ἐκ τοῦ ἐνσκήψαντος λοιμοῦ κινδύνους ἀπομάκρυνε τῇ ἀρωγῇ τοῦ Ἱερομάρτυρος Χαραλάμπους τοῦ ἐν ὁράματι αὐτῷ ἐμφανισθέντος καὶ βεβαιώσαντος περὶ τῆς αὐτοῦ ἀρωγῆς καὶ προστασίας. Ἐξ ἄλλου τοὺς γογγυσμοὺς τοῦ ἐμπεριστάτου λαοῦ αὐτοῦ ἀντιπαρῆλθε διὰ τῶν παννύχων αὐτοῦ προσευχῶν καὶ τῆς αὐτοῦ γενναιόφρονος καὶ μεστῆς ἀγάπης καὶ συμπαθείας καρδίας. Διεκυβέρνησε τὴν νοητὴν ὁλκάδα τῆς Ἐκκλησίας ἐν συνέσει καὶ τελειωθεὶς ἐν εἰρήνῃ ἐτάφη ἐν τῷ ναῷ τοῦ Ἁγίου Χαραλάμπους τῆς Μαριουπόλεως. Ὁ ναὸς οὗτος κατεστράφη ὑπὸ τοῦ ἀθεϊστικοῦ καθεστῶτος τῆς Ῥωσίας τῷ 1936ῳ καὶ εἶτα μέρος τπων λειψάνων πυρὶ παρεδόθη ὑπὸ τῶν Γερμανῶν μετὰ πάσης τῆς Μαριουπόλεως ἐν τόποις δυσχειμέροις ἔτεσι τοῦ Δευτέρου Παγκοσμίου Πολέμου. Τὰ διασωθέντα λείψανα τοῦ Ἱεράρχου νῦν ἀποθησαυρίζονται ἐν τῷ ναῷ τοῦ Ἁγίου Νικολάου Μαριουπόλεως, ἀποτελοῦντα πηγὴν χαρίτων τοῖς αὐτὰ πανευλαβῶς ἀσπαζομένοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Παμφίλου, Οὐάλεντος, Παύλου, Σελεύκου, Πορφυρίου, Ἰουλιανοῦ, Θεοδούλου, Ἠλία, Ἱερεμίου, Ἡσαΐου, Σαμουήλ, καὶ Δανιήλ.
Ὑπὲρ τὸ πᾶν σε Πάμφιλος φιλῶν Λόγε,
Καὶ τὴν τομὴν ἡγεῖτο τῆς κάρας φίλην.
Παῦλον Σέλευκος, καὶ Σέλευκον Οὐάλης,
Βλέπων τομῇ χαίροντα, τὴν τομὴν φέρει.
Ἥλαντο πρὸς πῦρ Μάρτυρες θεῖοι δύο,
Θείου πόθου πῦρ ἓν τρέφοντες οἱ δύο.
Σταυροῦσι δοῦλοι τῆς πλάνης ἐπὶ ξύλου,
Καὶ Θεόδουλον, δοῦλοι Ἐσταυρωμένου.
Κλῆσεις Προφητῶν καὶ τελευτὰς Μαρτύρων,
Αὐχοῦσι πέντε μάρτυρες τετμημένοι.
Οὗτοι οἱ Μάρτυρες, ἐν τῷ ἕκτῳ ἔτει τοῦ κατὰ Διοκλητιανοῦ διωγμοῦ, εἰς τὸ μαρτύριον ἤχθησαν ἐκ διαφόρων ἅμα πόλεων, καὶ ἐπιτηδευμάτων, καὶ ἀξιωμάτων, εἰς μίαν τὴν ἐν Χριστῷ πίστιν συνενωθέντες. Ὁ δὲ τρόπος τῆς συλλήψεως αὐτῶν γέγονεν οὕτως. Ἐν τῷ μέλλειν αὐτοὺς τὰς πύλας τῆς πόλεως Καισαρείας παριέναι, τῶν φυλάκων πυνθανομένων, τίνες τε εἶεν, καὶ ὅθεν ὥρμηντο, Χριστιανοὺς ἑαυτοὺς ἀπεκάλεσαν, καὶ πατρίδα τὴν ἄνω ἔχειν Ἱερουσαλήμ. Ὅθεν κατασχεθέντες, Φιρμιλιανῷ τῷ ἡγεμόνι παρέστησαν· καὶ ὁ μὲν Ἠλίας, καὶ οἱ σὺν αὐτῷ τέσσαρες Αἰγύπτιοι, μετὰ πολλὰς βασάνους, τὴν διὰ ξίφους ἀπόφασιν ἔλαβον, συναποτμηθέντων αὐτοῖς Παμφίλου καὶ τῶν λοιπῶν. Ὁ δὲ Πορφύριος, τοῦ κυρίου αὐτοῦ Παμφίλου τὸ σῶμα ἐπιζητῶν, κατεσχέθη καὶ παρεδόθη πυρί. Ὡσαύτως δὲ καὶ Ἰουλιανός, τὰ τῶν Ἁγίων ἀσπαζόμενος σώματα, τῇ φλογὶ ὑπεβλήθη. Ὁ δὲ Θεόδουλος, ἐπὶ ξύλου σταυρωθείς, διήνυσε τὸ μαρτύριον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων τῶν ἐν Μαρτυροπόλει· καὶ τοῦ Ὁσίου Μαρουθᾶ, τοῦ ἀνεγείραντος τὴν πόλιν ἐπ’ ὀνόματι τῶν Μαρτύρων.
Ἡ κλῆσις ἔργον μαρτυρωνύμῳ πόλει,
Πολλῶν ἐν αὐτῇ μαρτυρησάντων ξίφει.
Στέρξας Μαρουθᾶς τὸν Θεὸν σφόδρα σφόδρα,
Θεῷ παραστάς, τέρπεται σφόδρα σφόδρα.
Οὗτος ὁ Ὅσιος Μαρουθᾶς, ἐπίσκοπος γέγονεν· ἀπεστάλη δὲ παρὰ Θεοδοσίου τοῦ μεγάλου βασιλέως Ῥωμαίων, πρεσβευτὴς πρὸς τὸν βασιλέα Περσῶν. Διὰ δὲ τὴν προσοῦσαν αὐτῷ ἀρετήν, μεγάλης τιμῆς παρὰ τοῖς Πέρσαις ἀξιωθείς, μάλιστα, ὅτι τὴν τοῦ βασιλέως θυγατέρα ὑπὸ πνεύματος πονηροῦ συνεχομένην ἀπήλλαξεν, ἐξαιτήσας τὰ ἐν τῶν ἐν Περσίδι ἀθλησάντων λείψανα, καὶ ἐπ’ ὀνόματι αὐτῶν πόλιν δειμάμενος, ἐν αὐτῇ ταῦτα κατέθετο· καὶ χρόνοις ὕστερον ἐκοιμήθη, κατὰ τὴν ἡμέραν, ἐν ᾗ τὴν πόλιν ἀνεκαίνισεν· ὅθεν καὶ ἡ αὐτοῦ μνήμη συμπανηγυρίζεται τοῖς Μάρτυσι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Φλαβιανοῦ
Ζωῆς ματαίας ἐκπεραιώσας χρόνον,
Ζῇ Φλαβιανὸς εἰς τὸν αἰῶνα χρόνον.
Οὗτος, ὄρους τινὸς καταλαβὼν κορυφήν, καὶ οἰκίσκον μικρὸν δειμάμενος, ακθεῖρξεν ἑαυτόν. Καὶ ἑξήκοντα διατελέσας ἔτη ἐν αὐτῷ, μήτε ὁρώμενος, μήτε φθεγγόμενος, ἀλλ’ εἰς ἑαυτὸν νεύων, καὶ τὸν Θεὸν φανταζόμενος, πᾶσαν ἐκεῖθεν ψυχαγωγίαν ἐδέχετο, κατὰ τὴν προφητείαν τὴν λέγουσαν· Κατατρύφησον τοῦ Κυρίου, καὶ δώη σοι τὰ αἰτήματα τῆς καρδίας σου. Διὰ φη τινος βραχέος ὀρύγματος τὴν χεῖρα προτείνων, τὴν κομιζομένην τροφὴν εἰσεδέχετο· ἵνα δὲ μὴ προκέηται τοῖς ὁρᾶν βουλομένοις, ὡς ἔτυχεν, ἔγκάρσιον αὐτὸ ἑλικοειδῶς εἶχε κατασκευασμένον. Τροφὴ δὲ αὐτῷ ἐκομίζετο, διάρβροχα ὕδατι ὄσπρια, καὶ αὐτὰ ἅπαξ τῆς ἑβδομάδος σιτούμενα. Οὗτος οὖν ὁ Ὅσιος ἐπιβιοὺς ἐν ὅλοις ἑξήκοντα ἔτεσι, μὴ παραμείψᾳς αὐτοῦ τὸ σύνολον, μήτε τὴν τροφήν, μήτε τὴν ὑψηλὴν ταύτην διαγωγήν, ε’κ τούτου θαυμάτων δωρεαῖς ἐκ θεοῦ ἐπεπλούτιστο· καὶ γὰρ δράκοντα παμμεγέθη διὰ προσευχῆς ἐθανάτωσε· καὶ ἀσπίδα ἀπέκτεινεν· ἀκρίδων πλῆθος, τὴν χώραν καταβλάψαι ἐπειγομένων, διὰ προσευχῆς ἐδίωξεν· ἀπὸ νεανίσκου τινὸς δαίμονα ἀπήλασε· καὶ καρκιωνθέντα μασθὸν τινὸς γυναικὸς ἐναρέτου, σφραγίδι μόνῃ, ἰασάτο· ὑπὸ κεράστου κρουσθέντα τινά, καὶ ἀποψύξαντα, διὰ προσευχῆς ἀνέστησεν. Οὕτως οὖν βιώσας ὁ Ὅσιος, καὶ οὕτω πολιτευσάμενος, βίου βίον ἠλλάξατο, καὶ τὴν ἀγήρω καὶ ἄλυπον, ἀντὶ τῆς πολυφροντίδρος ἔλαβεν, εὐφραινόμενος ἐν αὐτῇ.

Σκώλοις νοητοῖς, οὐχὶ προσκόψας πόδας,
ὁ Φλαβιανὸς μέχρι σου Θεὲ τρέχει.
Οὗτος ὑπῆρχε τῆς ἐν Κωνσταντινοτυπόλει τοῦ Θεοῦ Ἐκκλησίας Πρεσβύτερος· καὶ διὰ τὴν πολλὴν αὐτοῦ ἐγκράτειαν καὶ ἐνάρετον πολιτείαν, εὐδοκίᾳ Θεοῦ, καὶ ψήφῳ τοῦ βασιλέως, καὶ τῆς συγκλήτου, καὶ τῆς ἱερᾶς Συνόδου, χειροτονεῖται Πατριάρχης τῆς αὐτῆς Ἐκκλησίας. Συγχωρήσει δὲ Θεοῦ, ἐκβάλλεται παρὰ τοῦ αἱρετικοῦ Διοσκόρου, καὶ τῶν ὁμοφρόνων αὐτοῦ, κρατήσας τῆς πατριαρχείας χρόνον ἕνα, καὶ μῆνας δέκα, καὶ εἰς ἐξορίαν παραπέμπεται. Ἔνθα θλίψεις πολλὰς ὑπὲρ τῆς Ὀρθοδόξου πίστεως ὑποστάς, καὶ ἀσθενείᾳ περιπεσών, πρὸς Κύριον ἐξεδήμησεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Τάνκο (Tanco) ἐπισκόπου Βέρντεν Γερμανίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μακαρίου, Μητροπολίτου Μόσχας

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Εὐσυμπάθητε ἀρχιερεῦ περίδοξος ὤφθης Ἰγνάτιε, ἀγάπης μυσταγωγός, καὶ πρόμαχος ἄγρυπνος, τοῦ καταφεύγοντος, τῇ ἀόκνῳ σου, προνοίᾳ εὐσεβόφρονος δήμου καὶ ἐπιστασία.
Ὑπὲρ ποίμνης σου τῆς λογικῆς Ἰγνάτιε σαὐτὸν παρέδωκας, περιπετείαις πολλαῖς, κινδύνοις καὶ θλίψεσι· διόπερ σέβοντες, τοὺς ἀγῶνάς σου, σὴν μνήμην τὴν πανίερον, γεγηθότες ἀνυμνοῦμεν.
Χαριτόβρυτος ἡ θήκη τῶν λειψάνων σου ἐδείχθη ἔφορε, Γοτθίας τε καὶ Κεφᾶ, καὶ κρήνη ἰάσεων, δεινὰ νοσήματα, ἀποπλύνουσα, καὶ νάματα ἐκβλύζουσα, ὑγείας τε καὶ σθένους.
Θεοτοκίον.
Ὁδηγήτρια ἀπλανεστάτη Δέσποινα πιστῶν πρὸς θέωσιν, καὶ τῆς Κριμαίας λαοῦ, ἐκ ζόφου δουλώσεως, πρὸς φέγγος πάμφωτο, Μητροπάρθενε, ἐλευθερίας δεῖξόν μοι, ἀτραπὸν τῆς σωτηρίας.

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
Ὕμνοις σε Ἰγνάτιε τιμῶμεν, τὸν ὅσιον διακριτικὸν καὶ πνευματέμφορον, εἴκοσι καὶ τέσσαρας, κώμας τὸν ἱδρύσαντα, καὶ ὑπὲρ τοὺς τριάκοντα, ναοὺς δομήααντα, ἐν οἷς δοξολογεῖται ὁ Κτίστης, καὶ Θεὸς τῶν ὅλων, ἀρχιερεῦ θεόφρον.
Σὲ ἀνευφημοῦμεν Ἱεράρχα, τὸν μόνον διὰ εὐχῆς σου ἐκδιώξαντα, ἐκ Μαριουπόλεως, τῆς θαλάσσης πάντιμε, ἐχθρῶν τὰ πλοῖα ἅπαντα, καὶ διασώσαντα, τὴν πόλιν ἐκ τῶν Ἄγαρ ἐκγόνων, θαυμαστῷ τῷ τρόπῳ, Ἰγνάτιε τρισμάκαρ.
Αἴγλη θεϊκῇ κεκοσμημένος, Ἰγνάτιε κατελάμπρυνας τὸν βίον σου, ἀρετῶν πυρσεύμασι, καὶ ἀγάπης λάμψεσιν, πρὸς τὸν Θεὸν καὶ ἔγγιστα· διὸ ἠξίωσαι, ἰθῦναι ἀσφαλῶς σὴν ἀγέλην, πρὸς ἐλευθερίας, νομὰς τὰς εὐφροσύνους.
Θεοτοκίον.
Ἵνα Σε ὑμνῶμεν καθ’ ἑκάστην, ὡς πάντων πρὸς θεῖα δώματα ἰθύντειραν, τῶν πιστῶν Μητρόθεε, τὰς ἐννοίας κάθαρον, καὶ λογισμοὺς διόρθωσον, Σῶν δούλων κράζομεν, ἁγνείας καὶ χρηστότητος σέλας, πάμφωτον καὶ κρίνον, εὐῶδες παρθενίας.



ᾨδὴ θ’. Ἅπας γηγενής.
Νεῦσον ταῖς ἡμῶν, θερμαῖς παρακλήσεσι, παύων σκιρτήματα, τῆς σαρκὸς θειότατε, τῶν προστρεχόντων, σοὶ μετὰ πίστεως, καὶ ἐκτελούντων μνήμην σου, τὴν ἀεισέβαστον, Ἱεράρχα, τοῦ Χριστοῦ Ἰγνάτιε, ἱδρυτὰ θεῖε Μαριουπόλεως.
Ὅρμον τῆς ζωῆς, τῆς ἄνω κατέλαβες, σεπτὲ Ἰγνάτιε, περατώσας βίον σου, καλῶς καὶ σῶσας, ἐκ τῆς δουλώσεως, Ἄγαρ υἱῶν τὴν ποίμνην σου· διὸ ἠξίωσαι, τοῦ Κυρίου, ὄμμασι θεάσασθαι, σοῖς ἰδίοις τὴν δόξαν τὴν ἄῤῥητον.
Σὲ ὡς πανσθενῆ, προστάτην καὶ πρόμαχον, ἐν βίῳ ἔχομεν, τῆς Μαριουπόλεως, καὶ περιχώρων, αὐτῆς οἱ σύλλογοι, καὶ ἀρωγὸν ἀνύστακτον, οἱ χειμαζόμενοι, Ἱεράρχα, θαυμαστὲ Ἰγνάτιε, καὶ λειψάνων σορὸν προσκυνοῦμέν σου.
Θεοτοκίον.
Χαῖρε ἀγαθή, Θεοῦ Μῆτερ ἄχραντε, πιστῶς κραυγάζοντες, καὶ Υἱὸν δοξάζοντες, μονογενῆ Σου, βοῶμεν Δέσποινα, μὴ παύσῃ προστατεύουσα, ἡμᾶς καὶ σκέπουσα, ἐν κινδύνοις, καὶ δεινοῖς ἑκάστοτε, χριστωνύμων ὑμνούντων Σε φάλαγγας.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Κυθνίων νέον καύχημα, καὶ Ἐκκλησίας σέμνωμα, Μαριουπόλεως κλέος, καὶ ἀρωγὸς καὶ προστάτης, καὶ πάντων μέγα στήριγμα, ἐμπεριστάτων Ἅιε, δέξαι ἡμῶν τὴν αἴνεσιν, τῶν εὐλαβῶς σε τιμώντων, Ἰγνάτιε Ἱεράρχα.
Θεοτοκίον.
Τὸν ζόφον μου ἀπέλασον, τῆς ἁμαρτίας Δέσποινα, ἡ τοῦ Φωτὸς τοῦ ἀστέκτου, οὖσα δοχεῖον Παρθένε, καὶ ἴθυνον τὰς τρίβους μου, πρὸς φῶς Χριστοῦ τὸ ἄῤῥητον, ἵνα ὑμνῶ Σε πάντοτε, ὡς φωτοφόρον νεφέλην, καὶ σταθηρὰν κυβερνῆτιν.














Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Μαριουπόλεως θεῖε ὄντως διάκοσμε, καὶ θησαυρὲ Κριμαίας, πολυτίμητε δέξαι, ἡμῶν τῶν σὲ τιμώντων πανευλαβῶς, τόδε Πάτερ μελώδημα, καὶ ἴσθι φύλαξ ἀκέστωρ καὶ ἀρωγός, τῶν προσφύγων σου Ἰγνάτιε.

Τὸν Ἱεράρχην Κυρίου τὸν γνησιώτατον, τὸν πατρικῶς ἀγέλης, προϊστάμενον πάσης, αὐτοῦ ἣν διὰ μέσου δυσχερειῶν, καὶ κινδύνων καὶ θλίψεων, πρὸς ἐλευθέραν ὡδήγησε χθόνα νῦν, ἀνυμνήσωμεν Ἰγνάτιον.

Τὴν τῶν λειψάνων σου θήκην τὴν χαριτόβρυτον, ψυχῆς ἐν κατανύξηει, προσκυνοῦντες τρισμάκαρ, βοῶμεν· Ἱεράρχα θεοειεδές, μὴ ἐλλίπῃς ἀείποτε, σὺν τῇ ἁγνῇ Θεοτόκῳ ἐκδυσωπῶν, ὑπὲρ τῶν μακαριζόντων σε.

Τὴν σὴν ὑπέρλαμπρον μνήμην πανηγυρίζοντες, Κεφᾶ τε καὶ Γοτθίας, θεῖε ἱεροφάντορ, Ἰγνάτιε βοῶμεν τὸν Λυτρωτήν, ἐκτενῶς καθικέτευε, τοῦ ἐλεῆσαι καὶ δεῖξαι τῶν οὐρανῶν κληρονόμους τοὺς τιμῶντάς σε.

Δόξα. Ἦχος πλ. α’.
Ἱερομύστα θειότατε Ἰγνάτιε, ὁ ἔμπλεως τῆς τοῦ Κυρίου καὶ πλησίον ἀγάπης, Ἁγιοπρεπῶς πεπολίτευσαι, κοσμήσας γὰρ τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, ποιμαντικοῖς σου τρόποις, ἰθύντωρ χειμαζομένων Ὀρθοδόξων ὤφθης πρὸς ἐλευθερίαν, καὶ νῦν οὐρανοπολίτης γενόμενος, Χριστῷ ἀεὶ πρεσβεύεις καὶ ἡμᾶς κατευθῦναι, πρὸς λειμῶνα ἀφθαρσίας εὐφρόσυνον.

Καὶ νῦν. Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις ὡραιότης ἱεραρχῶν, πρὸς ἐλευθερίαν, ὑποδούλων χειραγωγέ, χαίροις Ὀρθοδόξων, πατέρων κοσμιότης, Ἰγνάτιε κοσμῆτορ, Μαριουπόλεως.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου