ΝΟΕΜΒΡΙΟΣ ΚΓ΄!!
ΓΡΗΓΟΡΙΟΣ ΑΚΡΑΓΑΝΤΙΝΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Γόνος, καὶ παναγίας ποιμήν, τῶν Ἀκραγαντίνων ἐπώφθης, θαυματοβρύτα κρουνέ, Ὅσιε Γρηγόριε, Ἀγγέλων σύσκηνε· σὲ γὰρ χεὶρ οὐκ ἐξέλεξεν, εἰς ἀρχιερέα, βρότειος οὐδὲ βροτῶν, τρισμάκαρ βούλησις, ὅτι, οὐρανόθεν τὴν ψῆφον, ἔσχες τὴν γνωρίζουσαν πᾶσι, πλοῦτον τῆς ψυχῆς σου τὸν ἀσύλητον.
Ὅτε, τῶν γονέων σου στοργήν, ἔρωτι τῷ θείῳ ἠρνήσω, καὶ πρὸς ἁγία Σιών, χαίρων ἀπεδήμησας, τότε τοῖς δάκρυσι, προσευχαῖς σου καὶ στάσεσι, παννύχοις τὴν χθόνα, ταύτης ἐγεώργησας, σοφὲ Γρηγόριε· ὅθεν, οὐρανίων χαρίτων, σκεῦος πολυτίμητον ὤφθης, καὶ τοῦ Παρακλήτου ἐνδιαίτημα.
Ὅτε, ταῖς σοφαῖς σου διδαχαῖς, καὶ τοῖς θεηγόροις σου λόγοις, αἱρετιζόντων βουλάς, πλάνους κατεδίκασας, τῶν μίαν θέλησιν, τὸν Θεάνθρωπον Κύριον, κατέχειν λεγόντων, τότε κατηγλάϊσας, χοροὺς Γρηγόριε, πάντων τῶν πιστῶν καὶ ἀκρότης, ὤφθης εὐθαρσῶν θεολόγων, καὶ ὀξὺς κακοδοξούντων πέλεκυς.
Ὅτε, τὸ φορτίον τὸ βαρύ, τῆς συκοφαντίας ἐπ’ ὤμων, ἀγάπης ὑπογραμμέ, ἦρας καὶ ὑπέμεινας, εἱρκτὴν πολύχρονον, θεοφόρε Γρηγόριε, καὶ χλεύην τοῦ κόσμου, τότε σοῦ κατέδειξε, τὴν ἐντιμότητα, ὁ τῆς ὑφηλίου Δεσπότης, καὶ τοὺς πονηρὰ βουλευθέντας, κατὰ σοῦ ἠμαύρωσε θαυμάσιε.
Δόξα. Ἦχος β΄.
Ὡς θεολόγον πανάριστον, ἀσκήσεως ἄγαλμα, καὶ ἀκρέμονα Ἱεραρχῶν, ἀξίως σε ὑπεδέξατο, εἰς τὰ σκηνώματα τῆς δόξης, Χριστὸς ὁ Κύριος, Γρηγόριε Ὅσιε· σὺ γὰρ μονοθελητῶν, κατεκεραύνωσας τὸ θράσος, τῇ ῥητορικῇ σου δεινότητι, μιμούμενος τὸν ζῆλον τῶν Ἀποστόλων, καὶ τὴν ποίμνην σου κατηύφρανας, ταῖς ἐναρέτοις σου πράξεσι. Θαυμασίων ὅθεν πολλῶν ἀξιωθείς, αὐτουργὸς γενέσθαι, καὶ θεοφιλῶς ποιμάνας, Ἀκραγαντίνων τὴν χώραν, μετέστης πρὸς οὐρανούς, πρεσβεύειν ἀπαύστως, ὑπὲρ τῶν πίστει τιμώντων σε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Σήμερον τῷ Ναῷ προσάγεται, ἡ Πανάμωμος Παρθένος, εἰς κατοικητήριον τοῦ παντάνακτος Θεοῦ, καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ. Σήμερον τὸ καθαρώτατον ἁγίασμα, ὡς τριετίζουσα δάμαλις, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσάγεται· ταύτῃ ἐκβοήσωμεν, ὡς ὁ Ἄγγελος· Χαῖρε μόνη ἐν γυναιξὶν εὐλογημένη
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Τῶν μονοθελητῶν, τὰς φάλαγγας σοῖς λόγοις, ἐξέτρεψας καὶ ὤφθης, Ὀρθοδοξίας στῦλος, ἀκλόνητος Γρηγόριε.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Ἔκθρεμμα καὶ ποιμήν, Ἀκραγαντίνων θεῖος, Γρηγόριε ἐδείχθης, ὁ τῆς συκοφαντίας, σταυρὸν βαρὺν ἀράμενος.
Στ.: Στόμα δικαίου μελετήσει σοφίαν καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Χάριτι θεϊκῇ, λεπρούς τε μογιλάλους, καὶ κύπτοντας ἰάσω, τῆς ἀπαθείας κέρας, κατὰ Χριστὸν Γρηγόριε.
Δόξα. Τριαδικόν.
Ἄναρχε τριλαμπές, καὶ ἄκτιστε Θεότης, Τριὰς ὑπεραγία, λιταῖς τοῦ Γρηγορίου, τοὺς δούλους Σου διάσωσον.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Πύλαι τοῦ Ἱεροῦ, εἰσδέξασθε Παρθένον, εἰς Ἅγια Ἁγίων, ἀμόλυντον σκηνήν τε, Θεοῦ τοῦ Παντοκράτορος.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ποιμὴν γλαφυρώτατε Ἀκραγαντίνων βολαῖς, πανσόφων ῥημάτων σου θεολογίας πυρσός, ἐδείχθης φανότατος· λάμψας γὰρ ταπεινώσει, καὶ χρηστότητι χάριν, εἴληφας ἰαμάτων· διὸ πάντες τιμῶντες, Γρηγόριε σὲ πόθῳ λιτάς, τὰς σὰς ἐξαιτούμεθα.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ’. Ἦχος α' Τῶν οὐρανίων ταγμάτων.
Ἀπενεχθήσονται φάσκει ὁ Θεοπάτωρ Δαυΐδ, τῷ Βασιλεῖ παρθένοι, ἐν
Ναῷ τοῦ Κυρίου, ὀπίσω σου Παρθένε μετὰ φαιδρῶν, τῶν λαμπάδων χορεύουσαι, καὶ
εἰς τὰ Ἅγια φέρουσαί σε Ἁγνή, ὡς ἁγίαν κιβωτὸν τοῦ Θεοῦ.
Καθάπερ ἄνθη ποικίλα περιδρεψάμενοι, ἐκ νοητῶν λειμώνων, τῶν τοῦ
Πνεύματος λόγων, ἐπαίνων τοὺς στεφάνους χαρμονικῶς, τῇ Παρθένῳ συμπλέξωμεν, καὶ
μεθεόρτιον τούτους δῶρον αὐτῇ, ἐπαξίως προσκομίσωμεν.
Ἐξανοιγέσθω ἡ πύλη τοῦ θειοτάτου ναοῦ, καὶ εἰσδεχέσθω ἔνδον, τὴν οὐράνιον πύλην, καὶ πανηγυριζέτω φύσις βροτῶν, καὶ σκιρτάτωσαν Ἄγγελοι, συνεορτάζοντες ἅμα φαιδρῶς ἡμῖν, τῆς Θεομήτορος τὴν Εἴσοδον.
Καὶ γ’ τοῦ Ἁγίου. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ
Ἱερὲ Γρηγόριε, ἀπὸ σπαργάνων Θεῷ, ἀνετέθης κολλώμενος, ἀνενδότοις νεύσεσι, τῷ
τὰ πάντα ποιήσαντι, καὶ δὴ πρὸς τούτου, καταλαμπόμενος, παθῶν διέβης, νύκτα καὶ
ἤστραψας, φέγγος ἰάσεων, καὶ θαυμάτων χάριτας, ἀποσοβῶν, ποικίλα νοσήματα, καὶ
πλάνης πνεύματα.
Πάτερ
θαυμαστὲ Γρηγόριε, φωτοφανείαις τὸν νοῦν, καθαρῶς ἀστραπτόμενος, τῶν παθῶν ἐκοίμισας,
πολυκύμαντον θάλασσαν, καὶ ἀπαθείας, περιϊπτάμενος, καθαρωτάταις, πτέρυξιν
ἔφθασας, ἔνθα τὸ ἄφραστον, κάλλος καὶ ἀμήχανον, ὑπὲρ ἡμῶν, πάντοτε δεόμενος,
τῶν εὐφημούντων σε.
Πάτερ Πατέρων Γρηγόριε, ἱερωσύνης κανών, σωφροσύνης εἰκόνισμα, Μοναζόντων στήριγμα, Ἐκκλησίας ἑδραίωμα, ἀγάπης λύχνος, θρόνος αἰσθήσεως, πηγὴ θαυμάτων, καὶ γλῶσσα πύρινος, στόμα ἡδύλαλον, σκεῦος θείου Πνεύματος, καὶ νοητός, γέγονας Παράδεισος, θεομακάριστε.
Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε Ἀκραγαντίνων τὸν πρόεδρον, καὶ Ἀρχιερέων τὸ καύχημα, τὸν ὁμολογητὴν Γρηγόριον, ἐν ᾠδαῖς καταστέψωμεν λέγοντες· χαίροις, ὁ παιδιόθεν ἀγαπήσας τὸν Κύριον, καὶ τοῖς ἴχνεσιν Αὐτοῦ ἀκολουθήσας, ἀπαρνησάμενος πᾶν γεηρὸν καὶ χαμαίζηλον· χαίροις, ὁ τῶν μονοθελητῶν σκεδάσας τὰ φληναφήματα, καὶ τῶν ὀρθῶν δογμάτων φανεὶς ὑπέρμαχος, θεολόγων ἀκρότης καὶ ἔρεισμα· χαίροις, ἀκτινοβόλε ποιμενάρχα, ὃν ὡς πολυχεύμονα κρήνην θαυμασίων, ἐγνώκασιν οἱ ἐν τῷ προσώπῳ σου ὁρῶντες τὸν Κύριον· ἀλλ’ ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον, τὸν φιλάνθρωπον Θεόν, μὴ παύσῃ πρεσβεύων ὑπὲρ τῶν πίστει τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Σήμερον τὰ στίφη τῶν Πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς ἀνευφημήσωμεν· τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ Παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων, Παρθένοι, λαμπαδηφοροῦσαι προπορεύεσθε, τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον, Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, ὑμνοῦσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον. Ἅπαντες οὖν χαρμονικῶς, τὸ χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν, τῇ Κεχαριτωμένῃ, τῇ ἀεὶ πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. η΄, 1-21)
Σὺ τὴν σοφίαν κηρύξεις, ἵνα φρόνησίς σοι ὑπακούσῃ· ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστίν, ἀνὰ μέσον δὲ τῶν τρίβων ἕστηκε· παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει, ἐν δὲ εἰσόδοις ὑμνεῖται. Ὑμᾶς, ὦ ἄνθρωποι, παρακαλῶ, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων· νοήσατε, ἄκακοι, πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. εἰσακούσατέ μου, σεμνὰ γὰρ ἐρῶ καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά· ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. μετὰ δικαιοσύνης πάντα τὰ ρήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιὸν οὐδὲ στραγγαλιῶδες· πάντα ἐνώπια τοῖς συνιοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. λάβετε παιδείαν καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον· κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. φόβος Κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν· μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν. ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς· δι᾿ ἐμοῦ βασιλεῖς βασιλεύουσι καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην· δι᾿ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι᾿ ἐμοῦ κρατοῦσι γῆς. ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη. βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον, τὰ δὲ ἐμὰ γεννήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ. ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ καὶ ἀνὰ μέσον τρίβων δικαιοσύνης ἀναστρέφομαι, ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν. ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ᾿ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ΄, 8-21)
Προέκρινα αὐτὴν σκήπτρων καὶ θρόνων καὶ πλοῦτον οὐδὲν ἡγησάμην ἐν συγκρίσει αὐτῆς· οὐδὲ ὡμοίωσα αὐτῇ λίθον ἀτίμητον, ὅτι ὁ πᾶς χρυσὸς ἐν ὄψει αὐτῆς ψάμμος ὀλίγη, καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος ἐναντίον αὐτῆς. ὑπὲρ ὑγίειαν καὶ εὐμορφίαν ἠγάπησα αὐτὴν καὶ προειλόμην αὐτὴν ἀντὶ φωτὸς ἔχειν, ὅτι ἀκοίμητον τὸ ἐκ ταύτης φέγγος. ἦλθε δέ μοι τὰ ἀγαθὰ ὁμοῦ πάντα μετ᾿ αὐτῆς καὶ ἀναρίθμητος πλοῦτος ἐν χερσὶν αὐτῆς. εὐφράνθην δὲ ἐπὶ πᾶσιν, ὅτι αὐτῶν ἡγεῖται σοφία, ἠγνόουν δὲ αὐτὴν γενέτιν εἶναι τούτων. ἀδόλως τε ἔμαθον ἀφθόνως τε μεταδίδωμι, τὸν πλοῦτον αὐτῆς οὐκ ἀποκρύπτομαι· ἀνεκλιπὴς γὰρ θησαυρός ἐστιν ἀνθρώποις, ὃν οἱ χρησάμενοι πρὸς Θεὸν ἐστείλαντο φιλίαν διὰ τὰς ἐκ παιδείας δωρεὰς συσταθέντες. Ἐμοὶ δὲ δῴη ὁ Θεὸς εἰπεῖν κατὰ γνώμην καὶ ἐνθυμηθῆναι ἀξίως τῶν δεδομένων, ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγός ἐστι καὶ τῶν σοφῶν διορθωτής. ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν πᾶσά τε φρόνησις καὶ ἐργατειῶν ἐπιστήμη. αὐτὸς γάρ μοι ἔδωκε τῶν ὄντων γνῶσιν ἀψευδῆ εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων, τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν, ἐνιαυτῶν κύκλους καὶ ἀστέρων θέσεις, φύσεις ζῴων καὶ θυμοὺς θηρίων, πνευμάτων βίας καὶ διαλογισμοὺς ἀνθρώπων, διαφορὰς φυτῶν καὶ δυνάμεις ῥιζῶν, ὅσα τέ ἐστι κρυπτὰ καὶ ἐμφανῆ ἔγνων· ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία.
Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ. κδ΄, 1-22)
Ἡ σοφία αἰνέσει ψυχὴν αὐτῆς καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται. ἐν ἐκκλησίᾳ Ὑψίστου στόμα αὐτῆς ἀνοίξει καὶ ἔναντι δυνάμεως αὐτοῦ καυχήσεται· ἐγὼ ἀπὸ στόματος Ὑψίστου ἐξῆλθον, καὶ ὡς ὁμίχλη κατεκάλυψα γῆν· ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα, καὶ ὁ θρόνος μου ἐν στύλῳ νεφέλης· γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη καὶ ἐν βάθει ἀβύσσων περιεπάτησα· ἐν κύμασι θαλάσσης καὶ ἐν πάσῃ τῇ γῇ καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην. μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα καὶ ἐν κληρονομίᾳ τίνος αὐλισθήσομαι. τότε ἐνετείλατό μοι ὁ κτίστης ἁπάντων, καὶ ὁ κτίσας με κατέπαυσε τὴν σκηνήν μου καὶ εἶπεν· ἐν Ἰακὼβ κατασκήνωσον καὶ ἐν Ἰσραὴλ κατακληρονομήθητι. πρὸ τοῦ αἰῶνος ἀπ᾿ ἀρχῆς ἔκτισέ με, καὶ ἕως αἰῶνος οὐ μὴ ἐκλίπω. ἐν σκηνῇ ἁγίᾳ ἐνώπιον αὐτοῦ ἐλειτούργησα καὶ οὕτως ἐν Σιὼν ἐστηρίχθην· ἐν πόλει ἠγαπημένῃ ὁμοίως με κατέπαυσε, καὶ ἐν Ἱερουσαλὴμ ἡ ἐξουσία μου· καὶ ἐῤῥίζωσα ἐν λαῷ δεδοξασμένῳ, ἐν μερίδι Κυρίου κληρονομίας αὐτοῦ. ὡς κέδρος ἀνυψώθην ἐν τῷ Λιβάνῳ καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν Ἀερμών· ὡς φοῖνιξ ἀνυψώθην ἐν αἰγιαλοῖς καὶ ὡς φυτὰ ρόδου ἐν Ἱεριχώ, ὡς ἐλαία εὐπρεπὴς ἐν πεδίῳ, καὶ ἀνυψώθην ὡς πλάτανος. ὡς κιννάμωμον καὶ ἀσπάλαθος ἀρωμάτων δέδωκα ὀσμὴν καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν, ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτὴ καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ. ἐγὼ ὡς τερέμινθος ἐξέτεινα κλάδους μου, καὶ οἱ κλάδοι μου κλάδοι δόξης καὶ χάριτος. ἐγὼ ὡς ἄμπελος βλαστήσασα χάριν, καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου. ἐγὼ μήτηρ τῆς ἀγαπήσεως τῆς καλῆς, καὶ φόβου καὶ γνώσεως καὶ τῆς ὁσίας ἐλπίδος, δίδομαι οὖν πᾶσι τοῖς τέκνοις μου, ἀειγενὴς τοῖς λεγομένοις ὑπ' αὐτοῦ. προσέλθετε πρός με οἱ ἐπιθυμοῦντές μου, καὶ ἀπὸ τῶν γεννημάτων μου ἐμπλήσθητε· τὸ γὰρ μνημόσυνόν μου ὑπὲρ τὸ μέλι γλυκύ, καὶ ἡ κληρονομία μου ὑπὲρ μέλιτος κηρίον. οἱ ἐσθίοντές με ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν. ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται, καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσι.
Λιτή. Ἦχος α’.
Καθοπλισθεὶς τῇ δυνάμει τοῦ Σταυροῦ, εἰς τὸν ἄδυτον γνόφον, τῆς σωτηριώδους φιλοσοφίας εἰσέδυς, Ἀκραγαντίνων βλάστημα, ποιμενάρχα Γρηγόριε. Σὺ γὰρ τὸν κεκρυμμένον πολύτιμον μαργαρίτην τῆς πίστεως, ἀνευρὼν ἐκ νεότητος, διαφύλαξας αὐτὸν ἀπαύστοις πόνοις, ἀσύλητον ἐν τῇ καρδίᾳ σου. Πολλοῖς οὖν ἐπιδείξας τὸν σὸν θησαυρόν, ηὔφρανας καὶ διάσωσας αὐτοὺς μετόχους ἐποίησας τῆς ἄνω Βασιλείας, ἐν ᾗ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Τῆς θύραθεν παιδίας τὴν γνῶσιν περιποιησάμενος, ἐν Σικελίᾳ καὶ ἁγία Σιών, τῆς ἐν Χριστῷ σοφίας τὸν πλοῦτον, ἐταμιεύσω τῇ ψυχῇ, ἀσιγήτῳ σου προσευχῇ ἐγκρατείᾳ καὶ ἀγάπῃ· ὅθεν τῶν δωρεῶν τῆς χάριτος οἰκονόμος γενόμενος, ποιμὴν λογικῶν προβάτων θεόσοφος ἐδείχθης, καὶ ἐν οὐρανοῖς κατεσκήνωσας λιτόμενος τῷ Κυρίῳ, ὑπὲρ τῶν ἐκτελούντων τὴν μνήμην σου.
Ἦχος γ΄.
Τίς ἐπαξίως ὑμνήσει τὰ ῥητορικά σου τεχνάσματα, Γρηγόριε πανθαύμαστε Ἀκραγαντίνων πρόεδρε, καὶ πάσης Ἐκκλησίας ὑφηγτὰ καὶ διδάσκαλε; Σὺ γὰρ τροπώσας μονοθελητῶν τὸ κράτος, τὰς αἱρετικὰς αὐτῶν ἐρεσχελίας διέλυσας, ἄριστος πρόμαχος φανεὶς τῆς καλῆς ὁμολογίας, Πνεύματος χάριτι· ἀλλ’ ὡς Ἀποστόλων ὁμότροπος, καὶ τῶν ὀρθῶν δοξασιῶν στόμα θεόφθογγον, μὴ διαλίπῃς πρεσβεύειν Χριστῷ τῷ Θεῷ, ἐλεηθῆναι τοὺς σὲ ἀναμέλποντας.
Δόξα. Ἦχος δ΄.
Σοφίᾳ διαπρέπων καὶ εὐγλωττίᾳ κοσμούμενος, τοὺς κακοδόξους λύκους, ἐκ τῆς Ὀρθοδόξων ποίμνης ἀπήλασας, Γρηγόριε θεοφώτιστε· ἐπιφανεὶς οὖν τῇ Ἐκκλησίᾳ ὥσπερ ἥλιος, ταῖς μαρμαρυγαῖς τῆς σῆς βιοτῆς, πάντας ἐφώτισας, καταπείθων αὐτὴν δοξάζειν τὸν Κύριον.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α΄.
Ἀγαλλιάσθω σήμερον ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι εὐφροσύνην ῥανάτωσαν, ἐπὶ τὰ λίαν παράδοξα, μεγαλεῖα τοῦ Θεοῦ ἡμῶν· ἰδοὺ γὰρ ἡ πύλη, ἡ κατὰ Ἀνατολάς βλέπουσα, ἀποκυηθεῖσα ἐκ στείρας ἀκάρπου, ἐξ ἐπαγγελίας, καὶ τῷ Θεῷ ἀφιερωθεῖσα εἰς κατοίκησιν, σήμερον ἐν τῷ Ναῷ, ὡς ἄμωμος προσφορὰ προσάγεται. Ἀγαλλιάσθω ὁ Δαυΐδ, κρούων τὴν κινύραν. Ἀπενεχθήσονταί φησι, τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονται, ἔσω ἐν τῇ σκηνῇ τοῦ Θεοῦ, ἔνδον τοῦ ἱλαστηρίου αὐτοῦ, ἀνατραφῆναι εἰς κατοίκησιν, τοῦ πρὸ αἰώνων ἐκ Πατρὸς ἀῤῥεύστως γεννηθέντος, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ Σικελίας βλαστός, ὁ τῷ Χριστῷ ἀνατεθεὶς ἐκ νεότητος, καὶ τούτῳ ἀκολουθήσας, ἐν ὁλοτρόπῳ σπουδῇ, καὶ στεῤῥᾷ ἀσκήσει, βίου κρείττονος, λιπὼν γὰρ τὴν νῆσόν σου, ἐν Σιὼν ἐπεδήμησας, καὶ τῶν Πατέρων, τῆς ἐρήμου τὰ ῥήματα, τὰ γλυκύφθογγα, ταμιεῦσαι καὶ πάνσοφα, ἐν τῇ σεπτῇ καρδίᾳ σου, σοφὲ ἐπεπόθησας, καὶ μυροθήκη γενέσθαι, ἀμέμπτου βίου ἡδύπνοος, Γρηγόριε θεῖε· διὸ πάντες σε τιμῶμεν, φαιδροῖς ἐν ᾄσμασι
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χαίροις, ὁμολογίας πυρσός, θεολογίας ἀληθοῦς τὸ θησαύρισμα, ὁ ἔνθεος ὑποφητής, καὶ ὁδηγὸς ἀσφαλής, πρὸς ὀρθῶν δογμάτων, ὅρμον εὔδιον· ὁ λύσας τοῖς λόγοις σου, κακοδόξων σοφίσματα, καὶ κατευφράνας, εὐσεβῶν τὴν ὁμήγυριν, τῇ δοθείσῃ σοι, εὐγλωττίᾳ Γρηγόριε· ὅθεν σε μακαρίζομεν, παιδείας ὡς πρύτανιν, καὶ τῆς Χριστοῦ Ἐκκλησίας, στεῤῥὰν κρηπῖδα καὶ θέμεθλον, ἣν φύλαττε Πάτερ, ἀπὸ πάσης ἐπηρείας, ἐχθρῶν ἀμόλυντον.
Στ.: Στόμα δικαίου μελετήσει σοφίαν καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Χαίροις, Ἀκραγαντίνων φωστήρ, ὁ διαλάμψας ἀστραπαῖς ὁσιότητος, ἀγάπης μακροθυμίας, καὶ βιοτῆς εὐσεβοῦς, ἐν τῆς Ἐκκλησίας στερεώματι· ἰάσεων τέμενος, ἱερὸν ἀναδέδειξαι, σημειοφόρε, Ἱεράρχα Γρηγόριε, τοῖς προστρέχουσι, καθ’ ἑκάστην σῇ χάριτι· ὦτα γὰρ μογιλάλου τε, καὶ στόμα διήνοιξας, λεπρὸν ἐκάθηρας τάχος, καὶ δαιμονῶντας ἀπήλλαξας, ἐκ τῆς τοῦ Βελίαρ, ἐπηρείας θεοφόρε, Ἀγγέλων σύσκηνε.
Δόξα. Ἦχος πλ. δ΄.
Ἀπὸ βρέφους ἀνατεθεὶς τῷ Κυρίῳ, τὴν ψυχὴν ἐκόσμησας, πανοσίαις πράξεσι, καὶ ποιμὴν ἀναδέδειξαι, τῆς Ἀκραγαντίνων Ἐκκλησίας. Μακροθυμῶν γὰρ ὡς ὁ Ἰωσήφ, ἐν τοῖς πειρασμοῖς, καὶ ἀπαστράψας ἐνεργείαις ἰαμάτων, μετέστης πρὸς Κύριον, πρεσβεύειν ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Μετὰ τὸ τεχθῆναί σε, Θεόνυμφε Δέσποινα, παρεγένου ἐν Ναῷ Κυρίου, τοῦ ἀνατραφῆναι εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὡς ἡγιασμένη. Τότε καὶ Γαβριὴλ ἀπεστάλη πρὸς σὲ τὴν πανάμωμον, τροφὴν κομίζων σοι. Τὰ οὐράνια πάντα ἐξέστησαν, ὁρῶντα τὸ Πνεῦμα τὸ Ἅγιον ἐν σοὶ σκηνῶσαν. Διὸ ἄσπιλε ἀμόλυντε, ἡ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς δοξαζομένη, Μήτηρ Θεοῦ, σῷζε τὸ γένος ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Γρηγορῶν ἐκ σπάργανων φερωνύμως Γρηγόριε, ἐν τοῖς δικαιώμασι Πάτερ τοῦ τῶν ὅλων δεσπόζοντος, ἐπλήσθης οὐρανίων δωρεῶν, ὡς γρήγορος ποιμὴν τῶν εὐσεβῶν, διὰ τοῦτο πρὸς λειμῶνας ἀειθαλεῖς, ἰθύνεις τοὺς βοῶντάς σοι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διά σου, πάσιν ἰάματα.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ποιμὴν γλαφυρώτατε Ἀκραγαντίνων βολαῖς, πανσόφων ῥημάτων σου θεολογίας πυρσός, ἐδείχθης φανότατος· λάμψας γὰρ ταπεινώσει, καὶ χρηστότητι χάριν, εἴληφας ἰαμάτων· διὸ πάντες τιμῶντες, Γρηγόριε σὲ πόθῳ λιτάς, τὰς σὰς ἐξαιτούμεθα.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.
Κοσμήσας σεαυτόν, ἀρετῇ καὶ νηστείᾳ, ἐδείχθης ἀληθῶς, ἐγρηγόρσεως στήλη, καὶ νήψεως ἔκτυπον, νυσταγμὸν τοῖς βλεφάροις σου, ἱερώτατε, νυχθημερὸν ὁ μὴ δίδων, ὦ Γρηγόριε, ἀλλ’ ὁ τὸ νοῦν περιφέρων, ἀεὶ πρὸς τὸν Κύριον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δικαίων ὁ καρπός, Ἰωακεὶμ καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, Ἱερῷ ἐν ἁγίῳ, σαρκὶ νηπιάζουσα, ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἣν ηὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας. Ταύτην ἅπαντες, ὡς τοῦ Κυρίου Μητέρα, πιστῶς μακαρίσωμεν.
Μετὰ τὴν β, Στιχολογίαν, Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ἀκράγαντος πρόεδρον καὶ κυβερνήτην σοφόν, καὶ ἔνθεον πρύτανιν τῆς Ἐκκλησίας Χριστοῦ, Γρηγόριον μέλωμεν· ἴθυνε γὰρ τὸ σκάφος, εὐσεβούντων χορείας, πρὸς ἀσφαλείας ὅρμον, κακοδόξων τὸν σάλον, αὐτοῦ τοῖς θεοσόφοις ταχύ, παύων διδάγμασι.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δαυῒδ προοδοποίησον, ἐν τῷ ναῷ τοῦ Θεοῦ, καὶ χαίρων ὑπόδεξαι, τὴν Βασιλίδα ἡμῶν, καὶ ταύτῃ ἐκβόησον. Εἴσελθε ἡ Κυρία, εἰς ναὸν Βασιλέως, εἴσελθε, ἧς ἡ δόξα κεκρυμμένως νοεῖται, ἐξ ἧς μέλι καὶ γάλα μέλλει πηγάσειν, πᾶσι τὸ φῶς ὁ Χριστός.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Δακρύων ῥείθροις σου, καλῶς λουσάμενος, Πνεῦμα τὸ Ἅγιον, σαφῶς εἰσδέδεξαι, καὶ θείας χάριτος κρουνός, τεθέασαι θεοῤῥῆμον· ὅθεν καὶ ἰάματα, σὺ προχέεις ἑκάστοτε, τοῖς πιστῶς προστρέχουσι, τῇ σῇ χάριτι Ὅσιε, βοῶσι δὲ φωνῇ στεντορείᾳ· χαίροις Γρηγόριε θεόφρον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. δ'. Τὸ προσταχθὲν μυστικῶς.
Ἀγαλλιάσθω ὁ Δαυῒδ ὁ ὑμνογράφος, καὶ χορευέτω Ἰωακεὶμ σὺν τῇ Ἄννῃ, ὅτι γόνος ἅγιος ἐξ αὐτῶν προῆλθε· Μαρία ἡ φωτοφόρος θεία λαμπάς, καὶ χαίρει εἰσερχομένη ἐν τῷ Ναῷ, ἣν καὶ βλέπων ηὐλόγησεν, ὁ Βαραχίου υἱός, καὶ χαίρων ἀνεκραύγαζε· Χαῖρε θαῦμα παγκόσμιον.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στ.: Στόμα δικαίου μελετήσει σοφίαν καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.
Εὐαγγέλιον, Ἱεραρχικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ταῖς ἀκτῖσι τῶν σῶν ἀρετῶν, ἐσκέδασας τὴν ὁμίχλην τῆς κακίας, καὶ πᾶσιν ἔδειξας, μακροθυμίας τὸν δρόμον, Γρηγόριε μακάριε· ὅθεν θεωθεὶς κατὰ μέθεξιν, τῶν ὑπὲρ νοῦν θεατὴς νῦν χρηματίζεις, πρεσβεύων τῷ φιλευσπλάγχνῳ Σωτῆρι, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Τὸν θαυματουργὸν Γρηγόριον θαυμάσω. Ἰωσήφ.
ᾨδὴ α'. Ἦχος πλ. δ'. Τῷ συντρίψαντι πολέμους
Ταῖς τοῦ Πνεύματος ἀκτῖσι, πυρσευόμενος τὸν νοῦν, Ἱερὲ Γρηγόριε, καὶ φωταυγὴς ἀστὴρ γεγενημένος, ὅλον με καταύγασον πρεσβείαις σου, ὅπως ὑμνήσω σε.
Ὁ προγνώστης τῶν ἁπάντων, χαριτώσας σου τὸν νοῦν, θεοσδότοις λάμψεσιν, ἀπὸ σπαργάνων σε καθαγιάζει, θείαις ἀρεταῖς ἐμπρέπειν μέλλοντα, Πάτερ καὶ θαύμασιν.
Νυσταγμὸν ἀπὸ βλεφάρων, ῥαθυμίας ἐκβαλών, λύχνος ἐγρηγόρσεως, καθωράθης θεοφόρε δείξας, πράγματι τὴν κλῆσίν σου Γρηγόριε, ἐπαληθεύουσαν.
Θεοτοκίον
Θεοτόκον σε Κυρίως, ἀληθῶς
ὁμολογῶ, τέτοκας γὰρ Κύριον, ἀνερμηνεύτως ἐν δυσὶν οὐσίαις, ἄχραντε Παρθένε καὶ
θελήσεσι, κατανοούμενον.
ᾨδὴ γ'. Ἐστερεώθη ἡ καρδία μου.
Τὸν δι' αὐτόν σου προσδεξάμενος Πάτερ κόπον, ὁ Κτίστης γέροντι στοιχειοῖ σε, ἐν ἐρήμῳ σε μυοῦντα Γρηγόριε, ἀπάσης Γραφῆς σαφήνειαν.
Ὅλην ἐφέλκων ἑβδομάδα ἄσιτος Πάτερ, ἐτρέφου βρώσει ἐπουρανίῳ, σῶν δακρύων νιφετοῖς ποτιζόμενος, καὶ θείως ἐνηδυνόμενος.
Ὑπὸ Θεοῦ σοι Ἱεράρχα χῦμα καρδίας ἐδόθη· ἔβλυσας γὰρ πλουσίως, διδαγμάτων καθαρώτατα νάματα, καρδίας πιστῶν ἀρδεύοντα.
Θεοτοκίον
Ῥῆσις Κηρύκων θεηγόρων
ἀπεπληρώθη· ἰδοὺ γὰρ ἔτεκεν ἡ Παρθένος, νέον βρέφος τοῦ Ἀδὰμ παλαιότερον, καὶ σύνθρονον
τοῦ Γεννήτορος.
Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐκ σπαργάνων Κυρίῳ ἀνατεθείς, ὡς ὁ πάλαι πανένδοξος Σαμουήλ, ὡσαύτως καλοῦντός σε, τοῦ Σωτῆρος ἀκήκοας, καὶ ψυχὴν καθάρας, καλῶν ἐπιδόσεσιν, ἱερωσύνης χάριν, ἀξίως ἀπείληφας· ὅθεν ἐπὶ χλόην, ἐπιγνώσεως θείας, ποιμάνας τὸ ποίμνιον, ἰαμάτων ἀπήστραψας, ἐνεργείας Γρηγόριε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν Ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν ... Τῆς Ἑορτῆς. Ἦχος ὁ αὐτός. Τὸ προσταχθὲν μυστικῶς.
Ἀγαλλιάσθω
ὁ Δαυῒδ ὁ Ὑμνογράφος, καὶ χορευέτω Ἰωακεὶμ σὺν τῇ Ἄννῃ, ὅτι γόνος ἅγιος ἐξ
αὐτῶν προῆλθε· Μαρία ἡ φωτοφόρος θεία λαμπάς, καὶ χαίρει εἰσερχομένη ἐν τῷ Ναῷ,
ἣν καὶ βλέπων εὐλόγησεν, ὁ Βαραχίου υἱός, καὶ χαίρων ἀνεκραύγαζε· Χαῖρε θαῦμα
παγκόσμιον.
ᾨδὴ δ'. Ἀκήκοα Κύριε.
Γῆ ὡς καλὴ ἤνθησας, ἑκατοστεύοντα Πάτερ στάχυν, καὶ τῇ δρεπάνῃ τῶν σῶν διδαχῶν ἐξέτεμες, αἱρετικῶν δόγματα δυσσεβῆ, Συνόδου πρόμαχος ὀφθείς, Ὅσιε Γρηγόριε.
Οὐράνιος ψῆφός σε, Ἀρχιερέα Θεοῦ θεράπον, ἀποδεικνύει καλῶς, ὁδηγεῖν τὸ ποίμνιον, ὅπερ ἐκτήσατο αἵματι Χριστός, ὁ προειδὼς σου τῆς ψυχῆς, μάκαρ τὴν λαμπρότητα.
Ναὸς Θεοῦ γέγονας, κεκαθαρμένος παθῶν κηλῖδος, καὶ ἐν ναῷ ἱερῷ παρεστώς, τοῦ Πνεύματος τὴν ἐπιφοίτησιν, δέδεξαι σαφῶς, εἴδει σεμνῆς περιστερᾶς, Χριστοῦ δοξάσαντος.
Θεοτοκίον
Γένος βροτῶν σέσωσται, τῇ
ὑπὲρ νοῦν σου κυοφορίᾳ, καὶ οἱ ἐν σκότει φθορᾶς, Παναγία Δέσποινα, εἶδον τὸ φῶς
τὸ ἐκλάμψαν ἐκ γαστρός, σοῦ τῆς αἰτίας τῆς ἡμῶν, Κόρη ἀναπλάσεως.
ᾨδὴ ε'. Τὸν ζόφον τῆς ψυχῆς μου.
Ῥήματί σου καθαίρεις, εἰδεχθοῦς ἀσθενείας λελεπρωμένον ποτέ, τὸν προσελθόντα σοι πίστει· θεόθεν γὰρ ἐδέξω, χάριν θαυμάτων σοφέ, ὡς Ἐλισαῖος ὁ θεῖος, θεόφρον Γρηγόριε.
Ἠνέωξας εὐχῇ σου, μογιλάλου στόμα καὶ ὦτα Γρηγόριε, τῶν ἰαμάτων παμμάκαρ, ἐνέργειαν πλουτήσας, καὶ ἐξηρεύξω βυθὸν θεολογίας, θαλάσσας ἀθέων ξηραίνοντα.
Γεώδους προσπαθείας, καθαρεύσας Πάτερ ὡς Πέτρος ὁ πρόκριτος, τῶν Ἀποστόλων σκιᾷ σου, ἰάσεις ἐπετέλεις συνεχομένους δειναῖς, ἀσθενειῶν καταιγίσιν, ἐνθέως ἰώμενος.
Θεοτοκίον
Ὁ κόλπους τοὺς πατρῴους, μὴ
κενώσας ἐν τῷ σαρκοῦσθαι Πανάμωμε, σοῦ ἐν κόλποις ὁρᾶται, κρατούμενος ὡς βρέφος,
ὃν ἐξιλέωσαι, τοῖς εὐσεβῶς σε τιμῶσι, Παρθένε Θεόνυμφε.
ᾨδὴ ς'. Ὡς τὸν Προφήτην ἐῤῥύσω.
Ῥώννυται κόρη τὸ σῶμα, παρειμένη ἐντεύξει σου Ὅσιε, ἐν ἔτεσι πλείοσι, πιστῶς προσελθοῦσά σοι, καὶ τὸν αἴτιον, πάντων μεγαλύνει Χριστόν.
Ἰχνηλατῶν τοῦ Δεσπότου, πολιτείαν τὴν ἄμωμον ἔνδοξε, ἀδίκως θλιβόμενος, καὶ συκοφαντούμενος, ἀταπείνωτος, ἔμεινας Γρηγόριε.
Οἱ τῇ κακίᾳ συζῶντες, σὲ τὸν ἄκακον ἄρνα ὡς ἄγριοι, θῆρες διαρπάζοντες, φρουρᾷ κατεδίκασαν, τὸν φρουρούμενον, Πάτερ θείᾳ χάριτι.
Θεοτοκίον
Νοῦς ἐννοῆσαι τὸ μέγα,
ἀπορεῖ τοῦ σοῦ τόκου μυστήριον· Θεὸν γὰρ ἐκύησας, ἄνθρωπον γενόμενον, Ἀειπάρθενε,
τὸν ἀπερινόητον.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Μακροθυμίας τὸν φωστῆρα τὸν τρισμέγιστον, θεολογίας τὸν λαμπτῆρα τὸν φανότατον, καὶ ἀσκήσεως τὸ ἄδυτον ὄντως ἄστρον, θαυμασίων τὴν πηγὴν τὴν πολυχεύμονα, καὶ ποιμένα θεοφόρον ἐπαινέσωμεν, ἀνακράζοντες· Χαῖρε μάκαρ Γρηγόριε.
Ὁ Οἶκος.
Ἄγγελοι κατιδόντες, βιοτήν σου τὴν θείαν, ἐθαύμαζον Γρηγόριε ὄντως, θεολόγων γὰρ ὤφθης κρηπίς, καὶ ποιμένων πάντων τοῦ Χριστοῦ καύχημα, Ἀκράγαντος ὡράϊσμα· διό σοι ἐκβοῶμεν ταῦτα·
Χαῖρε, εἰκὼν ἀρετῶν παντοίων·
χαῖρε, κανὼν τῶν ὀρθῶν δογμάτων.
Χαῖρε, σωτηρίας ποιμὴν θεοπρόβλητε·
χαῖρε, Ἐκκλησίας ἁγίας διάκονε.
Χαῖρε, ὅτι κατεπάτησας κακοδόξων τὴν ἰσχύν·
χαῖρε, ὅτι κατηγλάϊσας, Ὀρθοδόξους παρευθύς.
Χαῖρε, λελεπρωμένου ὁ καθάρας τὸ σῶμα·
χαῖρε, ὁ μογιλάλου διανοίξας τὸ στόμα.
Χαῖρε, Χριστοῦ ἀγάπης ὑπόδειγμα·
χαῖρε, Αὐτοῦ ζηλῶν τὴν χρηστότητα.
Χαῖρε, πτωχῶν καὶ ἀπόρων προστάτα·
χαῖρε, σεπτῶν παραδόσεων λάτρα.
Χαῖρε, μάκαρ Γρηγόριε.
Συναξάριον.
Τῇ ΚΓ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Γρηγορίου Ἐπισκόπου Ἀκραγαντίνων.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Ὁ δι' Ἀγγέλου Παῖδας.
Θαυματουργεῖ ὁ Κτίστης, κρινομένου σου μάκαρ· τὸ πορνικὸν γὰρ γύναιον, φορᾷ ληφθὲν δαιμόνων, πᾶσιν ἐδήλου, καθαρὸν σε Γρηγόριε.
Ἀκτινοβόλοι θεῖοι, μαθηταὶ τοῦ Σωτῆρος, σοὶ ἐπιστάντες Ὅσιε, πεπεδημένον ξύλῳ, λύουσί σε, περιχαρῶς ἀσπαζόμενοι.
Ὑπομονῇ σου Πάτερ, ὁ Δεσπότης προσέχων, θαυματουργίαις μείζοσι, σὲ ἱερῶς λαμπρύνει, τῶν νοσημάτων, τὴν ἀχλὺν ἀπελαύνοντα.
Θεοτοκίον
Μητροπρεπῶς τὸν πάντων, ἀπεκύησας Κτίστην, καὶ ἐν χερσὶν ἐβάστασας, χερουβικὸς ὡς θρόνος, τὸν συνοχέα, τοῦ παντὸς Ἀπειρόγαμε.
ᾨδὴ η'. Ὁ στεγάζων ἐν ὕδασι.
Ἀπολύεται μάστιγος, δαιμονικῆς φοβερᾶς, προσευχῇ σου Μάκαρ, ἡ τῇ κακίᾳ παρανόμων ἀνδρῶν, συκοφαντήσασά σε τὸν δίκαιον κόρη, καὶ συνόδου μέσον σε δοξάζει, ὁ ἀγωνοθέτης, Χριστὸς εἰς τοὺς αἰῶνας.
Σκοτεινῆς ἀμαυρώσεως, οἱ πονηρὰ κατὰ σοῦ, βουλευθέντες Πάτερ, ἀποπληροῦνται καὶ ἐκλάμπει ἡ σή, φωταυγὴς βίωσις, ἐναντίον Γρηγόριε Πατέρων, ὧν τῇ παρουσίᾳ, ἄνθρακας κατέχων, χερσὶν ἐθαυματούργεις.
Ὡς ἀστὴρ φαεινότατος, ἀναφανεὶς ἀληθῶς, ἐν τῷ ὕψει Πάτερ τῆς Ἐκκλησίας, καταυγάζεις ἡμᾶς, ἀρεταῖς πάντοτε, καὶ θαυμάτων ἀκτῖσι, τοὺς ὑμνοῦντάς σου τὴν φωτοφόρον, μνήμην ἱεράρχα, Γρηγόριε θεόφρον.
Θεοτοκίον
Ὁ παράδοξος τόκος σου, τὰς
διανοίας ἡμῶν, καταπλήττει μόνη εὐλογημένη· ὁ Θεὸς γὰρ ἐκ σοῦ, σάρκα προσέλαβεν,
ὅπερ ἦν, διαμείνας Θεοτόκε, ἄτρεπτος τῇ φύσει, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς
αἰῶνας.
ᾨδὴ θ'. Εὐλογητὸς Κύριος ὁ Θεός.
Ἴδε λαμπρὰ πανήγυρις, ἴδε μνήμη ἱερά, ἴδε χάρις πᾶσι, συνελθοῦσι Πιστοῖς, ἀφθόνως ἰάσεις πηγάζουσα, προσέλθωμεν· βρύει γὰρ ἡμῖν, ἡ Γρηγορίου θήκη, φωτισμόν ἀέναον, καὶ ἀθανασίαν.
Ὡς ποταμὸς πεπλήρωσαι, τῶν ναμάτων τοῦ Χριστοῦ, ὡς ἐλαία ἔλαιον πηγάζεις ζωῆς, ὡς φοίνιξ ὑψώθης Γρηγόριε, ὡς ἄμπελος βότρυας ἡμῖν, τῶν ἀρετῶν σου φέρεις, ἐξ ὧν ποτιζόμεθα, οἶνον ἀφθαρσίας.
Συνευφραινέσθω σήμερον, ἐν τῇ μνήμῃ σου ἡμῖν, ἱερέων δῆμος, καὶ Ὁσίων πληθύς, καὶ πάντων Ἀγγέλων τὰ τάγματα, μεθ' ὧν παρεστὼς τῷ Ποιητῇ, πεπυρσευμένος Πάτερ, μνήσθητι τῶν πόθῳ σε ἀνυμνολογούντων.
Ἡγιασμένον γέγονας, Πάτερ σκήνωμα Χριστοῦ, Ἐκκλησίας στῦλος, καὶ λιμὴν τῶν πιστῶν, καὶ μάχαιρα πλάνην ἐκτέμνουσα, πηγὴ ἰαμάτων καὶ βυθός, ἐνθέων νοημάτων, καὶ πυρσὸς ἀκοίμητος, καὶ ποιμὴν ποιμένων.
Θεοτοκίον
Φῶς ἡ τεκοῦσα ἄχρονον, τὸ ἐκλάμψαν ἐκ Πατρός, φώτισόν μου Κόρη, τὴν ψυχὴν καὶ τὸν νοῦν, μακρὰν ἀπ' ἐμοῦ ἐκδιώκουσα, τὸ σκότος Παρθένε τῶν παθῶν· ἵνα σε μακαρίζω, τὴν ἀειμακάριστον τῶν πιστῶν ἐλπίδα.
Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Τῆς Ὀρθοδόξου πίστεως, ἐκφάντορα τρισμέγιστον, καὶ ἱερὸν ποιμενάρχην, Ἀκραγαντίνων τοῖς ὕμνων, ἰάσμοις καταστέψωμεν, καὶ πίστει ἐκβοήσωμεν· χαῖρε σοφὲ Γρηγόριε, παντοειδῶν ἰαμάτων, πηγὴ ἀκένωτος ὄντως.
Καὶ τὸ τῆς Ἑορτῆς. Ὅμοιον.
Ἣν πάλαι προκατήγγειλε, τῶν Προφητῶν ὁ σύλλογος, στάμνον καὶ ῥάβδον καὶ πλάκα, καὶ ἀλατόμητον ὄρος, Μαρίαν τὴν Θεόπαιδα, πιστῶς ἀνευφημήσωμεν· σήμερον γὰρ εἰσάγεται, εἰς τὰ Ἅγια τῶν Ἁγίων, ἀνατραφῆναι Κυρίῳ.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ, ἱερὲ Γρηγόριε, χρηστοηθείας κανών, ἀσιτίας ὑπόδειγμα, ἐγκρατείας πρότυπον, καὶ ἀγάπης ἀρχέτυπον, τῆς Σικελίας βλαστὲ γλυκύτατε, Ὀρθοδοξίας βαλβὶς καὶ ἔρεισμα, πάντοτε πρέσβευε, τῷ Χριστῷ παντάνακτι ὑπὲρ ἡμῶν, τῶν πιστῶς τελούντων σου, τὴν θείαν κοίμησιν.
Πάτερ, ἱερὲ Γρηγόριε, ἀνατεθεὶς τῷ Χριστῷ, ἐκ σπαργάνων ἀκίβδηλον, φῶς πιστοῖς ἀνέτειλας, τῇ τοῦ Πνεύματος χάριτι· ὅθεν καὶ γλώσσῃ, τῇ θεοφθόγγῳ σου, δογμάτων κῦρος, ὀρθῶν ἐκήρυξας, καὶ φληναφήματα, κακοδόξων ἤλεγξας ὡς ζηλωτής, θείων παραδόσεων, θεομακάριστε.
Πάτερ, ἱερὲ Γρηγόριε, Ἱεραρχῶν καλλονή, τοῦ ἡλίου φαιδρότερον, πάσῃ ἐξανέτειλε, Ἐκκλησίᾳ ἡ μνήμη σου, φωταγωγοῦσα μακροθυμίᾳ τε, καὶ ἀκακίᾳ αὐτὴν πανεύφημε· ὅθεν τιμῶντές σε, καὶ κατευφραινόμενοι ταῖς σαῖς βολαῖς, πλήθους θαυμασίων σου, Χριστὸν δοξάζομεν.
Πάτερ, ἱερὲ Γρηγόριε, ἰχνηλατῶν τοῦ Χριστοῦ, τὰ παθήματα ἤνεγκας, ἀνυποίστων θλίψεων, τὸ φορτίον γηθόμενος· τοῖς σὲ μισοῦσιν, ἀγάπην ἄδολον, ἀντεδωρήσω, τὴν ἀνταπόδοσιν, τῷ Παντοκράτορι, Λόγῳ ἀφιέμενος ἀρχιερεῦ, ἄσπιλε καὶ ἄκακε, φωστὴρ Ἀκράγαντος.
Δόξα. Ἦχος πλ. β΄.
Ἱεράρχα θεσπέσιε, ἐκ σπαργάνων ἀγαπήσας τὸν Κύριον, καὶ τὴν ἀρετὴν ἐπιμελῶς ἐργασάμενος, ὄργανον τοῦ Παρακλήτου γέγονας. Καὶ παρ’ Αὐτοῦ λαβὼν τῆς εὐγλωττίας, καὶ θαυμάτων τὴν ἐνέργειαν, θεολόγος μελίῤῥυτος, καὶ ἰατρὸς πανάριστος, ἐπεφάνης πᾶσιν ἀνθρώποις. Νῦν δὲ τῷ ἀστέκτῳ φωτὶ ἐλλαμπόμενος, αὔγασον καὶ ἡμῶν τὸν νοῦν, Γρηγόριε θεοφώτιστε, τοῦ ὁρᾶν τὰ ἡμῶν πταίσματα, ταῖς σαῖς ἐντεύξεσι.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Σήμερον τὰ στίφη τῶν Πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς ἀνευφημήσωμεν· τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ Παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων, Παρθένοι, λαμπαδηφοροῦσαι προπορεύεσθε, τῆς Ἀειπαρθένου τιμῶσαι, τὴν σεβάσμιον πρόοδον, Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς συνακολουθήσατε, ὑμνοῦσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς τοῦ κόσμου τὴν πρόξενον. Ἅπαντες οὖν χαρμονικῶς, τὸ χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν, τῇ Κεχαριτωμένῃ, τῇ ἀεὶ πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Πίστεως δογμάτων ἐγρηγορώς, μέγας θεολόγος, ἀρχιθύτα θαυματουργέ, τῶν Ἀκραγαντίνων, καὶ τῆς ἐσταυρωμένης, ἀγάπης ἰχνηλάτα, ὤφθης Γρηγόριε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου