ΟΚΤΩΒΡΙΟΣ ΚΕ΄!!
ΤΑΒΙΘΑ ΕΝ ΙΟΠΠῌ
ΑΚΟΛΟΥΘΙΑ
(Ἰσιδώρας
ἡγουμένης Ἁγιεροθεϊτίσσης)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν
οὐρανίων ταγμάτων.
Τὴν
τῆς Ἰόππης δορκάδα τὴν θεοκίνητον, τὴν ἐν ἀγάπης ὄρει, ὑψηλῷ ἀναβάσαν, ἔνθεν τῷ
Δεσπότῃ τοῦ οὐρανοῦ, τῇ ψυχῇ συνηρμόσατο, τὴν Ταβιθὰν ἐπαξίως πάντες πιστοί,
τὴν φιλόστοργον αἰνέσωμεν.
Χερσὶ
πενήτων προθύμως πάντα τὸν πλοῦτόν σου, ὦ Ταβιθὰ θεόφρον, εὐμενῶς διαδοῦσα,
εὗρες ἐν ὑψίστοις πλούτου πολλοῦ, θησαυρὸν ἀναφαίρετον, ὃν διανέμεις πλουσίως
τοῖς ἐν εὐχαῖς, καὶ δεήσεσι τιμῶσί σε.
Τῆς
εὐποιΐας εἰκόνα τὴν θεοχάρακτον, φιλευσπλαγχνίας τύπον, τῆς ἀγάπης τὴν στάθμην,
θείας συμπαθείας ἀντιγραφήν, Ταβιθὰν μακαρίσωμεν, ὡς ἐλεήμων μακάρων καὶ γὰρ
οἰκεῖ, ἐν τῇ χώρᾳ τῇ εὐδαίμονι.
Φιλαδελφίας
τὴν πρᾶξιν τὴν ἀξιέπαινον, μετὰ στοργῆς τελείας, Ταβιθὰ ἐξασκοῦσα, οἶκος τοῦ
Κυρίου πανευπρεπής, καὶ ὡραῖος γεγένησαι, τοῦ ἐνοικοῦντος καρδίαις ἐν ἀγαθαῖς,
ὡς πηγὴ ὢν ἀγαθότητος.
Δόξα.
Ἦχος α’.
Διαφερόντως
τῶν πτωχῶν, ταῖς χρείαις ἐπαρκέσασα, καὶ τούτοις ἐν παντὶ παρισταμένη, τῆς
ἀγάπης ποταμός, πληρέστατος ἐγένου, Ταβιθὰ μακαρία· ἐν ἐλεημοσύναις καὶ ἡμῖν,
μετάδος τὰ ἐλέη σου, ἵνα Θεῷ τῷ ἐλεήμονι καὶ μόνῳ ἀγαθῷ, δῶμεν δόξαν καὶ τιμήν,
εἰς αἰῶνας ἀγαλλόμενοι.
Καὶ
νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν
τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ
ἁγνῶν λαγόνων Σου σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.
Εἰς
τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε
χαρμονικῶς, συνέλθωμεν τιμῆσαι, τὴν Ταβιθὰ τὴν θείαν, ἐλέους τοῦ ἁγίου, τὸ
δώρημα τὸ τέλειον.
Στ.: Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Χρείαις
ὦ Ταβιθά, ποικίλαις τῶν πενήτων, ἐν ψυχικῇ συνέσει, καλῶς διακονοῦσα, Θεῷ
εὑρέθης ἄμωμος.
Στ.: Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν.
Πόλις
θεοπρεπῶς, Ἰόππης ἐγκαυχᾶται, τῇ σῇ ἐπιστασίᾳ, ὦ Ταβιθὰ γὰρ ταύτης, ὑπάρχεις
σεμνολόγημα.
Δόξα.
Τριαδικόν.
Πάτερ
σὺν τῷ Υἱῷ, καὶ Πνεύματι Ἁγίῳ, Θεότης τρισαγία, ἐλέησον Σοὺς δούλους, τοὺς
πίστει προσκυνοῦντάς Σε.
Καὶ
νῦν. Θεοτοκίον.
Μῆτερ
τοῦ Λυτρωτοῦ, Παρθένε Θεοτόκε, ζωῆς ἡ θεία πύλη, ὑπάνοιξον ἐλέους, ἡμῖν τὴν
θείαν εἴσοδον.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ. Θείας πίστεως.
Ὄντως μέγιστον, τῶν ἀρετῶν σου, θαῦμα ἔξοχον, τῶν ὁπαδῶν σου,
ἱκετευόντων ἐκείνων ἐν δάκρυσι, ὁ Πέτρος παρωξύνθη τῷ Πνεύματι, καὶ οὕτω τῇ
σορῷ σου προσήγγισε, ἐπιφωνήσας σοι Ταβιθὰ
ἐξεργέθητι, Τὰ γὰρ ἅγιά σου ἔργα ἀπαιτοῦσι συνέχειαν. Πρέπον διακόψαι τὸν
θάνατον μᾶλλον, ἤ τῶν τοιούτων τὴν θείαν ἐπιμέλειαν.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος
τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Ὢ
τοῦ παραδόξου θαύματος!
Ὢ τοῦ ἐξαισίου
θαύματος! ἡ σεπτὴ Ταβιθά, ἀρετῶν ἐγένετο, δοχεῖον ὑπερτελές, καὶ πολυτίμητον·
ἀγάπης ὑπογραμμός, καὶ εὐσπλαγχνίας θειότατον γνώρισμα· ταῖς χρείαις γὰρ τῶν
πτωχῶν, ἐν εὐαρέστῳ προθέσει ἐπήρκεσεν· ὅθεν εὐαρέστως ταύτῃ, τῆς χαρᾶς
ἐφύμνια, ἀναμέλψωμεν πάντες, οἱ φιλέορτοι γηθόμενοι.
Νεκρὰν τὸ πρὶν καὶ
θανοῦσαν εὑρῶν! ὁ θεόφρων Πέτρος, Ἀποστόλων πρόκριτος, τὸ γόνυ ἐπὶ τῆς γῆς,
κλίνους προσηύξατο· καὶ οὕτω μετὰ κραυγῆς, θεοσθενοῦς σοι μεγάλως ἐφώνησε·
ἀνάστηθι Ταβιθά, ἵνα πιστώσῃς, τῷ κόσμῳ τὴν ἔγερσιν· τοῦ ἐξαναστάντος Λόγου,
καὶ θανάτῳ θάνατον, ἀφανίσταντος ὅλως, ὡς ζωῆς ἐξουσιάζοντος.
Πηγὴν εἰς θείαν καὶ
ἄφθονον, ζωτικῶν ὑδάτων, ἐλθοῦσα ἐξέπιες, τὰ νάματα Ταβιθά, τῆς αἰωνίου χαρᾶς·
ὡς ἔλαφος ἀληθῶς, ἀγαλλομένῳ ποδί σου διέτρεξας· πρὸς Κύριον τὸν Θεόν, οὗ τῆς
ἀγάπης ἐτρώθης τῷ ἔρωτι· καὶ ἀμεταπτώτῳ πόθῳ, τὴν Αὐτοῦ ἐγνώρισας, εὐστοργίαν
ἣν πᾶσι, τοῖς πλησίον σου μετέδωκας.
Ἕτερα.
Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῆς ἀγάπης ταῖς
χάρισι, κοσμουμένη ταῖς κρείττοσι, Ταβιθὰ θεόληπτε, ἀναδέδειξαι, οἶκος εὐώδης
τοῦ Πνεύματος, ὀσμὴν ἀποπνέουσα, ἐναρέτου βιοτῆς, τῶν πιστῶν αἰσθητήρια,
καταθέλγουσα, καὶ παρέχουσα πᾶσιν ἀντιδόσεις, τῆς ζωῆς τῆς αἰωνίου, ἧς ἐν
μεθέξει γεγένησαι.
Τῆς Ἰόππης μαθήτρια,
Ἐκκλησίας διδάσκαλος, οἰκουμένης δίδαγμα περιάκουστον, φιλαδελφίας ἡ ἔμπρακτος,
ἀπόδειξις γέγονας, ἐλεῆμον Ταβιθά, πιστουμένη τὴν δύναμιν, τὴν σωτήριον, τῆς
Χριστοῦ τοῦ Θεοῦ φιλανθρωπίας, ἣν διδάσκει μετὰ κύρους, τὸ ἱερὸν Εὐαγγέλιον.
Ἀρετῶν τὴν προέχουσαν,
τὴν ἀγάπην ἐξήσκησας, Ταβιθὰ ἀοίδιμε τελεώτατα, τοὺς γὰρ πεινῶντας ἐξέθρεψας,
διψῶντας ἀνέψυξας, ἐπεσκέψω ἀσθενεῖς, τοὺς γυμνούς τε ἐνέδυσας· ὅθεν ἤκουσας,
ἐκ Χριστοῦ τοῦ Νυμφίου σου ἐπαίνους, καὶ χαρᾶς τῆς αἰωνίου, εἰς τὸν νυμφῶνα
κατώκησας.
Δόξα.
Ἦχος α’.
Τὴν τῆς νέας Διαθήκης,
Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, κατάκαρπον ἐλαία, Ταβιθὰ τὴν ἐλεήμονα, δεῦτε ἐν κλάδοις
ὑμνῳδίας ὑπαντήσωμεν. Καὶ γὰρ αὕτη ἡ πολύδωρος, οἷα σοφὴ καὶ συνετή, τῆς ἐλεημοσύνης
πλησμονὴν ἀπέδωκεν. Πάντα τὸν βίον αὐτῆς, ἐν ἀγάπῃ δαπανήσασα, τῷ πλησίον
ἐγένετο προσφορὰ ἐλέους ἐν προθυμίᾳ. Καὶ νῦν Θεῷ τῷ ἐλεήμονι, ἐγγύτατα ἑστῶσα,
αἰτεῖται καὶ ἡμῖν τοῖς δεομένοις, ἐλέους δωρηθῆναι πλησμονήν, καὶ εἰρήνης τὴν
ἀπόλαυσιν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων
σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν
Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη
οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην
ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν,
ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς
τοῦ Θεοῦ· καὶ γάρ αὐτός πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)
Γυναῖκα ἀνδρείαν τίς
εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία
τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ
ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν
αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ
ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις.
Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα.
Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον.
Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ
λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς
ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε
πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ
παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ
ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων
κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς
Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις
ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ
γλώσσῃ αὐτῆς. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ
ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς
ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ
δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος
γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ
ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.
Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. γ’, 1-10)
Υἱέ,
ἐμῶν νομίμων μὴ ἐπιλανθάνου, τὰ δὲ ρήματά μου τηρείτω σὴ καρδία· μῆκος γὰρ βίου
καὶ ἔτη ζωῆς καὶ εἰρήνην προσθήσουσί σοι. ἐλεημοσύναι καὶ πίστεις μὴ
ἐκλιπέτωσάν σε, ἄφαψαι δὲ αὐτὰς ἐπὶ σῷ τραχήλῳ, καὶ εὑρήσεις χάριν· καὶ προνοοῦ
καλὰ ἐνώπιον Κυρίου καὶ ἀνθρώπων. ἴσθι πεποιθὼς ἐν ὅλῃ τῇ καρδίᾳ ἐπὶ Θεῷ ἐπὶ δὲ
σῇ σοφίᾳ μὴ ἐπαίρου· ἐν πάσαις ὁδοῖς σου γνώριζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς
σου, ὁ δὲ πούς σου μὴ προσκόψῃ. μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ, φοβοῦ δὲ τὸν Θεὸν
καὶ ἔκκλινε ἀπὸ παντὸς κακοῦ· τότε ἴασις ἔσται τῷ σώματί σου καὶ ἐπιμέλεια τοῖς
ὀστέοις σου. τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν
καρπῶν δικαιοσύνης, ἵνα πίμπληται τὰ ταμιεῖά σου πλησμονῆς σίτῳ, οἴνῳ δὲ αἱ
ληνοί σου ἐκβλύζωσιν.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Τῆς
ἐλεήμονός σου ζωῆς τὰς χάριτας, τίς ὑμνῆσαι ἱκανός, Ταβιθὰ εὐσυμπάθητε!
Πεινῶντες γὰρ σὲ εἶχον τροφόν, διψῶντες σὲ ἀντίληψιν ἀναψυχῆς, θλιβόμενοι παραμυθίαν
παρακλήσεως, γυμνοὶ σὲ θαλπωρὴν περιβολῆς, οἱ ξένοι σὲ προσφύγιον, οἱ ἀσθενεῖς
τε παραστάτην στοργικόν! ἡμεῖς δὲ νῦν οἱ δοῦλοί σου, οἱ ὑστερήμασι πολλοῖς
περικείμενοι, πλουτοῦμέν σε βεβαίαν ἀρωγόν, καὶ πρὸς Θεὸν τὸν ἀγαθόν, πρέσβυν
ἐν παῤῥησίᾳ ἀκατάκριτον.
Ἦχος
β΄.
Οὐκ
ἐπελάθου τοῦ Θεοῦ τὰς ἐντολάς, τηρεῖν ἑκάστοτε ἐν ἐπιμελείᾳ, ὦ Ταβιθὰ
θεομακάριστε! Τὴν πίστιν ἀκεραίαν κρατοῦσα, ταῖς προσευχαῖς προσκαρτεροῦσα, τῇ
εὐσεβείᾳ περιπατοῦσα ἀσφαλῶς, τῇ ἐλπίδι κρατυνομένη, τῇ ἀγαθότητι προκόπτουσα,
τὴν φιλαδέλφιαν ὡς κόρην ὀφθαλμοῦ φυλάττουσα· ἐν ἀγάπῃ τῇ καθαρᾷ βασιλεύουσα,
Θεῷ τῷ Βασιλεῖ τοῦ παντὸς ἁρμοσαμένη, μετ’ Αὐτοῦ εἰς τοὺς αἰῶνας χαίρουσαι
περίστασαι.
Ἦχος
γ΄.
Οἷα
δούλη τοῦ Θεοῦ, πιστὴ καὶ ἀγαθή, τὸ δοθέν σοι τάλαντον, ἐν ἀγαθωσύναις
ἀρεσταῖς, πλειόνως ἐπηύξησας, Ταβιθὰ μακαρία! ἐσκόρπισας ἔδωκας τοῖς πένησιν,
ἐν ἀγάπῃ παρεστῶσα, ταῖς ἀνάγκαις τῶν χρηζόντων· ἔλεος οὖν ἔδωκας, καὶ ἔλεος τὸ
μέγα ἐκέρδισας, τοῦ μεγάλου Θεοῦ ἡμῶν. Αὐτὸν ἱκέτευε, ἐλεῆσαι καὶ ἡμᾶς, τοὺς
μακαρίζοντας, τῆς σῆς φιλευσπλαγχνίας τὰ ἐξαίσια.
Ἦχος
δ΄.
Τῆς
μακαρίας ζωῆς τὰς ἀντιδόσεις, πλουσίως ἀπήλαυσας, Ταβιθὰ παναοίδιμε, ὡς
τιμιωτάτη θυγάτηρ τῆς δικαιοσύνης. Καὶ γὰρ πάσας τὰς ἡμέρας σου, ἐν
ἐλεημοσύναις διῆλθες, ὡς Δαυΐδ ὁ ψαλμῳδός, ἐμελώδει λέγων· ὅλην τὴν ἡμέραν,
ἐλεεῖ καὶ δανείζει ὁ δίκαιος καὶ ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Σὺν τῷ
Φαυΐδ τῷ Θεῷ, πρέσβευε τοῦ δοῦναι καὶ ἡμῖν, κληρονομίας ἀγαθῆς, πλοῦτον
ἀναφαίρετον, ἵνα σὺν δικαίοις φῶς ὀψόμεθα.
Ἦχος
πλ. α΄.
Ἐν
ὄρει ὑψηλῷ, πολιτείας ἁγίας, Ταβιθὰ διέτρεξας, τῇ ἀκραιφνεῖ σου προθυμίᾳ, ὃς
δορκὰς ταχύδρομος. Καὶ Χριστὸν ἐκεῖσε εὗρες, ὃς δι’ ἄκραν ἀγάπην πρὸς ἡμᾶς, τὰ
λογικὰ Αὐτοῦ πρόβατα, ὡς ποιμὴν καλὸς καὶ φιλόστοργος, ἐζήτησεν καλῶς καὶ
ἔσωσεν ἡμᾶς. Αὐτοῦ καὶ σὺ ὀπίσω ἀκολουθοῦσα, ὡς φιλότεκνος Μήτηρ καὶ ἀδελφὴ φιλεύσπλαγχνος,
τὰ πάντα ἔδωκας ὑπὲρ ἄλλων· ἀξίωσον καὶ ἡμᾶς, ἐν ἀγάπῃ πορεύεσθαι, ἵνα τὸν
μισθὸν τῆς φιλαδελφείας εὕρωμεν.
Ἦχος
πλ. β΄.
Μακαρία
εἶ ἀληθῶς, Ταβιθὰ παμμακάριστε, ὅτι τοὺς λόγους τοῦ Χριστοῦ, ἐν ἀληθείᾳ πράξεως
ἐφήρμοσας· ὅστις γὰρ ἀγαπᾷ τὸν πλησίον, τῷ Θεῷ ἀρεστὸς εὑρίσκεται. Καὶ ὅστις
ἐλεεῖ, παρὰ Θεοῦ ἐλεεῖται, τοῦ εἰπόντος ἀψευδῶς· μακάριοι οἱ ἐλεήμονες, ὅτι
αὐτοὶ ἐλεηθήσονται. Τοῦ τοιούτου ἔργου κοινωνούς, ἀνάδειξον καὶ ἡμᾶς, ταῖς πρὸς
Κύριον πρεσβείαις σου.
Δόξα.
Ἦχος πλ. δ΄.
Ὥσπερ
ἄλλη ἔλαφος διψῶσα, εἰς πηγὰς τοῦ Εὐαγγελίου ἔφθασας, Ταβιθὰ ἐλεῆμον, καὶ τὴν
δίψαν οὕτως ἔσβεσας, τῆς θεομόρφου ψυχῆς σου. Τῷ δὲ κρατῆρι τῆς εὐεργεσίας, τῆς
δαψιλοῦς σου καὶ μεγάλης, προσφέρεις καὶ ἡμῖν τοῖς σὲ δοξάζουσι, τῆς εὐλογίας
σου τὸ νᾶμα, τὸ γλυκὺ καὶ καθαρώτατον. Δεῖξον πᾶσι τὰς διεξόδους τῶν ὑδάτων,
ἵνα Χριστοῦ τὸ ὕδωρ, εὕρωμεν καὶ πίωμεν, καὶ οὕτω εἰς τοὺς αἰῶνας μὴ διψήσωμεν.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Χαίροις,
φιλαδελφίας εικών, ἐλεημόνου τε στοργῆς ὑποτύπωσις, ἀγάπης καὶ συμπαθείας,
ἐφαρμογὴ ἀκριβής, τῆς δικαιοσύνης, ἡ τελείωσις, τροφὸς τῶν πεινώντων, ἡ τῶν
διψώντων ἀνάψυξις, τῶν θλιβομένων, ἡ εὐδαίμων παράκλησις, περιβόλαιον, θαλπωρῆς
γυμνητεύουσιν. Μῆτερ ἀειμακάριστε, Ἰόππης τὸ δώρημα, ὦ Ταβιθὰ μακαρία, Εὐαγγελίου
ὁ ἔπαινος, πυξὶς ἀληθείας, ἡ δεικνύουσα τῷ κόσμῳ, τὸ φῶς τῆς γνώσεως.
Στ.: Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Πέτρος,
ὁ τοῦ Χριστοῦ μαθητής, τῶν Ἀποστόλων κορυφαῖος καὶ πρόκριτος, θανοῦσαν ἐπὶ τῆς
κλίνης, σὲ Ταβιθὰ ὑπαντῶν, ὅλως τῇ καρδίᾳ, κατενήνεκται, δακρύοις πενήτων, καὶ
θρηνῳδίαις καμπτόμενος, ἐν τῇ Ἰόππῃ, ἔνθα τούτους ἠλέησας, θεὶς τὰ γόνατα, μετὰ
δέους προσηύξατο, λέγων φωνῇ προστάξεως, ἐγείρου ἀνάστηθι, ἵνα ἰδῶσι τὰ ἔθνη,
καὶ τὸν Σωτῆρα δοξάσωσι, Χριστὸν ἀναστάντα, τὸν συντρίψαντα τοῦ ᾍδου, ἰσχὺν καὶ
δύναμιν.
Στ.: Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς
αὐτῶν.
Χήρας,
καὶ ὀρφανὰ Ταβιθά, τῇ φιλοστόργῳ σου ἀγάπῃ ἐνέδυσας, χιτῶνας αὐτοῖς διδοῦσα,
καὶ τὰ χρειώση τοῦ ζῆν, ὥσπερ ἀδελφούς σου πάντας θρέψασα, Χριστοῦ τῇ προστάξει,
ἐν εὐμενείᾳ ὑπείκουσα, τοῦ πρώτου πάντων, τὴν ἀγάπην ὁρίσαντος, καὶ καλέσαντος,
ταύτην νόμου κεφάλαιον· ταύτης ἡμᾶς ἀνάδειξον, μετόχους ταῖς πράξεσιν,
φιλαδελφείας ἀμέμπτου, ἀγαθωσύνας ποιούμενοι, ζωῆς ὅπως σχῶμεν, τὰς μεγάλας
ἀντιδόσεις, ἐλέει χάριτος.
Δόξα.
Ἦχος πλ. δ’.
Τῆς
ζωηφόρου Ἀναστάσεως, τὰς ἀθανάτους εὐεργεσίας ἐγνώρισας, ἐπὶ τῆς γῆς ἔτι οὖσα,
ἐλεῆμον Ταβιθά, τῶν πτωχῶν εὐεργέτις ἡ φιλάγαθος. Καὶ γὰρ θανάτου ἐνίκησε, τὴν
ἀδέκαστον ἰσχύν, ἡ ἀκεραία σου φιλανθρωπία· ὅτι τὸν Πέτρον ἔπεισαν, τῶν παρὰ
σοῦ ἠλεηθέντων τὰ δάκρυα, προσεύξασθαι γονυκλινῶς, καὶ πάλιν εἰς τὴν ζωὴν
μετακαλέσαι σε. Εὐχῇ γὰρ καρδίας, καὶ φωνῇ μεγάλῃ ἐβόησε· Ταβιθὰ ἀνάστηθι,
ἀνάστησον καὶ ἡμᾶς, νεκροὺς τοῖς παραπτώμασι, ταῖς ζωηφόροις σου πρεσβείαις,
ἵνα ἐλέους λάβωμεν, τὴν μεγάλην ἀνταπόδοσιν.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ. Θείας πίστεως.
Ὄντως μέγιστον, τῶν ἀρετῶν σου, θαῦμα ἔξοχον, τῶν ὁπαδῶν σου,
ἱκετευόντων ἐκείνων ἐν δάκρυσι, ὁ Πέτρος παρωξύνθη τῷ Πνεύματι, καὶ οὕτω τῇ
σορῷ σου προσήγγισε, ἐπιφωνήσας σοι Ταβιθὰ
ἐξεργέθητι, Τὰ γὰρ ἅγιά σου ἔργα ἀπαιτοῦσι συνέχειαν. Πρέπον διακόψαι τὸν
θάνατον μᾶλλον, ἤ τῶν τοιούτων τὴν θείαν ἐπιμέλειαν.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ὡς
ὄρθρος ἱερός, εὐφροσύνου ἡμέρας, ἐφέστηκεν ἡμῖν, Ταβιθὰ ἐλεῆμον, ἡ μνήμη σουἡ
πάνσεπτος, τὰς ψυχὰς καταθέλγουσας, καὶ ἐμφαίνουσα, τοῦ Παραδείσου τὸ κάλλους,
οὗ μετέσχηκας, ἐν ἀπροσίτῳ εὐκλείᾳ, Θεοῦ ὡς θεράπαινα.
Δόξα.
Ἀγάπην
Ταβιθά, ὀφθαλμοῦ ὥσπερ κόρην, ἐφύλαξας καλῶς, ἐν παντί σου τῷ βίῳ, τοῖς πένησιν
ἱμάτια, καὶ τροφὰς διανείμασα· ὅθεν ἔλαβες, τοῦ θείου γάμου χιτῶνα, καὶ
συγκάθεδρος, τῆς οὐρανίου τραπέζης, ἐν δόξῃ παρίστασαν.
Καὶ
νῦν. Θεοτοκίον.
Ἡ
κλίμαξ Ἰακώβ, ἣν τεθέαται πάλαι, συνάπτουσα τὴν γῆν, οὐρανοῖς Σὺ ὑπάρχεις,
Παρθένε πανακήρατε, Μαριὰμ ὅτι ἔτεκες, τὸν ποιήσαντα, τοὺς οὐρανοὺς ἐν συνέσει,
καὶ ἑνώσαντα, τὰ διεστῶτα τὸ πρώην, σαρκὸς τῷ προσλήματι.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον
Ἐν
ἐλέει τὸν βίον τὸν σὸν ἠνάλωσας, ταῖς τῶν πενήτων ἀνα΄γκαις μετὰ στοργῆς
περισσῆς, παρεστῶσα Ταβιθὰ ὡς συνακόλουθος, τοῦ κενωθέντος ἐν Σταυρῷ, καὶ τοῖς
πάθεσιν Αὐτοῦ, ἀπάθειαν δεδωκότος, καὶ ἐλέους τὰς ἀντιδόσεις, ἐν ἀμετρήτῳ
ἀγαθότητι.
Δόξα.
Τῆς
Ἰόππης λυχνίαν πάντες σὲ ἔγνωμεν, ὦ Ταβιθὰ ἐλεῆμον τῷ ζωηφόρῳ φωτί, Ἀναστάσεως
Χριστοῦ ὑπεραστράπτουσαν, Πέτρου γὰρ θείου τῇ φωνῇ, ἐξανέστης ἐκ νεκρῶν,
θανάτου τὴν τυραννίδα, ἀρνουμένη τῇ σῇ ἐγέρσει, ζωήν τε δείξασα αἰώνιον.
Καὶ
νῦν. Θεοτοκίον.
Προφητῶν
θεηγόρων χορὸς ὁ ἅγιος, τὸν ὑπὲρ νοῦν Σου Παρθένε προκατιδὼν τοκετόν, ἐν
συμβόλοις ἱεροῖς Σε ἐθεάσατο, ὄρος καὶ πύλην νοητήν, κιβωτόν τε τῆς ζωῆς, καὶ
τράπεζαν θείου μάννα, τὰς καρδίας τῶν πιστευόντων, τῇ ἀκηράτῳ βεβαιοῦσα τροφῇ.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Οἷα
δούλη Ταβιθά, ἐν ἀγαθότητι πιστή, σῶν ταλάντων τὴν πληθύν, ἐλεημόνῳ σου σπουδῇ,
ὑπερπλειόντως ἐπηύξησας ἐν ἀγάπῃ· ὅθεν τῆς χαρᾶς, ἀνταπόδοσιν, ἔσχες εἰς ζωήν,
ἀντιμέτρησιν· καὶ σὺν χοροῖς Ἀγγέλων ἐν ὑψίστοις, ᾄδεις Κυρίῳ τὴν αἴνεσιν·
αὐτῆς γενέσθαι, ἡμᾶς μετόχους ταῖς πρεσβείαις σου δίδου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Παραβάσεως
καρπόν, Εὔα φαγοῦσα παρρευθύς, ἐξεβλήθη τῆς Ἐδέμ, λύπης πλησθεῖσα τῆς πικρᾶς,
καὶ ἀπογνώσεως βρόχοις συνδεσμεῖτο· Σὺ δὲ Μαριάμ, ἀειπάρθενε, λόγοις Γαβριήλ,
ὑπακούσασα, τῆς χαρμοσύνου αἴτιον ἐλπίδος, σαρκὶ τῷ κόσμῳ ἐκύησας, Χριστὸν ὃς
πάλιν, ἐν παραδείσῳ, τοὺς ἀνθρώπους οἰκίζει.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι
πρέπει αἴνεσις.
Στ.: Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν.
Εὐαγγέλιον. (Ζήτει τοῦτο τῇ Τρίτῃ τῆς Η’ Ἑβδομάδος τοῦ Λουκᾶ)
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Σῆς Ἁγίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Λαμπάδα
τῆς Ἐκκλησίας ὑπέρφωτον, ἐπέγνωμέν σε Ταβιθὰ θεοτίμητε, ταῖς ἑπταφώτοις
χαρίσμασι τοῦ Πνεύματος, καλῶς ἡμᾶς ὑπεραυγάζουσαν. Τῷ ἐλαίῳ οὖν τῆς εὐποιΐας
σου, καὶ τῆς φιλαδελφείας σου τῷ φωτὶ πλησθεῖσα, οἷα παρθένος φρονίμη, εὑρέθης
ἑτοίμη Χριστῷ τῷ Νυμφίῳ σου. Καὶ σὺν Αὐτῷ ἐν τῷ ἀχράντῳ νυμφῶνι, εἰσῆλθες
ἀγαλλομένη, ἵνα εἰς τοὺς αἰῶνας, μὴ παύσῃ Θεῷ τῷ φωτοδότῃ, καθαρῶς ἀγάλλεσθαι
ἐν δοξολογίαις πανηγύρεσιν.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῆς Ἁγίας οὗ ἡ ἀκροστιχίς: Πέτρον ἣν
ἀνέστησε Ταβιθά, ᾄδω. Ἰσιδώρας.
ᾨδὴ
α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Πτωχῶν ταῖς ἐλλείψεσι, καὶ
ταῖς ἀνάγκαις ἀρκέσασα, Κυρίῳ παρέστηκας, τῷ ἀγαθῷ Ταβιθά, εὐπρεπίσασα, ψυχῆς
σου τὸν χιτῶνα, ἀγάπης κοσμήσασι, καὶ καλλωπίσμασιν.
Εἰρήνης τῆς ἄνωθεν, ὦ
Ταβιθὰ τὰ δωρήματα, πλουσίως ἀπείληφας, παρὰ τοῦ θείου Πατρός, τοῦ ἀμείψαντος,
τὴν σὴν φιλαδελφίαν, καὶ δόντος τὴν χάριν σοι, τὴν εἰρηνόδωρον.
Τραπέζης συγκάθεδρος, τῆς
οὐρανίου παρέστηκας, πεινῶντας ὡς θρέψασα, ἐπὶ τῆς γῆς Ταβιθά, σὺν Ἁγίοις τε,
ζωῆς τὸν θεῖον Ἄρτον, ἐσθίεις δοξάζουσα, τὸν μεγαλόδωρον.
Θεοτοκίον.
Ῥημάτων ἀκούσασα, τοῦ Γαβριὴλ
εὐπειθέστατα, Θεὸν ἐσωμάτωσας, ἐν τῇ νηδύϊ τῇ Σῇ, τὴν ἀντίῤῥησιν, τῆς Εὔας
Θεοτόκε, φιλίας εἰς ἕνωσιν, μεταποιήσασα.
ᾨδὴ
γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Ὁ λόγος Κυρίου ἐπληρώθη, ἐν
σοὶ ἐλεῆμον Ταβιθά, εἰπόντος ἀληθέστατα, ἐν ταῖς Γραφαῖς ὃς κέκτηται· ἀγάπην
πρὸς τὸν ἕτερον, οὗτος υἱός μου κληθήσεται.
Σχολάσασα ὅλῃ διανοίᾳ,
Κυρίῳ τῶν πάντων Βασιλεῖ, σωφρόνως πᾶσαν μέριμναν, φιλαργυρίας ἔφυγες, καὶ τὴν
σπουδήν σου ἔδωκας, ὦ Ταβιθὰ τῷ πλησίον σου.
Ἡλίου ἐπέστη λαμπροτέρα, ἡ
θεία σου μνήμη Ταβιθά, κακίας φυγαδεύουσα, τὸν σκοτασμὸν τὸν δύσμορφον, καὶ τῆς
ἀγάπης φαίνουσα, τὸν γλυκασμὸν τὸν σωτήριον.
Θεοτοκίον.
Ναὸς τῆς θεότητος ἐδείχθης,
Παρθένε Μαρία καθαρός, καὶ γὰρ ἐν Σοὶ ἐσκήνωσε, ὁ Λόγος ὁ προάναρχος, καθὼς
Πατὴρ ηὐδόκησε, τῇ ἐπελεύσει τοῦ Πνεύματος.
Κάθισμα.
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς
ἀγάπης τὸν νόμον τὸν ἱερόν, ἀκριβείᾳ τηρήσασα Ταβιθά, τοὺς πένητας ἐξέθρεψας,
τοὺς διψῶντας ἐπότισας, τοῖς θλιβομένοις λόγοις, στοργῆς παρεμύθησας, καὶ τοὺς
γυμνοὺς ἐνέδυσας, πλουσίᾳ χρηστότητι· ὅθεν Βασιλείας, οὐρανίου ἐκτήσω, χιτῶνα
χρυσότευκτον, καὶ τῆς δόξης διάδημα, θείῳ κάλλει ἀστράπτουσα· ἔνδυσον ἡμᾶς σαῖς
εὐχαῖς, ἀγαλλιάσεως θείας ἱμάτιον, καὶ ἀξίωσον πάντας, δεξιᾶς παραστάσεως.
Δόξα.
Τοῦ
ἐλέους μαθήτρια Ταβιθά, ἐν Ἰόππῃ ἐγένου περιφανής, προθύμως τοῖς πτωχεύουσι,
παρεστῶσα ἀοίδιμε, ὀρφανευόντων σκέπη, χηρῶν τε ἐπίκουρος, καὶ ἀγαθῇ προθέσει
σου, τοῖς πᾶσιν ἐπήρκεσας· ὅτε οὖν θανάτου, τῇ σαρκί σου ἐγεύσω, ἐν κλίνῃ σε
ἄψυχον, Πέτρος εἶδεν Ἀπόστολος, θρηνῳδίαις καμπτόμενος, ηὔξατο τὰ γόνατα θείς,
καὶ σὲ ἀνέστησε λέγων ἐγέρθητι· ἵνα ἴδωσι πάντες, ὅτι ἔσται Ἀνάστασις.
Καὶ
νῦν. Θεοτοκίον.
Παρθενίας
Σου βάθος καταπλαγείς, καὶ ἁγνείας Σου ὕψος ἐκθαμβηθείς, ὁ μέγας Ἀρχιστράτηγος,
Γαβριήλ Σοι ἱστάμενος, ἐν εὐλαβείᾳ Κόρη τὸ χαῖρε ἐφώνησε, καὶ τῆς χαρᾶς τὸ ἄγγελμα,
Πατρόθεν Σοι ἔφερεν· ὅθεν ἀπειράνδρως, τοῦ Θεοῦ τε καὶ Λόγου, Μητέρα γεγένησια,
καὶ τῷ κόσμῳ ἐπήγασας, τὴν αἰώνιον λύτρωσιν· χαῖρέ Σοι διὸ καὶ ἡμεῖς, φωναῖς
αἰνέσεως πάντες προσάδομεν, τὸ γὰρ πλήρωμα ὅλον, τὸ τῆς χάριτος κέκτησαι.
ᾨδὴ
δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Ἀγαθότητι καρδίας καὶ
ἀμέτρῳ χρηστότητι, καὶ δικαιοσύνῃ, Μῆτερ Ταβιθὰ πεπολίτευσαι, τοῖς θλιβομένοις
τοῦ βίου ταῖς κακώσεσι, εὐσυμπάθητος, σὺ βοηθὸς χρηματίσασα.
Νικητὴς ὁ τοῦ θανάτου,
Ἰησοῦς ὁ Θεάνθρωπος, ἐπὶ σοὶ τὸ σθένος, τούτου Ταβιθὰ ἐμεγάλυνε, καὶ γὰρ ἐξ
ὕπνους θανάτου σὲ ἀνέστησε, ταῖς ἐντεύξεσι, Πέτρου τρανοῦ θεοκήρυκος.
Εὐαγγέλιον Κυρίου Ταβιθὰ ὡς
πολύτιμον, θησαυρὸν κατεῖχες, τούτου γὰρ τοὺς λόγους ἐφήρμοσας, διακονοῦσα τοῖς
ἄλλοις ὡς ὁ Κύριος, ὃς τὸ λέντιον, δούλων ζωσθεὶς πόδας ἔνιψε.
Θεοτοκίον.
Στάμνος πάγχρυσος τοῦ
μάννα, Σὲ Παρθένε εἰκόνισεν, ἐν γαστρὶ γὰρ ἔσχες, Ἄρτον τῆς Ζωῆς ἀδαπάνητον, ἐξ
οὗ ἁγνὴ Θεοτόκε, οἱ ἐσθίοντες, οὐ λιμώττουσιν, οὔτε θανάτου μετέχουσιν.
ᾨδὴ
ε’. Ἐξέστη τὰ σύμπαντα.
Ταπείνωσιν ἔσχηκας, ὡς
θεῖον περιβόλαιον, πίστιν ὡς διάκοσμον ὡραῖον, τὴν δὲ ἐλπίδα ὡς διπλοΐδα
λαμπράν, ἀγάπην ὡς στέφος Ταβιθά, ἥτις νόμου πλήρωμα, καὶ κεφάλαιον κέκληται.
Ἡδεῖα τῇ ὄψει σου, πραεῖα
δὲ τοῖς τρόποις σου, γνώμῃ σῆς καρδίας εὐθυτάτη, τῇ διαθέσει τῆς ψυχικῆς σου
στοργῆς, ὑπῆρξας πρὸς πάντας συμπαθής· ὅθεν μεμακάρισαι, Ταβιθὰ παμμακάριστε.
Συνοῦσα τοῦ Κτίστου σου,
τὴν θείαν συγκατάβασιν, πάθος ὑπομείνατος ἐν Ξύλῳ ἐθελουσίως διὰ τὸ σῶσαι ἡμᾶς,
στοργῇ φιλαδέλφῳ Ταβιθά, ὅλην ἐθυσίασας, σεαυτὴν προθυμότατα.
Θεοτοκίον.
Εἰρήνης τὸν ἄρχοντα,
Παρθένε ἀπεκύησας, ἔχθρας τὴν κατάραν ἀφελοῦσα, ἀδαμιαίας παρακοῆς τὸν φραγμόν,
εἰς γῆν καταῤῥίψασα ἁγνή, γένος τε ὑψώσασα, τῶν ἀνθρώπων τῷ τόκῳ Σου.
ᾨδὴ
στ’. Τὴν θείαν ταύτην.
Τροφὸς πτωχῶν εὐσυμπάθητος,
χηρῶν καὶ ὀρφανῶν περιποίησις, ἐν ἀγαθότητι, ὦ Ταβιθὰ ἐχρημάτισας, τοῦ θεϊκοῦ
ἐλέους, ὡς χριστεπώνυμος.
Ἀγγέλων τάξεις ἐζήλωσας,
ζωὴν ἀγγελικὴν γὰρ ἐξήσκησας, ὡς ἀριστεύσασα, ἐν τοῖς ἐπαίνοις σῶν πράξεων, ὦ
Ταβιθὰ θεόφρον, καὶ καλοκάγαθε.
Βραβεῖα νίκης τῆς
κρείττονος, ἀξίως Ταβιθὰ ἀπεκόμισας, ταῖς διακρίσεσι, τῆς εὐκλεοῦς ἐπιδόσεως,
ἐν τοῖς καλοῖς ἀγῶσι, τῆς ἀγαπήσεως.
Θεοτοκίον.
Ἰδὼν Πατὴρ ὁ οὐράνιος, ἡμᾶς
ἐν τοῖς κρημνοῖς ὀλισθήσαντας, τῶν παραπτώσεων, φύσιν φορέσας τὴν βρότειον, εἰς
τὸ ἀρχαῖον κάλλος, πᾶλιν ἀνήγαγεν.
Κοντάκιον.
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ὀρφανῶν
ἐπίκουρος, συμπαθεστάτη, τῶν χηρῶν ἀντίληψις, καὶ τῶν πτωχῶν διατροφεύς, ὦ
Ταβιθὰ ἐχρημάτισας· ἐλέους κλῆσιν, καλῶς
γὰρ ἠλήθευσας.
Ὁ
Οἶκος.
Ἐν
χρόνοις ἀποστολικοῖς τῇ πόλει τῆς Ἰόππης, παρέστης Μῆτερ Ταβιθὰ ὡς ἄλλος
Σαμαρείτης, καλὴ τοῖς τρόποις, ἀγαθὴ τῷ πρὸς ἀλλήλους φίλτρῳ, οἰκτίρμων καὶ
φιλεύσπλαγχνος, σώφρων καὶ ἐλεήμων. Τροφὰς διδοῦσα τοῖς πτωχοῖς, παρηγορίαν
ξένοις, τοῖς ὀρφανοῖς περίθαλψιν, ταῖς χήραις προστασίαν, χιτῶνας τοῖς
γυμνώτουσι, ὕδωρ τε τοῖς διψῶσι. Τοῖς πᾶσι πάντα συμπαθῶς ἐν γνώμῃ γενομένη, ὡς
ἀγαπῶσα καθαρῶς καὶ ἀψευδῶς τοὺς πάντας, Θεῷ τῷ ἐλεήμονι ὁμοίως πορευθεῖσα·
τούτου διὸ τὴν εὔνοιαν ἐκτήσω ἐπαξίως, χαρᾶς εἰς τὸν ὁλόφωτο νυμφῶνα
οἰκισθεῖσα, τὸ εὖ ἀκούσασα πιστὴ καὶ ἀγαθή μου δούλη· ἐλέους κλῆσιν, καλῶς γὰρ ἠλήθευσας.
Συναξάριον.
Τῇ ΚΕ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ἁγίας
Ταβιθᾶς, τῆς ἐν Ἰόππῃ.
Ποῦ
σοι, Ταβιθᾶ, Πέτρος; εἰ γὰρ ἦν πάλιν,
Ἤγειρεν ἂν σε καὶ θανοῦσαν ὡς πάλαι.
Ἤγειρεν ἂν σε καὶ θανοῦσαν ὡς πάλαι.
Εἰκάδι
Πέμπτῃ Ταβιθά, τὸν βίον γῆς λιποῦσα,
ἐλεημόνων
εἰς σκηνὰς τὰς οὐρανίους ἦλθεν.
Κατὰ τὸν καιρὸν τοῦ Ἀποστόλου Πέτρου, ἔζη εἰς τὴν πόλιν τῆς
Ἰόππης, τῆς εὑρισκομένης πλησίον τῆς Λύδδης, ἐν τῇ χώρᾳ τῆς Ἰουδαίας, ἣν
Χριστὸς ὁ Θεὸς κατὰ τὴν ἐπὶ τῆς γῆς Αὐτοῦ ἐβάδισεν, γυνή τις ἀγαθὴ καὶ
φιλάδελφος, τῇ κλήσει Ταβιθά. Αὕτη, ἀγάπης ἔμπλεως γενομένη, παρίστατο ἀεὶ
συμπαθῶς ταῖς περιστάσεσι τῶν χρηζόντων βοηθείας· ἤτοι πτωχοῖς ἐχορήγει τὰ πρὸς
τὸ ζῆν, γυμνοῖς ἐνδύματα παρεῖχεν, καὶ χηρῶν τροφὸς καὶ προστάτις ἐγένετο, τοῖς
κάμνουσι παρηγορία ἐστάθη, τοῖς ἐν ἀνάγκαις βοηθός, τοῖς λυπουμένοις
παραμύθιον, τοῖς ὀδυνωμένοις χεῖρα ἐδίδου συμπαθῆ, τὰ δάκρυα ἐσπόγγιζε τῶν
θλιβομένων, μετὰ κλαιόντων κλαίουσα, μετὰ χαιρόντων χαίρουσα, μετὰ δεομένων
συμπονοῦσα ἀδελφικῶς. Εἰς ἡμέρας ἐκείνας, ἀσθενείας ἔλαβε τὴν ἐπίσκεψιν καὶ
οὕτω αὕτη ἡ μακαρία ἐξέψυξε καὶ ἐν ὑπερώῳ, ἐπὶ κραββάτου νεκρικοῦ ἐτέθη.
Ἐγγίσαντος τοῦ Ἀποστόλου Πέτρου ἐν Λύδδῃ καὶ φθάσαντος ἐκεῖ, αἱ χῆραι σὺν τοῖς
πτωχοῖς καὶ ὀρφανοῖς, κλαίοντες καὶ θρηνωδοῦντες ὑπάντησαν αὐτῷ καὶ παρεκάλουν
αὐτὸν εἰς οἶκτον βοηθείας καὶ στοργῆς. Ὁ Πέτρος οὖν, καμφθεὶς τοῖς σπλάγχνοις,
προσηύξατο τῷ Κυρίῳ, θεὶς εἰς γῆν τὰ γόνατα. Καὶ εἶτα ἐγερθείς, ἔκραξε φωῇ
μεγάλῃ, εἰπών: Ταβιθά, ἀνάστηθι. Καὶ ὁ λόγος, ἔργον ἐγένετο· τὸ νεκρὸν καὶ
ἀποθαμένον σῶμα, πάλιν ζωὴν ἔλαβεν. Καὶ οὕτω ἀνοίξασα τοὺς ὀφθαλμοὺς ἡ Ταβιθά,
ἀνεκάθισε ἐπὶ τῆς κλίνης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μαρκιανοῦ καὶ Μαρτυρίου,
τῶν νοταρίων.
Χριστοῦ
καλάμους τοὺς Νοταρίους νόει,
Εἰς αἷμα τὸ σφῶν ἐκ ξίφους βεβαμμένους.
Εἰς αἷμα τὸ σφῶν ἐκ ξίφους βεβαμμένους.
Παύλου τοῦ Ὁμολογητοῦ πατριαρχοῦντος Κωνσταντινουπόλεως, μετὰ τὴν
κοίμησιν Ἀλεξάνδρου, ἐπὶ τῆς βασιλείας Κωνσταντίου τοῦ Ἀρειανοῦ, ἐπεὶ αὐτὸς ὁ
ἐν Ἁγίοις Παῦλος, ὑπερόριος ἐν Ἁρμενίᾳ γενόμενος, τὸ μακάριον τέλος ἐδέξατο,
ἀποπνιγεὶς παρὰ τῶν Ἀρειανῶν, καὶ αὐτοὶ δὲ οὗτοι οἱ Ἅγιοι διὰ τὴν Ὀρθόδοξον
πίστιν ἀναιροῦνται μαχαίρᾳ, καὶ θάπτονται ἐν τῇ Μελανδησίᾳ πύλῃ, ἐν αὐτῇ τῇ
Κωνσταντινουπόλει, τοποθεσίᾳ τοῦ Δευτέρου· ὧν τὸν ναὸν μετὰ ταῦτα ὁ Ἅγιος
Ἰωάννης ὁ Χρυσόστομος, ἐκ βάθρων ἤγειρεν.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Οὐαλλέριος
καὶ Χρυσάφιος, ξίφει τελειοῦνται.
Διττοῖς
Ἀθληταῖς ἡ τιμωρία ξίφος,
Ἡγουμένοις τρύφημα τὴν Τιμωρίαν.
Ἡγουμένοις τρύφημα τὴν Τιμωρίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ
ἁγία Μάρτυς Χρυσάνθη, ξίφει τελειοῦται.
Μαρτυρίου
στίγμασι Χρυσάνθη στολισθεῖσα,
τῷ
Ἀθλοθέτῃ σου Χριστῷ παρίστασαι ἐν δόξῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀναστασίου.
Ἀναστάσιε,
σοῦ δέ τι γράψω χάριν;
Xριστοῦ χάριν σπεύσαντος ἐκθανεῖν ξίφει.
Xριστοῦ χάριν σπεύσαντος ἐκθανεῖν ξίφει.
Οὗτος
αὐτόκλητος πρὸς τοὺς τυράννους ἀπελθών, καὶ τὸν Χριστόν, ἀληθινὸν Θεὸν καὶ τοῦ
παντὸς Ποιητήν, κηρύξας πεπαῤῥησιασμένως, ἐξέπληξεν ἅπαντας· καὶ τὸ ἀμετάθετον
αὐτοῦ ἰδόντες, ξίφει τὴν κεφαλὴν αὐτοῦ ἀπέτεμον, καὶ τῇ θαλάσσῃ ἐναπέῤῥιψαν.
Γυνὴ δὲ εὐλαβὴς ἐκ τοῦ βυθοῦ ἀναλαβοῦσα τὸ ἅγιον αὐτοῦ λείψανον, μύροις καὶ
ὀθονίοις εἰλήσασα, ἐν ᾧ κατεσκεύασεν εὐκτηρίῳ οἴκῳ ἐναπέθετο· οὗ τῇ καταθέσει,
πολλαὶ ἰάσεις γεγόνασι, καὶ μέχρι τοῦ νῦν γίνονται, εἰς δόξαν τοῦ φιλανθρώπου
Θεοῦ ἡμῶν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Οὐαλλερῖνος,
ξίφει τελειοῦται.
Οὐαλλερῖνος
τὴν κάραν τμηθεὶς ξίφει,
Τομῆς βραχείας ὢ πόσα στέφη λάβοι!
Τομῆς βραχείας ὢ πόσα στέφη λάβοι!
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σαβῖνος, πυρὶ
τελειοῦται.
Εἰσδύς
τὸ πῦρ χόρευε, Μάρτυς Σαβίνε,
θείαν χορείαν, πρόξενον θείου στέφους.
θείαν χορείαν, πρόξενον θείου στέφους.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Οὔαρος, ὁ ἐν Αἰγύπτῳ,
ξίφει τελειοῦται.
Kάρας
δυναστῶν δαιμόνων ἐν ἐκστάσει,
Oὔαρος ἐξέκοψεν ἐκκοπεὶς κάραν.
Oὔαρος ἐξέκοψεν ἐκκοπεὶς κάραν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Γεωργίου, ἐπισκόπου
Ἀμάστριδος.
Tὸ
θεῖον ἐν γῇ καὶ θανὼν ὑμνεῖς Πάτερ,
ἡμῶν ἐκεῖνο σοῖς ἀνυμνούντων λόγοις.
ἡμῶν ἐκεῖνο σοῖς ἀνυμνούντων λόγοις.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Παππίας, Διόδωρος καὶ
Κλαυδιανός, ξίφει τελειοῦνται.
Kάρας
ἀθλητῶν τρεῖς τριῶν τέμνει ξίφος,
Oἷς ταὐτὸν ἦν φρόνημα τριτταῖς ἐν κάραις.
Oἷς ταὐτὸν ἦν φρόνημα τριτταῖς ἐν κάραις.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Δύο Μάρτυρες οἱ ἐν Θράκῃ, μέσον δύω πετρῶν
συμπιεσθέντων, τελειοῦνται.
Eὗρον
πονηροὶ καὶ κυλίστραν πετρίνην,
ἐν ᾗ σύναθλοι συμπιέζονται δύω.
ἐν ᾗ σύναθλοι συμπιέζονται δύω.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Φαύστος, Βασίλειος καὶ
Λουκιανός, ξίφει τελειοῦνται.
Tριῶν
συνάθλων ἓν διὰ ξίφους τέλος,
Oἱ τὸν Θεόν φρονοῦσιν ἕν τε καὶ τρία.
Oἱ τὸν Θεόν φρονοῦσιν ἕν τε καὶ τρία.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Νικηφόρος καὶ Στέφανος, ξεόμενοι
τελειοῦνται.
Ξεσθεῖσι
Νικηφόρῳ καὶ τῷ Στεφάνῳ,
Νικηφόρου
στέφανος ἐπλάκη τέλους.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Φιλαδέλφου καὶ
Πολυκάρπου.
Ὑπῆρξεν
ὄντως ἡ τελευτὴ τοῦ βίου,
Kαὶ Φιλαδέλφῳ καὶ Πολυκάρπῳ φίλη.
Kαὶ Φιλαδέλφῳ καὶ Πολυκάρπῳ φίλη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μακαρίου, ἐπισκόπου
Πάφου.
Πάφου
πρόεδρος ἔνδον ἐκρύβη τάφου,
Kαὶ τ’ ἄλλα Mακάριος οὐ κλῆσιν μόνον.
Kαὶ τ’ ἄλλα Mακάριος οὐ κλῆσιν μόνον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων· Μαρτύριου τοῦ ἐγκλείστου, καὶ
Μαρτυρίου τοῦ διακόνου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός,
ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
Θεραπεύσασα λατρείαις καὶ
δεήσεσι Χριστὸν τὸν Κύριον, θεοπειθῶς Ταβιθά, τοῦ Λόγου γεγένησαι, θεία
διάκονος, ἀναμέλπουσα, σὺν τοῖς Ἀγγέλων τάγμασι, τὴν ᾠδὴν τῷ ἐραστῇ σου.
Ἄνθος πέφυκας τῆς κτίσεως
πανεύοσμον καὶ ὡραιότατον, ὀσμὴν ζωῆς ἐκλεκτήν, τῇ κτίσει προχέουσα, σαῖς
ἐπινεύσεσιν, τὸν παντάνακτα, ἐν εὐλογίας ᾄσμασι, Ταβιθὰ δοξολογοῦσα.
Ἀγαπήσεως τελείας
ἀναδέδειξαι εὔλαλον ὄργανον, ταῖς ἱεραῖς σου χορδαῖς, ἠχοῦν μελῳδέστατα, ᾆσμα
καινότατον, καὶ ἡδύνουσα, ὦ Ταβιθὰ θεόληπτε, ἀκοὰς τῶν σὲ τιμώντων.
Θεοτοκίον.
Δικαιώσεως τῆς ἄνωθεν
τετύχηκε γένος τὸ βρότειον, Θεὸν γὰρ ὅλως ἐν Σοί, Παρθένε ἀπείρανδρε, μόνη
ἐχώρησας, ὃς διέσωσε, ἐκ τῶν δεσμῶν τοῦ πτώματος, γενεὰς τὰς τῶν ἀνθρώπων.
ᾨδὴ
η’. Παῖδας εὐαγεῖς.
Ὥσπερ θησαυρὸν ἀθανασίας,
καὶ κέρδος τῆς αἰωνίου ἀσφαλίσεως, ἔσχες τὰ δωρήματα, σοῦ τῆς ἀγαθότητος, ὦ
Ταβιθὰ φιλάδελφε, καὶ ἀγαθότροπε, ἐλέει σου παρέχεις γὰρ πᾶσι, τῆς ἐλημόνου
ψυχῆς σου τὸ ταμεῖον.
Ἵνα Ταβιθὰ ὁ σὸν Δεσπότης,
τὸ σθένος τὸ ἰσχυρὸν Αὐτοῦ πιστώσηται, θάνατον ἐνίκησε, σοῦ ἐν τῷ σκηνώματι,
ὅτε νεκρὰν καὶ ἄπνουν σε, ὁ Πέτρος εὕρατο, ἀναάστηθι, ἐβόα σοι πάλιν, ὅπως τῆς
μελλούσης, ζωῆς ὑπάρξης κήρυξ.
Σάλπιγξ τῆς ἀγάπης τῆς
τελείας, ἠχοῦσα παναρμονίως τὰ ἐξαίσια, δῶρα τὰ οὐράνια, γέγονας τοῖς πέρασιν,
ὦ Ταβιθὰ ἀοίδιμε, καὶ παμμακάριστε, ἐδέξω γὰρ τὸ ἔλεος πλήρως, τῶν ἐλεημόνων,
Θεοῦ τῇ ὑποσχέσει.
Θεοτοκίον.
Ἵλεως γενοῦ ἡμῖν Παρθένε, τοῖς
σκότει ἀγνοημάτων παραπαίουσι, ἥλιον τὸν ἄδυτον, μόνη γὰρ ἀπέτεκες, καὶ
φωτισμὸν τῆς γνώσεως, ἀριδηλότατον, ἀνέτειλας, τῷ κόσμῳ ἐν δόξῃ, Ὃν
ὑπερυψοῦμεν, πιστοὶ εἰς τοὺς αἰῶνας.
ᾨδὴ
θ’. Ἅπας γηγενής.
Δίψαν Ταβιθά, ψυχῆς σου ὡς
ἔλαφος, ἄλλη κατέσβεσας, εἰς Χριστοῦ τὰ ὕδατα, θερμῷ σου πόθῳ, θείως γὰρ
ἔτρεξας, καὶ δαψιλῶς ἐξέπιες, καὶ μεταδόσεσιν, ἡμῖν πᾶσι, δίδως τοῖς δοξάζουσι,
ἀγαθῆς σου καρδίας τὰς χάριτας.
Ὥσπερ θησαυρόν, πολύτιμον
ἔσχηκας, τὴν ἀγαθότητα, ὥσπερ ἐγκαλλώπισμα, καλῆς σου γνώμης, τὰ βραβευτήρια,
ὡς ἱερὸν ἁγίασμα, καὶ κλέος ἄφθαρτον, τὴν ἀγάπην, ἧσπερ ἐπιδόσεσι, Ταβιθὰ
ἐλεῆμον ἠρίστευσας.
Ῥόδον εἶ σεπτόν, φυτείας
τῆς ἄνωθεν, διακρινόμενον, Ταβιθὰ θεόληπτε, πολλῶν χαρίτων, εὐωδιάσμασι, καὶ
τὰς ψυχὰς ἀείποτε, τῶν εὐφημούντων σε, καταθέλγον, αἴνεσιν ἁρμόδιον, ἀναμέλπειν
Θεῷ τῷ ποιήσαντι.
Ἄγε δὴ πιστοί, ᾠδαῖς
Ἀναστάσεως, ἐγκωμιάσωμεν, Ταβιθὰ τὴν σώφρονα, ὁ θεῖος Πέτρος, ἥνπερ ἀνέστησεν,
ἀπὸ νεκρῶν τοῖς δάκρυσι, ἐπικαμπτόμενος, τῶν πενήτων, ἔγειραι ἀνάστηθι,
ἐκβοήσας αὐτῇ μετὰ πίστεως.
Θεοτοκίον.
Σοὶ μετὰ τιμῆς, τὸ γόνυ
προσκλίνομεν, ψυχῆς καὶ σώματος, οἱ Σοὶ δοῦλοι Δέσποινα, πολλῇ ἐν πίστει, τὰ
μεγαλεῖά Σου, τὰ θαυμαστὰ δοξάζοντες, καὶ μεγαλύνοντες, ἐκβοῶντες· χαίροις
ἀειπάρθενε, τῶν Ἀγγέλων ἀμέτρως προχέουσα.
Ἐξαποστειλάρια.
Ἦχος γ’. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Χερσὶ
πενήτων ἄρτους, διασκορπῶσα Ταβιθά, ἐν οὐρανοῖς ἀνεῦρες, τὴν πλησμονὴν τῶν
ἀγαθῶν, ἐλεημόνου σου γνώμης, μακαρισμὸν ἀντησχοῦσα.
Φωνῇ
εὐχῆς ὁ Πέτρος, ἀπὸ τῆς κλίνης σε νεκράν, ἐν τῇ Ἰόππῃ ἰδών σε, ἤγειρε πάλιν
Ταβιθά, δηλοποιήσας θανάτου, τὴν συντριβὴν καὶ τὸ τέλος.
Θεοτοκίον.
Τῶν
Σεραφὶμ ἀνωτέρα, τιμιωτέρα Χερουβίμ, καὶ τῶν Ἀγγέλων εἶ ἅμα, ἐνδοξοτέρα Μαριάμ,
μόνη γὰρ Μήτηρ ὑπάρχεις, τοῦ Βασιλέως τῆς δόξης.
Αἶνοι.
Ἦχος α’. Πανεύφημοι Μάρτυρες..
Ἰόππη
ἀγάλλου ἐν χαρᾷ, καὶ τὰς χεῖρας κρότησον, περιχαρῶς ἑορτάζουσα, τὴν σὴν
διάκονον, Ταβιθὰ τὸ σκεῦος, ἀρετῶν τὸ ἔμψυχον, πλουσίας χαρμονῆς σου ἀπόλαυσιν,
Χριστῷ γὰρ δώρημα, διὰ βίου ἐλεήμονος, προσηνέχθη· ὅθεν μεμακάρισται.
Καλὸς
Σαμαρείτης ὡς τὸ πρίν, Ταβιθὰ τοῖς πάσχουσιν, ἐν ἱλαρότητι γέγονας, αὐτοῖς
ἀρκέσα, ἐν ἐλέει Μῆτερ, συμπαθοῦς καρδίας σου, τὰ ἄλγη τῆς πενίας κουφίζουσα,
καὶ χεῖρα δίδουσα, βοηθείας ὡς φιλόστοργος, τοῦ Κυρίου πράττουσα τὰ ῥήματα.
Χηρῶν
καὶ πενήτων ὀδυρμοῖς, ὀρφανῶν τε δάκρυσιν, ὁ θεῖος Πέτρος καμπτόμενος, νεκρὰν
ὡς εἶδέ σε, προσπεσὼν Κυρίῳ, ἐν εὐχῇ ἐβόα σοι· ἐγείρου Ταβιθὰ ἐξανάστηθι,
Χριστοῦ τὴν δύναμιν, καὶ τὴν ἔνδοξον Ἀνάστασιν, βεβαιῶσαι τοῖς ἐν γῇ τρανότατα.
Ἀγάπην
τὴν πρώτην ἀρετῶν, Ταβιθὰ ἐφήρμοσας, πεινῶσιν ἄρτον γὰρ ἔδωκας, γυμνοῖς ἱμάτια,
τοῖς κάμνουσι χαρᾶς παραμύθιον, στοργήν τε ἅπασιν, ὡς πιστὴ οὖν δούλη Κύριος,
εὖ σοι εἶπε εἴσελθε εἰς κόλπους μου.
Δόξα.
Ἦχος πλ. δ’.
Τῆς
φιλαδέλφου σου γνώμης καὶ ζωῆς, Ταβιθὰ δοξάζω τὴν ἀμέτρητον συμπάθειαν! ὡς καλὴ
περιστερά, εἰρήνης τῆς ἄνωθεν, ἐμήνυσας τὴν καταλλαγήν, ὡς κατάκαρπος δὲ ἐλαία,
τὸ πολύ σου ἐπλήθυνα ἔλεος· ὡς λυχνία τηλαυγής, ἐν πληρότητι φωτός, ἱλαρύνεις
τοὺς κάμνοντας. Καὶ ὡς καλὸς Σαμαρείτης, τὸ ἔλεος ἐξέχεας τοῖς δεομένοις, ἐν
ἀγαθότητι πολλῇ· διὸ καὶ τὸ ἔλεος τοῦ Θεοῦ, τὸ ἀνείπωτον ἐκέρδισας, τοῦ εἰπόντος
ἐν Γραφαῖς· Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Αὐτὸν δέ, ὡς οὖσα
ἐλεήμων καὶ φιλόξενος, ἐν τῇ σκηνῇ τῆς καρδίας σου, ὡς ἄλλος Ἀβραὰμ ἠξιώθης
ξενίσαι, ἐν οἰκειότητι πολλῇ λαλοῦσα πρὸς Αὐτόν, τὸν μόνον ἀγαθόν, τὸν ἔχοντα
συμπαθείας σπλάγχνα, καὶ ἔλεος πατρικῆς χρηστότητος.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις
τῆς ἀγάπης ἡ διδαχή· χαίροις τοῦ ἐλέους, ἡ μαθήτρια Ταβιθά· χαίροις τῶν
πενήτων, τροφὸς συμπαθεστάτη, Θεὸν ἡ ἱλεοῦσα, τὸν πανοικτίρμονα.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Φιλαδελφείας
τὸν λαμπρὸν χαρακτῆρα, δικαιοσύνης τὴν πυρφόρον λαμπάδα, τῶν ἀρετῶν κειμήλιον,
ζωῆς θησαυρόν, μέλψωμε φιλάγιοι, Ταβιθὰ τὴν ἁγίαν, ταύτῃ ἀνακράζοντες, ἐκ
βαθέων καρδίας· τῆς σῆς ἀγάπης δώρησαι ἡμῖν, τὰς ἀντιδόσεις, ἐλέους ἐν χάρισιν.
Δόξα.
Ἡ
τῆς Ἰόππης περιώνυμος πόλις, τῇ σῇ ἐνδόξῳ Ταβιθὰ πανηγύρει, μητροπρεπῶς
ἀγάλλεται, σκιρτῶσα χαρᾷ· Πέτρος δὲ Ἀπόσστολος, ὁ ζωήν σοι ἐμπνεύσας, χάριτι
γηθόμενος, τῆς χορείας προάρχει, καὶ συγκαλεῖται πάντας τοῦ βοᾷν· χαίροις ὦ
Μῆτερ, ἐλέους ἐπώνυμε.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών, οὗ ἡ ἀκροστιχίς: Ἐλαίῳ εὐποιΐας σου, ὦ Ταβιθά, προστρέχω.
Ἰσιδώρας
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἐλαίῳ ἀγάπης πληρωτικῆς, ψυχῆς σου τὸν λύχνον,
ἑτοιμάσασα Ταβιθά, εἰσῆλθες παρθένος ὡς φρονίμη, εἰς τοῦ φωτὸς τὸν νυμφῶνα τὸν
πάντερπνον.
Λαμπρύνασα βίον σου Ταβιθά, ἐλπίδι καὶ πίστει, καὶ
ἀγάπῃ τῇ καθαρᾷ, ἐν ἔργοις γνησίας εὐποιΐας, ὑπὲρ χρυσοῦ διαλάμπεις τοῖς
πέρασιν.
Ἁγνείας κειμήλιον τιμαλφές, συνέσεως πλοῦτος,
σωφροσύνης περιωπή, σφραγὶς ἀγαθότητος τελείας, ὦ Ταβιθὰ ἐλεῆμον ἐγνώρισαι.
Ἰδών σου καρδίας τὸ εὐγενές, ψυχῆς σου τὸ κάλλος, καὶ
τῆς γνώμης σου τὸ εὐθές, Θεὸς Ταβιθὰ ὁ παντεπόπτης, ἐν ἀγαθοῖς τὴν ζωήν σου
ἐβράβευσεν.
Θεοτοκίον.
Ὡς πύλην χρυσήλατον Μαριάμ, Προφήτης Σε εἶδεν, ἐν
συμβόλοις εἰκονικῶς, ἐκ Σοῦ γὰρ διῆλθεν ἀποῤῥήτως, ὁ Βασιλεὺς τῶν αἰώνων καὶ
Κύριος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐκ πρωΐας καὶ ὄρθρου ἕως
νυκτὸς πάνσεμνε, λόγους νουνεχῶς ἐμελέτας, τοὺς τοῦ Κυρίου σου, καὶ τὰς Αὐτοῦ
ἐντολάς, ἐν συνειδήσει εὐθείᾳ, Ταβιθὰ ἐφύλαττες, δούλη ὡς ἔμπιστος.
Ὑψηλῇ διανοίᾳ δεῦτε πιστοὶ
ᾄσωμεν, τὴν ἐν ὑψηλαῖς ἀριστείαις, ἐνδιαπρέψασαν, καὶ ἐργασίαις καλαῖς,
διακριθεῖσαν ἀξίως, Ταβιθὰ τὴν ἔνδοξον, καὶ θεοτίμητον.
Πτερωθεῖσα τῷ πόθῳ τοῦ
θεϊκοῦ ἔρωτος, ὕλην Ταβιθὰ τῶν ματαίων, πᾶσαν κατέλιπες, καὶ ἀρετῶν τῇ σπουδῇ,
εἰς οὐρανοὺς μετὰ δόξης, ἀναβασᾶσα ἔβλεψας, κάλλη τὰ ἄῤῥητα.
Ὁμονοίας εἰρήνης καταλλαγῆς
γέγονας, ἔσοπτρον λαμπρὸν ἀπαυγάζον, τὴν ὡραιότητα, τοῦ εἰρηνάρχου Θεοῦ, Ὃν
Ταβιθὰ ἐκ καρδίας, καθαρᾶς ἠγάπησας, φίλτρῳ ἀμείνονι.
Θεοτοκίον.
Ἰατρὸν τοῖς ἀνθρώποις
ὑπερφυῶς τέτοκας, πάθη τῶν ψυχῶν καὶ σωμάτων, τὰ ἀῤῥωστήματα, εὐσυμπαθήτῶ
χειρί, ἀποσοβοῦντα Παρθένε, ὡς Θεὸς καὶ ἄνθρωπος, τὸ συναμφότερον.
Ἀνόθευτον,
ἡμῖν παράσχου ἀγάπην πρὸς τὸ πλησίον, ταῖς πρεσβείαις σου Ταβιθὰ ἐλέους
ἐπώνυμε, ἐν πράξεσι θείας ἀγαθωσύνης.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐλέους Θεοῦ τὴν χάριν τὴν
ἀμέτρητον, ἐν πράξει ζωῆς, ἀξίως ἐξηγόρασας, Ταβιθὰ ἀοίδιμε· τὸν πλησίον ἄμετρα
στέρξασα, καὶ ἐν ἀγάπης ἔργοις ἀγαθοῖς, τὸν πλοῦτον λαβοῦσα τὸν ἀκίβδηλον.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱλαρότητι πνεύματος, καὶ καρδίας γνώμῃ εὐσυμπαθήτῳ σου,
τοῖς πεινῶσι διεσκόρπισας, Ταβιθὰ τὸν ἄρτον ὡς φιλάδελφος.
Ἀγλαΐζεται ἅπασα, τῶν πιστῶν ὁμήγυρις καὶ εὐφραίνεται,
Ταβιθὰ τῇ πανηγύρει σου, Ἐκκλησίας πέλεις γὰρ ἀγλάϊσμα.
Σελασφόροις σου λάμψεσι, Ταβιθὰ τὸ σκότος ἐναπεμείωσας,
καὶ τὸ φῶς τῆς Ἀναστάσεως, ὡς ἡμέρας τέκνον πᾶσιν ἔδειξας.
Συμφωνίας σε ὄργανον, καὶ μελῳδεστάτην κιθάραν ἔγνωμεν,
ἁρμονίαν τὴν οὐράνιον, Ταβιθὰ ἠχοῦσα ἐν τοῖς πέρασιν.
Θεοτοκίον.
Ὁ τοῦ σύμπαντος Κύριος, μήτραν Σου Παρθένε ἁγνὴ
κατώκησεν, καὶ παλάτιόν Σε ἔμψυχον, τῆς Αὐτοῦ σαρκώσεως εἰργάσατο.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕψιστον Θεόν, μετὰ πάσης διαθέσεως, καὶ τὸν ἄνθρωπον
ὡσαύτως ἐκτενῶς, ἐν συμπαθείᾳ Ταβιθὰ θερμῶς ἠγάπησας.
Ὢ τῶν θαυμαστῶν, μεγαλείων ὧν ἐποίησε, μετὰ σοῦ ὁ
παντουργέτης Ταβιθά, ὅτι ἐκ κλίνης νεκρικῆς σε ἐξανέστησε.
Τέκνον Ταβιθά, τῆς χρηστότητός σε ἔγνωμεν, καὶ μητέρα
ἀγαθότητος πολλῆς, φιλοστοργίας καὶ ἁπλότητος διδάσκαλον.
Ἄγγελος καθώς, ἐν τῷ κόσμῳ πεπολίτευσαι, Ταβιθὰ
ἀρνησαμένη σεαυτήν, καὶ τῷ Κυρίῳ, γενομένη δῶρον ἅγιον.
Θεοτοκίον.
Βρύσις δωρεῶν, τῶν ἀΰλων ἀνεξάντλητος, Σὺ ὑπάρχεις
Θεοτόκε Μαριάμ, ὡς τὸν δοτῆρα τῶν καλῶν ἀποκυήσασα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἱκάνωσον, τὴν ψυχήν μου πράξεσι, Ταβιθὰ ταῖς φωτειναῖς
ἀριστεύειν, καὶ τῶν καλῶν, ταῖς ἰδέαις ἁπάσαις, τὸν τῆς καρδίας μου λύχνον
εὐπρέπισον, καὶ δώρησαί μοι καθορᾶν, τοῦ ἀκτίστου φωτὸς τὴν λαμπρότητα.
Θεράπαινα, τοῦ Θεοῦ
γεγένησαι, καὶ ἐργάτης τῶν Αὐτοῦ θελημάτων, δούλη πιστή, οἰκονόμος τιμία, καὶ
ἐραστὴς τῶν καλῶν ἀνυπόκριτος, Αὐτὸν ἐρῶσα Ταβιθά, ὃς ἐστὶν ἐφετῶν τὸ
ἀκρότατον.
Ἀκοίμητα, σῆς ψυχῆς τὰ ὄμματα, ἐγρηγόρσει σου πολλῇ
διετήρεις, καὶ ἐκτενῶς, τῷ Κυρίῳ ὡμίλεις, ὦ Ταβιθὰ ἐν φωνῇ οἰκειότητος, τῆς
νήψεως καὶ προσευχῆς, ὡς λαμπὰς διαυγὴς καὶ ὑπέρφωτος.
Ποτίσασα, δαψιλῶς τοὺς αὔλακας, τῆς ψυχῆς σου Ταβιθὰ
μακαρία, ταῖς θεϊκαῖς, ἐπομβρίαις ἐλέους, τὴν παγκαρπίαν πλουσίως ἐθέρισας, καὶ
στάχυν θεῖον τῆς ζωῆς, τὸν Χριστὸν τοῖς πεινῶσιν ὑπέδειξας.
Θεοτοκίον.
Ῥωννύμενοι, κατ’ ἀμφοῖν πανύμνητε, διὰ Σοῦ μετὰ χαρᾶς
Σοι τὸ χαῖρε, ὅλῃ ψυχῇ, καὶ καρδίᾳ βοῶμεν, ὅτι Θεὸν ἀληθῶς ἀπεγέννησας, τὰ πάθη
πάντα τῆς ψυχῆς, καὶ σαρκὸς δωρεὰν ἀπαλείφοντα.
Ἀνόθευτον,
ἡμῖν παράσχου ἀγάπην πρὸς τὸ πλησίον, ταῖς πρεσβείαις σου Ταβιθὰ ἐλέους
ἐπώνυμε, ἐν πράξεσι θείας ἀγαθωσύνης.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Μαρτυρίαν τὴν ἀληθινὴν
ἐπεσφράγισας, τοῦ Κυρίου τὰς παραγγελίας φυλάξασα, τοῖς πεινῶσι μεταδιδοῦσα
ἄρτον Ταβιθά, γυμνοῖς ἔνδυμα εἰς θαλπωρήν, ὡς ἀδελφόν σου δὲ ἀεί, τὸν πλησίον
κουφίζουσα· ἤκουσας οὖν εὐλόγως, τὸν ἔπαινον τῶν δικαίων, καὶ εἰς νυμφῶνα τῆς
χαρᾶς, μετὰ δόξης εἰσελήλυθας.
Προκείμενον: Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει
αἴνεσις.
Στ.: Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς
αὐτῶν.
Εὐαγγέλιον.
Δόξα: Ταῖς τῆς Σῆς Ἁγίας...
Καὶ νῦν: Ταῖς
τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Δάκρυσι κοπτόμενοι, καὶ
γοερῶς θρηνῳδοῦντες, Ταβιθὰ οἱ πένητες, νεκρικῷ κραβάτῳ σου πέριξ ἵσταντο, ταῖς
χερσὶ ἔχοντες, ἀγαθῶν ἐλέη, καὶ ἱμάτια ἃ ἔδιδες, ἑστὼς ὁ Πέτρος δέ, τούτων
συμπαθείᾳ ἐπήκουσε· καὶ αὖθις ἀνεβόησε, Ταβιθά σοι λέγω ἐγέρθητι· θαῦμα τοῦτο
μέγα, μελούσης Ἀναστάσεως κοινῆς, ἣν προσδοκῶμεν βεβαίωσις, Θεὸς ὡς ὑπέσχετο.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Οὐρανὸς ὥσπερ ἄλλος διηγεῖ μεγαλεῖα τὰ ὑπερκόσμια, καὶ
γὰρ τῇ Ἐκκλησίᾳ, ἀστὴρ ὡς σελασφόρος, Ταβιθὰ ἐξανέτειλας, τοὺς κατοικοῦντας ἐν
γῇ, φωτίζουσα πρεπόντως.
Συναφείᾳ ἀῤῥήτῳ τῷ Θεῷ σου ἠνώθης τῷ ἐλεήμονι, καὶ γὰρ
τοῖς ἀσθενοῦσι, γυμνοῖς τε καὶ πεινῶσι, Ταβιθὰ ἀναδέδειξαι, ὡς συμπαθὴς ἀρωγός,
ἐλέει σῆς προνοίας.
Τὴν ἁγίαν σου μνήμην Ταβιθὰ ἐλεῆμον συνεορτάζουσι,
Ἀγγέλων στρατηγίαι, βροτῶν χοροστασίαι, καὶ τὰ θεῖα πληρώματα, ἀπὸ κοινοῦ σοι
σεμνή, τὸ χαῖρε ἐκβοῶντες.
Ῥάβδῳ θείας σοφίας Ταβιθὰ στηριχθεῖσα καλῶς τετέλεκας,
τῆς πίστεως τὸν δρόμον, βοῶσα ὡς ὁ Παῦλος, τῷ Θεῷ ἐν ἐξόδῳ σου· Σοῦ ταὶς χερσὶν
ἀγαθέ, ψυχήν μου παραθέτω.
Θεοτοκίον.
Ἐπανόρθωσις κόσμου Σὺ ὑπάρχεις Παρθένε θεοχαρίτωτε, καὶ
γὰρ ἀπειρογάμως, ἀπέτεκες τῷ κόσμῳ, τὸν Θεὸν μετὰ σώματος, τὸν ἀνορθοῦντα χειρί,
Αὐτοῦ ἀνθρώπων γένος.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Χηρῶν ἀκούσας, καὶ ὀρφανῶν τοὺς θρηνώδεις, ὀδυρμοὺς
Ταβιθὰ θεῖος Πέτρος, λόγῳ σε ἐκ κλίνης, ἐξήγειρε θανοῦσαν.
Ὡς χρυσοπτέρυξ, περιστερὰ εἰς τὰ κάλλη, Ταβιθὰ τὰ
οὐράνια ἦλθες, πτέρυξιν ἀΰλοις, ἀγάπης τῆς τελείας.
Ἴχνεσι θείοις, τῶν ἱερῶν Ἀποστόλων, Ταβιθὰ μακαρία
στοιχοῦσα, πάντα ὅσα εἶχες, τοῖς χρήζουσιν ἐδίδους.
Σκεῦος ἐγένου, τῆς ἐκλογῆς ὡς ὁ Παῦλος, ἐντολὰς Ταβιθὰ
τοῦ Κυρίου, πᾶσας εὐαρέστῳ, ποιοῦσα διαθέσει.
Θεοτοκίον.
Ἰδοὺ Σὲ πᾶσαι, αἱ γενεαὶ τῶν ἀνθρώπων, μακαρίζουσι Κόρη
Παρθένε, ὡς σαρκὶ τεκοῦσα, Θεὸν καὶ Βασιλέα.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Δορκὰς ὥσπερ τιμία, ὄρεσιν ἁγίοις, τῆς ὑψηλῆς θεωρίας
σεμνὴ Ταβιθά, ἐν ἀγαθότητι τρόποις, θείως κατέπαυσας.
Ὡς ὄρθρος ὡς ἡμέρα, θείας πανδαισίας, ὦ Ταβιθὰ μακαρία
ἐπέστη ἡμῖν, ἡ παναγία σου μνήμη, πάντας λαμπρύνουσα.
Ῥοαῖς ταῖς ζωηῤῥύτοις, τοῦ
Εὐαγγελίου, μετὰ ζεούσης καρδίας καὶ πόθου πολλοῦ, ὦ Ταβιθὰ προσδραμοῦσα, δίψαν
σου ἔσβεσας.
Ἁγνείας σωφροσύνης, καὶ ἀκτημοσύνης, ὦ Ταβιθὰ σὺ
ἐγνώσθης γνησία εἰκών, ἀποτυπώσασα κάλλη, τὰ ἀξιέραστα.
Θεοτοκίον.
Σιγῶσι Παναγία, Δέσποινα Παρθένε, τῶν εὐλαλούντων
ῥητόρων τραναὶ λαλιαί, ἐν Σοὶ Θεὸς ἀποῤῥήτως, σάρκα γὰρ ἔλαβεν.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Ἵνα τῷ Κυρίῳ σου ἀρεστή,
γένῃ ἐν τοῖς ἔργοις, ἁγιότητος Ταβιθά, ἔστεργες τοὺς ἄλλους, στοργῇ ἀνυποκρίτῳ,
ταῖς χρείαις τοῦ πλησίον, διακονήσασα.
Ὄρθρος ὡς ἡμέρας
ἀειφεγγοῦς, ἔλαμψας τῷ κόσμῳ, θεοκόσμητε Ταβιθά, λύουσα τὰ νέφη, κακίας
βαθυτάτης, παθῶν τε τὴν ὁμίχλην, διασκεδάζουσα.
Πτέρυξιν ἀγάπης ὁλοτελοῦς,
ἤρθης εἰς τὰ ὕψη, τὰ οὐράνια Ταβιθά, ἔνθα κατοπτεύεις, τὸ κάλλος σοῦ Νυμφίου,
τοῦ ἔχοντος ἐλέους, ἄμετρον πέλαγος.
Πένησιν ἐγένου διατροφή,
ὕδωρ τοῖς διψῶσι, περιβόλαιον τοῖς γυμνοῖς, τοῖς ἐν περιστάσει, φιλόξενος
προστάτης, ὦ Ταβιθὰ τὰ πάντα, πᾶσι παρέχουσα.
Ἦρας ὀφθαλμούς σου τοὺς
νοητούς, ὄρη εἰς τὰ θεῖα, τοῦ Κυρίου σου Ταβιθά, ἔνθεν Τούτου εὗρες, ἀρίστην
συμμαχίαν· ἐχθροῦ διὸ καθεῖλες, τὰ μηχανήματα.
Σέβας σοι προσφέρομεν
Ταβιθά, πάντες οἱ τιμῶντες, ἀριστείας σου τὰς λαμπράς, αἶνον δὲ καὶ δόξαν,
Κυρίῳ προσφωνοῦμεν, τῷ θείαις ἀγλαΐαις, σὲ θαυμαστώσαντι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις, τῆς ἀγάπης ἡ
σπουδή, ἐλεημοσύνης ἡ πρᾶξις, φιλαδελφείας λαβίς, χρίσις ἀνεξίτηλος, τῆς
συμπαθείας τε, τῆς χρηστότητος δώρημα, θυσίας ὁ ὅρος, θείας ἀγαθότητος, ἡ
ἀντιμέτρησις· χαίροις, Ταβιθὰ μακαρία, τοῦ Εὐαγγελίου τοὺς λόγους, ἐν σαὐτῇ
ἀσμένως ἐφαρμόσασα.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου