Δευτέρα 20 Αυγούστου 2018

ΣΕΠΤΕΜΒΡΙΟΣ 24. ΓΕΡΟΝΤΟΣ ΦΙΛΟΘΕΟΥ ΖΕΡΒΑΚΟΥ ΠΑΡΟΥ ΑΝΑΚΟΜΕΙΔΗ ΛΕΙΨΑΝΩΝ ΑΚΟΛΟΥΘΙΑ


ΣΕΠΤΕΜΒΡΙΟΣ ΚΔ΄!!
ΦΙΛΟΘΕΟΥ ΖΕΡΒΑΚΟΥ ΠΑΡΟΥ
ΑΝΑΚΟΜΕΙΔΗ ΛΕΙΨΑΝΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Πληθύος πατὴρ πνευματικός, εὐσεβούντων πέφηνας, καὶ πρὸς αὐλὰς καθωδήγησας, αἰωνιότητος, τοὺς ἐπιζητοῦντας, συμβουλὰς τὰς θείας σου, πυξὶς ζωῆς ἀγήρω ἀλάνθαστε, σοφὲ Φιλόθεε· ποιμενάρχην ὅθεν ἔδειξε, σὲ θεόπνουν, Χριστὸς ὁ δοξάσας σε.

Τὸν γνήσιον φίλον τοῦ Θεοῦ, ἀσκητῶν ἐφάμιλλον, τῶν παλαιῶν καὶ θεόσδοτον, τῆς Πάρου τίμημα, μελιχροῖς ἐν ὕμνοις, καὶ ᾠδαῖς τιμήσωμεν, Φιλόθεον δαιμόνων ἀντίπαλον, καὶ στῦλον πύρινον, εὐσεβείας τὸν στηρίζοντα, κλονουμένους, ἐσχάτοις ἐν ἔτεσι.

Βλαστὸν Ἐπιδαύρου Λιμηρᾶς, εὐθαλῆ καὶ σύγκαρπον, ἐλαίαν βίου σεμνότητος, ἐγκωμιάσωμεν, γλῶσσαν διδαγμάτων, εὐσεβῶν μελίῤῥυτον, καὶ στόμα τὸ θεόσοφον κράζοντες· κανὼν Φιλόθεε, θεαρέστου ἐνασκήσεως, ἀνεδείχθης, καὶ πύργος φρονήσεως.

Προΐστορα Μάνδρας τῆς κλεινῆς, Λογγοβάρδας μέλψωμεν, καὶ παρθενῶνος δομήτορα, σεπτοῦ γηθόμενοι, Θαψανῶν ἐν Πάρῳ, ἀσκητὴν Φιλόθεον, πρὸς ὕψος τὸν ἀρθέντα χρηστότητος, καὶ ὁσιότητος, δυσαντίβλεπτον ὡς Πνεύματος, τοῦ Ἁγίου, κυάθιον πάγχρυσον.

Δόξα. Ἦχος πλ. δ’.
Δεῦτε φιλοσίων τὰ συστήματα, τὸ νεοφανὲς ἄστρον τῆς Ἐκκλησίας, Φιλόθεον τὸν ἔνδοξον, ἐν ᾠδαῖς πνευματικᾶς εὐφημήσωμεν. Οὗτος γὰρ ἀρτίως ἐκλάμψας, ἐφώτισε τοὺς ἐν ἀγνωσίᾳ καὶ σκιᾷ θανάτου καθημένους, μαρμαρυγαῖς τῶν σοφῶν αὐτοῦ διδαγμάτων. Καὶ νῦν ἐν ταῖς ἀγκάλαις Ἀβραὰμ ἀναπαυόμενος, καὶ τοῦ Κυρίου τὸ κάλλος θεώμενος, ἱκετεύει ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.





Καὶ νῦν... Θεοτοκίον Δογματικόν.
Πῶς μή σε μακαρίσωμεν Θεοτόκε; πῶς δὲ μὴ ἀνυμνήσωμεν Ὑπερευλογημένη, τὸ ἀκατάληπτον μυστήριον τῆς κυοφορίας σου! Τῶν αἰώνων γὰρ ὁ ποιητής, καὶ τῆς ἡμετέρας δημιουργός φύσεως, τὴν ἰδίαν εἰκόνα οἰκτείρας, καθῆκεν ἑαυτὸν εἰς κένωσιν, τὴν ἀνεξιχνίαστον, ὁ ὢν ἐν τοῖς ἀΰλοις κόλποις τοῦ Πατρός, ἐν μήτρᾳ σου Ἁγνὴ κατεσκήνωσε, καὶ σάρξ ἀτρέπτως ἐγένετο ἐκ σοῦ Ἀπειρόγαμε, μείνας μέν, ὅπερ ὑπῆρχε, φύσει Θεός. Διὸ αὐτὸν προσκυνοῦμεν Θεὸν τέλειον, καὶ ἄνθρωπον τέλειον, τὸν αὐτόν ἐν ἑκατέρᾳ μορφῇ∙ ἑκατέρα γὰρ φύσις, ἐστὶν ἐν αὐτῷ ἀληθῶς, διπλᾶ δὲ πάντα κηρύττομεν, τὰ φυσικὰ αὐτοῦ ἰδιώματα, κατὰ τὴν διπλόην τῶν οὐσιῶν, δύο σέβοντες τάς ἐνεργείας, καὶ τὰ θελήματα. Ὁμοούσιος γὰρ ὢν τῷ Θεῷ καὶ Πατρί, αὐτεξουσίως θέλει καὶ ἐνεργεῖ ὡς Θεός, ὁμοούσιος δὲ ὢν καὶ ἡμῖν, αὐτεξουσίως θέλει καὶ ἐνεργεῖ ὡς ἄνθρωπος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε θεοφιλῶν, ἀγώνων ἐκμαγεῖον, καὶ ἀρετῆς ταμεῖον, Φιλόθεε Πατέρων, λαμψάντων ἄρτι καύχημα.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Νέον ἐν ἀσκηταῖς, σεμνοῖς καὶ θεοσόφοις, κατίδωμεν ἀστέρα, ἐν τοῖς ἐσχάτοις χρόνοις, τὸν θαυμαστὸν Φιλόθεον.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Γάνυται καὶ σκιρτᾷ, τῶν Θαψανῶν ἡ Μάνδρα, πλουτοῦσά σου τὸ σκῆνος, Φιλόθεε ὡς ὄλβον, πολύτιμον καὶ ἄσυλον.

Δόξα. Τριαδικόν.
Πρόσδεξαι τὰς εὐχάς, Τρισήλιε Θεότης, τοῦ Σοῦ ἀχρείου δούλου, καὶ σῶσόν με πρεσβείαις, τοῦ Φιλοθέου δέομαι.

Καὶ νῦν. Θεοτοκίον.
Εὖχος τοῦ ἀσκητοῦ, Ὁσίου Φιλοθέου, Παρθένε μὴ παρίδῃς, ἡμῶν τὰς ἱκασίας, σεμνὴ Μυρτιδιώτισσα.







Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Δι’ εὐχῆς ἀσιγήτου ἀποτάξας τὸ φρόνημα, τῆς σαρκὸς προσείλκυσας χάριν, δαψιλῆ τὴν τοῦ Πνεύματος, καὶ φίλτατος θεράπων τοῦ Θεοῦ, Φιλόθεε ἀρτίως ἐποφθείς, ἀποστάζεις εὐσεβέσι, σοφίας νέκταρ θεῖον τοῖς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ δωρουμένῳ διὰ σοῦ ἡμῖν τὰ κρείττονα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις



























ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὀρθοδόξων οἱ σύλλογοι, συνελθόντες τιμήσωμεν, ὕμνοις ἡδυμόλποις τε καὶ μελίσμασι, θεοτερπέσι Φιλόθεον, ἀξίως τὸν πάντιμον, τὸν ἐν χρόνοις χαλεποῖς, ἀγνωσίας φωτίσαντα, καὶ στηρίξαντα, ἐν τῇ πίστει ἡμῶν τῇ παναμώμῳ, τοὺς βοῶντας· Χαῖρε ἄστρον, τῆς Ἐκκλησίας νεόφωτον.

Εὐσεβείας ὡς ἥλιος, ἐν καιροῖς ἀνατέταλκας, τοῖς ἡμῶν Φιλόθεε τρισμακάριστε, τῶν διδασκάλων ἀκρώρεια, καὶ ἔμπνουν θησαύρισμα, ἱερέων εὐλαβῶν· ὅθεν πάντες τιμῶμέν σε, αὐγαζόμενοι, τῷ ἀΰλῳ φωτὶ τῶν σῶν ῥημάτων, οἱ ἐνύλων καὶ προσκαίρων, μὴ χωρισθῆναι βουλόμενοι.

Ὁ θεόφρων Φιλόθεος, ἐν τῇ Πάρῳ ἰσάγγελος, πολιτείᾳ κρείττονι ἀναδέδεικται, καὶ τοὺς αὐτῆς παῖδας ἔσωσε, Παρθένου τῇ χάριτι, ἐκ τῆς τοῦ κατακτητοῦ, φονικῆς ἀποφάσεως, ἐν τοῖς ἔτεσι, τοῦ ἐσχάτου πολέμου· ὅθεν ὕμνοις, καταστέφομεν τὴν μνήμην, αὐτοῦ τὴν θείαν καὶ πάντιμον.

Λογγοβάρδας ἡγούμενε, τῆς Μονῆς θεοπρόβλητε, καὶ Ἑλλάδος πάσης σοφὲ διδάσκαλε, τῷ χριστωνύμῳ πληρώματι, ὁδὸν τὴν σωτήριον, καθυπέδειξας σαφῶς, ἐν σοῖς λόγοις καὶ πράξεσι, τῷ κραυγάζοντι· χαίροις Πάτερ Φιλόθεε ἀλεῖπτα, πρὸς ζωὴν τὴν αἰωνίαν, τῶν εὐλαβῶς προστρεχόντων σοι.

Ἡ Μονὴ ἡ περίδοξος, Θαψανῶν ἐπαγάλλεται, ἧς δομήτωρ ἔνθεος ἐχρημάτισας, τὴν τῶν λειψάνων σου ἔχουσα, σορὸν τὴν πανίερον, ὥσπερ ὄλβον τιμαλφῆ, θεοφόρε Φιλόθεε, Πάρου κλέϊσμα, καὶ πληροῦται χαρᾶς σὴν αἰτουμένη, ἐν δεήσεσι παννύχοις, ἐξ ὕψους θείαν ἀντίληψιν.

Θεοκῆρυξ ὡς ἄγρυπνος, περιώδευσας ἅπασαν, τὴν Ἑλλάδα χάριτος Εὐαγγέλιον, τοῦ Ζωοδότου Φιλόθεε, ἰσάγγελε ἄνθρωπε, καταγγέλλων καὶ λαόν, ὁδηγῶν πρὸς μετάνοιαν, τὴν σωτήριον· κατὰ πνεῦμα πατέρα ὅθεν πάντες, σὲ τιμῶμεν καὶ λιταῖς σου, ταῖς ἱεραῖς καταφεύγομεν.





Δόξα. Ἦχος πλ. β’.
Οὐρανοδρόμε ὁδοιπόρε, καὶ ὑποφῆτα τῆς χάριτος, τὰς ἐν ζόφῳ ἀγνωσίας καρδίας, ἐν ἐσχάτοις χρόνοις ἑλκύσας, σοῖς λόγοις καὶ πράξεσι, διέσωσας ὡς ἐκ σάλου τρικυμίας, καὶ πρὸς λιμένα εὔδιον θεογνωσίας ὡδήγησας· ὅθεν δυσωποῦμέν σε, Φιλόθεε Πάτερ ἀξιάγαστε, Παρίων νέον σέμνωμα, καὶ Ἐκκλησίας φαιδρὸν ἀγαλλίαμα, πρέσβευε τῷ δωρεοδότῃ Θεῷ ἡμῶν, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων ἀπαύστως, τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ. κδ΄, 24-34)
Μὴ ἐκλύεσθε ἰσχὺν ἐν Κυρίῳ, κολλᾶσθε δὲ πρὸς αὐτόν, ἵνα κραταιώσῃ ὑμᾶς, Κύριος παντοκράτωρ Θεὸς μόνος ἐστί, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ σωτήρ. ὁ πιμπλῶν ὡς Φεισὼν σοφίαν καὶ ὡς Τίγρις ἐν ἡμέραις νέων, ὁ ἀναπληρῶν ὡς Εὐφράτης σύνεσιν καὶ ὡς ᾿Ιορδάνης ἐν ἡμέραις θερισμοῦ, ὁ ἐκφαίνων ὡς φῶς παιδείαν, ὡς Γηὼν ἐν ἡμέραις τρυγητοῦ. οὐ συνετέλεσεν ὁ πρῶτος γνῶναι αὐτήν, καὶ οὕτως ὁ ἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν· ἀπὸ γὰρ θαλάσσης ἐπληθύνθη διανόημα αὐτῆς καὶ ἡ βουλὴ αὐτῆς ἀπὸ ἀβύσσου μεγάλης. κἀγὼ ὡς διῶρυξ ἀπὸ ποταμοῦ καὶ ὡς ὑδραγωγὸς ἐξῆλθον εἰς παράδεισον· εἶπα· ποτιῶ μου τὸν κῆπον καὶ μεθύσω μου τὴν πρασιάν· καὶ ἰδοὺ ἐγένετό μοι ἡ διῶρυξ εἰς ποταμόν, καὶ ὁ ποταμός μου ἐγένετο εἰς θάλασσαν. ἔτι παιδείαν ὡς ὄρθρον φωτιῶ καὶ ἐκφανῶ αὐτὰ ἕως εἰς μακράν· ἔτι διδασκαλίαν ὡς προφητείαν ἐκχεῶ καὶ καταλείψω αὐτὴν εἰς γενεὰς αἰώνων. ἴδετε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, ἀλλὰ πᾶσι τοῖς ἐκζητοῦσιν αὐτήν.









Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. δ’, 20-27)
Υἱέ, ἐμῇ ρήσει πρόσεχε, τοῖς δὲ ἐμοῖς λόγοις παράβαλλε σὸν οὖς, ὅπως μὴ ἐκλίπωσί σε αἱ πηγαί σου, φύλασσε αὐτὰς ἐν καρδίᾳ· ζωὴ γάρ ἐστι τοῖς εὑρίσκουσιν αὐτὰς καὶ πάσῃ σαρκὶ ἴασις. πάσῃ φυλακῇ τήρει σὴν καρδίαν, ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς. περίελε σεαυτοῦ σκολιὸν στόμα καὶ ἄδικα χείλη μακρὰν ἀπὸ σοῦ ἄπωσαι. οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρά σου νευέτω δίκαια. ὀρθὰς τροχιὰς ποίει σοῖς ποσὶ καὶ τὰς ὁδούς σου κατεύθυνε. μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ μηδὲ εἰς τὰ ἀριστερά, ἀπόστρεψον δὲ σὸν πόδα ἀπὸ ὁδοῦ κακῆς· ὁδοὺς γὰρ τὰς ἐκ δεξιῶν οἶδεν ὁ Θεός, διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν· αὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου, τὰς δὲ πορείας σου ἐν εἰρήνῃ προάξει.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.



















Λιτή. Ἦχος α’.
Ὅσιε Πάτερ τηρητὴς τῶν ἐντολῶν τοῦ Εὐαγγελίου, καὶ τῶν ἀποστολικῶν διδαχῶν γενόμενος, οὐ μόνον κλητὸς ἀλλ’ ἐκλεκτὸς ἐδείχθης, ποιμὴν καὶ ποδηγέτης εὐσεβούντων, ἐν τοῖς ἐσχάτοις τοῖς ἔτεσι. Διδάσκων οὖν καὶ νουθετῶν τὸν λαὸν τοῦ Κυρίου, δοκιμάσαι τὴν μεστὴν ἰοῦ θανατηφόρου γλῶσσαν, καὶ ἀγαπᾶν τὸν Θεὸν ὑπὲρ τὸν κόσμον, ἴθυνας Αὐτὸν πρὸς σωτηρίαν, ἧς καὶ ἡμᾶς ἀξίωσον Φιλόθεε.

Ἦχος β’.
Τὸν ἄγρυπνον φύλακα τῶν νόμων τῆς πίστεως, τὸν τὰ ἄνω φρονοῦντα καὶ ἀεὶ ζητοῦντα, Φιλόθεον τὸν ἀρτιφανῆ φωστῆρα τῆς Ἐκκλησίας, ἀξιοχρέως τιμήσωμεν πάντες οἱ φιλέορτοι. Οὗτος γὰρ ὁ ἀοίδιμος ὡς καλὸς ἐργάτης, ἐκοπίασεν ἵδρωσεν ἠγρύπνησε, καὶ ἀόκνως γεωργῶν ἐν τῷ ἀγρῷ τῷ λογικῷ τοῦ Κυρίου, τὸ δοθὲν αὐτῷ τάλαντον ἐπολλαπλασίασε. Σπείρας οὖν ἐν δάκρυσι, νῦν ἐν ἀγαλλιάσει θερίζει στάχυας ἀειζωοτροφίας, καὶ ὡς δοῦλος ἀγαθὸς εἰσελθὼν εἰς τὴν χαρὰν τοῦ αὐτοῦ Κυρίου, πρεσβεύει ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ’.
Τοῖς πάλαι Ὁσίοις ἁμιλλώμενος, ἴσος αὐτοῖς ὤφθης ἐν τοῖς ἐσχάτοις τοῖς χρόνοις, ἀσκητικῇ ἀγωγῇ καὶ κακουχίᾳ, Φιλόθεε Ὅσιε. Σὺ γὰρ καλιὰν σῶν πόνων πήξας ἐν τῇ Πάρῳ, Θεῷ εὐηρέστησας ὑφ’ Οὗ καὶ κατ’ ἀξίαν ἐδοξάσθης· διὸ νῦν τῶν σῶν καμάτων τρόπαια δεξάμενος, καὶ σὺν Χριστῷ ἀγαλλόμενος, μὴ παύσῃ δεόμενος ὑπὲρ τῶν σεβόντων, τὴν πάντιμον μνήμην σου.

Δόξα. Ἦχος δ’.
Τῷ ἀγγίστρῳ τῶν πανσόφων διδαχῶν σου, ἐκ θανατηφόρου βυθοῦ, ψυχὰς πολλὰς ἐζώγρησας ἄρτι, Φιλόθεε παμμακάριστε. Φωτίσας οὖν τοὺς ἐν σκότει, καὶ θεραπεύσας τὰ τῶν παθῶν αὐτῶν νοσήματα, μετέστης πρὸς Κύριον, πρεσβεύειν ὑπὲρ πάντων ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.








Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ κατὰ πνεῦμα υἱός, τοῦ Νεκταρίου τῆς Αἰγίνης καυχήματος, Ὁσίων θεοκηρύκων, ἡ ὑψικάρηνος δρῦς, τοὺς σοφοὺς Πατέρας, ὁ μιμούμενος, Κορίνθου Μακάριον, Ἀθωνίτην Νικόδημον, τὸν θεηγόρον, Ἀθανάσιον Πάριον, καὶ Ἀρσένιον, τὸν ἐν Πάρῳ ἀσκήσαντα· στῦλε στεῤῥὲ τῆς πίστεως, Φιλόθεε Ὅσιε, ὡς ἀρετῶν κατὰ χρέος, ὃν ἐπαινοῦμεν ἀμάρυγμα, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Μνήμην, μετ’ ἐγκωμίων πολλῶν, ἐπιτελοῦντες Φιλοθέου τοῦ μάκαρος, τοῦ νέου ἐν τοῖς Ὁσίοις, καὶ ἱεροῖς ἀσκηταῖς, ἐκβοῶμεν· μύστα, θείας χάριτος, δοχεῖον γεγένησαι, κατὰ Παῦλον τοῦ Πνεύματος, καὶ τοὺς ἐν σκότει, ἀγνωσίας καθεύδοντας, κατεφώτισας, ἀστραπαῖς τῶν ῥημάτων σου· Πάρου τερπνὸν ἀπάνθισμα, δαιμόνων ἀντίπαλε, καὶ παραστάτα δικαίων, ὑπὲρ ἡμῶν καθικέτευε, τὸν αἴροντα κόσμου, ἁμαρτίας Ζωοδότην, Χριστὸν καὶ Κύριον.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαίρει, ὁ τῶν Ὁσίων χορός, ἐν οὐρανοῖς συναριθμῶν νῦν τὸν πάντιμον, Φιλόθεον τὸν θεόπνουν, τὸν ἐν ἐσχάτοις καιροῖς, ἐν τῇ νήσῳ Πάρῳ, ἐνασκήσαντα, καὶ κόσμου ὁμήγυριν, συγκαλεῖ εἰς πανήγυριν, καὶ πρὸς δικαίαν, τῶν αὐτοῦ πόνων μίμησιν, οὓς ὑπήνεγκεν, ἀκλινῶς δι’ ἀγάπησιν, πᾶσαν χερσὶ κατέχοντος, τὴν κτίσιν παντάνακτος, παμβασιλέως καὶ μόνου, ἐκ τῆς φθορᾶς διασώζοντος, τὸ γένος ἀνθρώπων, Ἰησοῦ δικαιοκρίτου, καὶ πανοικτίρμονος.

Δόξα. Ἦχος πλ. δ’.
Τὸν μέγα κήρυξα τῆς μετανοίας, καὶ τὸν ἀκράδαντον στῦλον τῆς εὐσεβείας Φιλόθεον, πᾶς ὁ λαὸς τοῦ Θεοῦ μακαρίσωμεν. Οὗτος γὰρ ἀναζωγραφήσας ἀρτίως, τὴν ἀρετὴν τῶν πάλαι Ὁσίων, τὸν δρόμον τῆς ἐπιγείου ζωῆς θεαρέστως τετέλεκε. Καὶ νῦν περιπολεύων εἰς τὰς αὐλὰς τοῦ Κυρίου, καὶ σὺν Ἀγγέλων δήμοις εὐφραινόμενος, πρεσβεύει ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.


Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Δι’ εὐχῆς ἀσιγήτου ἀποτάξας τὸ φρόνημα, τῆς σαρκὸς προσείλκυσας χάριν, δαψιλῆ τὴν τοῦ Πνεύματος, καὶ φίλτατος θεράπων τοῦ Θεοῦ, Φιλόθεε ἀρτίως ἐποφθείς, ἀποστάζεις εὐσεβέσι, σοφίας νέκταρ θεῖον τοῖς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ δωρουμένῳ διὰ σοῦ ἡμῖν τὰ κρείττονα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις



























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Σοφίαν τοῦ Θεοῦ, ἀγαπήσας ἐκ βρέφους, Φιλόθεε κλυτέ, ἀπεμώρανας κόσμου, τοῖς θείοις σου φθέγμασι, ἀγνωσίαν καὶ ηὔγασας, ἄρτι Ὅσιε, τῶν μονοτρόπων φαιδρότης, τοὺς καθεύδοντας, ἐν τῇ σκιᾷ τοῦ θανάτου, καὶ δόμοις κακότητος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ῥυσθῆναι συμφορῶν, καὶ κινδύνων δυσώπει, Ὃν ἔτεκες ἁγνή, τοὺς ἀεί Σε τιμῶντας, καὶ χάριτος ἔμπλησον, τοὺς ἐν πίστει βοῶντάς Σοι· χαῖρε Δέσποινα, Μυρτιδιώτισσα Κόρη, γέρας τίμιον, τοῦ Φιλοθέου τοῦ νέου, καὶ κόσμου διάσωσμα.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος β’. Ταχὺ προκατάλαβε.
Διδάσκαλον ἔνθεον καὶ μοναστῶν κορυφήν, φιλοῦντα τὴν ἄσκησιν καὶ ἡσυχίαν σεμνῶς, Φιλόθεον μέλψωμεν· οὗτος γὰρ ἀνενδότως, τῶν ἀρχαίων Πατέρων, βήμασιν ἠκολούθει, ἐν τῇ Πάρῳ ἀρτίως· καὶ νῦν Χριστῷ πρεσβεύει θερμῶς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸν πᾶσαν βαστάζοντα δραξὶ τὴν κτίσιν κρατεῖς, χερσὶ ταῖς ἀμώμοις Σου Θεογεννῆτορ ἁγνή, παντάνακτα Κύριον· Τοῦτον ἀεὶ δυσώπει, ἐκ χειρὸς ἀλλοτρίου, Σὸν ὑμνητὴν ῥυσθῆναι, τὸν προσφεύγοντα πόθῳ, ταῖς Σαῖς ἀδιαλείπτοις εὐχαῖς, Μυρτιδιώτισσα.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὸν ἀνατείλαντα, καθάπερ ἥλιον, ἀρτίως μέλψωμεν, σοφὸν Φιλόθεον, ὡς καταυγάσαντα αὐτοῦ ἀκτῖσι χρησοτηθείας, καὶ βολαῖς σεμνότητος, τὴν ὑφήλιον ἅπασαν, ἐκβοῶντες· Ὅσιε, ἀρετῆς στηλογράφημα, δυσώπει τὸν Δεσπότην διδόναι, ἄμφω ὑγείαν καὶ ῥῶσιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ κεχαριτωμένη.









Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον, κατὰ Λουκᾶν (Κεφ. στ’, 17-23): Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... (Ζήτει τὸ τῆς Πέμπτης τῆς Δ’ Ἑβδομάδος Λουκᾶ)
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β’. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὴν πηγὴν τῶν ἠθῶν τῆς σεμνότητος, καὶ λαμπάδα τῆς ἄνω λαμπρότητος, Φιλόθεον τὸν ἀοίδιμον οἱ πιστοὶ μακαρίσωμεν. Νάματα γὰρ προχέει τοῖς πιστῶς προσκυνοῦσιν, αὐτοῦ τὰ πανίερα λείψανα, καὶ ἀνόθευτον ἀγάπην τηροῦσι πρὸς ἅπαντας. Δεῦτε οὖν καὶ ἡμεῖς ἀρυσώμεθα ὕδωρ ἀφθαρσίας, ἐκ τοῦ φρέατος τῆς αὐτοῦ Διαθήκης, ἵνα Χριστῷ συμβασιλεύσωμεν.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου οὗ ἡ ἀκροστιχίς: Φίλος Χριστοῦ γνήσιος, Φιλόθεε, ὤφθης. Χ.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Φιλόθεον Ὅσιον, τοῦ Παρακλήτου παλάτιον, νεότευκτον ᾄσμασιν, ἐγκωμιάσαι λαμπρῶς, καταξίωσον, τὸν δοῦλόν Σου οἰκτῖρμον, ἀνοίγων τὰ ἄμουσα, χείλη μου δέομαι.
σχύος Φιλόθεε, ὑπερφυῶς ἀξιούμενος, ἐκ χρόνων νεότητος, τὰς ὑψηλὰς ἀνελθεῖν, κατηξίωσαι, τῶν ἀρετῶν βαθμίδας, καὶ φθάσαι εἰς ἄῤῥητον, ὕψος θεώσεως.
Λαμπὰς ὡς νεόφωτος, μαρμαρυγαῖς πολιτείας σου, λαμπρύνεις ἀείποτε, τὴν Ἐκκλησίαν Χριστοῦ, καὶ τὴν ζόφωσιν, διώκεις ἀγνωσίας, Πακίων ἐκβλάστημα, θεῖον Φιλόθεε.
Θεοτοκίον.
θεῖος Φιλόθεος, Μυρτιδιώτισσα Δέσποινα, προσφύγιον ἔχων Σε, ἐν τοῖς τοῦ βίου δεινοῖς, Σοὶ ἐδόμησε, σεμνεῖον ἐν τῇ Πάρῳ, ἐν ᾧ νῦν ἀκόκειται, τούτου τὸ σκήνωμα.









Ὠδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Στενὴν τὴν ὁδὸν καὶ τεθλιμμένην, φιλῶν ἐκ νεότητος τῆς σῆς, εἰς οἴκημα εὐρύχωρον, τῶν οὐρανῶν Φιλόθεε, τοῦ Παρακλήτου σκήνωμα, εὗρες ἀνάπαυσιν Ὅσιε.
Χριστὸν ἀγαπήσας παιδιόθεν, ὑπὲρ ἀδελφοὺς καὶ συγγενεῖς, ἐσάλπισας Φιλόθεε, τῇ σάλπιγγι τῆς πίστεως, σωτηριώδη ᾄσματα, εἰς τῆς Ἑλλάδος τὰ πέρατα.
ανίδας δακρύων Σου θεόφρον, ὁ Λόγος Ὑψίστου ἀσκητά, μὴ ἀποποιησάμενος, Φιλόθεε μετέτρεψεν, αὐτὰ εἰς ἁγιάσματος, πηγὴν τῶν πίστει τιμώντων σε.
Θεοτοκίον.
λύος παθῶν καθάρισόν με, καὶ ἕξεως οἴμοι πονηρᾶς, ταχὺ Μυρτιδιώτισσα, τοῦ Φιλοθέου σέμνωμα, καὶ ταχινὴ βοήθεια, τῶν εὐσεβῶν ἀνακράζω Σοι.

Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθείς.
Τὴς Λογγοβάρδας τὸν προΐστορα πάντες, καὶ Θαψανῶν τὸν θεῖον κτίτορα ὕμνοις, τιμήσωμεν Φιλόθεον πιστοὶ ἐκτενῶς, ὅτι κατηγλάϊσε λόγοις ἅμα καὶ ἔργοις, εὐσεβείας σύμπασαν οἰκουμένην καὶ χάριν, παρὰ Κυρίου εὗρε δαψιλῆ, πιστοῖς παρέχειν ὑψόθεν τὰ πρόσφορα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν φωταυγῆ καὶ φωτοφόρον νεφέλην, τὴν κιβωτὸν καὶ ἐπουράνιον πύλην, καὶ βάτον τὴν πυράφλεκτον ᾠδαῖς μυστικαῖς, μέλψωμεν κραυγάζοντες· τῆς δουλείας τοῦ πλάνου, ῥῦσαι τοὺς ἱκέτας Σου, χαρμονὴ Μυρτιδίων, καὶ ἁμαρτίας σκέδασον ἀχλύν, ὡς δυναμένη Παντάνασσα Δέσποινα.

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Σκολιᾶς διεστραμμένης γενεᾶς καὶ ὑλόφρονος, ὤφθης ψυχοτρόφος, τῆς ἡμῶν Φιλόθεε Ὅσιε, καὶ ἀρετῆς ὑφηγήτωρ πρὸς μετάνοιαν, καὶ τελείωσιν, ἰθύνων πάντας σοὺς πρόσφυγας.
Τῶν ἐνθέων διδασκάλων ἐποφθεὶς ὑποτύπωμα, Φοινικίου παῖδας, ταῖς αὐγαῖς σῶν λόγων ἐπύρσευσας, καὶ ἀρετῆς θειοτέρας τούτους ἔδειξας, καλλωπίσματα, σοφίας σκεῦος Φιλόθεε.
Οὐρανώσας τῶν ἀζύγων τὰς χορείας σοῖς φθέγμασι, τοῦ συγκαταβάσει, οὐρανοὺς Φιλόθεε κλίναντος, τοῖς ἐν γῇ ὤφθης ἄνθρωπος οὐράνιος, καὶ ἐπίγειος, φωτοειδέστατος ἄγγελος.
Θεοτοκίον.
περύμνητε Παρθένε καθωράθης παλάτιον, τὸν παμβασιλέα, καὶ δικαιοσύνης τὸν πρύτανιν, ἐν Σῇ κοιλίᾳ δεχθεῖσα ὑπὲρ ἔννοιαν· ὅθεν χαῖρέ Σοι, Μυρτιδιώτισσα κράζομεν.


ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Γεώργιον τίμιον, ποιήσας τὴν καρδίαν σου, γνώσεως ἀνέθαλες ὡραῖον, καρπὸν παμμάκαρ, ἐξ οὗ τρυγῶντες πιστοί, ταχὺ ἀγνωσίας ἐν καιροῖς, πεῖναν ἐκορέννυσαν, θεοφόρε Φιλόθεε.
Νεότητος ῥέουσαν, ἀκμὴν παρεῖδες Ὅσιε, καὶ τρωθεὶς τῷ ἔρωτι Κυρίου, πατρώαν στέγην, καὶ τῶν γονέων στοργήν, ἠρνήσω διὰ τὴν τοῦ Χριστοῦ, ὁλικὴν ἀγάπησιν, καὶ γνησίαν Φιλόθεε.
χάρις τοῦ Πνεύματος, κατηύθυνε σὰ βήματα, πρὸς τῆς Λογγοβάρδας τὸ σεμνεῖον, οὗπερ προΐστωρ, ἐδείχθης θεοπρεπής, καὶ θεῖος ἡγούμενος ψυχάς, μοναστῶν πρὸς Κύριον, κατευθύνων Φιλόθεε.
Θεοτοκίον.
Συμφώνως δοξάζομεν, ἡμεῖς τὸν θεῖον Τόκον Σου, καὶ Σὲ μεγαλύνοντες βοῶμεν, σὺν Φιλοθέῳ, τῷ θεοφόρῳ Πατρί· γενοῦ Μυρτιδίων ἀγλαή, Κόρη πάντων πρόμαχος, ἐν δεινοῖς καὶ ἀντίληψις.

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
σχύσας τύρβην ἀρνήσασθαι, καὶ ἄνεσιν παντοίαν Φιλόθεε, ἐπὶ τὸν Κύριον, τὰς σὰς μερίμνας ἀνέθηκας, τὸν διαθρέψαντά σε, καὶ διασώσαντα.
δὸν ἀρίστην ἐπέλεξας, Φιλόθεε Ἀγγέλων ὁμόζηλε, ἣν χαίρων ἤνυσας, καὶ Λογγοβάρδαν κατέλαβες, τὴν τῶν σεπτῶν σου πόνων, κονίστραν πάντιμον.
Σιτήσας Πάρου τὸ πλήρωμα, ἐν χρόνοις δυστυχίας καὶ θλίψεως, πολέμου ἔδειξας, τὴν σὴν πρὸς πέλας συμπάθειαν, καὶ πρόνοιαν πενήτων, τροφεῦ Φιλόθεε.
Θεοτοκίον.
Φωτὸς ἀστέκτου ἀπαύγασμα, λαμπρὴ Μυρτιδιώτισσα πρόσδεξαι, ἡμῶν τὴν δέησιν, καὶ τὴν ψυχὴν καταλάμπρυνον, τῶν ἀπεκδεχομένων, τὴν Σὴν ἀντίληψιν.














Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τῆς νήσου Πάρου τὸν ἀστέρα τὸν νεόφωτον, καὶ μονοτρόπων ποδηγέτην τὸν εὐθύτατον, ἀνυμνήσωμεν βοῶντες· Κυρίου φίλε, πρὸς Ἐκεῖνον παῤῥησίαν ὡς κτησάμενος, ἐκ παντοίων συμφορῶν ἡμᾶς ἀπάλλαξον, τοὺς σοὶ κράζοντας· χαίροις ὄντως Φιλόθεε.
Ὁ Οἶκος.
Ἄγγελος φωτοφόρος, ἐν τῇ Πάρῳ ἐπώφθης, Φιλόθεε ἰσάγγελε μέροψ, καὶ ἀρτίως βροτῶν τοὺς χορούς, ἀστραπαῖς σῶν θείων συμβουλῶν ηὔγασας, καὶ ἤγειρας πρὸς αἴνεσιν, Χριστοῦ τοὺς σοὶ βοῶντας ταῦτα·
Χαῖρε, Πακίων ἡ εὐκοσμία·
χαῖρε, Παρίων ἡ δᾳδουχία.
Χαῖρε, μονοτρόπων ἀλείπτης καὶ σέμνωμα·
χαῖρε, κλονουμένων ἁπάντων ἑδραίωμα.
Χαῖρε, ὕψος ἐγρηγόρσεως, καὶ σοφίας ποταμός·
χαῖρε, βάθος θείας γνώσεως, καὶ χρηστότητος πυρσός.
Χαῖρε, ὅτι ἐδείχθης Λογγοβάρδας προΐστωρ·
χαῖρε, ὅτι ὑπάρχεις Θαψανῶν Μάνδρας κτίτωρ.
Χαῖρε, ὁλκὰς ἀγάπης τῆς κρείττονος·
χαῖρε, λαμπὰς ἠθῶν τῆς σεμνότητος.
Χαῖρε, φρονήσεως θείας ἐκφάντορ·
χαῖρε, ἀσκήσεως ἄκρας κοσμῆτορ.
Χαίροις, ὄντως Φιλόθεε.

Συναξάριον.
Τῇ ΚΔ΄ τοῦ αὐτοῦ μηνός, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ὁσίου Φιλοθέου τοῦ ἐν Πάρῳ, γενομένη ἐν τῇ Μονῇ τῶν Θαψανῶν.
Φιλῶν ἀρετὰς Κυρίου ὤφθης φίλος,
Αὐτοῦ γνήσιος, Φιλόθεε, ἀρτίως.
Οὗτος, καλῶς διακονῶν οὖν καὶ ἀναλισκόμενος εἰς τὴν διακονίαν τοῦ πλησίον, εἰς βαθύτατον γῆρας μετὰ καρτερικὴν δοκιμασίαν παρέδωκε τὴν ἑαυτοῦ ψυχὴν εἰς χεῖρας Θεοῦ ζῶντος τῇ 8ῃ Μαΐου τοῦ 1980ου ἔτους καὶ ἐτάφη εἰς τὴν Μονὴν τῶν Θαψανῶν τῆς Πάρου. Τὸ ἱερὸν αὐτοῦ σκήνος ἀνεκομίσθη τῇ 24ῃ τοῦ Μηνὸς Σεπτεμβρίου τοῦ 1993ου ἔτους, ἡμέρᾳ ἑορτῆς τῆς Μονῆς τῶν Θαψανῶν. Ἡ χάρις τοῦ Παρακλήτου Πνεύματος, ἐπροίκισε τὸν Ὅσιον Φιλόθεον ζῶντα καὶ μετὰ πότμον ἀφθόνως διὰ τοῦ χαρίσματος τῆς θαυματουργίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Ἰσαποστόλου Θέκλης.
Αὐτὸς σε σῴζει Θέκλα ῥήξας τὴν πέτραν,
Οὗ τῷ πάθει πρὶν ἐῤῥάγησαν αἱ πέτραι.
Αὕτη γέγονεν ἐκ πόλεως Ἰκονίου, μητρὸς Θεοκλείας, τῶν εὐγενῶν καὶ ἐνδόξων. Κατηχήθη δὲ τὸν λόγον τῆς πίστεως παρὰ τοῦ Μεγάλου Παύλου τοῦ Ἀποστόλου, διδάσκοντος ἐν τῷ τοῦ Ὀνησιφόρου οἴκῳ· ἧν δέ, ὅτε προσῆλθε τῇ πίστει, ἐτῶν δέκα ὀκτώ, μνηστευθεῖσα Θαμύριδι. Περιφρονήσασα δὲ πυρός, ἐν ᾧ ἐβλήθη, καὶ μητρὸς καὶ μνηστῆρος, τῷ Παύλῳ ἠκολούθησε. Καὶ μετὰ ταῦτα γενομένη ἐν Ἀντιοχείᾳ, θηρίοις ἐκδίδοται ὑπὸ Ἀλεξάνδρου, καὶ ταύροις εἰς διασπασμὸν προσπίπτεται. Καὶ ἐκ πάντων τῇ τοῦ Χριστοῦ χάριτι ῥυσθεῖσα, καὶ ἐν διαφόροις πόλεσι τὸν Κύριον εὐαγγελισαμένη, καὶ πολλοὺς πρὸς τὴν εἰς Χριστὸν πίστιν ἐπισπασαμένη, ὕστερον ἐν τῇ ἰδίᾳ πατρίδι γίνεται. Καὶ ἕν τινι τῶν ὀρέων ἰδιάσασα, καὶ πολλὰς δυνάμεις ἐπιτελέσασα, τὸν βίον κατέλιπε, πέτρας ῥαγείσης, καὶ ὑποδεξαμένης αὐτήν. Ὁ δὲ πᾶς χρόνος τῆς ζωῆς αὐτῆς ἔτη ἐνενήκοντα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κόπρι.
Οὐκ ἦν ὁ Κόπρις κόπρις, ἀλλ' ἄλλος βότρυς,
Καλὸν κυπρισμὸν προσφέρων τῷ Κυρίῳ.
Οὗτος ἐγεννήθη εἰς μίαν κοπρίαν, εὑρισκομένην ἔξωθεν τοῦ Μοναστηρίου Θεοδοσίου τοῦ Κοινοβιάρχου. Διωκομένη γὰρ ἡ μήτηρ αὐτοῦ ἀπὸ τοὺς Ἀγαρηνούς, ὁμοῦ μὲ ἄλλους πολλοὺς πλησιοχώρους, καὶ καταφεύγουσα πρὸς τὸν Ἅγιον Θεοδόσιον διὰ νὰ σωθῇ ἀπὸ τὰς χεῖρας τῶν ἀσεβῶν, ἐκρατήθη ἀπὸ τὰ κοιλοπονήματα. Καὶ εὑρίσκουσα τὴν ἐκεῖ κοπρίαν, ἐγέννησεν ἐπάνω εἰς αὐτήν. Ἀφ’ οὗ δὲ ἐπέρασαν οἱ Ἀγαρηνοί, εὑρίσκοντες οἱ Μοναχοὶ τὸ βρέφος ἐν τῇ κοπρίᾳ, κατὰ προσταγὴν τοῦ Ἁγιου Θεοδοσίου, ἔλαβον αὐτό, καὶ Κόπριν ἐπωνόμασαν. Ἔτρεφον δὲ αὐτὸ μὲ γάλα αἰγός· ἡ ὁποῖα ἔβοσκε μὲν ὁμοῦ μὲ τὰς ἄλλας αἶγας, ὅταν δὲ ἤρχετο ὁ καιρὸς διὰ νὰ βυζάνῃ τὸ παιδίον, τότε διεχωρίζετο ἀπὸ τὰς ἄλλας, καὶ μόνη κατέβαινεν ἀπὸ τὸ βουνόν. Καὶ ἀφ’ οὗ ἐβύζαινε τὸ παιδίον, πάλιν ἐπέστρεφεν εἰς τὴν συνήθη της βοσκήν. Καὶ τοῦτο ἐποίει, ἕως οὗ τὸ παιδίον ηὔξησε, καὶ ἔτρωγε στερεωτέραν τροφήν.
Οὗτος λοιπόν, ὅταν ἔφθασεν εἰς ἡλικίαν τελειοτέραν, ἔγινεν ἀγαπητὸς εἰς τὸν Μέγαν Θεοδόσιον. Καὶ ἐπειδὴ ἐφύλαξεν ἀμόλυντον τὸ κατ’ εἰκόνα, διὰ τοῦτο ἠξιώθη καὶ τῆς τοῦ Πνεύματος χάριτος, καὶ τὰ θηρία ὑπέτασσε. Διότι, μίαν φορὰν εὑρίσκων ἄρκτον τινά, ἥτις ἔτρωγε τὰ μαρούλια τοῦ κήπου, ἔλαβεν αὐτὴν ἀπὸ τὸ ὠτίον, καὶ ἐξήγαγε τοῦ κήπου. Καὶ ἐπιτιμήσας αὐτὴν μὲ τὴν εὐχὴν τοῦ Μεγάλου Θεοδοσίου, τὴν ἔκαμε νὰ μὴ ἔμβῃ πλέον εἰς τὸν κῆπον.
Ἀλλά, καὶ ἀναβαίνων ποτὲ εἰς τὸ βουνὸν ὁμοῦ μὲ τὸν ὄνον τοῦ Μοναστηρίου διὰ νὰ κόψῃ ξύλα, ἐπειδὴ μία ἄρκτος ἐπλήγωσε τὸν ὄνον εἰς τὸ μηρίον, ἐκράτησεν ὁ Ὅσιος τὴν ἄρκτον, καὶ ἐφόρτωσεν εἰς αὐτὴν τὰ ξύλα, εἰπών: Δὲν θὰ σὲ ἀφήσω πλέον, ἀλλὰ σὺ θὰ κάμνῃς τὴν ὐπηρεσίαν τοῦ ὄνου τὸν ὁποῖον ἐπλήγωσας, ἕως οὗ ὑγιάνῃ ἐκεῖνος. Καὶ λοιπόν, διὰ τῆς εὐχῆς τοῦ Ἀγίου Θεοδοσίου ὐπετάσσετο εἰς αὐτὸν ἡ ἄρκτος, καὶ ἔφερε τὰ ξύλα.
Οὗτος, μίαν φορὰν ὑπηρετῶν εἰς τὸ μαγειρεῖον, καὶ βλέπων ὅτι ὁ λέβης ἔβραζε καὶ ἐχύνετο ἔξω τὸ μαγειρευόμενον ὄσπριον, ἐπειδὴ δὲν ηὗρε τὴν συνηθισμένην χουλιάραν, ἔβαλε γυμνὴν τὴν χεῖρά του μέσα εἰς τὸν λέβητα ἐκεῖνον, καὶ ἐυθὺς ἔπαυσε τὸ ὑπερβολικὸν βράσιμον, χωρὶς νὰ πάθῃ παραμικρὰν βλάβην ἡ χείρ του.
Ἐπειδὴ δὲ ἦτον ἐστολισμένος μὲ πᾶν εἶδος ἀρετῆς, καὶ μέχρι τοῦ γηρατείου του δὲν ἠμέλησεν τὴν ἄσκησιν, ἄν καὶ ἦτον ἐτῶν ἐννενήκοντα· διὰ ταῦτα τὰ ἔνθεα αὐτοῦ κατορθώματα, ἠξιώθη νὰ βλέπῃ τὸν Μέγαν Θεοδόσιον, μετὰ τὸν ἐκείνου θάνατον, ὁ ὁποῖος ἐφαίνετο εἰς αὐτὸν καὶ συνέψαλλε μετ’ αὐτοῦ. Ἀκολούθως ἤκουσε καὶ μίαν φωνὴν αὐτοῦ τοῦ ἰδίου Θεοδοσίου ὅπου ἔλεγεν αὐτῷ ταῦτα: Ἀδελφὲ Κόπρι, Ἰδού, ἔφθασεν ὁ καιρὸς τοῦ θανάτου σου. Ὅθεν, ἐλθὲ πρὸς ἐμὲ, διὰ νὰ ἀναπαυθῇς εἰς τὸν ἑτοιμασθέντα τόπον τῆς ἀναπαύσεως. Ἀφ’ οὗ ἤκουσε τὴν ἄνωθι φωνήν, ἠσθένησεν ὀλίγον. Καὶ ἀποχαιρετίσας ὅλους τοὺς Πατέρας καὶ Ἀδελφούς, ἀπῆλθε πρὸς Κύριον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Περσίδος.
Μικρὸν θαλαττεύουσα Πέρσα, πρὸς χρόνον,
Μέγαν πρὸς ὅρμον οὐρανοῦ προσωρμήσω.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νικάνδρου τοῦ ἐρημίτου, τοῦ ἐν Ποσκοβίᾳ, θαυματουργοῦ τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Στεφάνου βασιλέως τῶν Σέρβων.


Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Σιλουανοῦ, τοῦ Ἀθωνίτου.
Χριστόν, Ὃν εἶδες Σιλουανέ, πρὶν βίῳ
Αὐτὸν νῦν βλέπεις, ἀλλ’ οὐχὶ ἐν ἐσόπτρῳ.
Σιλουανὸς οὗτος, ὁ τῆς ἐπουρανίου Ἱερουσαλὴμ πολίτης, γονέων ὑπῆρξεν εὐσεβῶν, ἐκ τῆς τῶν Ῥώσων χώρας ὁρμωμένων, ἀπὸ κώμης τελούσης ὑπὸ τὴν Μητρόπολιν Ταμπώβης, Σόβσκ καλουμένης. Ἐγεννήθη δὲ τῷ 1866 ἔτει, ἐκ νεότητος κληθεὶς εἰς μετάνοιαν ὑπ’Αὐτῆς τῆς Πανυμνήτου Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Τοῦ εἰκοστοῦ ἑβδόμου τοίνυν τῆς ἡλικίας αὐτοῦ χρόνου εἰσεληλυθότος, ἀπετάχθη τοῖς βιωτικοῖς, καὶ πρὸς ἐφόδιον λαβὼν τὰς τοῦ ἐν Ἁγίοις Ἰωάννου τῆς Κροστάνδης εὐχάς, ἀνεχώρησεν εἰς τὸ κατ’ Ἑλλάδα περιφανέστατον Ὄρος τοῦ Ἄθω, ὑποδὺς τὸν μοναδικὸν ζυγὸν ἐν τῷ Μοναστηρίῳ τοῦ Ἁγίου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος. Ἐκδεδωκὼς οὖν ἐαυτὸν ὁλοψύχος τῷ Θεῷ, ἐν ὀλίγῳ χρόνῳ οὐ μόνον τὴν ἄπαυστον ἔλαβεν εὐχὴν παρὰ τῆς Ὑπεραγίας Θεοτόκου δωρεάν, ἀλλὰ καὶ θεοφανείας ἀῤῥήτου ἠξιώθη ἐν τῷ σεβασμίῳ οἴκῳ τοῦ Ἁγίου Προφήτου Ἠλιού, τῷ ὄντι παρὰ τῷ μύλωνι τῆς εἰρημένης Μονής, ἀλλὰ καὶ πλείστοις, παραχωρήσει Θεοῦ, παραδοθεὶς τῶν νοητῶν ἐχθρῶν πειρασμοῖς, ἐνιαυτοὺς πέντε καὶ δέκα, τοῖς ἴχνεσιν ἐπακολουθῶν τοῦ Χριστοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας (Ἑβρ. Ε΄, 7), διδακτὸς Θεοῦ γεννηθεῖς (πρβλ. Ἰωάν. στ΄, 45), ἄνωθεν ἐνηχεῖται νομοδότου φωνῆς· Κράτει τὸν νοῦν σου εἰς τὸν ᾅδην καὶ μὴ ἀπελπίζου. Ἥνπερ, ὡς κανόνα τηρήσας ἀπλανῆ, ἔδραμε τὴν ὁδὸν Ἀντωνίου, Μακαρίου, Σισώη, Ποιμένος καὶ τῶν ἄλλων κλεινῶν καθηγητῶν τῆς ἐρήμου, ὧν καὶ τὰ μέτρα κατέλαβε καὶ χαρίσματα, ἀποστολικὸς καὶ προφητικὸς διδάσκαλος φανεὶς ζῶν καὶ μετὰ θάνατον. Κατέλιπε γὰρ γραφὰς πλήρεις χάριτος καὶ Πνεύματος Ἁγίου, ἅς ἐξέδοτο ὁ τούτου μαθητὴς καὶ φοιτητὴς Γέρων Σωφρόνιος, ὁ κτίτωρ καὶ ἀρχιμανδίτης τῆς ἐν Βρεττανῶν νήσῳ Μονῆς, τῶν εὐσεβῶν Ὀρθοδόξων. Ἧν γὰρ ὁ θαυμάσιος, πρᾷος καὶ ταπεινὸς τῇ καρδίᾳ (Ματθ. ια΄, 29), διάπυρος πρὸς Θεὸν παρακλήσεως, ὐπὲρ σωτηρίας πάντων ἀνθρώπων, καὶ κήρυξ τῆς εἰς ἐχθροὺς ἀγάπης, ἧς οὐδὲν ἀσφαλέστερον τῆς τοῦ θείου Πνεύματος ἀληθοῦς παρουσίας τεκμήριον. Μεταβέβηκε δὲ ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν ὁ μακάριος οὗτος Ὅσιος Σιλουανός, πλήρης ἡμερῶν, μηνὶ Σεπτεμβρίῳ εἰκοστῇ τετάρτῃ, ἔτους 1938.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς ἐν Μυρτιδίοις τῶν Κυθήρων εὑρέσεως τῆς ἱερᾶς καὶ σεβασμίας Εἰκόνος τῆς Παναγίας, Ἀχράντου, Ὑπερευλογημένης, Ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, ἐξ οὗ καὶ Μυρτιδιωτίσσης, τῆς ὑπερφυοῦς ἰάσεως τοῦ Παραλύτου, καὶ πάντων τῶν ἀπείρων θαυμάτων, ἅτινα δι’ αὐτῆς πᾶσι τοῖς Κυθηραίοις καὶ λοιποῖς μετὰ πίστεως ἐπικαλεσαμένοις τὴν χάριν Αὐτῆς κατὰ καιροὺς ἐτελέσθησαν.
Πόθῳ καὶ χαρᾷ ὁ λαὸς Κυθηραίων,
Τὴν τῆς νήσου ἄγρυπνον ὑμνεῖ Προστάτιν.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τῆς Φιλερήμου, ἧς ἡ ἁγία καὶ θαυματουργὸς Εἰκὼν εὕρηται ἐν Μαυροβουνίῳ, καὶ ἧς ἀκριβὲς ἐκτύπωμα θησαυρίζει καὶ ἡ ἐν Ῥόδῳ φερώνυμος ταύτης ἁγία Μονή.
Τῆς Φιλερήμου ἡ Εἰκὼν πελαγίζει,
Τοῖς προσιοῦσιν ἰαμάτων τὰ ῥεῖθρα.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς Εὑρέσεως τῆς Ἁγίας Εἰκόνος τῆς Ὑπεραγίας Θεοτόκου, τῆς ἐπονομαζομένης Γοργοπηγής, ἐν τῇ νησίδι Πρώτῃ τῆς Τριφυλίας.
Γοργοπηγὴ Δέσποινα τὴν Σὴν Εἰκόνα,
Δῶρον ὡς ἔνθεον ἡμῖν ἐδωρήσω.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Παναγίας τῆς ἐπωνομαζομένης Παντανάσσης, τῆς εὑρισκομένης ἐν τῇ Μονῇ τοῦ Βατοπεδίου.
Πάθη ποικίλα, νόσος τε τοῦ καρκίνου,
ἀπεσκορακίσθη Σῇ φαύσει, Φωτοτόκε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Δωροθέας τῆς θαυματουργοῦ τοῦ Κασίν, τῆς Ῥωσσίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
ερώτατε μελλοθανάτους ἔσωσας σαὐτὸν προθέμενος, θυσίαν ἐκ τῆς ὀργῆς, ἐχθροῦ τοῦ ἀλλόφρονος, λαοῦ διάσωσμα, καὶ μετέτρεψας, εἰς χαρμονὴν Φιλόθεε, τῶν Παρίων ἀθυμίαν.
Λύκων ἔνεδρον προβατοσχήμων ἔλεγες σοφῶς Φιλόθεε, ἡ Ἐκκλησία ἐστί· διὸ καὶ σπαράττονται, καὶ κατεσθίονται, οἱ ἐκτὸς αὐτῆς, ἀφρόνως εὑρισκόμενοι, ὑπ’ ἐχθρῶν τῶν ψυχοκτόνων.
Οἱ τὸ ἄδικον κακῶς κατεργαζόμενοι ἀεὶ ἐκήρυττες, ἕξουσι θλῖψιν πικράν, Φιλόθεε Ὅσιε, ἐπεὶ ὁ Κύριος, ἁμαρτάνοντας, ἐξολοθρεύσει τάχιστα, καὶ δικαίους διασώσει.
Θεοτοκίον.
Θαυματόβρυτε ἁγνὴ Μυρτιδιώτισσα τῆς παραβάσεως, τῶν προπατόρων ἡμῶν, ἐδείχθης λυτήριον, Χριστὸν κυήσασα, τὸν καινίσαντα, τὴν φύσιν καὶ θεώσαντα, τῶν μερόπων τὴν βροτείαν.












ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
νεθον ἀσκήσεως ἀλείπτην, καὶ χείρω ἀγνοίας ῥύστην ἑτοιμότατον, δέλτον θεοτύπωτον, τῆς φθογγῆς τοῦ Πνεύματος, Φιλόθεον τιμήσωμεν, πιστῶς ὡς νέκταρος, ποτήριον, λαμπρὸν ψυχοτρόφου, καὶ κρατῆρα γλεύκους, τῷ ὄντι μελιῤῥύτου.
χων σὴν φιλόθεον καρδίαν, πυρὶ φλεγομένην φόβου Κτίσαντος, τοῦ Θεοῦ Φιλόθεε, ἀνενδότως βίωσιν, μετῆλθες τὴν ἰσάγγελον· διὸ καὶ πάμφωτος, τοῦ Πνεύματος, φωστὴρ ἀνεδείχθης, πᾶσι φαίνων δόξαν, τῆς άνω πολιτείας.
ς δακρύων χείμαῤῥον ἀείῤῥουν, κατέγνωμέν σε Φιλόθεε μακάριε, καὶ ἀγάπης ἔσοπτρον, διαυγὲς πρὸς ἅπαντας, τῶν μυστηρίων τίμιε, Χριστοῦ διάκονε, καὶ ἄγαλμα, Θεοῦ τῆς σοφίας· ὅθεν τὴν σὴν μνήμην, τιμῶμεν γηθοσύνως.
Θεοτοκίον.
Φάρε τῶν ἁγνείαν φυλαττόντων, καὶ στῦλε παρθενευόντων ἀδιάσριστε, Σὲ ἀεὶ γεραίρομεν, μοναστῶν ὁμήγυρις, καὶ τῶν μιγάδων σύλλογοι, Μυρτιδιώτισσα, πανύμνητε, προσφεύγοντες πόθῳ, Σοῦ ταῖς ἀσιγήτοις, πρὸς τὸν Θεὸν πρεσβείαις.

ᾨδὴ θ’. Ἅπας γηγενής.
Θέλων ὁ Θεός, δοξάσαι σε Ὅσιε, θαυμάτων ἔδειξε, κρήνην πολυχεύομαν, σὲ καὶ ἐν βίῳ, καὶ μετὰ θάνατον· διὸ πιστῶς προστρέχοντες, τῷ θείῳ τάφῳ σου, καὶ τῷ σκήνει, τῷ σεπτῷ σου χάριτας, ἀρυόμεθα Πάτερ Φιλόθεε.
τῶν Θαψανῶν, Μονὴ ἐπαγάλλεται, σεπτόν σε κτίτορα, καὶ προστάτην ἔχουσα, μετὰ τὴν θείαν Μυρτιδιώτισσαν· διὸ καὶ τὸ σὸν σκήνωμα, κυκλοῦσα πάντοτε, ὕμνον δόξης, πέμπει τῷ κρατύναντι, σὲ ἐν βίῳ θεόφρον Φιλόθεε.
Σῶσον σαῖς εὐχαῖς, λαὸν τὸν Ὀρθόδοξον, Θεοῦ παμφίλτατε, φίλε καὶ νεόφωτε, τῆς Ἐκκλησίας, φωστὴρ Φιλόθεε, ὡς ἔχων πρὸς τὸν Κύριον, ἡμῶν μακάριε, παῤῥησίαν, ἄφθονον κραυγάζομεν, οἱ τιμῶντες τὴν πάμφωτον μνήμην σου.
Θεοτοκίον.
Χάριν δαψιλῆ, παρέχεις ἑκάστοτε, Μυρτιδιώτισσα, Σὲ τοῖς μακαρίζουσιν, εἰς τοὺς αἰῶνας, καὶ μεσιτείαν Σου, ἐκδεχομένοις Δέσποινα, πρὸς τὸν παντάνακτα, Οὗ ἀρτίως, ὁ σεμνὸς Φιλόθεος, ἐντολὰς τὰς ἁγίας ἐτήρησεν.






Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἐγκαυχωμένη γάνυται, ἡ νῆσος Πάρος Ὅσιε, τῇ πανσθενεῖ ἀρωγῇ σου, καὶ θείᾳ δόξῃ Πατέρων, νεοφανῶν Φιλόθεε, ἀκρότης καὶ γεραίρουσα, σὲ προσκυνεῖ σὸν σκήνωμα, ὅπερ ὡς ἄσυλον ὄλβον, καὶ ἰατρεῖον κατέχει.
Θεοτοκίον.
Ἁγνὴ Μυρτιδιώτισσα, ἐκ συμφορῶν καὶ θλίψεων, καὶ τοῦ σατὰν ἐπηρείας, λύτρωσαι πάντας Σοὺς δούλους· Σὲ γὰρ προστάτιν ἔνθερμον, κὶ ταχινὴν βοήθειαν, οἱ σάλῳ χειμαζόμενοι, τρικυμιῶν τῶν ἐν βίῳ, ἔχομεν Μῆτερ ἁγία.

Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Ἡ νῆσος Πάρος χορεύει πανηγυρίζουσα, τοῦ παμφαοῦς ἀστέρος, Φιλοθέου τοῦ νέου, τὴν μνήμην τὴν ἁγίαν καὶ εὐκλεῆ, πρὸς αὐτὸν ἀνακράζουσα· σύ μου ὑπάρχεις ἀγλάϊσμα καὶ χαρά, καὶ ἀκέστωρ ἐν ταῖς θλίψεσιν.

Ἀσκητικῆς πολιτείας στεῤῥῶς τὸν δίαυλον, ἀνύσας ἐν τοῖς χρόνοις, τοῖς ἐσχάτοις εἰς δόμους, κατέφθασας ἀλήκτου ὄντως χαρᾶς, μυστολέκτα Φιλόθεε, ἐν οἷς πρεσβεύεις ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν πιστῶν ἀγαλλιώμενος.

Πνευματικὸς ἀνεδείχθης Πατὴρ Φιλόθεε, λαοῦ τοῦ χριστωνύμου, τῆς Ἑλλάδος ἁπάσης, καὶ κῆρυξ θεηγόρος τῆς ἀρετῆς, καὶ ζωῆς τῆς θεόφρονος· διό σε πάντες τιμῶντες περιχαρῶς, σοῦ τὴν θείαν μνήμην σέβομεν.

Τελεῖν θαυμάσια ξένα Χριστοῦ τῇ χάριτι, καὶ ζῶν καὶ μετὰ πότμον, ἠξιώθης Πατέρων, λαμπρότης· διὸ πάντες σοῦ τὴν σορόν, τῶν λειψάνων τὴν πάντιμον, κατασπαζόμεθα κράζοντες εὐλαβῶς· χαίροις Ὅσιε Φιλόθεε.

Δόξα. Ἦχος πλ. α’.
Τὸν νεόφωτον ἀστέρα τῆς θεϊκῆς ἐπιλάμψεως, καὶ τὴν νεότευκτον βάσιν τῆς Χριστοῦ Ἐκκλησίας, Φιλόθεον πάντες οἱ πιστοί μακαρίσωμεν. Οὗτος γὰρ ἐπ’ ἀρετῇ ἀρτίως διαπρέψας καὶ χάριτι, ἐν Πάρῳ τὸν δρόμον ὁσίως τετέλεκε. Καὶ νῦν Θεοῦ τὸ ἄῤῥητονμ κάλλος θεώμενος, καὶ σὺν Ὁσίοις καὶ Μάρτυσιν ἀγαλλόμενος, ἀεὶ πρεσβεύει ὑπὲρ τῶν τελούντων, αὐτοῦ τὴν πανήγυριν.




Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις τῶν Πακίων θεοθαλές, ἄνθος καὶ τῆς νήσου, Πάρου ῥόδον ἡδυτερπές· χαίροις Ἐκκλησίας, Πατέρων κοσμιότης, Φιλόθεε Κυρίου, φίλε θερμότατε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου