ΣΕΠΤΕΜΒΡΙΟΣ 10!!
ΗΣΑΪΑΣ ΟΣΙΟΣ ΚΥΚΚΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσιας)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν
Προοιμιακόν, εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ
ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν ἀσκητὴν τῆς Τροόδους
τὸν ἐνθεώτατον, τῆς ἡσυχίας φίλον, ἐραστὴν ἀπαθείας, καὶ σύνοικον θεόπνουν τῆς
σιωπῆς, Ἡσαΐαν τιμήσωμεν, συντονωτάτῃ
νηστείᾳ καὶ προσευχῇ, ὡς Θεῷ εὐαρεστήσαντα.
Τὸν Μανουὴλ Βουτομίτην
ὅνπερ ἰάτρευσας, ἐκ ληθαργίας νόσου, προσκομίσαι εἰς Κύπρον, κατέπιθες Εἰκόνα
τῆς ἀγαθῆς, Μαριὰμ ἣν ἱστόρησεν, Εὐαγγελίου ὁ θεῖος γραφεὺς Λουκᾶς, Ἡσαΐα τρισμακάριστε.
Τὴν σὴν πανίερον μνήμην
πανηγυρίζοντες, βοῶμεν· Ἡσαΐα, τῆς σαρκὸς τὸ
γεῶδες, πυρὶ τῆς ἐγκρατείας καὶ προσευχῆς, ἀναλώσας ἱκέτευε, Χριστὸν θεῶσαι
ἁπάντων ἡμῶν ψυχάς, ὑπερτάταις ἀναβάσεσιν.
Ἀποκαθάρας τὸν νοῦν σου
παννύχοις στάσεσι, καὶ νυχθημέροις πόνοις, Ἡσαΐα τρισμάκαρ,
ὁμόζηλος ἐδείχθης Ταξιαρχῶν, φωτομόρφων καὶ σύσκηνος, αὐτῶν ἐν πόλει τῇ ἄνῳ
ἔνθα Χριστοῦ, καθορᾷς τὸ θεῖον πρόσωπον.
Δόξα. Ἦχος β΄.
Τὴν σιωπὴν ἐργαζόμενος εἰς
ἀπαθείας ἤρθης ὕψος ἄῤῥητον, καὶ ὡς φοῖνιξ ὑψίκομος καρποὺς θείου Πνεύματος
ἐβλάστησας, σημειοφόρε Πάτερ Ἡσαΐα, ἀξιωθεὶς
οὖν τῇ Ἐλεούσῃ Μητρὶ τοῦ Κυρίου Μονὴν δομῆσαι, μεθ’ ἧς νῦν χορεύεις ἐν πόλῳ
δόξης, πρέσβευε τῷ ἐξ αὐτῆς τεχθέντι, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Θεῖε ἡσυχαστά, τῆς Κύπρου Ἡσαΐα, φιλέρημος ὡς ὄρνις, ἐν ὄρει τοῦ Τροόδους,
ἀσκητικῶς ἐβίωσας.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαῖρε ὁ τῆς Μονῆς, τῆς
περιδόξου Κύκκου, δομήτωρ Ἡσαΐα,
ἀποθησαυριζούσης, ἁγνῆς τὸ θεῖον ἔκτυπον.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Πᾶσαν τοῦ πτερνιστοῦ,
πατήσας δυναστείαν, τὴν χάριν Ἡσαΐα, ἀποδιώκειν
νόσους, τὰς ἀνιάτους εἴληφας.
Δόξα. Τριαδικόν.
Χαῖρε Τριὰς σεπτή, Θεότης
τρισαγία, τρισάκτινόν Σου φάος, τοῦ θείου Ἡσαΐου,
ἡ τῇ καρδίᾳ λάμψασα.
Καὶ νῦν. Θεοτοκίον.
Μάνδραν Σου ἱεράν,
Κυκκώτισσα Κυρία, δομήσας Ἡσαΐας, αὐτῇ τὴν
Σὴν Εἰκόνα, τὴν θείαν ἐναπέθηκεν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀσκητὴν τοῦ Τροόδους τὸν
ἐνθεώτατον, καὶ τῆς ἁγνῆς Κυκκωτίσσης, τῆς περικλύστου Μονῆς, Ἡσαΐαν τὸν δομήτορα τιμήσωμεν, ὅτι αὐτοῦ τῇ
προτροπῇ, μετηνέχθη ἡ μορφή, εἰς Κύπρον τῆς Ἐλεούσης, μεθ’ ἧς Κυρίῳ πρεσβεύει,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ γέννησίς σου Θεοτόκε,
χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης,
Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας
τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν
Προοιμιακόν, τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό·
Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ
ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῶν Ὁσίων ὡράϊσμα, διὰ
πόνων ἀσκήσεως, Ἡσαΐα πάνσοφε ἐχρημάτισας,
ἐν τοῦ Τροόδου γὰρ ἄλσεσι, βιώσας ὡς ἄϋλος, ἀπενέκρωσας σαρκός, ἅπαν βρότειον
φρόνημα, ἔχων βλέμμα σου, τῆς ψυχῆς ἐστραμμένον πρὸς τὸν μόνον, ἐκ θανάτου
αἰωνίου, σώζειν δυνάμενον μέροπας.
Ἐρημῖτα τρισόλβιε, Ἡσαΐα ὑπόδειγμα, ἔμψυχον χρηστότητος ἀναδέδειξαι,
χαριτωθεὶς θείῳ Πνεύματι, ἀσκήσεως μάργαρον, ἀκτησίας φρυκτωρός, ἐνδιαίτημα
νήψεως, ταπεινώσεως, ψυχοτρόφου εὐώδης μυροθήκη, καὶ ὀσφράδιον ἁγνείας,
εὐφραῖνον γένος χριστώνυμον.
Τῆς ἁγνῆς κατηξίωσαι,
Ἐλεούσης τὸ ἔκτυπον, Ἡσαΐα Ὅσιε
τρισμακάριστε, ὅπερ Λουκᾶς ὁ Ἀπόστολος, Κυρίου ἐχάραξεν, εἰς τὴν Κύπρον τὴν
κλεινήν, προσκομίσαι καὶ ἅπαντας, διαμένοντας, ἐν αὐτῇ εὐλογῆσαι τοὺς ἐν
πίστει, ἐκζητοῦντας τῆς Κυρίας, τῶν οὐρανῶν τὴν ἀντίληψιν.
Ὡς ἀστὴρ ἀνατέταλκας,
ἐγκρατείας πολύφωτος, Ἡσαΐα μάκαρ καὶ
κατεπύρσευσας, αἴγλῃ χαρίτων τῶν θείων σου, τὴν πάτριον νῆσόν σου,, τὴν τιμῶσάν
σε λαμπρῶς, καὶ τελοῦσαν τὴν μνήμην σου, τὴν πανσέβαστον, ἐτησίως ᾠδαῖς
μελισταγέσιν, οὐρανίαις ὑμνῳδίαις, καὶ γλυκυφθόγγοις μελίσμασι.
Κομνηνοῦ ἐθεράπευσας,
θυγατέρα τοῦ ἄνακτος, ἐκ τῆς ληθαργίας Θεοῦ τῇ χάριτι, σεπτὴν Εἰκόνα
αἰτούμενος, Μητρὸς τοῦ Παντάνακτος, ὥσπερ δῶρον παρ’ αὐτοῦ, Ἡσαΐα θεσπέσιε, ἐν ἀγκάλαις σου, ἣν λαβὼν
προσεκόμισας εἰς Κύπρον, καὶ κατέθηκας ἐν μάνδρᾳ, περικαλλεῖ ἣν ἐδόμησας.
Τῇ Ὁσίᾳ ἀσκήσει σου, καὶ
ἀκτῖσι τοῦ βίου σου, Ἡσαΐα πάντιμε
καλλωπίζεται, Κύκκου Μονὴ ἡ περίκλυστος, ἣν Πάτερ ἐδόμησας, καὶ Εἰκόνι ᾗ αὐτήν,
Ἐλεούσης ἐπλούτισας, τῇ ἰάματα, παρεχούσῃ νοσοῦσιν ἀνιάτως, καὶ πιστῶν χορείαις
πάσαις, χαρὰν καὶ σθένος καὶ δύναμιν.
Δόξα. Ἦχος πλ. β΄.
Τῆς σιωπῆς σου τῇ σαγήνῃ
ἐζώγρησας, τόν ποτε θηρεύοντα ἐν Μυριανθούσῃ Βουτομίτην, ὃν εἶτα ἐκ ληθαργίας
ἰασάμενος, κομίσαι προέτρεψας εἰς Κύπρον, τὴν τῆς Κυκκωτίσσης θαυματόβρυτον
Εἰκόνα, πνευματοφόρε Ἡσαΐα, ἀξιωθεὶς οὖν
δομήτωρ γενέσθαι, περιδόξου ἐν Τροόδει σεμνείου τῆς ἁγνῆς Ἐλεούσης, καὶ
ἰσαγγέλως ἐπὶ γῆς πολιτευσάμενος, ἀπῆλθες Χριστῷ ὑπαντῆσαι εἰς δόμους δόξης, Ὃν
ἐκτενῶς δυσώπει ὑπὲρ τῶν τιμώντων, τὴν πάντιμον μνήμην σου.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Σήμερον, ὁ τοῖς νοεροῖς
θρόνοις ἐπαναπαυόμενος Θεός, θρόνον ἅγιον ἐπὶ γῆς ἑαυτῷ προητοίμασεν, ὁ
στερεώσας ἐν σοφίᾳ τοὺς οὐρανούς, οὐρανὸν ἔμψυχον, ἐν φιλανθρωπίᾳ κατεσκεύασεν·
ἐξ ἀκάρπου γὰρ ῥίζης φυτὸν ζωηφόρον, ἐβλάστησεν ἡμῖν τὴν Μητέρα αὐτοῦ, ὁ τῶν
θαυμασίων Θεός, καὶ τῶν ἀνελπίστων ἐλπίς, Κύριε δόξα σοι.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (κεφ. κ΄ 1-10)
Ἔστιν ἔλεγχος ὃς οὐκ ἔστιν
ὡραῖος καὶ ἔστι σιωπῶν καὶ αὐτὸς φρόνιμος. Ὡς καλὸν ἐλέγξαι ἢ θυμοῦσθαι καὶ ὁ ἀνθομολογούμενος
ἀπὸ ἐλαττώσεως κωλυθήσεται. Ἐπιθυμία εὐνούχου ἀποπαρθενῶσαι νεάνιδα, οὕτως ὁ
ποιῶν ἐν βίᾳ κρίματα. Ἔστι σιωπῶν εὑρισκόμενος σοφός, καὶ ἔστι μισητὸς ἀπὸ
πολλῆς λαλιᾶς. Ἔστι σιωπῶν, οὐ γὰρ ἔχει ἀπόκρισιν καὶ ἔστι σιωπῶν εἰδὼς καιρόν.
Ἄνθρωπος σοφὸς σιγήσει ἕως καιροῦ, ὁ δὲ λαπιστὴς καὶ ἄφρων ὑπερβήσεται καιρόν.
Ὁ πλεονάζων λόγῳ βδελυχθήσεται καὶ ὁ ἐνεξουσιαζόμενος μισηθήσεται. Ἔστιν εὐοδία
ἐν κακοῖς ἀνδρί, καὶ ἔστιν εὕρημα εἰς ἐλάττωσιν. Ἔστι δόσις, ἣ οὐ λυσιτελήσει
σοι καὶ ἔστι δόσις, ἧς τὸ ἀνταπόδομα διπλοῦν.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Ἀγάλλου ἐν Κυρίῳ ἡ
ἡλιόφωτος Κύπρος, Ἡσαΐαν τὸν θεοφόρον
ἀσκητὴν ἐξανατείλασα, ὡς πάμφωτον σέλας ἀρετῆς καὶ ἡσυχίας. Οὗτος γὰρ ὑπερφυῶς
τῇ Ἐλεούσῃ Θεοτόκῳ, θεοπρεπῶς ἐδοξάσθη παρὰ τοῦ Κυρίου τῆς δόξης. Καὶ νῦν
κατατρυφῶν τῆς ἀλήκτου μακαριότητος, Χριστὸν τὸν ἐλεήμονα καθικετεύει ἀπαύστως.
Ἦχος β΄ .
Ὅσιε Πάτερ Ἡσαΐα, βίον κρείττονα ἐπιποθήσας, καὶ θείῳ
πτερούμενος ἔρωτι, τὸν ἐλαφρὸν ζυγὸν τοῦ Κυρίου ἦρας, καὶ πᾶσαν σχέσιν βρότειον
ὡς ἄχθος ἀπέῤῥιψας, ἔξω γὰρ κόσμου καὶ σαρκὸς γενόμενος, καὶ ὡς θὴρ ἐγκαταβιῶν
ἐν ὄρεσι καὶ σπηλαίοις, τὸν σὸν νοῦν ἀνύψωσας πρὸς τὰ ἀΐδια καὶ διαμένοντα,
ἐρημῖτα θεόσοφε. Μὴ οὖν παύσῃ Κυρίου δεόμενος, σὺν τῇ Αὐτοῦ Μητρὶ Παναγίᾳ
Παρθένῳ, ἧς μόνην περίδοξον ἠξιώθης δομῆσαι, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ
σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Τὸν Βουτομίτην Μανουὴλ τῆς
Κύπρου δοῦκα, ὃν περιεφρόνησας ἡσυχίας χάριν, θηρεύοντα ἐν Μαραθάσῃ, καὶ παρ’
οὗ ἐλακτίσθης σκαιότατα, ἐκ ληθαργίας πάσχοντος ἰάσω, σημειοφόρε Ἡσαΐα. Καταπιθὼν οὖν αὐτὸν κομίσαι εἰς Κύπρον, τὴν
τῆς Ἐλεούσης χαριτόβρυτον Εἰκόνα, μόνην αὐτῇ ἐκ βάθρων ἐδόμησας περίλαμπρον, τῇ
σὺν σοὶ Χριστῷ πρεσβευούσῃ, ῥύεσθαι κινδύνων καὶ θλίψεων, τοὺς σὲ μακαρίζοντας.
Ἦχος δ΄.
Ὁσίαις χερσί σου βαστάζων
τὴν τῆς Κυκκωτίσσης Εἰκόνα, καὶ πορευόμενος πρὸς τὰς δασυσκίους κλιτῦς τοῦ
Τροόδους, τὰς πεύκας ἑώρας τὰς ἑαυτῶν κορυφὰς κλινούσας, καὶ προσκυνούσας τὴν
Ἐλεοῦσαν Παρθένον, Ἡσαΐα τρισμακάριστε, ὡς
κόρην οὖν ὀφθαλμῶν αὐτὴν φυλάττων καὶ θησαυρὸν ἀσύλητον, ταῖς γενεαῖς τῶν Κυπρίων
παρέδωκας ὡς ἄμισθον ἰατρεῖον, ταῖς νῦν τιμώσαις τὴν ἀεισέβαστον μνήμην σου,
καὶ δοξολογούσαις εἰς αἰῶνας, τὴν μητράναδρον Κυρίαν καὶ Δέσποιναν.
Δόξα. Ἦχος πλ. δ΄.
Τὴν ἄκραν σκληραγωγίαν σου,
καὶ ἀρετῶν τὴν λαμπρότητα, ὡς προσφορὰν εὐπρόσδεκτον δεξάμενος, ὁ τῶν ὅλων
Δεσπότης καὶ Κύριος, ὁσιότητος ἀνέδειξέ σε ἀστέρα πάμφωτον, Ἡσαΐα Πάτερ φωτόλαμπρε. Διὸ καὶ ἡμεῖς ὡς ἰσάγγελος
βροτὸν δοξάζοντες, καὶ ταπεινοφροσύνης ἀρχέτυπον, τὰς ἀόκνους σου πρεσβείας
πρὸς Κύριον ἀπεκδεχόμεθα, ἵνα χαρᾶς ἀϊδίου τύχωμεν, ἐν τῇ ἀλήκτῳ μακαριότητι.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν
σαλπίσωμεν, πνευματικῇ κιθάρᾳ· ἡ γὰρ ἐκ σπέρματος Δαυΐδ, σήμερον τίκτεται, ἡ
Μήτηρ τῆς ζωῆς τὸ σκότος λύουσα· τοῦ Ἀδὰμ ἡ ἀνάπλασις, καὶ τῆς Εὔας ἡ
ἀνάκλησις, τῆς ἀφθαρσίας ἡ πηγή, καὶ τῆς φθορᾶς ἀπαλλαγή, δι᾿ ἧς ἡμεῖς
ἐθεώθημεν, καὶ τοῦ θανάτου ἐλυτρώθημεν· καὶ βοήσωμεν αὐτῇ σὺν τῷ Γαβριήλ οἱ
πιστοί· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, διὰ σοῦ, χαριζόμενος ἡμῖν τὸ
μέγα ἔλεος.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ἐρημιτῶν καλλονή,
τῆς σιωπῆς καὶ ἡσυχίας ὁ πρύτανις, ἀσκήσεως ἀεννάου, ὁ διαυγὴς ὀφθαλμός,
ἀκτησίας φάρος, τηλαυγέστατος, νηστείας ἀρχέτυπον, προσευχῆς ἐργαστήριον,
χαμαικοιτίας, ἐν δρυμοῖς καὶ τοῖς ἄλσεσι, σάλπιγξ εὔηχε, καὶ αὐλὲ παναρμόνιε,
ὅθεν τὴν θείαν μνήμην σου, τιμῶντες γηθόμενοι, τὰς σὰς λιτὰς Ἡσαΐα, θεοειδὲς ἐκδεχόμεθα, πρὸς τὸν Ζωοδότην, ἵνα
τύχωμεν ἐλέους, καὶ δόξης κρείττονος.
Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, γνήσιε φίλε
Χριστοῦ, ἐπ’ ἀρετῇ ὁ διαπρέψας καὶ θαύμασι, καὶ ἅπασιν ἐπιδείξας, σῆς καθαρᾶς
βιοτῆς, καὶ χριστοηθείας, τὴν λαμπρότητα, ἑλκύσας γὰρ ἄφθονον, χάριν τοῦ θείου
Πνεύματος, καὶ ληθαργίας, ἐποφθεὶς ὀλετήριον, τὸ ἐκτύπωμα, τῆς ἁγνῆς
Θεομήτορος, ὅπερ Λουκᾶς ἱστόρησεν, εἰς Κύπρον μετήνεγκας, περικλεὲς Ἡσαΐα, καὶ ὅπερ νῦν ἀσπαζόμενοι, ἐν μάνδρᾳ τοῦ
Κύκκου, σὲ πανευλαβῶς ὑμνοῦμεν, καὶ μακαρίζομεν.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίρων, ὡς ἀληθῶς τῇ ψυχῇ,
ὄρος Τροόδους Ἡσαΐα κατέλαβες, καὶ πόνοις
σου θεαρέστοις, μοναδικῆς βιοτῆς, νοῦν τὸν σὸν πρὸς ὄρη ἀνεπτέρωσας, εὐκλείας
ἀμείνονος, ὅθεν χάριτος ἔμπλεως, πέλων σεμνεῖον, Ἐλεούσῃ ἐδόμησας, ἱερώτατον,
τῇ ἁγνῇ Θεομήτορι, ὃ νῦν ἐπονομάζομεν, τοῦ Κύκκου ἀοίδιμε, καὶ ὃ τυπώματι θείῳ,
μορφῆς αὐτῆς κατεπλούτισας, ἀεὶ τὸ τιμῶν σε, ὡς ἀκέστορα προστάτην, καὶ θεῖον
κτίτορα.
Δόξα. Ἦχος πλ. δ΄.
Ἐγκρατείᾳ συντόνῳ προσευχῇ
καὶ νήψει, τῶν παθῶν νεκρώσας τὰς ὁρμάς, τὸν σὸν νοῦν ἐπτέρωσας πρὸς Κύριον,
ἐρημίτα Ἡσαΐα θεόσοφε. Σὺ γὰρ λύσας ὡς ἱστὸν
ἀράχνης, ἐχθροῦ τὰ πανουργεύματα, τῆς Ἐλεούσης Θεοτόκου συνεργείᾳ, ἰσοστάσιος
ὤφθης τῶν Ἁγίων Ἀγγέλων. Μετ’ αὐτῶν οὖν ἀεὶ εὐφραινόμενος, καὶ κοινωνῶν τῆς
ἀῤῥήτου εὐκλείας, μὴ παύσῃ πρεσβεύων τῷ Ἐλεήμονι Κυρίῳ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Δεῦτε ἅπαντες πιστοί, πρὸς
τὴν Παρθένον δράμωμεν· ἰδοὺ γὰρ γεννᾶται, ἡ πρὸ γαστρὸς προορισθεῖσα τοῦ Θεοῦ
ἡμῶν Μήτηρ, τὸ τῆς παρθενίας κειμήλιον, ἡ τοῦ Ἀαρὼν βλαστήσασα ῥάβδος, ἐκ τῆς
ῥίζης τοῦ Ἰεσσαί, τῶν Προφητῶν τὸ κήρυγμα, καὶ τῶν δικαίων, Ἰωακεὶμ καὶ Ἄννης
τὸ βλάστημα. Γεννᾶται τοίνυν, καὶ ὁ κόσμος σύν αὐτῇ ἀνακαινίζεται. Τίκτεται,
καὶ ἡ Ἐκκλησία τὴν ἑαυτῆς εὐπρέπειαν καταστολίζεται, ὁ ναὸς ὁ ἅγιος, τὸ τῆς
θεότητος δοχεῖον, τὸ παρθενικὸν ὄργανον, ὁ βασιλικός θάλαμος, ἐν ᾧ τὸ παράδοξον
τῆς ἀποῤῥήτου ἑνώσεως, τῶν συνελθουσῶν ἐπὶ Χριστοῦ φύσεων, ἐτελεσιουργήθη
μυστήριον· ὃν προσκυνοῦντες ἀνυμνοῦμεν, τὴν τῆς Παρθένου πανάμωμον γέννησιν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀσκητὴν τοῦ Τροόδους τὸν
ἐνθεώτατον, καὶ τῆς ἁγνῆς Κυκκωτίσσης, τῆς περικλύστου Μονῆς, Ἡσαΐαν τὸν δομήτορα τιμήσωμεν, ὅτι αὐτοῦ τῇ
προτροπῇ, μετηνέχθη ἡ μορφή, εἰς Κύπρον τῆς Ἐλεούσης, μεθ’ ἧς Κυρίῳ πρεσβεύει,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἡ γέννησίς σου Θεοτόκε,
χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης,
Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας
τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀείφωτος ἀστήρ, ἐν Ὁσίοις
ἐδείχθης, ἀσκήσας ἱερῶς, ἐν τῷ ὄρει τοῦ Κύκκου, αὐγάζων σῆς χάριτος, καὶ
θαυμάτων πυρσεύμασι, τοὺς τιμῶντάς σε, πανευσεβὲς Ἡσαΐα,
καὶ τὴν μνήμην σου, ἐπιτελοῦντες τὴν θείαν, ψαλμοῖς τε καὶ ᾄσμασι.
Δόξα... Καὶ νῦν... Τῆς ἑορτῆς. Ἦχος δ'. Κατεπλάγη Ἰωσὴφ
Ἀναβόησον Δαυΐδ, τὶ ὤμοσέ
σοι ὁ Θεός; Ἅ μοι ὤμοσε φησί, καὶ ἐκπεπλήρωκεν ἰδού, ἐκ τοῦ καρποῦ τῆς κοιλίας
μου δοὺς τὴν Παρθένον· ἐξ ἧς ὁ πλαστουργός, Χριστός ὁ νέος Ἀδάμ, ἐτέχθη
βασιλεύς, ἐπὶ τοῦ θρόνου μου· καὶ βασιλεύει σήμερον, ὁ ἔχων τὴν βασιλείαν
ἀσάλευτον. Ἡ στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Μετὰ τὴν β' Στιχολογίαν. Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐκλάμψας ὡς Ἄγγελος ἐν
δασυσκίοις δρυμοῖς, Τροόδους ἐδόμησας τῇ συνεργείᾳ Θεοῦ, σεμνεῖον περίλαμπρον,
τῇ Ἐλεούσῃ Κόρῃ, ἣν ἀπαύστως ὑμνοῦσιν, Ἄγγελοι Ἡσαΐα,
ἐν σκηναῖς οὐρανίοις, καὶ ἧς τῇ προστασίᾳ πιστῶς, πάντες προσφεύγομεν.
Δόξα... Καὶ νῦν... Τῆς ἑορτῆς. Ἦχος ὁ αὐτός. Κατεπλάγη Ἰωσὴφ
Ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἐξ
ὀσφύος τοῦ Δαυΐδ, ἡ θεόπαις Μαριάμ, τίκτεται σήμερον ἡμῖν, καὶ νεουργεῖται, ἡ
σύμπασα καὶ θεουργεῖται. Συγχάρητε ὁμοῦ, ὁ οὐρανός καὶ ἡ γῆ· αἰνέσατε αὐτήν, αἱ
πατριαὶ τῶν ἐθνῶν, Ἰωακεὶμ εὐφραίνεται, καὶ Ἄννα πανηγυρίζει κραυγάζουσα· Ἡ
στεῖρα τίκτει, τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἔχων ἀκράδαντον, ἐν βίῳ
στήριγμα, τὴν ἀειπάρθενον, Θεογεννήτριαν, Αὐτῆς Εἰκόνα τὴν σεπτὴν καὶ πάντιμον
Ἐλεοῦσαν, εἰς τὴν Κύπρον Ὅσιε, Ἡσαΐα ἐκόμισας,
τὴν δειχθεῖσαν χείμαῤῥον, ἰαμάτων ἀστείρευτον, Αὐτὴν οὖν προσκυνοῦντες βοῶμεν·
Χαῖρε θεόφρον ἐρημῖτα.
Δόξα... Καὶ νῦν... Τῆς ἑορτῆς. Ἦχος πλ. δ'. Τὸ προσταχθὲν
μυστικῶς
Ἀγαλλιάσθω οὐρανός, γῆ
εὐφραινέσθω· ὁ τοῦ Θεοῦ γὰρ οὐρανός, ἐν γῇ ἐτέχθη, ἡ Θεόνυμφος αὕτη ἐξ
ἐπαγγελίας. Ἡ στεῖρα βρέφος θηλάζει τὴν Μαριὰμ· καὶ χαίρει ἐπὶ τῷ τόκῳ Ἰωακείμ.
Ῥάβδος λέγων ἐτέχθη μοι, ἐξ ἧς τὸ ἄνθος Χριστός, ἐβλάστησεν ἐκ ῥίζης Δαυΐδ.
Ὄντως θαῦμα παράδοξον!
Τὸ α'
Ἀντίφωνον τοῦ δ' Ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον,
κατὰ Λουκᾶν (Κεφ, στ΄ 17-23) (Ζήτει
Παρασκευῇ τῆς Β΄ ἑβδομάδος): Τῷ καιρῷ
ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ...
Δόξα: Ταῖς τοῦ Σου Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός ...
Ἐν τοῖς παντέρπνοις δρυμοῖς
ὁ Χριστὸς τοῦ ὄρους Τροόδους, ἀληθῶς σε ἀνέδειξε παμφαῆ φωστῆρα, φωταγωγοῦντα
τὰ πέρατα Ἡσαΐα ἐρημῖτα ἐνθεώτατε, ὅθεν
πιστοί σε γεραίροντες, καὶ τὴν χαριτόβρυτον τῆς Κυκκωτίσσης Εἰκόνα, ἣν μόχθοις
σου ἐκόμισας ᾧδε προσκυνοῦντες, πανευλαβῶς τιμῶμεν τὴν θείαν μνήμην σου.
Εἶτα οἱ
Κανόνες· τῆς Ἑορτῆς ὁ β΄, καὶ τοῦ Ὁσίου.
Ὁ β΄ Κανὼν
τῆς ἑορτῆς.
ᾨδὴ α' Ἦχος πλ. δ'. Ὁ Εἱρμός
Τῷ συντρίψαντι πολέμους,
ἐν βραχίονι αὐτοῦ, καὶ διαβιβάσαντι, τὸν Ἰσραὴλ ἐν Ἐρυθρᾷ θαλάσσῃ, ᾄσωμεν αὐτῷ,
ὡς λυτρωτῇ ἡμῶν Θεῷ, ὅτι δεδόξασται».
Χορευέτω πᾶσα κτίσις,
εὐφραινέσθω καὶ Δαυΐδ, ὅτι ἐκ φυλῆς αὐτοῦ, καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ, προῆλθε
ῥάβδος, ἄνθος φέρουσα τὸν Κύριον, καὶ λυτρωτὴν τοῦ παντός.
Ἡ Ἁγία τῶν Ἁγίων, ἐν ἁγίῳ
ἱερῷ βρέφος ἀνατίθεται, ἀνατραφῆναι ἐκ χειρὸς Ἀγγέλου· πάντες οὖν πιστῶς
συνεορτάσωμεν, ἐν τῇ γεννήσει αὐτῆς.
Στεῖρα ἄγονος ἡ Ἄννα, ἀλλ'
οὐκ ἄτεκνος Θεῷ· ἤδη γὰρ προώριστο, ἐκ γενεῶν ἁγνῆς Παρθένου Μήτηρ· ὅθεν ὁ τῆς
κτίσεως ἐβλάστησε, Κτίστης ἐν δούλου μορφή.
Σὲ τὴν ἄσπιλον ἀμνάδα, τὴν
τὸ ἔριον Χριστῷ, μόνην ἐκ κοιλίας σου προσαγαγοῦσαν, τὴν ἡμῶν οὐσίαν, πάντες ἐκ
τῆς Ἄννης τικτομένην σε, ὕμνοις γεραίρομεν.
Τριαδικόν.
Τρία ἄναρχα δοξάζω, τρία
ἅγια ὑμνῶ, τρία συναΐδια, ἐν οὐσιότητι μιᾷ κηρύττω· εἷς γὰρ ἐν Πατρὶ Υἱῷ καὶ
Πνεύματι, δοξολογεῖται Θεός.
Θεοτοκίον
Τὶς ἑώρακε παιδίον, ὃ οὐκ
ἔσπειρε πατήρ, γάλακτι τρεφόμενον; ἢ ποῦ τεθέαται παρθένος Μήτηρ; Ὄντως ὑπὲρ
ἔννοιαν ἀμφότερα, Θεογεννῆτορ ἁγνή.
Καὶ τοῦ
Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Κύκκου Μονῆς
δομήτορα ὑμνῶ, Ἡσαΐαν. Χ. Μ. Μ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Κρηπὶς ὁσιότητος, καὶ ἰσαγγέλου βιώσεως, Μονῆς Κύκκου
ἔνθεε, δομῆτορ καὶ ἀσκητῶν, ἐγκαλλώπισμα, θεόφρον Ἡσαΐα,
χαρᾶς κατηξίωσαι, τῆς ὑπὲρ ἔννοιαν.
Ὑφέρποντα δράκοντα, τὸν σκολιὸν κατεπάτησας, ἀσκήσει
συντόνῳ σου, καὶ νοερᾷ προσευχῇ, ἐν τοῖς ἄλσεσι, Τροόδους Ἡσαΐα, ἐν οἷς μάνδραν ἤγειρας, τῇ Θεομήτορι.
Καλῶς τὸν ἀγῶνά σου, ἐπὶ τῆς γῆς ἀξιάγαστε, τελέσας
πρὸς δώματα, εὐκλείας ἤρθης λαμπρᾶς, ἔνθα τάγματα, Ἀγγέλων Ἡσαΐα, τὴν θείαν Κυκκώτισσαν, στέφουσιν ᾄσμασι.
Θεοτοκίον.
Κατάφλεξον πάθη μου, πυρὶ σεπτῆς προστασίας Σου, καὶ
δρόσισον Δέσποινα, τὴν παναθλίαν ψυχήν, τοῦ οἰκέτου Σου, Κυκκώτισσα κραυγάζω, ὁ
σπεύδων ἑκάστοτε, σκέπῃ τῇ θείᾳ Σου.
Καταβασία
Σταυρὸν χαράξας Μωσῆς,
ἐπ᾿ εὐθείας ῥάβδῳ τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι, τὴν δὲ
ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι κροτήσας ἥνωσεν, ἐπ᾿ εὔρους διαγράψας, τὸ
ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν ὅτι δεδόξασται.
Τῆς ἑορτῆς. ᾨδὴ γ' Ὁ Εἱρμός
Ἐστερεώθη ἡ καρδία μου
ἐν Κυρίῳ, ὑψώθη τὸ κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθη ἐπ᾿ ἐχθρούς μου τὸ στόμα
μου, εὐφράνθη ἐν σωτηρίῳ σου».
Εὐλογημένη ἡ κοιλία σου
σώφρων Ἄννα· καρπὸν γὰρ ἤνθησε παρθενίας, τὴν ἀσπόρως τὸν τροφέα τῆς κτίσεως,
τεκοῦσαν καὶ λυτρωτὴν Ἰησοῦν.
Σὲ μακαρίζει Ἀειπάρθενε
πᾶσα κτίσις, ἐξ Ἄννης σήμερον γεννηθεῖσαν, τὴν ἐκ ῥίζης Ἰεσσαὶ ῥάβδον ἄχραντον,
τὸ ἄνθος Χριστὸν βλαστήσασαν.
Σὲ ἀνωτέραν πάσης κτίσεως
Θεοτόκε, δεικνύων ἄχραντε ὁ Υἱός σου, τὴν ἐξ Ἄννης μεγαλύνει σου γέννησιν, καὶ
πάντας εὐφραίνει σήμερον.
Ἀνατραφεῖσα εἰς τὰ Ἅγια τῶν
Ἁγίων, Παρθένε ἄχραντε Θεοτόκε, ἀνωτέρα ἀνεδείχθης τῆς κτίσεως, τὸν Κτίστην
σαρκὶ κυήσασα.
Τριαδικόν.
Σὲ προσκυνοῦμεν Πάτερ
ἄναρχε τῇ οὐσίᾳ, ὑμνοῦμεν ἄχρονον τὸν Υἱόν σου, καὶ τὸ Πνεῦμα συναΐδιον
σέβομεν, ὡς ἕνα τὰ τρία φύσει Θεόν.
Θεοτοκίον
Τὸν φωτοδότην καὶ ἀρχίζωον
τῶν ἀνθρώπων, τεκοῦσα ἄχραντε Θεοτόκε, ἀνεδείχθης θησαυρὸς τῆς ζωῆς ἡμῶν, καὶ
πύλη τοῦ ἀπροσίτου φωτός.
Τοῦ Ὁσίου. Τοὺς Σοὺς ὑμνολόγους.
Οἰκῆτορ τῶν κορυφῶν Τροόδους, στρουθίον ὡς εὔλαλον
Χριστόν, ἀνύμνεις τὸν Σωτῆρά σου, νυχθημερὸν πανένδοξε, δι’ ὃν γεώδη ἅπαντα, ὦ Ἡσαΐα κατέλιπες.
Ὑμνοῦμεν σοὺς πόνους Ἡσαΐα,
οὓς ἔτλης τὴν θέωσιν ποθῶν, καὶ σὺν Χριστῷ ἐν δώμασι, τῶν οὐρανῶν κατοίκησιν,
καὶ γεγηθότες κράζομεν· χαῖρε ἀσκήσεως ἄγαλμα.
Μακάρων σὺν δήμοις ἠριθμήθης, σεπτὲ Ἡσαΐα θαυμαστέ, τῆς
ἡσυχίας γνήσιε, ὑπέρμαχε καὶ φίλτατε, τῆς σιωπῆς ἀκόλουθε, ὁ πάντα φεύγων τὰ
ῥέοντα.
Θεοτοκίον.
Οὐκ ἔστι θαυμάτων Σου τὸ πλῆθος, καὶ Σῶν δωρημάτων
δυνατόν, πανάμωμε Κυκκώτισσα, σεμνὴν ἀπαριθμήσασθαι, ὡς ὑπερβαῖνον σύμπασαν,
τὴν τῶν ἀστέρων ὁλότητα.
Καταβασία
Ῥάβδος εἰς τύπον τοῦ
μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα, τῇ στειρευούσῃ δὲ
πρώην Ἐκκλησίᾳ νῦν ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.
Κοντάκιον. Τῆς ἑορτῆς. Ἦχος δ' Αὐτόμελον
Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ
ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν, Ἄχραντε,
ἐν τῇ ἁγίᾳ γεννήσει σου· αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων,
λυτρωθεὶς ἐν τῷ κράζειν σοι· Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς
ἡμῶν.
Κάθισμα. Τοῦ Ὁσίου. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον βλάστημα, τῆς νήσου
Κύπρου, θρέμμα κάλλιστον, Τροόδους ὄρους, καὶ Μονῆς τοῦ Κύκκου θέμεθλον
ἄῤῥηκτον, σὲ τῶν πιστῶν Ἡσαΐα οἱ σύλλογοι,
ἀνευφημοῦντες λιτὰς τὰς ἀόκνους σου, ἐκδεχόμεθα πρὸς Κύριον τὸν εὐΐλατον,
βροτοὺς ἐκ τοῦ θανάτου τὸν ῥυσάμενον.
Δόξα... Καὶ νῦν... Ἦχος δ'. Κατεπλάγη Ἰωσὴφ
Ἡ Παρθένος Μαριάμ, καὶ
Θεοτόκος ἀληθῶς, ὡς νεφέλη τοῦ φωτός, σήμερον ἔλαμψεν ἡμῖν, καὶ ἐκ Δικαίων
προέρχεται εἰς δόξαν ἡμῶν. Οὐκ ἔτι ὁ Ἀδὰμ κατακρίνεται· ἡ Εὔα τῶν δεσμῶν
ἠλευθέρωται· καὶ διὰ τοῦτο κράζομεν βοῶντες, ἐν παῤῥησίᾳ τῇ μόνῃ Ἁγνῇ· Χαρὰν
μηνύει, ἡ γέννησίς σου, πάσῃ τῇ οἰκουμένῃ.
Τῆς ἑορτῆς. ᾨδὴ δ' Ὁ Εἱρμός
Ἀκήκοα Κύριε τὴν ἀκοήν
σου καὶ ἐφοβήθην· ὅτι ἀῤῥήτῳ βουλῇ, Θεὸς ὢν ἀΐδιος, ἐκ τῆς Παρθένου προῆλθες
σαρκωθείς, Δόξα τῇ δόξῃ σου Χριστέ, δόξα τῇ δυνάμει σου.
Τὴν πάνσεπτον γέννησιν τῆς
Θεοτόκου, ψαλμοῖς καὶ ὕμνοις, δοξολογοῦντες πιστοί, τὸν ἄψευστον, τὸν τῷ Δαυῒδ
προομόσαντα καρπόν, ἐκ τῆς ὀσφύος παρασχεῖν, πίστει προσκυνήσωμεν.
Διήνοιξας Κύριε τὴν μήτραν
Σάῤῥας, καρπὸν ἐν γήρᾳ τὸν Ἰσαὰκ παρασχών· ὁ αὐτὸς καὶ σήμερον, τῇ εὐσεβεῖ Ἄννῃ
δέδωκας Σωτήρ, ἐκ μήτρας γόνιμον καρπόν, ἄσπιλον Μητέρα τὴν σήν.
Ἐπήκουσας Κύριε τῆς
προσευχῆς μου, λεγέτω Ἄννα, ἐπαγγελίας καρπόν, παρασχών μοι σήμερον, τὴν ἐκ
πασῶν γενεῶν καὶ γυναικῶν προορισθεῖσαν, εἰς ἁγνὴν ἄχραντον Μητέρα σου.
Συγχαίρει σοι σήμερον
θεόφρον Ἄννα, ἡ οἰκουμένη· τοῦ λυτρωτοῦ γὰρ αὐτῆς, τὴν Μητέρα ἤνθησας, τὴν ἐκ
ῥίζης βλαστήσασαν Δαυΐδ, δυνάμεως ῥάβδον ἡμῖν, φέρουσαν τὸ ἄνθος Χριστόν.
Τριαδικόν.
Δοξάζω σε ἄναρχε Τριάς,
ἀμέριστε τῇ οὐσίᾳ, χερουβικῶς ἐκβοῶν, τῇ πηλίνῃ γλώσσῃ μου· Ἅγιος Ἅγιος Ἅγιος,
ὁ ὤν καὶ διαμένων εἷς ἀεί, εἷς Θεὸς ἀΐδιος.
Θεοτοκίον
Πεπλήρωνται Ἄχραντε, τῶν
θεηγόρων αἱ προφητεῖαι, ἐν τῇ γεννήσει τῇ σῇ, τῶν πιστῶς καλούντων σε, σκηνὴν
καὶ πύλην καὶ ὄρος νοητόν, βάτον καὶ ῥάβδον Ἀαρών, φυεῖσαν ἐκ ῥίζης Δαυΐδ.
Τοῦ Ὁσίου. Ὁ καθήμενος ἐν δόξῃ.
Νήσου Κύπρου Ἡσαΐα τὸν
θηρεύοντα ἄρχοντα, ἐν Μυριανθούσῃ, Πάτερ θεῖε περιεφρόνησας, ἵνα μὴ σὺ διακόψῃς
τὰς ἐντεύξεις σου, πνευματέμφορε, πρὸς τὸν Παντάνακτα Κύριον.
Ἡσαΐα θεοφόρε τὴν ὀργὴν καθυπέμεινας, τοῦ δουκὸς τῆς νήσου, Μανουὴλ
κακῶς σε λακτίσαντος, τοῦ Βουτομίτου μὴ γνόντος ὁσιότητα, βίου θείου σου, καὶ
σιωπῆς σου τὴν ἄσκησιν.
Σωφροσύνης ἐκμαγεῖον καὶ συνέσεως πρότυπον, Ἡσαΐα μάκαρ, χάριτι τῇ θείᾳ ἰάτρευσας, ἐκ
ληθαργίας τὸν σὲ κακοποιήσαντα, δοῦκα πάντιμε, θαυμάτων κρήνη ἀκένωτε.
Θεοτοκίον.
Δόξαν Σὴν ὑμνολογοῦμεν ἀσιγήτως Κυκκώτισσα, ὅτι εἰς
αἰῶνας, πάντας ὤφθης κρήνη ἰάσεων, καὶ ἀκεσώδυνον φρέαρ θεοδόξαστε,
ἀσπαζόμενοι, τὴν σεβασμίαν Εἰκόνα Σου.
Καταβασία
Εἰσακήκοα Κύριε, τῆς
οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν
Θεότητα.
Τῆς ἑορτῆς. ᾨδὴ ε' Ὁ Εἱρμός
Κύριε ὁ Θεὸς ἡμῶν,
εἰρήνην δὸς ἡμῖν· Κύριε ὁ Θεὸς ἡμῶν· κτῆσαι ἡμᾶς· Κύριε, ἐκτός σου ἄλλον οὐκ
οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν.
Ἄχραντός σου ἡ γέννησις,
Παρθένε ἄχραντε· ἄφραστος καὶ ἡ σύλληψις, καὶ ἡ ὠδίς· ἄῤῥητος ὁ τόκος σου,
νύμφη ἀνύμφευτε· Θεὸς γὰρ ἦν, ὅλον φορέσας ἐμέ.
Σήμερον εὐφραινέσθωσαν,
Ἀγγέλων τάγματα· ᾄσμασι χορευέτωσαν οἱ ἐξ Ἀδάμ· ἐτέχθη γὰρ ῥάβδος, τὸ ἄνθος
βλαστάνουσα, Χριστὸν τὸν μόνον λυτρωτὴν τοῦ Ἀδάμ.
Σήμερον Εὔα λέλυται τῆς
καταδίκης, λέλυται καὶ ὁ Ἀδάμ, τῆς ἀρχαίας ἀρᾶς, ἐπὶ τῇ γεννήσει τῇ σῇ βοῶν
ἄχραντε· Ἐν σοὶ τῆς φθορᾶς ἐλυτρώθημεν.
Δόξα σοι τῷ δοξάσαντι, τὴν
στεῖραν σήμερον· ἔτεκε γὰρ τὴν ῥάβδον τὴν ἀειθαλῆ, ἐξ ἐπαγγελίας, ἐξ ἧς
ἀνεβλάστησε Χριστός, τὸ ἄνθος τῆς ζωῆς ἡμῶν.
Τριαδικόν.
Ἄναρχον προσκυνοῦμέν σε
Τριὰς ἀμέριστε, ἄκτιστον συναΐδιον καὶ συμφυῆ, ἐν μιᾷ οὐσίᾳ, τρισὶν
ὑποστάσεσιν, ὑπερφυῶς κηρυττομένην ἀεί.
Θεοτοκίον
Γέγονεν ἡ κοιλία σου Ἁγία
Τράπεζα, ἔμεινεν ἡ ἁγνεία σου ὥσπερ τὸ πρίν, ἀσινὴς Παρθένε· Χριστὸς γὰρ ὁ
ἥλιος, ὡς ἐκ παστοῦ νυμφίος ὤφθη ἐκ σοῦ.
Τοῦ Ὁσίου. Ἐξέστη τὰ σύμπαντα.
Οὐράνιε ἄνθρωπε, αἰτήσασθαι προέτρεψας, δοῦκα Μανουὴλ
τὸν Βουτομίτην, ὅνπερ ἰάσω, ἐκ ληθαργίας Μητρός, Εἰκόνα Χριστοῦ μετενεγκεῖν, ἐκ
μελάθρου ἄνακτος, εἰς τὴν Κύπρον τὴν ἔνδοξον.
Μνημόνευε Ὅσιε, ἡμῶν τῶν δεομένων σου, μάκαρ Ἡσαΐα καὶ τιμώντων, σὴν θείαν μνήμην, τὴν φωταυγῆ
καὶ λαμπράν, ἐδείχθης γὰρ κλέος ἀσκητῶν, ἐρημῖτα πάνσοφε, καὶ πιστῶν ἀγαλλίαμα.
Ἡ χάρις τοῦ Πνεύματος, τοῦ θείου σε κατηύθυνε, εἰς τοῦ
Βυζαντίου τὰς ἐπάλξεις, ἔνθα ἐκ νόσου, τὴν θυγατέρα ταχύ, ἰάσω τοῦ ἄνακτος
σεπτέ, καὶ λαβεῖν ἀπήτησας, τὴν μορφὴν τῆς Θεόπαιδος.
Θεοτοκίον.
Τῇ θείᾳ ἑκάστοτε, Μητρόθεε Κυκκώτισσα, σπεύδομεν ἐν
δίναις προστασίᾳ, καὶ ἀρωγῇ Σου, περιφρουρεῖς γὰρ ἀεί, Κυπρίων τοὺς δήμους
ἀγαθή, τοὺς ἀσπαζομένους Σου, τὸ πανίερον ἔκτυπον.
Καταβασία
Ὢ τρισμακάριστον ξύλον,
ἐν ᾧ ἐτάθῃ Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος· δι' οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ
ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς
ψυχαῖς ἡμῶν.
Τῆς ἑορτῆς. ᾨδὴ ς' Ὁ Εἱρμός
Ὡς ὕδατα θαλάσσης
φιλάνθρωπε, τὰ κύματα τοῦ βίου χειμάζει με· ἀλλ᾿ ὥσπερ τὸν Ἰωνᾶν ἐκ τοῦ κήτους,
ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου, εὔσπλαγχνε Κύριε.
Ὑμνοῦμεν τὴν ἁγίαν σου
γέννησιν, τιμῶμεν καὶ τὴν ἄσπορον σύλληψιν, σοῦ νύμφη Θεόνυμφε καὶ Παρθένε·
σκιρτῶσι δὲ σὺν ἡμῖν Ἀγγέλων τάξεις, καὶ τῶν Ἁγίων ψυχαί.
Ἁγίαν τῶν Ἁγίων ὑπάρχουσαν,
οἱ σώφρονες πατέρες σου Ἄχραντε, ἀνέθεντό σε ἐν οἴκῳ Κυρίου, ἀνατραφῆναι
σεμνῶς, καὶ εἰς Μητέρα ἑτοιμασθῆναι αὐτῷ.
Αἱ στεῖραι καὶ μητέρες
χορεύσατε· θαρσεῖτε καὶ σκιρτήσατε ἄγονοι· ἡ ἄτεκνος γὰρ στεῖρα, τὴν Θεοτόκον
βλαστάνει, ἥτις λύσει τῶν ὠδίνων τὴν Εὔαν, καὶ τῆς ἀρᾶς τὸν Ἀδάμ.
Ἀκούω τοῦ Δαυῒδ μελῳδοῦντός
σοι· Ἀχθήσονται παρθένοι ὀπίσω σου, ἀχθήσονται εἰς ναὸν Βασιλέως· καὶ σὺν αὐτῷ
σε κἀγώ, θυγατέρα τοῦ Βασιλέως ὑμνῶ.
Τριαδικόν.
Ἐν σοὶ τὸ τῆς Τριάδος
μυστήριον, ὑμνεῖται καὶ δοξάζεται ἄχραντε· Πατὴρ γὰρ ηὐδόκησε, καὶ ὁ Λόγος
ἐσκήνωσεν ἐν ἡμῖν, καὶ θεῖον Πνεῦμα σοὶ ἐπεσκίασε.
Θεοτοκίον
Χρυσοῦν θυμιατήριον
γέγονας· τὸ πῦρ γὰρ ἐν γαστρί σου ἐσκήνωσεν, ὁ Λόγος ἐκ Πνεύματος τοῦ Ἁγίου,
καὶ ἐν ἀνθρώπου μορφῇ καθωράθη, Θεογεννῆτορ ἁγνή.
Τοῦ Ὁσίου. Τὴν θείαν ταύτην.
Ὁδοὺς ἀσκήσεως ἤνυσας, ἐνθέου Ἡσαΐα
μακάριε, ποθῶν τελείωσιν, καὶ εἰς λειμῶνα κατήντησας, ἡδύπνευστον
ἀφθίτου, ἀγαλλιάσεως.
Ῥανίσι θείων δακρύων σου, καὶ ῥείθροις τῶν τιμίων
ἱδρώτων σου, δρυμοὺς κατήρδευσας, Τροόδους ὧν προσεκύνησαν, τὰ δένδρα Ἡσαΐα τὴν Θεομήτορα.
Ἁγνῆς Παρθένου τὸ ἔκτυπον, ἐκ Πόλεως κομίσαι τῶν
πόλεων, ᾧδε προέτρεψας, ὃν Ἡσαΐα ἰάτρευσας,
ἐκ ληθαργίας δοῦκα, Πνεύματος χάριτι.
Θεοτοκίον.
Ὑμνεῖν ἀεὶ θαυμασίων Σου, ἀξίωσον τὸ πλῆθος Κυκκώτισσα,
τῶν προστρεχόντων Σοι, καὶ προσκυνούντων ἑκάστοτε, πανευλαβῶς Εἰκόνα τὴν
παναγίαν Σου.
Καταβασία
Νοτίου θηρὸς ἐν
σπλάγχνοις, παλάμας Ἰωνᾶς σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος
προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν
ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει,
τὸν κόσμον φωτίσαντος.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἐν ἐρημίαις τοῦ Τροόδους
τὸν ἀσκήσαντα, τῇ σιωπῇ καὶ προσευχῇ ἐγκαρτερήσαντα, καὶ Παρθένῳ Ἐλεούσῃ τῇ
Μητροθέῳ, ἀνεγείραντα Μονὴν σεπτὴν ὑμνήσωμεν, Ἡσαΐαν
τὸν σοφὸν εὐήχοις ᾄσμασι, πόθῳ κράζοντες· Χαίροις Κύκκου τὸ σέμνωμα.
Ο Οἶκος.
Ἄνθρωπε οὐρανόφρον, Ἡσαΐα τοὺς τρόπους, Ἀγγέλων ἐμιμήσω ἐν βίῳ. Διὸ
καὶ ἐμπλησθεὶς δωρεῶν, οὐρανίων Κύπρου εὐσεβῶν πλήρωμα, φαιδρύνει τοῖς σοῖς
θαύμασιν, οὗ χείλη διανοίγεις ψάλλειν·
Χαῖρε, τῆς Κύπρου λαοῦ
ἀκέστορ·
χαῖρε, τοῦ Κύκκου Μονῆς
δομῆτορ.
Χαῖρε, πολιτείας Ὁσίων
ὑπόδειγμα·
χαῖρε, ἀπαθείας ἁγίας
θησαύρισμα.
Χαῖρε, ὅτι ἐθεράπευσας
θυγατέρα Κομνηνοῦ·
χαῖρε, ὅτι κατεπάτησας τὴν
ἰσχὺν τοῦ πονηροῦ.
Χαῖρε, ὁ ηὐγασμένος σιωπῆς
ταῖς ἀκτῖσι·
χαῖρε, λελαμπρυσμένος
θαυμασίων βολίσι.
Χαῖρε, σεπτῶν Ὁσίων τὸ
καύχημα·
χαῖρε, πολλῶν πασχόντων τὸ
ἔρεισμα.
Χαῖρε, κρατὴρ δαψιλοῦς
συμπαθείας·
χαῖρε, φωστὴρ θεϊκῆς
εὐσπλαγχνίας.
Χαίροις, Κύκκου τὸ σέμνωμα.
Συναξάριον.
Τῇ Ι΄ τοῦ αὐτοῦ μηνός,
Μνήμη τοῦ Ὁσίου Ἡσαΐου τοῦ κτίτορος τῆς Μονῆς
Κύκκου τῆς Κύπρου.
Κύκκου
σεμνεῖον, Ἡσαΐα, δομῆτορ,
ἐν
δομοῖς ἄνω σὺν τῇ Πανάγνῳ χαίρεις.
Οὗτος, ἡσυχίας φιλῶν ἤσκησεν
ἐν ταῖς δυσπροσίτοις ἐρημίαις τοῦ ὄρους Τροόδους. Αὐτῷ ὑπαντήσας ὁ ποτὲ θηρεύων
ἐν Μυριανθούσῃ δοὺξ τῆς Κύπρου, Μανουὴλ ὁ Βουτομίτης, καὶ τὴν σιωπὴν αὐτοῦ πρὸς
τὰς ἰδίας ἐρωτήσεις προβολὴν λογισάμενος βιαίως αὐτὸν ἐῤῥάπισε. Θείᾳ ὅμως
παραχωρήσει προβλησθεὶς οὗτος ὑπὸ τῆς ἀνιάτου ληθαργίας, αὐτῷ προσέφυγε καὶ
ἰασάμενος ἐπείσθη κομίσαι εἰς Κύπρον τὴν θαυματουργὸν τῆς Ἐλεούσης Εἰκόνα, τὴν
φυλαττομένην ἐν τοῖς ἀνακτόροις τοῦ Βυζαντίου. Ηὐδόκησεν ὁ Κύριος, ἵνα ὁ Ἡσαΐας θεραπεύσῃ ἐκ τῆς ἰδίας νόσου τόσον τὴν βασιλόπαιδα,
ὅσον καὶ τὸν ἴδιον ἄνακτα, καὶ πεισθῇ ὁ Ἀλέξιος Κομνηνὸς παραχωρῆσαι τὴν ἁγίαν
Εἰκόνα τῷ θεοφόρῳ ἐρημίτῃ. Χαίρων ὁ Ἡσαΐας παρέλαβε
την χειρὶ τοῦ Ἀποστόλου Λουκᾶ ἱστορηθεῖσαν ζωγραφίαν τῆς Ἐλεούσης Θεοτόκου καὶ
εἰς Κύπρον αὐτὴν ἐκόμισεν. Αὐτοῦ πεζοποροῦντος μετὰ τῆς ἁγίας Εἰκόνος πρὸς τὸ
ὄρος τοῦ Τροόδους τὰ δένδρα ἔκλινον τὰς ἑαυτῶν κορυφάς, καὶ προσεκύνουν τὴν
Κυρίαν Θεοτόκον. Ἔν τινι κορυφῇ τοῦ Τροόδου ὁ Ἡσαΐας
ἐδόμησε χάριτι θείᾳ περικαλλῇ Μονήν, ἔνθα ἀπέθηκε τὴν θαυματουργὸν τῆς
Ἐλεούσης Εἰκόνα, πλεῖστα ὅσα θαύματα ἄχρι τοῦ νῦν ἐπιτελοῦσαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν
Ἁγίων Μαρτύρων γυναικῶν Μηνοδώρας, Μητροδώρας,
Νυμφοδώρας.
Ἡγοῦντο
Μηνοδώρα καὶ Μητροδώρα,
Καὶ
Νυμφοδώρα δῶρα σαρκὸς αἰκίας.
Αὗται αἱ Ἅγιαι Γυναῖκες,
ἦσαν εἰς τοὺς χρόνους τοῦ βασιλέως Μαξιμιανοῦ, ἐν ἔτει τδ΄ (304), ἀδελφαὶ μὲν
κατὰ σάρκα, πατρίδα δὲ ἔχουσαι τὴν Βιθυνίαν, καὶ διαλάμπουσαι μὲ παρθενίαν καὶ
κάλλος ψυχῆς καὶ σώματος. Διὰ δὲ τὴν τοῦ Χριστοῦ ἀγάπην, ἄφησαν μὲν τὴν πατρίδα
των, ὑπῆγαν δὲ καὶ ἐκατοίκησαν εἰς ἕνα ὑψηλὸν τόπον, εὑρισκόμενον πλησίον εἰς
τὰ θερμὰ ὕδατα, τὰ ἐπονομαζόμενα Πύθια· καὶ ἐκεῖ ἐπολιτεύοντο μὲ σωφροσύνην καὶ
πᾶσαν ἄλλην ἄσκησιν. Διὰ τοῦτο ἠξιώθησαν νὰ λάβουν ἐγκάτοικον εἰς τὴν ψυχὴν
αὐτῶν τὴν χάριν τοῦ Ἁγίου Πνεύματος. Ὅθεν, καὶ φανερωθεῖσαι εἰς πολλούς, ὅτι
εἶναι τοιαῦται πνευματοφόροι καὶ κεχαριτωμέναι ὑπὸ Θεοῦ, ἠλευθέρωναν τοὺς
πάσχοντας ἀπὸ διαφόρους ἀσθενείας, καὶ ἀπὸ τὴν ἐνέργειαν τῶν πονηρῶν δαιμόνων.
Ταῦτα δὲ μαθῶν Φρόντων ὁ ἡγεμών, στέλλει τὸν συγκάθεδρόν του μὲ πολλὴν
παράταξιν καὶ δορυφορίαν, διὰ νὰ ἐξετάσῃ τὰ περὶ τῶν Παρθένων· ἐκείνου δὲ
παραστήσαντος αὐτὰς ἐνώπιόν του, κατεπλάγη μὲ τὴν τούτων φρόνησιν καὶ σύνεσιν.
Βλέπων δὲ πῶς αἱ Ἅγιαι ἐστέκοντο πᾶσαι ἄφοβοι, προστάζει παρευθὺς νὰ ξεγυμνωθῇ
ἡ πρώτη ἀδελφὴ Μηνοδώρα, καὶ νὰ καταξέηται ἀπὸ τοὺς δημίους εἰς δύο ὁλοκλήρους
ὥρας. Ἐπειδὴ δὲ ὁ δικαστὴς ἐπρόσταξε αὐτὴν νὰ θυσιάσῃ εἰς τὰ εἴδωλα,
ἐπεριγέλασεν αὐτὸν ἡ Ἀγία. Ὅθεν τόσον πολὺ ἔδειραν αὐτὴν μὲ τὰ ῥαβδία, ὥστε
ἐτρίβησαν τὰ κόκκαλά της, καὶ λιποθυμήσασα παρέδωκε τὴν ψυχήν της εἰς χεῖρας Θεοῦ,
καὶ ἔλαβε τὸν στέφανον τῆς ἀθλήσεως. Τότε ὁ δικαστὴς δεικνύει εἰς τὰς ἄλλας δύο
ἀδελφὰς τὸ ὡραῖον ἐκεῖνο σῶμα τῆς ἀδελφῆς των, γυμνὸν καὶ ἐξωγκωμένον ἀπὸ τὰς
πληγάς, θέλων μὲ τοῦτο καὶ μὲ ἄλλους φοβερισμούς, νὰ ψυχράνῃ τὴν θερμότητα τῶν
Παρθένων, καὶ τὴν ἀνδρείαν αὐτῶν νὰ ὀλιγοστεύσῃ. Ἐπειδὴ ὅμως εἶδεν, ὅτι ἀδύνατα
ἐπιχειρεῖ, διὰ τοῦτο προστάζει νὰ κρεμάσουν ἐπάνω εἰς ξύλον τὴν δευτέραν
ἀδελφὴν Μητροδώραν, καὶ νὰ κατακαίουν αὐτὴν ἀπὸ πᾶν μέρος τοῦ σώματος μὲ
λαμπάδας ἀναμμένας, ἔπειτα βάλλει αὐτὴν ὑποκάτω εἰς βαρυτάτους λοστούς, καὶ μὲ
τὸ βάρος ἐκείνων συντρίβει ὅλον τὸ σῶμά της, καὶ οὕτω μὲ τὴν τιμωρίαν αὐτὴν
ἀπῆλθεν ἡ μακαρία πρὸς τὸν Νυμφίον της Χριστόν, ὅν ἠγάπησε. Τὰ ἴδια δὲ βάσανα
καὶ ἡ τρίτη ἀδελφὴ Νυμφοδώρα ὑπομείνασα, συνηριθμήθη μὲ τὰς δύο της ἀδελφὰς εἰς
τοὺς αὐτοὺς οὐρανίους θαλάμους. Τόσην δὲ μεγάλην ἀνδρείαν ἔδειξαν αἰ τρεῖς
αὗται ἀδελφαὶ εἰς τὸ μαρτύριον, ὥστε οὐδὲ ψιλὸν ἀναστεναγμὸν ἐξέπεμψαν αἱ
ἀοίδιμοι εἰς ὅλα τὰ δεινὰ βάσανα, ὅπου ἐδοκίμασαν· ἀλλὰ μένουσαι ὡς στῆλαι
ἀκίνητοι, εἰς μόνον τὸν Θεὸν ἔβλεπον καὶ μὲ τοὺς αἰσθητοὺς ὀφθαλμοὺς καὶ μὲ
τοὺς νοητούς, καὶ μὲ μόνον τὸν Θεὸν συνωμίλουν. Ὀ δὲ παράνομος δικαστὴς ἤναψε
κάμινον δυνατήν, καὶ μέσα εἰς αὐτὴν ἔῤῤιψε τὰ τῶν Παρθένων μαρτυρικὰ λείψανα·
ἀλλ’ εὐθὺς ἔγιναν ἄνωθεν ἀστραπαὶ καὶ βρονταὶ καὶ ῥαγδαία βροχή· καὶ τὸν μὲν
ἄδικον δικαστὴν δικαίως κατέκαυσαν, τὰ δὲ ἅγια λείψανα ἀβλαβῆ διεφύλαξαν,
κατέσβεσαν δὲ τὸ πῦρ τῆς καμίνου. Ὅθεν, λαβόντες αὐτὰ τινὲς Χριστιανοί,
ἐνεταφίασαν μεγαλοπρεπῶς εἰς τὸν τόπον ὅπου ἐτελειώθησαν ἐν Χριστῷ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Μάρτυρος Βαρυψαβᾶ.
Βαρυψαβᾶς
δι᾿ αἷμα θεῖον Δεσπότου,
Οἰκεῖον
αἷμα συντριβεὶς ξύλοις χέει.
Οὗτος ὁ Ἄγιος, λαβὼν ἀπὸ
ἕναν ἐρημίτην τὸ τίμιον αἷμα, ὅπου ἔτρεξεν ἀπὸ τὴν πλευρὰν τοῦ Κυρίου ἡμῶν
Ἰησοῦ Χριστοῦ, διὰ μέσου αὐτοῦ πολλὰς ἰατρείας ἐποίει. Διὰ τοῦτο καὶ ἀπὸ τοὺς
ἀπίστους, μὲ ξύλα φονεύεται κατὰ τὸν καιρὸν τῆς νυκτός· ὁ δὲ τίμιος θησαυρὸς
τοῦ δεσποτικοῦ αἵματος ἔμεινεν πάλιν σῷος καὶ ἀκέραιος, φυλαττόμενος ἀπὸ τὸν
μαθητὴν τοῦ Ἁγίου.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Πουλχερία ἡ βασίλισσα, ἐν εἰρήνῃ τελειοῦται.
Ὄντως
παρέστη ψαλμικῶς Πουλχερία,
Ἐκ
δεξιῶν σου Βασίλισσα Χριστέ μου.
Αὕτη ἦτον ἀδελφὴ τοῦ
Βασιλέως Θεοδοσίου τοῦ μικροῦ, καὶ διαδεξαμένη τὴν τοῦ ἀδελφοῦ βασιλείαν ἐν
ἔτει υν΄ (450), ὑπανδρεύθη μὲν τὸν εὐσεβέστατον Μαρκιανὸν γέροντα ὄντα, ἵνα
αὐτὸς διοικῇ τὴν βασιλείαν καλῶς, ἀλλ’ ὅμως τὴν παρθενίαν αὐτῆς μέχρι τέλους
ἄφθορον καὶ καθαρὰν διεφύλαξεν. Ἀφ’ οὗ λοιπὸν ἡ μακαρία αὕτη ἔζησε μὲ εὐσεβῆ
καὶ θεοφιλῆ πολιτείαν, καὶ ἔκτισε πολλοὺς Ναοὺς καὶ Νοσοκομεῖα, καὶ συνεκρότησε
τὴν ἐν Χαλκηδόνι Ἁγίαν καὶ Οἰκουμενικὴν Τετάρτην Σύνοδον, καὶ ἁπλῶς εἰπεῖν, ἀφ’
οὗ αὕτη διέλαμψε μὲ πλεῖστα κατορθώματα, ἐν εἰρήνῃ ἐξεδήμησε πρὸς τὸν παρ’
αὐτῆς ποθούμενον Νυμφίον Χριστόν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμην
ἐπιτελοῦμεν τῆς Εὑρέσεως τῆς Ἁγίας καὶ θαυματουργοῦ
Εἰκόνος τῆς Κυρίας ἡμῶν Θεοτόκου, τῆς εὑρεθείσης ἐν τῇ νήσῳ παλαιᾶ Τρίκερα τοῦ
Μαγνησιακοῦ Κόλπου, ὑπὸ τὰς ῥίζας ἐλαίας.
Εἰκὼν
ἡ θεία τῆς Πανάγνου τῷ κόσμῳ,
ὀφθεῖσα
δῶκε, νῦν χάριν τῶν θαυμάτων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν
Ἁγίων Ἀποστόλων Ἀπελλοῦ, Λουκᾶ καὶ Κλήμεντος.
Λουκᾶς
ὁ θεῖος σὺν Ἀπελλῇ καὶ Κλήμης,
Ἀπόστολοι
σύνεισι τοῖς Ἀποστόλοις.
Ἄλλος εἶναι ὁ Ἀπόστολος
οὗτος Ἀπελλῆς, καὶ ἄλλος ὁ Ἀπελλῆς ἐκεῖνος, ὅστις ἔγινεν Ἐπίσκοπος τῆς ἐν Θρᾴκῃ
Ἡρακλείας, καὶ ἑορτάζεται κατὰ τὴν λα΄ τοῦ Ὀκτωβρίου· τοῦτον δὲ ἀναφέρει ὁ
Ἀπόστολος Παῦλος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ λέγων· Ἀσπάσασθε Ἀπελλῆν τὸν
δόκιμον ἐν Χριστῷ (ιστ΄, 10). Οὗτος λοιπὸν γενόμενος τῆς Σμύρνης φωστήρ,
καὶ τῶ Χριστῷ ὁσίως δουλεύσας, πρὸς αὐτὸν ἐξεδήμησεν.
Ὁ δὲ Λουκᾶς οὗτος, εἶναι
ἄλλος ἀπὸ τὸν Εὐαγγελιστήν· ἀναφέρει δὲ καὶ αὐτὸν ὁ Παῦλος ἐν τῇ πρὸς Τιμόθεον
πρώτῃ Ἐπιστολῇ λέγων: Λουκᾶς ἐστι μόνος μετ’ ἐμοῦ (δ΄, 11). Οὗτος
λοιπόν, γενόμενος πρῶτος ἐπίσκοπος τῆς ἐν Συρίᾳ Λαοδικείας, καὶ καλῶς ποιμάνας
τὸ λογικὸν αὐτοῦ ποίμνιον, ἀπῆλθε πρὸς Κύριον.
Καὶ ὁ Κλήμης δὲ οὕτος,
ἄλλος εἶναι ἀπὸ τὸν Κλήμεντα τὸν Ῥώμης ἐπίσκοπον. Τοῦτον δὲ ἀναφέρει ὁ ἴδιος
Παῦλος ἐν τῇ πρὸς Φιλιππησίους Ἐπιστολῇ λέγων: Ἐν τῷ Εὐαγγελίῳ συνήθλησάν
μοι μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου (δ΄, 3). Οὗτος λοιπόν,
γενόμενος ἐπίσκοπος τῶν Σαρδέων, καὶ τὰ στίγματα τοῦ Χριστοῦ ἐν τῇ σαρκὶ
περιφέρων, πρὸς Αὐτὸν ἐξεδήμησεν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς
Ἁγίας Μάρτυρος Ἴας, ἥτις ξίφει ἐτελειώθη.
Ἐκ
γῆς ἐκάρθη κοιλάδων Ἴα ξίφει,
Καὶ
σοι προσήχθη Σῶτερ ὡς εὔπνουν Ἴον.
Καταγόταν ἀπὸ τὸ Κάστρο τοῦ
λεγομένου Βιζάλης. Συνελήφθηκε αἰχμάλωτη μαζὶ μὲ 9.000 χριστιανοὺς καὶ
ὁδηγήθηκε στὴν Περσία. Ἐκεῖ ἀπὸ τὸν βασιλιὰ τῶν Περσῶν Σαβώρ, παραδόθηκε στοὺς
σοφοὺς τῆς Περσίας προκειμένου νὰ τὴν πείσουν ν᾿ ἀρνηθεῖ τὸν Χριστό. Ἐπειδὴ
ὅμως δὲν τὸ κατάφεραν, τὴν φυλάκισαν καὶ μετὰ 15 μῆνες τὴν ἔβγαλαν, καὶ ἀφοῦ
τὴν βασάνισαν σκληρὰ τελικὰ τὴν ἀποκεφάλισαν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Εὐφροσύνου τοῦ νέου, προστάτου τῆς ἱερᾶς Μονῆς
Κηπουραίων τῆς νήσου Κεφαλληνίας, ἔνθα καὶ τὰ ἱερὰ αὐτοῦ λείψανα τεθησαύρισται.
Εὐφρόσυνος
θεῖος μυρίπνοον ἔχει τὸν βίον πάντα,
Μυριζόντων
ἅμα τοῖς θαυμασίοις τῶν ἀρετῶν σου.
Οὗτος ὁ θεοφόρος ἀνὴρ ἦν
Κεφαλλήν, γεννηθεὶς ἐν τῇ κώμῃ τῶν Ἰλλάρων ἐν ἔτει ᾳψλζ΄, ἤ ὥς τινες λέγουσι
ᾳψλη΄. Γενομένου δεκαεξαετοῦς ἀπέθανον οἱ γονεῖς αὐτοῦ, ἔκτοτε, συντρεφομένου
τῇ οἰκογενείᾳ τοῦ πατραδέλφου Ἱλαρίου, ὅς καὶ δίκην κηδεμόνος προέτρεπεν τὸν
Ὅσιον (κατὰ κόσμον Εὐάγγελον τὴν κλῆσιν Πυλαρινόν-Μαρκαντωνᾶτον) εἰς τὸ
νυμφευθῆναι. Ὁ δὲ Ὅσιος, μὴ βουλόμενος λυπῆσαι τὸν συγγενῆ αὐτοῦ καὶ ἀμαυρῶσαι
τὸ εἰλικρινὲς τοῦ συγγενικοῦ συναισθήματος, οὐδέποτε ἀπεκάλυψεν ἑτέρῳ τὴν
εἰλημμένην ἀπόφασιν τοῦ ἀφιεροῦσθαι τῷ τῶν ἁπάντων Πλαστουργῷ ψυχῇ καὶ σώματι.
Πλησίον τῆς οἰκίας ὅπου διέμενον, ἦν ἐπ’ ὀνόματι τοῦ Ἁγίου Νικολάου ναός τις,
οὗ τινος παρὰ τὴν δυτικὴν θύραν ἐφοίτα ὁ Ὅσιος καθ’ ἐκάστην νύκτα προσευχόμενος
καὶ ἐξομολογούμενος τὰς εὐχαριστίας αὐτοῦ τῷ Θεῷ. Ἡ συνεχιζομένη παννύχιος ἐκ
τῆς κλίνης ἐξανάστασις καὶ ἀναχώρησις τοῦ Ὀσίου οὐ διέλαθεν τῆς προσοχῆς τοῦ
συγγενοῦς, ὅστις ποτὲ λίαν πρωΐ θεωρήσας τὴν κενὴν κλίνην ᾤετο πρόδρομον
ἀνηθικότητος εἶναι, τῇ ἐπιούσῃ νυκτὶ παραφυλάξας, εἶδεν τὸν Ὅσιον
προσευχόμενον, καὶ κατανοήσας τὴν διάνοιαν, παρεκίνησε αὐτὸν μετελθεῖν, τὸ
ἀγγελικὸν πολίτευμα τῆς μοναστικῆς κοινότητος. Ὀ δὲ Ὅσιος, ὑπετάχθη τῷ Κυρίῳ
καὶ τῷ κτήτορι τῆς Ἱερᾶς Σταυροπηγιακῆς Μονῆς Εὐαγγελισμοῦ τῆς Θεοτόκου τῶν
Κηπουραίων Χρυσάνθῳ καὶ ἐν ἔτει ᾳψξ΄ ἐνεδύθη τὸ ἀγγελικὸν Σχῆμα κατόπιν
τριετοῦς δοκιμασίας, μετονομασθεὶς Εὐφρόσυνος. Καταταγεὶς οὖν ἐν τῇ ἱερᾷ μονῇ,
ἐβίου βίον ἀγγελόμορφον, γενόμενος χωρητικὸς τῆς θείας ἐνεργείας, εὐφραινόμενος
τῇ δόξῃ τῶν θελημάτων τοῦ Ὑψίστου, χαριτούμενος τῇ ὑψοποιῷ ταπεινώσει καὶ τῇ
πρὸς πάντας ἐν ἁπλότητι ὐπακοῇ, τρεφόμενος τῇ ἀδιακόπῳ νοερᾷ προσευχῇ καὶ
ἀλήκτῳ ἐγκρατείᾳ, ἐνισχυόμενος ταῖς γονυκλισίαις καὶ ταῖς ὀλονυκτίοις στάσεσι, καὶ
ὡς ἔπος εἰπεῖν, διαχέων τὸ εὐαγγελικὸν φῶς διὰ τῆς εἰς τὸν πλησίον ἀγάπης.
Προκόπτων δὲ εἰς τοσοῦτον τῶν ἀρετῶν, καὶ ἐν πάσῃ ἀγαθοεργίᾳ διαλάμπων, εἴληφεν
οὐρανόθεν παρὰ τοῦ τὰ νήπια σοφίζοντος Κυρίου τὸ προορατικὸν χάρισμα,
ἀποκαλύπτων πολλῶν καρδιῶν διαλογισμοὺς καὶ χρείας εἰς ἔκπληξιν πάντων καὶ εἰς
δόξαν τοῦ Δεσπότου Χριστοῦ. Καὶ γράμματα μὴ μεμαθηκώς, ἐκ καρδίας ἐγίνωσκε τὴν
θείαν Γραφήν, διδάσκων καὶ ὀδηγῶν εἰς μετάνοιαν ἕκαστον τῶν αὐτῶ ἐντυγχανόντων.
Ταῖς εὐχαῖς τοῦ Ὀσίου Εὐφροσύνου τοῦ νέου, ἐλύετο ἡ ἀτοκία τῶν πίστει
προσερχομένων αὐτῷ γυναικῶν, ἐκουφίζετο δὲ καὶ ἡ ἔνδεια τῶν πενήτων, καὶ ἡ τῶν
ἀδικουμένων ἀπελπισία εἰς παραμυθίαν στεῤῥὰν μετεβάλλετο. Τῇ προσκλήσει τοῦ
Ὁσίου, αἱ τῶν Ἀσωμάτων δυνάμεις πῖθον ὑπερμεγέθη ἐν μιᾷ νυκτὶ μετήνεγκον ἔνδον
τῆς μονῆς καὶ τῇ σημειώσει ὑπ’ αὐτοῦ τοῦ σημείου τοῦ Τιμίου Σταυροῦ ἐπί τινος
πέτρας τεραστίων διαστάσεων, διὰ μικροῦ κτύπου μετὰ πελέκεως διέῤῥηξεν ταύτην
εἰς τεμάχια, τοῦ θειοτάτου ἀνδρὸς βουλομένου ὑποτυπῶσαι τὴν ἐκ Θεοῦ ἀρχομένην
ἐργασίαν. Ὅτε ὑπὸ φιλέριδος βλασφήμου τινὸς ὑπέμενε λοιδορίας καὶ ἀπειλὰς μετὰ
ψόγων, ἐνουθέτει τὸν ὐβριστικὸν μείρακα τῇ ὑπομνήσει τῆς μεταμελείας καὶ τῆς
ὑψίστης τοῦ Κυρίου δυνάμεως, καὶ ἐν τέλει διήλεγξεν ἐκεῖνον τῇ βλασφημίᾳ
ἐπιμένοντα προλέγων θάνατον οἰκτρόν, ὅσπερ αἴφνης μετ’ ὀλίγον ἐπῆλθεν διά τινος
σφαίρας πυροβόλου ὅπλου διαπερασάσης τὰς βλασφήμους παρειάς. Τῇ προσάψει τῶν
ἐνδυμάτων ἤ τοῦ σώματος τοῦ Ὀσίου, ἐδύναντο οἱ συμμονασταὶ αὐτοῦ καθορᾶν τὰς
ἀπαισίους ὄψεις τῶν δαιμόνων τῶν ἐπελαυνόντων ἐκ παρακειμένου ὄρους κατὰ τῆς
μονῆς, οὕς αἱ πανίεραι εὐχαὶ τοῦ Ὁσίου Εὐφροσύνου, καὶ ἡ διαπρύσιος ὑπόδειξις
τῆς μεταξὺ τῶν μοναχῶν ὁμονοίας καὶ τηρήσεως τῶν Κυριακῶν ἐντολῶν ἐσκέδαζεν
κατὰ κράτος. Προϊδὼν δὲ ὁ Ὅσιος τὸ μακάριον αὐτοῦ τέλος καὶ ἐν κατανύξει
συμβουλεύσας τοῖς ἀδελφοῖς μακροθυμεῖν, φεύγειν τὴν ἀνθρωπαρέσκειαν,
καλλιεργεῖν τὴν ταπείνωσιν καὶ ὑπεράνω ὅλων ἐλεεῖν τοὺς πλησίον, ἔργῳ καὶ οὐχὶ
μόνον λόγῳ δεικνύειν καὶ βιοῦν τὴν εἰς ἀλλήλους ἀγάπην, ἐκοιμήθη ὑμνῶν τὴν
πεφιλημένην αὐτῷ Παντάνασσαν Δέσποιναν Θεοτόκον τῇ δεκάτῃ τοῦ μηνὸς
Σεπτεμβρίου, τοῦ ἔτους ᾳωια΄. Μετὰ τρία ἔτη, ἐγένετο ἡ ἀνακομιδὴ τῶν Ἁγίων
αὐτοῦ λειψάνων, καθ’ ἥν ἅπαντες οἰ παριστάμενοι ᾔσθοντο τὴν δι’ αὐτῶν
ἐκπεμπομένην ἄῤῥητον εὐωδίαν, δι’ ἧς στέφει ὁ Κύριος τὰ ὀστᾶ τῶν Ὁσίων Αὐτοῦ.
Τὰ λείψανα τοῦ Ὁσίου, μετὰ τῆς τιμίας Κάρας αὐτοῦ, φυλάττονται ἐν τῇ λάρνακι
τοῦ ναοῦ τῆς Ἱερᾶς Μονῆς τῶν Κηπουραίων, εὐωδίαν ἀναπέμποντα καὶ
θαυματουργοῦντα εἰς τοὺς μετὰ πίστεως προσερχομένους.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πέτρος ἐπίσκοπος Νικαίας, ἐν εἰρήνῃ τελειοῦται.
Νικαέων
πρόεδρος ὤν πρώην Πέτρε,
ἀλιέων
σύνεδρος ἐκθανὼν γίνῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς
Ἁγίας Εὐδοκίας τῆς παιδός.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ
Ἁγίου Παύλου ἐπισκόπου Νικαίας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Παύλου τοῦ Ὑπάκουου, τοῦ ἐν τῷ Σπηλαίῳ τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ θαύματος τῆς Ὑπεραγίας Δεσποίνης Θεοτόκου τῆς Σκιπτροῦ, ἐν
τῇ πόλει τῶν Ὀρχομενών, ὅτε ἐκ τῆς γερμανικῆς καταστροφῆς αὐτὴν ἐλυτρώσατο.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ κοίμησις
τοῦ Γέροντος Τύχωνος τοῦ ἀσκήσαντος ἐν τῇ Καψάλᾳ τοῦ
Ἁγίου Ὄρους.
Ὡς
ἁπλοῦς καὶ ταπεινός, Ὑψίστου δόξης,
ἠξιώθης
Τύχων πολιστὰ ἐρήμου.
Οὖτος, πατρίδα ἔσχε τὴν
Νόβια Μιχαλόσκα τῆς Ῥωσίας. Ἐγεννήθη τὸ 1884 ἐκ γονέων εὐλαβῶν, Παύλου καὶ
Ἑλένης, ἐξ ὧν ἐδιδάχθη τὴν ὀρθὴν πίστιν καὶ τὴν εὐλάβειαν καὶ ἀγάπην εἰς τὸν
Κύριον Ἰησοῦν. Ἐν τῇ ἀκμῇ τῆς αὐτοῦ νεότητος, κατέλιπε τὸν κόσμον καὶ
φλεγόμενος ὑπὸ τοῦ θείου ἔρωτος κατέφυγεν ἀλληλοδιαδόχως εἰς τὸ Σίναιον ὄρος,
τὴν ἔρημον τοῦ Ἰορδάνου καὶ τὸ Ἁγιώνυμο ὄρος. Ἐν τῷ τελευταίω θεοφιλῶς ἤσκησεν
ἑξήκοντα τὸ ὅλον ἔτη καὶ δὴ ἐν τῷ κελλίῳ Μπουραζέρι, καὶ ἐν τῇ ἐρήμῳ τῶν
Καρουλίων καὶ τῆς Καψάλας, δοξάζων ἀσιγήτως τὸ ὄνομα τοῦ Θεοῦ. Διεκρίθη διὰ τὴν
ἁπλότητα τῶν τρόπων αὐτοῦ, τὴν ταπείνωσιν, τὴν νηστείαν, τὴν ἀκτησίαν καὶ τὴν
ἐλεήμονα καρδίαν του. Πνευματικὸς ὁδηγὸς πλήθους μοναστῶν καὶ μιγάδων ἁπλανῶς
ἴθυνεν αὐτοὺς πρὸς σωτηρίαν καὶ θέωσιν. Τὸ πνευματικὸν αὐτοῦ τέκνον Παΐσιος,
καί τινες ἄλλοι φιλόσιοι, ἱστόρησαν τὰς αὐτοῦ ἀριστείας πρὸς δόξαν Θεοῦ καὶ
τιμὴν τοῦ Ὁσίου ἡσυχαστοῦ.
Ταῖς σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Τῆς ἑορτῆς. ᾨδὴ ζ' Εἱρμός
Τῶν Χαλδαίων ἡ κάμινος,
πυρὶ φλογιζομένη, ἐδροσίζετο Πνεύματος, Θεοῦ ἐπιστασίᾳ· οἱ Παῖδες ὑπέψαλλον·
Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων.
Ἑορτάζομεν Ἄχραντε, καὶ
πιστῶς προσκυνοῦμεν, τὴν ἁγίαν σου γέννησιν, τὴν ἐξ ἐπαγγελίας, δι᾿ ἧς
ἐλυτρώθημεν, τῆς ἀρχεγόνου ἀρᾶς, ἐπιφανέντος Χριστοῦ.
Νῦν ἡ Ἄννα εὐφραίνεται, καὶ
βοᾷ καυχωμένη· Στεῖρα οὖσα γεγέννηκα, τοῦ Θεοῦ τὴν Μητέρα, δι' ἧς τὸ κατάκριμα,
τῆς Εὔας λέλυται, καὶ ἡ ἐν λύπαις ὠδίς.
Ὁ Ἀδὰμ ἠλευθέρωται, καὶ ἡ
Εὔα χορεύει, καὶ βοῶσιν ἐν πνεύματι, πρὸς σὲ τὴν Θεοτόκον· Ἐν σοὶ ἐλυτρώθημεν,
τῆς ἀρχεγόνου ἀρᾶς, ἐπιφανέντος Χριστοῦ.
Στεῖραι ἄγονοι σπεύσατε,
ψυχαὶ ἠτεκνωμέναι, ὅτι Ἄννα πολύτεκνος, καὶ νῦν εὐφραινομένη· μητέρες
χορεύσατε, σὺν τῇ Μητρὶ τοῦ Θεοῦ, καὶ συναγάλλεσθε.
Τριαδικόν.
Τὸν Πατέρα δοξάσωμεν, τὸν
Υἱὸν καὶ τὸ Πνεῦμα, ἐν μονάδι Θεότητος, Τριάδα Παναγίαν, ἀχώριστον ἄκτιστον,
καὶ συναΐδιον καὶ ὁμοούσιον.
Θεοτοκίον
Σὺ Θεὸν μόνη ἔτεκες,
Παρθένε μετὰ τόκον· σὺ τὴν φύσιν ἐκαίνισας, τῷ τόκῳ σου Μαρία· σὺ τὴν Εὔαν
ἔλυσας, τῆς πρωτογόνου ἀρᾶς, Θεογεννῆτορ ἁγνή.
Τοῦ Ὁσίου. Οὐκ ἐλάτρευσαν.
Μάκαρ Ὅσιε τῆς σιωπῆς σου ἄσκησιν μὴ γνοὺς ἐλάκτισε, σὲ
Μανουὴλ ἰταμῶς, ἐγκρατείαν γλώσσης σου, ὁ λογισάμενος περιφρόνησιν, σοῦ πρὸς
αὐτοῦ τὸ πρόσωπον, Ἡσαΐα θεοφόρε.
Νῦν ὑμνοῦσί σου τοῦ βίου κατορθώματα Κυπρίων σύλλογοι,
θεόφρον ἡσυχαστά, Μονῆς Κύκκου ἔνθεε, δομῆτορ στάσεσιν, ὁ παννύχοις σου,
εὐαρεστήσας Κτίσαντι, τῷ Παντάνακτι Κυρίῳ.
Ὡς ἰάσεων ἀστείρευτόν σε χείμαῤῥον ἀεὶ δοξάζομεν δοῦκά
ποτε Μανουήλ, ταχὺ ἰασάμενον, τὴν βασιλόπαιδα, καὶ Ἀλέξιον, αὐτῆς κλεινὸν
γεννήτορα, Ἡσαΐα θεοφόρε.
Θεοτοκίον.
Ἡσαΐας Σου Εἰκόνα τὴν πανίερον ἥνπερ ἱστόρησεν ὁ θεοκῆρυξ
Λουκᾶς, Παρθένε Κυκκώτισσα, εἰς Κύπρον ἄσμενος, προσεκόμισε, καὶ Σοὶ Μονὴν
ἐδόμησεν, ἐν Τροόδει ὄρει θείαν.
Καταβασία
Ἔκνοον πρόσταγμα
τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς·
ὅμως τρεῖς παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ᾿
ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· ὁ ὑπερύμνητος τῶν Πατέρων
ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Τῆς ἑορτῆς. ᾨδὴ η' Ὁ Εἱρμός
Ὁ στεγάζων ἐν ὕδασι, τὰ
ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς θαλάσση ὅριον ψάμμον, καὶ συνέχων τὸ πᾶν, σὲ ὑμνεῖ
ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ προσφέρει ὕμνον πᾶσα κτίσις, τῷ Δημιουργῷ καὶ
Κτίστῃ εἰς τοὺς αἰῶνας.
Ὁ ποιήσας παράδοξα, τῇ
στειρωθείσῃ γαστρί, ὁ ἀνοίξας Ἄννης ἄγονον μήτραν, καὶ καρπὸν αὐτῇ δούς, σὺ
Θεὸς ἅγιος, σὺ Υἱὸς τῆς Παρθένου, σὺ ἐκ ταύτης σάρκα προσελάβου, τῆς ἀειθαλοῦς
Παρθένου καὶ Θεοτόκου.
Ὁ σφραγίζων τὴν ἄβυσσον,
καὶ ἐξανοίγων αὐτήν, ὁ ἀνάγων ὕδωρ ἐν ταῖς νεφέλαις, καὶ διδοὺς ὑετόν, σὺ ὁ
δοὺς Κύριε, ῥίζης ἐκ τῆς ἀκάρπου ἐξανθῆσαι,, Ἄννης τῆς ἁγίας, ἄχραντον καρπόν,
τὴν ῥάβδον τὴν Θεοτόκον.
Σὺ ὁ λύσας τὰ ἄλυτα, τῆς
ἀπαιδίας δεσμά· σὺ ὁ δοὺς τῇ στείρᾳ γόνιμον τόκον, καὶ καρπὸν εὐκλεῆ, ἧς Υἱὸς
γέγονας καὶ βλαστὸς ἀνεφύης· ἣν Μητέρα ἔσχες κατὰ σάρκα, ἐν τῇ πρὸς ἡμᾶς
Οἰκτίρμον ἐπιδημίᾳ.
Γεωργὲ τῶν φρενῶν ἡμῶν, καὶ
φυτουργὲ τῶν ψυχῶν, σὺ ὁ ἄκαρπον γῆν, εὔκαρπον δείξας· σὺ τὴν πάλαι ξηράν,
γόνιμον εὔσταχυν, ἄρουραν καρποφόρον ἀπειργάσω, Ἄνναν τὴν ἁγίαν, ἄχραντον
καρπὸν ἀνθῆσαι τὴν Θεοτόκον.
Τριαδικόν.
Ὢ Τριὰς ὑπερούσιε, μονὰς
συνάναρχε, σὲ ὑμνεῖ καὶ τρέμει, πληθὺς Ἀγγέλων, οὐρανὸς καὶ ἡ γῆ, ἄβυσσοι
φρίττουσιν, ἄνθρωποι εὐλογοῦσι, πῦρ δουλεύει, πάντα ὑπακούει, σοὶ Τριὰς ἁγία,
φόβῳ τὰ ἐν τῇ κτίσει.
Καὶ νῦν... Θεοτοκίον
Ὢ καινότατον ἄκουσμα! Θεὸς
Υἱὸς γυναικός, καὶ ἀσπόρου τόκου, ἄνανδρος Μήτηρ, καὶ Θεὸς τὸ τεχθέν, ὢ φρικτὸν
θέαμα! ὢ συλλήψεως ξένης τῆς παρθένου! ὢ ἀφράστου τόκου! ὄντως ὑπὲρ νοῦν τὰ
πάντα καὶ θεωρίαν.
Τοῦ Ὁσίου. Παῖδας εὐαγεῖς.
Στῦλος ἀκλινὴς ἀκτημοσύνης, σοφὲ Ἡσαΐα ὤφθης ἅπασιν, ὁ περιπλανώμενος, ὥσπερ θὴρ ἐν
ἄλσεσι, Μυριανθούσης Ὅσιε, καὶ ἐνασκούμενος, εὐχῇ τε, σιωπῇ καὶ νηστείᾳ, ὡς
παρ’ Ἰορδάνου, τὰ ῥεῖθρα Ἰωάννης.
Ἄγγελος βροτῶν σαρκίον φέρων, λαμπρὲ Ἡσαΐα ἀναδέδειξαι, δωρεαῖς τοῦ Πνεύματος, ὁ σοφῶς
κοσμούμενος, καὶ χάριν τῶν ἰάσεων, ἀφθόνως εἴληφας, παρὰ, δωρεοδότου Κυρίου,
τοῦ βραβεύσαντός σοι, ἀσκήσεως τοὺς μόχθους.
Ἴθυνας σὸν βίον Ἡσαΐα,
πρὸς Κύριον Ἰησοῦν τὸν Παντοκράτορα, καὶ ἐχθρὸν τὸν δόλιον, ᾔσχυνας συντόνῳ
σου, ἀσκήσει ἐνθεώτατε, ὁ δῶρον μέγιστον, χοροῖς, προσενεγκὼν τῶν Κυπρίων, τὴν
σεπτὴν Εἰκόνα, τῆς θείας Ἐλεούσης.
Θεοτοκίον.
Ἄμαχόν Σε πάντες προστασίαν, ἑτοίμην ἐν βίου κλύδωσιν
ἀντίληψιν, καὶ θερμὴν μεσίτριαν, πρὸς Υἱὸν τὸν θεῖόν Σου, κατέχομέν Σε
Δέσποινα, ἁγνὴ Κυκκώτισσα, καὶ κράζομεν· Κύρια Παρθένε, χορηγοῦσα πᾶσι, μὴ
παύσῃ εὐφροσύνην.
Καταβασία
Εὐλογεῖτε Παῖδες, τῆς
Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν, ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ
τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα· καὶ ὑπερυψοῦτε τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα
πανάγιον εἰς τοὺς αἰῶνας.
Τῆς ἑορτῆς. ᾨδὴ θ'. Εἱρμός ἄλλος
Ἀλλότριον τῶν μητέρων ἡ
παρθενία, καὶ ξένον ταῖς παρθένοις ἡ παιδοποιΐα· ἐπὶ σοὶ Θεοτόκε ἀμφότερα
ᾠκονομήθη. Διὸ σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς, ἀπαύστως μακαρίζομεν.
Ἐπάξιον Θεομῆτορ τῆς σῆς ἁγνείας,
τὸν τόκον ἐκληρώσω δι᾿ ἐπαγγελίας· τῇ ποτὲ γὰρ ἀκάρπῳ, θεόβλαστος καρπὸς
ἐδόθης· διὸ σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς, ἀπαύστως μακαρίζομεν.
Πεπλήρωται τοῦ βοῶντος ἡ
προφητεία, φησὶ γάρ· Ἀναστήσω σκηνὴν τὴν πεπτωκυῖαν, τοῦ ἱεροῦ Δαυΐδ, ἐν σοί,
Ἄχραντε προτυπωθεῖσαν, δι᾿ ἧς ὁ σύμπας τῶν ἀνθρώπων χοῦς, εἰς σῶμα ἀνεπλάσθη
Θεῷ.
Τὰ σπάργανα προσκυνοῦμέν
σου Θεοτόκε, δοξάζομεν τὸν δόντα καρπὸν τῇ πρώην στείρᾳ, καὶ ἀνοίξαντα μήτραν,
τὴν ἄγονον ἐκ παραδόξου· ποιεῖ γὰρ πάντα ὅσα βούλεται, Θεὸς ὢν παντεξούσιος.
Ἐβλάστησας νυμφοτόκε Ἄννα
θεόφρον, ἐκ μήτρας παρ᾽ ἐλπίδα, καὶ ἐξ ἐπαγγελίας, παρθενόφυτον ἄνθος,
θεόβλαστον ἁγνείας κάλλος· διὸ σε πάντες μακαρίζομεν, ὡς ῥίζαν τῆς ζωῆς ἡμῶν.
Τριαδικόν.
Ἀλλότριον τοῖς ἀνόμοις ἐστὶ
δοξάζειν, τὴν ἄναρχον Τριάδα, Πατέρα καὶ Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν
ἄκτιστον παγκρατορίαν, δι᾿ ἧς ὁ σύμπας κόσμος ἥδρασται, τῷ νεύματι τοῦ κράτους
αὐτῆς.
Θεοτοκίον
Ἐχώρησας ἐν γαστρί σου
Παρθενομῆτορ, τὸν ἕνα τῆς Τριάδος Χριστὸν τὸν Βασιλέα, ὃν ὑμνεῖ πᾶσα κτίσις,
καὶ τρέμουσιν οἱ ἄνω θρόνοι· αὐτὸν δυσώπει πανσεβάσμιε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τοῦ Ὁσίου. Ἅπας γηγενής.
Νόσους ἀλγεινάς, διώκεις τῇ χάριτι, τοῦ θείου
Πνεύματος, Ἡσαΐα Ὅσιε, Μονῆς τοῦ Κύκκου,
δομῆτορ ἔνθεε, καὶ τῆς ψυχῆς καὶ σώματος, παρέχεις δύναμιν, τοῖς ὑμνοῦσι, τοὺς
σεπτοὺς καμάτους σου, οὕσπερ ἔτλης ποθῶν τὴν τελείωσιν.
Χαῖρε ἰατρέ, νοσούντων ἀνύστακτε, θαυμάτων χείμαῤῥε,
ἀρωγὲ ὀξύτατε, τῶν ἐν κινδύνοις, καὶ ἀπροσμάχητε, προστάτα τῶν τιμώντων σε,
βοῶντες σπεύδομεν, σαῖς πρεσβείαις, Ἡσαΐα πάνσοφε,
πρὸς Χριστὸν τὸν Δεσπότην τῆς κτίσεως.
Μέγας ἀσκητής, ἐδείχθης καὶ πάμφωτος, πυρσὸς συνέσεως, Ἡσαΐα ἔσοπτρον, ἀκτημοσύνης, καὶ διακρίσεως, διὸ
καὶ κατηξίωσαι, τῇ Θεομήτορι, ἀνεγεῖραι, τέμενος περίδοξον, πρὸς αὐτὸ ἁγιάζον
τοὺς σπεύδοντας.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, Κυκκώτισσα πάναγνε, Κυπρίων καύχημα,
οἰκουμένης σέμνωμα, καὶ Ἐκκλησίας, λαμπρὸν θησαύρισμα, Εἰκόνα θαυματόβρυτον,
κατασπαζόμενοι, Σοῦ τὴν θείαν, ἐκζητοῦμεν πάντοτε, πρὸς Θεὸν τὰς ἀόκνους
πρεσβείας Σου.
Καταβασία
Μυστικῶς εἶ Θεοτόκε
Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ᾿ οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν
γῇ, πεφυτούργηται δένδρον· δι᾿ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτόν, σὲ
μεγαλύνομεν.
Ἑτέρα
Ὁ διὰ βρώσεως τοῦ ξύλου,
τῷ γένει προσγενόμενος θάνατος, διὰ Σταυροῦ κατήργηται σήμερον· τῆς γὰρ
Προμήτορος ἡ παγγενής, κατάρα διαλέλυται, τῷ βλαστῷ τῆς ἁγνῆς Θεομήτορος· ἣν
πᾶσαι αἱ Δυνάμεις, τῶν οὐρανῶν μεγαλύνουσι.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε
Μονῆς τοῦ Κύκκου κτίτορα,
θεόπνευστον καὶ σέμνωμα, ἡσυχαστῶν θεοφόρων, θαυματουργὸν Ἡσαΐαν, Κυπρίων ἐγκαλλώπισμα, καὶ Ἐκκλησίας
καύχημα, πνευματικῶς τιμήσωμεν, ὑπὲρ τοῦ κόσμου γὰρ οὗτος, ἐξιλεοῦται τὸ θεῖον.
Τῆς ἑορτῆς.
Ἀγάλλονται τὰ πέρατα, τῆς
οἰκουμένης σήμερον, ἐν τῇ γεννήσει σου Κόρη, Θεοκυῆτορ Μαρία, καὶ ἀπειρόγαμε
νύμφη· ἐν ᾗ τῶν φυσάντων σε, τὸ λυπηρὸν διέλυσας, τῆς ἀτεκνίας ὄνειδος, καὶ τῆς
Προμήτορος Εὔας, τὴν ἐν τῷ τίκτειν κατάραν.
Αἶνοι. Ἦχος δ΄. Πανεύφημοι Μάρτυρες.
Ὁσίων Πατέρων χαρμονή, Ἡσαΐα πάνσοφε, σταυρὸν ἐπ’ ὤμων ἀράμενος,
κατηκολούθησας, τῷ Χριστῷ καὶ κάραν, τοῦ ἐχθροῦ συνέτριψας, μαχαίρᾳ τῶν τιμίων ἀγώνων
σου, καὶ πρὸς οὐράνια, γῆθεν δώματα ἐχώρησας, ἱκετεύων, ὑπὲρ τῶν τιμώντων σε.
Ὡς ἥλιος ἔλαμψεν ἡμῖν, ἡ
ἁγία μνήμη σου, καταφωτίζουσα ἅπαντας, αὐγαῖς θαυμάτων σου, καὶ σῆς προστασίας,
θείοις φρυκτωρήμασι, θεόφρον Ἡσαΐα μακάριε,
τοὺς σοὶ προστρέχοντας, καὶ πανήγυριν ἐν ᾄσμασι, τὴν λαμπράν σου, τελοῦντας καὶ
πάνσεπτον.
Εἰκόνα Πανάγνου Μαριάμ, ἣν
Λουκᾶς ἱστόρησεν, ὁ θεοφόρος Ἀπόστολος, εἰς Κύπρον ἤνεγκας, προτροπῇ σεπτῇ σου,
καὶ αὐτῇ περίδοξον, σεμνεῖον ἐν Τροόδει ἐδόμησας, ὅπερ ἰάσεων, ἀνεδείχθη θεοφόρητε,
Ἡσαΐα, ταμεῖον ἀσύλητον.
Ταχὺ δοῦκα Κύπρου Μανουήλ,
ληθαργὸν ἰάτρευσας, καὶ Κομνηνοῦ βασιλόπαιδα, ὁμοίως χάριτι, θείᾳ Ἡσαΐα, Πάτερ
θαυματόβρυτε, αἰτούμενος δοθῆναι τὸ ἔκτυπον, τὸ ἱερώτατον, τῆς ἁγνῆς σοι ὅπερ
τάχιστα, εἰς τὴν Κύπρον, ὡς δῶρον ἐκόμισας.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἐπέλαμψεν, ἡ τοῦ
θεοφόρου Ἡσαΐου πανσεβάσμιος μνήμη,
Ὀρθοδόξων τοὺς δήμους φωτίζουσα, ὡς ἀστὴρ γὰρ φαεινὸς ἐγκρατείας καὶ
σκληραγωγίας, αὐγάζει τοὺς ἀκρατεῖς καὶ τρυφηλὸν ἐπιζητοῦντας βίον, ἀλλ’ ὦ
ἐρημῖτα θεόσοφε, ἐξελοῦ πρεσβείαις σου ἐκ ῥαθυμίας ψυχοφθόρου, καὶ ἀκηδίας τοὺς
ὑμνοῦντάς σε.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Αὕτη ἡμέρα Κυρίου,
ἀγαλλιᾶσθε λαοί· ἰδοὺ γὰρ τοῦ φωτὸς ὁ νυμφών, καὶ ἡ βίβλος τοῦ λόγου τῆς ζωῆς,
ἐκ γαστρὸς προελήλυθε· καὶ ἡ κατὰ ἀνατολὰς πύλη ἀποκυηθεῖσα, προσμένει τὴν
εἴσοδον, τοῦ Ἱερέως τοῦ μεγάλου, μόνη καὶ μόνον εἰσάγουσα Χριστὸν εἰς τὴν
οἰκουμένην, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις ἡσυχίας καὶ σιωπῆς,
ἐραστὰ δομῆτορ, τῆς τοῦ Κύκκου σεπτῆς Μονῆς, χαίροις Ἡσαΐα,
θαυμάτων μυροθήκη, καὶ στηριγμὸς ἁπάντων, τῶν προστρεχόντων σοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου