ΣΕΠΤΕΜΒΡΙΟΣ ΙΑ΄!!
ΕΥΦΡΟΣΥΝΟΣ ΟΣΙΟΣ ΜΑΓΕΙΡΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ.
Μπούσια)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν
οὐρανίων Ταγμάτων.
Τῆς
ταπεινώσεως βάθρον στεῤῥὸν Εὐφρόσυνε, μοχθῶν ἐν μαγειρείῳ, τῆς Μονῆς ὑπομένων,
ἀσμένως πᾶσαν λύπην καὶ ἐμπαιγμόν, καὶ στερούμενος Κτίσαντι, καὶ Βασιλεῖ
εὐηρέστησας τοῦ παντός, ἀσκουμένων ἐγκαλλώπισμα.
Ἃ
ὀφθαλμὸς τῶν μερόπων οὐκ εἶδεν Ὅσιε, καὶ τοῖς Αὐτοῦ ὁ Κτίστης, ἃ ἡτοίμασε
φίλοις, ἐν κήποις εὐφροσύνοις τῶν οὐρανῶν, ἀπολαῦσαι πανόλβιε, κατηξιώθης ὡς
ἔμψυχον ἀρετῶν, στηλογράφημα Εὐφρόσυνε.
Τῷ
ἱερεῖ τῆς Μονῆς σου κατ’ ὄναρ ἔδωκας, ἐκ Παραδείσου δένδρων, εὐωδέστατα μῆλα, Εὐφρόσυνε
παμμάκαρ ἃ θαυμαστῶς, ἐν τοῖς κόλποις εὑρέθησαν, αὐτοῦ ἐξ ὕπνου πανόσιε ἀσκητά,
ἐγερθέντος ὢ τοῦ θαύματος.
Σὴν
πανσεβάσμιον μνήμην λαμπρῶς Εὐφρόσυνε, ἐπιτελοῦντες πίστει, ἀνακράζομεν· Πάτερ,
βοήθει διανῦσαι πᾶσιν ὁδόν, ἀκραιφνοῦς ταπεινώσεως, καὶ καταντῆσαι εἰς ὕψος τῶν
οὐρανῶν, δυσαντίβλεπτον θεώσεως.
Δόξα.
Ἦχος δ΄.
Ἐμπαιζόμενος
προσηύχου, καὶ διακονῶν τοῖς μονάζουσι ἐν τῷ σεμνείῳ προθύμως, τῆς σῆς ἀγάπης
ἐδείκνυς πᾶσι τὴν ὑπέρβασιν, Εὐφρόσυνε παμμακάριστε· διὸ καὶ ἀγγελικῆς δόξης
ἀξιωθεὶς παρὰ Κυρίου, μέτοχος ἐγένου τῶν ἀκηράτων ἀγαθῶν, ὧν καὶ ἡμᾶς ἀπολαῦσαι
λιταῖς σου ἀξίωσον Ὅσιε.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Ἡ παγκόσμιος χαρά, ἐκ τῶν δικαίων ἀνέτειλεν ἡμῖν, ἐξ Ἰωακεὶμ καὶ
τῆς Ἄννης, ἡ πανύμνητος Παρθένος· ἥτις δι᾿ ὑπερβολὴν ἀγαθότητος, ναὸς Θεοῦ
ἔμψυχος γίνεται, καὶ μόνη κατὰ ἀλήθειαν, Θεοτόκος γνωρίζεται. Αὐτῆς ταῖς
ἱκεσίαις Χριστὲ ὁ Θεός, τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν
τὸ μέγα ἔλεος.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
ᾌσμασι
καὶ ᾠδαῖς, πανευφροσύνοις πάντες, ὑμνοῦμέν σε παμμάκαρ, Εὐφρόσυνε ἀζύγων,
θεοφιλῶν ἀρχέτυπον.
Στ.: Τίμιος ἐναντίον
Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Μήλων
εὐφραντικῶν, χαρᾶς αἰωνιζούσης, ἀξίωσόν με Πάτερ, ἐν πόλῳ ἀπολαῦσαι, Εὐφρόσυνε
τρισμέγιστε.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Θέλων
ὑπηρετεῖν, ἐν μαγειρείῳ μάνδρας, τῆς σῆς χοροῖς ἀζύγων, κυρίαρχος ἐγένου, σαφῶς
σαυτοῦ Εὐφρόσυνε.
Δόξα.
Τριαδικόν.
Δεῖξόν
μοι ἀτραπούς, Τριὰς ὑπεραγία, τῆς ταπεινοφροσύνης, δι’ ἧς βροτοὶ πρὸς ἄνω,
σκηνώματα ὁδεύουσι.
Καὶ
νῦν. Θεοτοκίον.
Μῆτερ
τοῦ Λυτρωτοῦ, εὐχαῖς τοῦ Εὐφροσύνου, ἀλήκτου εὐφροσύνης, πρὸς δώματα Σοὺς
δούλους, Σὲ ἀνυμνοῦντας ἴθυνον.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁσίως ἐβίωσας ἐν ταπεινώσει πολλῇ, καὶ πόνοις ἀσκήσεως
καὶ ἀκακίᾳ ψυχῆς, Εὐφρόσυνε Ὅσιε· ὅθεν τὴν οὐρανίαν, εὐφροσύνην ἣν εὗρες,
ἔδειξας παραδόξως, μυστικῇ ἐμφανείᾳ, ἧς καὶ ἡμᾶς μετόχους, πρεσβείαις Σου ποίησον.
Δόξα... Καὶ νῦν ... Τῆς Ἑορτῆς. Ἦχος δ΄.
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ
γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν
κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν
τὴν αἰώνιον.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια γ’ τῆς Ἑορτῆς. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἰωακεὶμ καὶ ἡ Ἄννα πανηγυρίζουσι, τὴν ἀπαρχὴν τεκόντες, τῆς ἡμῶν
σωτηρίας, τὴν μόνην Θεοτόκον, οἷς καὶ ἡμεῖς, συνεορτάζοντες σήμερον, τὴν ἐκ τῆς
ῥίζης ἐκείνης τοῦ Ἰεσσαί, μακαρίζομεν Παρθένον ἁγνήν.
Ἡ θεοχώρητος Κόρη, καὶ Θεοτόκος ἁγνή, τῶν Προφητῶν τὸ κλέος, τοῦ
Δαυΐδ ἡ θυγάτηρ, σήμερον γεννᾶται ἐξ, Ἰωακείμ, καὶ τῆς Ἄννης τῆς σώφρονος, καὶ
τοῦ Ἀδάμ τὴν κατάραν τὴν εἰς ἡμᾶς, ἀνατρέπει ἐν τῷ τόκῳ αὐτῆς.
Ἡ πρώην ἄγονος χώρα, γῆν καρποφόρον γεννᾷ, καὶ ἐξ ἀκάρπου μήτρας,
καρπὸν ἅγιον δοῦσα, γάλακτι ἐκτρέφει· θαῦμα φρικτόν! ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἡ
τὸν οὐράνιον ἄρτον ἐν τῇ γαστρί, δεξαμένη γαλουχεῖται μαζῷ.
Ἕτερα.
Τοῦ Ὁσίου. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Πάντα
τὰ ἐπίκηρα, καταλιπὼν ἠκολούθησας, τῷ τῶν ὅλων Δεσπόζοντι, Εὐφρόσυνε Ὅσιε,
αἴρων τὸν σταυρόν σου, ἀκλινῶς ἐπ’ ὤμων, τῶν παναγίων σου· διό, καὶ ἐκκαθάρας
σαυτὸν πολύτιμον, τοῦ Παρακλήτου ὄργανον, καὶ σκεῦος εὔχρηστον ἔδειξας, τῶν Αὐτοῦ
παναοίδιμε, δωρεῶν καὶ τῆς χάριτος.
Ἔρωτι
ἐνθέῳ σου, τὸν νοῦν πρὸς ὕψη ἐπτέρωσας, καὶ σαυτὸν ἐταπείνωσας, ἐν μάνδρᾳ
γενόμενος, μάγειρος ἀζύγων· σὺ γὰρ τῆς ἀγάπης, πρὸς τὸν πλησίον ἀκρεμών,
διακονίας καὶ ἀναλώσεως, ὑπὲρ τῶν πέλας μάργαρον, ἀναδειχθεὶς πολυτίμητον, τῷ
Χριστῷ εὐηρέστησας, θεοφόρε Εὐφρόσυνε.
Ἤνυσας
ὡς ἄγγελος, τῆς πολιτείας σου δίαυλον, καὶ τῆς δόξης ἠξίωσαι, Ἀγγέλων Εὐφρόσυνε,
μονοτρόπων κλέος· ὅθεν τοῖς τελοῦσι, τὴν σὴν ἁγίαν ἑορτήν, καὶ αἰτουμένοις τὴν
μεσιτείαν σου, πρὸς τὸν Θεὸν καὶ Κύριον, Ὅνπερ ἀσκήσει ἐδόξασας, ὑετὸν θείας
χάριτος.
Δόξα.
Ἦχος πλ. β΄.
Σήμερον
ἐπέλαμψεν ἡμῖν ὡς φωτοφόρος ἥλιος, ἡ πανευφρόσυνος μνήμη τοῦ πνευματοφόρου
Εὐφροσύνου, διώκουσα ὁμίχλην τῆς ἡμῶν οἰήσεως· οὗτος γὰρ ταπεινώσει ἑαυτὸν
κοσμήσας, καὶ ὑπακοῇ εἰς ὕψος ἀρθεὶς τελειότητος, Χριστῷ τῷ δικαιοκρίτῃ Θεῷ
ἡμῶν πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Εἰ καὶ θείῳ βουλήματι, περιφανεῖς στεῖραι γυναῖκες ἐβλάστησαν,
ἀλλὰ πάντων ἡ Μαρία τῶν γεννηθέντων, θεοπρεπῶς ὑπερέλαμψεν· ὅτι καὶ ἐξ ἀκάρπου
παραδόξως τεχθεῖσα μητρός, ἔτεκεν ἐν σαρκὶ τῶν ἁπάντων Θεόν, ὑπὲρ φύσιν ἐξ
ἀσπόρου γαστρός, ἡ μόνη πύλη τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἣν διελθών,
κεκλεισμένην διεφύλαξε, καὶ πάντα σοφῶς οἰκονομήσας, ὡς οἶδεν αὐτος, πᾶσι τοῖς
ἀνθρώποις σωτηρίαν ἀπειργάσατο.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
ᾌσματος ᾈσμάτων τὸ
Ἀνάγνωσμα (Κεφ. στ΄, 5-7)
Τίς αὕτη ἡ ἀναβαίνουσα
λελευκανθισμένη, ἐπιστηριζομένη ἐπὶ τὸν ἀδελφιδὸν αὐτῆς; Ὑπὸ μῆλον ἐξήγειρά σε·
ἐκεῖ ὡδίνησέ σε ἡ μήτηρ σου, ἐκεῖ ὠδίνησέ σε ἡ τεκοῦσά σε. Θές με ὡς σφραγῖδα
ἐπὶ τὴν καρδίαν σου, ὡς σφραγῖδα ἐπὶ τὸν βραχίονά σου· ὅτι κραταιὰ ὡς θάνατος
ἀγάπη, σκληρὸς ὡς ἅδης ζῆλος· περίπτερα αὐτῆς περίπτερα πυρός, φλόγες αὐτῆς·
ὕδωρ πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην καὶ ποταμοὶ οὐ συγκλύσουσιν αὐτήν. Ἐὰν
δῷ ἀνὴρ πάντα τὸν βίον αὐτοῦ ἐν τῇ ἀγάπῃ, ἐξουδενώσει ἐξουδενώσουσιν αὐτόν.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή.
Ἦχος α΄.
Δεῦτε
τῶν μονοτρόπων τὰ συστήματα, Εὐφροσύνου τοῦ Ὁσίου τὴν μνήμην πανηγυρίσωμεν,
δόξαν ἀναπέμποντες τῷ αὐτὸν δοξάσαντι Κυρίῳ· οὗτος γὰρ ἀκλινῶς τὴν ἀρετὴν
ἐργασάμενος, καὶ δοχεῖον γενόμενος Παρακλήτου διαυγέστατον, ἀρχέτυπον γενόμενος
Παρακλήτου διαυγέστατον, ἀρχέτυπον γέγονε πρὸς μίμησιν εὐσεβούντων· καὶ νῦν ἐν
τῷ οὐρανίῳ λειμῶνι, Ἀγγέλοις συνευφραινόμενος, καὶ δόξης ἀλήκτου ἀπολαύων,
Χριστῷ πρεσβεύει σωθῆναι τοὺς αὐτὸν μακαρίζοντας.
Ἦχος
β΄.
Ὅσιε
Πάτερ Εὐφρόσυνε, τὴν ἀρετὴν ἐπιμελῶς ἐν τῷ μαγειρείῳ ἀσκήσας, καὶ ταπείνωσιν
ὑπὲρ χρυσίον ἀγαπήσας, εἰς ὕψος ἤρθης ἄῤῥητον τελειώσεως· ἀνάδειξον οὖν καὶ
ἡμᾶς εὐχαῖς σου ἀσιγήτοις, ταπεινώσεως ἐκμαγεῖα, πόῤῥῳ ἐλαύνων ὑπερηφανείας τὴν
σκοτομήνην, καὶ σῶσον εὐσυμπάθητε πάντας τοὺς τιμῶντάς σε.
Ἦχος
γ΄.
Θείᾳ
δυνάμει ῥωννύμενος Πάτερ, ἐν τῷ μαγειρείῳ τῆς Μονῆς σου διήνυσας, τὸ στάδιον
τῶν ὑπὲρ φύσιν ἀγώνων σου, ἀνενδότως παλαίων πρὸς τὸν ἄρχοντα τοῦ σκότους,
φωτολαμπὲς Εὐφρόσυνε· διὸ καὶ τῶν ἡτοιμασμένων ἡμῖν ἀγαθῶν ἐν Παραδείσῳ,
ἀξιωθεὶς ἀπολαῦσαι θεσπέσιε, ἱκέτευε Χριστὸν καὶ ἡμᾶς ἐν οὐρανοῖς ἀξιῶσαι, τῆς
ἀστασιάστου χαρᾶς καὶ εὐφροσύνης.
Δόξα.
Ἦχος δ΄.
Μῆλα
προσφέρων κατ’ ὄναρ εὐωδέστατα, τῷ ἱερεῖ τῆς μάνδρας σου Πάτερ Εὐφρόσυνε, τὴν
μέλλουσαν δόξαν σου αὐτῷ ἐδείκνυες, ὡς ἐν τῇ ὑπακοῇ ἀκλινὴς μένων πάντοτε· φεύγων
οὖν μετὰ τῆς ἀρετῆς σου φανέρωσιν, τὸν ἔπαινον τῶν ἀνθρώπων, ἐμάκρυνας σεαυτὸν
φυγαδεύων, ἵνα μόνον ὁ Κύριος ἀπονείμαι σοι, τὸ γέρα τῆς δόξης Ὅσιε.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Ἡ παγκόσμιος χαρά, ἐκ τῶν δικαίων ἀνέτειλεν ἡμῖν, ἐξ Ἰωακεὶμ καὶ
τῆς Ἄννης, ἡ πανύμνητος Παρθένος· ἥτις δι᾿ ὑπερβολὴν ἀγαθότητος, ναὸς Θεοῦ
ἔμψυχος γίνεται, καὶ μόνη κατὰ ἀλήθειαν, Θεοτόκος γνωρίζεται. Αὐτῆς ταῖς
ἱκεσίαις Χριστὲ ὁ Θεός, τῷ κόσμῳ τὴν εἰρήνην κατάπεμψον, καὶ ταῖς ψυχαῖς ἡμῶν
τὸ μέγα ἔλεος.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίρει,
ἐν εὐφροσύνῃ πολλῇ, ὀψοποιῶν τε καὶ μαγείρων ἡ ἔνθεος, ὁμήγυρις κεκτημένη, σὲ
θεῖον γέρας λαμπρόν, εὖχος παραστάτην, καὶ ἀκέστορα, ἐν δίναις Εὐφρόσυνε,
ταπεινώσεως σάπφειρε, διακονίας, καὶ ἀγάπης ἀμάρυγμα, λύχνε νήψεως, καὶ ἀσκήσεως
μάργαρον· ὅθεν τὴν θείαν μνήμην σου, τελοῦντες γηθόμενοι, ἀναβοῶμέν σοι πόθῳ·
μὴ διαλίπῃς ἑκάστοτε, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα
ἔλεος.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις,
τῶν ἀρετῶν ἐραστής, τῆς θείας χάριτος λαμπρὸν ἐνδιαίτημα, ἀγάπης πρὸς πέλας
βάθρον, τῆς ἀκτησίας λειμών, ταπεινοφροσύνης, στηλογράφημα, Εὐφρόσυνε Ὅσιε,
μοναστῶν ἐγκαλλώπισμα, ἀμέμπτου βίου, λαμπηδὼν καὶ θησαύρισμα, πολυτίμητον,
θεαρέστου ἀσκήσεως· μῆλον τὸ εὐωδέστατον, ἠθῶν καθαρότητος, ὑπομονῆς
ἐγκρατείας, καὶ ἀγρυπνίας κειμήλιον, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν
δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Φεύγων,
τὰς τῶν ἀνθρώπων τιμάς, καὶ ἐμπαιγμοὺς αὐτῶν δεχόμενος Ὅσιε, ἀσμένως διῆλθες
βίον, τὸν σὸν ἐν ὑπακοῇ, ἄκρᾳ ταπεινώσει, καὶ στερήσεσι, τρισμάκαρ Εὐφρόσυνε·
ὅθεν σὴν ὁσιότητα, ὁ τῆς Μονῆς σου, ἱερεὺς ὁ πραΰτατος, ἐξιστάμενος, εἶδε μῆλά
σε δίδοντα, τούτῳ κατ’ ὄναρ μέτοχος, ὡς θείας τερπνότητος, ἐκ Παραδείσου τῶν
δένδρων, ἃ ἐγερθεὶς εὗρε πάντιμε, ἐξ ὕπνου βαστάζων, καὶ ἣν ἔσχες θείαν δόξαν,
τρανῶς ἐκήρυττεν.
Δόξα.
Ἦχος πλ. δ΄.
Τὰ
ὑπερφυᾷ σκάμματα τῆς ἀσκήσεώς σου, θέλων γνωρίσαι Κύριος τοῖς συμμονασταῖς σου,
ἱερέα σῆς μάνδρας ἠξίωσεν ἰδεῖν σε ἐν τῷ Παραδείσῳ, πρὸ τῆς θανῆς σου
Εὐφρόσυνε· διὸ καὶ ἡμεῖς σὺν Ἀγγέλων χορείαις τιμῶντές σε, καὶ ἀρετῆς σου τοὺς
τρόπους ποθοῦντες μιμήσασθαι, τὰς ἀόκνους σου πρεσβείας πρὸς Κύριον αἰτούμθα,
ταπεινώσεως κρηπίδωμα.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε ἅπαντες πιστοί, πρὸς τὴν Παρθένον δράμωμεν· ἰδοὺ γὰρ
γεννᾶται, ἡ πρὸ γαστρὸς προορισθεῖσα τοῦ Θεοῦ ἡμῶν Μήτηρ, τὸ τῆς παρθενίας
κειμήλιον, ἡ τοῦ Ἀαρὼν βλαστήσασα ῥάβδος, ἐκ τῆς ῥίζης τοῦ Ἰεσσαί, τῶν Προφητῶν
τὸ κήρυγμα, καὶ τῶν δικαίων, Ἰωακεὶμ καὶ Ἄννης τὸ βλάστημα. Γεννᾶται τοίνυν,
καὶ ὁ κόσμος σύν αὐτῇ ἀνακαινίζεται, Τίκτεται, καὶ ἡ Ἐκκλησία τὴν ἑαυτῆς
εὐπρέπειαν καταστολίζεται, ὁ ναὸς ὁ ἅγιος, τὸ τῆς θεότητος δοχεῖον, τὸ
παρθενικὸν ὄργανον, ὁ βασιλικός θάλαμος, ἐν ᾧ τὸ παράδοξον τῆς ἀπορρήτου
ἑνώσεως, τῶν συνελθουσῶν ἐπὶ Χριστοῦ φύσεων, ἐτελεσιουργήθη μυστήριον· ὃν προσκυνοῦντες
ἀνυμνοῦμεν, τὴν τῆς Παρθένου πανάμωμον γέννησιν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁσίως ἐβίωσας ἐν ταπεινώσει πολλῇ, καὶ πόνοις ἀσκήσεως
καὶ ἀκακίᾳ ψυχῆς, Εὐφρόσυνε Ὅσιε· ὅθεν τὴν οὐρανίαν, εὐφροσύνην ἣν εὗρες,
ἔδειξας παραδόξως, μυστικῇ ἐμφανείᾳ, ἧς καὶ ἡμᾶς μετόχους, πρεσβείαις Σου
ποίησον.
Δόξα... Καὶ νῦν ... Τῆς Ἑορτῆς. Ἦχος δ΄.
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ
γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν
κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν
τὴν αἰώνιον.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἀείφωτος
ἀστήρ, τῇ Χριστοῦ Ἐκκλησίᾳ, ἐφάνης ἀληθῶς, ταπεινώσει καὶ νήψει, Εὐφρόσυνε
Ὅσιε, μοναστῶν ἐγκαλλώπισμα· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην,
ἑορτάζοντες, ἐπιζητοῦντες πρεσβείας, τὰς σὰς πρὸς τὸν Κύριον.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ὑπόδειξον
ἡμῖν, ταπεινώσεως τρίβους, Παρθένε ἀγαθή, ταπεινώσεως κέρας, ὡς ἂν τῇ ἰσχύϊ
Σου, ὑψωθῶμεν εἰς ἄῤῥητον, ὕψος Δέσποινα, τῆς ἐν Χριστῷ εὐφροσύνης, ἔνθα
τάγματα, Ὁσίων σὺν Εὐφροσύνῳ, ὑμνοῦσί Σε πάντοτε.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ὡς
κοινωνὸς τῆς εὐφροσύνης τῆς ἄνω, καὶ κληρονόμος τῆς ζωῆς τῆς ἀγήρω, δοχεῖον
ταπεινώσεως καὶ σκεῦος λαμπρόν, ἀκακίας ἴθυνον καὶ ἡμᾶς τοὺς ὑμνοῦντας, σοῦ τὰ
κατορθώματα πρὸς ὁδοὺς σωτηρίας, ἵνα Χριστὸν δοξάζωμεν τρανῶς, ἀζύγων κλέος,
θεόφρον Εὐφρόσυνε.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἐπεφάνης σήμερον.
Τῇ σεπτῇ γεννήσει σου, ἡ οἰκουμένη, τῷ αὔλῳ Πνεύματι, πεποικιλμένη
νοερῶς, ἐν εὐφροσύνῃ κραυγάζει σοι· Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Συντόνοις
πόνοις σου, εὐχαῖς καὶ δάκρυσιν, ἐδουλαγώγησας, σοφὲ τὴν σάρκα σου, καὶ
ἀνεπτέρωσας τὸν νοῦν πρὸς δόξαν τὴν αἰωνίαν· ὅθεν καὶ ἀπήλαυσας, τῆς χαρᾶς τοῦ
Κυρίου σου, ἧσπερ καὶ ἀξίωσον, τοὺς πιστῶς σε γεραίροντας, καὶ κράζοντες ἐκ
μέσης καρδίας· χαίροις Εὐφρόσυνε παμμάκαρ.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν
σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ
Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων
πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ
Σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ
Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὀψοποιὸς
ταπεινόφρων χρηματίσας Ὅσιε, καὶ διακονῶν τοῖς συμμονασταῖς σου προθύμως, Θεῷ
εὐηρέστησας Εὐφρόσυνε παμμακάριστε· ὅθεν τῆς φθορᾶς ἀποβαλὼν τὸν χιτῶνα,
ἀφθαρσίας ἐνεδύσω τὴν εὐπρέπειαν, τῇ τοῦ Παρακλήτου χάριτι, ἀσκητῶν περίδοξον σέμνωμα·
καὶ νῦν ὡς κληρονόμος τῆς τῶν οὐρανῶν Βασιλείας, πρέσβευε τῷ Παμβασιλεῖ Κυρίῳ,
ἀξιῶσαι καὶ ἡμᾶς ἀπολαῦσαι, Αὐτοῦ κάλλος τὸ ἄῤῥητον.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τῆς Ἁγίας οὗ ἡ ἀκροστιχίς: Εὐφροσύνου τὴν ταπείνωσιν ἐπαινῶ. Χ. Μ.
Μ.
ᾨδὴ
α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Εὐφρόσυνον Ὅσιον, τῆς ταπεινώσεως μάργαρον, καὶ λίθον πολύτιμον,
ἀσκητικῆς ἀγωγῆς, μελῳδήμασιν, εὐήχοις ἀνυμνῆσαι, τὸ στόμα μου ἄνοιξον, πάνσοφε
Κύριε.
Ὑφέρποντα
δράκοντα, τὸν νοητὸν κατεπάτησας, συντόνοις ἀσκήσεσι, καὶ ἄκρᾳ ὑπομονῇ,
ὁσιώτατε, Εὐφρόσυνε παμμάκαρ· διὸ καὶ ἠξίωσαι, δόξης τῆς κρείττονος.
Φαιδροῖς
μελῳδήμασι, δεῖ καταστέφειν τὸν μάγειρον, εὐχῆς τὸν ἀείφωτον, καρδιακῆς τὸν
φανόν, ὅτι δάκρυσι, καὶ πόνοις νυχθημέροις, Θεῷ εὐηρέστησε, θεῖον Εὐφρόσυνον.
Θεοτοκίον.
Ῥεόντων
ὑπέρτερον, τὸν Σὸν οἰκέτην ἀνάδειξον, Παρθένε καὶ ἴθυνον, πρὸς ἀκραιφνοῦς
βιοτῆς, ὅρμον Δέσποινα, τὸν Σὲ ὑμνολογοῦντα, καὶ πίστει προστρέχοντα, σκέπῃ τῇ
θείᾳ Σου.
ᾨδὴ γ΄. Τοὺς Σοὺς
ὑμνολόγους.
Ὁσίων
ἁπάντων ἀκραίμονα, Εὐφρόσυνον θεῖον ἀληθῶς, ἀρετηφόρον μέλψωμεν, ὅτι φθαρτῶν
ἠλόγησε, καὶ ζηλωτὴς ἐγένετο, τῶν ἀσωμάτων δυνάμεων.
Σαρκὸς
ἀψηφήσας τὰς κινήσεις, ἐπτέρωσας νοῦν πρὸς οὐρανόν, καὶ ἐμπαιγμοὺς δεχόμενος,
ὡς δρόσον οὐρανόσδοτον, συμμοναστῶν σου πέφηνας, λειμὼν ἀγάπης Εὐφρόσυνε.
Ὑφάνας
χιτῶνα ἀφθαρσίας, στερήσει εὐχῇ ὑπακοῇ, ὑπομονῇ καὶ δάκρυσιν, Εὐφρόσυνε εἰς
πάντερπνον, λειμῶνα θείας χάριτος, εἰσῆλθες ἄγαν γανύμενος.
Θεοτοκίον.
Νικῆσαι
ἡμᾶς τὸν παλαμναῖον, ἐχθρὸν ὅπλοις θείων ἀρετῶν, ἀξίωσον πανύμνητε, τοὺς πόθῳ
εὐφημοῦντάς Σε, ὡς τοῦ Ὑψίστου σκήνωμα, περικαλλὲς καὶ περίλαμπρον.
Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Εὐφρόσυνον
Ὅσιον ὑπακοῆς ἀκραιφνοῦς, φανὸν τηλαυγέστατον ὑπομονῆς φρυκτωρόν, καὶ λείριον
ἥδιστον, τῆς ταπεινοφροσύνης, ἐπαινέσωμεν πάντες, πόνους αὐτοῦ ποθοῦντες, τοὺς
σεπτοὺς καὶ ἀόκνους, μιμήσασθαι οὓς ἔτλη στεῤῥῶς, ὁ τρισμακάριστος.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἰούδα μεγαλύνθητι, καὶ κραταιούσθω Δαυΐδ· Ἀδὰμ ἀνακαινίσθητι, καὶ
εὐφραινέσθω Λευΐ, ἐξ ὧν μοι ἐτέχθη Χριστός. Τεῖνόν σου τὴν κινύραν, ὑμνογράφε
καὶ λέγε· Τὶς ἐστιν ἡ τεχθεῖσα, ἣν καλεῖς θυγατέρα; Τροφὸς ἐστι τῆς ζωῆς μου,
Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.
ᾨδὴ
δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ὁσιότητος
πυξίον ὑπηρέτης γενόμενος, τῶν συμμοναστῶν σου, τῷ Παμβασιλεῖ εὐηρέστησας, τῷ
κληρονόμον σε δείξαντι Εὐφρόσυνε, ὡραιότητος, τοῦ Παραδείσου τῆς κρείττονος.
Ὕπνον τὸν
τῆς ἀμελείας ἐκ βλεφάρων καρδίας σου, στάσεσι παννύχοις, καὶ εὐχῇ καθεῖλες
Εὐφρόσυνε· ὅθεν ὀρθρίζεις νῦν Πάτερ ἱερώτατε, πρὸς τὸν Κύριον, τὸν σὲ ἀξίως
δοξάσαντα.
Τῷ τῆς
μάνδρας σου κατ’ ὄναρ ἱερεῖ μῆλα ἔδωκας, ἐκ τοῦ Παραδείσου, οὗ ὑπῆρχες ἔνοικος
Ὅσιε, πρὸς τῆς θανῆς σου Εὐφρόσυνε πανθαύμαστε, ταπεινώσεως, εὐῶδες ὄντως
λευκάνθεμον.
Θεοτοκίον.
Ἡδυφθόγγοις
ἐφυμνίοις καὶ τερπνοῖς μελῳδήμασι, Σὲ ἀνευφημοῦμεν, Μῆτερ γλυκυτάτη τοῦ
Κτίσαντος, καὶ ἱκεσίας τὰς Σὰς ἀπεκδεχόμεθα, πρὸς Ὃν ἔτεκες, ὑπερφυῶς
Μητροπάρθενε.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Νοήσας
Εὐφρόσυνε, τοῦ βίου ματαιότητα, ἔδραμες χωρῆσαι μονοτρόπων, τῇ ὁμηγύρει, καὶ
ταπεινώσει σαυτόν, κοσμῆσαι ὡς ἂν εἰς οὐρανούς, ὑψώθῃς καὶ κρείττονος,
ἀπολαύσης τερπνότητος.
Τὴν σὴν
ὁσιότητα, ὁ τῆς Μονῆς σου ἄκακος, ἱερεὺς κατεῖδεν ἐν τῷ μέσῳ, συστάδος δένδρων,
καρπῶν ὡρίμων μεστῶν, Εὐφρόσυνε καὶ αὐτῶ θερμῶς, σοὶ αἰτοῦντι ἔδωκας, μῆλα
πάνυν γλυκύτατα.
Ἀζύγων
συστήματι, ἀσμένως ὑπηρέτησας, ἐν τῷ μαγειρείῳ ὑπομένων, πυρὸς τὸ καῦμα, καὶ
μοναστῶν ἐμπαιγμούς, ἀδίκως Εὐφρόσυνε σοφέ, σὲ τραχὺν ἀπαίδευτον, οἰομένων καὶ
ἄξεστον.
Θεοτοκίον.
Πιστῶν
καταφύγιον, ἁγνὴ Θεοχαρίτωτε, Δέσποινα βοήθει οὐρανόθεν, τοῖς ἐκζητοῦσι, τὴν
Σὴν θερμὴν ἀρωγήν, καὶ σῶσον ἡμᾶς ἐκ τῆς δεινῆς, καὶ μελλούσης Κρίσεως, τοὺς
ὑμνοῦντάς Σον ὄνομα.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ἐργάτης
δόκιμος πέφηνας, ἀγάπης προσευχῆς καὶ ἀσκήσεως· διὸ Εὐφρόσυνε, νῦν εὐφροσύνης
τῆς κρείττονος, ἀπαύστως ἀπολαύῃς σὺν τῷ παντάνακτι.
Ἰδεῖν
οἰκείοις σου ὄμμασιν, Ἐδὲμ τὰ ἀγαθὰ κατηξίωσαι, ἅπερ ἡτοίμασε, τοῖς ἀγαπῶσιν ὁ
Κύριος, Αὐτὸν πνευματοφόρε σεπτὲ Εὐφρόσυνε.
Νεκρώσας
σάρκα Εὐφρόσυνε, τελείᾳ ταπεινώσει καὶ δάκρυσι, σὸν νοῦν ἐπτέρωσας, πρὸς
οὐρανῶν τὰ σκηνώματα, ἐν οἷς συνεπαγάλλῃ Ἀγγέλων τάγμασι.
Θεοτοκίον.
Ὡς Βάτον
ἄφλεκτον Πάναγνε, ἣν εἶδε Μωϋσῆς εἰς τὸ Σίναιον, Ὄρος ὑμνοῦμέν Σε, καὶ
δυσωποῦμέν Σε τήρησον, Σοὺς δούλους πυραφλέκτους παθῶν τοῦ χείῤῥονος.
Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Εὐφροσύνης Ὅσιε, ἡ Ἐκκλησία Κυρίου, τῷ σῷ βίῳ
πέπλησται, δοξολογοῦσα συμφώνως, Ὅνπερ σε, ἀῤῥήτῳ τρόπῳ καὶ παραδόξῳ, ἥρπασεν,
ἐν Παραδείσῳ ἔνθεν τὰ μῆλα, ἀδελφοῖς δέδωκας ξένως, κάλλη πιστοῦντα, τὰ τούτου Εὐφρόσυνε.
Ἕτερον. Ἦχος πλ. δ΄. Τῇ ὐπερμάχῳ.
Τῆς
ψυχοτρόφου ταπεινώσεως κεφάλαιον, ὑπομονῆς καὶ ἐγκρατείας ὑποτύπωσιν, κατὰ
χρέος εὐφημοῦμέν σε θεοφόρε· ἠξιώθης ἀπολαῦσαι γὰρ τῆς κρείττονος, εὐφροσύνης
ἐν Ἐδὲμ ἧς καταξίωσον, καὶ τοὺς κράζοντας· Χαίροις μάκαρ Ευφρόσυνε.
Ὁ Οἶκος.
Ἄγγελος
ἐν ἀσκήσει, ἀκραιφνεῖ ἀνεδείχθης, Εὐφρόσυνε τοῦ Κτίσαντος φίλε· ταπεινώσει γὰρ
ὑπακοῇ, ἐγκρατείᾳ νήψει καὶ εὐχῇ ἔλαμψας, ὡς ἥλιος φωτόλαμπρος, φωτίζων τοὺς
πιστῶς βοῶντας·
Χαῖρε,
τὸ κλέϊσμα μονοτρόπων·
χαῖρε,
τὸ καύχημα τῶν μαγείρων.
Χαῖρε,
φυτοκόμε ἠθῶν τελειώσεως·
χαῖρε,
κληρονόμε τῶν κήπων τῆς χάριτος.
Χαῖρε,
μήλων ζεῦγος εὔγεστον, ἱερεῖ ὁ παραδούς·
χαῖρε,
κρίνων ὡραιότητος, ἀπολαύων δαψιλοῦς.
Χαῖρε,
ὅτι ἐδείχθης ταπεινώσεως κέρας·
χαῖρε,
ὅτι ὑπάρχεις μοναστῶν θεῖον γέρας.
Χαῖρε,
σεπτὸν δοχεῖον τοῦ Πνεύματος·
χαῖρε,
λαμπρὸν πυξίον φρονήσεως.
Χαῖρε,
δοτὴρ χαρμονῆς θεοδότου·
χαῖρε,
λυτὴρ συνοχῆς ψυχοφθόρου.
Χαίροις
μάκαρ Ευφρόσυνε.
Σ
υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Εὐφροσύνου τοῦ μαγείρου.
Ἤνεγκε πᾶν
δύσοιστον εὐψυχως βάρος,
Θείας ὁ
Εὐφρόσυνος ἠδονῆς χάριν.
Οὗτος
ἐγεννήθη ἀπὸ ἀγροίκους καὶ χωρικοὺς γονεῖς, καὶ ἐπομένως ἀνατραφεὶς μὲ
ἰδιωτικὴν καὶ ἀπαίδευτον ἀνατροφήν, ὕστερον εἰσῆλθεν εἰς μοναστήριον, καὶ
ἐνδυθεῖς τὸ σψῆμα, ἔγινεν ὑπηρέτης τῶν μοναχῶν. Ἐπειδὴ δὲ κατεγίνετο πάντοτε
εἰς τὸ μαγειρεῖον ὡς ἄγροίκος, κατεφρονεῖτο ἀπὸ ὅλους τοὺς μοναχοὺς καὶ
ἐπεριπαίζετο, πλὴν ὑπέφερεν ὁ μακάριος ὅλας τὰς καταφρονήσεις μὲ γενναιότητα
καρδίας καὶ σύνεσιν καὶ ἡσυχίαν τοῦ λογισμοῦ, χωρὶς νὰ ταράττεται δι’ ὅλου.
Διότι, ἄν καὶ ἦτον ἰδιώτης κατὰ τὸν λόγον, ὅμως δὲν ἦτον ἰδιώτης καὶ κατὰ τὴν
γνῶσιν. Διότι, εἰς τὸ μοναστήριον γὰρ ἐκεῖνο, ὅπου εὑρίσκρτο ὁ ἀοίδιμος, ἦτο
καὶ εἷς ἱερεὺς φίλος τοῦ Θεοῦ, ὅστις παρεκάλει προθύμως διὰ νὰ τῷ φανερώσῃ ὁ
Θεὸς τὰ ἀγαθά, τὰ ὁποῖα μέλλουν νὰ ἀπολαύσουν οἱ ἀγαπῶντες αὐτόν. Μίαν νύκτα
λοιπόν, κοιμωμένου τοῦ ἱερέως, ἐφάνη εἰς τὸν ὕπνον του, ὅτι εὑρέθη μέσα εἰς
περιβόλιον, καὶ ἔβλεπε τὰ ἐκεῖ εὑρισκόμενα πανευφρόσυνα ἀγαθὰ μὲ θάμβος καὶ
ἔκστασιν, ἐκεῖ δὲ εἶδε καὶ τὸν ἀνωτέρω μάγειρον του μοναστηρίου Εὐφρόσυνον,
ὅστις ἐστέκετο εἰς τὸ μέσον τοῦ περιβολίου, καὶ ἀπελάμβανε τὰ διάφορα ἐκεῖνα
ἀγαθά. Πλησιάσας λοιπὸν εἰς αὐτόν, ἠρώτα διὰ νὰ μάθῃ, ποῖον ἆρά γε εἶναι τὸ
περιβόλιον ἐκεῖνο! Καὶ πῶς αὐτὸς εὑρέθη εἰς αὐτό! Ὁ δὲ Εὐφρόσυνος,
ἀπεκρίθη:Τοῦτο εἶναι ἡ κατοικία τῶν τοῦ Θεοῦ ἐκλεκτῶν, ἐγὼ δέ, διὰ τὴν πολλὴν
ἀγαθότητα τοῦ Θεοῦ μου, ἐσυγχωρέθηκα νὰ εὐρίσκομαι ἐδῶ. καὶ ὁ ἱερεὺς τῷ λέγει:
Καὶ τί ἆρά γε κάμνεις εἰς τοῦτον τὸ περιβόλιον; Ὁ Εὐφρόσυνος ἀπεκρίθη: Ἐγὼ
ἐξουσιάζων ὅλα ὅσα βλέπεις ἐδῶ, χαίρω καὶ εὐφραίνομαι εἰς τὴν τούτων θεωρίαν
καὶ νοερὰν ἀπόλαυσιν. Ὁ δὲ ἱερεύς, τῷ εἶπε: Δύνασαι νὰ μοὶ δώσῃς κανὲν ἀπὸ τὰ
ἀγαθὰ ταῦτα; Ὁ Εὐφρόσυνος ἀπεκρίθη: Ναί, θὰ λάβῃς ἀπὸ ὅλα αὐτὰ μὲ τὴν χάριν τοῦ
Θεοῦ μου. τότε ὁ ἱερεὺς τῷ ἔδειξε μῆλά τινα, καὶ ἐζήτει νὰ τῷ δώσῃ ἀπὸ αὐτά.
Λαβὼν δὲ μερικὰ μήλα ὁ Εὐφρόσυνος, ἔβαλεν αὐτὰ εἰς τὸ ἐπανωφόριον τοῦ ἰερέως,
εἰπών: Ἰδού, κατατρύφησον τὰ μῆλα, τὰ ὁποῖα ἐζήτησας. Ἐπειδὴ δὲ τὸ σήμαντρον
ἐκτύπησε διὰ νὰ ἐγερθοῦν οἱ Πατέρες εἰς τὸν Ὄρθρον, ἐξύπνησεν ὁ ἱερεύς. Καὶ ἐν
ᾧ ἐνόμιζεν, ὅτι ἡ ὀπτασία ὅπου ἔβλεπεν ἦτον ὄνειρον, ἁπλώσας τὴν χεῖρά του εἰς
τὸ ἐπανωφόριόν του, εὗρε πραγματικῶς τὰ μῆλα. Καὶ θαυμάσας διὰ τὴν παράδοξον
αὐτῶν εὐωδίαν, ἔμεινεν ἀκίνητος εἰς ὥραν πολλήν.
Ἔπειτα, πορευθεὶς εἰς τὴν Ἐκκλησίαν, καὶ βλέπων ἐκεῖ στεκόμενον τὸν Εὐφρόσυνον, ἀπέσυρεν αὐτὸν εἰς παράμερον τόπον, καὶ τὸν ὥρκισε διὰ νὰ τῷ εἴπῃ ποῦ ἦτον ἐκείνην τὴν νύκτα. Ὁ δὲ Εὐφρόσυνος ἔλεγε: Συγχώρησόν μοι Πάτερ, εἰς κἀνὲν μέρος δὲν ὑπῆγα κατὰ τὴν νύκτα ταύτην, εἰμὴ τώρα ἦλθον εἰς τὴν Ἀκολουθίαν. Καὶ ὁ ἱερεὺς εἶπε: Διὰ τοῦτο ἐγὼ πρότερον σὲ ἔδεσα μὲ ὅρκους, διὰ νὰ φανοῦν εἰς ὅλους τὰ μεγαλεῖα τοῦ Θεοῦ, καὶ σὺ δὲν πείθεσαι νὰ φανερώσῃς τὴν ἀλήθειαν; Τότε ὁ ταπεινόφρων Εὐφρόσυνος ἀπεκρίθη: Ἐκεῖ Πάτερ ἤμην, ὅπου εἶναι τὰ ἀγαθά, τὰ ὁποῖα μέλλουν νὰ κληρονομήσουν οἱ ἀγαπῶντες τὸν Θεόν, καὶ τὰ ὁποῖα καὶ σὺ πρὸ πολλῶν ἐτῶν ἐζήτεις νὰ ἴδῃς, ἐκεῖ εἶδες καὶ ἐμὲ ἀπολαμβάνοντα τὰ τοῦ περιβολίου ἐκεῖνα ἀγαθά. Διότι θέλων ὁ Κύριος νὰ πληροφορήσῃ τὴν ἀγιωσύνην σου περὶ τῶν ζητουμένων ἀγαθῶν τῶν δικαίων, ἐνήργησε δι’ ἐμοῦ τοῦ εὐτελοῦς τοιοῦτον θαῦμα. Ὁ δὲ ἱερεὺς εἶπε: Καὶ τί μοι Πάτερ Εὐφρόσυνε, τί μοι ἔδωκας ἐκ τῶν ἀγαθῶν τοῦ περιβολίου; Ὁ δ’ Ἐὐφρόσυνος ἀπεκρίνατο: Τὰ ὡραῖα καὶ εὐωδέστατα μῆλα, τὰ ὁποῖα τώρα ἔβαλες εἰς τὴν κλίνην σου, ὅμως Πάτερ συγχώρησον, ὅτι σκώληξ εἰμὶ καὶ οὐκ ἄνθρωπος. Τότε ὁ ἱερεὺς διηγήθη εἰς ὅλους τοὺς ἀδελφοὺς τὴν ὀπτασίαν, τὴν ὁποῖαν εἶδε, καὶ διὰ μέσου αὐτῆς παρεκίνησεν ὅλους εἰς θαυμασμὸν καὶ ἔκπληξιν, καὶ εἰς ζῆλον τοῦ καλοῦ καὶ τῆς ἀρετῆς. Ὁ δὲ μακάριος Εὐφρόσυνος, φεύγων τὴν δόξαν τῶν ἀνθρώπων, κρυφίως ἀνεχώρησεν ἀπὸ τὸ μοναστήριον. Καὶ ἐμακρύνθη φυγαδεύων, μείνας ἀγνώριστος παντελῶς. πολλοὶ δὲ ἀσθενεῖς, τρώγοντες ἐκ τῶν μήλων ἐκείνων, ἰατρεύθησαν ἀπὸ τὰς ἀσθενείας των.
Ἔπειτα, πορευθεὶς εἰς τὴν Ἐκκλησίαν, καὶ βλέπων ἐκεῖ στεκόμενον τὸν Εὐφρόσυνον, ἀπέσυρεν αὐτὸν εἰς παράμερον τόπον, καὶ τὸν ὥρκισε διὰ νὰ τῷ εἴπῃ ποῦ ἦτον ἐκείνην τὴν νύκτα. Ὁ δὲ Εὐφρόσυνος ἔλεγε: Συγχώρησόν μοι Πάτερ, εἰς κἀνὲν μέρος δὲν ὑπῆγα κατὰ τὴν νύκτα ταύτην, εἰμὴ τώρα ἦλθον εἰς τὴν Ἀκολουθίαν. Καὶ ὁ ἱερεὺς εἶπε: Διὰ τοῦτο ἐγὼ πρότερον σὲ ἔδεσα μὲ ὅρκους, διὰ νὰ φανοῦν εἰς ὅλους τὰ μεγαλεῖα τοῦ Θεοῦ, καὶ σὺ δὲν πείθεσαι νὰ φανερώσῃς τὴν ἀλήθειαν; Τότε ὁ ταπεινόφρων Εὐφρόσυνος ἀπεκρίθη: Ἐκεῖ Πάτερ ἤμην, ὅπου εἶναι τὰ ἀγαθά, τὰ ὁποῖα μέλλουν νὰ κληρονομήσουν οἱ ἀγαπῶντες τὸν Θεόν, καὶ τὰ ὁποῖα καὶ σὺ πρὸ πολλῶν ἐτῶν ἐζήτεις νὰ ἴδῃς, ἐκεῖ εἶδες καὶ ἐμὲ ἀπολαμβάνοντα τὰ τοῦ περιβολίου ἐκεῖνα ἀγαθά. Διότι θέλων ὁ Κύριος νὰ πληροφορήσῃ τὴν ἀγιωσύνην σου περὶ τῶν ζητουμένων ἀγαθῶν τῶν δικαίων, ἐνήργησε δι’ ἐμοῦ τοῦ εὐτελοῦς τοιοῦτον θαῦμα. Ὁ δὲ ἱερεὺς εἶπε: Καὶ τί μοι Πάτερ Εὐφρόσυνε, τί μοι ἔδωκας ἐκ τῶν ἀγαθῶν τοῦ περιβολίου; Ὁ δ’ Ἐὐφρόσυνος ἀπεκρίνατο: Τὰ ὡραῖα καὶ εὐωδέστατα μῆλα, τὰ ὁποῖα τώρα ἔβαλες εἰς τὴν κλίνην σου, ὅμως Πάτερ συγχώρησον, ὅτι σκώληξ εἰμὶ καὶ οὐκ ἄνθρωπος. Τότε ὁ ἱερεὺς διηγήθη εἰς ὅλους τοὺς ἀδελφοὺς τὴν ὀπτασίαν, τὴν ὁποῖαν εἶδε, καὶ διὰ μέσου αὐτῆς παρεκίνησεν ὅλους εἰς θαυμασμὸν καὶ ἔκπληξιν, καὶ εἰς ζῆλον τοῦ καλοῦ καὶ τῆς ἀρετῆς. Ὁ δὲ μακάριος Εὐφρόσυνος, φεύγων τὴν δόξαν τῶν ἀνθρώπων, κρυφίως ἀνεχώρησεν ἀπὸ τὸ μοναστήριον. Καὶ ἐμακρύνθη φυγαδεύων, μείνας ἀγνώριστος παντελῶς. πολλοὶ δὲ ἀσθενεῖς, τρώγοντες ἐκ τῶν μήλων ἐκείνων, ἰατρεύθησαν ἀπὸ τὰς ἀσθενείας των.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Θεοδώρας τῆς ἐν Ἀλεξανδρείᾳ.
Καὶ σχῆμα καὶ
νοῦν ἀρρενοῖ Θεοδώρα,
Καὶ τὸν μέγαν
νοῦν αἰσχύνει πρὸ τοῦ τέλους.
Αὕτη
ἡ Ὁσία ἧν ἐκ τῆς κατ΄ Αἴγυπτον περιφανοῦς πόλεως Ἀλεξανδρείας. Ἐκ περιβλέπτου
ἀναχθεῖσα γένους, συνεζεύχθη ἀνδρὶ τιμίῳ καὶ ἢν ἐν ἔτει νοδ΄. (474) ἐπὶ τῆς
βασιλείας Ζήνωνος. Ἀλλὰ φθόνῳ τοῦ τὰ καλὰ φθονοῦντος ἐχθροῦ, τὸ τῆς μοιχείας
διεπράξατο μῦσος, καὶ ἧν μετανοοῦσα καὶ στένουσα, καὶ δάκρυσιν ἱλεουμένη τὸν
Κύριον· διὸ καὶ χαίρειν πᾶσιν εἰποῦσα, λάθρα ἐξῆλθεν τοῦ ἑαυτῆς οἰκοῦ καὶ
συγγενείας· καὶ σχῆμα ἀμείψασα, καὶ ἀνδρῴαν περιθεμένη στολήν, παρεγένετο ἐν
τίνι Μοναστηρίῳ ἀνδρῶν ὡς εὐνοῦχος Θεόδωρος. Ἐνταῦθα, ἐν βαθείᾳ ταπεινώσει
ὑπερφυῶς ἠγωνίσατο, καὶ ποικίλους ὑπέστη πειρασμούς, ἐν ἀνενδοιάστῳ πίστει καὶ
ἀταράχῳ ψυχῆ. Συκοφαντηθεῖσα γὰρ ὡς διέφθειρεν κόρην τινά, ἐδέξατο τὸ τεχθέν,
καὶ ἀνέθρεψεν αὐτὸ ἐν σπλάγχνοις μητρικοῖς. Ἐντεῦθεν ἐδοξάσθη παρὰ Θεοῦ, καὶ
θαυμάτων αὐτουργὸς ἐγένετο, ἐνεργοῦσα ἐν τῇ χάριτι τοῦ Παναγίου Πνεύματος. Καὶ
ἀποκαλυφθείσης ἐν τῷ τέλει αὐτῆς τῷ ἡγουμένῳ ἧς ἠξίωται δόξης οὐρανίου,
ἐξέστησαν ἅπαντες ἰδόντες ὅτι ἥν γυνή, καὶ ὑπερφυῶς ἐν πολλῇ καρτερίᾳ ἠγωνίσατο
κατὰ ἄνδρας, καὶ ἐδόξασαν τὸν Κύριον, τὸν ἐνισχύσαντα καὶ δοξάσαντα τὴν ἑαυτοῦ
Ὁσίαν. Ἧς ταῖς πρεσβείαις ἀξιωθείημεν καὶ ἡμεῖς τῆς οὐρανίου βασιλείας. Ἀμήν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Διοδώρου, Διομήδους καὶ
Διδύμου.
Διόδωρος
μάστιξι σὺν τοῖς συνάθλοις,
Τὴν σάρκα
δόντες, μαστιγοῦσι τὴν πλάνην.
Οὗτοι
οἱ Ἅγιοι, ἦσαν ἀπὸ τὴν Λαοδικείαν τῆς Συρίας. Συλληφθέντες δὲ ἀπὸ τὸν κατὰ
τόπον ἄρχοντα, καὶ παῤῥησίᾳ ὁμολογήσαντες ὅτι εἶναι χριστιανοί, ἐδάρησαν τόσον
ἀσπλάγχνως, ὥστε ἀπὸ τὸ πολὺν δαρμόν, παρέδωκαν τὰς ψυχάς των εἰς χεῖρας Θεοῦ,
καὶ ἔλαβον παρ’ αὐτοῦ, τοὺς στεφάνους τοῦ μαρτυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Δημήτριος καὶ Εὐανθία ἡ σύζυγος αὐτοῦ καὶ
Δημητριανὸς ὁ υἱὸς αὐτῶν λιμῷ τελειοῦνται.
Ἄγχουσιν οἱ
τρεῖς ἀρτολιμῷ γεννάδαι,
ἄρτους τὸν
αἰτήσαντα δεῖξαι τοὺς λίθους.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἴας, πρεσβύτιδος τὴν
ἡλικίαν.
Ὀσμὴν μύρων
ἔπνευσεν ἡ Μάρτυς, Ἴα,
Ἐρυθροβαφῶν
αἱμάτων ἀτμοπνόων.
Αὕτη
ἡ Ἁγία, γραῖα οὖσα κατὰ τὴν ἡλικίαν, ᾐχμαλωτίσθη ἀπὸ Πέρσας, ὁμοῦ μὲ ἐννέα
χιλιάδας χριστιανούς, οἱ ὁποῖοι ἐτιμωρήθησαν διαφοροτρόπως. Μαζὶ δὲ μὲ αὐτοὺς
παρεστάθη καὶ ἡ Ἁγία ἔμπροσθεν τῶν Ἀρχιμάγων τοῦ Βασιλέως τῆς Περσίας, καὶ
ἐτιμωρήθη μὲ διάφορα βάσανα, ὕστερον δ’ ἀπεκεφαλίσθη. Αδεται δὲ φήμη, ὅτι μετὰ
τὴν ἀποτομὴν τῆς ἱερᾶς της κεφαλῆς, ἡ γῆ ἐκείνη ὅπου ἐδέχθη τὸ αἷμά της,
ἐφούσκωσε καὶ ὑψώθη εἰς ὄγκον πολύν. Οἱ δὲ δήμιοι, οἱ ταύτην βασανίσαντες,
παρελύθησαν, καὶ ὁ ἥλιος ἐσκότισε τὸ φῶς του, καὶ ὁ περιέχων ἀὴρ ἐγέμισεν ἀπὸ
ευωδίαν γλυκυτάτην καὶ ἄῤῥητον. Οὕτω γὰρ δοξάζει ὁ Θεὸς τοὺς αὐτὶν δοξάζοντας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ὀσιομάρτυρος Θεοδώρας τῆς ἐκ
Πελοποννήσου, κειμένης ἐν τῷ χωρίῳ Βάστᾳ τῆς Μεγαλοπόλεως Ἀρκαδίας.
Θεω ὥσπερ
δώρημα Μῆτερ προσῆξας,
Πόνους
ἀσκήσεως καὶ χύσιν αἱμάτων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων·
Ἠλιοὺ τοῦ Σπηλαιώτου καὶ Ἀρσενίου
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Γρηγορίου, Θεοδώρου καὶ Λέοντος
τῶν ἐν Σάμῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν λειψάνων τῶν Ὁσίων Σεργίου καὶ
Γερμανοῦ, τῶν ἐν Βαλάμῃ θαυματουργῶν ἐκ τῆς Νοβαγράδας (Νεαπόλεως)
ἐπιστραφέντων εἰς τὴν ἐν Βαλάμῃ ἱερὰν αὐτῶν μονήν.
Ταῖς
τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ'. Οὐκ ἐλάτρευσαν
Στηλογράφημα
ὑπακοῆς καὶ νήψεως ὡς ἀντιμίσθιον, ἀσκητικῆς ἀγωγῆς, τῆς θείας σου Κύριος, εἰς
κῆπον πάντερπνον, σὲ εἰσήγαγεν, ὅπως ἀεὶ Εὐφρόσυνε, θείων δώρων ἀπολαύοις.
Ἵνα Ὅσιε
τὴν δόξαν καὶ τὸν ἔπαινον συνασκουμένων σου, ἀζύγων φύγοις σαυτόν, κρυφίως
ἐμάκρυνας, σοφὲ Εὐφρόσυνε, ἐκ τῆς μάνδρας σου, εὐθὺς ὡς πᾶσιν ἄμετρος, ἀρετὴ ἡ
σὴ ἐγνώσθη.
Νέκταρ
ἥδιστον ἀφάτου ταπεινώσεως σταλάζων Ὅσιε, τοῖς μονοτρόπων χοροῖς, καρδίας
ἐγλύκανας, αὐτῶν Εὐφρόσυνε, καὶ διήγειρας, αὐτοὺς πρὸς βίου μίμησιν, τοῦ σεμνοῦ
σου θεοφόρε.
Θεοτοκίον.
Ὡς
ὑπέρμαχον ἡμῶν ἐν βίου κλύδωσιν ὑμνολογοῦμέν Σε, Θεογεννῆτορ ἁγνή, καὶ πίστει
προστρέχομεν, τῇ προστασίᾳ Σου· Σὲ γὰρ ἔχομεν, χειραγωγὸν οἱ δοῦλοί Σου,
Ὁδηγήτρια πρὸς πόλον.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Πόνοις
λιπαινόμενος νηστείας, τηκόμενος ἀγρυπνίᾳ τε στερήσεσι, καὶ εὐχῇ Εὐφρόσυνε,
Πάτερ ὑπερήλασας, θεσμοὺς βροτείας φύσεως, καὶ πᾶσαν ηὔφρανας, χορείαν τῶν
Ἁγίων Ἀγγέλων, νῦν ἐν Παραδείσῳ, μεθ’ ἧς ἀπαύστως χαίρῃ.
Ἄκρας
εὐφροσύνης ἀπολαύων, ἐν κήπῳ τῆς ἀφθαρτότητος Εὐφρόσυνε, νῦν τὸν πανοικτίρμονα,
ἱκετεύεις Ὅσιε, ὑπὲρ τῶν μελῳδούντων Σου, εὐήχοις ᾄσμασι, τὴν μνήμην καὶ σὺν
σοὶ ἀπολαῦσαι, τῶν ἐπιποθούντων, τὴν δόξαν τοῦ Κυρίου.
Ἱερεῖ
κατέδειξας τὸν κῆπον, ὃν νέμονται φίλοι τοῦ παντάνακτος, ἐκλεκτοὶ καὶ γνήσιοι,
ὄλβιε Εὐφρόσυνε, καὶ μῆλα εὐωδέστατα, αὐτῷ παρέδωκας, εἰς πίστωσιν τῆς σῆς
παρουσίας, καὶ τῆς μετοχῆς σου, εἰς θείαν εὐφροσύνην.
Θεοτοκίον.
Νέκρωσον
σαρκὸς ἐπαναστάσεις, Παρθένε τοῦ Εὐφροσύνου παρακλήσεσι, πάντων τῶν ὑμνούντων
Σε, ὡς Θεογεννήτριαν, καὶ ἀποτάξαι φρόνημα, ἡμᾶς ἀξίωσον, τοῦ κόσμου ἵνα
πνευματοφόροι, τῆς χαρᾶς ἐν πόλῳ, γευθῶμεν τῆς ἀλήκτου.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ὥδευσας
καλῶς, ἀσκήσεως τρίβον σου, ἣν κατεκάλυνας, ταπεινώσει Ὅσιε, ἀκτημοσύνῃ,
παννύχοις στάσεσιν, ὑπομονῇ καὶ δάκρυσι· διὸ κατήντησας, εἰς λειμῶνας, θεϊκῆς
τερπνότητος, καὶ χαρᾶς ἀενάου Εὐφρόσυνε.
Χαίρων
ἱερεῖ, τὰ μῆλα παρέδωκας, κατ’ ὄναρ Ὅσιε, ἅτινα εὑρέθησαν, ἐν ταῖς ἀγκάλαις,
αὐτοῦ Εὐφρόσυνε, ἐξεργεθέντος πάραυτα, τοῦ ὕπνου· ὅθεν σου, ὡμολόγει, εὔκλειαν
ἧς ἔτυχες, ἐν Ἐδὲμ τοῖς ἀζύγων συστήμασι.
Μέμνησο
ἡμῶν, Εὐφρόσυνε πάντιμε, τῶν ἐκτελούντων σου, μνήμην τὴν πανίερον, ἀξιοχρέως,
καὶ σοῦ μιμήσασθαι, ποθούντων ταπεινώσεως, τὰ θεῖα σκάμματα, καὶ δοξάσαι, τὸν
σαφῶς κρατύναντα, ἐν ταῖς μάχαις τοῦ βίου σε Κύριον.
Θεοτοκίον.
Μῆτερ τοῦ
Θεοῦ, Ἀγγέλων ὡράϊσμα, βροτῶν διάσωσμα, καὶ τῶν μελῳδούντων Σε, προστάτις θεία,
ἐν ὥρᾳ Κρίσεως, γενέσθαι τοῦ ἀλάστορος, Σοὺς δούλους ἕρμαια, μὴ ἐάσῃς, ἀλλὰ τῇ
Σῇ χάριτι, εἰς χοροὺς σεσωσμένων κατάταξον.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀσκητικοῖς
παλαίσμασι, Κυρίῳ εὐηρέστησας, διακονίας ἀγάπης, καὶ ταπεινώσεως κέρας, Εὐφρόσυνε πανένδοξε· διόπερ νῦν τὴν μνήμην σου, τὴν φωτοφόρον
ἄγοντες, ὡς κληρονόμον τιμῶμεν, σὲ ἀγαθῶν τῶν ἐν πόλῳ.
Καὶ τὸ τῆς Ἑορτῆς. Ὅμοιον.
Ἀδὰμ ἀνακαινίσθητι, καὶ Εὔα μεγαλύνθητι, Προφῆται σὺν Ἀποστόλοις,
χορεύσατε καὶ Δικαίοις, κοινὴ χαρὰ ἐν τῷ κόσμῳ, Ἀγγέλων τε καὶ ἀνθρώπων, ἐκ τῶν
Δικαίων σήμερον, Ἰωακεὶμ καὶ τῆς Ἄννης, γεννᾶται ἡ Θεοτόκος.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου
θαύματος,
Λύχνε
φωταυγὲς Εὐφρόσυνε, ὑπακοῆς ἀληθοῦς, σκοτομήνην διέλυσας, χοϊκοῦ φρονήματος,
ταῖς αὐγαῖς ἀγαπήσεως, πρὸς τὸν πλησίον, ᾧ διηκόνησας, καὶ οὗ τὴν χλεύην,
ἀσμένως ἤνεγκας· ὅθεν ἀπείληφας, στέφος ἀφθαρτότητος, παρὰ Χριστοῦ, τοῦ ἀξίως
ἅπασι, τὸ γέρα νέμοντος.
Σκεῦος
τιμαλφὲς Εὐφρόσυνε, ἀσκητικῆς ἀγωγῆς, ἀφανῶς ἐργαζόμενος, ἀρετὴν τὴν κρείττονα,
ἰσοστάσιος γέγονας, τῶν ἀσωμάτων, ὧνπερ ἠξίωσαι, νῦν ἀπολαῦσαι, τῆς δόξης
πάντιμε, καὶ ὧν τῷ Κτίσαντι, ἀξιῶσαι ἅπαντας τοὺς εὐσεβεῖς, ἀπολαῦσαι Ὅσιε,
εὐκλείας πρέσβευε.
Μῆλα
ἱερεῖ Εὐφρόσυνε, κατ’ ὄναρ ἐκ τῆς Ἐδέμ, τοῦ λειμῶνος προσέδωκας, εὐφροσύνως
Ὅσιε, ἅπερ εἶτα εὑρέθησαν, ἐξεργεθέντος, αὐτοῦ πανέντιμε, ἐν τριβωνίῳ, αὐτοῦ
κηρύττοντος, ἧσπερ ἐπέτυχες, δόξης ὡς ἀσύλητος, τῆς ἀρετῆς, ὄλβος καὶ
θησαύρισμα, τῆς ταπεινώσεως.
Μνήμην
σὴν λαμπρὰν Εὐφρόσυνε, ἐπιτελοῦντες σεμνῶς, τοὺς τιμίους καμάτους σου,
εὐφημοῦμεν Ὅσιε, καὶ σὴν ἔνδοξον ἄσκησιν, δι’ ὧν βραβεῖον, τῆς ἄνω κλήσεως,
εἴληφας Πάτερ, καὶ τὸ ἀκρότατον, πάντων κατέλαβες, ἐφετῶν θεούμενος ὡς ἀληθῶς,
θέσει τρισμακάριστε, ἀζύγων πρόβολε.
Δόξα. Ἦχος πλ. δ΄.
Ἀποταξάμενος
χάριτι θείᾳ τὰ τοῦ βίου ἐπίκηρα, Χριστῷ τῷ ὡραίῳ κάλλει παρὰ πάντας βροτοὺς
συνετάχθης, ἀρετῆς καὶ ἀγάπης γενόμενος τύπος Εὐφρόσυνε· ταπεινῷ γὰρ φρονήματι
καὶ ὑπακοῇ ἄκρᾳ καταστείλας, τὰς ψυχοφθόρους τῆς σαρκὸς ἐπαναστάσεις, θεαρέστως
ἤσκησας, καὶ ἀζύγων δήμους κατηύφρανας παναοίδιμε· διὸ νῦν τὴν πανένδοξον
μνήμην σου λαμπρῶς ἑορτάζοντες, τὰς σεπτάς σου εὐχὰς πρὸς Κύριον ἐξαιτούμεθα,
ἵνα τύχωμεν καὶ ἡμεῖς τῶν ἀγαθῶν, τῆς τῶν Οὐρανῶν Βασιλείας.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν σαλπίσωμεν, πνευματικῇ κιθάρᾳ· ἡ γὰρ
ἐκ σπέρματος Δαυΐδ, σήμερον τίκτεται, ἡ Μήτηρ τῆς ζωῆς τὸ σκότος λύουσα· τοῦ
Ἀδὰμ ἡ ἀνάπλασις, καὶ τῆς Εὔας ἡ ἀνάκλησις, τῆς ἀφθαρσίας ἡ πηγή, καὶ τῆς
φθορᾶς ἀπαλλαγή, δι᾿ ἧς ἡμεῖς ἐθεώθημεν, καὶ τοῦ θανάτου ἐλυτρώθημεν· καὶ
βοήσωμεν αὐτῇ σὺν τῷ Γαβριήλ οἱ πιστοί· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ,
διὰ σοῦ, χαριζόμενος ἡμῖν τὸ μέγα ἔλεος.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Μῆλα
Παραδείσου τῷ ἱερεῖ, παραδοὺς Μονῆς σου, παραδόξως τὴν ἐν Ἐδέμ, θείαν
εὐφροσύνην, νῦν ἧσπερ ἀπολαύεις, κατέδειξας ἀζύγων, δήμοις Εὐφρόσυνε.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς
ταπεινώσεως φανὸς φωτοφόρος, καὶ τοῦ Σωτῆρος γνησιώτατος φίλος, Εὐφρόσυνε
μακάριε πιστῶν χαρμονή, ῥῦσαι τοὺς ἱκέτας σου ἀθυμίας καὶ ζάλης, καὶ ὁμίχλην
θλίψεων καὶ σκανδάλων τοῦ βίου, ταῖς σαῖς πρεσβείαις σκέδασον ταχύ, τῶν
κεκτημένων σε θεῖον ὑπέρμαχον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών,
οὗ ἡ ἀκροστιχίς: Εὐφροσύνης ἔμπλησον ἡμᾶς, Εὐφρόσυνε. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Εὐφρόσυνε μάκαρ ταῖς σαῖς εὐχαῖς, ἱκάνωσον πάντας, τοὺς
τιμῶντάς σε έκτενῶς, ἐν βίῳ ὁδοῖς ἀκολουθῆσαι, σῆς θεαρέστου σεμνὲ ταπεινώσεως.
Ὑπόδειγμα θεῖον ὑπακοῆς, Εὐφρόσυνε Πάτερ, ταπεινώσεως
καὶ διπλῆς, ἀγάπης εὐχαῖς σου εὐπροσδέκτοις, πρὸς τὸν Θεὸν δώρησαί μοι
μετάνοιαν.
Φωτόμορφε μάγειρε ὁ σοφῶς, μωρίαν ἐν βίῳ,
προσποιούμενος ἀσκητά, Εὐφρόσυνε νάμασιν λιτῶν σου, πρὸς τὸν Θεὸν τὴν καρδίαν
μου εὔφρανον.
Θεοτοκίον.
Ῥανίσιν ἀΰλοις Σου πρεσβειῶν, κατάσβεσον φλόγα,
Μητροπάρθενε Μαριάμ, παθῶν χαμαιζήλων μου καὶ δρόσον, ἐπίσταξόν μοι ἐλέους τοῦ
Τόκου Σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὁλοτρόπως ποθήσας τῶν
ἐφετῶν ἔσχατον, ὡς σαλὸς ἐν τῷ μαγειρείῳ, βίον διήνυσας, ἵνα διδάξῃς ἡμᾶς,
ὑπακοῆς τὴν ἀρίστην, ἀτραπὸν Εὐφρόσυνε, πνευματοφόρητε.
Συμπτωμάτων ἐξαίτει
πολυειδῶν λύτρωσιν, πᾶσι τοῖς προστρέχουσι τάχος, τῇ ἀντιλήψει σου, παρὰ
Χριστοῦ τοῦ Θεοῦ, καὶ ἱλασμὸν τῶν πταισμάτων, τοῖς πιστῶς Εὐφρόσυνε, σὲ
μακαρίζουσιν.
Ὑπερόπτα γηΐνων καὶ ζηλωτὰ
ἔνθεε, τῶν ἐν οὐρανίοις ἀῤῥεύστων, δόμων Εὐφρόσυνε, ὑπερορᾷν τῶν φθαρτῶν, καὶ
τῶν ματαίων ἁπάντων, πάντας καταξίωσον, τοὺς εὐφημοῦντάς σε.
Θεοτοκίον.
Νὺξ παθῶν ψυχοκτόνων καὶ
ζοφερὰ θύελλα, νῦν περιδονεῖ με Παρθένε, Θεογεννήτρια, ἀλλὰ θαῤῥῶν Σοι βοῶ· τῆς
μετανοίας μοι ἦμαρ, τάχος ἐξανάτειλον, Μῆτερ καὶ σῶσόν με.
Ἀνάδειξον,
τοὺς σοὺς ἱκέτας Εὐφρόσυνε θεοφόρε, Βασιλείας τῶν οὐρανῶν πολίτας τοὺς
μέλποντας, σὴν ἄκραν ταπείνωσιν ἐν ἀσκήσει.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν τὴν σὴν
κατέχοντες Εὐφρόσυνε, ὡς ὅπλον ἐχθροῦ τιτρώσκομεν βουλεύματα, ἀσκητὰ πανόσιε, ὁ
μωρίαν σοφῶς προσποιούμενος, καὶ τὴν ζωὴν εἰρήνευσον ἡμῶν, ἀεὶ προστρεχόντων τῇ
σῇ χάριτι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ ψυχόλεθρος ἔπαρσις, φεῦ μὲ κατακαίει ὡς πῦρ
Εὐφρόσυνε· διὸ κράζω σοι· τοῖς νάμασι, σῶν εὐχῶν με δρόσισον πρὸς τὸν Κύριον.
Σκοτομήνην ἀπέλασον, ἀφ’ ἡμῶν Εὐφρόσυνε τῆς κακότητος,
ὁ ἀγάπης ἀδιάπτωτον, φῶς ἀστράπτων πᾶσι τοῖς μονάζουσι.
Εὔχρηστόν με κυάθιον, ποίησον ἱκέτην τὸν σὸν Εὐφρόσυνε,
ταπεινώσεως καὶ νήψεως, ὁ μωρίαν πᾶσιν ἐνδεικνύμενος.
Θεοτοκίον.
Μακαρίζοντας ἅπαντας, Σὲ Θεογεννήτρια βλάβης λύτρωσαι,
τοῦ δολίου πολεμήτορος, κεχαριτωμένη Μητροπάρθενε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Πόνοις ἀσκητά, τῆς νηστείας λιπαινόμενος, μεροπείους
ὑπερήλασας θεσμούς, πρεσβευτὰ ἡμῶν πρὸς Κύριον Εὐφρόσυνε.
Λίθε προσευχῆς, πολυτίμητε στερέωσον, ἐν τῇ πίστει τῇ
ὀρθῇ τοὺς σοὶ θερμῶς, καθ’ ἑκάστην καταφεύγοντας Εὐφρόσυνε.
Ἤσκησας καλῶς, ὡς ἰσάγγελος Εὐφρόσυνε, καὶ κατήντησας
εἰς ὕψος θεϊκόν, ἱλεούμενος ἡμῖν Χριστὸν σοῖς πρόσφυγξι.
Θεοτοκίον.
Σκέδασον ἀχλύν, τῶν ἀπείρων ἐγκλημάτων μου, τῷ φωτὶ τῶν
μητρικῶν Σου πρεσβειῶν, πρὸς Ὃν ἔτεκες ἀφράστως Θεονύμφευτε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὁδήγησον, τοὺς παρακαλοῦντάς σε, πρὸς νομὰς τῶν οὐρανῶν
σωτηρίους, ὁ ὑπὸ πάντων ἐν τῷ μαγειρείῳ, περιφρονούμενος μάκαρ Εὐφρόσυνε, τοῦ
σοῦ σεμνείου ὡς σαλός, ἀρετῆς μονοτρόπων ὑπόδειγμα.
Νοήσαντα, βίου ματαιότητα, καὶ κοσμήσαντα σαυτὸν
ταπεινώσει, ἵνα χαρᾶς ἀπολαύσῃ ἀλήκτου, σεπτὸν Εὐφρόσυνον ὕμνοις γεραίρομεν,
ἀναβοῶντες· τῶν φθαρτῶν, ὑπερόπτας ἡμᾶς δεῖξον Ὅσιε.
Ἡ χάρις σου, συνοδεύει ἅπαντας, τοὺς τιμῶντάς σου τὴν
μνήμην τὴν θείαν, τῆς εὐφροσύνης συνώνυμε Πάτερ, τῆς αἰωνίου ἧς νῦν κατηξίωσαι,
ἐν τῷ λειμῶνι οὐρανῶν, ὁ Θεοῦ μῆλα δῶρον δεξάμενος.
Θεοτοκίον.
Μητράναδρε, τὴν ψυχήν μου κάθαρον, μώμου σπίλου
μολυσμοῦ καὶ ῥυτίδος, τὴν χαλεπῶς μιανθεῖσαν Παρθένε, ἄσπιλε ἄμωμε καὶ
ἀῤῥυτίδωτε, καὶ μετανοίας με καρπούς, ἐκβλαστάνειν ἡδίστους ἐνίσχυσον.
Ἀνάδειξον,
τοὺς σοὺς ἱκέτας Εὐφρόσυνε θεοφόρε, Βασιλείας τῶν οὐρανῶν πολίτας τοὺς
μέλποντας, σὴν ἄκραν ταπείνωσιν ἐν ἀσκήσει.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὸν εὐφροσύνης ἀεὶ
ἀπολαύοντα, τῶν οὐρανῶν σὺν Χριστῷ παντοκράτορι, ἀνευφημοῦντες θεόπνουν
Εὐφρόσυνον, τὰς προσευχὰς τὰς αὐτοῦ ἐκζητήσωμεν, χαρᾶς ἵνα τύχωμεν κρείττονος.
Προκείμενον: Τίμιος
ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Θαυμαστὸς ὁ
Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον,
ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-21)
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ
Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ
λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος,
οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ
πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ,
ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς
ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα
ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε.
Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ
ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα
ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ
σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν
με...
Σοῖς οἰκείοις ὄμμασι, τὰ
ἀγαθὰ Παραδείσου, ἃ Θεὸς ἡτοίμασε, τοῖς Αὐτὸν Εὐφρόσυνε θεοδόξαστε, ἐκ ψυχῆς
Ὅσιε, καθαρᾶς φιλῶσιν, ἀπολαῦσαι κατηξίωσαι, καὶ χάριν εὕρηκας, δυσωπεῖν ὑπὲρ
τῶν τιμώντων σε, Χριστὸν τὸν Παντοκράτορα, ἀσκητὰ σοφὲ ταπεινώσεως, ἐν τῷ
μαγειρείῳ, οφθεὶς τῆς σῆς Μονῆς λαμπρὰ εἰκών, ὑπακοῆς τε καὶ νήψεως, ἔμπνουν
στηλογράφημα.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀπαθείας τῇ δρόσῳ ἐμπαιγμῶν τὰς καμίνους τὸν
κατασβέσαντα, τιμήσωμεν προφρόνως, βοῶντες· σαῖς πρεσβείαις, σβέσον Πάτερ
Εὐφρόσυνε, καὶ τῶν παθῶν ἱκετῶν, τῶν σῶν ταχὺ τὸ καῦμα.
Σκοτασμοῦ παθημάτων ἀλγεινῶν νοσημάτων καὶ πάσης
θλίψεως, ἀπάλλαξον λιταῖς σου, Εὐφρόσυνε τοὺς πίστει, σοὶ ἀεὶ καταφεύγοντας·
παρὰ Θεοῦ γὰρ πολλήν, τὴν χάριν ἐκομίσω.
Ἐντολῶν με τῶν θείων τηρητὴν καὶ ἐργάτην σοφὲ
ἀνάδειξον, Εὐφρόσυνε τρισμάκαρ, ἵνα κληρονομήσω, Βασιλείαν οὐράνιον, ἧσπερ ὡς
ὑπακοῆς, φαιδρότης ἀπολαύεις.
Θεοτοκίον.
Ὑπὲρ πάντων δυσώπει τὸν Υἱόν Σου Παρθένε μεγαλυνόντων
Σε, καὶ ὄμβρησον ὑψόθεν, νεφέλη ὀμβοτόκε, δούλοις Σοῖς κατανύξεως, ψεκάδας ἵνα
λαμπρῶς, δοξάζομεν Σὸν Τόκον.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Φλέξον ἀκάνθας, τῶν χαμαιζήλων παθῶν μου, τῷ πυρὶ τῶν
σεπτῶν πρεσβειῶν σου, πρὸς τὸν Ζωοδότην, Εὐφρόσυνε τρισμάκαρ.
Ῥῦσαι κινδύνων, καὶ συμφορῶν κατωδύνων, τοὺς τιμῶντας
τὴν θείαν σου μνήμην, ταπεινοφροσύνης, Εὐφρόσυνε ἀκρότης.
Ὁσίων κέρας, προσποιουμένων μωρίαν, ἀποφεύγειν μωρὰς
συζητήσεις, καταξίωσόν με, σὸν ἄθλιον ἱκέτην.
Θεοτοκίον.
Σκέπη καὶ ῥῦστις, καὶ ταχινὴ ἀντιλήπτορ, τῶν Σῶν δούλων
ὑπάρχεις Παρθένε, τῶν τοῦ Εὐφροσύνου, ὑμνούντων θείαν μνήμην.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὑφέρπων νῦν δολίως, ὄφις ὁ ἀρχαῖος, πρὸς τὸν βυθὸν
ἁμαρτίας καθέλκει με· σὺ οὖν προφθάσας Εὐφρόσυνε τούτου σῶσόν με.
Νεκρώσας τοῦ σαρκίου, πάθη ταπεινώσει, καὶ νοῦν ζωώσας
νηστείᾳ καὶ δάκρυσιν, ἀπονεκροῖς ἡμῶν πάθη εὐχαῖς σου Ὅσιε.
Ἐν ταῖς αὐλαῖς δικαίων, νῦν σοφὲ χορεύων, καὶ τῶν Ὁσίων
θεόφρον Εὐφρόσυνε, Χριστὸν δυσώπει διδόναι ἡμῖν μετάνοιαν.
Θεοτοκίον.
Χαρίτων μυροθήκη, κεχαριτωμένη, καὶ ταπεινώσεως θεῖον
ὀσφράδιον, μύρῳ ἡμῶν Σαῖς πρεσβείαις ῥᾶνον χρηστότητος.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίροις ὁ καλλύνας σὴν
βιοτήν, ταπεινώσει ἄκρᾳ, ἀκτησίᾳ καὶ προσευχῇ· χαίροις ὁ μωρίᾳ, προσποιητῇ εἰς
ὕψος, σοφίας καταντήσας, θείας Εὐφρόσυνε.
Χαίροις ὁ τὰ μῆλα τῷ ἱερεῖ,
παραδοὺς κατ’ ὄναρ, ἃ εὑρέθησαν θαυμαστῶς, ἐν αὐτοῦ ἀγκάλαις, εὐθὺς
ἐξεργεθέντος, τοῦ ὕπνου θεοφόρε, Πάτερ Εὐφρόσυνε.
Χαίροις τῶν μαγείρων ἡ
καλλονή· χαίροις μονοτρόπων, πρὸς τὴν θέωσιν ἡ ὁδός· χαίροις Παρακλήτου, τὸ
εὔχρηστον δοχεῖον, Εὐφρόσυνε παμμάκαρ, ῥεῖθρον χρηστότητος.
Μέμνησο Εὐφρόσυνε τῶν
πιστῶς, μνήμην ἐκτελοῦντω, σὴν πανίερον καὶ σεπτήν, καὶ ἐπιποθούντων,
μιμήσασθαι ἐν βίῳ, ὁδὸν ἀρίστην Πάτερ, σῆς ταπεινώσεως.
Ὄμβρησον ὑψόθεν μοι σαῖς
εὐχαῖς, δάκρυα γνησίας, μετανοίας τὰ τὴν ψυχήν, λογισμῶν ἀνάγνων, καθαίροντα
καὶ σῶσον, θανάτου με ἀλήκτου, μάκαρ Εὐφρόσυνε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάσης, τοῦ ἐχθροῦ
ἐπιβουλῆς, νόσων ἀνιάτων καὶ βλάβης, θεοειδὲς ἀσκητά, βάθρον ταπεινώσεως, εὐχῆς
θεμέλιον, ὁ εἰς ὕψος τρισμέγιστον, θεώσεως φθάσας, Ὅσιε Εὐφρόσυνε, ἡμᾶς
ἀπάλλαξον, καὶ πρὸς πανευφρόσυνον κῆπον, τῆς τῶν οὐρανῶν Βασιλείας, ἴθυνον τοὺς
σὲ ἀεὶ γεραίροντας.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου