ΝΟΕΜΒΡΙΟΣ 22!!
ΦΙΛΗΜΩΝ ΑΠΟΣΤΟΛΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Κυρίλλου
Κογεράκη, Μητροπολίτου Ῥόδου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄.
Ἔδωκας σημείωσιν.
Μνήμη
ἡ ὑπέρτιμος, τοῦ Ἀποστόλου Φιλήμονος, ὡς ἀστὴρ ἀνατέταλκεν, οὐράνιος σήμερον,
χάριτος τῇ αἴγλῃ, ἐκλάμπουσα κόσμῳ, καὶ καταυγάζουσα φαιδρῶς, τῆς Ἑκκλησίας
ἅπαν τὸ πλήρωμα, ἐν ᾗ πανηγυρίζοντες, οἱ εὐσεβεῖς μετὰ πίστεως, τὸν ἐκ Κόρης
Θεόπαιδος, σαρκωθέντα δοξάζομεν.
Ὕμνοις
ἑορτίοις σε, ἀνευφημοῦμεν Ἀπόστολε, οἱ πιστοὶ ἐν τῇ μνήμῃ σου· Χριστὸν γὰρ τὸν
Κύριον, ἐπιγνοὺς Σωτῆρα, ἁπάντων ἀνθρώπων, τὸ Εὐαγγέλιον λαοῖς, τοῖς ἀγνοοῦσιν
Αὐτὸν ἐκήρυξας, Φιλῆμον ἱερώτατε, καὶ μαρτυρίου ἐν αἵματι, ἐκτελέσας τὸν δρόμον
σου, ἐδοξάσθης τοῖς θαύμασι.
Παύλῳ
ἐφεπόμενος, τῷ θαυμαστῷ διδασκάλῳ σου, τὸν Χριστὸν ἐν τοῖς ἔθνεσι, Σωτῆρα
ἐκήρυξας, ἔνδοξε Φιλῆμον, καὶ ὡς στρατιώτης, τῆς εὐσεβείας κραταιός, ἐχθροῦ
διώλεσας τὰ στρατεύματα· διὸ ζωῆς τὴν εὔκλειαν, τῆς ἀθανάτου ἐτρύγησας,
ἀναβλύζων ἰάματα, τοὺς πιστῶς σοι προστρέχουσι.
Κρήνη
ἀπειρόδωρος, τῶν δωρημάτων τῆς χάριτος, τοῦ ἁγίου λειψάνου σου, ἡ θήκη
γνωρίζεται, τοῖς προσερχομένοις, Φιλῆμον θεόφρον, καὶ θεραπεύει ἀληθῶς, ψυχῆς
καὶ σώματος τὰ νοσήματα· διὸ κατασπαζόμενοι, αὐτὴν παμμάκαρ ἐκ πίστεως, τὸν
Σωτῆρα δοξάζομεν, τὸν τρανῶς σε δοξάζοντα.
Δόξα.
Ἦχος δ΄.
Δεῦτε
πάντες οἱ πιστοί, Φιλήμονα σήμερον τὸν θεῖον Ἀπόστολον τιμήσωμεν· τὸν μαθητὴν
τοῦ θεοκήρυκος Παύλου, καὶ κήρυκα τοῦ Εὐαγγελίου· τὸν λαμπρότατον τῆς εὐσεβείας
φωστῆρα, δι’ οὗ τῆς εἰδωλικῆς ἀσέβειας, ἡ σκοτία διαλέλυται. Κύριε, πρεσβείαις
Αὐτοῦ, τὰ ἐλή Σου τῷ λαῷ Σου θαυμάστωσον.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Δεῦτε πάντες οἱ λαοί, τὴν μόνην ἀμώμητον ἐγκωμιάσωμεν, τὴν ἐκ τῶν
Προφητῶν προκηρυχθεῖσαν, καὶ ἐν Ναῷ προσενεχθεῖσαν, τὴν πρὸ αἰώνων
προορισθεῖσαν Μητέρα, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων, ἀναδειχθεῖσαν Θεοτόκον, Κύριε
πρεσβείαις αὐτῆς, τὴν εἰρήνην σου παράσχου ἡμῖν, καὶ τὸ μέγα ἔλεος.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἔμψυχος
οὐρανός, ἐδείχθης εὐσεβείας, Θεοῦ τὰ μεγαλεῖα, Ἀπόστολε Φιλῆμον, τῷ κόσμῳ
διηγούμενος.
Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς
οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Παύλῳ
μαθητευθείς, Ἀπόστολε Φιλῆμον, ἐκήρυξας πανσόφως, τοῖς ἔθνεσι τὸν λόγον, τῆς
σωτηρίου πίστεως.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ
στερέωμα.
Λόγον
ἱερουργῶν, τὸν τοῦ Εὐαγγελίου, ἐφώτισας ἀνθρώπους, Χριστοῦ τῇ ἐπιγνώσει,
Φιλῆμον ἱερώτατε.
Δόξα.
Ἦχος δ΄.
Ὡς
Ἀπόστολον καὶ Ἱεράρχην καὶ Μάρτυρα, Φιλῆμον Ἀπόστολε τιμῶμέν σε, τὴν μνήμην σου
σήμερον ἑορτάζοντες. Διὸ πρέσβευε τῷ Κυρίῳ, δωρηθῆναι ἡμῖν πταισμάτων ἄφεσιν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Σήμερον,
ὁ Ναὸς ὁ ἔμψυχος, τοῦ μεγάλου Βασιλέως, ἐν ναῷ εἰσέρχεται, αὐτῷ ἑτοιμασθῆναι,
εἰς θείαν κατοίκησιν. Λαοὶ ἀγαλλιᾶσθε.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος
γ’.
Ἀπόστολε Ἅγιε καὶ ἰαματικὲ Φιλῆμον, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα
πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Ἕτερον Ἦχος
α’. Τῆς ἐρήμου πολίτης.
Φερωνύμως
φιλήσας τὸν Χριστὸν διὰ πίστεως, ἀποστολικῶς ἐν τῷ κόσμῳ, ὦ Φιλῆμον διέπρεψας,
καὶ αἵμασιν Μαρτύρων φοινιχθείς, μετέστης εὐκλεῶς πρὸς οὐρανούς, πρυτανεύων
τοῖς ἐν κόσμῳ τὰς δωρεάς, ἀφθόνως τῶν ἰαμάτων. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,
δόξα τῷ σὲ ἀναδείξαντι, δόξα τῷ δωρησαμένῳ σε ἡμῖν ῥύστην ἐν θλίψεσι.
Δόξα. Ἦχος δ’. Ταχύ προκατάλαβε.
Tετρὰς ἡ θεοσύλλεκτος τῶν ἀποστόλων Χριστοῦ, Φιλήμων καὶ Ἄρχιππος καὶ σὺν Ἀπφίᾳ
ὁμοῦ, ὁ θεῖος Ὀνήσιμος· λάμψαντες τοῖς ἐν σκότει ἀληθείας τὴν
γνῶσιν, ἤθλησαν ὁμοφρόνως καὶ τὴν πλάνην καθεῖλον· καὶ νῦν ἐξευμενίζονται πᾶσι
τὸν Κύριον.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων
σωτηρίας ἡ προκήρυξις, ἐν Ναῷ τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν
Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε
τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος
ἀνήρ. Εἰς
δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς
Ἑορτῆς γ’. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ
τοῦ παραδόξου θαύματος! προϋπογράφεται νῦν, τὸ ἐσόμενον ἄρρητον, ἐν συμβόλοις
σήμερον, ὁρατοῖς τὰ νοούμενα· ἡ φῶς γὰρ κόσμῳ, θεῖον ἐκλάμψουσα, νυμφαγωγεῖται,
πρὸς Ναὸν ἔνθεον, ἣν εὐφημήσωμεν, ὡς ναὸν θεότητος ὑπερφυῆ, ἅγιον ἀείφωτον, τοῦ
φωτοδότου Χριστοῦ.
Ὄντως
ἀπαρχὴν εὐσπρόδεκτον, Ἰωακεὶμ ὁ σοφός, σὺν τῇ Ἄννῃ προσήνεγκαν, τῷ καταξιώσαντι
θεῖον δοῦναι καρπὸν αὐτοῖς, καὶ θεόπαιδα, κόρην Μαρίαν σαφῶς, δι' ἧς τῆς λύπης,
ἐλύθη ὄφλημα, ἣν ἀνυμνήσωμεν, εὐσεβῶς γηθόμενοι· τῆς γὰρ χαρᾶς, πρόξενος
γεγένηται, παντὶ τῷ κόσμῳ αὐτῇ.
Δεῦτε
μυστικῶς συνδράμωμεν, καὶ προεξάρξωμεν νῦν, ταῖς λαμπάσι τῆς πίστεως,
καταλαμπρυνόμενοι, τῆς Παρθένου τὴν πρόοδον· Ναὸν Θεοῦ γάρ, δόξῃ εἰσέρχεται,
προμνηστευθεῖσα, σαφῶς τῷ Πνεύματι, ἧς ἑορτάσωμεν, τὴν τερπνὴν πανήγυριν,
θεοπρεπῶς, πάντες εὐωχούμενοι, ἐν τῇ Εἰσόδῳ αὐτῆς.
Καὶ Στιχηρὰ Προσόμοια τῶν Ἀποστόλων. Ἦχος β'. Ὅτε, ἐκ τοῦ ξύλου
σε .
Κλῆμα,
τῆς ἀμπέλου τῆς ζωῆς, ἔνδοξε Φιλῆμον ὑπάρχων, οἶνον ἀπέσταξας, θείας
ἐπιγνώσεως, ταῖς ἐν ὀδύνῃ ψυχαῖς, καὶ καρδίας ἐπεύφρανας, τὰς σκυθρωπαζούσας,
πλάνης ἀμαυρότητι, περικειμένας τε, ζόφῳ τῆς εἰδωλομανίας· ὅθεν γηθοσύνως τὴν
μνήμην, σοῦ τὴν θεαυγῆ πανηγυρίζομεν.
Πόλις,
τῶν Γαζαίων σε τιμᾷ, φῶς τῆς ἐπιγνώσεως Μάκαρ, διὰ σοῦ βλέψασα· ἡ Κολασσαέων
δέ, τὸ θεῖον σῶμά σου, ὥσπερ ὄλβον κατέχουσα, τρυγᾷ τὰς ἰάσεις, καὶ τὴν
ἀναβλύζουσαν, χάριν ἑκάστοτε· ὅθεν, ἐκτελεῖ σου τὴν μνήμην, περισῳζομένη
κινδύνων, ἔνδοξε Φιλῆμον τῇ πρεσβείᾳ σου.
Πίστει,
σὺν Ἀπφίᾳ τῇ σεμνῇ, Ἄρχιππον σοφὸν Ἱεράρχην, ἀνευφημήσωμεν, μέλποντες Φιλήμονα,
καὶ τὸν Ὀνήσιμον, ἱεροὺς θεοκήρυκας, σεπτοὺς διδασκάλους, πλάνην τὴν πολύθεον,
τοὺς ἐκριζώσαντας, λόγῳ καὶ φυτεύσαντας πᾶσι, γνῶσιν ἀληθείας, καὶ τούτων,
εὐσεβῶς τὴν μνήμην ἑορτάσωμεν.
Δόξα.
Τῶν Ἀποστόλων. Ἦχος πλ. β'
Δεῦτε
συμφώνως ἀνυμνήσωμεν, τοὺς αὐτόπτας τοῦ Λόγου, καὶ μύστας τῶν θαυμάτων αὐτοῦ,
Φιλήμονα, καὶ Ὀνήσιμον, Ἀπφίαν καὶ Ἄρχιππον, τοὺς Ἀποστόλους Χριστοῦ· Χαίρετε,
ἐκβοῶντες αὐτοῖς, τῆς οἰκουμένης φωστῆρες, Κολασσαέων πρόβολοι· Χαίρετε,
Ἀγγέλων ὁμοδίαιτοι, οἱ τὴν πλάνην τῶν εἰδώλων, ἀνδρικῶς καταστρεψάμενοι, καὶ
Χριστὸν Σωτῆρα κηρύξαντες, καὶ τῆς πλάνης τοὺς ἀνθρώπους ἀπαλλάξαντες. Διὸ ὡς
παριστάμενοι τῷ θρόνῳ τῆς Ἁγίας τριάδος, πρεσβεύσατε σωθῆναι τὰς ψυχάς
ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ἦχος α'. Γεωργίου Νικομηδείας
Ἀγαλλιάσθω
σήμερον ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι εὐφροσύνην ῥανάτωσαν, ἐπὶ τὰ λίαν
παράδοξα, μεγαλεῖα τοῦ Θεοῦ ἡμῶν· ἰδοὺ γὰρ ἡ πύλη, ἡ κατὰ Ἀνατολάς βλέπουσα,
ἀποκυηθεῖσα ἐκ στείρας ἀκάρπου, ἐξ ἐπαγγελίας, καὶ τῷ Θεῷ ἀφιερωθεῖσα εἰς
κατοίκησιν, σήμερον ἐν τῷ Ναῷ, ὡς ἄμωμος προσφορὰ προσάγεται, Ἀγαλλιάσθω ὁ
Δαυΐδ, κρούων τὴν κινύραν. Ἀπενεχθήσονταί φησι, τῷ Βασιλεῖ παρθένοι ὀπίσω
αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονται, ἔσω ἐν τῇ σκηνὴ τοῦ Θεοῦ, ἔνδον τοῦ
ἱλαστηρίου αὐτοῦ, ἀνατραφῆναι εἰς κατοίκησιν, τοῦ πρὸ αἰώνων ἐκ Πατρὸς
ἀρρεύστως γεννηθέντος, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Πρὸς
Φιλήμονα Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
Παῦλος,
δέσμιος Χριστοῦ Ἰησοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, Φιλήμονι τῷ ἀγαπητῷ, καὶ συνεργῷ
ἡμῶν, καὶ Ἀπμφίᾳ τῇ ἀγαπητῇ, καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν καὶ τὴν κατ’οἶκόν
σου ἐκκλησίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ
Χριστοῦ.
Εὐχαριστῷ
τῷ Θεῷ μου πάντοτς μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, ἀκούων σου τὴν
ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχεις πρὸς Κύριον Ἰησοῦν καὶ ἐπὶ πάντας τοὺς Ἁγίους,
ὄπως ἡ κοινωνία τῆς πίστεώς σου ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ
ἐν ὑμῖν εἰς Χριστὸν Ἰησοῦν. Χαρὰν γὰρ ἔχομεν πολλὴν καὶ παράκλησιν ἐπὶ τῇ ἀγάπῃ
σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ. Διό, πολλὴν ἐν
Χριστῷ παῤῥησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀνῆκον, διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ,
τοιοῦτος ὢν ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος Ἰησοῦ Χριστοῦ, παρακαλῶ σε
περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς μου, Ὀνήσιμον, τὸν ποτέ σοι
ἄχρηστον, νυνὶ δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον, ὃν ἀνέπεμψα· σὺ δὲ αὐτόν, τοῦτ’ ἔστι
τὰ ἐμὰ σπλάγχνα, προσλαβοῦ· ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ
σοῦ διακονῇ μοι ἐν τοῖς δεσμοῖς τοῦ Εὐαγγέλιου· χωρὶς δὲ τῆς σῆς γνώμης οὐδὲ
ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾗ, ἀλλὰ κατὰ ἑκούσιον.
Τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, οὐκέτι ὡς
δοῦλον, ἀλλ’ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί, πόσω σὲ μᾶλλον σοὶ
καὶ ἐν σαρκὶ καὶ ἐν Κυρίῳ. Εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸ ὡς ἐμέ. Εἰ
δέ τι ἠδίκησέ σε ἤ ὀφείλει, τοῦτον ἐμοὶ ἐλλόγει· ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ
χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὄτι καὶ σεαυτόν μοι προσοφείλεις. Ναί,
ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν Κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Κυρίῳ. Πεποιθὼς
τῇ ὑπακοῇ σου ἔγραψα σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ὃ λέγω ποιήσεις. Ἅμα δὲ καὶ
ἐτοίμαζέ μοι ξενίαν· ἐλπίζω γὰρ ὄτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν.
Ἀσπάζεταί
σε Ἐπαφρᾶς ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ, Μάρκος, Ἀρίσταρχος, Δημᾶς,
Λουκᾶς, οἱ συνεργοί μου.
Ἡ
χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν· ἀμήν.
Πρὸς
Κολοσσαεῖς Ἐπιστολῆς Παῦλου τὸ Ἀνάγνωσμα (Κεφ. Γ΄, 5-11)
Ἀδελφοί·
νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ γῆς, πορνείαν ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν
κακήν, καὶ τὴν πλεονοεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία, δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ
Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, ἐν οἷς καὶ ὑμεῖς, περιεπατήσατέ ποτέ, ὅτε
ἐζῆτε ἐν αὐτοῖς· νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν,
βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· μὴ ψεύδεσθε εἰς ἀλλήλους,
ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ἐνδυσάμενοι τὸν
νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν, ὅπου οὐκ
ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος,
ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.
Πρὸς
Κολοσσαεῖς Ἐπιστολῆς Παῦλου τὸ Ἀνάγνωσμα (Κεφ. Γ΄, 12-14)
Ἀδελφοί·
ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ ἅγιοι, καὶ ἠγαπημένοι σπλάγχνα οἰκτιρμῶν,
χρηστότητα, ταπεινοφροσύνην, πρᾳότητα, μακροθυμίαν, ἀνεχόμενοι ἀλλήλων καὶ
χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο
ὑμῖν, οὕτω καὶ ὑμεῖς· ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος τῆς
τελειότητος.
Λιτή.
Ἦχος α’.
Ὁ
φωτισμὸς τοῦ ἐκ Παρθένου Θεόπαιδος, δι’ ἡμᾶς σωματικῶς ἐπιφανέντος, ἀνάρχου
Λόγου τοῦ Πατρός, τῇ καθαρᾷ σου καρδίᾳ, ἐπανατείλας Φιλῆμον Ἀπόστολε, φωστῆρά
σε παγκόσμιον εἰργάσατο, ἐκ σκότους ἀγνωσίας τοὺς ἀνθρώπους ἐξάγοντα, καὶ κόσμο
φωτίζοντα, τῇ ἐπιλάμψει τῆς χάριτος· ὅθεν σήμερον οἱ πιστοί, τὴν μνήμην σου
ἐκτελοῦντες, τοὺς κόπους σου μακαρίζομεν, καὶ αἰτοῦμέν σε πρέσβυν πρὸς Κύριον,
τὸν σώζοντα ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἦχος
β΄.
Ἀπόστολε
ἔνδοξε, Φιλῆμον ἱερώτατε, τοῦ Παρακλήτου ἐνδεδυμένος τὴν δύναμιν, τὴν εἰδωλικὴν
ἀπάτην κατήσχυνας, καὶ τὴν ἀλήθειαν τῷ κόσμῳ ἐκήρυξας, Χριστὸν τὸν δι’ ἡμᾶς
ἐνανθρωπήσαντα, ἄναρχον Λόγον τοῦ Πατρός, Ὃν καὶ φερωνύμως φιλήσας, μαρτυρικοῦ
ποτηρίου μετέλαβες· ὅθεν ὡς δεδοξασμένος ὑπάρχων, ὑπὲρ ἡμῶν Αὐτὸν καθικέτευε,
τῶν εὐσεβῶς ἐπιτελούντων τὴν μνήμην σου.
Ἦχος
γ΄.
Χρεωστικῶς
ἐκτελοῦμεν τὴν μνήμην σου, Φιλῆμον ἱερώτατε, τῶν Ἀποστόλων ἐγκαλλώπισμα. Τῷ
θεοκήρυκι γὰρ Παύλῳ μαθητευθείς, τῶν Ἁγίων τὰ σπλάγχνα ἀνέπαυσας, καὶ τῶν ἐθνῶν
σαγηνευτὴς ἀνεδείχθης, Εὐαγγελίου τῷ λόγῳ χρησάμενος· ὅθεν τὸ κήρυγμα
βεβαιώσας, τῇ ἐκχύσει τοῦ τιμίου σου αἴματός σου, ἐν οὐρανοῖς παρὰ Θεοῦ
ἐδοξάσθης, καὶ πρεσβεύεις διηνεκῶς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα.
Ἦχος δ΄
Δεῦτε
εὐλαβῶς εὐφημήσωμεν, Φιλήμονα τὸν μέγιστον τοῖς θαύμασι, σὺν αὐτῷ μακαρίζοντες,
ὡς Ἀποστόλους Χριστοῦ τοῦ Θεοῦ, Ὀνήσιμον καὶ Ἄρχιππον σὺν Ἀπφίᾳ, χαίρετε,
ἐκβοῶντες αὐτοῖς, οἱ τῷ θεοκήρυκι Παύλῳ μαθητευθέντες, καὶ θεογνωσίαν τοὺς
ἀνθρώπους διδάξαντες· χαίρετε, οἱ τῆς ἀσεβείας τὴν πλάνην αἰσχύναντες, τῆς
ἀληθείας τὸν λόγον κηρύξαντες, καὶ μαρτυρικῶς τὸν δρόμον τελέσαντες, μηδαμῶς
τῶν εἰδωλομανούντων, πτοηθέντες τὴν ἔπαρσιν. Διὸ νῦν ἐν οὐρανοῖς, ὡς τῷ θρόνῳ
τῆς Τριάδος παριστάμενοι, ἐκτενῶς πρεσβεύετε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν δεόμεθα.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Σήμερον ὁ θεοχώρητος ναός, ἡ Θεοτόκος ἐν Ναῷ Κυρίου προσάγεται,
καὶ Ζαχαρίας ταύτην ὑποδέχεται. Σήμερον τὰ τῶν Ἁγίων Ἅγια ἀγάλλονται, καὶ ὁ
χορὸς τῶν Ἀγγέλων, μυστικῶς πανηγυρίζει· μεθ' ὧν καὶ ἡμεῖς ἑορτάζοντες σήμερον,
σὺν τῷ Γαβριὴλ ἐκβοήσωμεν· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ ἔχων το
μέγα ἔλεος.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίρει,
ὁ οὐρανὸς καὶ ἡ γῆ, ἐπὶ τῇ μνήμῃ σου Φιλῆμον Ἀπόστολε, καὶ ᾄσμασιν ἑορτίοις,
ἀνευφημοῦσι φαιδρῶς, τὰ λαμπρά σου ὄντως προτερήματα· τοῦ Παύλου γὰρ ἔνδοξε,
τοῦ κλεινοῦ διδασκάλου σου, ἀκολουθήσας, ὡς ἐχέφρων τοῖς ἴχνεσι, τὸ σωτήριον,
τοῦ Θεοῦ ἀνεκήρυξας. Αἵμασι δὲ ἐτράνωσας, τὸν λόγον τῆς πίστεως, καὶ οὐρανοὺς
ἐκληρώσω, εἰς αἰωνίαν κατοίκησιν. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι,
τὸ μέγα ἔλεος.
Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς
οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Χαίροις,
ὁ ἀληθὴς κοινωνός, Παύλου τοῦ θείου τῶν ἐθνῶν θεοκήρυκος, ἀγλάϊσμα Ἀποστόλων,
Ἱεραρχῶν καλλονή, καὶ Μαρτύρων θεῖον ἐγκαλλώπισμα· ὁ νοῦς ὁ οὐράνιος, νοημάτων
τοῦ Πνεύματος, τῆς ἀληθείας, ἡ φωνὴ ἡ ἡδύλαλος, ἡ κηρύξασα, σωτηρίας τὰ νάματα.
Μάχαιρα ἡ τομώτατος, Φιλῆμον τῆς πίστεως, ἡ τὰ ζιζάνια πλάνης, τῆς τῶν εἰδώλων
ἐκκόψασα. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλει τὸ
στερέωμα.
Χαίρων,
μετὰ βασάνους πολλάς, τοῦ μαρτυρίου ἐκτελέσας τὸν δίαυλον, κατέπαυσας
λελουμένος, ταῖς τῶν αἱμάτων ῥοαῖς, ἔνθα καταυγάζει φῶς τὸ ἄδυτον, Ἁγίων σὺν
Τάγμασι, τῷ Χριστῷ παριστάμενος, καὶ τοῖς ἐν κόσμῳ, ἐκτελοῦσι τὴν μνήμην σου,
τῶν ἰάσεων, ἐκπηγάζων τὰ νάματα· ὅθεν εὐεργετούμενοι, μεγίστοις σου θαύμασι,
τὴν τῶν λειψάνων σου θήκην, περιχαρῶς ἀσπαζόμεθα, δοξάζοντες πίστει,
παμμακάριστε Φιλῆμον, τὸν σὲ δοξάζοντα.
Δόξα.
Ἦχος β΄.
Ἀποστόλων
ἀγλάϊσμα, Φιλῆμον σοφέ, καὶ ἐγκαλώπισμα, τῇ τῶν θαυμάτων σου αἴγλῃ, τῆς
οἰκουμένης φωτίζεις τὰ πέρατα. Χριστὸν γὰρ ἐδόξασας ἐπὶ γῆς, Εὐαγγελίου κηρύξας
τὴν ἀλήθειαν, καὶ μαρτυρικῶς ἐκτελέσας τὸν δρόμον σου. Διὸ σήμερον οἱ πιστοί,
ἐν τῷ ἁγίῳ ναῷ σου συναθροισθέντες, τὴν μνήμην σου ἑορτάζομεν, καὶ ἱκετικῶς
βοῶμέν σοι· μὴ παύσῃ ὑπὲρ ἡμῶν, τῇ Ἁγίᾳ Τριάδι πρεσβεύων, σωθῆναι τὰς ψυχὰς τῶν
τιμώντων σε.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Σήμερον τῷ Ναῷ προσάγεται, ἡ Πανάμωμος Παρθένος, εἰς κατοικητήριον
τοῦ παντάνακτος Θεοῦ, καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ. Σήμερον τὸ καθαρώτατον
ἁγίασμα, ὡς τριετίζουσα δάμαλις, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσάγεται· ταύτῃ
ἐκβοήσωμεν, ὡς ὁ Ἄγγελος· Χαῖρε μόνη ἐν γυναιξὶν εὐλογημένη
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος
γ’.
Ἀπόστολε Ἅγιε καὶ ἰαματικὲ Φιλῆμον, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα
πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Ἕτερον Ἦχος
α’. Τῆς ἐρήμου πολίτης.
Φερωνύμως
φιλήσας τὸν Χριστὸν διὰ πίστεως, ἀποστολικῶς ἐν τῷ κόσμῳ, ὦ Φιλῆμον διέπρεψας,
καὶ αἵμασιν Μαρτύρων φοινιχθείς, μετέστης εὐκλεῶς πρὸς οὐρανούς, πρυτανεύων
τοῖς ἐν κόσμῳ τὰς δωρεάς, ἀφθόνως τῶν ἰαμάτων. Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ,
δόξα τῷ σὲ ἀναδείξαντι, δόξα τῷ δωρησαμένῳ σε ἡμῖν ῥύστην ἐν θλίψεσι.
Δόξα. Ἦχος δ’. Ταχύ προκατάλαβε.
Tετρὰς ἡ θεοσύλλεκτος τῶν ἀποστόλων Χριστοῦ, Φιλήμων καὶ Ἄρχιππος καὶ σὺν Ἀπφίᾳ
ὁμοῦ, ὁ θεῖος Ὀνήσιμος· λάμψαντες τοῖς ἐν σκότει ἀληθείας τὴν
γνῶσιν, ἤθλησαν ὁμοφρόνως καὶ τὴν πλάνην καθεῖλον· καὶ νῦν ἐξευμενίζονται πᾶσι
τὸν Κύριον.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων
σωτηρίας ἡ προκήρυξις, ἐν Ναῷ τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν
Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε
τῆς οἰκονομίας τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Φιλήμονα
Χριστοῦ, τὸν Ἀπόστολον πάντες, τιμήσωμεν πιστοί, ἐν φαιδροῖς ἐγκωμίοις,
συμφώνως ἀνακράζοντες, πρὸς αὐτὸν μετὰ πίστεως· ὡς πρὸς Κύριον, ἔχων πολλὴν
παῤῥησίαν, προϊστάμενος, τῶν ἱκετῶν σου μὴ παύσῃ, ἁγίαις πρεσβείαις σου.
Δόξα.
Χριστοῦ
τοῦ δι’ ἡμᾶς, ἐκ Παρθένου τεχθέντος, ἐκήρυξας βροτοῖς, τὸν σωτήριον λόγον, καὶ
ἔπιες Ἀπόστολε, μαρτυρίου ποτήριον· ὅθεν ἔλαβες ἀθανασίας τὴν χάριν, καὶ
ἐπλούτησας, τὰς δωρεὰς τῶν θαυμάτων, Φιλῆμον μακάριε.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Δικαίων
ὁ καρπός, Ἰωακεὶμ καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, Ἱερῷ ἐν ἁγίῳ, σαρκὶ
νηπιάζουσα, ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἣν ηὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας. Ταύτην
ἅπαντες, ὡς τοῦ Κυρίου Μητέρα, πιστῶς μακαρίσωμεν.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τοῦ
Παύλου τοῖς ῥήμασι προσενεχθεὶς τῷ Χριστῷ, τῷ λόγῳ τῆς χάριτος τὰς τῶν ἀνθρώπων
ψυχάς, Φιλῆμον ἐζώγρησας, ὤφθης τῆς εὐσεβείας, ἱερὸς στεφανίτης, ἄρδην τῆς
ἀσεβείας, καταισχύνας τὸ θράσος· διὸ ὁ ἐν Τριάδι Θεός, λαμπρῶς σε ἐδόξασε.
Δόξα.
Ὡς
θεῖος Ἀπόστολος καὶ Ἱεράρχης σοφός, κατέβαλες φρύαγμα πολυθεΐας πικρόν, Φιλῆμον
μακάριε, ἤνυσας μαρτυρίου, ἀνδρικῶς τὸν ἀγῶνα, ἔλαβες τῶν θαυμάτων, οὐρανόθεν
τὴν χάριν· διό σε εὐφημοῦμεν, τελοῦντες τὴν μνήμην σου.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Δαυῒδ
προοδοποίησον, ἐν τῷ ναῷ τοῦ Θεοῦ, καὶ χαίρων ὑπόδεξαι, τὴν Βασιλίδα ἡμῶν, καὶ
ταύτῃ ἐκβόησον. Εἴσελθε ἡ Κυρία, εἰς ναὸν Βασιλέως, εἴσελθε, ἧς ἡ δόξα
κεκρυμμένως νοεῖται, ἐξ ἧς μέλι καὶ γάλα μέλλει πηγάσειν, πᾶσι τὸ φῶς ὁ
Χριστός.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Δεδεγμένος
τὴν αὐγήν, τῆς μυστικῆς μαρμαρυγῆς, ὡς οὐράνιος λαμπάς, τῆς εὐσεβείας ἐπὶ γῆς,
Πνεύματι θείῳ ἐξέλαμψας ὦ Φιλῆμον, τῆς εἰδωλικῆς, ματαιότητος, λύων σκοτασμόν,
τὸν ψυχόλεθρον, καὶ πρὸς Θεοῦ ἐπίγνωσιν φωτίζων, ἀνθρώπους φέγγει τῶν λόγων
σου· ὅθεν ὡς μύστην, καὶ ὑπηρέτην, τοῦ Χριστοῦ σε τιμῶμεν.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Πρὸ συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ Θεῷ, καὶ τεχθεῖσα ἐπὶ γῆς,
δῶρον προσήχθης νῦν αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν. Τῷ θείῳ δὲ Ναῷ, ὡς
θεῖος ὄντως ναός, ἐκ βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης
δοχεῖον, τοῦ ἀπροσίτου καὶ θείου Φωτός. Μεγάλη ὄντως, ἡ πρόοδος σου, μόνη
Θεόνυμφε καὶ ἀειπάρθενε.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ
πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν
αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.
Εὐαγγέλιον, ζήτει τὸ
Α’ Ἑωθινόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ.
β΄. Στ.: Ἐλέησόν με ὁ
Θεός...
Ἀποστολικῆς
χάριτος ἀξιωθείς, τοὺς ἐν σκότει καὶ σκιᾷ καθεύδοντας, τῇ πυρσογλώσσῳ φωταυγείᾳ
τῶν λόγων σου, Φιλῆμον μακάριε ἐφώτισας. Καὶ Μαρτύρων ἐν αἵματι, τὴν ἱερὰν
διπλοΐδα ἐπιχρώσας, τοῦ ἀθανάτου νυμφῶνος, τῆς ἀϊδίου τρυφῆς κατηξίωσαι· ὅθεν,
τοὺς τελοῦντας τὴν μνήμην σου, ἀπὸ παντοίων διάσωσον κακῶν, ταῖς πρὸς Θεὸν
πρεσβείαις σου.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τῶν Ἀποστόλων, οὗ ἡ Ἀκροστιχίς:
Χριστὸν
φιλοῦντα δοξάσω σε, Φιλῆμον. Ἰωσήφ.
ᾨδὴ
α'. Ἦχος β'. Δεῦτε λαοί
Χοροβατῶν, χαρμονικῶς τὰ
οὐράνια, Ἱερουργὲ σκηνώματα, χάριν παράσχου μοι, τὴν ἁγίαν σου μνήμην, ἐνθέως
ἀνυμνοῦντι· σὺ γὰρ δεδόξασαι.
Ῥείθροις τῶν σῶν, λόγων
καρδίας κατήρδευσας, καὶ γεωργεῖν οὐράνια, μάκαρ νοήματα, παρεσκεύασας πίστει,
Ἀπόστολε Φιλῆμον, ἀξιοθαύμαστε.
Ἱερουργῶν, τὸ ἱερὸν
Εὐαγγέλιον, ταῖς ἀστραπαῖς τοῦ Πνεύματος, ψυχὰς ἐφώτισας, λυτρωσάμενος σκότους,
τῆς εἰδωλομανίας, σοφὲ Ἀπόστολε.
Θεοτοκίον
Σὲ προφητῶν, πάλαι ὁ θεῖος
κατάλογος, πολυειδέσιν Ἄχραντε, συμβόλοις πόρρωθεν, προεχάραξεν ὄντως, τὴν
μόνην τὸν Δεσπότην, ἀποκυήσασαν.
ᾨδὴ
γ'. Στερέωσον ἡμᾶς
Τὰ πάθη τοῦ Χριστοῦ καὶ τὴν
ἀνάστασιν, κηρύττων ἀνέστησας ὡς ἐκ τάφου, ἀπιστίας καὶ νεκρώσεως, τοὺς
ἀνθρώπους Φιλήμονα ἀξιάγαστε.
Ὀνήσιμον τὸν θεῖον καὶ
Φιλήμονα, Ἀπφίαν καὶ Ἄρχιππον τοὺς ἀστέρας, τοὺς φωτίζοντας τὰ πέρατα, ἱεραῖς
μελῳδίαις ἐὐφημήσωμεν.
Νοὸς τὸ ὀπτικόν
ἀνακαθάραντες, τῆς θείας ἐτύχετε θεοπτίας, καὶ καρδίας ἐπεστρέψατε, πλανωμένας
πρὸς γνῶσιν ἱερώτατοι.
Θεοτοκίον
Φανεῖσα καθαρὰ καὶ
πανακήρατος, ἐδέξω ἐν μήτρᾳ τὸν Θεὸν Λόγον τὸν καθάραντα τὴν φύσιν ἡμῶν,
ῥυπωθεῖσαν Παρθένε ἀτοπήμασι.
Κάθισμα.
Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.
Τῷ ἀρότρῳ τοῦ λόγου
καλλιεργῶν, χερσωθείσας καρδίας, Ἱερουργέ, τὴν θείαν ἐπίγνωσιν, γεωργεῖν
παρεσκεύασας, καὶ καθελὼν τεμένη, εἰδώλων ἀνήγειρας, Ἐκκλησίας μάκαρ, εἰς δόξαν
τοῦ Κτίστου σου· ὅθεν συνελθόντες τὴν ἁγίαν σου μνήμην, Φιλῆμον δοξάζομεν,
ἱερῶς φωτιζόμενοι, καὶ συμφώνως βοῶμέν σοι. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τῷ
ναῷ νῦν προσήχθη τῷ νομικῷ, ὁ ναὸς ὁ τῆς δόξης τῆς τοῦ Θεοῦ, ἡ πάναγνος
Δέσποινα, τριετὴς ἐν τῷ σώματι, καὶ Ζαχαρίας ταύτην, γηθόμενος δέχεται, καὶ
ἔνδον τῶν Ἁγίων, εἰσάγει εἰς Ἅγια, εἴσελθε κραυγάζων, Παναγία Παρθένε, εἰς
χῶρον τὸν ἄδυτον, τοῦ Θεοῦ τὴν τερπνότητα, θεωροῦσα πανύμνητε· ἀλλ’ ὦ
Θεογεννῆτορ ἁγνή, τοὺς τὴν θείαν ἐν ναῷ σου πρόοδον, ἑορτάζοντας πόθῳ, ἀεὶ
σκέπε καὶ φύλαττε.
ᾨδὴ
δ', τῶν Ἀποστόλων. Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε
Ἱστίῳ τοῦ Σταυροῦ
πτερούμενος, διεπέρασας ἀχειμάστως, τὸ χαλεπὸν πέλαγος, τῶν πειρασμῶν τοῦ βίου,
Μάκαρ πολλούς, κυβερνήσας θαλαττεύοντας, πρὸς σωτηρίας ὅρμον θείᾳ χάριτι.
Λαμπτῆρας φωταυγεῖς
προβάλλεται, θεία πόλις Κολασσαέων, τὸν ἱερὸν Ἄρχιππον, Φιλήμονά τε καὶ Ἀπφίαν
σαφῶς, καὶ Ὀνήσιμον τὸν ἔνδοξον, φωταγωγοῦντας κόσμου τὰ πληρώματα.
Ὁ θεῖος ποταμὸς ἀνέβλυσε,
τῆς καρδίας σου θεορρῆμον, καὶ ποταμοὺς ἔστησε, καὶ ῥεύματα τῆς ἀθεΐας, ψυχὰς
ἐκτακείσας δὲ τῷ καύσωνι, τῆς ἀγνωσίας ἤρδευσεν ἐν χάριτι.
Θεοτοκίον
Ὑμνῶ σε ἀληθῶς Πανύμνητε,
ὑπερύμνητον Θεὸν Λόγον, ὑπερφυῶς τέξασαν, καὶ δέομαι· Τῆς ταπεινῆς μου ψυχῆς,
τὰ νοσήματα θεράπευσον, ὡς ἀγαθὴ ὑπάρχουσα Θεόνυμφε.
ᾨδὴ
ε'. Ὁ τοῦ φωτὸς χορηγός
Νενοσηκότας ὁρῶν, τῇ
σηπεδόνι τῶν δεινῶν ἔνδοξε, τῷ δραστικῷ λόγῳ σου ἰάσω, Φιλῆμον τῆς ποτέ,
εἰδωλομανίας, σφοδρῶς κινδυνεύοντας.
Τὰς οὐρανίους ὁδούς, τοῖς
πλανηθεῖσι χαλεπῶς ἔδειξας, ὡς ἀπλανὴς ὁδηγὸς Φιλῆμον, καὶ μόνην τὴν ὁδόν,
Χριστὸν ἀγαπῆσαι, ὁσίως ὡδήγησας.
Ἄγει φαιδρὰν ἑορτήν,
Κολασσαέων ἡ σεπτὴ σήμερον, περιχαρῶς Χριστοῦ Ἐκκλησία, τὸν θεῖον Ἄρχιππον, καὶ
τὸν θεηγόρον, τιμῶσα Φιλήμονα.
Θεοτοκίον
Δέσποινα
σῶσον ἡμᾶς, χειμαζομένους χαλεπῷ κλύδωνι, τῶν πειρασμῶν καὶ τῶν ἀνημέρων,
Βαρβάρων ἐκδρομαῖς, καὶ ταῖς τῶν Δαιμόνων, δειναῖς ἐπιθέσεσιν.
ᾨδὴ
ς'. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος
Οὐρανὸς ὤφθης πᾶσι
φθεγγόμενος, δόξαν τὴν σωτήριον, τοῦ σὲ δοξάσαντος, καὶ Μαθηταῖς συντάξαντος,
Ἑβδομήκοντα Μάκαρ πανόλβιε.
Ξενωθεὶς τῆς πατρίδος τῷ
ξένῳ σου, λόγῳ ξενωθέντας, Θεοῦ ἐσαγήνευσας, καὶ τῆς Σιὼν οἰκήτορας, Ἱεράρχα
Φιλῆμον ἀνέδειξας.
Ἀρεταῖς ἱεραῖς
ἀπαστράπτουσα, καὶ περιφανῶς τὸν Θεὸν θεραπεύσασα, πρὸς οὐρανοὺς ἀνέδραμες, σὺν
Ἀγγέλοις Ἀπφία χορεύουσα.
Θεοτοκίον
Σωματοῦται ὁ Λόγος ἐν μήτρᾳ
σου, καὶ δι᾿ εὐσπλαγχνίαν, γνωρίζεται ἄνθρωπος, ἵνα Θεὸν τὸν ἄνθρωπον,
ἀπεργάσηται Κόρη πανάμωμε.
Κοντάκιον.
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Μαθητὴς
γενόμενος, τοῦ θεοκήρυκος Παύλου, τοῦ Χριστοῦ Ἀπόστολος, θεοειδὴς ἀνεδείχθης,
λάμψας δέ, ὡς Ἱεράρχης ταῖς ἀρεταῖς σου, στέμματι, τοῦ μαρτυρίου ἐστεφανώθης·
διὰ τοῦτό σε ἐν ὕμνοις, ἀνευφημοῦμεν Φιλῆμον ἔνδοξε.
Ὁ
Οἶκος.
Ποίοις
στεφάνοις σε ἐγκωμίων, ἀξιοχρέως καταστέψωμεν, ἢ ποίοις σε ᾄσμασιν ἑορτίοις, οἱ
εὐσεβεῖς εὐφημήσωμεν, Ἀπόστολε μακάριε; Τῷ χριστοκήρυκι γὰρ Παύλῳ μαθητευθείς,
εἰς τὰ ἔθνη τὸν Λόγον ἐκήρυξας, καὶ ἐν Ἱεράρχαις δόκιμος φανείς, ὡς τῶν Γαζαίων
τὴν ποιμασίαν πιστευθείς, ἀθλοφορικὸν στέφανον ἐκομίσω, Μαρτύρων ἐκτελέσας τὸ
ἀγώνισμα. Ἀλλὰ τῇ ἀντιλήψει σου θαῤῥοῦντες, τὴν μνήμην σου ἑορτάζομεν, καὶ τῶν
λειψάνων σου τὴν θήκην κατασπαζόμενοι, ἐξ ἧς ἀρυόμεθα ἰάματα, ἐν ὕμνοις σε
εὐγνωμόνως, ἀνευφημοῦμεν Φιλῆμον ἔνδοξε.
Συναξάριον.
Τῇ
αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων Κικιλίας, Βαλλεριανοῦ καὶ Τιβουρτίου.
Λουτροῦ
φέρεις ἔκκαυσιν, ὦ Κικιλία,
λούῃ δὲ λουτρὸν αἵματος διὰ ξίφους.
Βαλλεριανὸν καὶ συναθλητὴν ἅμα
κτείνει ξίφος, βάλλοντας ὕβρεσι πλάνην.
λούῃ δὲ λουτρὸν αἵματος διὰ ξίφους.
Βαλλεριανὸν καὶ συναθλητὴν ἅμα
κτείνει ξίφος, βάλλοντας ὕβρεσι πλάνην.
Οὗτοι
ἤθλησαν ἐπὶ τῆς βασιλείας Διοκλητιανοῦ. Καὶ ἡ μὲν Κικιλία ὑπῆρχεν ἐκ τῆς Ῥώμης,
προγόνους ἔχουσα λαμπρούς. Μνηστευθεῖσα δὲ τῷ Βαλλεριανῷ, τοῦτον ἐπὶ τὴν εἰς
Χριστὸν πίστιν μετηγάγετο καὶ ἐν ἁγνείᾳ διάγειν ἔπεισεν. Ὁ δὲ Βαλλεριανὸς τὸν
Τιβούρτιον, ἀδελφὸν αὐτοῦ γνήσιον ὄντα. Εἰς τοσαύτην δὲ ἀρετὴν ἀνήχθη ὁ
Τιβούρτιος, ὡς καὶ Ἀγγέλοις καθ᾿ ἑκάστην προσομιλεῖν. Οὗτοι οὖν τὰ λείψανα τῶν
τοῦ Χριστοῦ Μαρτύρων θάπτοντες, διαβάλλονται τῷ Ἀλμακίῳ ἐπάρχῳ τῆς πόλεως. Καὶ
ἀχθέντες ἐνώπιον αὐτοῦ καὶ τὸν Χριστὸν ὁμολογήσαντες, ἐκδίδονται τῷ Καπηλαρίῳ
Μαξίμῳ ἀποτμηθησόμενοι τὰς κεφαλάς. Ὅς, μετὰ τὴν τῶν Ἁγίων ἐκτομήν, θεασάμενος
Ἀγγέλους προπέμποντας καὶ δορυφοροῦντας τὰς ψυχὰς τῶν Μαρτύρων, ἐπίστευσε καὶ
αὐτός. Ἡ δὲ ἁγία Κικιλία, ἐν βαλανείῳ βληθεῖσα, σφοδρῶς ἐκκαέντι καὶ μὴ
συγχωρουμένη τὴν ἔξοδον, ἐπὶ τρισὶν ἡμέραις παραμείνασα, τὴν διὰ ξίφους δέχεται
τελευτὴν ἐν αὐτῷ τῷ βαλανείῳ, τοῦτο τοῦ ἐπάρχου ἀποφηναμένου.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάξιμος ὁ Καπηλάριος αἰκισθείς, τελειοῦται.
Μάξιμος αἰκίζεται ὁ φρουρᾶς φύλαξ,
εὐθὺς ὑπάρξας ἐντολῶν Θεοῦ φύλαξ.
Τῇ
αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων Μάρκου, Στεφάνου καὶ ἑτέρου Μάρκου.
Τμηθεὶς
ξίφει Στέφανε σὺν Μάρκοις δύω,
πολλοὺς σὺν αὐτοῖς τοὺς στεφάνους λαμβάνεις.
πολλοὺς σὺν αὐτοῖς τοὺς στεφάνους λαμβάνεις.
Οὗτοι ὑπῆρχον ἐπὶ Διοκλητιανοῦ βασιλέως
καὶ Μάγνου ἡγεμόνος, ἐκ πόλεως Ἀντιοχείας τῆς Πισιδίας. Κατασχεθέντες δὲ καὶ
τὸν Χριστὸν παῤῥησίᾳ ὁμολογήσαντες καὶ πλείστας ὑποστάντες βασάνους καὶ μὴ
πεισθέντες ἀρνήσασθαι τὸν Χριστόν, τὰς κεφαλὰς ἀπετμήθησαν.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Προκόπιος ὁ ἐν Παλαιστίνῃ, ξίφει τελειοῦται.
Πρὸς
τὴν τομὴν ὥρμησεν οἷα πρὸς πάλην,
καὶ Προκόπιος θρέμμα τῆς Παλαιστίνης.
καὶ Προκόπιος θρέμμα τῆς Παλαιστίνης.
Οὗτος, ἀφιέρωσε τὴν ζωήν του εἰς ἀσκητικὴν
ὅλως καὶ ἐναγώνιον φιλοσοφίαν· ὅθεν, μὲ τὴν ἄσκησιν ταύτην καὶ τὸν ἀγῶνα
ἀπέκτησε πᾶν εἶδος ἀρετῆς. Καὶ κατήγετο μὲν ἐκ τῆς πόλεως Ἀἱλίας, ἤτοι ἐκ τῶν
Ἱεροσολύμων, διέτριβε δὲ εἰς τὴν Σκυθούπολιν προσφέρων εἰς τὴν τοῦ Θεοῦ
Ἐκκλησίαν τρεῖς ἐνταυτῷ ὑπηρεσίας, τὴν τῆς ἀναγνώσεως, τὴν μεθερμήνευσιν τῆς
Συριακῆς γλώσσης, καὶ τῆν ἀποδίωξιν τῶν δαιμόνων. Ἐπειδὴ δὲ ἀπεκαλύφθησαν τὰ
ἔνθεα αὐτοῦ κατορθώματα, ἐφέρθη εἰς τὴν Καισάρειαν, καὶ παρεκινεῖτο ὑπὸ τοῦ
ἐκεῖ Ἄρχοντος, νὰ θυσιάσῃ εἰς τὰ εἴδωλα, καὶ μὲ τοῦτο νὰ ὑπακούσῃ εἰς τέσσαρας
Βασιλεῖς. Τότε, ὁ Μάρτυς περιγελάσας τὸν λόγον, εἶπεν ἐκεῖνο τὸ τοῦ Ὁμήρου· Οὐκ
ἀγαθὸν πολυκοιρανίη· εἶς κοίρανος ἔστω. Εἶς Βασιλεύς, καὶ εἶς Θεός, ὁ Ποιητὴς
καὶ Δημιουργὸς τῶν ὅλων. Ταῦτα ἀκούσας ὁ Ἄρχων, ἐγένετο ὀργῆς ἔμπλεως, καὶ
καταδικάζει τὸν Ἅγιον νὰ ὑποστῇ τὸν διὰ ξίφους θάνατον. Ὁ δὲ τοῦ Χριστοῦ
Μάρτυς, εὗρεν οὕτω σύντομον τὴν ὁδὸν τὴν εἰς τοὺς Οὐρανοὺς ἄγουσαν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος
Μενίγνου τοῦ Κναφέως
Κάραν,
κναφεῦ Μένιγνε, τμηθεὶς ἐκ ξίφους,
κνάπτεις σεαυτόν, κἂν ῥύπους εἶχες, πλύνῃ.
κνάπτεις σεαυτόν, κἂν ῥύπους εἶχες, πλύνῃ.
Οὗτος ὁ στεῤῥὸς ἀθλητὴς τῆς πίστεως Μένιγνος κατήγετο
ἐκ τοῦ Παρίου, κώμης κειμένης παρὰ τὸν Ἑλλήσποντον, καὶ μετήρχετο τὸ ἐπάγγελμα
τοῦ κναφέως. Κατὰ τὸν ἐπὶ Δεκίου γενόμενον διωγμὸν ὁ ἀρχῶν τοῦ τόπου διέταξε νὰ
καταδιώκωσι καὶ φονεύωσι τοὺς ὁμολογητὰς τῆς Χριστιανικῆς Πίστεως. Τότε αἱ
φυλακαὶ τοῦ Παρίου ἐπληρώθησαν Χριστιανῶν ἐλευθερωθέντων θεία δυνάμει ἔν τινι
νυκτί. Τὸ γενόμενον ἀνεστάτωσε τὴν πόλιν καὶ τοὺς δεσμοφύλακας, οἵτινες
διατρέχοντες τὰς ὀδοὺς αὐτῆς ἐβόων, ὅτι ὁ Ναζωραῖος Ἰησοῦς ἀπηλευθέρωσε τοὺς
δεσμίους. Ταῦτα ἀκούσας καὶ ὁ κναφεὺς Μένιγνος, ἐπλήσθη θείου ζήλου καὶ
ἐπιστρέψας εἰς τοὺς κατόχους τῶν τὰ πρὸς λεύκανσιν ἐνδύματα αὐτῶν, ἐῤῥίφθη εἰς
τὸ σκάμμα τῆς ἀθλήσεως. Προσῆλθεν οὗν τῷ ἄρχοντι, καθ’ ἥν ὤραν οὗτος ἀνεγίνωσκε
τὰ κατὰ τῶν Χριστιανῶν γράμματα καὶ διαρπάσας ἐποδοπάτησεν αὐτά. Διὰ τοῦτο
συλλαμβάνεται, τύπτεται, κρεμᾶται ἐπὶ ξύλου, ξέεται, ἀποκόπτεται τοὺς δακτύλους
καὶ τέλος ἀποτέμνεται τὴν κεφαλὴν τελέσας τὸν καλὸν τῆς εὐσεβείας ἀγῶνα καὶ
δοξάσας τὸ πάντιμον ὄνομα τοῦ Σωτῆρος Χριστοῦ.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κάλλιστος ὁ Β΄, Πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ
τελειοῦται.
Κάλλιστος
ἐχθρὸν τὸν κάκιστον πτερνίσας,
φίλος Θεῷ πρόσεισιν ἐκλελεγμένος.
φίλος Θεῷ πρόσεισιν ἐκλελεγμένος.
Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι Χριστοφόρος καὶ
Εὐφημία ξίφει τελειοῦνται.
Τὴν
Εὐφημίαν σοι συνευφημεῖν ἔγνων,
σοὶ συσφαγεῖσαν, χριστόφρον Χριστοφόρε.
σοὶ συσφαγεῖσαν, χριστόφρον Χριστοφόρε.
Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι Θαλλέλαιος καὶ
Ἄνθιμος ξίφει τελειοῦνται.
Θαλλέλαιος
Ἄνθιμος ἐκτετμημένοι,
ἀειθαλῶς ἀνθοῦσιν ὡς θεῖα ξύλα.
ἀειθαλῶς ἀνθοῦσιν ὡς θεῖα ξύλα.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Θαδδαῖος, ἐν τροχῷ δεθεὶς καὶ κατὰ πρανοῦς ἀφεθείς,
τελειοῦται.
Κατὰ
πρανοῦς Θαδδαῖον ὁ τροχὸς στρέφει·
φωνὴ δὲ βροντῆς ἐν τροχῷ, ψαλμὸς λέγει.
φωνὴ δὲ βροντῆς ἐν τροχῷ, ψαλμὸς λέγει.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγίος Μάρτυς Ἀγαπίων θηρσὶν ἐκδοθείς, καὶ μὴ βλαβεὶς ὑπ’ αὐτῶν
τελειοῦται· καὶ Σισίνιος Ἱερομάρτυς καὶ Ἀγάπιος,οἱ διὰ ξίφει τελειοῦνται.
Ἀπῆλθε,
θηρσὶ μὴ βλαβείς, Ἀγαπίων.
τοῦτον γὰρ ἠγάπησε καὶ θηρῶν φύσις.
τοῦτον γὰρ ἠγάπησε καὶ θηρῶν φύσις.
Εἶχες
θύτην με, νῦν δὲ καὶ θῦμα ξένον,
ἔχεις με Σισίνιον ἐκ ξίφους, Λόγε.
ἔχεις με Σισίνιον ἐκ ξίφους, Λόγε.
Ὑπὲρ Θεοῦ, ταθέντος ἐν τῷ
Κρανίῳ,
ξίφει σόν, Ἀγάπιε, τείνεις κρανίον.
ξίφει σόν, Ἀγάπιε, τείνεις κρανίον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς
ἡμῶν Ἀββᾶ.
Ἀββᾶν, τὸν ἐκτύπωμα ὄντα
Ἀββάδων,
τιμῶ πρεπόντως, ὡς τεκνίων πατέρα.
τιμῶ πρεπόντως, ὡς τεκνίων πατέρα.
Οὗτος ἦν ἐκ γένους τῶν Ἰσμαηλιτῶν·
Καταλιπὼν δὲ γονεῖς καὶ πατρίδα καὶ πλοῦτον, ἠκολούθησε Μοναχῷ τινι,
ἐνδυσάμενος τὸ μοναχικὸν σχῆμα, καὶ ἦν σὺν αὐτῷ ἐπὶ χρόνους τινάς. Εἶθ᾿ οὕτω
λαβὼν αὐτὸν ὁ ἐπιστάτης αὐτοῦ, σὺν αὐτῷ ἀπῆλθε, μαθητευθῆναι παρὰ τῷ μεγάλῳ
Εὐσεβίῳ τῷ ἀγωνιστῇ· οὗ κοιμηθέντος, ἔμεινεν οὗτος παρ᾿ αὐτῷ τῷ τόπῳ. Ὀκτὼ δὲ
καὶ τριάκοντα διατελέσας ἐκεῖσε χρόνους, ἀεὶ ἐπεκτείνετο, ὡς ἀρχὴν ἔχων.
Ὑποδήμασι μὲν οὐδέποτε τοὺς πόδας ἐκάλυψεν· ἐσθίων δὲ βραχέα καὶ ὅσα βραχεῖαν
ἐντίθησι δύναμιν, περιττὴν ἡγεῖτο καὶ τὴν τοῦ ὕδατος χρείαν· σιδήρῳ δὲ τὴν
ὀσφὺν ἐζωσμένος, ἐκάθητο μὲν ὀλιγάκις, τῆς δὲ νυκτὸς καὶ ἡμέρας τὸ πλεῖστον
ἑστηκώς, ἢ ἐπὶ τῶν γονάτων κείμενος, τὴν τῆς εὐχῆς τῷ Δεσπότῃ λειτουργίαν
προσέφερε. Τῆς κατακλίσεως δὲ τὴν χρείαν ἀναγκαίαν ἡγεῖτο οὐδαμῶς· οὐδεὶς γὰρ
αὐτόν ποτε κατακλιθέντα ἐθεάσατο. Ἀλλὰ καὶ τοῦ χοροῦ τῶν Μοναχῶν κορυφαῖος
γενόμενος καὶ προστατεύειν λαχών, ἀρχέτυπον ἑαυτὸν τῆς φιλοσοφίας τοῖς ὑπηκόοις
ἅπασιν προΰθηκεν. Οὕτω βιούς, καὶ πλήρης ἡμερῶν γενόμενος, ἀνεπαύσατο ἐν Κυρίῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Κλήμεντος, ἐπισκόπου Ἀχρίδος Βουλγαρίας
Tὸν
Bουλγάρων κήρυκα Kλήμεντα μέγαν,
σιγὴ τίς ἂν κρύψειεν ἀρετῆς φίλος;
σιγὴ τίς ἂν κρύψειεν ἀρετῆς φίλος;
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μιχαὴλ τοῦ
Δουκὸς Τφερίας τοῦ Ῥώσσου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Νέας Ὁσιομάρτυρος Ἀναστασίας τῆς Ῥωσσίδος.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ'. Εἰκόνος χρυσῆς
Ὡραῖοι οἱ σοί, ἐχρημάτισαν
σεπτοὶ Φιλῆμον πόδες, τρίβους συντόνως βηματίσαντες, Εὐαγγελίου καὶ ἅπασι, τοῖς
πολεμηθεῖσιν εἰρήνην, ἱερὰν καταγγέλλοντες, καὶ τῶν δαιμόνων τὰς ὁρμὰς
ὑποσκελίσαντες.
Σῶν λόγων φωτί, τῶν Γαζαίων
τὸ βαρὺ σκότος ἠλάθη· ἱερουργὸς γὰρ ἱερώτατος, ἐν τούτοις γέγονας ἄριστα, τοὺς
πάντας ποιμάνας καὶ μέλπειν, ἐκδιδάξας Ἀπόστολε· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
Ἐν πρώτοις τῶν σῶν,
ἐκοινώνησε καλῶν Γαζαίων πόλις· αὐτῆς γὰρ ὤφθης καὶ πρωτόθρονος, καὶ ἱεράρχης
σωτήριος, ὡς ἱεροφάντης Φιλῆμον, ἐκβοᾶν προτρεπόμενος· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ
τῶν Πατέρων ἡμῶν.
Φιλήσας Χριστόν, τὸν
φιλήσαντα βροτοὺς δι' εὐσπλαγχνίαν, τοὺς τῇ φιλίᾳ τοῦ ἀλάστορος, μεμισημένους
τυγχάνοντας, φίλους ἀπειργάσω Φιλῆμον, τοῦ Θεοῦ ἀναμέλποντας· Εὐλογητὸς εἶ ὁ
Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἰσχὺς ταπεινῶν, καὶ λυχνία
φωτεινὴ καὶ θεία τράπεζα, ὄρος καὶ πύλη ἀδιόδευτος, θρόνος Θεοῦ καὶ παλάτιον,
ῥάβδος Ἀαρὼν τε καὶ στάμνος, χρυσαυγίζουσα πέφυκας, Χριστὸν τὸ μάννα τῆς ζωῆς,
Παρθένε φέρουσα.
ᾨδὴ
η'. Τὸν ἐν καμίνῳ τοῦ πυρός
Λόγον ὡς λύχνον φαεινόν,
ἐπανάπτοντα, τῇ σῇ καρδίᾳ φέρων, τοὺς τὸ πρὶν ἐσβεσμένους, καὶ ἐν σκοτίᾳ πολλῇ,
κειμένους ἀγνωσίας Ἔνδοξε, πρὸς θεογνωσίας ἐξήγειρας ἡμέραν.
Ἡ ἱερά σου πρὸς Θεόν,
ἐκδημία ἱεραῖς ἐμεγαλύνθη, προπομπαῖς Ἀποστόλων, καὶ ἀσωμάτων Νόων, ὧν ἔσχες ἐν
γῇ τὸ πολίτευμα, ὡς ἱερομύστης, Φιλῆμον θεηγόρε.
Μύρον ἡδύπνοον σαφῶς,
ἀποστάξας ἱερῶν θαυμάτων μάκαρ, εὐωδίασας φρένας, καὶ λογισμοὺς εὐσεβεῖς, καὶ
πάθη δυσώδη ἀπήλασας, τῶν ὑπερυψούντων, Χριστὸν σοφὲ Φιλῆμον.
Οἷα ἀστέρες φαεινοί,
στερεώματι ἀεὶ τῆς Ἐκκλησίας, διαπρέπουσιν ἅμα, Ἄρχιππος ὁ θαυμαστός, Ἀπφία,
Φιλήμων, Ὀνήσιμος, καὶ τὰς διανοίας, ἡμῶν φωταγωγοῦσι.
Θεοτοκίον
Νέος Παράδεισος ἡμῖν, ἡ
γαστὴρ σου ἀληθῶς Ἁγνὴ ὡράθη, ζωῆς ξύλον βλαστάνων, καὶ τοὺς θανέντας καρπῷ,
τοῦ ξύλου πάλιν πρὸς Παράδεισον, ζωοποιηθέντας, εἰσάγων Θεοτόκε.
ᾨδὴ
θ'. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον
Ἱερωτάτῃ χορείᾳ, ἱερῶν
Ἀποστόλων, ἐμπρέπων κατοικεῖς τοὺς οὐρανούς, θείᾳ μεθέξει θεούμενος, καὶ φωτὶ
ἀπαστράπτων, ἀρρήτῳ καὶ χαρᾶς πνευματικῆς, Ἱεράρχα Φιλῆμον, διηνεκῶς
πληρούμενος.
Ὡς θαυμαστός σου ὁ Τρόπος!
ὡς καλὸς ὡς ὡραῖος ὁ βίος! ὡς περίδοξος ἡ σή, κοίμησις μάκαρ Ἀπόστολε! ὡς
φαιδρὰ ἡ ἡμέρα! ἐν ᾗ ἀπολιπὼν τὰ ἐπὶ γῆς, οὐρανίων ἁψίδων, ἐπέβης ἀγαλλόμενος.
Σήμερον τέρπεται πᾶσα, ἡ
Χριστοῦ Ἐκκλησία, ἑόρτιον χαρὰν πνευματικῶς, συστησαμένη τῇ μνήμῃ σου, ἣν
ἀκλόνητον σῷζε, ταῖς σαῖς πρὸς τὸν Σωτῆρα καὶ Θεόν, εὐπροσδέκτοις πρεσβείαις,
Φιλῆμον Ἱερώτατε.
Ἡ τῶν λειψάνων σου θήκη,
ἰαμάτων σταγόνας, ἐκβλύζει τοῖς φοιτῶσιν ἱερῶς, μάκαρ Φιλῆμον Ἀπόστολε, καὶ
νοσήματα παύει, καὶ πάντων ἁγιάζει τὰς ψυχάς, τῶν τήν θείαν σου μνήμην,
ἑορταζόντων πάντοτε.
Θεοτοκίον
Φέρεις τὸν φέροντα πάντα,
καὶ τὸν τρέφοντα τρέφεις, τὸν τρόπον τῆς λοχείας, οὐδαμῶς ἐπισταμένη Πανάμωμε,
ὑπὲρ νοῦν σου τὸ θαῦμα, Ἀγγέλους καταπλῆττον καὶ βροτούς, τοὺς εἰδότας σε
μόνην, Παρθένον Θεομήτορα.
Ἐξαποστειλάριον
τῶν Ἁγίων. Ἦχος β'. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἀπόστολοι
δεικνύμενοι, καὶ αὐτόπται τοῦ Λόγου, Ἄρχιππε Ἱερώτατε, σὺν Ἀπφίᾳ Φιλῆμον, καὶ
Κικιλίᾳ Μάρτυσι, ἱκεσίαν τῷ Κτίστῃ, ὑπὲρ ἡμῶν προσάγετε, τῶν τελούντων ἐν
πίστει τὴν ἱερὰν ὑμῶν μνήμην, λύσιν λαβεῖν πταισμάτων· ὑμᾶς γὰρ προβαλλόμεθα,
πρέσβεις πρὸς τὸν Δεσπότην.
Ἔτερον.
Τοῦ Ἀποστόλου. Γυναῖκες ἀκουτίσθητε.
Ἡ
θήκη τοῦ λειψάνου σου, Φιλῆμον ἱερώτατε, τῆς χάριτος ἀενάως, τὰ ῥεῖθρα
ἀναπηγάζει, τοῖς ἐν ἁγίῳ οἴκῳ σου, φοιτῶσι μετὰ πίστεως, καὶ ᾄσμασι τιμῶσί σε,
ὡς μυστολέκτην παμμάκαρ, τοῦ λόγου τῆς ἀληθείας.
Καὶ
τὸ τῆς Ἑορτῆς. Ὅμοιον.
Ἣν πάλαι προκατήγγειλε, τῶν Προφητῶν ὁ σύλλογος, στάμνον καὶ
ῥάβδον καὶ πλάκα, καὶ ἀλατόμητον ὄρος, Μαρίαν τὴν Θεόπαιδα, πιστῶς
ἀνευφημήσωμεν· σήμερον γὰρ εἰσάγεται, εἰς τὰ Ἅγια τῶν Ἁγίων, ἀνατραφῆναι Κυρίῳ.
Αἶνοι.
Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὁ
τῆς δόξης σε ἥλιος, Ἰησοῦς ὁ Θεὸς ἡμῶν, εἰς τοῦ κόσμου ἅπαντα τὰ πληρώματα,
ὥσπερ ἀκτῖνα πολύφωτον, Φιλῆμον Ἀπόστολε, ἐπαφῆκε τὴν ἀχλύν, τῆς κακίας
ἐλαύνουσαν, καὶ φωτίζουσαν, σκοτισθείσας καρδίας ἀγνωσίᾳ, καὶ παθῶν ἐπικρατείᾳ,
ἱεροκήρυξ πανόλβιε.
Ὡς
Ἀπόστολον ἔνθεον, καὶ σοφὸν χριστοκήρυκα, οἱ πιστοὶ ἐν ᾄσμασιν, εὐφημοῦμέν σε.
Σὺ γὰρ ὡς πλήρης φρονήσεως, τοῦ Παύλου θεόσοφος, ἀνεδείχθης μαθητής, καὶ τὸν
λόγον τῆς πίστεως, ἀνεκήρυξας, εἰς τὰ ἔθνη ἐν Πνεύματος δυνάμει, παμμακάριστε
Φιλῆμον, θαυματουργὲ ὑπερθαύμαστε.
Καθαρὸν
ἐνδιαίτημα, τῆς Τριάδος γεγένησαι, ἀρετῶν λαμπρότητι ὡραΐσασα, τὴν σὴν καρδίαν
ἀοίδιμε, Ἀπφία καὶ λάμψασα, εὐσεβείας φωτισμόν, τοῦ ἡλίου φαιδρότερον, μυηθεῖσά
τε, πᾶσαν μύησιν θείαν· διὰ τοῦτο, τῷ χορῷ τῶν Ἀσωμάτων, συνεπαγάλλῃ
θεόληπτε.
Σὺν
τῷ θείῳ Φιλήμονι, εὐφημήσωμεν Ἄρχιππον, τὸν ἱεροκήρυκα, καὶ Ὀνήσιμον, ὡς ἱεράρχας
θεόφρονας, μεγίστους ὡς Μάρτυρας, Ἀποστόλων τοὺς σοφούς, καὶ τῆς ἄνω
λαμπρότητος, συμμετέχοντας, καὶ τῷ θρόνῳ τῆς δόξης παρεστῶτας, καὶ ἡμῖν
ἐξαιτουμένους, ἁμαρτημάτων συγχώρησιν.
Δόξα.
Ἦχος πλ. α΄.
Δεῦτε
πάντες οἱ πιστοί, Φιλήμονα τὸν θεῖον Ἀπόστολον, ἀξιοχρέως μακαρίσωμεν, ἐπὶ τῇ
σεβασμίᾳ μνήμῃ αὐτοῦ, ᾄδοντες καὶ λέγοντες· χαίροις, ὁ τοῦ Εὐαγγελίου ἀροτήρ, ὁ
τοῦ ἀρότρῳ τοῦ λόγου, ἀνθρώπων τὰς ψυχὰς γεωργήσας· χαίροις, τῶν οὐρανίων φωνῶν
ἡ παναρμόνιος λύρα, ἡ Θεοῦ τὸ σωτήριον μελῳδήσασα· χαίροις, ὁ τοῦ Παύλου
μαθητής, ὁ τῶν Γαζαίων Ἱεράρχης, καὶ τῆς Ἐκκλησίας στῦλος ἀπαράτρεπτος. Ἀλλ’ ὡς
ἔχων παῤῥησίαν πρὸς Θεόν, τοὺς τῷ πανσέπτῶ ναῷ σου προστρέχοντας, καὶ τιμῶντας
τὴν θήκην τοῦ λειψάνου σου, τῆς θαυμαστῆς σου χάριτος ἀξίωσον, πρυτανεύων
αὐτοῖς, ὡς συμπαθής, τῶν αἰτημάτων τὴν ἐκπλήρωσιν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.
Ἐπέλαμψεν ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος. Σήμερον γὰρ ἡ
πρὸ τόκου Παρθένος, καὶ μετὰ τόκον Παρθένος μείνασα, ἐν τῷ Ναῷ προσάγεται, καὶ
χαίρει Ζαχαρίας ὁ πρέσβυς, ὁ γενέτης τοῦ Προδρόμου, καὶ βοᾷ γηθοσύνως. Ἤγγικεν
ἡ προσδοκία τῶν θλιβομένων, ἐν Ναῷ ἁγίῳ ὡς ἁγία, ἀφιερωθῆναι εἰς κατοίκησιν τοῦ
Παντάνακτος. Εὐφραινέσθω Ἰωακεὶμ ὁ προπάτωρ, καὶ ἡ Ἄννα ἀγαλλιάσθω, ὅτι
προσήνεγκαν Θεῷ, ὡς τριετίζουσαν δάμαλιν, τὴν ἀμώμητον Δέσποιναν. Μητέρες
συγχάρητε, παρθένοι σκιρτήσατε, καὶ στεῖραι συγχορεύσατε· ὅτι ἠνέῳξεν ἡμῖν τὴν
οὐρανῶν βασιλείαν, ἡ προορισθεῖσα Παντάνασσα. Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.
Μεγάλη
Δοξολογία καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Παύλῳ
θεοφρόνως μαθητευθείς, τοῦ Εὐαγγελίου, ἐξανέτειλας τὴν αὐγήν, ἀνθρώπους
φωτίζων, Χριστοῦ τῇ ἐπιγνώσει, ὡς ἔνθεος Φιλῆμον, Αὐτοῦ Ἀπόστολος.
Κρήνην
ἰαμάτων οἱ εὐσεβεῖς, ἔχοντες τὴν θήκην, τοῦ λειψάνου σου τοῦ σεπτοῦ, ἐν
εὐγνωμοσύνῃ, τὴν μνήμην σου τελοῦμεν, δοξάζοντες Φιλῆμον, τὸν σὲ δοξάζοντα.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται
ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς
γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’
ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων.
Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν
μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ
ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό
ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι
πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ
κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα
Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις
με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου
ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν
μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν
τῶν θαυμάτων δωρεὰν κεκτημένος, ὡς εὐσεβείας ἀληθὴς φυτοκόμος, τοὺς εὐλαβῶς
προστρέχοντας τῷ θείῳ σου ναῷ, πρόφθασον καὶ λύτρωσαι, ἐκ πικρῶν νοσημάτων,
πᾶσι παρεχόμενος, τὴν κατ’ ἄμφω ὑγείαν, σὺ γὰρ ταχὺς ὑπάρχεις ἰατρός,
ἱεροκῆρυξ, Φιλῆμον τοῖς πάσχουσι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους
τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ
Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ
χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας
θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών, οὗ ἡ ἀκροστιχίς, ἐν τοῖς Θεοτοκίοις:
Κυρίλλου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Δυνάμει ἁγίων σου
πρεσβειῶν, ἰσχὺν κατὰ πάσης, ἐπινοίας τοῦ πονηροῦ, δίδου τοῖς ἱκέταις σου
Φιλῆμον, ἐν πατρικῇ συμπαθείᾳ δεόμεθα.
Ὡς δεδοξασμένος παρὰ Θεοῦ,
θερμὸς ἀντιλήπτωρ, ἐπιφάνηθι τοῖς πιστοῖς, αὐτοὺς ἐξαιρούμενος κινδύνων, τῇ
χάριτί σου Φιλῆμον Ἀπόστολε.
Ἐπίβλεψον δεῦρο ἐν ἱλαρῷ,
ὄμματι Φιλῆμον, καὶ ἐπόμβρησον δαψιλῶς, τὴν δρόσον τῆς θείας χάριτός σου, τοῖς
προσφοιτῶσι ναῷ τῷ ἁγίῳ σου.
Θεοτοκίον.
Καταύγασον θείαις μαρμαρυγαῖς, ἄχραντε Παρθένε, χάριτός
σου τῆς μητρικῆς, τὴν ἐν τῇ νυκτὶ τῆς ἁμαρτίας, ἐζοφωμένην ἀθλίαν καρδίαν μου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τῶν
θαυμάτων τὴν χάριν πεπλουτηκὼς ἄνωθεν, δεῦρο νοσημάτων ἀκέστωρ, ψυχῆς καὶ
σώματος, ἡμῖν φαινόμενος, τοῖς ἐν ψυχῆς ταπεινώσει, ἐπικαλουμένοις σε, Φιλῆμον
ἔνδοξε.
Τῶν
Ῥοδίων ἡ νῆσος τὸν ἱερὸν οἶκόν σου, ἄλλην Σιλωὰμ κολυμβήθρα, Φιλῆμον κέκτηται,
ἀναπηγάζουσαν, τῶν ἰαμάτων τὰ ῥεῖθρα, καὶ παθῶν ξηραίνουσαν, ἅπαντα βόρβορον.
Μὴ
ἐλλίπῃς πρεσβεύων ὡς εὐμενὴς πάντοτε, ὑπὲρ τῶν πιστῶς προσιόντων, ἐν τῷ λειψάνῳ
σου, ὡς ἂν οἱ ἄθλιοι, ἐκ συμφορῶν ἀδοκήτων, λυτρωθῶμεν τάχιστα, Φιλῆμον ἔνδοξε.
Θεοτοκίον.
Ὑπερύμνητε Μῆτερ ὑπὲρ ἡμῶν
πρέσβευε, τῷ ἐνανθρωπήσαντι Λόγῳ, ἐκ τῶν αἱμάτων Σου, ὡς ἂν ῥυώμεθα, πάσης ἐν
βίῳ ἀνάγκης, οἱ ὑμνολογοῦντές Σε, ὡς Θεομήτορα.
Διάσωσον,
ἐπιφοιτήσει Φιλῆμον τῆς χάριτός σου, ἀσθενειῶν τῶν κατ’ ἄμφω δεόμεθα, τοὺς τῷ
ναῷ σου προστρέχοντας τῷ ἁγίῳ.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτην λαμπρὸν καὶ
φύλακα ἀνύστακτον, ταχὺ ἰατρόν, ἐν νόσοις κεκτημένοι σε, οἱ πιστοὶ ἱκέτες σου,
εὐλαβῶς ὑμνοῦμέν σε κράζοντες· χαίροις Φιλῆμον ἄνερ ἀγαθέ, Χριστοῦ τοῦ Θεοῦ,
κῆρυξ ὁ ἔνθεος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τοὺς οἰκτρῶς κινδυνεύοντας,
ἐν ταῖς περιστάσεσιν ἱκετεύομεν, ὦ Φιλῆμον ἡμᾶς λύτρωσαι, φιλανθρωπεστάτῃ
ἀντιλήψει σου.
Ἰδοὺ πάντες προστρέχομεν,
καὶ ἐπικαλούμεθα τὴν πρεσβείαν σου, ἵνα εὕρωμεν ἐν θλίψεσι, ταῖς βιοτικαῖς
Φιλῆμον ἄνεσιν.
Συντριβέντα με πταίσμασι,
συμπαθῶς ἀνόρθωσον τῇ σῇ χάριτι, καὶ συντήρει ἀπαράτρεπτον, ἐν Θεοῦ Φιλῆμον
τοῖς προστάγμασι.
Θεοτοκίον.
Ῥῦσαι ἄχραντε Δέσποινα, ἐκ τῶν ἐπιθέσεων τοῦ ἀλάστορος,
τοὺς πιστῶς ἐξαιτουμένους Σε, βοηθὸν ἐν βίῳ καὶ ὑπέρμαχον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Φώτισον ἡμῶν, ὦ Φιλῆμον τὴν
διάνοιαν, ἵνα πάντοτε φυλάττωμεν πιστῶς, τοῦ οἰκτίρμονος Θεοῦ τὰ δικαιώματα.
Βλῦσον δαψιλῶς, ἀντιλήψεώς
σου νάματα, τοῖς στενάζουσιν ἐν βίου συμφορῶν, ὦ Φιλῆμον παμμακάριστε τῷ
καύσωνι.
Δίδου συμπαθῶς, εὐπραγίαν
τῇ πρεσβείᾳ σου, καὶ ψυχῆς ἀσθενειῶν ἀπαλλαγήν, τοῖς προστρέχουσι Φιλῆμον τῷ
λειψάνῳ σου.
Θεοτοκίον.
Ἴασαι ἁγνή, τῆς ψυχῆς μου τὴν ἀσθένειαν, τῶν ἀνθρώπων
γὰρ τὸν μέγαν ἰατρόν, ἐξ αἱμάτων Σου Ἁγίων ἀπεκύησας.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Θαυμάτων, τῇ δωρεᾷ τοῦ
Πνεύματος, ὑπεδέξω τὴν σωτήριον χάριν, Εὐαγγελίου Φιλῆμον ὡς κῆρυξ, καὶ
Ἱεράρχης καὶ Μάρτυς σεβάσμιος· διὸ χορήγει τοῖς πιστοῖς, εὐρωστίαν ψυχῆς τε καὶ
σώματος.
Τῆς Ῥόδου, ὁ κραταιὸς
ὑπέρμαχος, καὶ ταχύτατος πιστῶν ἀντιλήπτωρ, θεομακάριστε θεῖε Φιλῆμον, τῆς
ἀλογίας παθῶν ἐλευθέρωσον, τοὺς εὐφημοῦντάς σε πιστῶς, ὡς τοῦ Λόγου σεβάσμιον
κήρυκα.
Ὑψόθεν, ὡς εὐμενὴς
ἐπίβλεψον, τοὺς προστρέχοντας τῷ θείῳ ναῷ σου, καὶ τούτοις δίδου Φιλῆμον
θεόφρον, τὴν δραστικήν σου ἐν πᾶσι βοήθειαν, σὺ γὰρ προστάτης κραταιός, τοῖς
ἱκέταις σου πάντοτε δείκνυσαι.
Θεοτοκίον.
Λαμπρότατον, τοῦ Θεοῦ ἀνάκτορον, ἀναδέδειξαι Παρθένε
Μαρία, τῆς Παναγίας Τριάδος τὸν ἕνα, δίχα τροπῆς καὶ φυρμοῦ σωματώσασα· ὅθεν τῆς
δόξης Σου φωτί, τὴν ψυχήν μου ἁγνὴ καταλάμπρυνον.
Διάσωσον,
ἐπιφοιτήσει Φιλῆμον τῆς χάριτός σου, ἀσθενειῶν τῶν κατ’ ἄμφω δεόμεθα, τοὺς τῷ
ναῷ σου προστρέχοντας τῷ ἁγίῳ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς τοῦ Χριστοῦ θεολόγος
Ἀπόστολος, καὶ Ἱεράρχης καὶ Μάρτυς περίδοξος, Φιλῆμον θερμῶς καθικέτευε, ὑπὲρ
ἡμῶν τῶν πιστῶς αἰτουμένων σε, προστάτην ἐν βίῳ θερμότατον.
Προκείμενον: Εἰς πᾶσαν τὴν
γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ.: Οἱ οὐρανοὶ
διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον. (Κεφ. ι΄, 16)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ
Μαθηταῖς. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν
φρόνιμοι, ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι, ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν
ἀνθρώπων, παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν
μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς
μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσετε πῶς
ἤ τι λαλήσετε. Δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τὶ λαλήσετε. Οὐκ ὑμεῖς ἐστε
οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ
ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ
γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθαι μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά
μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Δόξα: Ταῖς τῶν Ἀποστόλου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Παύλῳ ἐφεπόμενος, τῷ
θαυμαστῷ διδασκάλῳ, λόγον τὸν σωτήριον, ἱερῶς τοῖς ἔθνεσιν ἀνεκήρυξας, καὶ
ἀμπεχόμενος, τῆς ἱεραρχίας, τὴν στολὴν πρὸς τὸ μαρτύριον, Φιλῆμον ἔνδοξε, ἐν
ἀγαλλιάσει κατέσπευσας, καὶ ἔλαβες τὸν στέφανον, παρὰ τοῦ Κυρίου τρισσόκλεον·
ὅθεν ἐν ὑψίστοις, ἐν δόξῃ παριστάμενος Θεῷ, ἀκαταπαύστως μνημόνευε, τῶν
ἀνευφημούντων σε.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῷ ἁγίῳ ναῷ σου τοὺς προστρέχοντας
πόθῳ Φιλῆμον κῆρυξ Χριστοῦ, παντοίων νοσημάτων, καὶ πόνων καὶ σκανδάλων,
ψυχοφθόρων ἀπάλλαττε, ὑπὲρ αὐτῶν δυσωπῶν, Θεὸν τὸν ἐν Τριάδι.
Ὡς οὐράνιος μύστης θεομάκαρ
Φιλῆμον τῶν μυστηρίων Χριστοῦ, ἡμῶν ἐν ταῖς καρδίαις, αὐτοῦ τὸν θεῖον φόβον,
ταῖς εὐχαῖς σου ἐμφύτευσον, ὡς ἂν τοῦ βίου καλῶς, ὁδεύσωμεν τὴν τρίβον.
Σωτηρίας Φιλῆμον κεκτημένοι
λιμένα τὰς δραστικάς σου εὐχάς, παθῶν τῆς τρικυμίας, καὶ ζάλης ἁμαρτίας,
ἐκλυτρούμεθα ᾄδοντες, αἶνον πιστῶς τῷ Θεῷ, τῷ θαυμαστώσαντί σε.
Θεοτοκίον.
Λυπηρῶν ἀνηκέστων τῶν ἐν βίῳ συντήρει ἀπαρατρώτους
ἁγνή, καὶ πλήρωσον ἀῤῥήτου, χαρᾶς καὶ εὐφροσύνης, τοὺς ἐν πίστει βοῶντάς Σοι·
χαῖρε Παρθένε ἁγνή, τοῦ κόσμου προστασία.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Οἴκτειρον πάντας, τοὺς τῷ
ἁγίῳ σου οἴκῳ, θεοδόξαστε Φιλῆμον προσιόντας, ῥυόμενος τούτους, ἐχθροῦ τῆς
πανουργίας.
Ἡ προϊούσα, ἐκ τοῦ λειψάνου
σου χάρις, τοῖς ἐν βίου δυσπραγίαις θλιβομένοις, ἄνεσις γενέσθω, Φιλῆμον
γλυκυτάτη.
Σὺν Ὀνησίμῳ, καὶ τῇ ἐνδόξῳ
Ἀπφίᾳ, καὶ Ἀρχίππῳ παμμακάριστε Φιλῆμον, ἐν πάσῃ ἀνάγκῃ, ἡμᾶς περιφρουρεῖτε.
Θεοτοκίον.
Ὅρμον Παρθένε, ἐν πειρασμῶν τῷ πελάγει, τῆς πρεσβείαις
Σου εὑράμενοι τὴν χάριν, μακαρίζομέν Σε, ὡς μόνην Θεοτόκον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἀπόστολε Φιλῆμον, τὰ δι’
ἁμαρτίας, ἐπισυμβάντα ἡμῖν ἀῤῥωστήματα, τῆς χάριτός σου βοτάνῃ, ἴασαι τάχιστα.
Ἱλέωσαι Φιλῆμον, τὸν
δοξάζοντά σε, ὑπερφυῶς τῶν θαυμάτων δυνάμεσι, ἡμῖν τοῖς σπεύδουσι πίστει, τῇ
ἀντιλήψει σου.
Συνὼν ἐν τοῖς ὑψίστοις,
πᾶσι τοῖς Ἁγίοις, τὸν Λυτρωτὴν σὺν αὐτοῖς καθικέτευε, ὑπὲρ ἡμῶν ὦ Φιλῆμον, τῶν
εὐφημούντων σε.
Θεοτοκίον.
Ὑπέραγνε Μαρία, κεχαριτωμένη, ἡ τὸν Θεὸν ἀπειράνδρως
κυήσασα, Αὐτὸν δυσώπει σωθῆναι, τοὺς ὑμνολόγους σου.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίροις ὁ τοῦ Παύλου
συγκοινωνός, καὶ Εὐαγγελίου θεοφόρος μυσταγωγός· χαίροις εὐσεβείας, ἡ θεηγόρος
σάλπιγξ, Ἀπόστολε Φιλῆμον, θεομακάριστε.
Χαίροις τῶν Γαζαίων θεῖος
ποιμήν, καὶ Κολοσσαέων, ὦ Φιλῆμον λαμπρὸς φωστήρ· χαίροις Ἐκκλησίας, ἡ φαεινὴ
λυχνία, ἡ κόσμῳ ἐφαπλοῦσα, τὸ φῶς τῆς γνώσεως.
Παύλῳ θεοφρόνως
μαθητευθείς, τοῦ Εὐαγγελίου ἐξανέτειλας τὴν αὐγήν, ἀνθρώπους φωτίζων, Χριστοῦ
τῇ ἐπιγνώσει, ὡς ἔνθεος Φιλῆμον, Αὐτοῦ Ἀπόστολος.
Ῥόδος ἡ περίφημος ἐπὶ σοί,
Ἀπόστολε χαίρει, μεγαλύνουσα τὸν Θεόν, ὅτι ἰατρεῖον, ἀδάπανον πασχόντων,
ἀνέδειξε Φιλῆμον, τὸν θεῖον οἶκόν σου.
Κρήνην ἰαμάτων οἱ εὐσεβεῖς,
πλουτοῦντες τὴν θήκην, τοῦ λειψάνου σου τοῦ σεπτοῦ, ἐν εὐγνωμοσύνῃ, τὴν μνήμην
σου τελοῦμεν, αἰτούμενοι Φιλῆμον, τὴν προστασίαν σου.
Ἔχων ἰαμάτων τὴν δωρεάν,
πέλεις τῶν νοσούντων, δραστικώτατος ἰατρός, πάθη θεραπεύων, ψυχῶν τε καὶ
σωμάτνω, Φιλῆμον τῷ φαρμάκῳ, τῆς προμηθείας σου.
Δεῦρο παρεχόμενος συμπαθῶς,
τὴν βοήθειάν σου, ἐν τοῦ βίου ταῖς συμφοραῖς, ἡμῖν τοῖς φωνοῦσιν, ἐν ἀσφαλεῖ
ἐλπίδι, θερμῶς τὸ ὄνομά σου, Φιλῆμον ἔνδοξε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Αἵματι Μαρτύρων ἐπιβάς,
κούφως τὴν οὐράνιον εὗρες, Φιλῆμον ἄνοδον, καὶ ζωὴν ἐσκήνωσας, ἐν ταῖς
λαμπρότησι, τῷ Χριστῷ παριστάμενος, καὶ δόξης τῆς θείας, ταῖς ἀκτίστοις
λάμψεσι, καταυγαζόμενος· ὅθεν, τοὺς προστρέχοντας πίστει, τῷ χαριτοβρύτῳ ναῷ
σου, λύτρωσαι πρεσβείαις σου ἐκ θλίψεων.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου