Τρίτη 21 Αυγούστου 2018

ΟΚΤΩΒΡΙΟΣ 27. ΟΣΙΟΣ ΔΗΜΗΤΡΙΟΣ ΒΟΥΚΟΥΡΕΣΤΙΟΥ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΥ 27!!
ΔΗΜΗΤΡΙΟΥ ΝΕΟΥ ΟΣΙΟΥ ΕΥΣΕΒΟΥΣ
ΠΟΛΙΟΥΧΟΥ ΒΟΥΚΟΥΡΕΣΤΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ
 (Ποίημα Χ. Μπούσια)


ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸν Προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Δημήτριε τοῦ Μπασαραμπόβ, εὐανθὲς λευκάνθεμον, Βουκουρεστίου ὡράϊσμα, καὶ νέον καύχημα, πάσης Ῥουμανίας, εὐσεβῶς κατηύφρανας, χορείας τῇ ἐνθέῳ ἀσκήσει σου καὶ πολιτείας σου, ἰσαγγέλου τὰ παλαίσματα· ὅθεν πάντες, τὴν μνήμην σου σέβομεν.

Δημήτριε Ὅσιε ἀμνῶν, καὶ βοῶν ἐποίμανας, ἀγέλας ἐν σῇ νεότητι, καὶ ἀντιμίσθιον, ὡς μικρὸν ἐζήτεις, κόπων τῶν τιμίων σου, ὀλίγον μόνον ἄρτον θειότατε, πρὸς τὴν σὴν παράκλησιν, τῆς σαρκὸς μέροψ ἰσάγγελε, εξ ἐχόντων, πλουσίως τὰ πρόσφορα.

Δημήτριε σκῆνός σου σεπτόν, ῥεῦμα εἰς ποτάμιον, Ἄγαρ οἱ ἕκγονοι ἔῤῥιψαν, Πάτερ πανεύφημε, περιηυγασμένον, ὅπερ φέγγει Ὅσιε, ἀνεῦρον ἱερεῖς καθ’ ὑπόδειξιν σήν, ὑπερθαύμαστε, ὅτε ὄμματα διήνοιξας, ἀομμάτου, πιστῆς χαριτόβρυτε.

Δημήτριε χάριτος πηγή, ὤφθη καὶ ἀστείρευτον, θαυμάτων ῥεῖθρον τὸ σκῆνός σου, πανιερώτατε, τοῦ Βουκουρεστίου ἀρωγὲ καὶ πρόμαχε, καὶ θεῖε πολιοῦχε, ὅ χαίροντες κατασπαζόμεθα, ἰατὴρ νοσούντων τάχιστε, καὶ ἀκέστορ, πιστῶν προσιόντων σοι.

Δόξα. Ἦχος πλ. Δ΄.
Τὸν ἐποπτεύοντα θεόθεν Βουκουρεστίου τὴν πόλιν, καὶ χαρᾶς πληροῦντα τοὺς ἐν θλίψεσι ὄντας, Δημήτριον, τὸ νέον τῆς ἐκκλησίας σεμνολόγημα, πανευλαβῶς τιμήσωμεν λέγοντες· Ὅσιε Πάτερ, ὁ ἐν ἀνίκμῳ οἰκήσας σπηλαίῳ καὶ σιωπῇ καὶ νήψει καθελὼν ἐχθροῦ τὰ φρυάγματα, ὡς θεωθεὶς κατὰ μέθεξιν πρέσβευε τῷ Κυρίῳ τῆς δόξης ὑπὲρ τῶν τιμώντων τὴν πανσεβάσμιον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι…


Εἰς τὸν στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε Μπασαραμπόβ, βλαστὲ καὶ πολιοῦχε, σεπτὲ Βουκουρεστίου, Δημήτριε Ὁσίων, τῶν νέων σεμνολόγημα.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαῖρε διαγωγῇ, Δημήτριε ἀμέμπτῳ, νηστείᾳ ἀγρυπνίᾳ, καὶ προσευχῇ ὁ χάριν, ἑλκύσας θείου Πνεύματος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Σκῆνός σου τὸ σεπτόν, ἐν τῷ Βουκουρεστίῳ, ἐκθύμως προσκυνοῦντες, χαρᾶς ἀδιαλείπτου, Δημήτριε πληρούμεθα.

Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, Τριὰς ὑπεραγία, Δημήτριον τὸν νέον, ἐν ἀσκηταῖς Ὁσίοις, πλουσίως χαριτώσασα.

Καὶ νῦν. Θεοτοκίον.
Ἔτεκες ἐν σαρκί, ἀφράστως Θεοτόκε τὸν νέμοντα πλουσίως, τοὺς οἰκτιρμοὺς ἀνθρώποις, καὶ ἄφθονον τὸν ἔλεος.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. Α΄. Τὸν συνάναρχον Λόγον.
Προσευχῇ ἀσιτίᾳ εὐχῇ καὶ δάκρυσιν, ἐν δυσπροσίτῳ σπηλαίῳ παρὰ τὰ ῥεῖθρα τοῦ Λώμ, ἰσαγγέλως πολιτείαν σου διήνυσας, τὴν ἐπὶ γῆς θαυματουργέ, πολιοῦχε καὶ φρουρέ, καὶ φύλαξ Βουκουρεστίου, ὁ νέμων πᾶσιν εὐχαῖς σου, Θεοῦ τὸ ἔλεος Δημήτριε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος…

Ἀπόλυσις.












ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Βουκουρεστίου τὸ εὖχος φρουρὸν καὶ φύλακα, Μπασαραμπὸβ τὸν γόνον, καὶ ὡράϊσμα θεῖον, Χριστοῦ τῆς Ἐκκλησίας πανευλαβῶς, θεοφόρον Δημήτριον, ἐγκωμιάσωμεν ᾄσμασι μελιχροῖς, καὶ ψαλμοῖς καὶ ὕμνοις πρέπουσι.

Τὸ σὸν πανίερο σκῆνος εἰς τοῦ Δουνάβεως, ἀπέῤῥιψαν τὸ ῥεῦμα, οἱ ἀπόγονοι Ἄγαρ, Δημήτριε οἱ πλάνοι καὶ μιαροί, ἱερεῖς οἱ θεόφρονες, σῇ ὑποδείξει εὑρόντες θεοειδές, ἐξ αὐτοῦ Πάτερ ἀνέσυραν.

Τὸν οἰκιστὴν δυσπροσίτου σπηλαίου μέλψωμεν, ἐν ᾧ διῆλθε βίον, ἀκραιφνῆ ἐν νηστείᾳ, εὐχῇ καὶ ἀγρυπνίᾳ πανευλαβῶς, θεοφόρον Δημήτριον, Βουκουρεστίου προστάτην καὶ ἀρωγόν, καὶ ακέστορα γηθόμενοι.

Θαυματουργὸν πολιοῦχον καὶ ἀντιλήπτορα, σεπτὸν Βουκουρεστίου, οἱ πιστοὶ εὐσχημόνως, Δημήτριον τὸν θεῖον ἐν ἀσκηταῖς, εὐφημήσωμεν κράζοντες· Χαῖρε Χριστοῦ θείας πίστεως φρυκτωρέ, καὶ Ὁσίων ἐγκαλλώπισμα.

Τὸν ὀλετῆρα πανώλους ταχὺν συλλήπτορα, τῶν ἐπικαλούμενων, τὴν αὐτοῦ θείαν χάριν, θαυμάτων παραδόξων τὸν αὐτουργόν, καὶ ταμεῖον ἰάσεων, ἐγκωμιάσωμεν πάντες χρεωστικῶς, πνευματέμφορον Δημήτριον.

Τῆς ἀομμάτου παρθένου ἀνοίξας ὄμματα, τοῦ κατιδεῖν τὸν τόπον, σοῦ τιμίου λειψάνου, ὅ εὗρον ηὐγασμένον θείῳ φωτί, ποταμοῦ ἐν τοῖς ῥεύμασιν, οἱ ἱερεῖς κώμης Ῥοῦσε οἱ εὐλαβεῖς, χαριτόβρυτε Δημήτριε.

Δόξα. Ἦχος πλ. Β΄.
Τὸν ὑψίκομον φοίνικα τῆς ἀσκήσεως, καὶ καλλίκαρπον τῆς ἀρετῆς δένδρον, Δημήτριον τὸν Ὅσιον εὐφημήσωμεν, φωναῖς αἰσίαις βοῶντες· Βουκουρεστίου πολιοῦχε ἀνύστακτε, καὶ πάσης Ῥουμανίας φύλαξ καὶ πρόμαχε, ὁ τῆς τρυφῆς ἀπολαύων τοῦ Παραδείσου, ὡς ἰσαγγέλως ἐπὶ γῆς πολιτευσάμενος, μὴ παύσῃ Χριστὸν ἡμῖν ἱλεούμενος, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε Παναγία Παρθένε…

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας· καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. Β΄, 1-11)
Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδία σου καὶ καρτέρησον, καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ’ ἐσχάτων σου. Πᾶν ὅ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλαλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσός, καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ’ αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αυτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθά, καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεάς, καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη· ἤ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδε αὐτόν; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, καὶ ἀφίησιν ἁμαρτίας καὶ σώζει ἐν καιρῷ θλίψεως.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Α΄. 1-10 )
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας, ζητήσατε αὐτὸν ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστούσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας, ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ, ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεός, καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὰ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.








Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ΄. 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθώσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ τὸ θεοφρούρητον Βουκουρέστιον, ἄγον σήμερον ἐν εὐλαβείᾳ, τὴν ὑπέρτιμον μνήμην Δημητρίου τοῦ σημειοφόρου Ὁσίου, τοῦ φρουροῦ καὶ προστάτου σου· σὺν αὐτῷ καὶ πάντες οἱ ἐν Ῥουμανίᾳ χριστώνυμοι χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι θεόθεν ὁ ἰσάγγελος Πατὴρ ἐφορᾷ καὶ ἐποπτεύει πάντας τοὺς μεγαλύνοντας πόθῳ αὐτοῦ, τὰ ἐπὶ τῆς γῆς κατορθώματα.

Ἦχος β΄.
Βλαστὸς ὀφθεὶς τοῦ Μπασαραμπόβ, εὐθαλέστατος, εὐώδη ῥόδα ἐξήνθησας ἀρετῆς ψυχοτρόφου, καὶ πάντας κατηύφρανας εὐωδίᾳ τῆς σῆς ἀκραιφνοῦς ἀσκήσεως, θεοφόρε Δημήτριε· καθηδύνας οὖν χριστωνύμων Ῥουμάνων τοὺς δήμους καὶ Θεῷ εὐαρεστήσας τοῖς συντόνοις καμάτοις σου, Χριστῷ ἀπῆλθες ὑπαντῆσαι τῷ εὐϊλάτῳ Κυρίῳ, τῷ παρέχοντι πᾶσιν εὐχαῖς σου τὸ μέγα καὶ πλούσιον ἔλεος.

Ἦχος γ΄.
Ἐν σπηλαίῳ ἀνίκμῳ παρὰ τὰ ποτάμια τοῦ Λὼμ ῥεῖθρα, ἰσαγγέλως πολιτευσάμενος Δημήτριε, ὁμόζηλος τῶν Ἀγγέλων γέγονας, ὧν καὶ σύναυλος νῦν πέλεις ἐν πόλῳ δόξης· μὴ οὖν παύσῃ ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον, Αὐτὸν ἡμῖν ἱλεούμενος, ἀσκητὰ ἐνθεώτατε, τοῖς ἑορτάζουσι πόθῳ τὴν πανσεβάσμιον μνήμην σου.






Δόξα. Ἦχος δ΄.
Τὸ πάνσεπτον σκῆνός σου εὑρεθὲν παραδόξως φωτὶ περιηυγασμένον, ἐν τοῖς ποταμίοις ῥεύμασι, θαυμάτων ἀνεδείχθη ποταμὸς πολύῤῥυτος, Δημήτριε Ὅσιε· αὐτὸ οὖν καὶ ἡμεῖς ἐν εὐλαβείᾳ κυκλοῦντες, τὸ ἁγιάζον καὶ περισκέπον Βουκουρέστιον εἰς τοὺς αἰῶνας, τῆς σῆς χάριτος ἀπολαύομεν καὶ χαρμονῆς ἀλήκτου πληρούμενοι Χριστὸν δοξάζομεν, τὸν σὲ ἰατρὸν ἀνάργυρον τοῖς πιστοῖς ἀναδείξαντα.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου…

Εἰς τὸν Στίχον. Ἦχος πλ. Α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Μπασαραμπὸβ ὁ βλαστός, καὶ ἀσκητὴς σημειοφόρος καὶ καύχημα, Δημήτριε θεοφόρε, Ῥουμάνων εὖχος λαμπρόν, καὶ Βουκουρεστίου φύλαξ ἄγρυπνε· Ὁσίων ἀγλάϊσμα, ταπεινώσεως σκήνωμα, εὐχῆς ἀόκνου, ἱερὸν ἐργαστήριον, σκεῦος πάγχρυσον, σαρκικῆς κατατήξεως, νήψεως ἐγκαλλώπισμα, καὶ βάθρον χρηστότητος, ὁ ἀφανῶς ἐν σπηλαίῳ ἀνίκμῳ πολιτευσάμενος, Χριστὸν ἐκδυσώπει, παρασχεῖν τοῖς σὲ τιμῶσι, τὸ μέγα ἔλεος.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, σπηλαίου ὁ οἰκιστής, νυχθημερὸν δακρύων καὶ προσευχόμενος, σαρκίον σου ἐν ἀσκήσει, δουλαγωγῶν ἀσιτῶν, νήφων καὶ πυκτεύων τὸν ἀλάστορα, Δημήτριε Ὅσιε, οὗ τὸ πάνσεπτον σκήνωμα, υἱοὶ τῆς Ἄγαρ, εἰς τὰ ῥεῖθρα ἀπέῤῥιψαν, τὰ ποτάμια Λώμ, Χριστοῦ φίλε γνήσιε· ὅθεν ἡμεῖς, τὴν μνήμην σου πιστῶς ἑορτάζοντες, καὶ τοὺς τιμίους σου πόνους, ἀνευφημοῦντες πρὸς θέωσιν, Χριστὸν ἀνυμνοῦμεν, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, Βουκουρεστίου φρουρός, καὶ πολιοῦχος καὶ προστάτης καὶ ἔφορος, κατέχοντος ὥσπερ ὄλβον, καὶ τιμαλφῆ θησαυρόν, σοῦ τὸ θεῖον σκῆνος Πάτερ Ὅσιε, Δημήτριε πάντιμε, ἰαμάτων τὸ πέλαγος, θαυμάτων κρήνη, ξενοτρόπων ἀστείρευτη, καὶ δυνάμεως, ψυχικῆς τῶν τιμώντων σε, πρόξενε πόθῳ κράζοντες, εὐχὰς τὰς ἀόκνους σου, ἀπεκδεχόμεθα πάντες, καὶ προσκυνοῦμεν σὸν σκήνωμα, ἐκβλῦζον ἀπαύστως, ἀκεσώδυνον, ὡς φρέαρ πιστοῖς τὴν χάριν σου.






Δόξα. Ἦχος πλ. Β΄.
Τὸν ἀσκητὴν τῶν ῥείθρων Λὼμ τοῦ παραποτάμου, οὗ τὸ σπήλαιον τῶν ἀγώνων ταφικὸν ὤφθη καὶ ὑπὸ τοῦ ποταμίου ῥεύματος ἐκαλύφθη, Δημήτριον, τὸν θαυματουργὸν Ὅσιον εὐφημήσωμεν· οὗτος γάρ, Θεῷ μόνον προσομιλῶν καθ’ ἑκάστην, καὶ Αὐτῷ ποθῶν ἀρέσκειν λόγοις καὶ πράξεσι, πρὸς Αὐτὸν ἀπῆλθε συγχαίρει εἰς τοὺς αἰῶνας, ὅθεν σήμερον τὴν πάνσεπτον αὐτοῦ μνήμην ἐπιτελοῦντες, ἀπεκδεχόμεθα τὰς αὐτοῦ ἀπαύστους ἱκεσίαις, ἵνα εὕρωμεν χάριν καὶ ἔλεος, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι…

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. Α΄. Τὸν συνάναρχον Λόγον.
Προσευχῇ ἀσιτίᾳ εὐχῇ καὶ δάκρυσιν, ἐν δυσπροσίτῳ σπηλαίῳ παρὰ τὰ ῥεῖθρα τοῦ Λώμ, ἰσαγγέλως πολιτείαν σου διήνυσας, τὴν ἐπὶ γῆς θαυματουργέ, πολιοῦχε καὶ φρουρέ, καὶ φύλαξ Βουκουρεστίου, ὁ νέμων πᾶσιν εὐχαῖς σου, Θεοῦ τὸ ἔλεος Δημήτριε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος…

Ἀπόλυσις.



















ΕΝ ΤΩ ΟΡΘΡΩ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Δημήτριε σεπτέ, ὁσιότητος λύχνε, ἀσκήσεως λαμπάς, καὶ συνέσεως λύχνε, Χριστός σε ἐδόξασε, θαυμασίων τοῖς πλήθεσι, καὶ ἀνέδειξε, Βουκουρεστίου προστάτην, τὸν ποθήσαντα, ἐν ἀφανείᾳ σὸν βίον, τελέσαι τὸν πρόσκαιρον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πιστῶν καταφυγή, Παναγία Παρθένε, ἐπάκουσον ἡμῶν, σοῦ θερμῶς δεομένων, καὶ τάχος ἐπίσκεψαι, τοὺς ἀεί σε γεραίροντας, θεραπεύουσα, τὰς τῆς ψυχῆς ἀλγηδόνας, καὶ τὰ τραύματα, σαρκὸς ἡμῶν Θεοτόκε, ὡς θεία ἰάτειρα.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὰ ὄμματα ἤνοιξας ὑποδειξάσης τυφλῆς, τὸν τόπον σκηνώματος σοῦ πανιέρου σεπτέ, Δημήτριε Ὅσιε, ἔνδον Λὼμ ποταμίων, θεοφόρε ὑδάτων, μάκαρ Βουκουρεστίου, πολιοῦχε καὶ φύλα, ὁ χάριν εἰληφὼς δαψιλῆ, Πάτερ ἰάσεων.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὸ πῦρ τῆς θεότητος λαβοῦσαν ἐν τῇ γαστρί, ὡς Βάτον πυράφλεκτον, καὶ μὴ φλεχθεῖσαν φαιδρῶς, Ἁγνὴν Ἀειπάρθενον, μέλψωμεν Θεοτόκον, καὶ βοήσωμεν ταύτῃ· σβέσον ἡμῶν τὴν φλόγα, τῶν παθῶν σαῖς πρεσβείαις, πρὸς Κύριον ἡμῶν καὶ Θεόν, τὸν πανευΐλατον.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν ἀφιλάργυρον, ἐκ τῆς νεότητος, καὶ ὁσιώτατον, ἐκθύμως μέλψωμεν, νῦν σπηλαιώτην ἀσκητήν, λαβόντα θεόθεν χάριν, δαψιλῆ ἰάσεων, ὡς πολλῶν ἀντιμίσθιον, πόνων τῆς ἀσκήσεως, ἀσιτίας καὶ νήψεως, αὐτῷ ἐν κατανύξει βοῶντες· Χαῖρε Δημήτριε παμμάκαρ.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, Ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῷ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Τὸ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον· ἐκ τοῦ κατὰ Λουκᾶν (στ΄ 17-23): Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ...
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Παιδιόθεν ποθήσας Χριστῷ εὐαρεστῆσαι, καὶ Αὐτῷ συνεῖναι εἰς τοὺς αἰῶνας, Δημήτριε τρισόλβιε, κατέλιπες τὸν κόσμον καὶ πᾶσαν αὐτοῦ ἐπιθυμίαν, καὶ ἤσκησας ἐν σπηλαίῳ ὡς ἀσώματος· ὅθεν σὺν Ἀσωμάτοις Ἀγγέλοις, νῦν ἐπαγαλλώμενος καὶ Χριστοῦ τὸ ἀμήχανον τῆς μορφῆς κάλλος θεώμενος, μὴ παύσῃ Αὐτὸν ἡμῖν ἱλεούμενος, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Δημήτριον ὑμνῶ, Βουκουρεστίου εὖχος. Χ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Δημήτριον Ὅσιον Μπασαραμπὸβ θεῖον βλάστημα, καὶ φύλακα ἄγρυπνον Βουκουρεστίου λαμπρῶς, εὐφημήσωμεν, ὡς χάριτος δοχεῖον, σεπτὸν καὶ ἰάσεων ῥεῖθρον ἀκένωτον.
Ἡ χάρις τοῦ Πνεύματος τοῦ Παναγίου ἐσκήνωσεν, ἐν σοὶ πανσεβάσμιε, ἐγκρατευτὰ καὶ σοφῶν, ἐγκαλλώπισμα, σπηλαιωτῶν Ὁσίων, Δημήτριε νήψεως ἔδειξε κύμινον.
Μὴ παύσῃ δεόμενος Χριστοῦ ὑπὲρ τιμώντων σε, Δημήτριε Ὅσιε καὶ προσκυνούντων πιστῶς, σοῦ τὸ σκήνωμα, ἐν Βουκουρεστίῳ, ἐκβλῦζον πᾶσιν ἰάματα.
Θεοτοκίον.
Ἡγίασεν μήτραν Σου ὁ Λόγος τοῦ Παντοκράτορος, ἀμήτωρ ἐν δώμασιν ὁ πέλων τῶν οὐρανῶν, καὶ ἐν θύλαξιν, ἀπάτωρ τῆς γηΐνης, Χριστὸς ὁ Θεάνθρωπος, Μῆτερ ἀπείρανδρε.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Τὸ ῥεῦμα τοῦ Λὼτ παραποτάμου, Δουνάβεως σκήνει σου σεπτῷ, ἡγίασας Δημήτριε, ἐν οἷσπερ Ἄγαρ ἔκγονοι, αὐτὸ κακῶς ἀπέῤῥιψαν, φωτὶ τὸ περιβαλλόμενον.
Ῥανίσι τῶν θείων σου ἱδρώτων, ἐπίανας σπήλαιον σμικρόν, ἀσκητικῶν ἀγώνων σου, θεοειδὲς Δημήτριε, ἐν ᾧ καλῶς τὸν βίον σου, τὸν ἐπὶ γῆς ἐπεράτωσας.
Ἰάσεων ὤφθη μυροθήκη, Δημήτριε σκήνωμα τὸ σόν, καὶ εὔοσμον μυράλειπτρον, εὐωδιάζων ἅπαντας, τοὺς σπεύδοντας ἀσπάσασθαι, αὐτὸ ἐκ πίστεως Ὅσιε.
Θεοτοκίον.
Οἱ δῆμοι ἀεὶ τῶν χριστωνύμων, ψαλμοῖς μελιῤῥύτοις καὶ ᾠδαῖς, λαμπραῖς σε μακαρίζομεν, Κυρία Μητροπάρθενε, εὐλογημένη Δέσποινα, τῶν εὐσεβῶν καταφύγιον.




Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Τὸν ποθήσαντα, Θεῷ ἀρέσκειν, καὶ βιώσαντα, ἐν Ῥουμανίᾳ, ἀφανῶς θεοειδέστατον μέροπα, ἐγκωμιάσωμεν πάντες γηθόμενοι, σεπτὸν Δημήτριον χάριτος σκήνωμα, ὅν ἀνέδειξεν ὁ Κύριος ἐμφανέστατα, φωστῆρα θαυμασίων παμφαέστατον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Καταξίωσον, τοὺς Σὲ τιμῶντας, δόξης κρείτονος, τῆς ἐν τῷ πόλῳ, καὶ εὐκλείας οὐρανῶν Μητροπάρθενε, Χριστιανῶν καταφύγιον ἔνθερμον, ἐν συμφοραῖς καὶ δειναῖς περιστάσεσι, καὶ τὴν χάριν σου πλουσίως ἡμῖν κατάπεμψον, τοῖς μέλπουσι πληθὺν τῶν θαυμασίων σου.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Νέας ἀομμάτου κόρης σὺ διήνοιξας ὄμματα, τῆς ὑποδειξάσης τόπον τοῦ σοῦ σκήνους Δημήτριε, ὅ ἱερεῖς ηὐγασμένον ἐκ τοῦ ὕδατος φέγγει Ὅσιε λαμπρῷ καὶ θείῳ ἀνέσυραν.
Ὑπερεύχου τῶν τιμώντων τὴν πανσέβαστον μνήμην σου, καὶ ἀσπαζομένων εὐλαβῶς λειψάνων τὴν θήκην σου, τὴν ἀναβλύζουσαν ἅπασιν ἰάματα, χαριτόβρυτε, Ὁσίων κλέος Δημήτριε.
Μὴ ἐλλίπῃς οὐρανόθεν ἐπομβρίζων ἰάματα, πᾶσιν προσκυνοῦσιν εὐλαβῶς σορὸν τῶν λειψάνων σου, Βουκουρεστίου ὑπέρμαχε Δημήτριε, καὶ προσφυγῶν σου ἀκέστορ καὶ φύλαξ ἄγρυπνε.
Θεοτοκίον.
Νῦν πιστῶν αἱ συγχορδίαι χαρμονῆς ὥσπερ πρόξενον, πάντων χριστωνύμων Κεχαριτωμένη Μητρόθεε, ὁμολογοῦντές σε πόθῳ ἐκδεχόμεθα, σὴν ἀντίληψιν καὶ προστασίαν πανύμνητε.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ὡς χάριτος σκήνωμα λαμπρῶς σε μεγαλύνομεν, τοῦ Μπασαραμπὸβ εὐῶδες ἴον, Βουκουρεστίου, τὸ καθηδῦναν πιστούς, ὀδμαῖς θαυμασίων σου πολλῶν, ἀσκητὰ Δημήτριε, καὶ παντοίων ἰάσεων.
Βαθμίδας ἀσκήσει σου ἀνῆλθες θεῖας κλίμακος, τῆς πρὸ οὐρανῶν σκηνὰς ἀγούσης, Ὅσιε Πάτερ, ὁ ἀφανῶς ἐπὶ γῆς, βιώσας καὶ πόλου ἐμφανῶς, θαυμαστὲ Δημήτριε, κληρονόμος γενόμενος.
Ὁσίων Δημήτριε ἀκρότης μάκαρ πέφηνας, ὁ καθαγιάσας ταῖς ῥανίσιν, ἱδρώτων Πάτερ σῶν πόνων ἀσκητικῶν, τὸ σπήλαιον τοῦ Λὼμ τοῦ ποταμοῦ, εἶτα ὅ κατέκλυσαν θεοφόρε τὰ ὕδατα.
Θεοτοκίον.
Ὑμνοῦμέν Σε πάντοτε φαιδρῶς Θεογεννήτρια, τὴν ἀποτεκοῦσαν τὸν Σωτῆρα, μερόπων πάντων καὶ σοὶ βοῶμεν πιστῶς· πανάχραντε Δέσποινα δεινῶν, ῥύου τοὺς οἰκέτας Σου, Δημητρίου ἐντεύξεσι.



ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Καμάτους θείους σου σέβοντες, Δημήτριε θειότατε Ὅσιε, κατασπαζόμεθα, ἐν κατανύξει τὴν λάρνακα, τῶν σῶν σεπτῶν λειψάνων τὴν χαριτόβρυτον.
Ὁσίων εὖχος Δημήτριε, φρουρὲ Βουκουρεστίου καὶ ἔφορε, Ἄγαρ οἱ ἔκγονοι, εἰς Λὼμ ἀπέῤῥιψαν ὕδατα, ἐκ ταφικοῦ σου ἄνδρου σὸν θεῖον σκήνωμα.
Ὑμνοῦμεν πόθῳ Δημήτριε, συντόνους σου καμάτους πρὸς θέωσιν, καὶ μεγαλύνομεν, σὲ ὡς χειμάῤῥουν πολύῤῥυτον, παντοδαπῶν θαυμάτων παμμάκαρ Ὅσιε.
Θεοτοκίον.
Ῥοὰς δακρύων ἀπόσμηξον, ἡμῶν σε ἀνυμνούντων Μητρόθεε, τῷ μανδηλίῳ σου, εὐχῶν ἀόκνων πρὸς Τόκον Σου, Χριστὸν τὸν Ζωοδότην καὶ Πολυέλεον.

Κοντάκιον. Ἦχος πλ. Δ΄. Τῇ ὑπερμάχῳ.
Βουκουρεστίου, πολιοῦχον καὶ ἀκέστορα, ἐγκωμιάσωμεν, ὡς φρέαρ ἀκεσώδυνον, καὶ ἀκένωτον θαυμάτων παντοίων κρήνην, σπηλαιώτην, ἀσκητὴν πολιτευσάμενον, ἀφανῶς καὶ ἰσαγγέλως ὕμνοις πρέπουσι, πόθῳ κράζοντες· Χαίροις μάκαρ Δημήτριε.
Ὁ Οἶκος.
Ἄμεμπτε σπηλαιώτα, ἀσκητὰ Ῥουμανίας, Δημήτριε Ὁσίων φαιδρότης, ὁ τὴν χάριν λαβῶν δαψιλῶς θαυμασίων ξένων, ἐκτενῶς πρέσβευε Χριστῷ σε θαυμαστώσαντι, ὑπὲρ τῶν εὐλαβῶς βοώντων·
Χαῖρε τὸ βλάστημα Ῥουμανίας·
χαῖρε τὸ κλέϊσμα εὐσεβείας.
Χαῖρε, τοῦ ἀνίκμου σπηλαίου σου ἔνοικος·
χαῖρε, οὐρανοῦ εὐκλείας ὁ μέτοχος.
Χαῖρε, νήψεως θησαύρισμα, καὶ διάκοσμος εὐχῆς·
χαῖρε, χάριτος ἀπαύγασμα, καὶ ἀμέμπτου ἀγωγῆς.
Χαῖρε, Βουκουρεστίου ἱερὸς πολιοῦχος·
χαῖρε, τοῦ Παρακλήτου δωρεῶν ταμιοῦχος.
Χαῖρε, θαυμάτων πάνσεπτον σκήνωμα·
χαῖρε, χαρίτων ἄφθονον ἄντλημα.
Χαῖρε, λαμπτὴρ παμφαὴς συμπαθείας·
χαῖρε, σβεστὴρ τοῦ εχθίστου κακίας.
Χαίροις, μάκαρ Δημήτριε.






Συναξάριον.
Τῇ ΚΖ´ τοῦ αὐτοῦ μηνός, μνήμην ἐπιτελοῦμεν τοῦ Ἁγίου ἐνδόξου καὶ καλλινίκου Μάρτυρος Νέστορος.
Σταυροῦ τρανώσας τὴν δυναστείαν Νέστωρ,
τῷ Σταυρωθέντι ἄγει τὴν κεφαλὴν ὡς δῶρον.
Τιμᾷ ἄθλους σου Θεσσαλονίκη Νέστωρ,
ἥν φρούρει ἄτρωτον ἐκ βλάβης ἐναντίων,
Οὗτος κομιδῆ νέος ὢν καὶ ὡραῖος, καὶ γνωστὸς ὢν τῷ Μεγαλομάρτυρι Δημητρίῳ, προσδραμὼν ἐν ᾧ ἐφυλάττετο τόπῳ, πεσὼν πρὸς τοὺς πόδας αὐτοῦ· «Δοῦλε τοῦ Θεοῦ, ἔφη, βούλομαι τῷ Λυαίῳ μονομαχῆσαι, καὶ εὖξαί μοι, τὸν Χριστὸν ὀνομάσας». Ὁ δὲ Ἅγιος, σφραγίσας αὐτὸν τῷ τιμίῳ Σταυρῷ, εἶπε· «Καὶ τὸν Λυαῖον νικήσεις καὶ ὑπὲρ Χριστοῦ μαρτυρήσεις». Ἐλθὼν οὖν ἐν τῷ σταδίῳ, θεωροῦντος τοῦ Μαξιμιανοῦ καὶ εἰπών «Ὁ Θεὸς Δημητρίου βοήθει μοι», συμπλακεὶς τῷ παλαμναίῳ Λυαίῳ ἐκείνῳ, καὶ καιρίαν βαλὼν κατὰ τῆς καρδίας, ἀνῄρηκε, καὶ τῷ βασιλεῖ ψυχικὴν περιεποιήσατο σύγχυσιν· καὶ αὐτίκα τὸν μὲν ἅγιον Δημήτριον προσέταξε λόγχαις τρωθῆναι, ὡς αἴτιον τῆς σφαγῆς τοῦ Λυαίου· τὸν δὲ ἅγιον Νέστορα τῷ ἰδίῳ ξίφει ἀναιρεθῆναι.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων, Καπιτωλίνης καὶ Ἐρωτηΐδος.
Κτείνουσι δούλην ἐκ ξίφους καὶ κυρίαν,
Δούλας Τριάδος τῆς ἀληθοῦς Κυρίας.
Αὗται ὑπῆρχον ἐπὶ Διοκλητιανοῦ τοῦ βασιλέως, καὶ Ζιλικινθίου ἄρχοντος Καππαδοκίας· καὶ ἡ μὲν Καπιτωλίνη, εὐγενὴς ὑπάρχουσα καὶ πλουσία, πάντα τὰ προσόντα αὐτῇ πτωχοῖς διανείμασα καὶ τοὺς οἰκέτας ἐλευθερία τιμήσασα, παῤῥησιάζεται πρὸς τὸν ἄρχοντα· καὶ τῇ εἱρκτῇ ἐγκλεισθεῖσα, ἕωθεν τὴν διὰ ξίφους τιμωρίαν ὑπέστη. Ἡ δὲ Ἐρωτηΐς, ἡ καὶ δούλη τῆς Ἁγίας, ἐπεὶ καὶ λίθοις τὸν ἔπαρχον ἔβαλε, ῥάβδοις τύπτεται. Ὡς δὲ Χριστοῦ χάριτι ἔμεινεν ἀβλαβής, ξίφει τὴν κεφαλὴν ἀποτέμνεται.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κυριακοῦ, Πατριάρχου Κωνσταντινουπόλεως.
Ὁ Κυριακὸς ἐκλιπὼν γῆν καὶ βίον,
Πρὸς αὐτὸν ἥκει Κύριον τῶν κυρίων.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας Πρόκλης, συζύγου τοῦ Πιλάτου.
Ἔχει παρεστῶσάν σε, Πρόκλα, Δεσπότης,
Ὁ Πιλάτῳ πρὶν σῷ παραστὰς συζύγῳ.

Διήγησις περὶ τῶν Ἰβήρων, ὅπως ἦλθον εἰς θεογνωσίαν.
Ἔργον μέγιστον εἰργάσω, σεμνὴ γύναι,
Ἐπιστρέφεις γὰρ ἔθνος Ἰβήρων ὅλον.
Ἐν ταῖς ἡμέραις Κωνσταντίνου τοῦ ἐν Ἁγίοις βασιλέως τοῦ μεγάλου, γυνή τις ἀπαχθεῖσα εἰς τοὺς Ἴβηρας, ἄκρως τὴν ἀσκητικὴν ἀγωγὴν παιδιόθεν ἐκπαιδευθεῖσα καὶ αἰχμάλωτος γενομένη, τῶν αὐτῶν εἴχετο πόνων. Καὶ ἐπεὶ τῆς ἰατρικῆς ἐπιστήμης οἱ Ἴβηρες σπανίζοντες, πρὸς ἀλλήλους φοιτᾶν εἰώθασιν, ὡς ἀπὸ πείρας ἐπιζητοῦντες ἐπὶ τοῖς συμβαίνουσι νοσήμασι τὸν τρόπον τῆς ὑγείας, ἀφίκετό τις γυνὴ πρὸς τὸ ἀξιέπαινον γύναιον, παιδίον νόσου δεινῇ μάστιγι πιεζόμενον ἐπιφερομένη, τὸ πρακτέον τάχα ζητοῦσα μαθεῖν. Ἡ οὖν αἰχμάλωτος τοῦτο λαβοῦσα καὶ ἀνακλίνασα, προσηύξατο λυθῆναι τοῦ παιδαρίου τὴν νόσον. Ἤκουσεν ὁ τὰ κρυπτὰ τῶν καρδιῶν εἰδὼς καὶ παρέσχε μὴ μελήσας τὴν ὑγείαν.
Ἐντεῦθεν ἡ θαυμασία γυνὴ πολυθρύλητος γέγονε, ὡς καὶ εἰς ὦτα τῆς τοῦ βασιλέως συζύγου διελθεῖν τὸ γενόμενον· ἥτις καὶ παραυτίκα ταύτην μετεπέμψατο· (κατείχετο γὰρ καὶ αὐτὴ χαλεπῷ πάθει)· ἡ δὲ μετριοφρονοῦσα γυνή, ἀναξίαν ἑαυτὴν κρίνουσα πρὸς τὴν Βασιλίδα ἀφικέσθαι, καταπειθὴς οὐκ ἦν. Ἀλλ᾿ ἡ βασίλισσα, τὸ τῆς βασιλείας ἐπηρμένον εἰς οὐδὲν λογισαμένη, πρὸς τὴν δορυάλωτον ἔδραμεν. Ἡ δὲ καὶ ταύτην τὴν βασίλισσαν πρὸς τὴν πανευτελῆ ταύτης κλίνην κατακλίνασα, ἐν ᾗ καὶ τὸ παιδάριον, φάρμακον τοῦ πάθους ἀλεξίκακον, τὴν προσευχὴν προσενήνοχεν. Ἡ δὲ βασίλισσα, τοῦ πάθους ἀπαλλαγεῖσα, χρυσὸν καὶ ἄργυρον, καὶ χιτῶνας καὶ ἕτερα οὐκ ὀλίγα ἐδίδου, ὅσα τῆς βασιλικῆς φιλοτιμίας, ἀμειβομένη τὴν οὕτω ταχέως καὶ κεχαρισμένως τὸ πάθος διώξασαν. Ἀλλ᾿ ἡ θεία ἐκείνη γυνή, τούτων μὴ χρείαν κεκτῆσθαι, ἔλεγε, μισθὸν δὲ μέγαν ἡγεῖσθαι τὴν τῆς εὐσεβείας ἐπίγνωσιν· καὶ τῷ ἀπαλλάξαντι τοῦ πάθους καὶ σεσωκότι Θεῷ παρηγγυᾶτο ναὸν ἀνεγεῖραι.
Τούτων ἐκείνη ἀκούσασα, κατέλαβε τὰ βασίλεια· καὶ τὸν μὲν βασιλέα ἐξέπληξε τῷ παραδόξῳ τῆς ἰάσεως· διηγεῖτο δὲ καὶ τὸν τρόπον καὶ διεβεβαίου τὸν τῆς αἰχμαλώτου Θεόν, τοῦτον εἶναι κυρίως καὶ ἀληθῶς Θεόν· καὶ ναὸν δείμασθαι προσῆκον διὰ τάχους ἐστὶ καὶ τὸ ὅλον ἔθνος εἰς τὴν τοῦτου θεραπείαν μεταθῆναι. Ὁ δέ, τὸ μὲν θαῦμα ἐξεπλήττετο, ναὸν δὲ δείμασθαι οὐκ ἤθελεν.
Ὀλίγου δὲ διελθόντος χρόνου, εἰς θήραν ἐξελθών, οἱ μὲν σὺν αὐτῷ θηρεύοντες, ἀκωλύτως ἐθήρευον· οὗτος δὲ μόνος ὁ βασιλεὺς ὑπολειφθείς, τοῖς τῆς ἀορασίας κατεσχέθη δεσμοῖς. Ἐν ἀπορίᾳ οὖν γενόμενος καὶ εἰς νοῦν τὴν ἀπείθειαν λαβών, τὸν τῆς αἰχμαλώτου Θεὸν ἐπικαλεσάμενος εἰς ἐπικουρίαν, ἀπηλλάγη τῆς νόσου· καὶ τὴν ἀξιάγαστον δορυάλωτον καταλαβών, ὑποδεῖξαι αὐτῷ τὸ σχῆμα τῆς οἰκοδομῆς ἠντιβόλει· καὶ ἡ μὲν διέγραφεν, οἱ δὲ τοῦ βασιλέως ᾠκοδόμουν.
Ἐπεὶ δὲ καὶ πέρας ὁ ναὸς εἴληφε καὶ ὁ ὄροφος ἐπετέθη, καὶ μόνον ἐδεῖτο τῶν ἱερέων, εὗρε καὶ τούτου πόρον ἡ θαυμαστὴ γυνή. Ἔπεισε γὰρ τὸν τοῦ ἔθνους Ἰβήρων Ἡγούμενον, πρὸς τὸν τῶν Ῥωμαίων πρεσβεύσασθαι βασιλέα καὶ αἰτήσασθαι σταλῆναι διδάσκαλον εὐσεβείας. Ὁ μὲν οὖν δεξάμενος τὴν εἰσήγησιν, τοὺς πρεσβευσομένους ἐξέπεμψεν. Ὁ δὲ βασιλεὺς Κωνσταντῖνος, τὴν αἰτίαν μαθών, τοὺς πρεσβευτὰς φιλοφρόνως δεξάμενος, τῷ Θεῷ ηὐχαρίστησεν. Ἄνδρα δὲ πίστει καὶ συνέσει καὶ βίῳ κοσμούμενον καὶ τῆς ἀρχιερωσύνης ἠξιωμένον, κήρυκα τῷ ἔθνει τῆς θεογνωσίας ἐξέπεμψε, μετὰ δώρων ὅτι μάλιστα πλείστων· ὃς καὶ ἀπελθών, θαύμασι καὶ διδασκαλίαις, πρὸς τὴν ἀκραιφνῆ τῶν χριστιανῶν πίστιν πάντας ἑλκύσας καὶ βαπτίσας καὶ ἱεροὺς ναοὺς διαφόρους ἐγείρας καὶ ἱερεῖς χρίσας καὶ πᾶσαν τὴν τῶν Ἰβήρων χώραν εἰς θεογνωσίαν μετενεγκών, ἀπῆλθε πρὸς Κύριον. Οὗτος ὁ τρόπος τῆς τῶν Ἰβήρων πρὸς Θεὸν ἐπιγνώσεως.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαβριανοῦ καὶ Βαλεντίνου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νέστορος τοῦ χρονογράφου, τοῦ ἐν τῷ Σπηλαίῳ τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ὁσίου Δημητρίου τοῦ σπηλαιώτου, τοῦ θαυματουργοῦ, πολιούχου Βουκουρεστίου.
Ἀφανῶς ἀσκήσας Δημήτριε μάκαρ,
ἐμφανῶς ἐδοξάσθης θαύμασι πλείστοις.
Οὗτος, γόνος ἦν τῆς κώμης Μπασαραμπὸβ τῆς Βουλγαρίας, τῶν γεννητόρων αὐτῶν ὄντων πτωχῶν πλὴν εὐσεβῶν καὶ τιμίων. Κατὰ τινὰς συναξαριογράφους, ἔζησε τὸν ιγ΄ αἰῶνα, ἐνῶ κατ’ ἄλλους τὸν ιζ΄. Εὐσυμπάθητος ὤν πρὸς πάντα τὰ πλάσματα τοῦ Θεοῦ ᾤκτειρε καὶ αὐτὰ τὰ κτήνη καὶ τὰ πτηνά. Σχολάζων παιδιόθεν ἐν τῷ Ναῷ τοῦ Τιμίου Προδρόμου, τῆς πατρώας αὐτοῦ κώμης, ἐσπούδαζεν αὐτοῦ ζηλῶσαι τὰς τρίβους. Ὡς παῖς βουκόλου ἤσκει ἐργασίαν καὶ ὡς ἀντιμίσθιον ἀπήττει μόνο ἐκ τῶν πλουσίων, ὀλίγον ἄρτον καὶ ἅλας. Καταλιπὼν ἐν νεαρᾷ ἡλικίᾳ τὰ τοῦ κόσμου προσῆλθεν ἔν τινι σπηλαίῳ, τῆς αὐτοῦ πατρώας κώμης. Διὰ μεγαλυτέραν ἄσκησιν ἀπεσύρθη παρὰ τὰ ῥεῖθρα τοῦ παραποτάμου τοῦ Δουνάβεως Λώμ, ἔνθα νηστείᾳ, προσευχῇ, ἄκρᾳ σκληραγωγίᾳ καὶ ἀγρυπνίᾳ ἐθεώθη κατὰ μέθεξιν. Σφραγίσας τὴν εἴσοδον τοῦ αὐτοῦ σπηλαίου μετέτρεψεν αὐτὸ εἰς ταφικὸν κελλίον, ὅπερ σὺν τῷ χρόνῳ ἐκαλύφθη ὑπὸ τῶν ποταμίων ῥευμάτων. Ἀνοῤῥύξαντες αὐτὸ οἱ τῆς Ἄγαρ ἀπόγονοι πρὸς ἐξεύρεσιν θησαυροῦ καὶ εὑρόντες μόνον τὸ ἄφθαρτον τοῦ Ὁσίου σκῆνος ἀπέῤῥιψαν αὐτὸ εἰς τὰ ποτάμια ῥεύματα, ἔνθα παρέμεινε κεκρυμμένον ἐν τῇ ὑλΐι τριάκοντα ἔτη. Μετ’ αὐτὰ τυφλή τις παρθένος νεᾶνις ἐλθοῦσα εἰς τὴν Μονήν, ὡραματίσθη τὸν Ὅσιον καὶ ἀποπλύνασα τοὺς ὀφθαλμοὺς αὐτῆς ἐν τῷ φρέατι ἀνέβλεψε καὶ κατεῖδε τὸν τόπον τῆς ἀποθέσεως τοῦ τιμίου αὐτοῦ σκήνους φωτὶ περιηυγασμένον. Τὴν ἑπομένην οἱ ἱερεῖς τῆς κώμης Ῥοῦσε τῇ αὐτῆς ὑποδείξει ἀνέσυραν τὸν χαριτόβρυτον τοῦ Ὁσίου Δημητρίου σκῆνος ἐκ τῶν ὑδάτων, ὅπερ νῦν μετὰ τῆς περιπετείας θησαυρίζεται ἐν Βουκουρεστίῳ, οὗ πολιοῦχος καὶ προστάτης πέλει, πολλὰς ἐπιτελοῦντας θαύματα τοῖς αὐτῷ προσιοῦσιν ἐκ πίστεως.
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Εὐσυμπάθητε, Δημήτριε ἐπάκουσον ἡμῶν δεήσεων, καὶ πέμψον πᾶσι πιστοῖς, Χριστοῦ τὸ μέγα ἔλεος, θεόφρον Ὅσιε, φύλαξ ἄγρυπνε, καὶ ἀρωγὲ καὶ ἔφορε Βουκουρεστίου τῇ πόλει.
Σοῦ Δημήτριε, τὸ σκήνωμα οἱ ἔκγονοι τῆς Ἄγαρ ἔῤῥιψαν, εἰς ῥεῖθρα Λὼμ ποταμοῦ, ἐξ ὧν θείᾳ χάριτι αὐτὸ ἀνέσυραν, καθ’ ὑπόδειξιν σὴν θείαν ἐνθεώτατοι, ἱερεῖς πνευματοφόρε.
Τῆς νεανίδος, τῆς ἀομμάτου ἤνοιξας ξένως Δημήτριε, τοὺς τῆς σαρκὸς ὀφθαλμούς, μεθ’ ὧν αὕτη τόπον σου σεπτοῦ σκηνώματος, εἶδεν Ὅσιε, παρ’ ὕδατα ποτάμια ηὐγασμένον θείῳ φέγγει.
Θεοτοκίον.
Ἱλαστήριον, τοῦ κόσμου παντευλόγητε Θεογεννήτρια, ῥύου ἡμᾶς συμφορῶν, κινδύνων στενώσεων καὶ βλάβης ὄφεως, τοὺς ἐν ᾄσμασιν ὑμνοῦντας τὰ παλαίσματα, τοῦ Ὁσίου Δημητρίου.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ὅπλοις νυχθημέρων σου καμάτων, συνέτριψας τοῦ ἀλάστορος τὰ ἔνεδρα, καὶ αὐτοῦ ἀντέκρουσαν, ἐπιθέσεις Ὅσιε, ἀσπίδι σῶν δεήσεων πρὸς τὸν Παντάνακτα, Δημήτριε Χριστόν, Οὗπερ φίλος γνήσιος, ἐπώφθης καὶ μέτοχος τῆς δόξης.
Ὑψώσας Δημήτριε τὸν νοῦν σου, πρὸς δώματα οὐρανῶν στεῤῥᾷ ἀσκήσει σου, ἀφανεῖ βιώσει σου, ταπεινώσει χεύμασι, δακρύων ἀειῤῥύτων σου, καὶ ἀγρυπνίαις σου ἀπαύστοις, ἀσκητὰ σπηλαιῶτα, ὁ σαφῶς νεκρώσας τὰ τοῦ σαρκίου πάθη.
Ἔκχεον ἡμῖν σε ἀνυμνοῦσιν, ἐκθύμως τῆς ὑγείας ἄμφω νάματα, σθένους καὶ δυνάμεως ὀχετούς, Δημήτριε, ὁ ἁγιάσας ὕδατα τοῦ Λὼμ σκηνώματα, τῷ θείῳ σου ὅ νῦν προσκυνοῦντες, ἐν Βουκουρεστίῳ πληρούμεθα ἰσχύος.
Θεοτοκίον.
Ὕμνοις μελιῤῥύτοις καθ’ ἑκάστην, σὲ στέφομεν Θεοτόκε παντευλόγητε, χαρμονῆς ὡς πρόξενον, τῶν βροτῶν καὶ θλίψεων, ὀλέτειραν τῶν δούλων σου, νῦν τα μνημόσυνον, λαμπρῶς τοῦ Δημητρίου τελούντων, τοῦ θαυματοβρύτου Ὁσίου Ῥουμανίας.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Χαῖρε ἀσκητά, θεόφρον Δημήτριε, κανὼν συνέσεως, βάθρον ταπεινώσεως, ἀκτημοσύνης, πυξὶς ἀλάνθαστε, καὶ προσευχῆς καὶ νήψεως λαμπρὸν παλάτιον, σοὶ βοῶντες πόθῳ ἐκδεχόμεθα, σὰς λιτὰς πρὸς τὸν εὔσπλαγχνον Κύριον.
Ὁ θεραπευτής, Δημήτριε Ὅσιε, πιστῶν ὁ ἄμεσος, ἰατρὸς ἀνάργυρος, τῶν προστρεχόντων σῇ θείᾳ χάριτι, καὶ βοηθὸς ἀνύστακτος τοῖς ἐν κλύδωσι, μὴ ἐλλίπῃς πέμπων τοῖς ἱκέταις σου, τοῦ Ὑψίστου τὸ ἄμετρον ἔλεος.
Στῦλε ἀκλινέ, θείας πίστεως, σοφὲ Δημήτριε στήριζε ἀείποτε, Βουκουρεστίου φρουρὲ καὶ ἔφορε, τοὺς σπεύδοντας σῇ χάριτι ἐν βίου κλύδωσι καὶ βοῶσι· κλονουμένων ἔρεισμα, πέλεις Πάτερ σοφὲ ἀδιάσειστον.
Θεοτοκίον.
Χάριτος Θεοῦ, χειμάῤῥους πολύῤῥυτος, Θεογεννήτρια, δρόσιζε τοὺς δούλους σου, σῇ εὐσπλαγχνίᾳ καὶ ἀγαθότητι, τοὺς πίστει μεγαλύνοντας τῶν θαυμασίων σου, μέγα πλῆθος καὶ τὴν προστασίαν σου, τὴν ἑτοίμην πρὸς ἅπαντας κάμνοντας

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Θαυματουργὲ Δημήτριε, Μπασαραμπὸβ θησαύρισμα, Βουκουρεστίου ἀκέστορ, καὶ θαυμαστὲ πολιοῦχε, τὸ πάνσεπτόν σου σκήνωμα, πιστῶς κατασπαζόμενοι, χάριν πολλὴν λαμβάνομεν, καὶ εἰς αἰῶνας αἰώνων, σὲ μεγαλύνομεν πόθῳ.
Θεοτοκίον.
Ἀπλανεστάτη δούλων σου, ἰθύντειρα πρὸς θέωσιν, εὐλογημένη Παρθένε, Θεογεννῆτορ Μαρία, εὐλόγει τοὺς τιμῶντάς σε, ἐκθύμως καὶ ἁγίαζε, ἡμῶν τὰ ἔργα Δέσποινα, τῶν δοξαζόντων ἐν ὕμνοις, τὸν σὸν πανίερον Τόκον.














Εἰς τοὺς Αἴνους. Ἦχος πλ. Δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Πάτερ, ἱερὲ Δημήτριε, Μπασαραμπὸβ λαμπηδών, κατεφώτισας σύμπαντα, ἀγωγῇ ἐνθέῳ σου, καὶ πληθύϊ θαυμάτων σου, καὶ σκοτομήνην ἡμῶν διέλυσας, παθῶν ἀνόμων τῶν προστρεχόντων σοι, καὶ θείαν χάριν σου δεχομένων πάντοτε, θεοειδές, ἀσκητὰ ὑπέρφωτε, καὶ εὐσυμπάθητε.

Πάτερ, θαυμαστὲ Δημήτριε, σπηλαίου ὁ οἰκιστής, ὅ κατέκλυσαν ὕδατα, οἴμοι Λὼμ ποτάμια, καὶ ἀπέκρυψαν σκῆνός σου, καὶ ὅ ἀπίστων ἐσμοὶ ἀπέῤῥιψαν, σημειοφόρε Πάτερ εἰς ῥεύματα, τὰ συντηρήσαντα, ἀσινῆ καὶ ἄφθαρτα μάκαρ αὐτά, σὲ φαιδρῶς δοξάζομεν καὶ μεγαλύνομεν.

Πάτερ, ἀφανὲς Δημήτριε, τῆς προσευχῆς ἐραστά, ταπεινώσεως σύνοικε, ἐγκρατείας σκήνωμα, ἀσιτίας κειμήλιον, κακοπαθείας τὸ σεμνολόγημα, καὶ ἡσυχίας φωστὴρ ἀείφωτε, πάμφωτον μέλαθρον. ἀρετῆς τὸ σπήλαιον τὸ ἱερόν, ἔδειξας ἀσκήσεως τῆς νυχθημέρου σου.

Πάτερ, θαυμαστὲ Δημήτριε, Βουκουρεστίου φρουρέ, πολιοῦχε ἀνύστακτε, φύλαξ καὶ ὑπέρμαχε, σὲ λαμπρῶς μεγαλύνομεν, καὶ ὁλοθύμως κατασπαζόμενοι, σοῦ θεῖον σκῆνος τὸ χαριτόβρυτον, θείας πληρούμεθα, χαρμονῆς καὶ θλίψεων δεινὴν ἀχλύν, τάχος ἐκδιώκομεν, Πάτερ παγκόσμιε.

Δόξα. Ἦχος πλ. Α΄.
Τὸν ὑπερόπτην τῶν ῥεόντων σήμερον τιμήσωμεν, καὶ ζηλωτὴν τῶν ἀῤῥεύστων, Δημήτριον τὸν θειότατον, Βουκουρεστίου πατέρα καὶ ἀντιλήπτορα, θερμῶς αὐτῷ ἀνακράζοντες· ὁσιότητος κέρας καὶ θαυμασίων ἀκένωτον φρέαρ, ὁ τὸ βραβεῖον τῆς ἄνω εἰληφὼς κλήσεως, καὶ Χριστῷ συμβασιλεύων εἰς τοὺς αἰῶνας, μὴ παύσῃ Αὐτοῦ δεόμενος ὑπὲρ τῶν ἑορταζόντων, τὴν παναγίαν καὶ ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε…

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.


Μεγαλυνάριον.
Χαίροις θεῖε γόνε Μπασαραμπόβ, ἀσκητῶν φαιδρότης, πολιοῦχε καὶ ἀρωγέ, τοῦ Βουκουρεστίου, Δημήτριε τρισμάκαρ, ὁ εἰληφὼς πλουσίαν χάριν ἰάσεων.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου