ΕΡΜΟΓΕΝΗΣ ΜΑΡΤΥΣ ΑΚΟΛΟΥΘΙΑ
ΑΚΟΛΟΥΘΙΑ
(Ποίημα Χαραλάμπους Μπούσια)
(Ποίημα Χαραλάμπους Μπούσια)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα
ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος
α΄. Τῶν οὐρανίων ταγμάτων.
Πεπαιδευμένον
εἰς γνῶσιν, σοφῶς τὴν θύραθεν, στεῤῥὸν τροπαιοφόρον, ἀθλητὴν τοῦ Ὑψίστου, Μηνᾶ
Καλλικελάδου συναθλητῶν, ὑπ’ αὐτοῦ τὸν γνωρίσαντα, τὸν Ποιητὴν πάσης κτίσεως καὶ
Θεόν, Ἑρμογένην νῦν τιμήσωμεν.
Ἀλεξανδρείας
τὴν χθόνα κατεπορφύρωσας, αἱμάτων σου τοῖς ὄμβροις, δι᾿ ἀγάπην Κυρίου, Ἑρμόγενες
Εὐγράφου τοῦ θαυμαστοῦ, καὶ Μηνᾶ τοῦ ἀλκίφρονος, Καλλικελάδου τοῦ θείου
συναθλητά, καὶ τῆς δόξης ἰσοστάσιε.
Τῆς
σωφροσύνης τὸ κέρας καὶ ἀγαθότητος, τὴν τηλαυγῆ λυχνίαν, Ἀθηνῶν θεῖον γόνον, καὶ
γέρας Ἐκκλησίας περικλεές, Ἑρμογένην τιμήσωμεν, καὶ τὰς τιμίας βασάνους διὰ
Χριστόν, τὰς αὐτοῦ νῦν μεγαλύνωμεν.
Τὸν
ὑπομείναντα πόνους στεῤῥᾶς ἀθλήσεως, καὶ παῤῥησίᾳ κλῆσιν, τοῦ Χριστοῦ τὴν ἁγίαν,
κηρύξαντα οἱ δῆμοι τῶν εὐσεβῶν, Ἑρμογένην τιμήσωμεν, σὺν τῷ Μηνᾷ πρὸς εὐσέβειαν
οὗ ἰσχύς, τῆς ψυχῆς αὐτὸν προσείλκυσε.
Δόξα.
Ἦχος β΄.
Τὸν
ἐξ Ἀθηνῶν ὁρμώμενον Ἀλεξανδρείας ἔπαρχον, εἰδώλων τὸν πρὶν ὑπέρμαχον καὶ εἶτα
καθαιρέτην, Ἑρμογένην τὸν καλλίνικον μάρτυρα, ὕμνοις τιμήσωμεν· ὁμόζηλος γὰρ
γενόμενος τῶν παθημάτων, τοῦ ὑπ᾿ αὐτοῦ κακοπαθήσαντος Μηνᾶ τοῦ Καλλικελάδου, σὺν
αὐτῷ ἐν δόμοις οὐρανίοις ἠξιώθη ἀγγέλοις συναγάλλεσθαι· Χριστὸν οὖν τὸν
στεφοδότην θεώμενος καὶ ἀγγέλοις συγχορεύων καὶ συναγαλλόμενος ἐκτενῶς
πρεσβεύει ὑπὲρ τῶν στεφόντων αὐτὸν ὑμνῶν τοῖς ἄνθεσι.
Καὶ
νῦν. Θεοτοκίον.
Τὴν
πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην
Σου.
Ἀπόστιχα.
Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε
χοροὶ πιστῶν, τὴν μνήμην Ἑρμογένους, τοῦ ἐν Ἀλεξανδρείᾳ, ἀθλήσαντος γενναίως,
λαμπρῶς ἐγκωμιάσωμεν.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Βλάστημα
ἐκλεκτόν, τῶν Ἀθηνῶν καὶ ἴον, Χριστοῦ τῆς Ἐκκλησίας, μυρίπνοον ἐκθύμως, νῦν Ἑρμογένην
μέλψωμεν.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν Κύριος.
Ἤθλησας
εὐσθενῶς, σὺν τῷ Καλλικελάδῳ, Μηνᾶ τῷ Ἀθηναίῳ, καὶ τῷ Εὐγράφῳ Μάρτυς, Ἑρμόγενες
ὡς ἄϋλος.
Δόξα.
Τριαδικόν.
Χαῖρε
Τριὰς σεπτή, ἡ δοξασθεῖσα πόνοις, τοῦ Σοῦ στεῤῥοῦ ὁπλίτου, ἐνδόξου Ἑρμογένους,
πανευλαβῶς κραυγάζομεν.
Καὶ
νῦν. Θεοτοκίον.
Κλέος
τῶν ἀθλητῶν, ὑπάρχεις Θεοτόκε, καὶ σέμνωμα Μαρτύρων, τῶν ἐν σταδίῳ Τόκον,
μεγαλυνάντων θεῖόν σου.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Γεραρὸν
Ἑρμογένην ἀνευφημήσωμεν, τὸν ἀριστέα σταδίου, σὺν τῷ Εὐγράφῳ λαμπρῶς, καὶ Μηνᾷ
Καλλικελάδῳ, πορφυρώσαντα τὴν Ἀλεξάνδρειαν ῥοαῖς τῶν αἱμάτων δεῦτε νῦν, χορεῖαι
φιλομαρτύρων, αὐτοῦ λιτὰς τὰς ἀόκνους πρὸς τὸν Θεάνθρωπον αἰτούμενοι.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε
τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν
στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια· Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἑρμογένην
τὸν πάνσοφον, ἀθλητὴν ὅνπερ εἵλκυσε, πρὸς Χριστοῦ τὴν πίστιν Μηνᾶς ὁ ἔνδοξος, ὁ
θεαυγὴς Καλλικέλαδος, καὶ οὗ ἠκολούθησε, τρίβῳ τῇ μαρτυρικῇ, γεγηθότες ὑμνήσωμεν
ἀνακράζοντες· χαῖρε στῦλε στεῤῥὲ τῆς Ἐκκλησίας, χαῖρε πρόβολε ἀνδρείας, καὶ ἀριστείας
ἐκτύπωμα.
Μαξιμῖνον
κατῄσχυνας, σὲ τὸν δείξαντα ἔξαρχον, τῆς Ἀλεξανδρείας Χριστοῦ τὸ ποίμνιον, ἵνα
σκορπίσῃς καὶ σέβοντας, στηρίξῃς τὰ εἴδωλα, καλλινίκων ἀθλητῶν, ὡραιότης Ἑρμόγενες·
ὅθεν ἅπαντες, εὐσεβείας ὡς σάλπιγγα τιμῶμεν, καὶ ψαλτήριον σὲ τόλμης, καὶ εὐψυχίας
καλλίχορδον.
Ἀθηνῶν
τὸ περίδοξον, καὶ πανεύοσμον βλάστημα, ἐν Ἀλεξανδρείᾳ πολύχουν ἄσταχυν, τὸ ἑξανθῆσαν
τιμήσωμεν, ἀνδρείας χρηστότητος, καὶ εὐψύχου ἀγωγῆς, ἐν σταδίῳ κραυγάζοντες·
Μάρτυς ἄριστε, σὺν Μηνᾷ τῷ σεπτῷ Καλλικελάδῳ, καὶ Εὐγράφῳ ὁ ἀθλήσας, στεφάνους
δόξης ἀπείληφας.
Τὴν
καλήν σου ἀλλοίωσιν, καὶ τὴν χάριν τοῦ Πνεύματος, τὴν ἐν σοὶ οἰκοῦσαν, σοφὲ Ἑρμόγενες,
ἰδόντες οἱ παριστάμενοι, Ἐπίσκοποι ἄριστε, τρεῖς καὶ δέκα ἀληθῶς, ἐν ἀγῶσι τοῖς
θείοις σου προεχείρισαν, σὲ Χριστοῦ ἀρχιθύτην Ἐκκλησίας, τὸν ἐχέφρονα καὶ πρᾷον,
καὶ ταπεινὸν καὶ στεῤῥόψυχον.
Μίαν
ποίμνην ἀπήλαυσας, ὅλην τὴν Ἀλεξάνδρειαν, ἧς Ποιμὴν ὑπῆρχε μόνον ὁ Κύριος, ἐν
ταῖς ἡμέραις Ἑρμόγενες, ἀρχιερωσύνης σου, τὰς ὀλίγας, ἀθλητά, ἐν οἷς πάντας ἐδίδασκες
θεοσέβειαν, σωφροσύνην πρᾳότητα ἀγάπην, ταπεινοφροσύνην ἄκραν, ἁγνείαν καὶ
χρηστοήθειαν.
Θησαυρὸν
ὡς πολύολβον, τὸ σὸν πάντιμον σκήνωμα, πλεῦσαν ἐφ’ ὑδάτων εἰς Βασιλεύουσαν,
ξένως παρέλαβεν ἄλκιμε, ὁ θεῖος Ἑρμόγενες, Πατριάρχης σὺν χορῷ, εὐσεβῶν φέγγος ἄῤῥητον,
ἀθλοφόρητε, Μάρτυς πίστεως περιηυγασμένον, καὶ ὑπὸ δυάδος θείων, Ἀγγέλων
συνοδευόμενον.
Δόξα.
Ἦχος πλ. β΄.
Τὸν
φωτοειδῆ καὶ παμφαέστατον ἀθλητῶν ἀστέρα, τὸν κήρυκα τῆς εὐσεβείας καὶ ἱερομύστην
τῆς χάριτος, Ἑρμογένην τὸν ἀλκίφρονα συνδραμόντες φιλομάρτυρες, μαρτυρικοῖς ἐγκωμίοις
ὑμνήσωμεν κράζοντες· χαίροις ὁ τῶν Ἀθηνῶν πυρσός, καὶ τῆς Ἀλεξανδρείας φάρος ἀείφωτος·
χαίροις Μηνᾶ τῶν ἄθλων ὁμότροπε, καὶ κλεινοῦ Εὐγράφου τῆς παῤῥησίας ὁμόζηλε·
χαίροις τῶν ἀριστέων σταδίου κοσμιότης, καὶ ἱεραρχῶν θεοφρόνων σεμνολόγημα· καὶ
νῦν χαρᾶς μετέχων τῆς ἀϊδίου, καὶ κληρονόμος ὑπάρχων τῆς τῶν οὐρανῶν Βασιλείας,
δυσώπει Χριστὸν τὸν Θεὸν ὑπὲρ τῶν πίστει, τὴν ἱερὰν καὶ χαρμόσυνον ἐκτελούντων
μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Σπήλαιον
εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ
λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε
θαῦμα τὸ φρικτόν, καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ
προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός, ὃνπερ καὶ κύψασα, δουλικῶς ἡ Μήτηρ
προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς. Πῶς ἐνεσπάρης μοι, ἢ
πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. 43, 9-14)
Τάδε
λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν.
Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν
τοὺς Μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι Μάρτυρες,
καὶ ἐγὼ Μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε,
καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ
ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα,
ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ Μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ
Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος.
Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ
Ἅγιος Ἰσραήλ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα,
οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς,
καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν
ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ.
Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ
χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν.
Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται
ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν.
Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν,
καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου
θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ
δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει
αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους
δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε
οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου
ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς
τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνου
ἐν Κυρίῳ Ἀλεξανδρείας ἡ πόλις, καὶ πᾶσα φιλομαρτύρων ἡ ὁμήγυρις, τιμῶντες τὴν
μνήμην, τοῦ μεγαλομάρτυρος ἱεράρχου Ἑρμογένους· οὗτος γὰρ τῆς εὐσεβείας ἐκφαίνων
τὰς χάριτας, καὶ Μηνᾶ τοῦ Καλλικελάδου τῶν ἄθλων πέλων ὁμόζηλος, εἰδωλολατρῶν
καθεῖλεν ὀφρὺν τὴν ἐπηρμένην, τῇ συμμαχίᾳ τοῦ ἀναπληροῦντος τὰς ἀσθενείας,
Παναγίου Πνεύματος· καὶ νῦν Χριστῷ παριστάμενος, μὴ παύσῃ ἐφορῶν καὶ σκέπων, τοὺς
εὐφημοῦντας τοὺς ἄθλους σου, καὶ γεραίροντας τὴν ἁγίαν μνήμην σου.
Ἦχος
β΄.
Μαρτυρικὴν
ἐπιδειξάμενος ἀνδρείαν ἄῤῥητον, εἰδωλικὴν ἐξεφαύλισας μανίαν, ἐξ ἧς θείᾳ χάριτι
ἀπηλευθερώθης, Ἑρμόγενες θεομακάριστε· σὺ γὰρ θαυμάσας Μηνᾶ τοῦ Καλλικελάδου παῤῥησίαν,
εἰδώλων πλάνης διέλυσας ζόφωσιν, καὶ πρὸς φῶς τῆς εὐσεβείας ἐχώρησας· εὐθαρσῶς
οὖν ἀθλήσας, καὶ ὑπομείνας πολυώδυνα βάσανα, συμμέτοχος χαρᾶς τοῦ Κυρίου
γέγονας, καὶ πρεσβευτὴς πρὸς Αὐτὸν ἡμῶν θερμότατος.
Ἦχος
γ΄.
Τῇ
σῇ ἄνωθεν δοθείσῃ σοφίᾳ καὶ ψυχῆς στεῤῥότητι κατηγωνίσω, τοὺς εἰδωλόφρονας Ἑρμόγενες
μεγάλαθλε· πειθόμενος γὰρ Καλλικελάδου τοῖς ῥήμασι, καὶ τὴν αὐτοῦ θαυμάζων παῤῥησίαν,
ἀνενδότῳ φρονήσει προσεχώρησας πρὸς τὸ μαρτύριον· ὅθεν πάντες ἀγαλλιώμενοι τῇ σῇ
εὐψυχίᾳ, καὶ προβάλλοντές σε μεσίτην ἡμῶν πρὸς Κύριον, τὰς πρὸς Αὐτὸν πρεσβείας
σου ἐκδεχόμεθα.
Δόξα.
Ἦχος δ΄.
Πεπαῤῥησιασμένῃ
ὁμολογίᾳ καὶ ἀθλητικῷ παραστήματι, Χριστὸν τὸν Θεὸν ἡμῶν ὁμολογήσας,
καταφρονήσας ὡς λίθους τὰ ἄψυχα εἴδωλα, ἱερομάρτυς Ἑρμόγενες παναοίδιμε· ὅθεν ὁ
Κύριος τῆς δόξης, ὡς δοξασθεὶς τῇ ἀηττήτῳ ἀθλήσει σου, περιφανῶς σε ἐδόξασε, καὶ
ταχινὸν ἡμῶν προστάτην σὲ ἀνέδειξε.
Καὶ
νῦν. Θεοτοκίον.
Ἐκ
παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ
δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς
τὸν Στίχον. Στιχηρὰ Ἀπόστιχα. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.
Χαίροις
Καλλικελάδου Μηνᾶ, καὶ τοῦ Εὐγράφου τοῦ ἐνδόξου συνόμιλε, ὁμότροπε τῶν ἀγώνων,
καὶ τῆς χαρᾶς οὐρανῶν, σύσκηνε στεῤῥόφρον ἱερόαθλε, τρισμάκαρ Ἑρμόγενες, ὁ
σκεδάσας τὴν ζόφωσιν, χάριτι θείᾳ τῶν εἰδώλων καὶ πάμφωτον, ἦμαρ ἅπασιν, ἀνατείλας
τῆς πίστεως, τοῦ Φωτοδότου Κτίσαντος, Οὗ κλῆσιν τὴν πάνσεπτον, καθωμολόγησας
χαίρων, ἐν τῷ σταδίῳ πρὸ βήματος, στυγνοῦ Μαξιμίνου, τοῦ πικρῶς κολάσαντός σε,
καὶ θανατώσαντος.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις
μεγαλομάρτυς Χριστοῦ, Ἀτθίδος γόνε καὶ περίδοξον βλάστημα, μαρτύρων Ἀλεξανδρείας,
ἡ ἱερὰ καλλονή, καὶ εἰδωλοφρόνων ἡ κατάπτωσις, Ἑρμόγενες ἄλκιμε, ἱεράρχα
θειότατε, Καλλικελάδου, τοῦ Μηνᾶ ὁ τὰ σκάμματα, καὶ στεῤῥότητα, τῆς ψυχῆς
μιμησάμενος· νίκης γὰρ χρυσοστόλιστον, δρεψάμενος στέφανον, παρὰ Κυρίου ἀξίως,
τὰ γέρα νέμοντος ἅπασιν, ἀπογεγραμμένων, ἐν Ἐδὲμ συνηριθμήθης, χοροῖς θεσπέσιε.
Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις
ἱερομάρτυς σεπτέ, Ἀλεξανδρείας πρὶν τῆς πόλεως ἔπαρχος, εἰδώλων ὡς ὑπηρέτης, καὶ
εἶτα θεῖος αὐτῆς, Ἱεράρχης μάκαρ ἐνθεώτατος, ὡς Κτίστου ἀκόλουθος, καὶ
διδάσκαλος πάνσοφος, τῆς εὐσεβείας, ἀθλοφόρε Ἑρμόγενες, ὁ κατώδυνον, ὑπομείνας ὡς
ἄσαρκος, βάσανον· ὅθεν μνήμην σου, τὴν θείαν καὶ πάντιμον, ἐν ψυχικῇ εὐφροσύνῃ,
πανηγυρίζοντες σήμερον, ἐκθύμως βοῶμεν· χαῖρε μάρτυς τροπαιοῦχε, Χριστοῦ τῆς
πίστεως.
Δόξα.
Ἦχος πλ. δ΄.
Δεῦτε
φιλέορτοι πάντες, ᾆσμα ᾄσωμεν μελίῤῥυτον, τῷ στεῤῥῷ Χριστοῦ ἀθλοφόρῳ, Ἑρμογένει
τῷ ἀλκίφρονι· μαρτυρικῶς γὰρ ἀγωνισάμενος, καὶ τρόπους Μηνᾶ τοῦ Καλλικελάδου
μιμησάμενος, εὐθαρσῶς ὡμολόγησε τοῦ Κυρίου τὸ ὄνομα· καὶ νῦν ἀγαλλιάσεως ἀπολαύων
ἀδιαλείπτου, σὺν τοῖς αὐτοῦ συνάθλοις καὶ δήμοις ἀγγέλων, Χριστῷ πρεσβεύει ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Προεόρτιον.
Βηθλεὲμ
ἑτοιμάζου· εὐτρεπιζέσθω ἡ φάτνη· τὸ Σπήλαιον δεχέσθω, ἡ ἀλήθεια ἦλθεν· ἡ σκιὰ
παρέδραμε· καὶ Θεὸς ἀνθρώποις, ἐκ Παρθένου πεφανέρωται, μορφωθείς τὸ καθ' ἡμᾶς,
καὶ θεώσας τὸ πρόσλημμα. Διὸ Ἀδὰμ ἀνανεοῦται σὺν τῇ Εὔᾳ, κράζοντες· Ἐπὶ γῆς εὐδοκία
ἐπεφάνη, σῶσαι τὸ γένος ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Γεραρὸν
Ἑρμογένην ἀνευφημήσωμεν, τὸν ἀριστέα σταδίου, σὺν τῷ Εὐγράφῳ λαμπρῶς, καὶ Μηνᾷ
Καλλικελάδῳ, πορφυρώσαντα τὴν Ἀλεξάνδρειαν ῥοαῖς τῶν αἱμάτων δεῦτε νῦν, χορεῖαι
φιλομαρτύρων, αὐτοῦ λιτὰς τὰς ἀόκνους πρὸς τὸν Θεάνθρωπον αἰτούμενοι.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε
τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ
τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ὡς
μέγας ἀριστεύς, τοῦ σταδίου καὶ Μάρτυς, ἀήττητος Χριστοῦ, ἠκολούθησας χαίρων ,
Μηνᾶ θείοις βήμασι, καρτερόφρον Ἑρμόγενες, καὶ κατῄσχυνας, εἰδώλων πλάνης τοὺς
λάτρας· ὅθεν μνήμην σου, τὴν φωτοφόρον τιμῶντες, σὲ πίστει γεραίρομεν.
Δόξα.
Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Ἀνέπλασας
ἡμῶν, τὴν μερόπειον φύσιν, κυήσασα Χριστόν, ἐν ἰσχύϊ δυνάστην, εἰς τέλος
συντρίψαντα καὶ ἀνθρώποις βραβεύσαντα, ἀπολύτρωσιν, Θεογεννῆτορ Παρθένε, θεοκόσμητε,
ναὲ καὶ μέλαθρον θεῖον, Θεοῦ τοῦ Παντάνακτος.
Μετὰ
τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Βασάνους
ὑπέμεινας, ὀδυνηρὰς ἀθλητά, ὡς ἄσαρκος ἄριστε, ἀρχιερέων εἰκών, εὐψύχων Ἑρμόγενες·
ὅθεν σὴν θείαν μνήμην, ἑορτάζοντες πόθῳ, κράζομεν· καλλιμάρτυς, στῦλε Ἀλεξανδρείας,
φωτόλαμπρε τὸν ζόφον ἡμῶν, δίωξον θλίψεων.
Δόξα.
Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Ὁ ἔμψυχος
θάλαμος, ἡ κιβωτὸς τοῦ Θεοῦ, ἡ ἄγαν πολύτιμος, ἐν ᾗ Αὐτοῦ τὰ σεπτά, καὶ ξένα
μυστήρια, Δέσποινα Θεοτόκε, ἐκτετέλεσται τρόπῳ, ὄντως ἀκαταπλήκτῳ, ἀνυμνείσθω ἐκθύμως,
ἡ μόνη βασιλὶς τοῦ παντός, καὶ ἀειπάρθενος.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Μηνᾶ
ὁμότροπος, ἐν τοῖς παλαίσμασι, λαμπρᾷ ἐνστάσει σου, ὤφθης Ἑρμόγενες, εἰδώλων
πλάνης τῶν λατρῶν ὁ ἄριστος καθαιρέτης· Ὅθεν πάντες σέβοντες, σὴν τιμίαν ἐνάθλησιν,
κράζομεν· μεγάλαθλε στεφηφόρε ἱκέτευε, Χριστὸν ὑπὲρ τῶν πίστει τιμώντων, μνήμην
τὴν ἀεισέβαστόν σου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν
σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου σου, ἁγνὴ
Παρθένε Μαριὰμ ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων
πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὤρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ
σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον κατὰ Ἰωάννην (Κεφ. ιε΄ 17-ιστ 2 ): Εἶπεν ὁ Κύριος
τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν... Ὅρα
το εἰς τὴν Λειτουργίαν τοῦ Ἁγίου Γεωργίου.
Ὁ Ν΄ Ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Σήμερον
ὁ ἱερομάρτυς Ἑρμογένης, τῶν Ἀθηνῶν τὸ περίβλεπτον καύχημα, ἐν σταδίῳ ἐχθρὸν εἰδωλόφρονα
ἐθριάμβευσε, καὶ τὸν διὰ ξίφους φρικτὸν ἐδέξατο θάνατον· Ἄγγελοι ἐν πόλῳ δόξης
τοὺς ἄθλους αὐτοῦ ὑμνοῦσι, καὶ φιλομάρτυρες ἐν γῇ τὰς χεῖρας ἐν εὐφροσύνῃ κροτοῦσι,
μεγαλοφώνως κράζοντες· ἱερομάρτυς πανσεβάσμιε πρέσβευε δεόμεθα, σωθῆναι τὰς ψυχὰς
τῶν στεφόντων σε ᾄσμασι.
Εἶτα ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς· Ἑρμογένους αἶνος,
τοῦ ἀθλητοῦ Κυρίου. Χ.
ᾨδὴ
α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ἑρμόγενες ἔνδοξε,
μεγαλομάρτυς πολύαθλε, Χριστοῦ ὁ τὸ ὄνομα ὁμολογήσας τρανῶς, καὶ τὸ φρύαγμα,
πατήσας Μαξιμίνου, τὸ ἄνομον ἄθλων σου, πόνοις δεδόξασαι.
Ῥανίσιν αἱμάτων σου, σεπτῶν
Ἑρμόγενες ἔχρωσας, καλλίνικε ἔπαρχε, Ἀλεξανδρείας ὁδούς, ἧς ὁμήγυριν,
κατηύφρανας σῷ σθένει, χριστώνυμον πάνσοφε, Μάρτυς μεγάλαθλε.
Μηνᾶ ἠκολούθησας,
Καλλικελάδου τοῖς βήμασιν, ὃν πρότερον ἔκρινας διὰ τὴν πίστιν Χριστοῦ, καὶ ὑπέβαλες,
εἰς πόνους μαρτυρίου, ὡς ἄρχων σεβόμενος, λίθους Ἑρμόγενες.
Θεοτοκίον.
Οὐράνωσον φρόνημα,
Θεογεννήτρια Δέσποινα, τῶν μακαριζόντων σε εἰς τοὺς αἰῶνας λαμπρῶς, ταῖς
δεήσεσι, τοῦ θείου Ἑρμογένους, τοῦ ἄθλοις δοξάσαντος, Τόκον τὸν θεῖόν σου.
ᾨδὴ
γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Γαλήνης τὸν αἴτιον, δυσώπει
ὑπὲρ τῶν ὑμνούντων ἐκτενῶς, Ἑρμόγενες τοὺς ἄθλους σου, οὓς στεῤῥοψύχως ἤνεγκας,
διὰ τὴν παναμώμητον, πίστιν Χριστοῦ τοῦ Παντάνακτος.
Ἐπάρχου Ἀλεξανδρείας θῶκον,
λαβὼν ἐβασάνισας Μηνᾶν, τὸν θεῖον Καλλικέλαδον, κηρύττοντα εὐσέβειαν, Ἑρμόγενες
Οὗ δύναμιν, ψυχῆς καὶ τόλμην ἐζήλωσας.
Νοήσας ἀπάτην τῶν εἰδώλων, ὡς
ὄντως ἐχέφρων καὶ σοφός, τὴν πίστιν ὡμολόγησας, Ἑρμόγενες τοῦ Κτίσαντος, καὶ
στάδιον εἰσέδραμες, θεοπρεπῶς τῆς ἀθλήσεως.
Θεοτοκίον.
Ὁδήγει βροτοὺς πρὸς σωτηρίαν,
ἰθύντειρα ὥσπερ ἀπλανής, τοὺς ἀνυμνολογοῦντάς σε, Κυρία Μητροπάρθενε, καὶ πόθῳ
καταφεύγοντας, τῇ ἀκλινεῖ ἀντιλήψει σου.
Κάθισμα.
Ἦχος γ΄. Θείας πίστεως.
Ἱερόαθλε
μεγαλομάρτυς, τῶν ἀγώνων σου τὰς ἀριστείας, μεγαλύνοντες πιστῶς ἀνακράζομεν· Ἀλεξανδρείας
φανὲ καὶ ὁμότροπε, Καλλικελάδου Μηνᾶ τοῦ παμμάκαρος, καταξίωσον, ἡμᾶς τῆς χαρᾶς
τῆς κρείττονος, Ἑρμόγενες τοὺς μέλποντας τοὺς ἄθλους σου.
Δόξα.
Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τὸν
ἀσώματον, σωματωθέντα, μόνον Κύριον, ἐκ σοῦ ἀφράστως, δίχα πάναγνε τροπῆς
καθικέτευε, ὑπὲρ ἡμῶν πόθῳ μεγαλυνόντων σε, τῶν λυτρωθέντων κυήσει τῇ θείᾳ σου,
τῆς προμήτορος ἀρᾶς καὶ θανάτου Δέσποινα, ἀλήκτου δυσωποῦμέν σε ἀείποτε.
ᾨδὴ
δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ὑμνῳδίαις στέφομέν σε, τὸν
γενναίου φρονήματος ὄντα πεπλησμένον, καὶ ὀδύνας καθυπομείναντα, πικρὰς βασάνων
Ἑρμόγενες τρισόλβιε, καὶ ἀπότμησιν τῆς κεφαλῆς τῆς τιμίας σου.
Σωφροσύνης ὑφηγῆτορ καὶ ἁγνείας
διδάσκαλε, τιμαλφῆ σου πάντα πένησι διένειμας
πρώταθλε, σταδίου μάκαρ Ἑρμόγενες, καὶ ἔχρωσας, σοῦ τοῖς αἵμασι, στολὴν ἀρχιερωσύνης
σου.
Ἀθλοφόρε καρτερόφρον ἠκολούθησας
βήμασι, τοῦ Καλλικελάδου ἐν σταδίῳ Μάρτυς Ἑρμόγενες, καὶ τοὺς ἀγγέλους κατεῖδες
θεραπεύοντα, σοῦ τὰ τραύματα, καὶ τὰς οὐλὰς τῆς ἀθλήσεως.
Θεοτοκίον.
Ἴθυνόν με πρὸς λειμῶνας ἀϊδίου
τερπνότητος, Κεχαριτωμένη, Μῆτερ τοῦ Θεοῦ, τὸν ὑμνοῦντά σε, καὶ τοὺς σεπτοὺς Ἑρμογένους
πόνους μέλποντα, δι’ εὐσέβειαν, καὶ δόξαν Τόκου τοῦ θείου σου.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Νικήσας τὰ εἴδωλα, τὸν
σέβοντα ἀθλήσει σου, πλάνον Μαξιμῖνον καλλιμάρτυς, ἐδέξω στέφος ἐκ τῶν χειρῶν
τοῦ Χριστοῦ, Ἑρμόγενες καὶ σὺν τῷ Μηνᾷ, καὶ Εὐγράφῳ ἔτυχες, εὐφροσύνης ἀτέρμονος.
Ὁμότροπος πέφηνας, ἐνστάσει
στεῤῥοψύχῳ σου, ἐν ἀγῶσι τοῦ Καλλικελάδου, ἑλκύσαντός σε πρὸς πίστιν τοῦ
Λυτρωτοῦ, Ἑρμόγενες· ἔνθεν καὶ αὐτοῦ δόξης ἰσοστάσιος, ἐν Ἐδὲμ κήποις γέγονας.
Σὲ κλέος ὡς πίστεως, καὶ ἀθλητῶν
ἀκρώρειαν, πόθῳ μεγαλύνομεν οἱ δῆμοι τῶν χριστωνύμων, περικλεὲς ἀθλητά, Ἑρμόγενες
κλῆσιν τοῦ Θεοῦ, τὸν ὁμολογήσαντα ἀπτοήτῳ φρονήματι.
Θεοτοκίον.
Τρυφῆς ἀπολαύσεως, τῆς αἰωνίου
πρόξενος, πέλεις εὐσεβῶν Θεογεννῆτορ· διό σε πάντες, οἱ ἐν τοῦ βίου δεινοῖς,
στενάζοντες σπεύδομεν ταῖς σαῖς, ἱκεσίαις Δέσποινα, πρὸς Ὃν ξένως ἐκύησας.
ᾨδὴ
στ΄. Τὴν θείαν ταύτην.
Ὁ τοῦ Μηνᾶ ἰσοστάσιος, τῆς
δόξης καὶ τῶν πόνων ἐφάμιλλος, ἀνευφημείσθω μοι, ὁ Ἑρμογένης ὁ ἄριστος, τῶν τῆς
Ἀλεξανδρείας, μαρτύρων καύχημα.
Ἀπὸ τῆς ἄνωθεν χάριτος, ῥωννύμενος
Ἑρμόγενες ἔνδοξε, γενναίως ἤνεγκας, μελῶν σου τμῆσιν ὡς ἄσαρκος, καὶ αἵματός
σου Μάρτυς, τιμίου ἔκχυσιν.
Ἀθῆναι νῦν ἐπαγάλλονται,
σπαργάνοις σου τοῖς θείοις Ἑρμόγενες, καὶ Ἀλεξάνδρεια, τῇ σῇ ἀνδρείᾳ καὶ ἄθλοις
σου, δι’ ὧν τὴν πίστιν Μάρτυς, Χριστοῦ ἐτράνωσας.
Θεοτοκίον.
Θεοῦ ναὸς ἀχειρότευκτος, ὑπάρχουσα
Παρθένε θεόνυμφε, ναοὺς σεμνότητος, τοὺς σοὺς οἰκέτας ἀνάδειξον, ἀεὶ δοξολογοῦντας
τὸν θεῖον Τόκον σου.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν
παῤῥησίᾳ Ἰησοῦν ὁμολογήσαντα, καὶ τοῦ Μηνᾶ μαρτυρικοῖς ἀκολουθήσαντα, ἐν Ἀλεξάνδρειᾳ
τρίβοις ἀξιόχρεως, ἀγαθὸν σεμνὸν ἐχέφρονα καὶ εὔψυχον, ἀθλητὴν τῆς εὐσεβείας ἀνυμνήσωμεν,
πόθῳ κράζοντες· Χαίροις μάρτυς Ἑρμόγενες.
Ὁ
Οἶκος.
Ἄριστος
ἀθλοφόρος, εὐσεβείας κοσμήτωρ, Ἑρμόγενες καὶ κῆρυξ ἐδείχθης, Ἀθηνῶν γόνε
περικλεές, καὶ Ἀλεξανδρείας ἱερὸν καύχημα· διό σε μακαρίζοντες, πιστῶς σοι ἐκβοῶμεν
πάντες·
Χαῖρε,
σεπτὸς ἀριστείας πύργος·
χαῖρε,
λαμπρὸς Ἐκκλησίας φάρος.
Χαῖρε,
Ἀθηνῶν ἱερὸν σεμνολόγημα·
χαῖρε,
εὐσθενῶν ἀθλοφόρων ὑπόδειγμα.
Χαῖρε,
ὅτι ἠκολούθησας τῷ Μηνᾷ ἐν τοῖς δεινοῖς·
χαῖρε,
ὅτι χάριν εἴληφας θεραπεύειν ἀσθενεῖς.
Χαῖρε,
ὁ τῶν εἰδώλων τὴν ἀπάτην πατήσας·
χαῖρε,
ὁ τῶν Μαρτύρων τοὺς χοροὺς ἀγλαΐσας.
Χαῖρε,
κρατὴρ ἀρίστης ἀθλήσεως·
χαῖρε,
φωστὴρ λαμπρὸς γενναιότητος.
Χαῖρε,
Χριστοῦ ὁ εὐφράνας χορείας·
χαῖρε,
ἐχθροῦ ὁ πατήσας παγίδας·
Χαίροις,
Μάρτυς Ἑρμόγενες.
Συναξάριον.
Τῇ Ι΄ τοῦ αὐτοῦ μηνός, μνήμη
τοῦ ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Ἑρμογένους τοῦ Ἀθηναίου,
τοῦ ἐν Ἀλεξανδρείᾳ, σὺν Μηνᾷ τῷ Καλλικελάδῳ, καὶ Εὐγράφῳ ἐναθλήσαντος.
Μηνᾶ μάρτυρος ἀκολουθήσας
τρίβοις
σὺν αὐτῷ, Ἑρμόγενες,
ἤθλησας χαίρων.
Τμηθεὶς ὁΜηνᾶς, κἄν
κελαδεῖν οὐκ ἔχῃ,
Φιμοῖ κελαδοῦν
δυσσεβείας τὸ στόμα.
Τὴν δυσσέβειαν ἐκπτύσας
Ἑρμογένης,
ὑπῆρξε Μάρτυς εὐσεβείας
ἐκ ξίφους.
Τὰς ἐκ μαχαίρας, Εὔγραφε,
τρώσεις φέρων,
ὀξὺς Θεοῦ κάλαμος ὤφθης
εὖ γράφων.
Εὐκέλαδος δεκάτῃ
Μηνᾶς ξίφει αὐχένα δῶκεν.
Ὁ ἔνδοξος τοῦ Χριστοῦ
Μεγαλομάρτυς Ἑρμογένης κατήγετο ἐξ Ἀθηνῶν, καὶ ἦν ἄνθρωπος ἀγαθός, σεμνός, καὶ ἐχέφρων,
πεπαιδευμένος εἰς τὴν ἑλληνικὴν γνῶσιν. Αὐτὸν ἐπέλεξε ὁ δυσσεβὴς Μαξιμῖνος ὡς ἔπαρχον
τῆς Ἀλεξανδρείας, εἰς ἀντικατάστασιν τοῦ μακαρίου Μηνᾶ τοῦ Καλλικελάδου, τοῦ
Χριστὸν παῤῥησίᾳ ὁμολογοῦντος καὶ κηρύττοντος. Ὑπ᾿ αὐτοῦ ὅμως ὁ Ἑρμογένης
μετεστράφη εἰς τὴν τοῦ Χριστοῦ πίστιν, θαυμάσας οὐ μόνον τὴν αὐτοῦ ψυχικὴν εὐσθένειαν
καὶ καρτερίαν εἰς τὰς βασάνους, εἰς ἂς οὗτος ὑπέβαλε τὸν ἀήττητον, ἀλλὰ καὶ τὴν
θαυμαστὴν αὐτοῦ τοῦ σώματος ἀνάπλασιν μετὰ τὴν τῶν μελῶν αὐτοῦ ἀποκοπήν. Χριστὸν
οὖν ὁμολογήσας καὶ θαυμάσια ποιήσας, ἠξιώθη δι’ Αὐτὸν σὺν Μηνᾶ καὶ Εὐγράφῳ ἀθλῆσαι
καὶ τὸ κράτος τῆς εὐσεβείας μεγαλύναι. Ἀποτμηθεὶς τὴν κεφαλήν, τὸ ἱερὸν αὐτοῦ
σκῆνος ἐῤῥίφθη εἰς τὴν θάλασσαν, ὅπερ θαυμαστῶς ἦλθε δι’ αὐτῆς εἰς τὴν
Βασιλεύουσαν, προσελιμενισθὲν εἰς τὴν παραλίαν τῆς Ἀκροπόλεως, φωτὶ ἀΰλῳ
περιηυγασμένον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου
Μάρτυρος Γέμελλου τοῦ πολυάθλου.
Ὑπὲρ
Θεοῦ Γέμελλος Ἐσταυρωμένου,
Τὴν
ἐν ξύλῳ σταύρωσιν ἀσμένως φέρει.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Ἰουλιανοῦ
τοῦ Παραβάτου· οὗ τὴν ὁδὸν ποιουμένου διὰ τῆς Ἀγκυρανῶν Μητροπόλεως, ἔστη ὁ Ἅγιος
κατὰ πρόσωπον· καὶ παῤῥησίᾳ τὸν Χριστὸν ὁμολογήσας, ζώννυται ζώνην σιδηρᾶν
πεπυρακτωμένην, καὶ τῷ βασιλεῖ κατὰ τὴν ὁδὸν ἕπεται. Ἐπεὶ δὲ κατέλαβον τὸ τῆς Ἐδέσσης
πολίχνιον, τείνεται ὁ Ἅγιος ἐκ τεσσάρων καὶ ξύλοις ἀγρίοις αἰκίζεται καὶ τοὺς ὤμους
σιδήροις ἐμπείρεται πυρωθεῖσι, καὶ τηγάνῳ, στέατος καὶ ῥητίνης καὶ ἐλαίου μεστῷ,
σφοδρῶς ἐκκαέντι, ἐμβάλλεται, ἄνωθεν ῥάβδοις τυπτόμενος, σιδηρᾶς ἀκίδας ἐχούσαις·
καὶ τὴν κεφαλὴν ἥλοις σιδηροῖς καταπείρεται· καὶ τὸ δέρμα τοῦ σώματος προβάτου
δίκην ἀποσύρεται· καὶ ἀπολυθεὶς οὕτω, τὸ πρὸς σωτηρίαν Βάπτισμα λαμβάνει (ἀμύητος
γὰρ ἦν ἔτι)· καὶ ὑγιὴς ὅλος ἀπὸ τοῦ ὕδατος ἀνέρχεται. Τότε καὶ θείας ἤκουσε φωνῆς
οὐρανόθεν λεγούσης· Μακάριος εἶ, Γέμελλε, ὡς πολλὰ κοπιάσας. Ἔπειτα τῷ βασιλεῖ
παραστάς, σταυρῷ ἀναρτᾶται καὶ ἥλοις τὰς χεῖρας καὶ τοὺς πόδας προσηλοῦται· καὶ
οὕτως εὐξάμενος, τῷ Θεῷ τὸ πνεῦμα παρέθετο. Τὸ δὲ τίμιον αὐτοῦ σῶμα, πιστοὶ ἄνδρες,
λάθρα καθελόντες ἀπὸ τοῦ ξύλου, κατέθεντο ὑπὸ τὴν γῆν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θωμᾶ τοῦ
Δεφουρκινοῦ.
Θωμᾶς
Θεὸν ἀῤῥαγεστάτην βάσιν,
Κρείττων
πέφηνε μηχανῆς τῶν δαιμόνων.
Οὗτος πατρίδα ἔσχε τὴν εἰς
πρόποδας τοῦ Κυμιναίου ὄρους γῆν ἀποφέρουσαν· οἱ δὲ τούτου γεννήτορες, ἰδιῶταί
τινες καὶ ἐν αὐταρκείᾳ ζῶντες. Πάντων δὲ καταφρονήσας, ἔτι σφριγῶν καὶ ἀκμάζων
τὴν ἡλικίαν, τὸν τῶν μοναχῶν ἐζήλωσε βίον· εἰωθὼς γὰρ νηπιόθεν τοῖς Σεμνείοις
παραβάλλειν σὺν τῷ πατρί, ἑνὶ τῶν ἱερῶν καταγωγίων συναρμολογηθεὶς παιδοτρίβῃ,
εἰς ἄσκησιν γραμμάτων ἐκδίδοται. Καὶ ἐν ὀλίγῳ τό τε Ψαλτήριον, τοὺς Ἀποστόλων
λόγους, καὶ τὴν λοιπὴν ἐκκλησιαστικὴν ἀκολουθίαν διέλαβε. Τὰ μὲν δὴ πρῶτα τοῦτον
ἔχει τὸν τρόπον, καὶ τοῦ κατ᾿ ἀρετὴν βίου τὰ λήϊα ἐντεῦθεν ἀρχὴν τοῦ προκόπτειν
εἰλήφασιν.
Ἐπεὶ δὲ πρὸς ἡλικίαν ὁ παῖς
μετεπλάττετο, τὸ ἀγγελικὸν ἔνδυμα ἠμφιάσατο, καὶ πρὸς τοὺς κατ᾿ ἐχθρῶν ἀγῶνας ἀμεταστρεπτὶ
ἐχώρει, καὶ κάλλος τὸ τῆς ψυχῆς ἀρετῶν τοῖς χρώμασιν ἀναμορφωσάμενος, ὡς εἰκόνισμα
θεῖον τοῖς ὁρῶσιν ἐδείκνυτο. Τότε περίδοξός τις τῶν τοῦ Βυζαντίου Μεγιστάνων ἐν
τῷ πρὸς Σάγαριν ποταμῷ φροντιστήριον ἐδείματο· ὄνομα τῷ ἀνδρί, Γαλολείκτης (ἐν ἄλλοις
Γαλοχείκτης). Καὶ τῷ ἐκεῖσε Ἐπισκόπῳ περὶ τούτου κοινολογησάμενος, τῶν ὑπ᾿ αὐτὸν
μοναστηρίων ἐλλογίμους ἐπιλέξασθαι ἠξίου, εἰς λειτουργίαν τοῦ ὑπ᾿ αὐτοῦ
καινουργηθέντος Σεμνείου. Ὁ δέ, τὸν μακάριον εὐθὺς Θωμᾶν, ὡς περιβόητον ἄνδρα,
καὶ ἀκριβῆ κανόνα τῆς ἐγκρατείας, ἡγεῖσθαι τῶν συνεληλυθότων τῷ ἄρχοντι
συνεβούλευε. Καὶ δὴ ταύτην εὐφυῶς ἐπὶ χρόνου ἰθύνας, ὅσον αὐτὸς ἐκρύπτετο
ταπεινούμενος, τοσοῦτον, ὡς ποικίλης ἀρετῆς καταγώγιον, πᾶσιν ἐγνωρίζετο.
Ὡς δὲ λοιπὸν δι᾿ ὄχλου ὑπὸ
τῶν παραβαλλόντων ἐγίνετο, ἐδυσχέραινεν ἐπὶ τούτῳ, καὶ τί μηχανᾶται;
Περισκοπήσας τῶν ἀδελφῶν τὸν ἐξαίρετον, ἡγεῖσθαι τοῦτον διακελευσάμενος τοῖς
λοιποῖς τῶν ἀδελφῶν, αὐτός, ἐφοδιασάμενος ταῖς τούτων εὐχαῖς, ὑπώρειαν εὑρὼν ἡσυχίας
ἁρμόδιον, μονώτατος ἐν αὐτῇ εἰσοικίζεται. Ἀλλ᾿ ἐπεὶ τὸν νομέα ἐζήτουν τὰ
πρόβατα, τοὺς λόφους καὶ τὰς ὑπωρείας οὐκ ἐνεδίδοσαν ἐρευνῶντες, ἕως οὗ πρὸς αὐτὴν
τὴν ὑπώρειαν αἴθριον τὸν Πατέρα κατέλαβον. Καὶ τῶν χειμερινῶν νιφάδων τὸ δριμὺ
λογισάμενοι, καὶ τῶν θερινῶν καύσεων τὸ φλογῶδες, τὸν Πατέρα ἐξελιπάρουν, Ἵνα
τί σκληροτέραις ἀγωγαῖς σεαυτόν, λέγοντες, κατατρύχεις, μὴ λογισάμενος τῆς ἐκ
τοῦ χοὸς ἡμῶν διαπλάσεως τὴν ἀσθένειαν, ὡς ἐν ταῖς δυσκρασίαις ἑτοίμως εἴωθε
διαλύεσθαι;
Μόλις δέ ποτε τούτων
συνθέμενος τῇ βουλῇ, μικρὸν γενέσθαι παρηγγυᾶτο τοῖς μοναχοῖς αὐτῷ καταγώγιον.
Καὶ τούτου περαιωθέντος, ἐν τῷ Κυριακῷ μόνος ὑπεισελθών, τοῖς γόνασιν ὑποκλίνας
ἑαυτὸν πρὸς τὸ ἔδαφος, Τοὺς πρὸς τὴν σὴν εὐαρέστησιν, Κύριε, πρὸς ἡμᾶς τοὺς ἀναξίους
ἄνδρας ἀφικέσθαι ἀξίωσον, ἔλεγε. Καὶ δή, ὡς ἐξ ἀποστολῆς τότε τινὲς πρὸς αὐτὸν
εὐλαβέστατοι προσέβαλον κοσμικοὶ ἀποκείρασθαι δυσωποῦντες, καὶ συνδιάγειν αὐτῷ
εἰς ὑπακοήν. Καὶ ὡς πρὸς Κυρίου τούτους ἐληλυθότας, τὴν ἱερὰν στολὴν ἀμφιέννυσι,
καὶ ὡς τοὺς πρώτους τῶν μαθητῶν τοῦ Χριστοῦ, τὸν μὲν Ἰωάννην ἐκάλεσε, τὸν δὲ
Πέτρον· καὶ σὺν αὐτοῖς τὰς δεήσεις ἐπιπονωτέρας ἐποιεῖτο πρὸς Κύριον.
Ἀλλ᾿ οὐκ ἔφερεν ἐπὶ πολὺ ὁ
καινουργὸς τῆς κακίας ὁρᾶν τὰς πανουργίας αὐτοῦ καὶ ἐμβολὰς ἡττωμένας. Καὶ δὴ
πρῶτον τούτῳ πλῆθος ἐπιῤῥίπτει κωνώπων, ὡς μήποτε πρὸς βραχὺ ταύτας ὑπενδοῦναι
τῷ γέροντι, ἀλλὰ κοιταζομένῳ, ὡς σκόλοπες ἐπετίθεντο τούτῳ· καὶ ἀνισταμένῳ εἰς
προσευχήν, διὰ τῶν χειλέων εἰς τὸν γαργαρεῶνα εἰσέδυνον· εἰδέπου καὶ τὴν βίαν τῆς
φύσεως δι᾿ εὐτελοῦς ἐπαρηγόρει τροφῆς, κωνώπων πλῆρες τὸ προσαγόμενον ἦν. Καὶ
τούτοις ἐπὶ τρισὶν ὅλοις ἔτεσιν ἐγκαρτερῶν ἦν, ἐν οἷς οὐκ ἐστέναξεν, ἀλλὰ μᾶλλον
εὐχαριστῶν, λύσιν πρὸς Κυρίου τῶν ἀνιαρῶν ἐπεζήτει. Ἀλλ᾿ ὀψέ ποτε τῆς ἀποχῆς τῶν
κωνώπων ἐκ Θεοῦ οἰκονομηθείσης, μυῖαι εὐμεγέθεις ἐπανίστανται τῷ Πατρί, τὴν ἐκ
τῆς ἐγκρατείας αὐτῷ δοῤῥὰν δαπανηθεῖσαν, ὡς ἠκονημένα βέλη, κατατιτρώσκουσαι.
Ταύτας δὲ πάλιν διαδεξάμενοι μύρμηκες, ἐν τοσούτοις χρόνοις τῷ ἀθλητῇ ἀντιπαρετάσσοντο,
ἀδεῶς αὐτῷ, κατ᾿ ὀφθαλμῶν καὶ τῶν μυκτήρων ἐπιῤῥιπτόμενοι.
Ἀλλ᾿ ἐπεί, ὥσπερ τινὰ δρῦν,
τοῦτον ἀμετάβλητον ἔβλεπεν ὁ πειράζων, ὡς ἐπὶ μιᾶς ἡμέρας τὰς ἐπὶ χρόνοις ἐννέα
λογισθῆναι τῆς τῶν ἀλγεινῶν ἐπιφοράς, ἐπιμανέστερον μᾶλλον αὐτῷ ἐπιτίθεται. Καὶ
ἐπεὶ ὁ πανοῦργος οὐ πρὸς τὴν ἐκ πλευρᾶς ἀχθεῖσαν εἰδὼς ἔχειν τὴν μάχην, ἀλλ᾿ ὡς
ἐπ᾿ αὐτὸν τὸν ἐν εἰκόνι καὶ χειρὶ τιμηθέντα Θεοῦ, οὐ μόνον πρὸς συμπλοκὴν τῆς
μάχης παρασκευάζεται, ἀλλὰ καὶ πάντας τοὺς σὺν αὐτῷ συναγαγὼν ὄφεις, ἐπεμβαίνει
τῷ μακαρίῳ. Εἰπεῖν δὲ πρᾶγμα ὁ λόγος ἐπείγεται, ὡς δυσέφικτον τοῖς πολλοῖς· οὐκ
ἦν γὰρ εἶδος ὁράσεως τῷ πατρί, ὃ μὴ μορφὴ ὄφεως αὐτῷ ἐπεφαίνετο· ἀλλ᾿ ὅπως
δήποτε περιφερόμενος ἵστατο, εἴτε χρειωδῶς τῇ ἁφῇ κατελάμβανέ τι, ἐν αὐτῷ τῷ
σκεύει καὶ ὄφις ἀνεκαλύπτετο· καὶ τοῦτο οὐχ ἅπαξ ἢ δίς, ἀλλ᾿ ἐν ὅλοις ἕνδεκα ἔτεσι
πειραζόμενος ὑπὸ τῶν ὄφεων, οὐκ ἐνάρκησεν· ὁσάκις γὰρ αὐτῷ ἀνακλιθῆναι τῇ κατὰ
συνήθειαν κλίνῃ ἔδοξεν, ἑκατέρωθεν ὄφεις συνανεκλίνοντο. Ἀλλὰ τούτων ἀβλαβὴς τῇ
προμηθείᾳ τῆς προνοίας διεφυλάττετο.
Τούτῳ ποτὲ τὴν ἀναίμακτον
λατρείαν ἐπιτελοῦντι, καὶ ἤδη λοιπὸν πρὸς τὸ τέλος τῆς λειτουργίας ὄντι, δράκων
ἑρπύσας ποθὲν φοβερός, τὴν κόγχην τοῦ εὐκτηρίου περιεζώσατο· τοῦ συμπονοῦντος δὲ
τῷ Πατρὶ ἀδελφοῦ πρὸς τὴν τῆς ἱερουργίας διακονίαν, τότε εἰς τὴν τοῦ εὐκράτου
προσκομιδὴν ἐξελθόντος, τῆς κόγχης τὸ θηρίον ἀποῤῥαγέν, παρὰ τῇ φλιᾷ πεσὸν τῆς
εἰσόδου, ὡς βοῦς ξένον ἐδείκνυτο θέαμα. Ὡς δὲ τὸ πρὸς σύνηθες τῶν μυστηρίων
περάνας ὁ Ἱερεύς, τοῦ Διακόνου τὸ εὔκρατον ἐπιχρονίζοντος ᾔσθετο, καὶ πρὸς αὐτὸν
ἀπιδεῖν βουληθείς, ἑωράκει τὸν μὲν θῆρα τῇ φλιᾷ ἐπικείμενον, τὸν δὲ διακονητὴν ὑπότρομον
ἑστῶτα, πλήρης γενόμενος Πνεύματος, Εἴσελθε, καὶ μὴ διακριθῇς, φήσας τῷ ἀδελφῷ,
αὐτὸς ἀπερισπάστως τὴν προσκομιδὴν ἐπετέλει. Τῇ παραινέσει δὲ τοῦ πατρὸς ἐκεῖνος
ἀναθαρσήσας, ὡς ὑπόπτερος ὑπερβὰς τοῦ θηρός, εἴσεισι πρὸς τὸν καλέσαντα.
Καὶ τῆς ἱερᾶς τελεσθείσης
μυσταγωγίας, ὁ Ἱερεὺς πρὸς τὸν θῆρα, μήπω τὴν στολὴν ἀπαλλάξας, ἀτρέμας ἔξεισι
προσειπών· Εἰ πρὸς τὸ τέλος ἔχεις, τῇ τοῦ Θεοῦ μου προνοίᾳ, ὦ θηρίον, ἐπακολούθει
μοι. Καὶ πρὸς τὸ ἄκρον ὁ θὴρ τοῦ φαινολίου ἐπικατασχών, συρόμενος, εἵλκετο· καὶ
ὡσεὶ τόξου βολὴν ἀποστὰς καὶ πρός τινα γενόμενος φάραγγα, λόφων ἐξ ἑκατέρων
ταύτῃ κειμένων, ἔστη εἰς προσευχήν, πρὸς τοῖς ἄλλοις καὶ τοῦτο τελευταῖον
προσειπών· Ὁ ἐπάνω ὄφεων καὶ σκορπίων τοὺς εἰς σὲ πιστεύοντας πατεῖν εἰρηκώς, εὐδόκησον
κἀμὲ τὸν ἐλάχιστον, Κύριε, ἐπὶ τοῦ δε τοῦ φάραγγος ἐπάνω τοῦ θηρὸς γενέσθαι κατὰ
τὸ ῥῆμά σου. Καὶ ὡς τοῦτο εἴρηκεν, ὑψωθὲν τὸ θηρίον, ὑπὸ τὸ χάσμα κατεσπάσθη·
καὶ αὐτῷ ἑκάτεροι οἱ βουνοὶ ἐπέπεσον· ὡς τοῦ φάραγγος ἀναγεμισθέντος, πεδιάδα
γενέσθαι τὸν τόπον. Ὁ γοῦν γέρων, εὐχαριστήσας τῷ Θεῷ, τὸ κελλίον κατέλαβε· καὶ
τότε ἐξαίσιον τέρας ἐδείκνυτο. Οἱ ὑπὸ τὴν κέλλαν γὰρ ἐμφωλεύοντες ὄφεις, καὶ τὸν
Ἅγιον ἐπὶ τοσούτοις ἔτεσιν ἐπαλγείναντες, ὡς τούτου δεδοξασμένον εἶδον τὸ
πρόσωπον, οἷα πυρὸς μὴ φέροντες τὴν κατάκαυσιν, ἄρδην ἀποδιδράσκουσιν εἰς τὸν
τοῦ χωνευθέντος δράκοντος τόπον· καὶ Θεοῦ προνοίᾳ, εἰς πλῆθος ἄπειρον ὄντες, ἀπώλοντο.
Πτηνὰ γάρ ποθεν τότε, κατὰ τὸν ἀριθμὸν τῶν ὄφεων, ὡς ἐξ ἀποστολῆς ἱπτάμενα, τοὺς
τεθνεῶτας ὄφεις κατάβρωμα ποιησάμενα, ᾤχοντο.
Ἔκτοτε γοῦν τῶν πειρασμῶν ἀφεθεὶς
ὁ πατήρ, χάριν ἐκ Θεοῦ προῤῥήσεων εἴληφε, καὶ μᾶλλον ταῖς σκληροτέραις ἀγωγαῖς ἑαυτὸν
προσηρέθιζεν. Ἐπεὶ δὲ τῆς ἡσυχίας ἤρα, ὡς πρὸς αὐτὸν πολλοὺς ἑώρα τοὺς εἰσβάλλοντας,
ἐπὶ τὰ ἐρημικώτερα τῶν ὀρέων μεταναστεύειν ᾠήθη. Καὶ τὸν μὲν Ἰωάννην ἡγεῖσθαι τῆς
Μονῆς διαταξάμενος, τῷ Πέτρῳ τὴν τοῦ διορατικοῦ χάριν προδιεσάφησεν. Οὗ
γενομένου, ἡ προφητεία τοῦ πατρὸς οὐ διήμαρτεν. Ὅμως εἰς ἓν χωρήσαντες τῶν
τούτου προῤῥήσεων, ὡς ἐκ κρασπέδου, τοῖς φιλοπονεῖν βουλομένοις καὶ αἱρουμένοις
τὸ ὅλον δείξωμεν ὕφασμα.
Τούτῳ ποτὲ ὁ τῶν Ῥωμαίων εὐσεβέστατος
ἄναξ Λέων (ὁ Σοφός), ὁ τοῦ Βασιλείου υἱός, τὸ ἐν τῇ καρδίᾳ αὑτοῦ ἀναφυὲν
συγγραψάμενος, καὶ σφραγίσας, ἐξαπέστειλε τὴν τοῦ σκοποῦ λύσιν ἐπιζητῶν. Ὡς δὲ
τὸν τοῦ γραμματίου ἄγγελον πρὸς τῇ φλιᾷ τῆς κέλλης ᾔσθετο γεγονότα, ἔξω τοῦτον
προσυπαντήσας, ἕτερον τῇ χειρὶ ἐσφραγισμένον ἔχων Πιτάκιον, Δέξαι τοῦτο, ἀδελφέ,
εἶπε, καὶ πρὸς τὸν ἀποστείλαντά σε ὑπόστρεφε. Ἐπὶ τούτῳ καταπλαγεὶς ὁ τὸ
βασιλικὸν ἐπιφερόμενος γράμμα, Καὶ τί, πάτερ, τί τῷ ἀποστείλαντι, ἔφη, πρὸς τὴν
λύσιν τοῦ ζητουμένου ἐρῶ; ἐπεὶ τὸ προσκομισθὲν οὐκ ἀπείληφας· καὶ ὁ πατήρ· Ἀρκεῖ,
τέκνον, ἀρκεῖ· τῷ Θεῷ περὶ τούτου μελήσει. Τότε λαβὼν τὸ Πιτάκιον τοῦ
Πνευματικοῦ, πρὸς τὸν ἀποστείλαντα ἔρχεται. Καὶ δῆλα ποιήσας τὰ ἐπακολουθήσαντα
τῷ κρατοῦντι, ἐξέπληξεν αὐτόν. Ὅτε δὲ καὶ τὴν τῆς γραφῆς γεγενημένην ἔκβασιν τῆς
τοῦ γέροντος προφητείας ὁ κρατῶν ἐθεάσατο, πάσῃ μηχανῇ ἐχρήσατο θεάσαθαι αὐτόν.
Ὁ δέ, ἀφιλόκοσμος καὶ ταπεινόνους ὤν, ἀντιμηχανευσάμενος εὐφυῶς, οὐ συνεχώρησε
τοῦτο γενέσθαι. Ἀλλὰ ταῦτα μὲν ὀλίγα, καὶ ἐκ τῶν τούτου μαθητῶν ἐν ἐσχάτοις
καιροῖς ἐμάθομεν· ἡμεῖς δὲ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν.
Ὁ ἡγιασμένος οὖν Θωμᾶς, ἐπεὶ
καλῶς τὰ τῆς ποίμνης διέθετο, τῶν ἐκεῖθεν ἀπάρας, δύσβατον καὶ ἀδιόδευτον χῶρον
καταλαβών, ὡς στρουθίον μονώτατον, ἐν αὐτῷ εἰσοικίζεται, ἀπρόσιτος διελθὼν τῶν
νηστειῶν τὴν περίοδον. Εἰ δέ τινι τῶν ἀδελφῶν περὶ ψυχήν ποτε συνέβη κινδύνῳ
περιπεσεῖν, διὰ μακροῦ τοῦ χρόνου τούτους ἐπισκεπτόμενος, τὰ πρὸς σωτηρίαν ἐδίδου·
καὶ πάλιν ὡς εἰς ἀναψυχήν, εἰς τὸν δύσβατον χῶρον ἀνέτρεχεν. Οὕτως ἐπὶ
πλείστους χρόνους διαρκέσας, καὶ ἐν γήρᾳ πίονι γεγονώς, μικρὸν τὸ σῶμα
τρυχωθείς, εἰς χεῖρα Θεοῦ τὴν ψυχὴν ἐναπέθετο.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Θεότεκνος, ξίφει τελειοῦται.
Ὁ
Θεότεκνος, οἷα τοῦ Θεοῦ τέκνον,
Θνήσκει
προθύμως τοῦ Πατρὸς χάριν ξίφει.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μαριανός, λιθοβοληθείς, τελειοῦται.
Ὁ
Μαριανὸς συντριβεὶς κᾶραν λίθῳ,
Θείῳ
νοητῶς σφίγγεται ταύτην στέφει.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐγένιος, ξύλοις τυπτόμενος, τελειοῦται.
Ὥσπερ
συνεστὼς Εὐγένιος ἐκ ξύλου,
Πάσχων
ξύλοις ὑπῆρχε πρὸς ξύλα ξύλον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Ἀθανασίου Ἐπισκόπου Μεθώνης.
Ἀθανάσιον γεραίρει ἑορτίως
Μεθώνη
Τῷ Δεσπότῃ τὸν ὕμνον
ἀναφέρουσα πόθῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Παρθενομάρτυς Εὐλαλία, ἡ ἐν Μερίδῃ τῆς Ἰσπανίας, διὰ πυρὸς
τελειοῦται.
Κηρύττει
Χριστὸν Εὐλαλία εὐλάλως,
ἀθλοῦσα
πυρί, καὶ φλέγουσα τὴν πλάνην.
Ταῖς αὐτῶν
ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Λαμπρυνόμενος, τῆς σῆς ψυχῆς
στεῤῥότητι, σοφὲ Ἑρμόγενες, τὴν φλόγα ἣν ὁ Μηνᾶς, σοὶ ἤναψεν ἔφερες, ὡς θεῖον
τρόπαιον, καὶ κατηύγασας, Ἀλεξανδρείας ποίμνιον, δι’ αὐτῆς Ἱερομάρτυς.
Τοῦ Πνεύματος, τοῦ
Παρακλήτου δύναμις, ἐπισκιάζουσά σε, ἱεράρχα σεπτέ, Μαρτύρων ἀνέδειξε γενναίων ἔκτυπον,
καὶ ὑπόδειγμα, περίλαμπρον Ἑρμόγενες, ἀθλητῶν καρτεροψύχων.
Τεῖχος ἄῤῥηκτον, σοφίας καὶ
συνέσεως, ταχὺ κατέλιπες, εἰδώλων τῶν μιαρῶν, τὴν πλάνην ὡς δύναμιν, ψυχῆς ἑώρακας,
τοῦ θεόφρονος, Μηνᾶ οὗ ἠκολούθησας, ταῖς ὁδοῖς ἐν τοῖς βασάνοις.
Θεοτοκίον.
Ὄλβον ἔνθεον, πλουτοῦμεν τὰς
πρεσβείας σου, Θεογεννήτρια, πρὸς τὸν σεπτόν σου Υἱόν, Ὃν πίστει δοξάζοντες, σὲ
μεγαλύνομεν, ὡς διάσωσμα, πιστῶν καὶ ἀπολύτρωσιν, ἐξ ἀρᾶς τῶν προπατόρων.
ᾨδὴ
η΄. ΙΙαῖδας εὐαγεῖς.
Ὕφαλον ἐχθρόν ᾧ ὑπηρέτεις,
κατέβαλες ἀλλοιώσει τῇ ἁγίᾳ σου, ἀθλητὰ Ἑρμόγενες, ὡς τοὺς λόγους ἤκουσας, Μηνᾶ
καὶ σθένος πίστεως, ἐν τοῖς παλαίσμασι, κατεῖδες τὸ αὐτοῦ γενναιόφρον, τῆς Ἀλεξανδρείας,
περιφανὲς κοσμῆτορ.
Κῆρυξ διαπρύσιος ὡράθης, Ἑρμόγενες
εὐσεβείας καὶ σεμνότητος, καὶ ποιμὴν θεόκλητος, ἀναλίσκων πλοῦτόν σου, ψυχῆς τοῖς
χρείαν ἔχουσι, πτωχοῖς καὶ κάμνουσι· διό σου τὴν ὑπέρφωτον μνήμην, ἀνυμνολογοῦμεν,
εὐτάκτοις μελῳδίαις.
Ὕμνοις σε τιμῶντες
καθηκόντως, Ἑρμόγενες ἱερόαθλε περίδοξε, στέφομέν σε ᾄσμασι, καὶ ᾠδαῖς εὐσχήμοσι,
τὸν καθελόντα εἴδωλα, καὶ μεγαλύναντα, τὴν πίστιν τοῦ Χριστοῦ τὴν ἁγίαν, ὑπὲρ ἧς
καὶ τμῆσιν, ὑπήνεγκας αὐχένος.
Θεοτοκίον.
Ῥήσεων τῶν προφητῶν
Παρθένε, καὶ τύπος τῶν σκιωδῶν, ἐπώφθης πλήρωμα· σὺ γὰρ τὸν ἀνοίξαντα, προφητῶν
τὰ στόματα, σωματικῶς ἐγέννησας, λαλήσαι ῥήματα, πανάῤῥητα ᾯ ψάλλομεν πόθῳ· Σὲ ὑπερυψοῦμεν,
εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ΄. Ἅπας γηγενής.
Ἴσος ἀθλητῇ, Μηνᾷ θείῳ
γέγονας καὶ τούτου χάριτος, θαυμαστὲ ἰσότιμος, ὡς καὶ στεφάνων, καὶ δόξης
πάνσοφε· διόπερ τὴν σὴν ἄθλησιν, λαμπρῶς Ἑρμόγενες, ἀνυμνοῦμεν, σὺν αὐτῇ
γηθόμενοι, τοῦ Μηνᾶ μεθ’ οὗ χαίρῃ ἀείποτε.
Ὄμβροις ἱεροῖς, αἱμάτων σου
ἤρδευσας, τὴν Ἀλεξάνδρειαν, θαυμαστὲ Ἑρμόγενες, βλαστὲ Ἀτθίδος, κλεινῆς
πανεύφημε, τὴν ἄγουσαν τὴν μνήμην σου, τὴν ἀεισέβαστον, καὶ βοῶσαν· χαῖρε ἱερόαθλε,
ἀθλητῶν ἐπισκόπων καλλώπισμα.
Ὕψωσον τὸν νοῦν, πρὸς θείαν
λαμπρότητα, τὴν ἐν τοῖς δώμασιν, οὐρανῶν Ἑρμόγενες, τοὺς εὐφημοῦντας, τὴν σὴν ἐνάθλησιν,
καὶ ἐκτελοῦντας μνήμην σου, τὴν ἀεισέβαστον, καλλιμάρτυς, Ἱεράρχα πίστεως, τοῦ
Σωτῆρος εὐῶδες ὀσφράδιον.
Θεοτοκίον.
Χαῖρε
τοῦ Θεοῦ, παλάτιον ἔμψυχον, καὶ χρυσοπόρφυρε, κλίνη Μητροπάρθενε, ἀναβοῶντες,
παρακαλοῦμέν σε· ἱλέωσαι τὸν Τόκον σου, τοῖς μεγαλύνουσι, σὲ ἀπαύστως, καὶ
λαμπρῶς δοξάζουσιν, Ἑρμογένην σταδίου τὸν πρώταθλον.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Πανευκλεὲς
Ἑρμόγενες, ἱερομάρτυς ἄριστε, Καλλικελάδου τῶν ἄθλων, ὁ ζηλωτὴς καὶ σταδίου, ὁ ἀριστεὺς
ἠγώνισαι, μαρτυρικῶς καὶ Κύριον, δοξάσας τῇ ἐνστάσει σου, ἀξίως εἴληφας στέφος,
μακαριότητος θείας.
Θεοτοκίον.
Οὐσιωθέντα
Κύριον, ἐκ τῶν ἁγνῶν αἱμάτων σου, ὑπερφυῶς Θεοτόκε, ἀδιαλείπτως δυσώπει, οὐσίαν
τὴν μερόπειον, ἡμῶν θεῶσαι Δέσποινα, καὶ ἀξιῶσαι ἅπαντας, σὲ μεγαλύνοντας πόθῳ,
τῆς οὐρανῶν Βασιλείας.
Εἰς
τοὺς Αἴνους. Ἦχος α΄. Πανεύφημοι μάρτυρες.
Ἀγλάϊσμα
μέγα Ἀθηνῶν, ἀθλητὰ Ἑρμόγενες, τῆς Ἐκκλησίας ἑδραίωμα, ἐδείχθης ἄσειστον, καὶ
κρηπὶς ἀνδρείας, ἀῤῥαγής καλλίνικε· διόπερ τὴν σὴν μνήμην νῦν μέλποντες, τὸν σὲ
ἰσχύσαντα, ἐν σταδίῳ μεγαλύνομεν, στεφοδότην, Θεόν τε καὶ Κύριον.
Θαυμάζων
τὴν ἄθλησιν Μηνᾶ, καὶ τὴν θείαν ἔνστασιν, αὐτοῦ ἀπάτην κατέλιπες, στεῤῥὲ Ἑρμόγενες,
τῶν εἰδώλων τάχος, καὶ κηρύξας Κύριον, πολλῇ ἐν παῤῥησίᾳ ὑπέμεινας, βασάνους ἄριστα,
ὥσπερ ἀλλοῦ Μάρτυς πάσχοντος, καὶ αὐχένα, ἐτμήθης τὸν πάνσεπτον.
Πανήγυριν
σήμερον λαμπράν, σῆς στεῤῥᾶς ἀθλήσεως, ἐπιτελοῦντες Ἑρμόγενες, πιστῶς βοῶμέν
σοι· τῆς Ἀλεξανδρείας, φάρε τηλαυγέστατε, ἀνδρείᾳ καὶ ψυχῆς γενναιότητι, Χριστὸν
ἐδόξασας, ἀπτοήτῳ σου φρονήματι καὶ ἀγῶσι, λαμπροῦ μαρτυρίου σου.
Ἑρμόγενες
πίστεως Χριστοῦ, βάθρον ἀδιάσειστον, Καλλικελάδου ὁμόζηλε, Μηνᾶ καὶ σύναθλε, εὐσθενοῦς
Εὐγράφου, ἀσιγήτως πρέσβευε, Χριστῷ τῷ σὲ πλουσίως δοξάσαντι, θαυμάτων χάρισι,
καταπέμψαι τοῖς ἱκέταις σου, ἄμφω ῥῶσιν, ψυχῆς τε καὶ σώματος.
Δόξα.
Ἦχος πλ. α΄.
Ὁ
τοῦ μάρτυρος Μηνᾶ τοῦ Καλλικελάδου τὸν ζῆλον κτησάμενος, καὶ πρὸς τὸ στάδιον τῆς
ἀθλήσεως ἀνδρειοφρόνως χωρήσας, Χριστὸν φωνῇ μεγάλῃ ὁμολογήσας, καὶ τῆς ἀπάτης
τὸ ψεῦδος ἤλεγξας Ἑρμόγενες· ὅθεν, ἀθλήσας καρτερώτατα, ἐν Ἀλεξανδρείᾳ ἀφθαρσίας
ἐδέξω τὸν στέφανον, καὶ χάριν πρεσβεύειν ἀπαύστως, ὑπὲρ τῶν τιμώντων τὴν
πάμφωτον μνήμην σου.
Καὶ
νῦν. Προεόρτιον.
Μὴ
στύγναζε Ἰωσήφ, καθορῶν μου τὴν νηδύν· ὄψει γὰρ τὸ τικτόμενον ἐξ ἐμοῦ καὶ χαρήσῃ,
καὶ ὡς Θεὸν προσκυνήσεις, ἡ Θεοτόκος ἔλεγε τῷ ἑαυτῆς μνηστῆρι, μολοῦσα τοῦ τεκεῖν
τὸν Χριστόν. Ταύτην ἀνυμνήσωμεν λέγοντες· Χαῖρε κεχαριτωμένη, μετὰ σοῦ ὁ Κύριος,
καὶ διὰ σοῦ μεθ' ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις
γόνε πάνσοφε Ἀθηνῶν, ἐν Ἀλεξανδρείᾳ, ὁ ἀθλήσας διὰ Χριστόν, χαίροις ἀριστέων,
σταδίου κοσμιότης, Ἑρμόγενες γενναῖε, πίστεως πρόβολε.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται
τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος
Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν
εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν
ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα
ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ
τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε
τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς
καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ
Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν
ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ
ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με
ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις
ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου.
Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα
τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην
αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς
ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν
τροπαιοῦχον ἀθλητὴν Ἑρμογένην, τὸν ἑλκυσθέντα εἰς Χριστοῦ θείαν πίστιν, παρὰ
Μηνᾶ τοῦ Μάρτυρος μεθ’ οὗ καρτερῶς, αἰκισμοὺς καὶ μάστιγας καὶ τιμίου αὐχένος,
τμῆσιν καθυπέμεινεν εὐφημήσωμεν πόθῳ, λιτὰς σεπτὰς αὐτούμενοι αὐτοῦ, πρὸς ἀθλοθέτην
Χριστόν τὸν Θεάνθρωπον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς
ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν
Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ
πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι
τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί
μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν
ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ
κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην,
ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν
μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός
καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ
προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν
τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς
Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς
σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη
μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας
θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ
τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών, οὗ ἡ ἀκροστιχίς: Ἑρμόγενες, Κύριον ὑπὲρ ἡμῶν ἐκδυσώπει. Χ.
ᾨδὴ
α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἑρμόγενες Μάρτυς περικλεές,
ἐν Ἀλεξανδρείᾳ, ὁ ἀθλήσας σὺν τῷ Μηνᾷ, τῷ Καλλικελάδῳ καὶ Εὐγράφῳ, ὑπὲρ ἡμῶν τῶν
Χριστὸν καθικέτευε.
Ῥανίσιν αἱμάτων σου τῶν
σεπτῶν, φοινίξας στολήν σου, χρυσοΰφαντον τῆς ψυχῆς, Ἑρμόγενες εἴληφας τὴν
χάριν, κατακοσμεῖν εὐσεβείᾳ σοὺς πρόσφυγας.
Μαρτύρων τῆς πίστεως θεαυγῶν,
Ἑρμόγενες κλέος, μὴ ἐλλίπῃς ὑπὲρ ἡμῶν, πρεσβεύειν τὴν πίστει σε τιμώντων, καὶ ἀνυμνούντων
σὴν ἔνδοξον ἄθλησιν.
Θεοτοκίον.
Οὐράνωσον φρόνημα τῶν πιστῶν,
σὲ μακαριζόντων, ὡς Μητέρα τοῦ Λυτρωτοῦ, φιλόστοργον Κεχαριτωμένη, καὶ χοϊκῶν
πάντων ἄγρυπνον σώτειραν.
ᾨδὴ
γ΄. Οὐρανίας ἀψίδος.
Γεωργοὺς τῆς ἀγάπης, τῆς ἐν
Χριστῷ ἔνδοξε, ἀθλητὰ Ἑρμόγενες δεῖξον, τοὺς ἀνυμνοῦντάς σε, ὡς γεωργὸν ἀκραιφνοῦς,
ἀνδρείας θείῳ ἀρότρῳ, αἵματος ὀργώσαντα τὴν Ἀλεξάνδρειαν.
Ἑλκυσθεὶς εἰς τὴν πίστιν,
τοῦ Ἰησοῦ ἔπαρχε, τὴν λαμπρὰν καὶ σωτηριώδη, Μάρτυς Ἑρμόγενες, παρὰ Μηνᾶ σὺν αὐτῷ,
κατηξιώθης ἀθλῆσαι, μεθ᾿ οὗ νῦν ἱλέωσαι ἡμῖν τὸν Κύριον.
Νικητὴς ἀνεδείχθης κατ’ ἀσεβοῦς
τάγματος, σέβοντος ὡς πρὶν σὺ εἰδώλων ἄψυχα ξόανα· διὸ πρεσβεύεις Χριστῷ, νίκας
ἱκέταις δωρῆσαι, κατ᾿ ἐχθρῶν Ἑρμόγενες, πάντων τῆς πίστεως.
Εὐσυμπάθητε Μάρτυς, λαμπροῦ
Μηνᾶ σύναθλε, οὗ ἡ γενναιότης εἰς πίστιν Κτίστου προσείλκυσεν, ὑπὲρ ἡμῶν ἐκτενῶς
τῷ φιλανθρώπῳ Κυρίῳ, πρέσβευε Ἑρμόγενες, τῶν εὐφημούντων σε.
Θεοτοκίον.
Σοῖς οἰκέταις εἰρήνην
βιοτικὴν δώρησαι, Κεχαριτωμένη Μαρία σὲ μεγαλύνουσιν, ἁπλοῦσα πᾶσιν ἡμῖν τῆς ἡσυχίας
νεφέλην, Εἰρηνάρχου Κτίσαντος, Μῆτερ φιλόστοργε.
Ἀξίωσον,
βραβείων νίκης, Ἑρμόγενες ἀθλοφόρε, τοὺς τιμῶντάς σε ἀκλινῶς, ἐν μάχαις ἀείποτε
ἐχθρῶν, κατ’ ἀπίστων, μεγαλομάρτυς.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι,
τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις
καὶ τὸ Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Παράσχου
ἡμῖν ἰσχὺν ἐχθροῦ τὰ βέλεμνα, πατῆσαι στεῤῥὲ μεγάλαθλε Ἑρμόγενες, ὁ πατήσας
φρύαγμα, μισοχρίστων σεβόντων φεῦ εἴδωλα, καὶ σὺν Μηνᾷ ἀθλήσας ἀνδρικῶς, ὑπὲρ
τοῦ Χριστοῦ τῆς θείας πίστεως.
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Κλῆσιν μάρτυς Ἑρμόγενες, τοῦ
σεπτοῦ ὀνόματος τοῦ Παντάνακτος, ἐν σταδίῳ ὡμολόγησας, πρεσβευτὰ ἡμῶν πρὸς
Κτίστην ἔνθερμε.
Ὑμνῳδίαις ἑκάστοτε,
στέφοντές σε Μάρτυς Χριστοῦ Ἑρμόγενες, δυσωποῦμέν σε· ἐκδίωξον, νόσων ἀφ’ ἡμῶν ἀχλὺν
σῇ χάριτι.
Ῥεύμασί σου Ἑρμόγενες, ὁ
καθαγιάσας τὴν Ἀλεξάνδρειαν, τῶν αἱμάτων καθαγίασον, ῥείθροις πρεσβειῶν σου τοὺς
ἱκέτας σου.
Θεοτοκίον.
Ἱκετεύομεν Δέσποινα, ἐξελοῦ
σοὺς δούλους παντοίων θλίψεων, ἀναγκῶν καὶ περιστάσεων, τοὺς ἐκδεχομένους τὴν Σὴν
εὔνοιαν.
ᾨδὴ
ε΄. Φώτισον ἡμᾶς.
Ὄλβον ὡς σεπτόν, ὑπεδέξατο
Βυζάντιον, τὸ σὸν λείψανον Ἑρμόγενες σεπτέ, παρὰ θῖν’ ἁλὸς αὐτοῦ ὅ ξένως ἔφθασε.
Νεῦσον ταῖς ἡμῶν,
παρακλήσεσιν Ἑρμόγενες, καὶ ἐκπλήρου τὰς αἰτήσεις τῶν πιστῶς, ἀνυμνούντων κεφαλῆς
σου θείας ἔκτμησιν.
Ὕμνοις σε ἀεί,
καταστέφοντες Ἑρμόγενες, δυσωποῦμέν σε· ἀπέργασαι ἡμῖν, τὸν Παντάνακτα
Μεγαλομάρτυς ἵλεων.
Θεοτοκίον.
Πάναγνε ἡμῶν σὲ τιμώντων
πόθῳ μέμνησο, Θεοτόκε τῶν τοὺς ἄθλους τοὺς στεῤῥούς, Ἑρμογένους ἀνυμνούντων τοῦ
ἀλκίφρονος.
ᾨδὴ
στ΄. Τὴν δέησιν.
Ἑρμόγενες, ἀθλητὰ
μεγάλαθλε, τοῦ Μηνᾶ συναθλητὰ τροπαιοῦχε, καὶ τοῦ Εὐγράφου ἐν Ἀλεξανδρείᾳ, ἀεὶ
Χριστὸν σὺν αὐτοῖς καθικέτευε, διδόναι δύναμιν ἡμῖν, καὶ ἰσχὺν ἄμφω τρῶσαι τὸν
δόλιον.
Ῥωννύμενοι, σοῦ ταῖς
παρακλήσεσι, πρὸς τὸν Κύριον τῆς δόξης βοῶμεν· Καλλικελάδου Μηνᾶ ὁ θαυμάσας, τὴν
παῤῥησίαν τρισμάκαρ Ἑρμόγενες, καὶ ὑπ’ αὐτοῦ προσελκυσθείς, εἰς τὴν πίστιν ἀξίως
δεδόξασαι.
Ἡ πάνσεπτος, λάρναξ τῶν
λειψάνων σου, καὶ αὐτῶν Μηνᾶ τοῦ Καλλικελάδου, εἰς Βασιλίδα τῶν Πόλεων ξένως ἐλιμενίσθη
ἀλκίφρον Ἑρμόγενες, πιστῶν ἁπάντων στηριγμέ, καὶ ἀκέστορ καὶ φύλαξ καὶ πρόμαχε.
Θεοτοκίον.
Μητρόθεε, ἐκτενῶς ἱκέτευε, ὑπὲρ
πάντων χριστωνύμων σὸν Τόκον, τῶν ἐκτελούντων τὴν πάνσεπτον μνήμην, τοῦ Ἑρμογένους
λαμπροῦ καλλιμάρτυρος, καὶ εἰς αἰῶνας εὐλαβῶς, ἀνυμνούντων πληθὺν θαυμασίων
σου.
Ἀξίωσον,
βραβείων νίκης Ἑρμόγενες ἀθλοφόρε, τοὺς τιμῶντάς σε ἀκλινῶς ἐν μάχαις ἀείποτε, ἐχθρῶν
κατ᾿ ἀπίστων Μεγαλομάρτυς.
Ἄχραντε,
ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς
ἔχουσα, μητρικὴν παῤῥησίαν.
Αἴτησις
καὶ τὸ Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τὸν
αἰκισμοὺς καὶ εἱρκτὴν ὑπομείναντα, καὶ κεφαλῆς πανιέρου ἀπότμησιν, νῦν Ἑρμογένην
τὸν Μάρτυρα μέλψωμεν, ὡς ἀθλητὴν τροπαιοῦχον αἰτούμενοι, αὐτοῦ τὰς ἐντεύξεις πρὸς
Κύριον.
Προκείμενον: Θαυμαστός, ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχος: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον κατὰ Ἰωάννην. (Κεφ. ιε΄ 17-27, ιστ΄ 1-2). Ζήτει εἰς τὴν
Λειτουργίαν τοῦ Ἁγίου Γεωργίου τοῦ Τροπαιοφόρου.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου
πρεσβείαις, Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στίχος. Ἐλέησόν με ὁ
Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά
μου.
Εὔψυχε
Ἑρμόγενες, Ἀλεξανδρείας τὴν χθόνα, ὁ ἀρδεύσας ῥείθροις σου, τῶν αἱμάτων πρόσδεξαι
τήνδε δέησιν, ἥν σοι προσάγομεν, τῶν φιλομαρτύρων, οἱ χοροὶ καὶ πᾶσι βράβευσον,
χαράν, ὁμόνοιαν, σθένος ψυχικὸν, ῥώμην δύναμιν, σοφίαν καὶ τελείωσιν, ἀρετῆς καὶ
ἄμφω ὑγιείαν, τοῖς ἐν εὐλαβείᾳ προστρέχουσι νοΐ σου τῷ σεπτῷ, τῷ ἐν τῇ Λέσβῳ
μεγάλαθλε, μάρτυς ἀκατάβλητε.
ᾨδὴ
ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡραιότης μαρτύρων, καθυπέμεινας χαίρων τὰ κολαστήρια διὰ Χριστοῦ
τὴν πίστιν καὶ ἄρνησιν εἰδώλων πλάνης, μάρτυς Ἑρμόγενες, ὁ ἱλεούμενος νῦν ἡμῖν
Θεὸν τὸν ζῶντα.
Νῦν τὸν ἔπαρχον πάντες,
γεραρὸν Ἑρμογένην, τοῦ εὐσεβόφρονος λαοῦ πρὶν τὸν διώκτην αὐτοῦ ὑπερμαχοῦντα εἶτα
μέλψωμεν κράζοντες· δογμάτων προασπιστὰς ὀρθῶν ἡμᾶς νῦν δεῖξον.
Εὐμενῆ κηδεμόνα σὲ πλουτοῦντες
προστάτην καὶ ἀντιλήπτορα, Ἑρμόγενες γενναῖε, προσφεύγομεν ἐν πίστει σαῖς θερμαῖς
παρακλήσεσι πρὸς τὸν Σωτῆρα Χριστόν, λαμπρὲ μεγαλομάρτυς.
Θεοτοκίον.
Κακοδόξων τὰ σμήνη, Θεοτόκε
Παρθένε, ἀποσκοράκισον εὐχαῖς σου ἀσιγήτοις πρὸς τὸν μονογενῆ σου Ἰησοῦν τὸν εὐΐλατον
καὶ ὀρθοδόξων χοροὺς κραταίωσον ἐν πίστει.
ᾨδὴ
η΄. Τὸν Βασιλέα.
Δύναμιν δός μοι, ἰσχὺν Ἑρμόγενες
πλάνου, τὴν μανίαν ἐν τάχει πατῆσαι, ὁ καταπατήσας, ὀφρὺν λατρῶν εἰδώλων.
Ὑμνῶν σε κράζω· γενοῦ ἡμῶν
παραστάτης, ἐν κινδύνοις Ἑρμόγενες Μάρτυς, καὶ ταχὺς ἀκέστωρ, ἐν πάσαις βίου
ζάλαις.
Στενὴν βαδίσαι, ἀξίωσόν με
τὴν τρίβον, ἀρετῶν στεφανῖτα γενναῖε, ἀθλητῶν σταδίου, Ἑρμόγενες κοσμῆτορ.
Θεοτοκίον.
Ὡς ἐν γαστρί σου, Χριστὸν
ξενίσασα Μῆτερ, ἀπολαῦσαι ἡμᾶς τῆς ξενίας, οὐρανῶν σοὺς δούλους, ἀξίωσον
Παρθένε.
ᾨδὴ
θ΄. Κυρίως Θεοτόκον.
Προστάτης ἴσθι πάντων, σὲ
μακαριζόντων, ὡς εὐτολμίας πυξίον Ἑρμόγενες, καὶ θησαυρὸν εὐψυχίας
πολυτιμότατον.
Ἐπάκουσον τῶν πίστει,
προστρεχόντων Μάρτυς, ταῖς σαῖς λιταῖς πρὸς τὸν Κτίστην Ἑρμόγενες, ὑπὲρ ἀγάπης
Οὗ αἷμα τὸ σὸν ἐξέχεας.
Ἱκέτευε δοθῆναι, πᾶσί σε
τιμῶσιν, ἄμφω ὑγιείαν Μάρτυς Ἑρμόγενες, ὁ παῤῥησίᾳ κηρύξας Χριστοῦ ἀλήθειαν.
Θεοτοκίον.
Χαρὰ χριστεπωνύμων, Κεχαριτωμένη, τῶν λυπηρῶν μου ἀχλὺν
ἐξαφάνισον, τοῦ Φωτοδότου Υἱοῦ σου τῇ θείᾳ χάριτι.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Ἐν
Ἀλεξανδρείᾳ μαρτυρικῶς, σὺν Μηνᾷ τῷ θείῳ, ἐπεσφράγισας βιοτήν, βρότειόν σου
μάκαρ, Ἑρμόγενες καὶ στέφος, χρυσόπλοκον ἀφθίτου, νίκης ἀπείληφας.
Δεῦτε
ἀνυμνήσωμεν ἐν χορῷ, θεῖον Ἑρμογένην, τὸν ἀθλήσαντα σὺν Μηνᾷ, τῷ Καλλικελάδῳ,
καὶ θαυμαστῷ Εὐγράφῳ, ἐν τῇ Ἀλεξανδρείᾳ ὡς καλλιμάρτυρα.
Χαίροις
γενναιότητος ποταμός, χαίροις ὁ χειμάῤῥους εὐψυχίας μαρτυρικῆς, χαίροις θεία κρήνη,
Ἑρμόγενες ἀνδρείας, ἐκβλύζουσα καὶ τόλμης, ὕδωρ ἀείῤῥυτον.
Σκῆνός
σου τὸ πάνσεπτον σὺν αὐτῷ, τοῦ Καλλικελάδου, εἰς τὸ πέλαγος τὸ ῥιφθέν, ἧκεν εἰς
τὴν πόλιν, τοῦ Κωνσταντίνου ξένως, Ἑρμόγενες πρὸς αἶνον, σοῦ τῆς ἀθλήσεως.
Χαίροις
τῆς ἀνδρείας ἡ ἀπαρχή, σύνοικε σοφίας καὶ πυξίον ὑπομονῆς, ὁ Χριστοῦ τὴν
πίστιν, Ἑρμόγενες δοξάσας, σῇ ἀκραιφνεῖ ἐνστάσει, καὶ ῥείθροις αἵματος.
Δόξης
ἀπολαύων τῶν οὐρανῶν, ὀλετὴρ εἰδώλων ἀδοξίας με τῶν παθῶν, ῥύου ἀθλοφόρε, Ἑρμόγενες
τὸν πίστει, προστρέχοντα καὶ πόθῳ τῇ ἀντιλήψει σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες,
ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος
καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου,
πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς,
τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως
Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου,
ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας
καταξίωσον χαρᾶς, τῆς ἐν πόλῳ δόξης ἀλήκτου, περικλεὲς ἀθλητά, εὐσταλὲς Ἑρμόγενες,
Μαρτύρων πρώταθλε, ὁ ἀθλήσας ὡς πάσχοντος
ἐν Ἀλεξανδρείᾳ, ἄλλου καὶ φιλόθεον, φαιδρύνας σύνταγμα, κράζομεν
μεγάλαθλε Μάρτυς, ἵνα μεγαλύνωμεν πόνους, δι΄ ἀγάπην Κτίστου οὓς ὑπέμεινας.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου