Δευτέρα 20 Αυγούστου 2018

ΟΚΤΩΒΡΙΟΣ 22. ΑΓΙΟΣ ΑΒΕΡΚΙΟΣ ΑΚΟΛΟΥΘΙΑ



 
ΟΚΤΩΒΡΙΟΣ ΚΒ΄!!

ΑΒΕΡΚΙΟΣ ΙΕΡΑΠΟΛΕΩΣ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 
ΕΝ  Τῼ  ΜΙΚΡῼ  ΕΣΠΕΡΙΝῼ

 

Μετὰ τὸν Προοιμιακόν, εἰς τὸ  Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι μάρτυρες.

Κοσμήτορα θεῖον τῆς Χριστοῦ, Ἐκκλησίας μέλψωμεν, Ἱεραπόλεως πρόεδρον, τὸν θεοπρόβλητον, τὰ ἀπολωλότα, ἀνευρόντα πρόβατα, καὶ τὴν ἀγέλην ἰθύναντα, αὐτοῦ τὴν ἔλλογον, πρὸς νομὰς ἀϊδιότητος, ἱεράρχην, Ἀβέρκιον ὅσιον.

 

βέρκιον ἄνδρα θεαυγῆ, τὸν ἐπ’ ἁγιότητι, τῆς βιοτῆς διαπρέψαντα, ἐγκωμιάσωμεν, τὸν τὴν θυγατέρα, τοῦ Ῥωμαίου ἄνακτος, τῇ χάριτι Θεοῦ θεραπεύσαντα, καὶ μεγαλύναντα, Ἰησοῦ τὸ μέγα ὄνομα, θαυμασίοις, καὶ λόγοις καὶ πράξεσι.

 

Θαυμάτων Ἀβέρκιε κρουνός, πολυχεύμων πέφηνας, καὶ ποταμὸς θείας χάριτος, ὄντως ἀστείρευτος· σὺ γὰρ οὐρανόθεν, δαψιλῶς ἀπείληφας, τὴν χάριν ἰαμάτων ἀγώνων σου, ὡς ἀντιμίσθιον, τῶν πανσέπτων ὁσιώτατε, εὐσεβείας, καὶ πίστεως πρόβολε.

 

Ποιμένων ἀμνῶν τῶν λογικῶν, γνώμων ἀκριβέστατε, Ἱεραπόλεως σέμνωμα, κλεινὲ Ἀβέρκιε, ἔκτυπον ἀγάπης, προσευχῆς σεμνότητος, πραότητος ἐλέους χρηστότητος, καὶ τιμιότητος, οἰκτιρμῶν σου θείων ἔδειξας, σπλάγχνα πᾶσι, τοῖς σοὶ καταφεύγουσι.

 

Δόξα. Ἦχος β΄.

Τὸν φωτὶ καταυγασθέντα θείῳ ἱεράρχην Ἱεραπόλεως, Ἀβέρκιον τὸν φιλοῦντα ὑπὲρ πάντα τὸν Φωτοδότην Κύριον, ὡς ἐλατῆρα τοῦ σκότους τῆς ἀγνωσίας, καὶ κληρονόμον τοῦ ἀστέκτου φωτὸς τιμήσωμεν λέγοντες· ὁ φέγγει τῶν σῶν ῥημάτων καὶ παραινέσεων, φαιδρύνας τὴν ἔλλογον ποίμνην σου, καὶ λαμπρύνας Χριστοῦ τὴν πίστιν τὴν ἀμώμητον, φώτισον καὶ ἡμῶν τῶν ψυχῶν τὰ ἐνδότερα, πρὸς ἐπίγνωσιν καὶ τήρησιν τῶν τοῦ Θεοῦ ἐνταλμάτων, τῶν τιμώντων ἐν ὕμνοις τὴν πανέορτον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

 

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χαίροις, ὁ τιμαλφής, διάκοσμος Φρυγίας, ὁ θεῖος ἱεράρχης, Ἀβέρκιε τρισμάκαρ, κλεινῆς Ἱεραπόλεως.

 

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαῖρε ὁ τῶν πτωχῶν, τροφεὺς χηρῶν προστάτης, καὶ ὀρφανῶν ἀγκάλη, φιλόστοργος πατέρων, Ἀβέρκιε ὡράϊσμα.

 

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Πάτερ θαυματουργέ, Λουκίλλαν θυγατέρα, τοῦ ἄνακτος ἐν Ῥώμῃ, ἐξ ἐπηρείας πλάνου, Ἀβέρκιε ἰάτρευσας.

 

Δόξα. Τριαδικόν.

Σῶσον ἐκ τῆς φθορᾶς, θανάτου αἰωνίου, τοὺς Σὲ δοξολογοῦντας, Τριὰς ὑπεραγία, Θεότης τρισυπόστατε.

 

Καὶ νῦν. Θεοτοκίον.

λυσας τὴν ἀράν, τῆς Εὔας Θεοτόκε, ὑπερευλογημένη, καὶ ἔσωσας τὸ γένος, βροτῶν διὰ τοῦ Τόκου σου.

 

Νῦν ἀπολύεις.... Τρισάγιον

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Αὐτουργὲ θαυμασίων πολλῶν Ἀβέρκιε, Ἱεραπόλεως σῶφρον ἀρχιερεῦ ἀληθῶς, ἐπὶ βίου ἁγιότητι διέπρεψας, καὶ διεκόσμησας λαμπρῶς, Ἐκκλησίαν τοῦ Χριστοῦ, τιμῶσάν σου θείαν μνήμην, καὶ καταφεύγουσαν πίστει, ταῖς σαῖς πρὸς Κύριον ἐντεύξεσι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΕΝ  Τῼ  ΜΕΓΑΛῼ  ΕΣΠΕΡΙΝῼ

 

Μετὰ τὸν Προοιμιακόν, τὸ  Μακάριος ἀνήρ, εἰς δὲ τὸ  Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β'. Ὅτε, ἐκ τοῦ ξύλου σε

Ὅλος, ἀνακείμενος Θεῷ, θείων πληρωτὴς προσταγμάτων, ὤφθης Ἀβέρκιε, χάριν δὲ δεξάμενος, ἐξ ὕψους Ἅγιε, νοσημάτων ἀπήλλαξας, ποικίλων ἀνθρώπους, δαίμονας ἀπήλασας, βωμοὺς κατέρραξας· γνῶσιν ἐνεφύτευσας θείαν, τοῖς τῇ ἀγνωσίᾳ ἀθλίως, πρώην κινδυνεύουσι μακάριε.

 

Θείων, διδαγμάτων ἀστραπαῖς, ἔλυσας πολύθεον νύκτα, Πάτερ Ἀβέρκιε, ὄρθρος δὲ ἀνέτειλας, υἱοὺς ἡμέρας τελῶν, τοὺς ἐν ζόφῳ ὑπάρχοντας, τὸ πρὶν ἱεράρχα, θαύματα παράδοξα ἐπιδεικνύμενος· ὅθεν τὴν ἁγίαν σου μνήμην, πίστει ἑορτάζομεν πάντες, ἀνυμνολογοῦντές σε θεόπνευστε.

Σκεύει, ἐν ἑνὶ θαυματουργῶν, οἶνόν τε καὶ ἔλαιον Πάτερ, καὶ εἶδος ἕτερον, ἥνωσας τηρούμενα ἐν τῷ προχέεσθαι, ἀμιγῆ θείᾳ χάριτι· θερμῶν δὲ ὑδάτων, χάριν δι' ἐντεύξεως, βλύσαι πεποίηκας, νόσους θεραπεύουσαν πάσας, τῶν προσερχομένων ἐν πίστει, καὶ μακαριζόντων σε Ἀβέρκιε.

 

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσιν.

πιδείξαντα ἄμεμπτον, βιοτὴν καὶ ἰθύναντα, λογικὴν ἀγέλην αὐτοῦ πρὸς Κύριον, τὸν λόγον σπείραντα χάριτος, ψυχαῖς εὐφημήσωμεν, τῶν ἀμνῶν αὐτοῦ φαιδρῶς, πρὸς πολύφορον ἄσταχυν, ἀφθαρτότητος, τῷ Χριστῷ Ἰησοῦ προσενεγκόντα, θεαυγῆ ἱερομύστην, πνευματοφόρον Ἀβέρκιον.

 

Οὐκ ἠλάττωσεν ὅσιε, τὸ σεπτόν σου ἀξίωμα, τοῦ ἱερομύστου Ἱεραπόλεως, ψυχῆς σου ζέσιν Ἀβέρκιε, καὶ ζῆλον τον ἔνθεον, πρὸς ἀμνῶν σου ἀπλανῆ, χειραγώγησιν πάνσοφε, καὶ θειότατε, ποιμενάρχα ἐνδρόσους πρὸς λειμῶνας, καὶ νομὰς πρὸς σωτηρίους, τὰς ἐν Χριστῷ τῷ οἰκτίρμονι.

 

Τὴν σὴν φήμην ὡς ἤκουσε, τῶν θαυμάτων Ἀβέρκιε, ὁ τῆς Ῥώμης ἄναξ σεπτὲ Αὐρήλιος, εὐθὺς ἀνθρώπους ἀπέστειλεν, αὐτοῦ πάτερ ὅσιε, σὲ ταχὺ μετενεγκεῖν, εἰς αὐτοῦ ἀνακτόριον, βασιλόπαιδα, τὴν αὐτοῦ θεραπεῦσαι ἐκ τοῦ πλάνου, ἐπηρείας ἱεράρχα, τῆς προσευχῆς ἐνδιαίτημα.

 

 

 

 

Δόξα. Ἦχος γ.

Ἀρχιερεῦ Ὅσιε, παμμακάριστε Πάτερ, θαυματουργὲ θεράπον Χριστοῦ Ἀβέρκιε, προφητικῷ ἐκλάμψας βίῳ, καὶ ἀποστολικῶν ἀξιωθεὶς χαρισμάτων, τῷ Σωτῆρι λειτουργῶν, σὺν Ἀγγέλοις ἀπαύστως, πρέσβευε ῥυσθῆναι ἀπὸ πάσης ἀπειλῆς τὰς ψυχὰς ἡμῶν.  

 

Καὶ νῦν. Θεοτοκίον.

Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου Τόκον Πανσεβάσμιε; πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρός γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ' ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. δ΄ 10 - 19)

κουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὀδοὶ βίου· ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς. Ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα, ἐὰν δὲ τρέχῃς οὐ κοπιάσεις. Ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου. Ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς, μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων· ἐν ᾧ ἄν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθῃς ἐκεῖ, ἔκκλινον δὲ ἀπ' αὐτῶν καὶ παράλλαξον. Οὐ γὰρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν, ἀφῄρηται ὁ ὕπνος αὐτῶν καὶ οὐ κοιμῶνται· οἵδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνῳ δὲ παρανόμῳ μεθύσκονται. Αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώσῃ ἡ ἡμέρα· αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασι πῶς προσκόπτουσιν.

 

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. στ΄ 1 - 14)

Τέκνον, ἀντὶ φίλου μὴ γίνου ἐχθρός· ὄνομα γὰρ πονηρὸν αἰσχύνην καὶ ὄνειδος κληρονομήσει· οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος. Μὴ ἐπάρῃς σεαυτὸν ἐν βουλῇ ψυχῆς σου, ἵνα μὴ διαρπαγῇ ὡς ταῦρος ἡ ψυχή σου. Τὰ φύλλα σου καταφάγεσαι καὶ τοὺς καρπούς σου ἀπωλέσεις καὶ ἀφήσεις σεαυτὸν ὡς ξύλον ξηρόν. Ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτὴν καὶ ἐπίχαρμα ἐχθρῶν ποιήσει αὐτόν. Λάρυγξ γλυκὺς πληθυνεῖ φίλους αὐτοῦ καὶ γλῶσσα εὔλαλος πληθυνεῖ εὐπροσήγορα. Οἱ εἰρηνεύοντές σοι ἔστωσαν πολλοί, οἱ δὲ σύμβουλοί σου εἷς ἀπὸ χιλίων. Εἰ κτᾶσαι φίλον, ἐν πειρασμῷ κτῆσαι αὐτὸν καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ· ἔστι γὰρ φίλος ἐν καιρῷ αὐτοῦ καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου. Καὶ ἔστι φίλος μετατιθέμενος εἰς ἔχθραν καὶ μάχην ὀνειδισμοῦ σου ἀποκαλύψει. Καὶ ἔστι φίλος κοινωνὸς τραπεζῶν καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεώς σου. Καὶ ἐν τοῖς ἀγαθοῖς σου ἔσται ὡς σὺ καὶ ἐπὶ τοὺς οἰκέτας σου παῤῥησιάσεται· ἐὰν ταπεινωθῇς, ἔσται κατὰ σοῦ καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσεται. Ἀπὸ τῶν ἐχθρῶν σου διαχωρίσθητι καὶ ἀπὸ τῶν φίλων σου πρόσεχε. Φίλος πιστὸς σκέπη κραταιά, ὁ δὲ εὑρὼν αὐτὸν εὗρε θησαυρόν. 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1  -  9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καῖ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Λιτή. Ἦχος α΄.

Δεῦτε τὸν πρακτικῶς πολιτευσάμενον ἱεράρχην, τὸ τοῦ Παρακλήτου Πνεύματος μυροδοχεῖον, καὶ Ἱεραπόλεως τὸν διάκοσμον Ἀβέρκιον πιστοὶ ἀνυμνήσωμεν· οὗτος γὰρ θεοπρεπῶς ποιμάνας, τὸ ἐμπιστευθὲν αὐτῷ λογικὸν ποίμνιον, δόξης αἰωνίου κατηξίωται· ὅθεν χάριν εὗρεν ἡμᾶς ῥύεσθαι παθῶν ἀδοξίας ὡς εὐσυμπάθητος, καὶ ἀπαύστως Χριστῷ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος β΄.

Θείων ἔργων ἐπιδόσεσι καθ’ ἑκάστην Ἀβέρκιε, τῶν ὑπὲρ φύσιν ἠξίωσαι ὡς δοχεῖον τοῦ θείου Πνεύματος· σὺ γὰρ τῆς ἱεραρχίας ποδήρη ἀμφιασάμενος, ἀπεξεδύσω τὴν στολὴν πάσης προσωπικῆς ἐπιθυμίας, καὶ ὡς ὑπηρέτης καὶ διάκονος τοῖς ἐλαχίστοις, χριστομιμήτως ἐθεώθης κατὰ μέθεξιν· προσαγαγὼν ὅθεν πλείστους τῇ πίστει, καὶ υἱοὺς φωτὸς αὐτοὺς ἀναδείξας, ἀπῆλθες τοῦ ἀστέκτου φωτὸς ἀπολαῦσαι, οὗ καὶ ἡμᾶς ἀξίωσον πρεσβείαις σου.

 

Ἦχος γ΄.

ργοις καὶ λόγοις Χριστὸν δοξάσας Ἀβέρκιε, καὶ κατευφράνας τὴν λογικὴν τῆς Ἱεραπόλεως ποίμνην, ἀντεδοξάσθης θεόθεν θαυμάτων χάρισιν· ὡς οὖν πάθη ποικίλα ἰατρεύσας, καὶ θριαμβεύσας τὸν ἑσμὸν τῶν ἀκαθάρτων πνευμάτων, τῆς αἰωνίου ζωῆς κληρονόμος ἐγένου, καὶ πρεσβευτὴς ἡμῶν πρὸς Κύριον θερμότατος.

 

Δόξα. Ἦχος δ΄.

Τῷ ἀρότρῳ τῆς προσφορᾶς καὶ ἀγάπης σου πρὸς πάντα πάσχοντα, τὰς καρδίας αὐτῶν ἐγεώργησας, πρὸς πλουσίαν πίστεως καρποφορίαν· καταδείξας οὖν Ἀβέρκιε τὴν τοῦ Θεοῦ εὐσπλαγχνίαν, καὶ ὡς καλὸς ποιμὴν ἰθύνας σοὺς ἄρνας πρὸς σωτηρίαν, παρέστης τῷ θρόνῳ τοῦ Κυρίου λαμπροφόρος, ᾯ καὶ ἀσιγήτως πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.

Χαίροις, ἱεροφάντα σεπτέ, Ἱεραπόλεως Φρυγίας διάκοσμε, Ἀβέρκιε θεοφόρε, τῶν ἀρετῶν καλλονή, καὶ ποιμαντορίας, ὄλβε ἄσυλε· θεράπων θειότατε, τοῦ Θεοῦ καὶ θησαύρισμα, ἠθῶν ἀμέμπτων, οἰκουμένης τὰ πέρατα, κατηγλάϊσας, τῷ φωτὶ θαυμασίων σου, καὶ ἀστραπαῖς τῆς χάριτος, λαμπρῶς ἐνοικούσης σοι, φωτοειδέστατε πάτερ, ὑφηγητὰ πρακτικώτατε, ἀγάπης πρὸς πάντας, ἱλεούμενος μὴ παύσῃ, ἡμῖν τὸν Κύριον.

 

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαίροις, ὁ θεραπεύσας ταχύ, Θεοῦ ἰσχύϊ Αὐρηλίου τοῦ ἄνακτος, τῆς Ῥώμης τὴν θυγατέρα, ἐξ ἐπηρείας ἐχθροῦ, τοῦ καὶ μισοκάλου παναλάστορος, Ἀβέρκιε πάνσοφε, καὶ προστάξας δαιμόνιον, βωμὸν ἐκ Ῥώμης, τῶν εἰδώλων τὸν λίθινον, ἐπωμάδιον, ἆραι καὶ πύλης ἔνδοθεν, θεῖναι Ἱεραπόλεως, ὡς δοῦλον ὑπήκοον, θεοφορούμενε πάτερ, ὃν τὰ δαιμόνια ἔτρεμον, καὶ ὅνπερ ἠγάπον, ἐκ ψυχῆς καρδίας μέσης, ἀγέλης ἄρνες σου.

 

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαίροις, ὁ διανοίξας τυφλῆς, Φρυγγέλης ὄμματα ψυχῆς τε καὶ σώματος, Ἀβέρκιε καὶ ὡς ἄνθραξ, τοῦ Παρακλήτου ἐχθροῦ, μιαροῦ μανίαν, καὶ κακότητα, θεόφρον ἐπίσκοπε, καταφλέξας ὡς φρύγανα, καὶ ὡς καλάμην, τῇ φλογὶ πολιτείας σου, ἐλεήμονος, καὶ ἐμπράκτου ἀγάπης σου· θαύμασι τοῖς μεγίστοις σου, ἀεὶ θαυμαζόμενος, καὶ δοξαζόμενος, πάτερ, ἑλκύεις πάντας πρὸς αἴνεσιν, τῆς σῆς ἰσαγγέλου, πολιτείας καὶ ἀγάπης χριστομιμήτου σου.

 

 

 

 

 

Δόξα. Ἦχος πλ. δ΄.

εραπόλεως θεοπρόβλητε ἱεράρχα, ἀρετῶν σου μαργαρίταις ἐπὶ πλεῖον κατεκόσμησας, τὴν ἁγίαν σου στολὴν Ἀβέρκιε χαριτόβρυτε· σὺ γὰρ σχολάζων τοῖς θείοις γράμμασι, καρποὺς ἐξήνεγκας βιοτῆς ἰσαγγέλου, καὶ ψυχικῆς κενώσεως ταῖς χρείαις, τῶν ἐμπεριστάτων καὶ τρυχομένων· καὶ νῦν Χριστῷ ἱερουργῶν σὺν ταῖς ἄνω ταξιαρχίαις, μὴ παύσῃ Χριστοῦ δεόμενος ὑπὲρ τῶν τιμώντων, τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις.... Τρισάγιον

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Αὐτουργὲ θαυμασίων πολλῶν Ἀβέρκιε, Ἱεραπόλεως σῶφρον ἀρχιερεῦ ἀληθῶς, ἐπὶ βίου ἁγιότητι διέπρεψας, καὶ διεκόσμησας λαμπρῶς, Ἐκκλησίαν τοῦ Χριστοῦ, τιμῶσάν σου θείαν μνήμην, καὶ καταφεύγουσαν πίστει, ταῖς σαῖς πρὸς Κύριον ἐντεύξεσι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.

 

ΕΝ   Τῼ   ΟΡΘΡῼ

Μετὰ τὴν α΄ Στιχολογίαν Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

βέρκιε σεπτέ, ταπεινώσεως βάθρον, ἠνάλωσας σαυτόν, τῇ ἀγάπῃ πλησίον, καὶ πίστιν τὴν ἄμωμον, τοῦ Χριστοῦ ἐμεγάλυνας, θείοις λόγοις σου, καὶ ποιμασίας σου τρόποις, ἐνθεώτατε, Ἱεραπόλεως κλέος, καὶ σκεῦος τῆς χάριτος.         

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Εὐλόγει δαψιλῶς, καὶ ἁγίαζε πάντας, τοὺς δούλους σου ἁγνή, Θεοτόκε Παρθένε, τοὺς σὲ μακαρίζοντας, καὶ δοξάζοντας Τόκον σου, τὸν πανάγιον, ἡμῖν παρέχοντα πᾶσιν, ἱκεσίαις σου, ἄμφω ψυχῶν καὶ σωμάτων, ἰσχὺν καὶ ὑγίειαν.

 

Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

γγάρευσας δαίμονα θεῶν ἀψύχων βωμόν, εἰς τὴν Ἱεράπολιν μετενεγκεῖν θαυμαστῶς, ἐκ Ῥώμης Ἁβέρκιε, ἔνθα τὴν δαιμονῶσαν, βασιλόπαιδα τάχος, ἰάτρευσας Λουκίλλαν σεπτέ, διὰ τῶν λόγων σου.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Περίσκεπε πάντοτε καὶ περιφρούρει πιστούς, τοὺς σοὶ καταφεύγοντας ἐν τρικυμίαις δειναῖς, πανύμνητε Δέσποινα, καὶ πάσαις βίου ζάλαις, Θεοτόκε Παρθένε, πάντας ἡ φιλοστόργως, ἐλεοῦσα τοὺς ὕμνοις , δοξάζοντας Υἱόν σου σεπτόν, τὸν πολυεύσπλαγχνον.

 

Μετὰ τὸν Πολυέλεον Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Φρυγγέλης ἤνοιξας, τυφλῆς τὰ ὄμματα, ψυχῆς καὶ σώματος, διὰ τοῦ λόγου σου, Ἱεραπόλεως κλεινὲ Φρυγίας ἱερομύστα, θαυμαστὲ Ἀβέρκιε, καὶ Λουκίλλην ἰάτρευσας, ἐκ τῆς τοῦ ἀλάστορος ἐπηρείας πανεύφημε, ποιμένων θεοφόρων φαιδρότης, πάτερ χαρίτων ἐκμαγεῖον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

 

Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου

Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.       

Εὐαγγέλιον κατὰ Ἰωάννην (Κεφ. ι΄ 9 -16 ). Ζήτει τῇ ΙΓ΄ Νοεμβρίου.

Ὁ Ν΄ Ψαλμός.

Δόξα. Ταῖς τοῦ Ἱεράρχου πρεσβείαις, Ἐλεῆμον,..

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,..

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός...

ἐκτείνας τὴν εὐεργετικήν σου δρᾶσιν μέχρι τῆς Ῥώμης, καὶ δείξας πᾶσι τοῖς ἐκεῖ κατοικοῦσι, τὴν θαυματουργικὴν χάριν σου Ἀβέρκιε, προσάγαγε τὰς ἡμῶν προσευχὰς πρὸς Κύριον, καὶ ἀποδίωξον ἀφ’ ἡμῶν πᾶν πονηρὸν καὶ ὀλέθριον, ἐνθέρμοις πρεσβείαις σου ἱερώτατε.

 

Ὁ α΄ Κανὼν τοῦ Ἱεράρχου, οὗ ἡ Ἀκροστιχίς: Ἀβερκίου μέγιστον ἐξᾴδω κλέος. Ἰωσήφ.

ᾨδὴ α'. Ἦχος β'. Δεῦτε λαοὶ

Αἴγλῃ φαιδρᾷ, τῆς Τρισηλίου Θεότητος, καταυγασθεὶς Ἀβέρκιε, φῶς ἐχρημάτισας, τοὺς ἐν σκότει φωτίζων, καὶ πᾶσαν τῶν δαιμονων, λύων σκοτόμαιναν.

Βίον ἐν γῇ, ἔσχες Παμμάκαρ οὐράνιον, μετὰ σαρκὸς ὡς ἄσαρκος, πολιτευσάμενος, καὶ τὰ πάθη νεκρώσας, καὶ τῆς ἱερωσύνης, χάριν δεξάμενος.

χων ἐν σοί, Πάτερ τὸν λόγον φθεγγόμενον, τῆς ἀλογίας ἔλυσας, τοὺς ματαιόφρονας, τῶν δαιμόνων τεμένη, καὶ ξόανα τῆς πλάνης, καταστρεψάμενος.

Θεοτοκίον.

ητορικαί, γλῶσσαι σοῦ λέγειν οὐ σθένουσι, τὴν ὑπὲρ λόγον σύλληψιν· Θεὸν γὰρ τέτοκας, ἐν σαρκὶ Παναγία, ἡμῖν ὁμοιωθέντα, δι' ἀγαθότητα.

 

Ὁ β’ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Τὸν Ἰσραὴλ ἐκ δουλείας.

Ἱερωσύνης κανόνα, καὶ ἀρετῶν εἰκόνα σε, ἐπέγνωμεν θεράπον Χριστοῦ, ᾯ ἀπαύστως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τὸν ἐγκρατείᾳ καὶ πόνοις, τῶν παθῶν τὸν τάραχον, τελείως καταργήσαντα, τὸν Ἱεράρχην ἅπαντες, Ἀβέρκιον ὑμνήσωμεν.

Θεοτοκίον.

Διὰ παντὸς Θεοτόκε, τὸ ἐκ Σοῦ ἱκέτευε, ἀῤῥήτῳ λόγῳ σαρκωθέντα Θεόν, πάσης περιστάσεως, λυτρώσασθαι τοὺς δούλους Σου.

 

ᾨδὴ γ'. Στερέωσον ἡμᾶς

Καὶ λόγοις ἱεροῖς καὶ ἐπιδείξεσι, θαυμάτων Ἀβέρκιε παραδόξων, τοὺς τῇ πλάνῃ θαλαττεύοντας, σωτηρίας πρὸς ὅρμον καθωδήγησας.

άσεις ἐνεργῶν, τελῶν ἐξαίσια, δαιμόνων ἀπείργων τὰς φαντασίας, σωτηρίας πᾶσιν αἴτιος, τοῖς πλουτοῦσι προστάτης σὺ γεγέννησαι.

λόγος ἱερὸς ὁ βίος ἔνθεος, ὁ τρόπος τοῖς θαύμασι διαλάμπων, ἡ ζωή σου Πάτερ ἔνδοξος, καὶ ὁ θάνατος τίμιος γεγένηται.

Θεοτοκίον.

πάρχων ὁ Θεὸς τὸ πρὶν ἀόρατος, ὡράθη Παρθένε δι' εὐσπλαγχνίαν, ἐκ γαστρός σου σωματούμενος· διὰ τοῦτο σε πίστει μακαρίζομεν.

 

Ἕτερος. Οὐκ ἔστιν ἅγιος.

Θυσίαν προσήγαγες, σεαυτὸν τῷ Λυτρωτῇ, καὶ ζωῆς ἀϊδίου, τυχεῖν κατηξίωσαι, ὡς αὐτὰ μαρτυροῦσιν, τὰ σὰ κατορθώματα, Ἀβέρκιε μακάριε.

Ὁ βίος σου γέγονεν, ἱερέων κανών· ὁ δὲ λόγος Ἀβέρκιε, τοὺς πλάνης ἐπαίδευσεν, ἀνυμνεῖν Τριάδα· διὸ καὶ τὴν μνήμην σου, ἐν πίστει ἑορτάζομεν.

Θεοτοκίον.

Παρθένος ἔτεκες, ἀπειρόγαμε, καὶ παρθένος ἔμεινας, Μῆτερ ἀνύμφευτε, Θεοτόκε Μαρία, Χριστὸν τὸν Θεόν, ἱκέτευε σωθῆναι ἡμᾶς.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Παμμακάριστε, ἱεροφάντα, ὁ τῇ χάριτι, Θεοῦ κοσμήσας, ποιμασίαν σου θαυμάτων τοῖς πλήθεσι, καὶ κατευθύνας πρὸς ἄληκτον βίωσιν, τὴν σοὶ λαχοῦσαν ἀγέλην Ἀβέρκιε, καθικέτευε Χριστὸν τὸν Θεὸν ὑγίειαν κατ’ ἄμφω πέμψαι πᾶσι τοῖς τιμῶσί σε.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Χρυσοστόλιστε, Ὑψίστου κλίνη, παντευλόγητε, Θεογεννῆτορ, καὶ Αὐτοῦ φωτοειδέστατον μέλαθρον, τὴν σκοτομήνην ἡμῶν ἀποδίωξον, δεινῶν παθῶν καὶ κινδύνων καὶ θλίψεων, καὶ ὁδήγησον ἐν κλίνῃ αἰωνιότητος, καὶ δόμους ἀφθαρσίας τοὺς τιμῶντάς σε.

 

ᾨδὴ δ'. Ὑμνῶ σε, ἀκοῇ

Μεγάλως, σὴν καθέδραν Ὅσιε, κατεκόσμησας Ἱεράρχα· μεγάλοις γὰρ θαύμασι διέπρεψας, καὶ πολιτείᾳ λαμπρᾷ, διὰ τοῦτό σε Ἀβέρκιε, ὁ Θεὸς ἡμῶν μεγάλως ἐδόξασεν.

Ἐλέους, θελητὴν τὸν Κύριον, ἐπιστάμενος θεοφόρε, θερμῶς αὐτὸν ᾔτησας, εἰς ἴασιν καὶ σωτηρίαν πολλῶν, τῶν θερμῶν ὑδάτων ἔκβλυσιν, τὴν θαυμαστὴν ποιήσασθαι Ἀβέρκιε.

Γονίμους, τὰς ἀγόνους χάριτι, ἀπετέλεσας διανοίας· ἐνθέμενος ταύταις γάρ, Ἀβέρκιε τοῦ λόγου σπόρον σαφῶς, ὡς καλῶν σπορεὺς ἐθέρισας, στάχυν ἑκατοστεύοντα θεόπνευστε.

Θεοτοκίον.

άσω, συντριβὴν Πανάμωμε, καὶ τὴν πάλαι ταλαιπωρίαν, τῶν γηγενῶν τέξασα, τὸν βαστάσαντα τὰς νόσους ἡμῶν, δι' εὐσπλαγχνίαν ἄφατον Θεόνυμφε.

 

Ἕτερος. Εἰσακήκοα τὴν ἀκοήν.

Ὡς τηρήσαντα εὐσεβῶς, τὴν ὀρθόδοξον πίστιν, ἱεράρχα καταχρέως εὐφημοῦμέν σε.

Ὑποτύπωσις εὐσεβοῦς, πολιτείας ἐδείχθης, ταῖς ἀρεταῖς σου θεοφόρε παμμακάριστε.

Θεοτοκίον.

Ἀνυμνοῦμέν Σε οἱ πιστοί, Θεοτόκε Παρθένε, ὡς κυήσασαν τὸν Λόγον καὶ Λυτρωτὴν ἡμῶν.

 

ᾨδὴ ε'. Ὁ φωτισμὸς

Στήσας τοὺς σούς, ἐπὶ πέτραν καρδίας θεόφρον πόδας, τοὺς ὑποπεσόντας τῇ ἀπωλείᾳ, καὶ σέβας λίθοις ἀπονέμοντας μάκαρ, θείοις λόγοις σέβειν ἐδίδαξας, πέτραν Ἰησοῦν, τὸν Χριστὸν καὶ Θεὸν ἡμῶν.

Τὸν ἰατρόν, τῶν ποικίλως νοσούντων καὶ σωτηρίαν, πάντων πλανωμένων τὴν ὁδηγίαν, τὴν μυροθήκην, τῶν σεπτῶν χαρισμάτων, τὸ δοχεῖον τοῦ θείου Πνεύματος, τόν ἱερομύστην, τιμῶμεν Ἀβέρκιον.

Οἶνος ἑνί, τῇ προστάξει σου σκεύει μετὰ ἐλαίου, ἕτερόν τε εἶδος ἐμβεβλημένα, καιρῷ ἰδίῳ, ἀμιγῆ παραδόξως ἐκκενοῦται τὴν ὑπερβάλλουσαν, χάριν σου δηλοῦντα θεόφρον Ἀβέρκιε.

Θεοτοκίον.

Νόμοι ἐν σοί, παραδόξως Παρθένε καινοτομοῦνται· τίκτεις γὰρ ἀσπόρως Θεὸν Σωτῆρα, καὶ διαμένεις παρθενεύουσα πάλιν, ξένον θαῦμα! ὅθεν Μητέρα σε, τοῦ Ἐμμανουήλ εὐσεβῶς καταγγέλλομεν.

Ἕτερος. Ὀρθρίζοντες βοῶμέν Σοι Κύριε.

Μὴ παύσῃ ἱκετεύων τὸν Κύριον, ἱεράρχα, σῶσαι τὰς ψυχὰς ἡμῶν, τῶν ἐκτελούντων τὴν μνήμην σου.

Ἐφώτισεν ὁ βίος σου Ἅγιε, τοὺς ἀνθρώπους, πάντας προσκαλουμένους, εἰς ἀρετῶν τελειότητα.

Θεοτοκίον.

Παρθένον μετὰ τόκον ὑμνοῦμέν Σε, Θεοτόκε, σαρκὶ τῷ κόσμῳ ἐκύησας.

 

ᾨδὴ ς'. Ἐν ἀβύσσῳ πταισμάτων

ξ Ἑῴας εἰς Δύσιν ἐπέδραμες, τῆς δαιμονικῆς καὶ δεινῆς ἐνοχλήσεως, τὴν Βασιλίδα Ὅσιε, ἀπολύων δυνάμει τοῦ Πνευματος.

Ξένος κόσμου ὀφθεὶς ἱερώτατε, ξένα καὶ φρικτὰ ἐπετέλεσας θαύματα, καὶ περιὼν ἐν σώματι, καὶ τῶν τῇ δὲ ἀπάρας Ἀβέρκιε.

στραπόμορφος Πάτερ ὁρώμενος, τὰς δαιμονικὰς καθυπέταξας φάλαγγας, στέγειν τὴν σὴν Ἀβέρκιε, ἀπειλὴν μὴ σθενούσας θεόπνευστε.

Θεοτοκίον.

Διὰ σοῦ Παναγία Θεόνυμφε, οἱ νενεκρωμένοι ζωῆς ἠξιώθημεν· καὶ τῇ φθορᾷ δουλεύοντες, ἀφθαρσίαν σαφῶς ἐπλουτήσαμεν.

 

Ἕτερος. Χιτῶνά μοι παράσχου φωτεινόν.

Τῷ βίῳ σου τὸν λόγον εὐσεβῶς, Πάτερ κατεκόσμησας, ἐν ᾯ κοσμούμενος, θεοφόρε ἱεράρχα τοῦ Σωτῆρος Χριστοῦ.

Εὐάρεστος γενόμενος Θεῷ, ἱκέτευε πάνσοφε, ὅπως ῥυσθείημεν, τῆς μελλούσης τῶν δεινῶν ἀποφάσεως.

Θεοτοκίον.

Ἡ μόνη διὰ λόγου ἐν σαρκί, τὸν Λόγον κυήσασα, ῥῦσαι δεόμεθα, τῶν παγίδων τοῦ ἐχθροῦ τὰς ψυχὰς ἡμῶν.

 

Κοντάκιον τοῦ Ἱεράρχου. Ἦχος πλ. δ'. Ὡς ἀπαρχὰς

Ὡς Ἱερέα μέγιστον, καὶ Ἀποστόλων σύσκηνον, ἡ Ἐκκλησία γεραίρει σε ἅπασα, ἡ τῶν πιστῶν Ἀβέρκιε, ἣν ταῖς σαῖς ἱκεσίαις περιφύλαττε μάκαρ, ἀκαταγώνιστον, ἐξ αἱρέσεως πάσης, καὶ ἄσειστον πολυθαύμαστε.

Ὁ Οἶκος

Ὡς πολύς σου ὁ πλοῦτος τῆς χάριτος! ἀριθμὸς δὲ οὐκ ἔστι τῆς δόξης σου· ἐκ μὴ ὄντων γὰρ πάντα παρήγαγες,ὁρατὰ καὶ ἀόρατα Κύριε. Αὐτὸς οὖν φιλάνθρωπε, δώρησαι τῇ βεβήλῳ καρδίᾳ μου αἴνεσιν θείαν, ὁ ὑπ' Ἀγγέλων ἀπαύστως ὑμνούμενος, ἵνα τὸν Ἱεράρχην τιμήσω, τὸν ὡς ἀληθῶς πολυθαύμαστον.

 

 

 

Συναξάριον.

Τῇ ΚΒ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀβερκίου, ἐπισκόπου Ἱεραπόλεως.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'. Εἰκόνος χρυσῆς

ς θεῖος ποιμήν, ὡς θαυμάτων αὐτουργὸς τυφλοῖς τὸ βλέπειν, ἐντεύξει Πάτερ ἐχορήγησας, τὴν ἀκοὴν τοῖς κωφεύουσι, κάθαρσιν λεπροῖς, εὐδρομίαν τοῖς χωλοῖς ἀναμέλπουσιν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Κηρύττει τὸ σόν, τερατούργημα Σοφὲ εἰς τὸν αἰῶνα, θερμῶν ὑδάτων ἡ ἀνάβλυσις, βωμὸς τῷ τάφῳ σου κείμενος, ὃν ἐκ τῆς Ῥωμαίων μεγίστης, μετηνέγκατο πόλεως, τὸ πονηρὸν ἐξελαθέν, πνεῦμα Ἀβέρκιε.

Λαοῦ ταπεινοῦ, προηγήσω ὑψηλὸς ἐν θεωρίαις, καὶ ἐνεργείαις καὶ δυνάμεσιν, ἀποδειχθεὶς Ἱερώτατε, καὶ τοῦ ὑψηλοῦ Βασιλέως, θεραπευτής, ᾧ κραυγάζομεν· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

τέχθη ἐκ σοῦ, ὃν ἐγέννησε Πατὴρ πρὸ τῶν αἰώνων, διτταῖς οὐσίαις καὶ θελήσεσιν, οἷα Θεός τε καὶ ἄνθρωπος, Κόρη γνωριζόμενος πᾶσι, τοῖς ἐν πίστει κραυγάζουσιν· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

Ἕτερος. Ὁ ἐν ἀρχῇ.

Ὁ τῇ πλοκῇ, τοῦ λόγου σαγηνεύσας, διὰ τοῦ Σοῦ ἱεράρχου τὰ ἔθνη, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ὁ παρασχών, τῷ σοφῷ ἱεράρχῃ, τὴν δύναμιν τοῦ Ἁγίου Πνεύματος, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Θεοτοκίον.

Ὁ ἐν γαστρί, τῆς Παρθένου οἰκήσας, καὶ ἐν αὐτῇ τὸν Ἀδὰμ ἀναπλάσας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας, Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η'. Τὸν ἐν καμίνῳ

περιδέξιος Ποιμήν, ἡ ἀκένωτος πηγὴ τῶν ἰαμάτων, Ἐκκλησίας ὁ στῦλος, ὁ τῶν Πιστῶν στηριγμός, ὁ μέγας ἀστὴρ ὁ πολύφωτος, ὁ ἱερομύστης, Ἀβέρκιος τιμάσθω.

Σὺ ὥσπερ φοίνιξ ψαλμικῶς, ἐξανθήσας ἐν αὐλαῖς Θεοῦ τοῦ ζῶντος, ἐπληθύνθης ὡς κέδρος, καὶ ὡς ἐλαία Σοφέ, ἐφάνης ἐλαίῳ τῶν ἔργων σου, πάντων ἱλαρύνων, τὰ πρόσωπα ἐν πίστει.

ρους ἐπάνω πρακτικῆς, πολιτείας ἐμφανῶς καθάπερ πόλις, ἐγνωρίσθης κειμένη, καὶ βυθισθεῖσαν τὸ πρίν, τῇ πλάνῃ Ὅσιε τὴν πόλιν σου, πόλεως τῆς ἄνω, δεικνύεις κληρονόμον.

Θεοτοκίον.

δοὺ ἡ κλίνη Σολομών, ἣν κυκλοῦσι δυνατοί, ὡς αἱ προρρήσεις, νῦν Γραφῆς τῆς ἁγίας, ἐν ᾗ Χριστὸς ὁ Θεός, σαρκώσει θείᾳ ἀνεπαύσατο, ἡ εὐλογημένη καὶ κεχαριτωμένη.

 

Ἕτερος. Τὸν τοῦ παντὸς Δημιουργόν.

Τὸν μεγαλύναντα Θεόν, τοῦ ἱεράρχου τὸ μνημόσυνον, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ταῖς ἀρεταῖς πνευματικαῖς, κατακοσμήσαντα τὸν ἅγιον, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Τὸν ἐπ’ ἐσχάτων δι’ ἡμᾶς, ἐκ Παρθένου σαρκωθέντα Θεόν, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ'. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον

ς φωταυγής σου ὁ βίος, ὡς ὡραῖοι οἱ πόδες, ὡς λίαν θαυμαστὴ ἡ πρὸς Θεόν, νεῦσις ὁμοῦ καὶ οἰκείωσις, ὡς μεγίστη ἡ χάρις, ἡ ἄνωθεν δοθεῖσά σοι Σοφέ· διὰ τοῦτο ἐν πίστει, τιμῶμέν σε Ἀβέρκιε.

Σὲ τὸν ὁμόσκηνον πάντων, τῶν Ἁγίων Μαρτύρων, τὸν σύνθρονον τῶν θείων Μαθητῶν, Πατριαρχῶν τὸν ὁμότιμον, Προφητῶν καὶ Ὁσίων, καὶ τῶν ἐπουρανίων Λειτουργῶν, τὸν συνόμιλον πίστει, γεραίρομεν Ἀβέρκιον.

παναγία σου μνήμη, ἁπλουμένη ἐν κόσμῳ, φωτίζει τῶν ἀνθρώπων τὰς ψυχάς, φέγγει πλουσίῳ ἐν χάριτι, ἣν τελοῦντες ἐκ πόθου, παθῶν ἡμᾶς καὶ σκότους πειρασμῶν, ταῖς πρεσβείαις σου ῥῦσαι, δεόμεθα Ἀβέρκιε.

Θεοτοκίον.

Φωτιστικὴν σε λυχνίαν, ὁ Προφήτης προβλέπει, λαμπάδιον τὸ θεῖον ἀληθῶς,ἐν ἑαυτῇ ἐπιφέρουσαν, Παναγία Παρθένε, τὸν μόνον ὑπερούσιον Θεόν, διὰ σπλάγχνα ἐλέους, ἐκ σοῦ ἐνανθρωπήσαντα.

 

Ἕτερος. Μεγαλύνομέν Σε τὴν πανάμωμον.

Μεγαλύνομεν πάντες τὸν ἱεράρχην, τοῦ Χριστοῦ τὸν φωτίσαντα, πᾶσαν τὴν περίγειον, ταῖς διδασκαλίαις Αὐτοῦ.

Τῇ τομῇ τοῦ λόγου τὰς ἀκάνθας, ἐκτεμὼν τῶν αἱρέσεων, πρὸς τρίβον ἀπλάνητον, ὡδήγησας ἅπαντας.

Θεοτοκίον.

Χαῖρε πύλη ἁγία τῷ Θεῷ, ἀνεωγμένη τῷ μόνῳ σοφῷ, ἐν ᾗ ἐπεσκίασε, τὸ Πνεῦμα τὸ ἅγιον.

 

 

 

 

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Ποιμένα περιβόητον, κλεινῆς Ἱεραπόλεως, θαυματουργὸν ἱεράρχην, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, δαιμόνων τὸν ἀντίπαλον, καὶ τῶν πιστῶν κραταίωμα, θεοειδῆ Ἀβέρκιον, ἐξιλεούμενον Κτίστην, ἡμῖν τιμήσωμεν πόθῳ.

Θεοτοκίον.

ψίστου ἀνακτόριον, καὶ θρόνε χρυσαυγέστατε, ἡ ἐν ἀγκάλαις σεπταῖς σου, φέρουσα Παμβασιλέα, Χριστὸν χειρῶν με λύτρωσαι, τοῦ ἀρχεκάκου δαίμονος, μὲ ἀποῤῥίψαι ζητοῦντος, εἰς βρέμον πῦρ τῆς γεέννης.

 

Αἶνοι. Ἦχος πλ. δ'. Κύριε, εἰ καὶ κριτηρίῳ

Ἔχρισε, σὲ Ἀρχιερέα ἡ χάρις, τοῦ Παρακλήτου, Ἀβέρκιε, πλάνης καθαιροῦντα τεμένη, καὶ ἀνιστῶντα τῇ χάριτι, ναοὺς Θεοῦ ἱερούς, εἰς δόξαν τε καὶ αἴνεσιν,τοῦ τεχθέντος ἐκ Παρθένου, καὶ τὰ πάντα ἁγιάσαντος. (Δίς)

Θαύμασι, Πάτερ ἐβεβαίωσας πάντας, λόγους τοῦ θείου κηρύγματος, καὶ τοὺς πλανωμένους ἀνθρώπους, πρὸς θείαν γνῶσιν ἐπέστρεψας, φωταγωγὸς ἀπλανής, Ἀβέρκιε δεικνύμενος, καὶ δαιμόνων καθαιρέτης· διὰ τοῦτο εὐφημοῦμέν σε.

Μέγιστος, πᾶσιν ὥσπερ ἥλιος Πάτερ, τῇ οἰκουμένῃ ἀνέτειλας, λάμψεσι πανσόφων σου λόγων, καὶ ἰαμάτων λαμπρότησι, φωταγωγῶν τοὺς πιστούς, καὶ σκότος παθῶν πάντοτε, ἐκδιώκων συνεργείᾳ, τοῦ Ἁγίου μάκαρ Πνεύματος.

Δόξα. Ἦχος πλ. α΄.

καθελὼν θείᾳ δυνάμει ἐχθροῦ τὴν ἔπαρσιν, καὶ εἰληφὼς τὴν χάριν παντοίων ἰαμάτων, Ἱεραπόλεως ὤφθης ποιμὴν θεοπρόβλητος, καὶ ὁδηγὸς πιστῶν ἀπλανέστατος πρὸς σωτηρίαν· ὅθεν νῦν τὴν μνήμην σου Ἀβέρκιε χαρμοσύνως ἑορτάζοντες, καὶ ὡς σύνοικον ἀρετῆς καὶ ἰσάγγελον, μεγαλύνοντες, τὰς ἀδιαλείπτους σου εὐχὰς αἰτούμεθα, πρὸς ἀρετῶν συγκομιδὴν καὶ βίον κρείττονα.

 

Καὶ νῦν. Θεοτοκίον.

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Φῶς Ἱεραπόλεως τηλαυγές, τῆς ἐν τῇ Φρυγίᾳ, ἱεράρχα θαυματουργέ, λῦσον σκοτομήνην, ἡμῶν τῆς ἀπιστίας, τῶν ὕμνων σε στεφόντων, ῥόδοις Ἀβέρκιε.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου