Τρίτη 28 Αυγούστου 2018

ΙΑΝΟΥΑΡΙΟΣ 16. ΑΠΟΣΤΟΛΟΥ ΠΕΤΡΟΥ ΠΡΟΣΚΥΝΗΣΙΣ ΤΙΜΙΑΣ ΑΛΥΣΕΩΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΑΝΟΥΑΡΙΟΣ ΙΣΤ!!
ΠΕΤΡΟΥ ΑΠΟΣΤΟΛΟΥ
ΠΡΟΣΚΥΝΗΣΙΣ ΤΙΜΙΑΣ ΑΛΥΣΕΩΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Πέτρου τῆς πίστεως πέτρας τὴν θείαν ἅλυσιν, αἱ τῶν πιστῶν χορεῖαι, ἀσπαζόμενοι πόθῳ, βοῶμεν· κουρφαῖε φίλε Χριστοῦ, καὶ πρωτόθρονε πάγκαλε, τῶν Ἀποστόλων ἀγάπη εἰλικρινεῖ, ὑμνητάς σου πάντας σύνδησον.

Ὡς Ἀποστόλον εὐψύχων Χριστοῦ τὸν μέγιστον, ἰχθύων ἁλιέα, λίμνης Τιβεριάδος, ὃν χάρις τοῦ Κυρίου ἡ πανσθενής, ἁλιέα ἀνέδειξε, ψυχῶν ὑμνήσωμεν Πέτρον πανευλαβῶς, ὡς Χριστοῦ ἀγάπης δέσμιον.

Ὅνπερ ἀπέλυσε ξένως Κυρίου Ἄγγελος, λύσας αὐτοῦ ἁλύσεις, Πέτρον μέλψωμεν πάντες, καὶ ἅλυσιν τιμίαν τούτου δεσμῶν, εὐλαβῶς προσκυνήσωμεν, τὴν ἁγιάζουσαν πάντας καὶ δαψιλῶς, πᾶσι βλύζουσαν ἰάματα.

Τῶν χριστωνύμων χορεῖαι την σὴν μετήνεγκον, εις Βασιλίδα πόλιν, πνευματέμφορε Πέτρε, δεσμῶν σου τῶν τιμίων ἐν φυλακῇ, τὴν ὑπέρτιμον ἅλυσιν, ὡς ἰαμάτων ἀστείρευτον ποταμόν, καὶ θαυμάτων ξένων πρόξενον.

Δόξα. Ἦχος β΄.
Τοῦ φιλοῦντος Χριστὸν καὶ παρ’ Αὐτοῦ ἀποσταλέντος, πρὸς διαποίμανσιν τῆς ἐλλόγου τῆς οἰκουμένης ἀγέλης, Πέτρου τὴν τῶν δεσμῶν ἅλυσιν πανευλαβῶς προσκυνήσωμεν λέγοντες· ὁ δεσμοὺς καὶ φυλακὴν δι’ εὐσεβείαν ὑπομείνας, σύνδησον ἡμᾶς τῇ ἀγάπῃ τοῦ Κτίσαντος, καὶ τῆς σὺν σῇ ἐν πόλῳ ἀξίωσον ἀφθίτου ἀγαλλιάσεως.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.



Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Πέτρου τῆς κορυφῆς, τῶν θείων Ἀποστόλων, τὴν ἅλυσιν ἐν πίστει, δεσμῶν αὐτοῦ τιμίων, νῦν πάντες ἀσπασώμεθα.

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Δεῦτε τοῦ μαθητοῦ, καὶ πρωτοκορυφαίου, τῶν Ἀποστόλων Πέτρου, τὴν ἅλυσιν ἀγώνων, τιμίων προσκυνήσωμεν.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλει τὸ στερέωμα.
Πέτρε περικλεές, τὰς κλεῖδας Παραδείσου, ὁ ἐν χερσὶ βαστάζων, αὐτοῦ κἀμὲ πολίτην, τὸν ἄσωτον ἀνάδειξον.

Δόξα. Τριαδικόν.
Δέσμιον ἀληθῶς, Σῆς θεϊκῆς ἀγάπης, Τριὰς ὑπεραγία, τὸν ὑμνηπόλον δεῖξον, δεσμῶν τοῦ Ἀποστόλου Σου.

Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πιστῶν χαρᾶς, ἡ πρόξενος καὶ λύπης, τῶν οὐρανῶν Παρθένε, σεμνὴ Θεογεννήτρια.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον Ἦχος δ'
Τὴν Ῥώμην μὴ λιπών, πρὸς ἡμᾶς ἐπεδήμησας, δι' ὧν ἐφόρεσας τιμίων Ἀλύσεων, τῶν Ἀποστόλων Πρωτόθρονε· ἃς ἐν πίστει προσκυνοῦντες δεόμεθα, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.
              







ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν
Τὴν ἀπάτην ἐδέσμευσας, ἐν Κυρίῳ δεσμούμενος, καὶ εἱρκτῇ Ἀπόστολε συγκλειόμενος· διὸ σε πόθῳ γεραίρομεν, καὶ πίστει τὴν Ἅλυσιν, ἀσπαζόμεθα τὴν σήν· ἐξ αὐτῆς δ᾿ ἀρυόμενοι, ῥῶσιν σώματος, καὶ ψυχῆς σωτηρίαν κατὰ χρέος, εὐφημοῦμέν σε Θεόπτα, τῶν Ἀσωμάτων ἐφάμιλλε.

Διὰ σοῦ γνῶσιν δέχεται, ἀγνωσίᾳ κρατούμενα, τῶν Ἐθνῶν πολύσπορα γένη πρότερον· ὧν τὴν εἰκόνα ἐδήλωσεν, ἐξ ὕψους φερόμενον, σκεῦος ἔνδοξε χωροῦν, ἄπαν ζῶον Ἀπόστολε· ὅθεν πᾶσά σε, ἡλικία δοξάζει προσκυνοῦσα, ἃς ἐφόρεσας Ἁλύσεις, ὑπὲρ Χριστοῦ προθυμότατα.

Ὃν ἠρνήσω κρινόμενον, ἐγειρόμενον ὕμνησας, ἐκ νεκρῶν Ἀπόστολε καὶ ἐκήρυξας, εἰς τὰ τοῦ κόσμου πληρώματα, Θεόν τε καὶ ἄνθρωπον, ἀγαθότητι πολλῇ, τοῖς βροτοῖς ὁμιλήσαντα· ὅθεν πόθῳ σε, μακαρίζομεν Πάτερ προσκυνοῦντες, ἃς ἐφόρεσας Ἁλύσεις, ὑπὲρ Χριστοῦ παναοίδιμε.

Ἕτερα. Ὁ αὐτός. Ἔδωκας σημείωσιν.
Πέτρε ἱερώτατε, Τιβεριάδος θησαύρισμα, ἁλιέων καὶ σέμνωμα, περίβλεπτον πίστεως, Πνεύματος Ἁγίου, ὁ ἐν τῇ ἡμέρᾳ, πλησθεὶς σεπτῆς Πεντηκοστῆς, καὶ πάσῃ κτίσει τὸ Εὐαγγέλιον, κηρύξας τὸ πανάγιον, Μάρτυς ἐδείχθεις πανάριστος, καὶ θεμέλιον ἄσειστον, Ἐκκλησίας Ἀπόστολε.

Πέτρε πανσεβάσμιε, τῆς οἰκουμένης διδάσκαλε, ἐν εἱρκτῇ καθυπέμεινας, κατώδυνον βάσανον, Ἱεροσολύμων, ἐν ᾗ προσεδέθης, ἁλύσει μάκαρ σιδηρᾷ, ἐξ ἧς Κυρίου φωσφόρος ἄγγελος, ταχὺ σὲ ἠλευθέρωσεν, ἐν τῇ νυκτὶ πανσεβάσμιε, παραδόξως Ἀπόστολε, τοῦ Παντάνακτος φίλτατε.

Πέτρε παμμακάριστε, ἀθλητικῶς ἐτελεύτησας, ἐν τῇ Ῥώμῃ σταυρούμενος, τὰ πάθη μιμούμενος, σοῦ τοῦ διδασκάλου, καὶ τῆς ὑφηλίου, Κυρίου κατὰ κεφαλῆς· διὸ τιμῶντες τὴν θείαν μνήμην σου, ἐν πίστει ἀσπαζόμεθα, δεσμῶν σεπτῶν σου τὴν ἅλυσιν, τὴν ὑπάρχουσαν πρόξενον, θαυμασίων μακάριε.




Δόξα... Ἦχος πλ. β'. Βύζαντος
Σήμερον ἡμῖν ἡ κρηπὶς τῆς Ἐκκλησίας, Πέτρος, ἡ πέτρα τῆς πίστεως, προτίθεται τὴν τιμίαν αὐτοῦ Ἅλυσιν, εἰς ψυχικὴν εὐεξίαν. Δεῦτε πάντες ταύτην προσπτυσσόμενοι, ἐν εὐφήμοις ᾠδαῖς, αὐτὸν καταστέψωμεν· Χαίροις ὁ θερμὸς τῆς πίστεως πρόμαχος, ὁ θερμῇ τῇ διανοίᾳ τὸν Χριστὸν ὁμολογήσας, Υἱὸν Θεοῦ ἐν παρρησίᾳ πολλῇ. Χαίροις τῆς οἰκουμένης τὸ ἀγαλλίαμα, καὶ τῆς οὐρανῶν Βασιλείας κλειδοῦχε. Χάριν πορίζου τοῖς πόθῳ σε τιμῶσι, καὶ τὴν σὴν σεβάσμιον Ἅλυσιν, προσπτυσσομένοις ἐκ πόθου, ὡς παριστάμενος τῷ θρόνῳ τοῦ Παντάνακτος Θεοῦ, πρεσβείαν ποιούμενος, ὑπὲρ ἡμῶν τῶν ἑπταικότων.

Καὶ νῦν... Θεοτοκίον
Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 12-20)
Ἐν ταῖς ἡμέραις ἐκείναις διὰ τῶν χειρῶν τῶν Ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλά· καὶ ἦσαν ὁμοθυμαδὸν ἅπαντες ἐν τῇ στοᾷ τοῦ Σολομῶντος· τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ’ ἐμεγάλυνεν αὐτοὺς ὁ λαὸς μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν τε και γυναικῶν, ὥστε κατὰ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ κλινῶν καὶ κραββάτων, ἵνα ἐρχομένου τοῦ Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν. Συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων εἰς Ἱερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, οἵτινες ἐθεραπεύοντο ἅπαντες. Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, ἐπλήσθησαν ζήλου καὶ ἐπέβαλον τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. Ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἤνοιξε τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπε· Πορεύεσθε, καὶ στεθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης.




Καθολικῆς Α΄ Πέτρου Ἐπιστολῆ τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 8-17)
Ἀγαπητοί, τὸ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, φιλόφρονες, μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας, τοὐναντίον δὲ εὐλογοῦντες εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε. Ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴν γλῶσσαν αὐτοῦ ἀπὸ κακοῦ καὶ χείλη αὐτοῦ τοῦ μὴ λαλῆσαι δόλον, ἐκκλινάτω ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν, ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν. Ὅτι ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά. Καὶ τίς ὁ κακώσων ἡμᾶς, ἐὰν τοῦ ἀγαθοῦ μιμηταὶ γενήσθε; Ἀλλ’ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι, τὸν δὲ φόβον ὑμῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε, Κύριον δὲ τὸν Θεὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, ἕτοιμοι δὲ ἀεὶ πρὸς ἀπλογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος μετὰ πραΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν. Κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα του Θεοῦ πασχεῖν ἢ κακοποιοῦντας.

Καθολικῆς Β΄ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. α΄ 1-10)
Συμεὼν Πέτρος, δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ, τοῖς ἰσότιμον ἡμῖν λαχοῦσιν πίστιν ἐν δικαιοσύνῃ τοῦ Θεοῦ ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ Θεοῦ καὶ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. Ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσεβείας δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς διὰ δόξης καὶ ἀρετῆς, δι’ ὧν τὰ τίμια ἡμῖν καὶ μέγιστα ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως ἀποφυγόντες τῆς ἐν κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς. Καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν περεισενέγκαντες ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν, ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδέλφιαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην. Ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν· ᾧ γὰρ μὴ πάρεστι ταῦτα, τυφλός ἐστι, μυωπάζων, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν. Διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι, ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε.






Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἡ τοῦ Χριστοῦ Ἐκκλησία, συναχθεῖσα σήμερον ὑμνῆσαι, τὸν πρόκριτον τῶν Ἀποστόλων Πέτρου, καὶ προσκυνῆσαι τὴν ἅλυσιν δεσμῶν αὐτοῦ τῶν πανίερων· οὗτος γὰρ παρὰ τοὺς πόδας τοῦ Σωτῆρος Χριστοῦ μαθητεύσας, καὶ Αὐτοῦ ἀξιωθεὶς πρεσβεύει ὑπὲρ τῶν τιμώντων, αὐτοῦ τὰ δεσμὰ καὶ τὴν ἄθλησιν.

Ἦχος β΄.
Τὴν μετακομιδὴν ἑορτάζοντες τῆς σῆς τιμίας ἁλύσεως, εἰς τὴν Βασιλεύουσαν τῶν πόλεων, καὶ τὴν μετ’ εὐλαβείας αὐτῆς προσκύνησιν, τοὺς σεπτοὺς καμάτους σου Πέτρε γεραίρομεν, καὶ μακαρίζοντές σε πιστῶς κραυγάζομεν· λῦσον ἡμῶν τῶν δεσμίων τῇ ἁμαρτίᾳ ἁλύσεις, καὶ ταχὺ εὐσάγαγε εἰς τῆς μετανοίας σκηνώσεις, τοὺς εἰλικρινῶς τιμῶντάς σε, καὶ ὕμνοις δοξάζοντας τῶν χαρίτων σε πλήσαντα, διδάσκαλόν σου πανεύφημε.

Ἦχος γ΄.
Τὸν ἄσοφον Γαλιλαῖον ἄνδρα ὃν τὸ Παράκλητον Πνεῦμα, κήρυκα θεόσοφον τῆς οἰκουμένης ἀνέδειξε, Πέτρον τὸν πρωτοκορυφαῖον εὐφημήσωμεν ᾄσμασιν· οὗτος γὰρ μναρτυρίου τὸν δρόμον δι’ εὐσέβειαν ἐν Ῥώμῃ ἐτέλεσεν, ὁμόζηλος τῶν παθημάτων τοῦ Θεανθρώπου γενόμενος. Οὗ τὴν ἀλήθειαν κόποις ἀόκνοις ἐκήρυξε· καὶ νῦν σὺν τῷ αὐτοῦ διδασκάλῳ ἐν πόλῳ εὐφραινόμενος, ἀδιαλείπτως πρεσβεύει ὑπὲρ τῶν προσκυνούντων, αὐτοῦ δεσμῶν τὴν ἅλυσι, καὶ τιμώντων πόθῳ τὴν μνήμην αὐτοῦ τν πανσέβαστον.

Ἦχος δ΄.
Τὴν ἐκπεσοῦσαν χάριτι θείᾳ ἐκ τῶν χειρῶν σου ἅλυσιν, ἣν εὐσεβόφρονες ἐκ τῆς εἱρκξτῆς σου παραλαβόντες, ὡς πηγὴν ἰαμάτων ἐφύλαξαν, καὶ μετ’ αἰῶνας εἰς Βασιλεύουσαν μετεκόμισαν, εὐλαβῶς προσκυνοῦμεν λέγοντες· ἔνδοξε Ἀπόστλε Πέτρε λιταῖς σου εἰρήνευσον τὴν Ἐκκλησίαν, καὶ ἡμᾶς τοὺς δεσμίους τῇ ἁμαρτίᾳ ἐλευθέρωσον, ἵνα τῆς σὺν σοὶ τύχωμενἀλήκτου μακαριότητος.

Ἦχος πλ. α΄.
Γαλιλαίων τὸ κλέος καὶ θεοκηρύκων τὸν κοσμήτορα, τὸν ἁλιέα τῆς Τιβεριάδος ὃν ἁλιέα ψυχῶν Κύριος ἀνέδειξε, Πέτρον τὸν θειότατον καὶ πνευματοκίνητον, οἱ πιστοὶ ἐγκωμιάσωμεν ἀπὸ καρδίας λέγοντες· ὑπηρέτα τοῦ Εὐαγγελίου τῆς ἀγάπης, ὁ ἁλύσει προσδεθεὶς ἐν εἱρκτῇ Ἱεροσολύμων, στερέωσον ἡμᾶς ἐν τῇ πέτρᾳ τῆς πίστεως, καὶ σύνδησον τοὺς τιμῶντάς σε, τῇ συνεκτικῇ τοῦ Θεανθρώπου ἀγάπῃ, τοῦ παρέχοντος ἡμῖν τὸ μέγα καὶ πλούσιον ἔλεος.

Ἦχος πλ. β΄.
Σήμερον ἡ τοῦ Χριστοῦ ἁγιωτάτη Ἐκκλησία, προσκυνοῦσα τὴν ἅλυσιν τῶν τιμίων δεσμῶν σου, καὶ ἀνυμνοῦσα τοὺς καμάτους σου πρὸς εὐσεβείας ἑδραίωσιν, ψυχῆς ἐν κατανύξει Πέτρε κραυγάζει σοι· Ἀπόστολε πρωτοκορυφαῖε καὶ πρόκριτε, τοὺς δεσμίους τῇ ἁμαρτίᾳ ἱκέτας σου ἐλευθέρωσον, καὶ τὰ ἔθνη συγκράτησον τῇ συνεκτικῇ τῆς εἰρήνης ἁλύσει, τὰ σὲ τιμῶντα καὶ τὸν διδάσκαλόν σου δοξάζοντα.

Ἦχος πλ. δ΄.
Τὸν παραδόξως σοφισθέντα ἐν τῇ ἁγίᾳ Πεντηκοστῇ, καὶ τοῖς θεοσόφοις αὐτοῦ ῥήμασι διδάξαντα τὰ σύμπαντα, Πέτρον τὸν πνευματοκίνητον εὐφημήσωμεν λέγοντες· Ἀπόστολε Χριστῷ πεφιλημένε, ὁ καθαρὰ προσενχθεὶς Αὐτῷ θυσία, καὶ ἐπὶ ξύλου σταυροῦ κατὰ κεφαλῆς ἀθλήσας, σύνδησο ἡμᾶς τῇ ἁλύσει τῆς πρὸς Θεὸν ἀγάπης, τοὺς προσκυνοῦντας ἐν πίστει τῶν τιμίων δεσμῶν σου τὴν ἅλυσιν.

Δόξα. Ἦχος δ΄.
Ἔνδοξε Ἀπόστολε Πέτρε, ἡ ἅλυσις τῶν τιμίων δεσμῶν σου γένοιτο, ἅλυσις συνοχῆς καὶ στερεώσεως λαοῦ τοῦ εὐσεβόφρονος, περισφίγγουσα καὶ περιφυλάττουσα πάντας, τοὺς ἐν κατανύξει μακαρίζοντας, τὴν σεπτήν σου ἐνάθλησιν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.


















Εἰς τὸν Στίχον, Στιχηρά. Ἦχος δ'. Ἔδωκας σημείωσιν
Ἅλυσιν τὴν πάντιμον, ἐν ᾗ παθῶν διαλέλυται, τὰ δεσμά, προσκυνήσωμεν· σεπτῶς γὰρ ἡγίασται, δωρεαῖς ἀρρήτοις, Πέτρου τοῦ πανσόφου, καὶ παρ᾿ αὐτοῦ ὡς ἀληθῶς, εἰσδεδεγμένη χάριν ἀέναον, σειρὰς καὶ αὕτη θλίψεων, καθὼς αὐτὸς παραπτώσεων, θεοσδότως συντέμνουσα, τῶν δεινῶν λύσιν δίδωσιν.

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.        
Λάμπει σου ἡ Ἅλυσις, ὦ Κορυφαῖε ἀοίδιμε, ὡς σειρὰ ἐπουράνιος, δι᾿ ἧς ἀναγόμεθα ἀπὸ γῆς πρὸς ὕψος, πυλῶν οὐρανίων· καὶ ὡς κλειδούχῳ σοι σοφέ, καὶ ὑπερλάμπρῳ πιστῶς πελάζομεν. Τὰς κλεῖς τῆς βασιλείας οὖν, ἐγχειρισθεὶς ἀξιάγαστε, συμπαθῶς ἡμῖν ἄνοιξον, τὴν σωτήριον εἴσοδον.
    
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Συμφωνον τὸν αἶνον σου, ἀγγελικαὶ τάξεις σήμερον, τοῖς βροτοῖς Πέτρε μέλπουσιν. Ἀγγέλου εἰσόδῳ γάρ, τὴν πλευρὰν νυγείς σου, καὶ φρουρᾶς προτρέχων, τὴν ἐν Ἁλύσει συνοχήν, τοῖς σὲ δεσμοῦσι, δεσμὸν ἀπέλιπες· ἡμῖν δὲ ταύτην πάνσοφε, τὴν χαρμονὴν παρεχόμενος, τῶν πταισμάτων τὰ ἄλυτα, διαλύεις ἐγκλήματα.

Δόξα... Ἦχος πλ. β'
Πάλιν ἡμῖν ὁ θερμὸς προστάτης, συναγείρεται πρὸς πνευματικὴν πανδαισίαν, Πέτρος, ἡ πέτρα τῆς Πίστεως, τὴν τιμίαν αὐτοῦ Ἅλυσιν προτιθεὶς ἡμῖν, καθάπερ ὀψώνιον πολυτελές, εἰς νοσημάτων ἰατρεῖον, εἰς θλιβομένων παραμυθίαν, εἰς λιμένα χειμαζομένων. Δεῦτε πάντες ταύτην περιπτυξώμεθα, καὶ τὸν αὐτὸν δοξάσαντα δυσωπήσωμεν. Ταῖς αὐτοῦ ἱκεσίαις Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον
 Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.






Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον Ἦχος δ'
Τὴν Ῥώμην μὴ λιπών, πρὸς ἡμᾶς ἐπεδήμησας, δι' ὧν ἐφόρεσας τιμίων Ἀλύσεων, τῶν Ἀποστόλων Πρωτόθρονε· ἃς ἐν πίστει προσκυνοῦντες δεόμεθα, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.
              





























ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἁπλοῦν καὶ ἀμαθῆ, λίμνης Τιβερίαδος, ὑμνήσωμεν φαιδρῶς, ἁλιέα ὃν χάρις, Κυρίου ἐσόφισε, καὶ ἀνέδειξε κήρυκα, πάσης κτίσεως, Πέτρον κλεινὸν καὶ ἀσμένως, προσκυνήσωμεν, αὐτοῦ δεσμῶν τῶν τιμίων, τὴν πάνσεπτον ἅλυσιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παρθένε ἀγαθή, ἡ ἀφράστως τεκοῦσα, τὸν Λόγον τοῦ Θεοῦ, καὶ θεώσασα κόσμον, μὴ παύσῃ πρεσβεύουσα, ὑπὲρ πάντων τιμώντων σε, καὶ τὴν ἅλυσιν, ἀσπαζομένων τοῦ Πέτρου, τοῦ παμμάκαρος, προκρίτου τῶν Ἀποστόλων, φιλτάτου τῷ Τόκῳ Σου.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Δεσμῶν σου τὴν ἅλυσιν τῶν ἱερῶν εὐλαβῶς, ἡμεῖς ἀσπαζόμενοι ἐν κατανύξει ψυχῆς, βοῶμεν· Ἀπόστολε, Πέτρε πιστῶν καρδίας, πρὸς οὐράνιον θόλον, ὕψωσον τῇ ἁλύσει, τῶν θερμῶν πρεσβειῶν σου, πρὸς Κύριον τὸν μόνον βροτούς, σώζειν δυνάμενον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χριστοῦ Μῆτερ ἄφθορε μετὰ τὸν Τόκον τὸν Σόν, ἡ μείνασα ἄφθορος, ὡς πρὸ τοῦ Τόκου τοῦ Σοῦ, τοὺς Σὲ μακαρίζοντας, ἕλκυσον πρὸς σκηνώσεις, ἀφθαρσίας Παρθένε, ὑπρευλογημένη, ὀλετήριον θεῖον, φθορᾶς καὶ τῆς ἀλήκτου χαρᾶς, πάντων ἡ πρόξενος.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Δεσμῶν τιμίων σου, σεπτῆς ἁλύσεως, εἰς Βασιλεύουσαν, πασῶν τῶν πόλεων, τὴν θείαν μετακμιδήν, χορεῖαι τῶν φιλεόρτων, πόθῳ ἑορτάζοντες, τὴν σὴν χάριν αἰτούμεθα, Πέτρε παναοίδιμε, Ἀποστόλων πρωτόθρονε, καὶ κῆρυξ οἰκουμένος πρὸς κτῆσιν, μάκαρ τῆς ἀρετῆς ἐν βίῳ.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ Κεχαριτωμένη.








Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.     
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον κατὰ Λουκᾶν (κεφ. ι΄, 16-21): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει... (Ζήτει τῇ Η΄ Νοεμβρίου).
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἡ τιμία ἅλυσις τῶν δεσμῶν σου, ὄργανον θαυματουργὸν ἡμῖν ἀνεδείχθη, καὶ καταλύτης τῶν δεσμῶν σῶν προσφύγων μετὰ τῆς ἁμαρτίας, Πέτρε πρωτοκορυφαῖε τῶν Ἀποστόλων· δεῦτε οὖν πάντες αὐτὴν ἀσπαζόμενοι, σὲ καταστέψωμεν ᾄσμασι, τὸν τὰς κλεῖδας βαστάζοντα τοῦ Παραδείσου, καὶ ἀδιαλείπτως πρεσβεύοντα Κυρίῳ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


























Εἶτα οἱ Κανόνες· τῆς Παναγίας καὶ τοῦ Ἀποστόλου β΄. Ὁ α΄ φέρει ἀκροστιχίδα, ἄνευ τῶν Θεοτοκίων: Πέτρου τὰ δεσμὰ προσκυνοῦμεν ἐκ πόθου.
ᾨδὴ α' Ἦχος δ' Ἀνοίξω τὸ στομα μου
Πέτρᾳ στηριζόμενοι, ὁμολογίας ἐνθέου σου, Πρωτόθρονε καύχημα, τῶν Ἀποστόλων Χριστοῦ, προσκυνοῦμέν σου, ἐν πίστει τὰς Ἁλύσεις, ἐν αἷς σου αἱ ἄχραντοι, χεῖρες ἐδέθησαν.          
θετό σε Κύριος, τῆς ἑαυτοῦ σωματώσεως, Ἀπόστολε μάρτυρα, παναληθέστατον, διηγούμενον, αὐτοῦ τὴν παρρησίαν, σταυρὸν καὶ τὸν θάνατον, καὶ τὴν ἀνάστασιν.
Τρίτον ἀρνησάμενος, τοῖς θεοκτόνοις τὸν Κύριον, βροτὸν ὡς ψιλότατον, οὐδὲν διήμαρτες, τῆς προτέρας σου, θεολογίας Πέτρε· ἐκήρυξας τοῦτον γάρ, Υἱὸν Θεοῦ καὶ Θεόν.
ῆξον τοὺς κλοιοὺς ἡμῶν, τῆς ἁμαρτίας Ἀπόστολε, πιστῶς προσκυνούντων σου, τὴν θείαν Ἅλυσιν, καὶ τὰς κλεῖς ἡμῖν, τῆς ἄνω βασιλείας, σπλαγχνισθεὶς διάνοιξον, ὡς συμπαθέστατος.
Θεοτοκίον
Ἁγνείας τὸ πάναγνον, ὁ ῥυπαρός τε καὶ ἄναγνος, ἐγὼ ἐνδιαίτημα, μέλπειν οὐ σθένω σε, Ἀπειρόγαμε διὸ με τῇ χωνείᾳ, τοῦ Πνεύματος κάθαρον, ἵνα δοξάσω σε.

Ἕτερος Κανών, Ἦχος ὁ αὐτός, οὗ ἡ Ἀκροστιχίς: Πέτρον γεραίρω τὴν βάσιν τῶν δογμάτων. Ἰωσήφ.
ᾨδὴ α' Χοροὶ Ἰσραήλ
Πανηγυρίζει χορεύουσα, πᾶσα ἡ Χριστοῦ, Ἐκκλησία ἐν πνεύματι, εὐφημοῦσά σε πίστει, καὶ τὴν σὴν Ἀπόστολε, πρωτόθρονε ἀσπαζομένη, Ἅλυσιν Τιμίαν ἐκ πόθου, δέσμιος ἣν ἐφόρεσας, δεσμῶν μάκαρ τὸν τύραννον.
κ τοῦ βυθοῦ τῆς ἀπάτης ζωγρῶν, Πέτρε τοὺς βροτούς, ὡς ἰχθύας προσήγαγες, τῷ σὲ ἐκλεξαμένῳ, ἀπὸ ἁλιέων ἀληθῶς, εἰς Κορυφαῖον πάντων Μαθητῶν· διὰ τοῦτο Ἅλυσιν ἣν ἐφόρεσας, εὐλαβῶς κατασπαζόμεθα.
Τῷ θεμελίῳ τῆς πίστεως, πάντων τὰς ψυχάς, τῶν πιστῶν ᾠκοδόμησας, καὶ τεμένη τῆς πλάνης, Πέτρε καταστρέψας, ἐδομήσω Ἐκκλησίας, σὲ μεγαλοφώνως τιμώσας, μάκαρ καὶ τὴν Ἅλυσιν, ἣν περ πάνσοφε ἐφόρεσας.
Θεοτοκίον
ομφαῖαι πᾶσαι δολίου ἐχθροῦ ἄχραντε Παρθένε, τελείως ἐξέλιπον, ἀφ οὗ λόγχῃ ἐτρώθη, ὁ τὴν σὴν γαστέρα, τὴν ἀμόλυντον οἰκήσας Λόγος· οὗ γλυκυτάτῳ νῦν τρῶσαι ἔρωτι, τὴν καρδίαν μου καθικετεύω σε.



ᾨδὴ γ'. Οὐκ ἐν σοφίᾳ
Οἷς σε Ἡρῴδης, ὡς κακοῦργον κλοιοῖς κατεδίκασεν, ἐν αὐτοῖς σε νῦν τιμᾷ, ἡ Ἐκκλησία πανεύφημε, Πέτρε τὰ παθήματα, σοῦ προσκυνοῦσα πιστῶς.
πὲρ χρυσίον, καὶ πολύτιμον κόσμον κεκόσμηται, ταῖς Ἁλύσεσι ταῖς σαῖς, ἡ Ἐκκλησία Ἀπόστολε, ἃς καὶ κατασπάζεται, σεμνυνομένη ἐν σοί.
Τετραδίοις, παραδοὺς ὁ Τετράρχης ἐν τέσσαρσι, καὶ Ἁλύσει περιθείς, ἐφρούρει Πέτρε τοῦ κτεῖναί σε, ἐξ ὧν σε ἐρρύσατο, Χριστὸς Ἀγγέλου χειρί.
πὸ τοῦ θείου, καὶ πανσέπτου χρωτός σου Ἀπόστολε, μετασχόντα τὰ κλοιά, τὰ σοὶ προσψαύσαντα χάριτος, πάντας ἁγιάζουσι, τοὺς προσκυνοῦντας αὐτά.
Θεοτοκίον
Ἰδοὺ κατάρας, τῆς ἀρχαίας ἐλύθη τὸ βρότειον, καὶ κατήργηται Σατάν, Ἁγνὴ τοῦ πτώματος αἴτιος· ἡμῖν γὰρ ἐγέννησας, τὴν εὐλογίαν αὐτή.

Ἕτερος. Τόξον δυνατῶν ἠσθένησε
λος τῷ φωτί, ἑνούμενος τῷ καθαρωτάτῳ, αὐτοῦ ταῖς θείαις μεθέξεσι, φῶς ὡράθης δεύτερον, Πέτρε καταυγάζον τὰς ψυχὰς ἡμῶν.    
Νόμους τοῦ Χριστοῦ ἐκράτυνας, καὶ παρανομοῦντας, τὴν εὐνομίαν ἐδίδαξας, Ἀποστόλων ὡς Κορυφαῖος, ὡς δογμάτων βάσις ἄσειστος.
Γλώσσῃ ἱερᾷ ἐκήρυξας, Θεὸν τὸν παθόντα, καὶ Σταυρῷ σαρκὶ ὁμιλήσαντα· διὰ τοῦτο Πέτρε τιμῶμεν, τὴν δεσμεύσασάν σε Ἅλυσιν.
Θεοτοκίον
στη μέχρι σοῦ ὁ θάνατος, τῆς ἀκατασχέτου ὁρμῆς· σὺ γὰρ μόνη ἔτεκες, τὴν πηγὴν τῆς ἀθανασίας, Θεοτόκε Μητροπάρθενε.

ΚάθισμαἮχος δ'. Ταχὺ προκατάλαβε
Τριάδος γενόμενος, τῆς ὑπερθέου ναός, ἐν οἴκῳ ἁγίῳ σου, τοὺς σὲ τιμῶντας πιστῶς, ἁγίασον φώτισον, πλήρωσον τὰς αἰτήσεις, καὶ παράσχου τὰς λύσεις, πάντων τῶν ἐπιόντων, τοῦ Βελίαρ σκανδάλων, Χριστὸν ἐκδυσωπῶν ἐκτενῶς, Πέτρε Ἀπόστολε.
Δόξα... Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ὡς Κορυφαῖον τῶν σοφῶν Ἀποστόλων, καὶ ὡς κλειδοῦχον οὐρανῶν βασιλείας, ἀνευφημοῦμεν πίστει σε Ἀπόστολε, καὶ κατασπαζόμεθα, καθαρᾷ συνειδήσει, Πέτρε ἃς ἐφόρεσας, ὡς κακοῦργος Ἁλύσεις, τῆς κακουργίας λύων τοῦ ἐχθροῦ, ἐξ ὧν ῥυσθῆναι ἡμᾶς καθικέτευε.
Καὶ νῦν... Θεοτοκίον
Τῶν Χερουβὶμ καὶ Σεραφὶμ ὑπερτέρα, τοῦ οὐρανοῦ τε καὶ τῆς γῆς πλατυτέρα, καὶ ἀοράτου κτίσεως καὶ τῆς ὁρατῆς, ὤφθης ὑπερέχουσα, ἀσυγκρίτῳ συγκρίσει· ὃν εὐρυχωρίαι γάρ, οὐρανῶν οὐ χωροῦσιν, ἐν σῇ γαστρὶ ἐχώρησας Ἁγνή· ὃν ἐκδυσώπει σωθῆναι τοὺς δούλους σου.

ᾨδὴ δ' Ὁ καθήμενος ἐν δόξῃ
Διαζώννυταί σου πίστει, νοητῶς ἡ βασίλειος, ἁλουργὶς καὶ πόλις, Πέτρε τὴν σειρὰν τὴν ὑπέρτιμον, ἣν αἰσθητῶς προσκυνοῦσα κατασπάζεται, καὶ γεραίρει σου, καὶ τὴν ἰσχὺν καὶ τὰ θαύματα.
ν φρουρᾷ σε κλοιοφόρον, ὁ Ἡρῴδης ἀπέθετο, τοῦ ἀναγαγεῖν σε, δήμῳ θεοκτόνῳ Ἀπόστολε· διασωθεὶς δὲ θεόθεν καταλέλοιπας, εἰς προσκύνησιν, τὰ σὰ δεσμὰ τοῖς οἰκέταις σου.
Στομωθεῖσα τῇ προσψαύσει, τοῦ ἀχράντου σου σώματος, καὶ χαριτωθεῖσα, ἡ περιτεθεῖσα σοι Ἅλυσις, ἁγιασμὸν ἡμῖν πᾶσι μεταδίδωσι, προσκυνοῦσιν αὐτήν, διὰ σὲ Πέτρε πάνσεπτε.
Μετὰ δέους τε καὶ πόθου, προσελθόντες προσπέσωμεν, τοῖς δεσμοῖς τοῦ Πέτρου, διὰ τῶν συμβόλων προσάγοντες τῷ Ἄποστόλῳ τὴν πίστιν βεβαιούμενοι, τὴν προσκύνησιν, ὡς πρὸς αὐτὸν διαβαίνουσαν.
Θεοτοκίον
Θεοτόκον ὡς τεκοῦσαν, σὲ Θεὸν μετὰ σώματος, ἀνυμνολογοῦμεν, πᾶσαν ἀποτρέποντες αἵρεσιν· ἐν ἑαυτῷ γὰρ ὁ Λόγος, ἐξ αἱμάτων σου, σάρκα ἔμψυχον, ζωοπλαστήσας ἐπέφανεν.

Ἕτερος. Δι᾿ ἀγάπησιν Οἰκτίρμον
ητορεύων τοῦ Δεσπότου τὰ μεγαλεῖα, τῶν ἀπειθῶν Ἑβραίων, τὰς καρδίας πρὸς πίστιν, ἐπέστρεψας ἔνθεον, ὡς ἕδρα τῆς Πίστεως.
Αἱ πορεῖαί σου ἐγνώσθησαν ἐφ᾿ ὑδάτων, ὑπερβολῇ φιλίας, τοῦ πεζεύσαντος ταῦτα, Πέτρε καὶ τὰς τρίβους σοι, τὰς θείας γνωρίσαντος.
ατρεῖον κεκτημένοι ἀρρωστημάτων, παντοδαπῶν τὴν θείαν, Ἅλυσίν σου Παμμάκαρ, ταύτην ἀσπαζόμεθα, πιστῶς σε γεραίροντες.
ώμην, σώματος τοῦ θείου τῇ καταθέσει, καθαγιάζεις Πέτρε, καὶ τὴν Νέαν φωτίζεις, πίστει τὴν τιμίαν σου κατέχουσαν Ἅλυσιν.
Θεοτοκίον
ς παλάτιον εὐρύχωρον κατοικήσας, ὁ Βασιλεὺς τῶν ὅλων, τὴν ἁγίαν σου, μήτραν, ὤφθης σωματούμενον, πανάμωμε Δέσποινα.













ᾨδὴ ε' Νῦν ἀναστήσομαι
ρον Ἀπόστολε, τῆς ἁμαρτίας μου τὰ κλοιά, τὰ ἐπικείμενά μοὶ ἐπαυχένια, καὶ ὠθοῦντα πρὸς φθοράν, ὡς ἐξουσίαν τοῦ Σωτῆρος εἰληφώς, τοῦ δεσμεῖν καὶ λύειν τὰ πταίσματα.
Παῦσον Πανεύφημε, τὴν ἐπανάστασιν τῶν ἐθνῶν· λῦσον τὰ σκάνδαλα τῆς Ἐκκλησίας δέ, τὴν ὁμόνοιαν διδούς, ὁ ὑπὲρ ταύτης ἐν Ἁλύσει δεσμευθείς, ἣν πιστῶς καὶ περιπτυσσόμεθα.
ῦσαι Ἀπόστολε, αἰχμαλωσίας τῆς νοητῆς, τοὺς προσκυνοῦντάς σου πιστῶς τὴν Ἅλυσιν· καὶ διάσωσον ἡμᾶς πρὸς οὐρανίους, ἃς πεπίστευσαι σκηνάς, ὡς Ποιμὴν ἡμῶν καὶ Διδάσκαλος.
Οὓς ἐδικαίωσε τῇ μεσιτείᾳ σου τῇ φρικτῇ, Πέτρε Ἀπόστολε, ὁ σὸς Διδάσκαλος, βασιλεύειν ἐφ' ἡμᾶς, ὀρθοδοξοῦντας διαφύλαττε τῇ σ, κραταιᾷ δεξιᾷ πανεύφημε.
Θεοτοκίον
Εἶδεν ὁ ἥλιος, ἀπαυγασμάτων τῶν ἑαυτοῦ, σὲ διαφέρουσαν πολλῷ Πανύμνητε· ἐξ ἧς ὤφθη ὁ Θεὸς ἐναθρωπήσας, τοὺς τιμῶντάς σε πρὸς φῶς, ἀνυψῶν τῆς αὐτοῦ Θεότητος.

Ἕτερος. Τὸν φωτισμόν σου Κύριε
Τὸν τοῦ Πατρὸς συνάναρχον, ἐκήρυξας Υἱόν, ἀποκαλύψει Πανεύφημε θείᾳ, καὶ μακαρισμοῦ κατηξιώθης, μακαρίου ἐκ στόματος.
νίκα φῶς ἑώρακας, ἐκλάμψαν ἐν Θαβώρ, τὰς τοῦ ἠλίου καλύπτον ἀκτῖνας, φῶς το ἐκ φωτός, ηὐγάσθης Πέτρε, καὶ Χριστὸν Θεὸν ἔγνωκας.
Νεκρὸν τριημερεύσαντα, ἐκήρυξας Χριστόν, δι' ὃν Ἁλύσεις ἐφόρεσας Πέτρε· ἃς περ προσκυνεῖν ἀξιωθέντες, εὐσεβῶς σε γεραίρομεν.
Θεοτοκίον
Βεβαρημένον Ἄχραντε, τῷ φόρτῳ τῶν πολλῶν, ἁμαρτημάτων ἐλάφρυνόν με νῦν, φέρειν τὸν ζυγὸν ἐνδυναμοῦσα, Χριστοῦ τὸν ἐλαφρότατον.














ᾨδὴ ς' Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης
Σήμερον οὐράνιαι Δυνάμεις, καὶ Ἀποστόλων δῆμοι, συνευφραίνονται τοῖς ἐπιγείοις, Πέτρε τῶν σῶν, παθημάτων βλέποντες, προσκυνούμενα τὰ σύμβολα.
Κροτοῦσιν Ἁγίων αἱ χορεῖαι, καὶ ὀλολύζει φάλαγξ, ἡ δαιμόνιος δειματουμένη, Πέτρε τῶν σῶν παθημάτων βλέποντες, προσκυνούμενα τὰ σύμβολα.
πνωσαν Ἀγγέλου παρουσίᾳ, οἱ στρατιῶται Πέτρε, οἱ φρουροῦντές σε, ἐκ τῶν χειρῶν δέ, ἄφνω τῶν σῶν, αἱ Ἁλύσεις ἔπεσον, ἃς αἰσίως ἀσπαζόμεθα.
Νεκρὰν Ταβιθᾶν ἐξαναστήσας, τοὺς δὲ φρουροὺς νεκρώσας, τῶν Ἁλύσεων ἐξετινάχθης· πάντα τὰ σά, ὑπὲρ νοῦν Ἀπόστολε· ὅθεν πίστει σε γεραίρομεν.
Θεοτοκίον
Ἦλθον εἰς χειμῶνα ἀπωλείας, καὶ συνετάραξάν με, ποταμοὶ σφαλμάτων ἀμετρήτων· ἀλλ' ἐπ᾿ ἐμοί, σπλαγχνισθεῖσα Δέσποινα, πρὸς λιμένα θεῖον ἴθυνον.

Ἕτερος. Ἐβόησε προτυπῶν
ντίστροφον, παραδόξως ὑπέμεινας σταύρωσιν, ἑτοιμάσας, πρὸς οὐράνιον τρίβον τοὺς πόδας σου, ἣν ἡμᾶς βαδίζειν, Μαθητὰ τοῦ Χριστοῦ ἐνδυνάμωσον.
Συνῴκησας, τῇ τῶν ζώντων ζω καὶ δεσμούμενος, ὑπὲρ ταύτης, τὰ δεσμὰ τοῦ Βελίαρ συνέτριψας, τὴν δεσμεύουσάν σε, διὰ τοῦτο σεβόμεθα Ἅλυσιν.
κέτευε, τὸν Δεσπότην Παμμάκαρ τῆς κτίσεως, καταπέμψαι, ἱλασμὸν καὶ εἰρήνην καὶ ἔλεον, τοῖς δοξάζουσί σε, ὡς αὐτοῦ Μαθητὴν γνησιώτατον.
Θεοτοκίον
Νεκρώσεως, δερματίνους χιτῶνας ἐνδέδυται, ὁ Προπάτωρ, ὁ δὲ Κτίστης αὐτὸν ἐπενδύεται, ἐκ τῶν σῶν αἱμάτων, σαρκωθεὶς ὑπὲρ λόγον Πανάμωμε.

Κοντάκιον Ἦχος πλ. β´. Τὴν ἐν πρεσβείαις
Τὸν Κορυφαῖον καὶ πρῶτον τῶν Ἀποστόλων, τῆς ἀληθείας τὸν ἔνθεον ὑποφήτην, Πέτρον τὸν μέγιστον εὐφημήσωμεν, καὶ τὴν αὐτοῦ ἐν πίστει, ἀσπασώμεθα, Ἅλυσιν, πταισμάτων τὴν λύσιν κομιζόμενοι.
Ὁ Οἶκος
Τὸν εὐκλεῆ καὶ μέγαν Κυρίου Μαθητήν, ἐπαξίως ποία γλῶσσα βροτῶν, ἐγκωμιάσαι δυνήσεται; ὃν γὰρ εὐλόγως ὁ Θεὸς Λόγος ἐμακάρισε, ποῖος νοῦς ἐπαινέσει; ὅμως, ἐπεὶ ὅπερ τις κατὰ δύναμιν κέκτηται, ὀφείλει Χριστῷ προσφέρειν, τοῦτο δὴ καὶ ποιῆσαι πειράσομαι. Ἀλλ᾿ ὧ φιλέορτοι, εὐσεβῶς τὸν Πρωτόθρονον ᾄσμασι στέψωμεν, πταισμάτων τὴν λύσιν κομιζόμενοι.

Συναξάριον
Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, ἡ προσκύνησις τῆς τιμίας Ἁλύσεως τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Πέτρου.
Σὴν προσκυνοῦντα Πέτρε σειρὰν τιμίαν,
Σειρὰς μακρᾶς λῦσόν με τῶν ἐγκλημάτων.
Σειρὴν προσκυνέω Πέτρου δεκάτῃ ἑνὶ ἕκτῃ.

Τ αὐτ ἡμέρᾳ, Μνήμη τῶς Ἁγίων Μαρτύρων καὶ αὐταδέλφων, Πευσίππου, Ἐλασίππου, καὶ Μεσίππου· καὶ Νεονίλλης τῆς μάμμης αὐτῶν.
Κἂν ὧσιν ἱππεῖς, κλήσεων σημασίᾳ,
Πεζοὶ τρέχουσι τρίδυμοι τρεῖς πρὸς φλόγα.
Νεονίλλα γραῦς· ἀλλὰ πῦρ ἀνημμένον,
Ὥς πὲρ τις ἀκμάζουσα καρτερεῖ νέα.

Τ αὐτ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Δάνακτος.
Ἀφῃρέθης τὸ Δέλτα σὺν κάρᾳ Δάναξ.
Τμηθεὶς γὰρ ὤφθης οὐρανοκράτωρ ἄναξ.

Τ αὐτ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μήλα τοῦ Ὁμολογητοῦ, ἐπισκόπου Ῥινοκούρων τῆς Συρίας.

Τ αὐτ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὀνωράτου, ἀρχιεπισκόπου Ἀρελάτης τῆς Γαλλίας.

Τ αὐτ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ῥωμύλου τοῦ Ἁγιορείτου καὶ τῶν σὺν αὐτῷ· Νέστορος, Μαρτίνου, Δανιήλ, Σισώη, Ζωσιμᾶ καὶ Γρηγορίου.

Τ αὐτ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Δαμασκηνοῦ.
Χαρίζεταί σοι διὰ συκοφαντίαν,
τὸ μαρτύριον ὦ Ἀθλητὰ Κυρίου.

Τ αὐτ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Νικολάου τοῦ ἐν Μυτιλήνῃ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.





ᾨδὴ ζ Ὁ διασώσας ἐν πυρί
βασιλεύειν μὲν δοκῶν, βεβασιλευμένος δὲ μᾶλλον, ὑφ᾿ ἡδονῆς τὸ ἀρεστόν, Ἰουδαίοις ποιῶν χειροπέδαις σε, σιδηραῖς κατεδίκασεν, ἃς Ἀπόστολε τιμῶμεν σὲ ἀνυμνοῦντες.
ποχωρεῖ σοι Μαθητά, τοῦ Χριστοῦ ἡ σύμπασα κτίσις· τὰ γὰρ πελάγη πορευτά, τὰ κλοιὰ ὡς στυππεῖα, πυλῶνες δέ, σιδηροῖ σοι ὡς ἄμφοδα, ἐλογίσθησαν δυνάμει τοῦ Παρακλήτου.
Μάγους ψευδεῖς συναναιρῶν, νέκυας ἐγείρων χωλούς τε, καὶ παρειμένους ὑγιῶν, καὶ νοσοῦντας σκιᾷ σου ἰώμενος, κεκλεισμένων διῆλθες πυλῶν, καὶ κλοιῶν προσκυνουμένων ἐξέδυς Πέτρε.
κ Παλαιστίνης ὁ Χριστοῦ, ἵππος καὶ Ἀπόστολος Πέτρος, ὡς ἐκ βαλβίδος προελθών, καὶ τῷ κόσμῳ κηρύξας ἐν Ῥώμῃ μέν, τῇ προτέρᾳ κατέπαυσε, τῇ δὲ Νέᾳ δοὺς τήν Ἅλυσιν προσκυνεῖσθαι.
Θεοτοκίον
Τῆς σῆς λοχείας τὸ καινόν, ἡ Χαλδαϊκὴ φλὸξ ἐδήλου, τοὺς Παῖδας βλάπτουσα μηδέν· τοῖς πολλοῖς τοιγαροῦν παραπτώμασι, φλογιζόμενον Δέσποινα, τῆς πρεσβείας σου τῇ δρόσῳ διάσωσόν με.

Ἕτερος. Ἀβραμιαῖοι ποτέ
Τρίτον ἠρνήσω Χριστόν· ἐπερωτήσει ὅθεν, τριττῇ ἰᾶταί σου τὸ ἔγκλημα, Πέτρε παναοίδιμε, καὶ στηριγμὸν δεικνύει, πολλῶν σαλευομένων.
ς δεσμευθεὶς τοῦ Χριστοῦ, τῷ γλυκυτάτῳ πόθῳ, δεσμοῖς ποικίλοις προσωμίλησας· διό σου τὴν Ἅλυσιν, λύουσαν πάθη Πέτρε, ἐν πίστει προσκυνοῦμεν.
Νύκτα βαθεῖαν δεινῆς, πολυθεΐας λύεις, τὴν οἰκουμένην διερχόμενος, ὡς μέγιστος ἥλιος, Πέτρε Χριστοῦ αὐτόπτα τῶν Ἀποστόλων κλέος.
Δόξα ἐγένου Χριστοῦ, τοῦτον τοῖς μέλεσί σου, δοξάσας Πέτρε παναοίδιμε· διὸ σε δοξάζομεν, καὶ τὴν δεσμεύουσάν σε, Ἅλυσιν προσκυνοῦμεν.
Θεοτοκίον
καταβὰς ἐπὶ τῆς γῆς, ὡς ὑετὸς Παρθένε, θεογνωσίᾳ πᾶσαν ἤρδευσε, τὴν γῆν καὶ ἀνέδειξε, σὲ τῶν Ἀγγέλων πάντων, Ἁγνὴ τιμιωτέραν.










ᾨδὴ η' Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε
Νομοθέτα Ποιμὴν καὶ Διδάσκαλε, τῶν θρεμμάτων Χριστοῦ Πέτρε ἔνδοξε, τοὺς εὐσεβῶς ὑμνοῦντάς σε, καὶ πιστῶς προσκυνοῦντάς σου τὰς Ἁλύσεις, ἁμαρτίας δεσμῶν ἀπολύτρωσαι.
νοχλήσεις Δαιμόνων ἀπέλασον, ἁμαρτίας χειμῶνα κατεύνασον, νόσους κινδύνους θλίψεις τε, καὶ βαρβάρων ἐφόδους, διώκων Πέτρε, ἀπὸ τῶν τὰς Ἁλύσεις τιμώντων σου.
Κεχαρίτωται πᾶς προσαπτόμενος, τῆς τιμίας σειρᾶς σου Ἀπόστολε, ἁγιασμοῦ πληρούμενος, καὶ χαρᾷ ἀναμέλπει· Πάντα τὰ ἔργα εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.
Πανδαισίας ἁπάσης ὑπέρκειται, ἡδονῆς τῶν σεπτῶν σου Ἁλύσεων, ἡ εὐλαβὴς προσκύνησις· σὺ γὰρ καὶ ἑστιάτωρ, τῆς εὐφροσύνης, τῆς τοιαύτης ἐνθέου Ἀπόστολε.
Θεοτοκίον
Ἐφερπύσας τρυφῆς ἐξορίζει με, δυσβουλίαις ὁ ὄφις ὁ δόλιος· βουλῆς δ᾿ ὁ μέγας Ἄγγελος, βροτωθεὶς ἐκ σῆς μήτρας, τοῦ Παραδείσου, οἰκητῆρα καὶ πάλιν εἰργάσατο.

Ἕτερος. Εἱρμὸς ὁ αὐτὸς
Γεωργῶν καρδιῶν Πέτρε λήϊα, εὐφορώτατα ταῦτα ἐτέλεσας, τῷ Γεωργῷ τῆς κτίσεως, τῷ τὰς κλεῖς σοι τὰς θείας παρεχομένῳ, τοῦ δεσμεῖν τε καὶ λύειν ἐγκλήματα.
Μακαρίζομεν Πέτρε σε πάντοτε, καὶ τὴν σὴν ἀσπαζόμεθα Ἅλυσιν, ἣν ὡς κακοῦργος ἔφερες, ἀναιρῶν τῆς κακίας τὸν ἀρχηγέτην, καὶ δεσμῶν τοῖς δεσμοῖς σου Ἀπόστολε.
κλονήτῳ σου πέτρα τῆς πίστεως, συντηρῶν Ἐκκλησίας τὸ πλήρωμα, τὰ διὰ μέσου σκάνδαλα ἀποδίωξον Πέτρε, καὶ εἰρηναίαν, ἐξαιτοῦ ταύτῃ μάκαρ κατάστασιν.
Τὰ δεσμὰ καὶ τὸ πάθος τὸ ἄχραντον, τοῦ δεσμεύσαντος ᾅδην καὶ θάνατον, περιφανῶς ἐκήρυξας· διὰ τοῦτο Παμμάκαρ τὴν λύσιν σου, ἀσπαζόμενοι ἁγιαζόμεθα.
Τριαδικὸν
ς τὰ ἄνω βοήσωμεν τάγματα, τρισαγίοις φωναῖς τὸν παναίτιον, Πατέρα νῦν δοξάζοντες, καὶ Υἱὸν καὶ τὸ Πνεῦμα, μίαν οὐσίαν, μίαν δύναμιν, μίαν ἐνέργειαν.
Θεοτοκίον
Νοητὴν σε λυχνίαν προέγραψεν, ὁ Προφήτης τὸ θεῖον λαμπάδιον, Θεογεννῆτορ φέρουσαν, τὸ φωτίσαν τοὺς πρώην, ἐσκοτισμένους, τῶν κακῶν ταῖς πολλαῖς ἀμαυρώσεσι.




ᾨδὴ θ' Ἅπας γηγενής
λος γλυκασμός, ὑπάρχεις Ἀπόστολε ἀνευφημούμενος, πάσης θυμηδίας τε, πεπληρωμέναι αἱ πανηγύρεις σου· διὸ καὶ νῦν τοὺς δούλους σου, εὔφρανον ἁγίασον, καὶ φαιδρῶς ἑορτάσαι ἀξίωσον.
Θραῦσον τὴν ἰσχύν, τῶν ἐθνῶν Ἀπόστολε, τῶν πολεμούντων ἡμᾶς, καὶ τῷ Βασιλεῖ ἡμῶν, ἀμάχῳ σθένει σου καθυπόταξον, ἐν χειροπέδαις ἄρχοντας, αὐτῶν τῇ πόλει σου, θριαμβεύων, ἔνθα σου ἡ Ἅλυσις, τῶν ἀχράντων χειρῶν νῦν τετίμηται.
ντως ἀληθεῖς, οἱ λόγοι σου Δέσποτα, οὓς ἀπεφήνω εἰπών· ὁ πιστεύων εἰς ἐμέ, καὶ μείζονά μου ἔργα ἐργάσεται· ἰδοὺ γὰρ ὁ Ἀπόστολος, καὶ ζῶν τὰ πάθη σκιᾷ, ἐξιᾶτο, καὶ νῦν τοὶς κλοιοῖς αὐτοῦ, τὰ ποικίλα ἐργάζεται θαύματα.
Τριαδικὸν
ψιστε Πατήρ, Υἱὲ καὶ Παράκλητε, Τριὰς ὁμότιμε, ταῖς τοῦ Κορυφαίου σου, τῶν Ἀποστόλων Πέτρου δεήσεσι, τῷ Βασιλεῖ συμμάχησον, ἐν τοῖς πολέμοις ἀεί, τῇ δὲ Πόλει, ἄσειστον ἀκλόνητον, εἰρηναίαν παράσχου κατάστασιν.
Θεοτοκίον
Ἅπαντες βροτοί, ὑμνεῖν ἀποροῦντές σου, τὸ ξένον λόχευμα, τὸν τοῦ καταπτάντος σοι, Ἀγγέλου λόγον χαίροντες ᾄδομεν· Χαίροις βροτῶν ἡ λύτρωσις, τῶν πενομένων τροφή· τῶν δαιμόνων, χαίροις ἀμυντήριον, χαίροις σπίλων ἐμῶν καθαρτήριον.

Ἕτερος Ὁ τόκος σου ἄφθορος ἐδείχθη
Ἰδεῖν ἠξιώθης τὰ μακρόθεν, πιστῶς ἐλπιζόμενά σοι Πέτρε, καὶ καμάτων τὰ γέρα ἐκ Θεοῦ, τοῦ φιλανθρώπου χαίρων κομίζῃ· οὗ τῇ σαρκί σου, πάθος θεῖον ἐξεικόνισας.
ς θεῖος κλειδοῦχος βασιλείας, τὰς ταύτης ὑπάνοιξον εἰσόδους, τοῖς πιστῶς σε τιμῶσιν ἐπὶ γῆς, καὶ τὴν σεπτήν σου ἀσπαζομένοις, Ἅλυσιν Πέτρε, ἣν δεσμούμενος ἐφόρεσας.
Συνὼν τῷ Υἱῷ ἐν Θαβωρίῳ, φωνῆς Πατρικῆς αὐτὸν δηλούσης, ἠξιώθης ἀκοῦσαι τοῦ σεπτοῦ, Πνεύματος Πέτρε, σοῦ τὴν καρδίαν, κεκαρμένην παραδόξως καταυγάσαντος.
μῖν τοῖς ἐκ πόθου σε τιμῶσι, καὶ τὴν Ἅλυσιν ἀσπαζομένοις, μεθ' ἦς Πέτρε ἐδέθης ἱλασμόν, καὶ ὀφλημάτων αἴτησαι λύσιν, καὶ βασιλείας, οὐρανίου τὴν ἀπόλαυσιν.
Θεοτοκίον
Φωτὸς οἰκητήριον ἐγένου· διὸ φωταγώγησόν με Κόρη, ἀμαυρούμενον πάσαις τοῦ ἐχθροῦ, ταῖς ἐπηρείαις· ὅπως ἐν πίστει σε Παναγία, μεγαλύνω Μητροπάρθενε.



Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε
Οὐ σάρξ καὶ αἷμα Πέτρε σοι, ἀλλ' ὁ Πατὴρ ἐνέπνευσε, θεολογῆσαι τὸν Χριστόν, Υἱὸν Θεοῦ Πατρὸς ζῶντος· διὸ σε καὶ μακάριον, αὐτὸς προεμαρτύρατο, καὶ φερωνύμως κέκληκε, Πέτρον ὡς πέτραν ἀρραγῆ, καὶ βάσιν τῆς Ἐκκλησίας.
Ἕτερον.
Ἡ τῶν δεσμῶν σου ἅλυσις, ἡ θαυμασία πέφηνε, κρουνὸς ἀπείρων θαυμάτων, καὶ ποταμὸς ἰαμάτων, ἀστείρευτος πανένδοξε, Ἀπόστολε ὡράϊσμα, περιφανὲς τῆς πίστεως, πνευματοφόρητε Πέτρε, λαμπὰς ἀνδρῶν Γαλιλαίων.
Θεοτοκίον, ὅμοιον
Παρθένος παναμώμητος, σὺ ἐγνώσθης καὶ Μήτηρ, ὡς Θεόν τε καὶ ἄνθρωπον, ὑπὲρ φύσιν τεκοῦσα, καὶ σωτηρία γέγονεν, ἡ κυοφορία σου, τοῖς μελῳδοῦσιν ἐκ πόθου. Δόξα πρέπει τιμή τε, καὶ προσκύνησις Τριάδι, τῇ ἀστέκτῳ καὶ θείᾳ.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στίχ. Προσόμοια. Ἦχος πλ. β'. Τριήμερος ἀνέστης Χριστέ
Τοὺς πόνους τοῦ κηρύγματος, τιμῶντές σου πανεύφημε, Κορυφαῖε, καὶ τὴν Ἅλυσιν πιστῶς, προσκυνοῦντες ὑμνοῦμεν, Χριστὸν τὸν ζωοδότην, τὸν εὐεργέτην τῶν ψυχῶν ἡμῶν. (Δίς)

Ὡς ἐκ τῆς ἀθεΐας βυθοῦ, ἀνήγαγες πανεύφημε τῷ ἀγκίστρῳ, τοῦ κηρύγματος βροτούς, καὶ ἡμᾶς ἀθυμίας, ἀνάγαγε πρεσβείαις, Πέτρε ταῖς σαῖς, πόθῳ ὑμνοῦντάς σε.

Πρεσβείαις σου ὡς θείαις κλεισί, Πανεύφημε εὐτρέπισον οὐρανίους, τὰς εἰσόδους καὶ ἡμῖν, τὰς πύλας διανοίξας, ὡς ἔχων παρρησίαν, τοῖς Κορυφαῖόν σε δοξάζουσι.

Δόξα... Ἦχος δ'
Τῷ τριττ τῆς ἐρωτήσεως, τ Πέτρε φιλεῖς με, τὸ τριττὸν τῆς ἀρνήσεως, ὁ Χριστὸς διωρθώσατο, διὸ καὶ πρὸς τὸν κρυφιογνώστην ὁ Σίμων· Κύριε πάντα γινώσκεις, τὰ πάντα ἐπίστασαι, σὺ οἶδας ὅτι φιλῶ σε. Ὅθεν πρὸς αὐτὸν ὁ Σωτήρ· Ποίμαινε τὰ πρόβατά μου, ποίμαινε τὴν ἐκλογάδα μου, ποίμαινε τὰ ἀρνία μου, ἃ ἐν τῷ ἰδίῳ αἵματι περιεποιησάμην εἰς σωτηρίαν. Αὐτὸν ἱκέτευε θεομακάριστε Ἀπόστολε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.





Καὶ νῦν... Θεοτοκίον.
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Δεῦτε ἀσπασώμεθα εὐλαβῶς, ἅλυσιν τὴν θείαν, Ἀποστόλου τοῦ θεαυγοῦς, Πέτρου Ἐκλησίας, τῆς πέτρας καὶ ἁπάντων, ἐθνῶν τοῦ διδασκάλου, καὶ χριστοκήρυκος.

2 σχόλια: