Τρίτη 28 Αυγούστου 2018

ΙΑΝΟΥΑΡΙΟΣ 29. ΟΣΙΟΣ ΙΓΝΑΤΙΟΣ ΣΙΝΑΪΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΑΝΟΥΑΡΙΟΥ 29!!
ΙΓΝΑΤΙΟΣ ΟΣΙΟΣ ΣΙΝΑΪΤΗΣ ΕΚ ΡΕΘΥΜΝΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Ὑπὸ Χαραλάμπους Μπούσια)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ κάτωθι στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς ἀστὴρ τηλαυγέστατος, θεοφόρε Ἰγνάτιε, διαλάμπεις βίου σου τῇ λαμπρότητι, καὶ μοναστῶν τὰ συστήματα, αὐγάζεις ἀσκήσεως, τῆς ἐνθέου σου φωτί, ἐξαιρέτως δὲ Σίναιον, ὄρος Ὅσιε, σεμνυνόμενον πόνοις σου ἀτρύτοις, δι’ ὧν ἄῤῥητον εἰς ὕψος, ἤρθης Χριστοῦ τελειώσεως.

Ἐλαμφθεὶς θείῳ Πνεύματι, Κρήτης γόνε ὑπέρμαχε, βιοτὴν διήνυσας τὴν ἰσάγγελον, πνευματοφόρε Ἰγνάτιε, εἰς ὄρος δυσπρόσιτον, τοῦ Σιναίου ἀσκητά, ὁλοθύμῳ ἐφέσει σου, καὶ ὁμόζηλος, ἐποφθεὶς καὶ ὁμόσκηνος Ἀγγέλων, τὸ ἀμήχανον τὸ κάλλος, ὁρᾶν Χριστοῦ κατηξίωσαι.

Ὑφηγήτωρ θειότατος, ἀρετῆς ταπεινώσεως, ἀπαθείας νήψεως ἐγρηγόρσεως, καὶ ἀκτησίας Ἰγνάτιε, τρισόλβιε δέδειξαι, ἠξιώθης γὰρ ἰδεῖν, μύρον βλύζοντα Νίκανδρον, εὐπειθέστατον, φοιτήτην σου τὸν θεῖον μετὰ πότμον, πρὸ τοῦ παραδοῦναι Κτίστη, τὴν σὴν ψυχὴν τὴν ὑπέρλευκον.

Τῶν Ὁσίων ἀμάρυγμα, ἀπαθείας θησαύρισμα, αρετῶν ἐνθέων τὸ ἐγκαλλώπισμα, καὶ μονοτρόπων πρὸς θέωσιν, ἀλείπτην θειότατον, μακαρίσωμεν πιστοί, τῆς Ῥεθύμνης τὸ βλάστημα, καὶ κιννάμωμον, εὐωδέστατον ὄρους τοῦ Σιναίου, τὸ εὐφράναν σωφροσύνῃ, χοροὺς ἀζύγων Ἰγνάτιον.

Δόξα. Ἦχος δ΄.
Τῆς ἰσαγγέλου πολιτείας τὸ ὑπόδειγμα, καὶ σκεῦος χωρητικὸν τῆς ἐνεργείας του Ἁγίου Πνεύματος, Ἰγνάτιον τὸν Σιναΐτην, οἱ πιστοὶ μακαρίσωμεν· οὗτος γὰρ πατερικὸν ἐπιδειξάμενος ζῆλον, καὶ τρόποις ἀσκήσεως ποικίλοις, πολλοὺς παιδεύσας πρὸς σωτηρίαν, τῆς χαρᾶς ἠξιώθη ἀπολαῦσαι τῶν Ἀγγελων· αὐτῆς καὶ ημᾶς κοινωνοὺς γενέσθαι, πρεσβεύει τῷ εὐϊλάτῳ Κυρίῳ, τοὺς μελισταγέσιν ἐν ὕμνοις τελοῦντας ἐκθύμως, αὐτοῦ μνήμην τὴν λαμπράν, καὶ πανσεβάσμιον.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων, τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Νήψει καὶ προσευχῇ, ἀδιαλείπτῳ Πάτερ, κοσμήσας τὸν σὸν βίον, ἰσαγγελος ὡράθης, ἐν τῷ Σινᾷ Ἰγνάτιε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἄστρον θεοφεγγές, ἐν Κρήτῃ ανατεῖλαν, καὶ Σίναιον ὡράθης, φώτισον ὄρος Πάτερ, ἀσκήσει σου Ιγνάτιε.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις πνευματικῶν, Πατέρων κοσμιότης, ἀκρότης ἐγκρατείας, καὶ προσευχῆς ἀόκνου, ἐκπύρσευμα Ἰγνάτιε.

Δόξα. Τριαδικόν.
Ἄκτιστε Παντουργέ, Τριὰς Ὑπεραγία, ἐλέησον Σὴν ποίμνην, λιταῖς τοῦ Ἰγνατίου, τοῦ ἐν Σινᾷ ἐκλάμψαντος.

Καὶ νῦν. Θεοτοκίον.
Ἄχραντε Μαριάμ, ὡς βάτον ἐν Σιναίῳ, ἣν Μωϋσῆς κατεῖδε, πυρίφλεκτόν Σε πάντες, ἐκθύμως μεγαλύνομεν.

Νῦν Ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον ἐκ τοῦ Μεγαλου Ἑσπερινοῦ, καὶ Ἀπόλυσις.





















ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Μετα τὸν Προοιμιακόν, στιχολογοῦμεν τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἀσματικῶς συνελθόντες πανηγυρίσωμεν, τὴν σεβασμίαν μνήμην, Ἰγνατίου τοῦ θείου, ἀσκήσει γὰρ ἀόκνῳ καθαγνισθείς, καὶ ἱδρώτων τοῖς χεύμασιν, ὡραϊσθεὶς κατελάμπρυνεν ἀληθῶς, τοῦ Σιναίου ὄρους ἔρημον.

Τὸν Ἀσκητὴν τὸν θεόπνουν καὶ πνευματέμφορον, τὸν ἐν Σιναίῳ ὄρει, ταπεινώσει νηστείᾳ, καὶ κλίσεσι γονάτων τὸν Λυτρωτήν, Ἰησοῦν μεγαλύναντα, ἀνευφημήσωμεν πάντες χρεωστικῶς, θεοφόρητον Ἰγνάτιον.

Ῥεθύμνης βλάστημα θεῖον καὶ Κρήτης καύχημα, τὸν ἐν Σινᾷ συντόνῳ, προσευχῇ καὶ νηστείᾳ, εἰς ὕψος ἐπαρθέντα τῆς ἀρετῆς, εὐσχημόνως Ἰγνάτιον, ὡς ἐγκρατείας καὶ νήψεως ἐραστήν, γεγηθότες ἀνυμνήσωμεν.

Ῥωμαλαιότητι γνώμης Πάτερ Ἰγνάτιε, διήνυσας τὸ σκάμμα, ἀγωγῆς τῆς ἀρίστης, καὶ δόκιμος ἀζύγων χειραγωγός, ἐποφθεὶς πρὸς τελείωσιν, ἴθυνας Νίκανδρον Ὅσιον φοιτητήν, σὸν ὃν Κύριος ἠφθάρτισε.

Τὸν μιμητὴν τῶν Ἀγγέλων καὶ ἰσοστάσιον, αὐτῶν ἐν πόλῳ δόξης, τὸν στεφάνους λαβόντα, ζωῆς τῆς ἀϊδίου ἐκ τῶν χειρῶν, τοῦ Παντάνακτος μέλψωμεν, Ῥεθύμνης βλάστημα θεῖον καὶ τοῦ Σινᾶ, ὄρους καύχημα Ἰγνάτιον.

Τῆς Κρήτης νῆσος ἀγάλλου ἡ τὸν Ἰγνάτιον, ἀνευφημοῦσα πόθῳ, σὸν πανίερον γόνον, καὶ σκίρτα τοῦ Σιναίου ὄρους σεπτόν, ἀσκητὴν θεοδόξαστον, τὸ ἀναδεῖξαν Ἰγνάτιον τὸν στεῤῥῶς, τὸν ἐχθρὸν καταπαλαίσαντα.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἐπέφανεν, ἡ τοῦ ἐναρέτου πνευματικοῦ Ἰγνατίου μνήμη, τὴν Ἐκκλησίαν Χριστοῦ λαμπρύνουσα, ὡς Ἄγγελος γὰρ πολιτευσάμενος, ἐν Σινᾷ τῷ θεοβαδίστῳ, Ἀγγέλων χαρᾶς μέτοχος γέγονεν εν πόλῳ. Αὐτῆς καὶ ἡμᾶς νῦν Χριστῷ πρεσβεύει ἀξιῶσαι, τοὺς εὐλαβῶς ἐκτελοῦντας, αὐτοῦ τὴν λαμπροφόρον πανήγυριν.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε Παναγία Παρθένε;...


Εἴσοδος, Φῶς Ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, τὰ Ἀναγνώσματα.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καί ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς, καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὺτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (ε´ 15 - ς´ 3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρὶῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτισασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 







Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα (ζ´ 7).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Ἀγάλλου ἐν Κυρίῳ τὸ Σίναιον ὄρος, Ἰγνάτιον τὸν πνευματικὸν πατέρα, ὡς φοίνικα σύγκαρπον, κόσμῳ προβαλλόμενον. Τοῖς γὰρ καρποῖς τοῦ Πνεύματος, τοὺς μονοτρόπων δήμους διέθρεψε, καὶ πᾶσαν τὴν Ἐκκλησίαν ηὔφρανεν, ὡς Ἀγγέλων ἰσοστάσιος. Αὐτοῦ οὖν καὶ ἡμεῖς τὸ ἦθος μιμούμενοι, Χριστὸν δοξάζομεν, τὸν παρέχοντα τοῖς τοῦ Ὁσίου ἱκέταις, το πλούσιον ἔλεος.

Ἦχος β΄.
Τρωθεὶς τῷ τοῦ Θεοῦ ἔρωτι, τὰ ἐν κόσμῳ ὑπερεῖδες ἡδέα, καὶ τὰς τρίβους σου Ἰγνάτιε, πρὸς Σίναιον ὄρος κατηύθυνας, ἀσκητικὴν πολιτείαν ἑλόμενος, ἁγιοπρεπὲς γὰρ ὀφθεὶς ἐνδιαίτημα, τοῦ Θείου Πνεύματος, καὶ τὴν σοφίαν σύνοικον ἔχων ἐν βίῳ, ὡς ἀρετῆς ὑποφήτης θειότατος, ἐγνώσθης τοῖς πᾶσι. Καὶ νῦν τῶν ἀπ’ αἰῶνος Ἁγίων σύναυλος γενόμενος, τον Κύριον τῆς δόξης δυσωπῶν ἀεὶ μὴ παύσῃ, ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.
Τῆς ἐγκρατείας προσευχῆς, καὶ νηστείας πυρὶ ἀναλώσας, τὸ τῆς σαρκὸς γεῶδες Ἰγνάτιε Ὅσιε, τὴν ψυχὴν ἐθέωσας τῶν ἀρετῶν ἐπιδόσεσι. Γενόμενος γὰρ θεάμων φωτὸς τοῦ ἀπροσίτου, οὐρανίων μυστηρίων τὴν γνῶσιν ἐπλούτησας, καὶ σοφίας οὐρανίου κοινωνός, ἐγένου ἀοίδιμε, ὅθεν πάντες θαυμάζοντες, τὴν ἐν σοὶ οἰκοῦσαν Θεοῦ χάριν, τὸν σοφίσαντά σε ἐδόξαζον, τὸν παρέχοντα διὰ σοῦ τοῖς τιμῶσί σε τὸ πλούσιον ἔλεος.






Δόξα. Ἦχος ὁ αὐτός.
Τὸν ἐν Ὁσίοις Ἀσκητὴν θεόπνευστον, καὶ ἐν Πατράσι θεοειδῆ Ὅσιον, Ἰγνάτιον τὸν ἐκ τῆς Κρήτης ὁρμώμενον, εγκωμίων τοῖς ἄνθεσι καταστέψωμεν. Οὗτος γὰρ ταπεινὸν ἔχων τὸ φρόνημα, τὸ Σίναιον ὄρος κατέλαβεν, ἔνθα τὸν νοῦν ἐπτέρωσε, πρὸς τὸν ποθεινότατον Κύριον τῆς δόξης. Αὐτοῦ τῆς βασιλείας οὖν μέτοχος γενόμενος, καὶ τὸ ἀμήχανον κάλλος θεώμενος, οὐ παύεται σὺν πᾶσι τοῖς Ἁγίοις Αὐτῷ πρεσβεύων, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων, τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ τῆς Ῥεθύμνης βλαστός, Σινᾶ ἐρήμου ἱερὸν σεμνολόγημα, Ὁσίων ἡ εὐκοσμία, τῶν ἀρετῶν ὁ λειμών, ταπεινοφροσύνης θεῖον κόσμημα. Οὐράνιε ἄνθρωπε, στεφηφόρε Ἰγνάτιε, ὁ δι’ ἀγάπης, ἐγκρατείας καὶ νήψεως, τὴν τοῦ Πνεύματος, κληρωσάμενος ἔλλαμψιν. Πρέσβευε τῷ Παντάνακτι, Χριστῷ δοῦναι ἅπασι, τοῖς εὐλαβῶς σὲ τιμῶσι, χαρὰν καὶ ἄμφω ὑγείαν, καὶ ῥώμην πατῆσαι, τοῦ ἐχθροῦ τοῦ δυσωνύμου, τὰ μηχανήματα.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, πνευματικῶν ὁδηγῶν, στηλογραφία καὶ λαμπρὰ ὑποτύπωσις, Ἰγνάτιε τοῦ Σιναίου, χειραγωγὲ Ἀσκητῶν, πρὸς λειμῶνας θείας ὡραιότητος. Ψυχῆς γὰρ κατάστασιν, ἐγκρατείᾳ καὶ δάκρυσι, λαμπρύνας ὤφθης, μονοτρόπων διδάσκαλος, ἐνθεώτατος, καὶ κοσμήτωρ τοῦ πνεύματος, ὅθεν ἀνευφημοῦντές σε, σοφίας ὡς σκήνωμα, καὶ ἀρετῆς ἐκμαγεῖον, τὰς σὰς λιτὰς ἐκδεχόμεθα, πρὸς κρείττονα βίον. Και χαρὰν Θεοῦ ἡδίστην, τὴν ὑπὲρ ἔννοιαν.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, τῶν μοναστῶν καλλονή, τῆς ἀπαθείας μυροβόλον ὀσφράδιον, πραότητος θεῖος οἶκος, ἀκτημοσύνης κανών, προσευχῆς ἀόκνου ἐργαστήριον, Ἰγνάτιε Ὅσιε, Παρακλήτου τὸ σκήνωμα, τῶν μονοτρόπων, ὁδηγὸς ὁ σωτήριος, καὶ καλλώπισμα, νήσου Κρήτης περίδοξον, ὅθεν τοὺς ἑορτάζοντας, τὴν πάνσεπτον μνήμην σου, λιταῖς ἀόκνοις σου ῥῦσαι, τῆς ἐπηρείας τοῦ ὄφεως, Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.




Δόξα. Ἦχος πλ. δ΄.
Ἀσκητικοῖς ἐν Σιναίῳ κατορθώμασι, τῶν παθῶν τὰς ὁρμὰς ἐνέκρωσας, καὶ ψυχὴν ἐζώωσας Ἰγνάτιε Ὅσιε, ὡς ἱστὸν γὰρ λύσας ἀράχνης, εχθροῦ τὰ πανουργεύματα, ὑφηγήτωρ εὐσεβείας, καὶ θεῖος ἀλείπτης μοναστῶν πέφηνας. Ἀγγέλων οὖν συγχορεύεις νῦν τοῖς τάγμασι, μὴ παύσῃ Θεὸν ἱλεούμενος ἡμῖν, τὸν σὲ παμμάκαρ θαυμαστῶς δοξάσαντα.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, απὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἐκ Ῥεθύμνης ὡς ἄστρον τὸν ἀνατείλαντα, πνευματοφόρον πατέρα, τῆς ἀρετῆς ἐραστήν, ἀκτησίας καὶ εὐχῆς φωστῆρα μέλψωμεν, ὅτι ἐφώτισεν αὐγαῖς, ἀπαθείας Ἀσκητάς, Σιναίου βοῶντες· ζόφον, τῆς ἁμαρτιας εὐχαῖς σου, ἡμῶν ἐκδίωξον Ἰγνάτιε.
Δόξα. Ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης. Εὐαγγέλου ἱερέως Παχυγιαννάκη.
Ἐν Σιναίῳ τῷ ὄρει ἀσκηθεὶς πρὸς τελείωσιν, σὺ τῶν ἀρετῶν τὰς βαθμίδας διεξῆλθες Ἰγνάτιε. Νικάνδρου γὰρ ὑπῆρξες ὁδηγός, καὶ ἄριστος τῆς νήψεως φωστήρ. Διὰ τοῦτο εὐφημοῦμέν σε οἱ πιστοί, εὐχάς σου ἐξαιτούμενοι· χαίροις χαρίτων σκεῦος ἱερόν, χαίροις κανὼν ἀσκήσεως, χαίροις ὁ τῶν Ἀγγέλων μιμητὴς καὶ ἰσοστασιος.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου...

Ἀπόλυσις.













ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου.
Ἰγνάτιε σοφέ, τοῦ Σιναίου κοσμῆτορ, καὶ Κρήτης ἱερόν, καὶ πανένδοξον θρέμμα, ἀκτῖσι τοῦ βίου σου, τὰς ψυχὰς καταφώτισον, τῶν τιμώντων σε, καὶ εὐλαβῶς ἐκτελούντων, τὴν φωσφόρον σου, καὶ πανσεβάσμιον μνήμην, Πατέρων ἀγλάϊσμα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἀκένωτε πηγή, ζωηφόρων ναμάτων, Παρθένε ἀγαθή, τοῦ ἐλέους Σου ῥείθροις, καρδίαν ἀπόπλυνον, τοῦ ἀχρείου οἰκέτου Σου, ἣν ἐμόλυνεν, ἡ βορβορώδη κακία, ἡ μὴ τήρησις, τῶν τοῦ Θεοῦ ἐνταλμάτων, καὶ βίος ὁ φαῦλός μου.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀζύγων διάκοσμε καὶ ἱερέων σεμνῶν, θειότατε πρόβολε, σὺν δήμοις Σιναϊτῶν, οἱ Κρῆτες τιμῶμεν σε, ὅτι χαρίτων θείων, ἀνεδείχθης πυξίον, καὶ ἀρετῶν παντοίων, θεοφόρε ταμεῖον, Ἰγνάτιε σοφίας κρατήρ, καὶ φάρε νήψεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Γαλήνην καὶ ἴασιν τῇ ἀσθενοῦσῃ ψυχῇ, τοῦ δούλου Σου δώρησαι, Θεοκυῆτορ Ἁγνή, καὶ πόῤῥω ἀπέλασον, ἐκ τοῦ νοός μου Μῆτερ, τὸν ἐχθρὸν τὸν ἀρχαῖον, τὸν χαλεπαῖς ἐννοίαις, πολεμοῦντά με κράζω, ὡς ἄφθονος ἐλέους πηγή, καὶ κρήνη χάριτος.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Την ὡραιότητα.
Ῥεθύμνης βλάστημα, περιφανέστατον, Νικάνδρου σκήνωμα, Ὁσίου τέκνου σου, εὐαρεστήσαντος Χριστῷ θεάσασθαι ἠξιώθης, ἄφθαρτον καὶ ἄρωμα, ἀποπνέον οὐράνιον, πρὸ τοῦ βίου τέλους σου, τοῦ βροτείου Ἰγνάτιε. Διό σε ως σοφίας τιμώμεν, πάντες τῆς θείας ὑποφήτην.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, Ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· χαῖρε ἡ Κεχαριτωμένη.

Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, ζήτει τῇ ιζ΄ Ἰανουαρίου.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου.
Ὅσιε Πάτερ, δόκιμος πνευματικὸς ὁδηγὸς ἀζύγων ἐχρημάτισας, καὶ Θεῷ ἀσκήσεως καμάτοις εὐαρεστήσας, πνευματικῶν χαρισμάτων ἠξιώθης. Μισήσας γὰρ πάντα τὰ γεώδη καὶ πρόσκαιρα, καὶ τῆς ἁμαρτίας λύσας την ζοφώδην ὁμίχλην, φωτὶ τῆς χάριτος, πρὸς ἀφθαρσίας τὸ ἄδυτον ἀπῆλθες φέγγος. Καὶ νῦν μέτοχος τῶν ἀκηράτων ἀγαθῶν γενόμενος Ἰγνάτιε, ὑπὲρ ἡμῶν ἀσιγήτως πρέσβευε, τῶν ἐτησίως τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.

Εἶτα· ὁ Κανὼν τῆς Θεοτόκου· καὶ οἱ δύο κανόνες τοῦ Ὁσίου.
Κανὼν πρῶτος, οὗ ἡ Ἀκροστιχίς: Ἰγνατίου τοῦ Σιναΐτου ἀρετὴν ἐπαινῶν. Χαραλάμπους Μπούσια.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω  τὸ στόμα μου.
Ἰγνάτιον Ὅσιον, πνευματικὸν ἀπλανέστατον, ἀκτήμονα σώφρονα, καὶ προσευχῆς ἐραστήν, τὸν ἀσκήσαντα, ἐν ὄρει τῷ Σιναίῳ, ᾠδαῖς πανευσχήμοσιν, ἐγκωμιάσωμεν.
Γαυρίαμα δράκοντος, τὸ ἐπηρμένον ἐπάτησας, συντόνοις ἀσκήσεσι, καὶ νοερᾷ προσευχῇ, πνευματέμορφε, Ἰγνάτιε Σιναίου, κοσμήτωρ καὶ σέμνωμα, Κρήτης περίδοξον.
Ναὸν εὐπρεπέστατον, τοῦ Παρακλήτου κατέστησας, Ἰγνάτιε Ὅσιε, τὴν πάναγνόν σου ψυχήν, ἣν οἱ Ἄγγελοι, Κυρίου πρὸς σκηνώσεις, μετήνεγκον χαίροντες, ἀϊδιότητος.
Θεοτοκίον.
Ἁγνὴ Ἀειπάρθενε, ἡμῶν τὸν βίον ἁγίασον, τῶν μακαριζόντων Σε, ὡς τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀμήτορος, ἐν οὐρανίῳ θόλῳ, Μητέρα φιλόστοργον, ἐν γῇ καὶ πάνσεπτον.

Κανὼν δεύτερος, οὗ ἡ Ἀκροστιχίς: Σὴν Ἰγνάτιε θείαν χάριν ᾄδω. Εὐαγγέλου. Εὐαγγέλου ἱερέως Παχυγιαννάκη.
ᾨδὴ α΄. Ἦχος γ΄. Ὁ τὰ ὕδατα πάλαι.
Συντονίᾳ καὶ πόθῳ, ἔρωτι θείῳ, τὸν λόγον τῆς εὐσεβείας κηρύξας, ἱερὸν ἔνθεον τῷ των καλῶν Ποιητῇ, ὤφθης ἀφιέρωμα, τὸν οὐρανὸν ὡραΐσας, θεόφρον Ἰγνάτιε, ταῖς σαῖς ἀσκήσεσι.
καρδία σου μάκαρ, θεῖον δοχεῖον, ἐγένετο καὶ σκήνωμα τοῦ Λόγου, καὶ τεμὼν ἀκάνθας τῶν ψυχοφθόρων παθῶν, ὤφθης καταγώγιον, τῆς Παναγίας Τριάδος, διό σε γεραίρομεν, Πάτερ Ἰγνάτιε.
Νεκρωθεὶς τοῖς παροῦσι, ἔρωτι νήψεως, οὐράνιος μυστολέκτης ἐγένου. Τὴν εμὴν κάθαρσιν παρὰ Χριστοῦ ἐκζητῶ, ὅπως ἀνυμνήσω σου τὸν ἀγγελότροπον βίον, ἀσκήσεως ἔμπλεων, μάκαρ Ἰγνάτιε.
Θεοτοκίον.
σχυρὰν προστασίαν, Παρθενομῆτορ, σε ἔχομεν τὴν ἀσπόρως τεκοῦσαν. Τὸ εν Σοὶ γὰρ μυστήριον Μωσῆς προϊδών, βάτον ἀκατάφλεκτον, καίπερ σφοδρῶς καιομένην, οὕτω Σε Θεότητος, πῦρ οὐ κατέφλεξε.

ᾨδη γ΄. Κανὼν πρώτος. Τοὺς Σοὺς ὑμνολόγους.
Ταμεῖον εὐχῆς ἀδιαλείπτου, νηστείας πυξίον διαυγές, καὶ ἀκτησίας μάργαρον, Ἰγνάτιε τρισόλβιε, Σιναϊτῶν σε μέλπουσι, καὶ τῶν Κρητῶν τὰ συστήματα.
Ἰγνάτιε ἄνθος ἀπαθείας, ἐν γῇ τῇ ἀνίκμῳ τοῦ Σινᾶ, ἐξήνθησας καὶ ηὔφρανας, ὀσμαῖς τῆς σῆς ἀσκήσεως, ἀζύγων τὴν ὁμήγυριν, ἐπιποθοῦσαν τὴν θέωσιν.
Ὁσίων Πατέρων τοῦ Σιναίου, Ἰγνάτιε κλέϊσμα λαμπρόν, ὀλίγον πρὸ τοῦ τέλους σου, τὸν ὕπνον τὸν ἐμπρέποντα, Ὁσίοις εἶδες τέκνον σου, Νίκανδρον θεῖον κοιμώμενον.
Θεοτοκίον.
Ὑπέραγνε Κεχαριτωμένη, ἱκέτευε τὸν μονογενῆ, Υἱόν Σου καὶ Παντάνακτα, ὑπὲρ τῶν γεραιρόντων Σε, καὶ Ἰγνατίου ἔμφρονος, ἀνευφημούντων τὰ σκάμματα.

Κανὼν δεύτερος. Ὁ ἐκ μὴ ὄντων.
Γεωργηθεὶς τὴν καρδίαν δι’ ἀρετῶν, ἐδείχθης Ἰγνάτιε, σὺ διδάσκαλος νήψεως. Διὸ κράζω Ἅγιε · ὑψηγορίαν σῶν λόγων δίδαξόν με.
Νενεκρωμένος τοῖς πάθεσι τὴν ψυχήν, αἰτοῦμαι Ἰγνάτιε, τὴν βοήθειαν ἄμεσον, διδασκάλου κρείττονος, ταῖς προσευχαῖς σου ἁγίαις σκέπασόν με.
πὸ παντὸς μολυσμοῦ καὶ συμφορᾶς, δαιμόνων με λύτρωσαι, θεοφόρε Ἰγνάτιε, ἵνα πίστει κράζω σοι· τῇ προστασίᾳ τῇ σῇ στερέωσόν με.
Θεοτοκίον.
Τὸν Λυτρωτὴν καὶ Ποιμένα τὸν καλόν, κυήσασαν Θεόνυμφε, ἐξαιτῶ Σε ἐν δάκρυσιν, ὡς Μητέρα εὔσπλαγχνον, ὑπὸ τὴν μάνδραν Αὐτοῦ προστάτευσόν με.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Ὥσπερ Ἄγγελος, ἐν τῷ Σιναίῳ, Κρήτης βλάστημα, σεπτὸν βιώσας, τὰ σκιρτήματα σαρκὸς κατεπράϋνας, καὶ τῶν δαιμόνων δεινὰ μηχανήματα, τῇ τῶν ἀγώνων καθεῖλες ἐνστάσει σου, ὅθεν στέφει σε, ἀφθάρτῳ Χριστὸς κατέστεψε, σεπτὲ Ἱερομόναχε Ἰγνάτιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁ συνάναρχος, Ὑψίστου Λόγος, ἐν νηδύϊ Σου, σεπτῇ σκηνώσας, Θεοτόκε παναμώμητε Δέσποινα, Σὲ οὐρανῶν πλατυτέραν ἀνέδειξε, τὴν τῶν παθῶν λυτρουμένην στενώσεως, τοὺς τιμῶντάς Σε, καὶ πίστει ἀεὶ προσφεύγοντας, τῇ σκέπῃ καὶ ὀξείᾳ ἀντιλήψει Σου.

ᾨδὴ δ΄. Κανὼν πρῶτος. Ὁ καθήμενος ἐν δόξῃ.
Τετρωμένος τῇ ἀγάπῃ, τοῦ Χριστοῦ ἐγκατέλιπες, σὴν πατρώαν νῆσον, Κρήτης καὶ τὸ Σίναιον ᾤκησας, ἐν ᾧ ῥεόντων Ἰγνάτιε ὑπέρτερος, ὤφθης Ὅσιε, καὶ τῶν Ἀγγέλων ὁμόζηλος.
Ὁλικῶς πρὸς τὸν Σωτῆρα, ἀτενίζων Ἰγνάτιε, καὶ θυρίδας πέντε, ἀκλινῶς φυλάσσων αἰσθήσεων, τὰς ζοφερὰς πτώσεις χάριτι ἀπέφυγες, τοῦ Παντάνακτος, σὲ δυναμοῦντος ἑκάστοτε.
Ὑπερόπτα τῶν γηΐνων, θεοφόρε Ἰγνάτιε, σκύβαλα ἠγήσω, καὶ σποδὸν και κόνιν τὰ πρόσκαιρα, διὸ καὶ πάντα εζήτεις ἐν τῷ βίῳ σου, τὰ αἰώνια, καὶ ἐσαεὶ διαμένοντα.
Θεοτοκίον.
Σθένους πλῆσον τὰς καρδίας, Θεοτόκε τῶν δούλων Σου, ἵνα τὸν ἀρχαῖον, πτερνιστὴν καὶ πλάνον πατήσωσι, τὸν ἀποῤρῖψαι ζητοῦντα τοὺς ὑμνοῦντάς σε, θείοις ᾄσμασιν, εἰς ἀπωλείας τον βόθυνον.

Κάνων δεύτερος. Ἔθου πρὸς ἡμᾶς.
να καὶ ἡμεῖς, καθαρὰν καρδίαν κτησώμεθα, ὡς ὁ μαθητής σου ὁ Νίκανδρος, παρὰ τοὺς σοὺς πόδας μαθητεύομεν, καὶ πίστει κραυγάζομεν, εὐχαριστοῦντες· χαίροις θεομάκαρ Ἰγνάτιε.
στης εὐλογῶν, τὸν Θεὸν δι’ ἃ σοὶ ἐποίησεν, τοῦ πνευματικοῦ σου γὰρ υἱοῦ, τὸ σκῆνος ἄφθαρτον, ὡς ἠτένισας, ἐν πίστει ἐκραύγαζες εὐχαριστῶν Θεῷ· δόξα θαυμασίοις Σου Κύριε.
Θεῖα ἐκπληρῶν, καὶ σοφὰ προστάγματα πάνσοφε, εἰς τὰ ὑπὲρ ἔννοιαν σκοπῶν, τὰ γεηρὰ εἰς θάνατον δέδωκας, τοῖς σοῖς δὲ προστάγμασιν, ἡμεῖς στοιχοῦντες, αἶνον τῷ Κυρίῳ προσάδομεν.
Θεοτοκίον.
ν τοῖς πειρασμοῖς, Σὲ προστάτιν ἔχομεν Δέσποινα, θραύουσα τὰ βέλη τοῦ ἐχθροῦ, καὶ πρὸς λιμένα εὔδιον ἕλκουσαν. Διό Σε γεραίρομεν, τὴν προστασίαν, σκέπην τε καὶ τὸ κατάφυγιον.














ᾨδὴ ε΄. Κανὼν πρῶτος. Ἐξέστη τὰ σύμπαντα.
Ἰγνάτιε Ὅσιε, Ῥεθύμνης γόνε πάντιμε, ἑαυτὸν ἀσκήσει ταπεινώσας, εἰς ὕψος ἤρθης, θεοφιλοῦς ἀγωγῆς, ἀρίστης καὶ γέγονας πολλῶν, ἀσκητῶν ὑπόδειγμα, καὶ ἀλείπτης πρὸς θέωσιν.
Νῦν ᾄδων τοὺς πόνους σου, οὓς ἔτλης θεοείκελε, ἐν Σινᾷ πρὸς κτῆσιν ἀπαθείας, ἀνευφημῶ σε, καὶ τὰς εὐχὰς ἐκζητῶ, τὰς θείας σου πρὸς τὸν Λυτρωτήν, ἵνα εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως.
Ἀγάλλου Ἰγνάτιε, τὸ πρόσωπον θεώμενος, νῦν ἰδίοις ὄμμασι τοῦ Κτίστου, ἐν θρόνῳ δόξης, ὑπὸ χορῶν ἀγλαῶν, Ἀγγέλων καὶ θείων Ἀσκητῶν, στοιχουμένου Ὅσιε, στεφανῖτα τρισόλβιε.
Θεοτοκίον.
Ἱλέωσαι Κύριον, ἡμῖν τοῖς μεγαλύνουσι, Μῆτερ τὴν πληθὺν Σῶν θαυμασίων, εἰς τοὺς αἰῶνας, καὶ δὸς εἰρήνην ψυχῆς, τοῖς πίστει Υἱὸν μονογενῆ, Σὸν σεπτὸν καὶ Ἅγιον, καθ’ ἑκάστην δοξάζουσι.

Κανὼν δεύτερος. Πρὸς Σὲ ὀρθρίζω.
σχύν μοι δίδου, καὶ παθημάτων τὴν ἀχλύν, σὺ διασκέδασον ταῖς θερμαῖς εὐχαῖς σου, καὶ φώτισόν μου τὸ σκότος, Ἰγνάτιε παμφώτιστε.
γνὸν σὸν σκεῦος, σὲ ἱκετεύω ἐκτενῶς, τῇ σῇ θερμῇ πρεσβείᾳ ἀνάδειξόν με, πρὸς τὸν Σωτῆρα ἐν παῤῥησίᾳ, ἣν ἔχεις ἀξιάγαστε.
Νῦν λύτρωσόν με, τῶν τυραννούντων με παθῶν, ὥσπερ Νίκανδρον τὸν σὸν μαθητὴν Πάτερ. Αὐτοῦ τε ὑπακοὴν τὴν θείαν, εὔχου παρασχεθῆναί μοι.
Θεοτοκίον.
Χαρὰν ἁγίαν, ταῖς Ἰγνατίου προσευχαῖς, δός μοι Πανάχραντε, ἵνα ἀνυμνῶ Σε, διότι Σὺ ὡς χαρὰ τῶν πάντων, τῷ κόσμῳ ἐξανέτειλας.

















ᾨδὴ στ΄. Κανὼν πρῶτος. Τὴν θείαν ταύτην.
Τὸ ῥόδον τῆς διακρίσεως, καὶ θείας εὐωδίας ἀλάβαστρον, σεπτὸν Ἰγνάτιον, δεῦτε πιστῶν ἡ ὁμήγυρις, ἀξιοχρέως ὕμνοις, ἐγκωμιάσωμεν.
Ὁδὸν στενὴν καθυπέδειξας, Νικάνδρῳ μαθητῇ σου Ἰγνάτιε, ἀζύγων σέμνωμα, καὶ ἰθυντὴρ ὡς ἀλάνθαστος, αὐτὸν πρὸς οὐρανίους, νομὰς κατηύθυνας.
Ὑπακοῆς ἐργαστήριον, καλῶς ἐν τῇ ἐρήμῳ διήνυσας, Σινᾶ τὸν βίον σου, ταῖς ἐντολαῖς τοῦ Παντάνακτος, ὑπείκων ὁλοθύμως, σοφὲ Ἰγνάτιε.
Θεοτοκίον.
Δεινῶν παθῶν ἐλευθέρωσον, καὶ νόσων κατωδύνων ἀπάλλαξον, τοὺς Σοὶ προστρέχοντας, Θεοχαρίτωτε Δέσποινα, λιταῖς τοῦ Ἰγνατίου, τοῦ οὐρανόφρονος.

Κανὼν δεύτερος. Ἄβυσσος ἐσχάτη.
γγελος ὑπάρχων ἐπὶ τῆς γῆς, σὺν τοῖς Ἀγγέλοις, ἐπορεύθης Ἰγνάτιε, σὺν Νικάνδρῳ χάριτι, τὰς ὑψηλὰς ἐβίωσας, καὶ ἀπέδειξας, θεωρίας τῶν λόγων σου.
εῖθρα τῆς καρδίας μου νοερὰ κατάρδευσόν μοι, ὥσπερ θείους ἀειθαλεῖς, ἐν ὀρθοῖς δὲ δόγμασι, πεφυτευμένους κήπους, ὥσπερ Νίκανδρον, μαθητήν σου ἀνάδειξον.
να ὑπεκφύγω τοὺς λογισμοὺς τῆς ἀμελείας, καὶ θανάτου τὸν ὄλεθρον, στήριξόν με Ἅγιε, σῷ σθεναρῷ βραχίονι, οὕτω τύχοιμι, ἀσφαλοῦς διορθώσεως.
Θεοτοκίον.
Νάμασι τοῖς θείοις τῶν πρεσβειῶν Σου δρόσισόν μου, ἐκτακεῖσαν καρδίαν μου, ἡδονῶν γὰρ Δέσποινα, καύσων κατακαλύπτει μοι, ἀλλὰ πρόφθασον, τῶν πιστῶν καταφύγιον.
















Κοντάκιον. Ἦχος δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν ἐγκρατῆ πνευματοφόρον καὶ ἀκτήμονα, Σιναίου ὄρους ἀσκητὴν ἐγκωμιάσωμεν, ἐκ Ῥεθύμνης τὸν βλαστήσαντα νήσου Κρήτης, ὡς ἀζύγων ποδηγέτην ἀπλανέστατον, πρὸς χαρὰν τὴν ἐν τῷ πόλῳ ἀτελεύτητον, ἀνακράζοντες· Χαίροις μάκαρ Ἰγνάτιε.
Οἶκος.
Ἄστρον ἀκτημοσύνης, προσευχῆς καὶ νηστείας, Ἰγνάτιε τῷ κόσμῳ ἐπώφθης, καὶ κατηύγασας τῶν ἀρετῶν, ταῖς βολαῖς τὸ ὄρος τοῦ Σινᾶ Ὅσιε, καὶ πάντας εὐσεβόφρονας, τοὺς πίστει σοι βοῶντας ταῦτα·
Χαῖρε, τῆς Κρήτης εὐῶδες ἴον·
χαῖρε, τῆς δόξης τὸ ἐκμαγεῖον.
Χαῖρε, τῶν ἀζύγων Σιναίου ὡράϊσμα·
χαῖρε, τῶν Ὁσίων ἀπάντων ἀγλάϊσμα.
Χαῖρε, ὄρθρος φαεινότατος, ἀσιγήτου προσευχῆς·
χαῖρε, στῦλος ἀκλινέστατος, ἐναρέτου βιοτῆς.
Χαῖρε, ὅτι ἐδείχθης, ἀσκητὴς θεοφόρος·
χαῖρε, ὅτι ὡράθης, ταπεινώσεως φάρος.
Χαῖρε, Χριστοῦ ἀγάπης τὸ ἔσοπτρον·
χαῖρε, ἐχθροῦ ἀπάτης τὸ θέριστον.
Χαῖρε, Σιναίου Πατέρων λαμπρότης·
χαῖρε, ὡραίου ἀγῶνος ἀκρότης.
Χαίροις, μάκαρ Ἰγνάτιε.





















Συναξάριον.
Τῇ ΚΘ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Ἰγνατίου τοῦ Σιναΐτου, τοῦ πνευματικοῦ· ἐκ τῆς Ῥεθύμνης τῆς Κρήτης καταγομένου.
Ἀκτησίας καὶ εὐχῆς εὐῶδες ἴον,
Σίναιον ηὔφρανας, Ἰγνάτιε ὄρος.
Νίκανδρον κατεῖδες δεδικαιομένον,
Σὸν ὑποτακτικὸν Ἰγνάτιε ξένως.
Ὁ Ὅσιος καὶ θεοφόρος Πατὴρ ἡμῶν Ἰγνάτιος, ὁ ἐκ πόλεως Ῥεθύμνης Ἱερομόναχος, θεοφιλῶς ἤσκησεν ἐν τῷ Σιναίῳ ὄρει. Τηρῶν τοὺς ὅρους τῆς μοναστικῆς πολιτείας· παρθενίαν, ὑπακοὴν καὶ ἀκτημοσύνην, εἰς ὕψος ἀρετῆς ἤρθη καὶ πνευματικὸς ποδηγέτης πολλῶν ἀσκητῶν γέγονεν, ἀπλανῶς ἴθυνεν αὐτοὺς πρὸς σωτηρίαν. Ἀπαύστως εὐχόμενος καὶ νήφων, ὑπόδειγμα ἑαυτὸν δέδωκε τοῖς αὐτοῦ ὑποτακτικοῖς πρὸς ἐν Χριστῷ τελείωσιν καὶ θέωσιν. Ἠξιώθη οὗτος εὑρεῖν τὸ σκῆνος τοῦ πρὸ αὐτοῦ τελειωθέντος μαθητοῦ Νικάνδρου ἄφθαρτον καὶ μυροβλύζον, ὃ ἐναγκαλισάμενος καὶ ἀσπασάμενος ηὐχαρίστησε τὸν Κύριον πληροφορήσαντα αὐτὸν ἔτι ζῶντα τὴν δικαίωσιν τοῦ ἀγῶνος τοῦ αὐτοῦ πνευματικοῦ τέκνου. Τεσσαράκοντα ἡμέρας μετὰ τὴν ἐκταφὴν τοῦ Νικάνδρου καλῶς τὸν ἀγῶνα ἐπεράτωσε καὶ πρὸς Κύριον ἀπῆλθεν.

Τῇ αὐτῇ ἡμέρα, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου.
Χάρις λύουσιν Ἰγνάτιε παμβόροις,
Σοῦ σώματος λιποῦσι καὶ πιστοῖς μέρος.
Οὗτος, διάδοχος τῶν Ἁγίων Ἀποστόλων γενόμενος, δεύτερος Ἐπίσκοπος Ἀντιοχείας ἐχρημάτισε, μαθητὴς ὑπάρξας σὺν Πολυκάρπῳ, τῆς Σμυρναίων Ἐκκλησίας Προέδρῳ, τοῦ Εὐαγγελιστοῦ Ἰωάννου τοῦ Θεολόγου. Προσάγεται οὖν Τραϊανῷ τῷ βασιλεῖ, καὶ πᾶσαν ὑπενεγκὼν βασάνων πεῖραν καὶ ὑπεράνω πάντων γενόμενος, ἐπὶ Ῥώμην στέλεται θηριομαχήσων. Οὗ γενομένου, χριστιανοί τινες ἄνδρες, τὰ τίμια καὶ ἅγια λείψανα αὐτοῦ ἀπὸ Ῥώμης εἰς Ἀντιόχειαν ἐνεγκόντες, δῶρον ποθούμενον τοις ἀδελφοῖς δωροῦνται. Οἳ μετὰ πασης τιμῆς καὶ φόβου ὑπὸ τὴν γῆν αὐτα κατέθεντο. Οὗ δὴ χάριν, ἑορτὴν χαρμόσυνον ἡ Ἐκκλησία πανηγυρίζει

Τῇ αὐτῇ ἡμέρα, μνήμη τῶν Ἁγίων Ἑπτὰ Μαρτύρων, τῶν ἐν Σαμοσάτοις τελειωθέντων· Φιλοθέου, Ὑπερεχίου, Ἀβίβου, Ἰουλιανοῦ, Ῥωμανοῦ, Ἰακώβου καὶ Παρηγορίου.
Ὑπὲρ προσηλωθέντος ἐν Σταυρῷ Λόγου,
ἑπτὰ προσηλώθησαν Ἀθλητῶν κάραι.
Οὗτοι, τῷ Χριστῷ στρατευσάμενοι, καὶ τὴν πλάνην στηλιτεύσαντες, ῥοπάλοις τοὺς βραχίονας καὶ τοὺς μηρούς, συνθλῶνται. Εἶτα, ξέονται ἀφειδῶς καὶ ἁλύσεις βαρείας κατὰ τοῦ τραχήλου δεξάμενοι, τῇ εἱρκτῇ ἐναποτίθενται. Καὶ αὖθις ἐξενεχθέντες, ξέονται, καὶ ἀναρτηθέντες, καὶ τὰς κάρας ἥλοις προσηλωθέντας, τὰς ψυχὰς τῷ Θεῷ ἀπέδωκαν.







Τῇ αὐτῇ ἡμέρα, μνήμη τῶν Ἁγίων Μαρτύρων· Σιλουανοῦ ἐπισκόπου, Λουκᾶ διακόνου, καὶ Μωκίου ἀναγνώστου.
Σιλουανὸς Λουκᾶς τε σὺν τῷ Μωκίῳ,
ἤμβλυναν ὁρμὰς καὶ λεόντων ἀγρίων.
Τοῦ Νουμεριανοῦ βασιλεύοντος, διωγμὸς ἦν κατὰ τῶν Χριστιανῶν. Τότε ἐμηνυθη τῷ Ἄρχοντι τῆς Ἐμεσηνῶν πόλεως, περὶ τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Σιλουανοῦ, τοῦ ἐπισκόπου τῆς αὐτῆς πόλεως. Καὶ εὐθεως ἐκρατήθη ὁ Ἅγιος, καὶ σὺν τούτῳ καὶ Λουκᾶς διάκονος, καὶ Μώκιος ἀναγνώστης, καὶ παρέστησαν τῷ ἄρχοντι δεσμίους. Οὓς καὶ ἐπιμελῶς ὁ ἄρχων ἀνακρίνας ὡς ἤκουσεν ὁμολογήσαντας τὸν Χριστόν, Θεὸν μόνον ἀληθινόν, τοὺς δὲ τὰ εἴδωλα σεβομένους αναθεματίσαντας, εἰς μεγάλην ὀργὴν καὶ μανίαν ἐκινήθη. Διὸ καὶ μὴ δυνηθεὶς κολακείαις αὐτοὺς μεταπεῖσαι, ἐμάστιξε σφοδρῶς, καὶ βαλὼν αὐτοὺς εἰς φυλακήν, ἐλιμαγχόνησεν. Εἶτα, πάλιν ἀνακρίνας, ἐπὶ ἱκανὰς ἡμέρας μαστίζων καὶ φυλακίζων, καὶ ταριχεύων αὐτοὺς τῇ πείνῃ καὶ τῇ δίψῃ, ἀπεφήνατο κατ’ αὐτῶν θηριομαχίαν. Βληθέντων δὲ τῶν ἁγίων ἐν τῷ σταδίῳ, καὶ θηρίων διαφόρων ἀπολυθέντων, προσηύξαντο οἱ Ἅγιοι ἐκεῖσε τελειωθῆναι. Καὶ εὐθέως ὁ τὰς δεήσεις τῶν θεραπόντων Αὐτοῦ εἰσακούων Θεός, παρέλαβε τὰς ψυχὰς αὐτῶν. Τότε οἱ ἄγριοι θῆρες, τῶν Αγίων αἰδεσθέντες τὰ λείψανα, ἀνεχώρησαν, μηδ’ ὁπωσοῦν ἀψάμενοι τούτων. Καταλαβούσης δὲ νυκτός, Χριστιανοί τινες ἀποσυλήσαντες, ἐκήδευσαν αὐτὰ ἐπιμελῶς, εὐχαριστοῦντες τῷ Θεῷ.

Τῇ αὐτῇ ἡμέρα, μνήμη τῶν Ἁγίων Μαρτύρων Σαρβήλου καὶ Βεβαίας τῆς ἀδελφῆς αὐτοῦ, τῶν ἐν Ἐδέσσῃ παθόντων.
Λιπών Σάρβηλος τὰς μυσαρὰς θυσίας,
Χριστῷ προσήχθη σὺν ἀδελφῇ θυσία.
Οὗτοι ὑπῆρχον ἐπὶ Τραϊανοῦ τοῦ βασιλέως. Ἦν δὲ ὁ Ἅγιος Σάρβηλος τῆς δαιμονικῆς ἀπατης καὶ τῶν ακαθάρτων θυσιῶν ἱερεύς. Καί ποτε, ἑορτῆς γενομένης τοῖς δαίμοσιν, αὐτὸς κατὰ τὸ ἔθος ἐξάρχων τῶν ἀθεμίτων θυσιῶν, παρὰ Βαρσιμαίου ἐπισκόπου ἐλεγχθείς, καὶ λοιδορηθείς, ὡς πολλοῖς αἴτιος ἀπωλείας, κατενύγη τῇ τοῦ Χριστοῦ χάριτι. Καὶ τοῖς λόγοις τοῦ ἐπισκόπου πεισθείς, προσέρχεται τῇ του Χριστοῦ πίστει, μετὰ καὶ τῆς ἰδίας ἀδελφῆς Βεβαίας, καὶ παρὰ τοῦ ἐπισκόπου βαπτίζονται. Ὅθεν εἰς ἐξέτασιν ὁ Ἅγιος Σάρβηλος καθίσταται τῷ Λυσίᾳ. Καὶ πρῶτον μὲν ῥαβδίζεται, εἶτα σπαθίζεται, καὶ μετ’ ὀλίγου ξέεται τὴν ὄψιν. Καὶ εἰς τοὐπίσω δεθεὶς τὰς χεῖρας, τύπτεται κατὰ τῆς γαστρός, καὶ τῆς χειρὸς ἐξαρτάται. Ἔνθα καὶ αὖθις κρεμᾶται καὶ ξέεται καὶ ἐν διαφόροις του σώματος μέρεσι πυρὶ κατακαίεται. Καὶ τέλος τὸν τοῦ μαρτυρίου στέφανον κομίζεται, ἐν ὀργάνῳ τινὶ βληθείς, και ἀποθλιβείς, πριζόντων αὐτὸν ἀπὸ τῆς κεφαλῆς των δημίων, εἶτα ἀποτεμόντων τὴν κεφαλήν. Συναπετμήθη δε καὶ ἡ ἀδελφὴ αὐτοῦ, τοῦτο τοῦ ἡγεμόνος προστάξαντος.

Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαρσιμαίου, ἐπισκόπου Ἐδέσσης.
Δοὺς τὴν βαρεῖαν σάρκα γῇ Βαρσιμαῖος,
Σύνεστι βαστάσασιν ἡμέρας βάρος.
Οὗτος, ὡς γέγραπται, ψυχικῆς σωτηρίας αἶτιος τῷ Σαρβήλῳ γεγονώς, καὶ βαπτίσας αὐτόν, διεβλήθη πρὸς τὸν ἡγεμόνα Λυσίαν. Καὶ ὁμολογήσας τὸν Χριστόν, ἐτύφθη σφοδρῶς. Εἶτα γραμμάτων βασιλικῶν καταφοιτησάντων παύσασθαι τὸν διωγμόν, ἀπελύθη τῆς φρουρᾶς, καὶ ἐν τῇ ἰδίᾳ γενόμενος Ἐκκλησίᾳ, καὶ τῷ Θεῷ εὐχαριστήσας, πρὸς Αὐτὸν ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ὁσίου Ἀφραάτου.
Ὁ σάρκα καὶ ζῶν νεκρὸς ὢν Ἀφραάτης,
Αἰωνίως ζῇ, καὶ νεκρὸς φανεἰς ἄπνους.
Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ὁσίου Ἀκεψιμά.
Ἀκεψιμάς την σάρκα χαίρων ἐξέδυ,
ἡ νεκρικῶς σταλείσα τὴν γῆν εἰσέδυ.

Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Δημητρίου τοῦ Χιοπολίτου, τοῦ ἐν Κωνσταντινουπόλει ἀθλήσαντος.
Θεσσαλονίκη, οὐκ ἔτισοι μόνῃ κλέος ἔσται,
Δημήτριος Μάρτυς, καὶ γὰρ ἔχει καὶ Χίος.

Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ὁσίου Γκίλτα, τοῦ ἐν Βρεττάνῃ.

Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ὁσίου Λαυρεντίου τοῦ ἐπισκόπου, τοῦ ἐν Κιέβῳ.

Τῇ αὐτῇ ἡμέρα, μνήμη τῶν Ὁσίων ἐπισκόπων· Γερασίμου, Ἰωνᾶ καὶ Πιτιρίμ, τῶν Ῥώσων.

Τῇ αὐτῇ ἡμέρα, μνήμη τοῦ Ὁσίου Ἀνδρέου τοῦ Ῥουμπλιόφ, τοῦ εἰκονογράφου.
Ταῖς αὐτῶν ἱκεσίαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.























ᾨδὴ ζ΄. Κανὼν πρῶτος. Οὐκ ἐλάτρευσαν.
Ῥῶσιν ἄνωθεν λαβὼν σεπτὲ Ἰγνάτιε, τοῦ πολεμήτορος, ἐπιβουλῆς χαλεπῆς, τὸν νοῦν σου ἀπήλλαξας, καὶ περιέφραξας, τοῦτον χάριτι, τῇ θείᾳ πνευματέμφορε, λογισμοῖς ἐν θεαρέστοις.
Ἐνδυσάμενος φωτὸς τὰ ὅπλα Ὅσιε, σοφῶς ἐπάλαισας, τοῦ σκότους τὸν ἀρχηγόν, καὶ νίκης Ἰγνατιε, γέρα δεξάμενος, πόθῳ ἔμελπες· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Τιμιώτατε Ἰγνάτιε τῆς κρείττονος, εὐκλείας μέτοχος, ἐπώφθης τὰς προσβολάς, δεινὰς καὶ τοξεύματα, τοῦ παναλάστορος, θείᾳ χάριτι, ἀζύγων θεῖον κόσμημα, ἀποκρούσας ἐν Σιναίῳ.
Θεοτοκίον.
Ἡ Παντάνασσα Παρθένος μὴ ἐάσῃς με, γενέσθαι ἕρμαιον τοῦ μισοκάλου ἐχθροῦ, κραυγάζων γεραίρω Σε, Θεογεννήτρια, ὥσπερ χείμαῤῥον, ἐκβλύζοντα τοῖς πέρασι, γλυκασμὸν ἀθανασίας

Κανὼν δεύτερος. Ὡς πάλαι τοὺς εὐσεβεῖς.
Ἀσκήσεως ἐκ παιδός, τὴν πεῖραν ἀνέλαβες, καὶ ἐν Σιναίῳ τῷ θαυμαστῷ, ἑαυτὸν καθάρας θεότητος πυρί, ἔψαλλες Ἰγνάτιε· Εὐλογητὸς εἶ πάντοτε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Δυνάμει τῇ θεϊκῇ, πρὸς μείζονα ἄσκησιν, σὺν τῷ Νικάνδρῳ συνασκητῇ, τῷ ἁγιωνύμῳ Ὄρει ἐν προσευχῇ, δοκιμὴν ᾐτήσασθε· Εὐλογητὸς εἶ κράζοντες, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ὡς ἔνδοξοι Ἀθληταί, δυὰς ἡ πανίερος, ἐκ τῆς τοῦ Ἄθωνος ἐκλογῆς, τῇ μεταμελείᾳ ἐπέστρεψαν εὐθύς, ἐν Σιναίῳ ψάλλοντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ἐμφύτευσον τῇ ψυχῇ μου, δένδρον πολύφορον, ἐκδυσωπῶ Δέσποινα Ἁγνή, διὰ τοῦ Σοῦ φόβου, καρποὺς προσαγαγεῖν, μετανοίας κράζων ἀεί· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.














ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Νέκρωσιν Ἰγνάτιε σαρκίου, ἀσκήσει ἐπιτυχὼν τῇ νυχθημέρῳ σου, σὴν ψυχὴν ἐζώωσας, θεαρέστοις πράξεσι, καὶ ταύτην θείας χάριτος, ταμεῖον ἄσυλον, καὶ σκεῦος δωρεῶν οὐρανίων, ἀπειργάσω Πάτερ, ἐνασκουμένων κλέος.
Εὔοσμον λευκάνθεμον Σιναίου, Ἰγνάτιε καὶ τῆς Κρήτης ἴον ἥδιστον, ὡς εὑρὼν πρὸς Κύριον, παῤῥησίαν Ὅσιε, τὴν δυσωδία τάχιστα, παθῶν ἐκδίωξον, τῶν νῦν ἐπιτελούντων σὴν μνήμην, μελιῤῥύτοις ὕμνοις, τὴν ἱερὰν καὶ θείαν.
Πόνους τοὺς ἀτρύτους σου πρὸς κτῆσιν, Ἰγνάτιε τῆς ἀόκνου ἐγρηγόρσεως, ἀρετῆς καὶ νήψεως, ὁ παντάναξ Κύριος, ἀμείβων σε εἰσήγαγεν, εἰς ἄνω δώματα, τὰ πάμφωτα ζωῆς τῆς ἀγήρω, ἔνθα σὺν Ἀγγελοις, εὐφραίνῃ αἰωνίως.
Θεοτοκίον.
Ἅπαντα τὰ σκάνδαλα τοῦ πλάνου, εκδίωξον ἀφ’ ἡμῶν Θεογεννήτρια, καὶ πρὸς τρίβον ἴθυνον, πολιτείας κρείττονος, τοὺς πόθῳ εὐφημοῦντάς Σε καὶ χαῖρε κράζοντας, καρδίᾳ ευχαρίστῳ Παρθένε, Μῆτερ του Ὑψίστου, ὑπερευλογημένη.

Κανὼν δεύτερος. Ἀστέκτῳ πυρί.
Ὑμνῶ σε Ἰγνάτιε θεῖε, σὺν τῷ ἀριστεύσαντι Νικάνδρῳ μαθητῇ σου, εὐλαβείας δὲ πεπλησμένος, ὕμνον προσάδω Θεῷ· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἀκτήμων ὑπάρχων ἐνθάδε, ἐν τῷ οὐρανῷ ἐγένου πάμπλουτος θεόφρον, ἐγὼ δὲ πλουτῶν ἁμαρτίαις, ἐν μετανοίᾳ βοῶ· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Γυμνὸς ἀρετῶν τε καὶ ἔργων, τρέμω καὶ στενάζω μετανοίᾳ ὡς ὁ τάλας, καὶ πρὸς Κύριον ἔτι κράζω, ἐκ βαθέων τὸν ὕμνον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Γαλήνη ὑπάρχεις Παρθένε, πάντων τῶν ἀνθρώπων ἐν δεινοῖς χειμαζομένων, ἀσφαλής τε ἄγκυρα Μῆτερ, τῶν ἐν πίστει ψαλλόντων· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.









ᾨδὴ θ΄. Κανὼν πρῶτος. Ἅπας γηγενής.
Ἴθυνον πιστούς, τοὺς μνήμην γεραίροντας, τὴν σὴν Ἰγνάτιε, πρὸς ἀϊδιότητα, πνευματοφόρε Σιναίου σέμνωμα, καὶ Ἀσκητῶν ὡράϊσμα περικαλλέστατον, σαῖς πρεσβείαις, πρὸς τὸν πολυεύσπλαγχνον, Ἰησοῦν καὶ Σωτῆρα τῆς κτίσεως.
Νῦν ἐγκρατευτά, καρπὸν ὁ δρεπόμενος χαρᾶς ἀτέρμονος, καὶ τρυφῶν τοῦ ὕδατος, ζωῆς ἀγήρω ἡμῶν μελώδημα, αὐτὸ θυσίαν πρόσδεξαι, ὥσπερ εὐπρόσδεκτον, καὶ ἐξαίτει, ἄφεσιν Ἰγνάτιε, τῶν πταισμάτων ὑψόθεν προσφύγων σου.
Ὡς ἀσκητικῆς, ζωῆς θείαν ἄκατον, τὴν διαπλεύσασαν, ἐν Σιναίῳ θάλασσαν, παρόντος βίου καλῶς καὶ φθάσασαν, εἰς ὅρμον τὸν οὐράνιον, σὲ μεγαλύνοντες, ἐκβοῶμεν· πρὸς λιμένα εὔδιον, σοὺς ἱκέτας Ἰγνατιε ἴθυνον.
Θεοτοκίον.
Χάριτος πηγή, ἀείῤῥυτε Δέσποινα, Θεοχαρίτωτε, σκέπε καὶ διάσωζε, ἀνάγκης πάσης καὶ περιστάσεως, τοὺς πόθῳ καταφεύγοντας, τῇ ἀντιλήψει Σου, καὶ σκανδάλων, τοῦ δεινου ἀλάστορος, ἀνωτέρους ἡμᾶς διαφύλαττε.

Κανὼν δεύτερος. Καινὸν τὸ θαῦμα.
Ἐν φόβῳ ἤνυσας θεοπρεπῶς, τὸν σὸν δρόμον δι’ ἄκρας ἀκτημοσύνης, σαφέστατα ἐκ νεότητος, γυμνὸς ἐν τῷ βίῳ, τὰ γὰρ αἰώνια προσκαρτερῶν ἀγαθά, στολὴν Ἀγγέλων περιεβλήθης, ὅθεν ἐν πίστει, σὲ ἀνυμνοῦμεν θεῖε Ἰγνάτιε.
Λαὸς ὑμνεῖ σε Ῥεθύμνης βλαστόν, καὶ Σιναίου ὄρους Ἀσκητῶν Ἁγίων, σεπτὸν νήψεως διδάσκαλον. Πατέρων τὸ κλέος πνευματοφόρον ὤφθης ἐκμαγεῖον Θεοῦ, καὶ θείας ἀπεικόνισμα δόξης· διὸ αἰτοῦμεν, τὰς σὰς πρεσβείας Πάτερ Ἰγνάτιε.
Ὁ θείας χάριτος παρὰ Χριστοῦ, εἰληφὼς τήν τε πρόσκαιρον καὶ ματαίαν, ζωὴν μισήσας Ἰγνάτιε, νῦν ἀγαλλιᾶσαι, μετὰ τῶν ἄνω χαίρων Ἀσωματων χορῶν, πρεσβεύων ἀεὶ ὑπὲρ αἰτούντων, δόξαν τὴν ἄφθιτον, παρὰ Κυρίου τοῦ Παντοκράτορος.
Θεοτοκίον.
Ὑπὸ τῆς πτώσεως πάλαι ἐχθροῦ, τὸ ἀνθρώπινον ὑπεδουλώθη γένος, τοῖς πάθεσιν ἁμαρτίας. Σὺ δὲ Θεοτόκε, καθ’ ὃ ἐκτήσω δόξαν παρὰ τοῦ πάντων Θεοῦ, ἐλάμπρυνας γένος τῶν ἀνθρώπων. Σὲ γὰρ Παρθένε, ὡς Θεομήτορα μεγαλύνομεν.






Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀσκητικοῖς παλαίσμασιν, εὐαρεστήσας Ὅσιε, τῷ Πανοικτίρμονι Λόγῳ, σῇ προσευχῇ καὶ νηστείᾳ, Αὐτοῦ τὸ θεῖον ὄνομα, ἐδόξασας Ἰγνάτιε· διὸ καὶ δόξης κρείττονος, κατηξιώθης τρυφῆσαι, τῆς ἐν σκηναῖς οὐρανίαις.
Ἕτερον. Ὅμοιον. Κυρίλλου ἐπισκόπου Κογεράκη.
Ῥεθύμνης τὸ ἀμάραντον, βλαστὸν ἀνευφημήσωμεν, τὸν ἐν Σιναίῳ τῷ ὄρει, ἀσκητικῇ πολιτείᾳ, ὡς ἄνθος ἐξανθήσαντα, Ἰγνάτιον τὸν Ὅσιον. Αὐτου γὰρ νῦν ἐπέφανεν, ἡ χαριτόδωρος μνήμη, εὐωδιάζουσα κόσμον.
Θεοτοκίον.
Ἀγγέλων ἀγαλλίαμα, καὶ Ἀσκητῶν καλλώπισμα, Θεοκυῆτορ Μαρία, τὸν Σὸν Υἱὸν καὶ Δεσπότην, ἀπαύστως καθικέτευε, ὑπὲρ τῶν ἀνυμνούντων Σε, ἵνα ῥυσθῶμεν θλίψεων, ὀδυνηρῶν ἀλγηδόνων, καὶ πάσης ἄλλης ἀνάγκης.

Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ἰγνάτιε Ὅσιε Χριστοῦ, ὡς ἀστὴρ πολύφωτος, ἐν τῷ Σιναίῳ διέλαμψας, καὶ κατεπύρσευσας, τῶν ἀζύγων δήμους, θείαις ὑποθήκαις σου, καὶ τρόποις ἀκλινοῦς σου ἀσκήσεως. Διὸ τιμῶντές σε, κατ’ ἀξίαν ἐκτελοῦμέν σου, μνήμην πάντες, τὴν θείαν γηθόμενοι.

Ῥεθύμνης θειότατε βλαστέ, Ἀσκητὰ Ἰγνάτιε, τὴν σὴν πατρίδα κατέλιπες, καὶ χαίρων ᾤκησας, ἔρημον Σιναίου, ἣν καὶ τῶν ἀγώνων σου, κατέδειξας κονίστραν πανίερον, θεοειδέστατε, ὅθεν πάντες σε γεραίρομεν, ὡς τοῦ πλάνου, ἐχθροῦ ὀλετήριον.

Ἀκτῆμον καὶ πρᾶε Ἀσκητά, προσευχῇ ἀόκνῳ σου, καὶ ἐγκρατείᾳ ἐκόσμησας, ψυχῆς ἱμάτιον, ὅθεν λαμπροχίτων, εἰς χαρὰν Κυρίου σου, εἰσῆλθες οὐρανίου Ἰγνάτιε, ἐν ᾗ ἀείποτε, δυσωπεῖς αὐτὸν ῥυσθῆναί με, πάσης βλάβης, ἐχθροῦ τὸν ὑμνοῦντά σε.

Νεκρώσας φρονήματα σαρκός, νυχθημέροις πόνοις σου, Χριστῷ τὸν νοῦν σου ἀνέτεινας, καὶ γνησιώτατος, μύστης καὶ θεράπων, τοῦ Υἱοῦ τοῦ Κτίσαντος, ἐδείχθης ἐν Σιναίῳ Ἰγνάτιε, Ὃν καθικέτευε, δωρηθῆναι τοῖς τιμῶσί σε, ἄμφω ῥώμην, ψυχῆς τε καὶ σώματος.

Δόξα. Ἦχος πλ. α΄.
Τὰ ἄνω φρονῶν καὶ ποθῶν Ἰγνάτιε, τῶν κάτω σοφῶς ὑπερεφρόνησας, καὶ ὡς ἰσουράνιος μέρωψ, ἐν Σιναίῳ τῷ δυσπροσίτῳ ἐβίωσας. Σὺ γὰρ ἀσκητικῶς διαπρέψας, ὡς ἐγκρατὴς καὶ Ὅσιος, κόσμος ὤφθης τῆς αζύγων χορείας ἱερώτατε. Διὸ καὶ κοινωνὸς γενόμενος Θεοῦ τῆς δοξης, μὴ παύσῃ Αὐτῷ πρεσβεύων καταπέμψαι, δαψιλῶς τοῖς τιμῶσι σε, τὸ μέγα καὶ πλούσιον ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε Θεοτόκε Παρθένε...

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ τυπικά, οἱ μακαρισμοί, καὶ ἐκ τοῦ κανόνος τοῦ Ὁσίου, ἡ γ΄ καὶ στ΄ ᾠδή. Ἀπόστολον καὶ Εὐαγγέλιον ζήτει τῇ Ε΄ Δεκεμβρίου.

Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

Μεγαλυνάριον.
Χαίροις τῆς Ῥεθύμνης τερπνὸς βλαστός· χαίροις τοῦ τοῦ Σιναίου, τῶν ἀζύγων ὁ φρυκτωρός· χαίροις ἀκτησίας, καὶ νήψεως λυχνία, Ἰγνάτιε φωσφόρε, πίστεως ἔρεισμα.
Ἕτερον. Κυρίλλου ἐπισκόπου Κογεράκη.
Χαίροις ὦ Ἰγνάτιε θαυμαστέ, τῶν ἐν τῷ Σιναίῳ, μοναζόντων κλέος λαμπρόν· χαίροις τῆς Ῥεθύμνης, ὁ θεοφόρος γόνος, καὶ ἀληθὴς προστάτης, τῶν προστρεχόντων σοι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου