Τῌ ΚΗ´ ΤΟΥ
ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ
ΤΟΥ ΟΣΙΟΥ
ΝΗΦΩΝΟΣ ΤΟΥ ΝΕΟΥ ΚΟΙΝΟΒΙΑΡΧΟΥ
Κτίτορος ἱερῶν
Μονῶν ἐν ταῖς νήσοις τοῦ Αἰγαίου καὶ τῆς τοῦ Εὐαγγελισμοῦ τῆς Θεοτόκου ἐν
Σκιάθῳ.
ΑΚΟΛΟΥΘΙΑ
Ποίημα Χαραλάμπους Μπούσια
ΕΝ ΤΩ ΜΙΚΡΩ
ΕΣΠΕΡΙΝΩ
Μετὰ
τὸν Προοιμιακὸν εἰς τὸ Κύριε ἐκέκραξα ἰστῶμεν στίχους δ´ καὶ ψάλλομεν τὰ ἑξῆς
Προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Νεολαμπέστατον ἄστρον Χριστοῦ τῆς πίστεως, ἐν νήσοις
τοῦ Αἰγαίου, τηλαυγῶς ἀνατείλαν, καὶ πᾶσαν τὴν Ἑλλάδα θεολαμποῦς, ἀστραπαῖς
καταυγάσαντα, Νήφωνα μέλψωμεν ἄσμασι καὶ ᾠδαῖς, ὡς Ἀγγέλων ἰσοστάσιον.
Ἐν τῇ Σκιάθῳ σεμνεῖον λαμπρὸν ἐδόμησας, τῆς
Εὐαγγελιστρίας, θεοφόρητε Νήφων, ἀσκήσεως κινύρα ὅ προσευχῆς, ἐργαστήριον ἔδειξας,
ἀδιάλειπτου καὶ τέμενος ἀγωγῆς, ἀκραιφνοῦς πάτερ ἰσάγγελε.
Τὸν μαθητὴν τῶν μεγάλων πατέρων μέλψωμεν, σοφοῦ
Ἁγιορείτου, Νικόδημου Παρίου, σεπτοῦ Ἀθανασίου καὶ ἱεροῦ, Μακαρίου περίδοξον,
Νήφωνα κλέος ἁπάντων ἡσυχαστῶν, Ἐκκλησίαν τὸν λαμπρύναντα.
Τῆς νήσου Χίου τὸν γόνον τὸν ἑξανθήσαντα, ἐν ὄρει τῷ
Ἁγίω, ἄρτι Νήφωνα πάντες, βλαστοὺς χρηστοηθείας ὑπακοῆς, προσευχῆς κατανύξεως,
καὶ ταπεινώσεως μέλψωμεν εὐλαβῶς, ὥσπερ μέροπα οὐράνιον.
Δόξα. Ἦχος β´.
Ὅσιε πάτερ, Νήφων μακάριε, ὁ μονοχίτων καὶ ἀνυπόδητος,
Θεῷ εὐηρέστησας τῇ καθαρᾷ πολιτείᾳ καὶ ἀσκήσεως τρόποις, σου ἐν Ἄθωνι καί
νήσοις τοῦ Αἰγαίου ἄρτιος· ὅθεν τὴν σὴν μνήμην γεγηθότες τελοῦμεν καὶ
μεγαλύνοντες τοὺς τίμιους μόχθους σου πρὸς θέωσιν Χριστὸν τὸν Θεὸν ἡμῶν δοξάζομεν
τὸν λαμπρῶς καὶ ἀξίως σε δοξάσαντα.
Καὶ νῦν. Ὁ αὐτός. Τῆς Ἑορτῆς.
Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος ἐκ τῆς ἁγίας Παρθένου
πεφώτισται τὰ σύμπαντα. Ποιμένων γὰρ ἀγραυλούντων καὶ Μάγων προσκυνούντων,
Ἀγγέλων ἀνυμνούντων, Ἡρώδης ἐταράττετο· ὅτι Θεὸς ἐν σαρκὶ ἐφάνη Σωτὴρ τῶν ψυχῶν
ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β´. Οἴκος τοῦ
Ἐφραθᾶ.
Χαίροις τῶν νεαυγῶν, πατέρων κοσμιότης, πνευματοφόρε
Νήφων, οἰκῆτορ καὶ κοσμῆτορ, Σκιάθου ἐνθεώτατε.
Στίχος: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ
Ὁσίου Αὐτοῦ.
Ἤγειρας εὐλαβῶς, ἐν νήσοις τοῦ Αἰγαίου, τῇ
Εὐαγγελίστριᾳ, Κυρίᾳ Θεοτόκῳ, σεμνεία Νήφων Ὅσιε.
Στίχος: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν
Κύριον.
Ὅσιε ἀσκητά, ἀμείβων σοὺς καμάτους, ἀσκητικοὺς ὁ
Κτίστης, ἀξίως θεοφόρε, σὲ Νήφων ἐθαυμάστωσε.
Δόξα. Τριαδικόν.
Νήφωνος ταῖς λιταῖς, Τριὰς ὑπεραγία, Πάτερ Υἱὲ καὶ
Πνεῦμα, ἐλέησον τὸν κόσμον, ἀεὶ δοξολογοῦντά σε.
Καὶ νῦν. Θεοτοκίον.
Πάντας τοὺς εὐλαβῶς, ἁγνὴ Θεογεννῆτορ, πληθὺν σῶν
θαυμάσιων, ὑμνοῦντας ἐν τῇ σκέπῃ, τῶν σῶν πτερύγων φύλαξον.
Νῦν ἀπολύεις.
Τρισάγιον. Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ. Καὶ Ἀπόλυσις.
ΕΝ ΤΩ ΜΕΓΑΛΩ
ΕΣΠΕΡΙΝΩ
Μετὰ
τὸν Προοιμιακὸν τὸ Μακάριος ἀνὴρ , εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ´
καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ´. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ταπεινώσεως ἄγαλμα, διακρίσεως μάργαρον, τῆς
ἀδιάλειπτου εὐχῆς μυράλειπτρον, καὶ οἰκητήριον νήψεως, χρυσοτευκτον Ὅσιε, Νήφων
πᾶσι τηλαυγῶς, ὥσπερ Ἄγγελος ἔλαμψας, καὶ κατηύγασας, ἀρετῶν σου ἀκτῖσι πάσαν
κτίσιν, τὴν τιμῶσαν σοὺς ἀγῶνας, τοὺς πανιέρους πρὸς θέωσιν.
Τὸ περίδοξον βλάστημα, νήσου Χίου ἀνθήσαντα, ἐν
ἐσχάτοις ἔτεσι καὶ μυρίσαντα, ἀσκητικοῖς κατορθώμασιν, ὑφήλιον ἅπασαν, Ἀθωνίτην
μοναστήν, θεοφώτιστον Νήφωνα, ἐπαινέσωμεν, μελῳδήμασι θείοις καὶ παντέρπνοις,
ἐφυμνίοις ὡς ἀζύγων, νεοφανῶν ἀγαλλίαμα.
Τῆς τοῦ κόσμου συγχύσεως, ὑπερόπτην τὸν ἔνθεον, Νήφωνα
εὐσχήμως ἐγκωμιάσωμεν, τὸν ἐποφθέντα ἀρχέτυπον, ἄοκνου ἀσκήσεως, ἀσιγήτου
προσευχῆς, ἀσιτίας καὶ νήψεως πόθω κράζοντες· ὁ ἐν χρόνοις ἐσχάτοις τῶν ἀρχαίων,
ἀναζωγραφήσας βίον, πατέρων χαῖρε πανεύφημε.
Ἐν Σκιάθῳ ἐδόμησας, Μάνδραν Νήφων περίλαμπρον,
Εὐαγγελιστρίᾳ τῇ Θεομήτορι, ἣν προσευχῆς ἐργαστήριον, ἀνέδειξας πάντιμον, καὶ
ἀσκήσεως λαμπρᾶς, ἱερώτατον τέμενος· ὅθεν σήμερον, τὴν ἁγίαν σου μνήμην
ἐκτελοῦντες, Ἰησοῦν τὸν γεννηθέντα, ἐν Βηθλεὲμ μακαρίζομεν.
Γεωργὸς ὡς ἀκάματος, τῶν ψυχῶν Νήφων Ὅσιε, ἀφθαρσίας ἄσταχυν
ἐγεώργησας, τῇ γεωργίᾳ τῇ κρείττονι, καὶ γέγονας πρότυπον, ἀσκητῶν θεοειδῶν,
αἰτουμένων τελείωσιν ἐν τοῖς ἔτεσι, τοῖς ἐσχατοις θεόφρον Ἀθωνῖτα, ὁ ποθῶν ἐν
βίῳ μόνον, προσομιλεῖν τῷ Παντάνακτι.
Συμπαθείας πρὸς πάσχοντας, καὶ πτωχοὺς ἄκρον ἄωτον, ἐκ
τοῦ ὑστερήματος πᾶσι πένησιν, ἐδίδους καὶ χρείαν ἐχουσι, σεπτὲ Νήφων Ὅσιε, καὶ
τῶν λόγων σου φωτί, τοὺς ἐν σκότει καθεύδοντας, καθωδήγησας, πρὸς ἀνέσπερον
φέγγος σωτηρίας, καὶ νομὰς χαρᾶς ἀφθίτου, καὶ ἀϊδίου τερπνότητος.
Δόξα. Ἦχος πλ. β´.
Ἡσυχαστῶν νεοφανῶν τὸν κοσμήτορα, τὸ εὔχρηστον σκεῦος
τῶν δωρεῶν τοῦ θείου Πνεύματος, καὶ φιλανθρωπίας καὶ νήψεως τὸν γνώμονα, Νήφωνα
τὸν σεπτόν, μακαρίσωμεν· οὗτος γὰρ ὡς ἐρήμου πολίτης καὶ τῶν πάλαι ἀσκητῶν
ὁμόζηλος ἐν Ἄθωνι τὴν κλίμακα τῶν ἀρετῶν ἀνῆλθε καὶ ἐν ταῖς νήσοις τοῦ Αἰγαίου
κοινόβια λαμπρὰ ἐσύστησε· καὶ νῦν Χριστῷ τῷ Θεῷ ἡμῶν παριστάμενος ἀδιαλείπτως
Αὔτω πρεσβεύει ὑπὲρ τῆς ἐν Χριστῷ τελειώσεως πάντων τῶν εὐσεβούντων καὶ
σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Ὁ αὐτός. Τῆς Ἑορτῆς.
Χορεύουσι πάντες ἐν οὐρανῷ καὶ ἀγάλλονται σήμερον,
σκιρτᾷ δὲ πᾶσα ἡ κτίσις διὰ τὸν γεννηθέντα ἐν Βηθλεὲμ Σωτῆρα Κύριον, ὅτι πᾶσα
πλάνη τῶν εἰδώλων πέπαυται καὶ βασιλεύει Χριστὸς εἰς τοὺς αἰῶνας.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς
ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (κέφ. β´ 1-11)
Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῷ Θεῷ, ἑτοίμασον τὴν
ψυχήν σου εἰς πειρασμόν, εὔθυνον τὴν καρδίαν σου καί καρτέρησον καὶ μὴ σπεύσῃς
ἐν καιρω ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῆς, ἵνα αὐξηθῆς ἐπ᾿ ἔσχατών σου.
Πᾶν ὁ ἐὰν ἐπαχθῆ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον ὅτι
ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον
αὐτῷ καὶ ἀντιλήψεταί σου, εὔθυνον τὰς ὁδούς σου καί ἔλπισον ἐπ᾿ αὐτόν. Οἱ
φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ
πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ
φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε
εἰς ἀρχαίας γενεᾶς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίω καὶ κατησχύνθη ; Ἤ τίς
ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτὸν ; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος
καὶ ἀφίησιν ἁμαρτίας καὶ σώζει ἐν καιρῷ θλίψεως.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (κέφ. α´
1-10)
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε
περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν. Ὅτι
εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ.
Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει
ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν
σώματι καταχρῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ
ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσύνετων καί ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας.
Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καί οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ. Ὅτι
τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς
γλώσσης ἀκουστῆς· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ
πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ παροδεύσῃ αὐτὸν
ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἐσται, λόγων δὲ αὐτοῦ
ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὓς ζηλώσεως ἀκροᾶται
τὰ πάντα καί θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (κέφ. γ
1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὀψει
ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες
μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὐρεν αὐτοὺς ἄξιους
ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο
αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ
διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος
εἰς τοὺς αἰώνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν
ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὀσίοις αὐτοῦ καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ. Ἰδιόμελα. Ἦχος α´.
Παύσασθε τὰς τρικυμίας ὕδατα τοῦ Αἰγαίου, καὶ ἐν
ἠρεμίᾳ καὶ γαλήνῇ τιμήσατε, τὸν νέον κοινοβιάρχην, Ὅσιον Νήφωνα, τὸν ἀρτίως
πολλάκις ὑμᾶς διαπλεύσαντα· οὗτος γὰρ ἀκατάσειστος κρηπίς, προσευχῆς ὀφθεὶς καί
νήψεως, ἐν Λειψοῖς καὶ Πάτμῳ καὶ Ἰκαρίᾳ καὶ Σκιάθῳ, μονὰς περιδόξους τῇ
Εὐαγγελιστρίᾳ Θεοτόκῳ ἐδόμησε· καί νῦν σὺν Ἀγγέλων χορείαις εὐφραινόμενος ἐν
πόλῳ δόξης, Χριστῷ τῷ Παμβασιλεῖ καί Θεῷ ἡμῶν πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν τῶν
τιμώντων ἐν ᾄσμασιν, αὐτοῦ τὴν πανίερον ἄσκησιν.
Ἦχος β´.
Ὁσιότητος κέρας, Νήφων παμμακάριστε, τῆς ἀφιλαργυρίας
κανὼν ἀκριβέστατε, τὴν ἀρετὴν ἐπιμελῶς ἤσκησας καὶ Χριστοῦ ἀκλινῶς τὰ ἐντάλματα
τηρήσας, ὄργανον γέγονας τοῦ παναγίου Πνεύματος· ἀνελθῶν οὖν πασῶν τῶν ἀρετῶν
τὰς βαθμίδας ἐκομίσω θεϊκῶν χαρισμάτων τὴν ἐνέργειαν ὥστε πάσαν νόσον
θεραπεύειν δαιμόνων πλῆθος ἐκδιώκειν καὶ πρεσβεύειν ἀπαύστως ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Ἦχος γ´.
Τὸν ἰσαγγέλως πολιτευσάμενον ἐν τοῖς ἐσχάτοις χρόνοις,
καὶ ζηλωτὴν ὀφθέντα τῶν ἀῤῥεύστων καί αἰωνίων, Νήφωνα τὸν νεαυγέστατον Ὅσιον, καθηκόντως
οἱ πιστοὶ εὐφημήσωμεν, οὗτος γὰρ ὑπερφυεῖς διανύσας ἀγῶνας, ἐν Ἄθωνι καὶ νήσοις
τοῦ Αἰγαίου, ἀνενδότως ἐπάλαισε πρὸς τὰς ἐξουσίας τοῦ σκότους, τοῦ παρόντος
αἰῶνος· προσενεγκῶν οὖν ὡς δῶρον τῷ Κυρίῳ, τοὺς ἱδρῶτας τῶν ἀσκητικῶν αὐτοῦ
καμάτων, ἀντεδοξάσθη παρὰ Κυρίου, τοῦ νέμοντος ἀξίως τὰ γέρα, καὶ παρέχοντος
ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος δ´.
Τὴν ἐτήσιον μνήμην σου σὺν τῇ τοῦ Χριστοῦ ἐνσαρκώσει
χαρμονικῶς ἑορτάζομεν σήμερον, Νήφων πάτερ Ὅσιε, κοινοβιάρχα νεολαμπέστατε· εὐλαβῶς
γὰρ αἰνοῦντες τοὺς νυχθημέρους σου πόνους, πρὸς δόξαν τοῦ Θεανθρώπου Κυρίου καὶ
ἐν Αὐτῷ τελείωσιν θείας εὐφροσύνης πληρούμεθα, καί ἐν κατανύξει ψυχῆς βοῶμεν· πάρεσο
καί νῦν ἀοράτως, λυτρούμενος ἡμᾶς ἐκ πειρασμῶν καὶ θλίψεων καὶ σώζων ἐκ τῆς
ἐπιβουλῆς τοῦ Βελίαρ τοὺς μεγαλύνοντας πόθῳ τὰ σεπτά σου παλαίσματα.
Δόξα. Ἦχος πλ. α´.
Ἔρωτι φλεγόμενος Κυρίου τὴν καρδίαν κατέλιπες Χίον,
τὴν σεμνυνομένην τοῖς σοῖς σπαργάνοις καὶ Ἄθωνα ᾤκησας, Νήφων πανθαύμαστε· ἐν
αὐτῷ γὰρ νηστείᾳ ἐπιμόνῳ καί προσευχῇ ἀδιαλείπτῳ τὴν σάρκα ἐνέκρωσας σὺν τοῖς
παθήμασι καί ταῖς ἐπιθυμίαις· ζωώσας οὖν τὸ πνεῦμα Ἀγγέλων δήμοις ἠξιώθης διὰ
παντὸς αὐλίζεσθαι, καὶ πρεσβεύειν Κυρίω ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Ὁ αὐτός. Τῆς Ἑορτῆς.
Μάγοι Περσῶν Βασιλεῖς ἐπιγνόντες σαφῶς τὸν ἐπὶ γὴς
τεχθέντα Βασιλέα οὐράνιον ὑπὸ λαμπροῦ ἀστέρος ἑλκόμενοι ἔφθασαν εἰς Βηθλεὲμ δῶρα
προσφέροντες ἔγκριτα χρυσὸν καὶ λίβανον καί σμύρναν καὶ πεσόντες προσεκύνησαν, εἶδον
γὰρ ἐν τῷ Σπηλαίῳ βρέφος κείμενον τὸν Ἄχρονον.
Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια. Ἦχος πλ.
α. Χαίροις, ἀσκητικῶν.
Χαίροις, τῆς νήσου Χίου βλαστέ, Ἁγίου Ὄρους
πολυτίμητον κόσμημα, καὶ νήσων Αἰγαίου κλέος, ὁ δι᾿ ἀγώνων λαμπρῶν, ἐν ἐσχάτοις
χρόνοις Νήφων Ὅσιε, εἰς πλάτος θεώσεως, καταντήσας περίβλεπτον· διὸ σὲ πάντες, εὐλαβῶς
μακαρίζοντες, τοὺς καμάτους σου, ἐπαινοῦμεν πρὸς θέωσιν, καὶ εὐθαρσῶς
κραγάζομεν, σεμνότητος πρόβολε, ἴσθι ἡμῶν ἀντιλήπτωρ, καὶ βοηθὸς ἐν τοῖς κλύδωσιν,
ἀνύστακτος βίου, τῶν ἐν πίστει αἰτουμένων, σὴν θείαν εὔνοιαν.
Στίχος: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ
Ὁσίου Αὐτοῦ.
Χαίροις, ἀδιάλειπτου εὐχῆς, καὶ ἀπαθείας θησαυρὸς ὁ
πολυόλβος, ὁ Ὅσιος Ἀθωνίτης ἐν τοῖς ἐσχάτοις καιροῖς ἀνελθῶν εἰς ὕψος δυσαντίβλεπτον
Θεοῦ ἐπιγνώσεως καί θεώσεως Ἅγιε ἔνθεν πυξία
θείας
χάριτος εἰληφας, Νήφων ἔνδοξε, ἴσουρανιε ἄνθρωπε· ὅθεν νῦν εὐφημοῦντές σου, τὴν
μνήμην γηθόμενοι, τὴν παμφαῆ καί φωσφόρον
ἔκδυσωπουμέν
σε· λύτρωσαι, κίνδυνων παντοίων, καὶ ἐχθίστου ἐπήρειας, τοὺς σοὶ προσφεύγοντας.
Στίχος: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κὺριον.
Χαίροις, ὁ ἐν ἀσκήσει λαμπρᾷ, ἀρχιπελάγους ἐν ταῖς
νήσοις θεσπέσιε, συντρίψας τοῦ μισοκάλου, τὴν μυσαρὰν κεφαλήν, καὶ τῆς εὐσεβείας
στήσας τρόπαιον, πατέρων ἀκρώρεια, προεστώτων εὐπρέπεια, ἀκτημοσύνης, προσευχῆς
ταπεινώσεως, καὶ ἀσκήσεως,
ἀκραιφνοῦς
στηλογράφημα, πρέσβευε τῷ Παντάνακτι. ὑπὲρ τῶν ὑμνούντων σου, τὴν πανακήρατον
μνήμην, ὠδαῖς εὐτάκτοις καὶ ᾄσμασι καί δόξαν πεμπόντων τῷ ἐν χρόνοις τοῖς
ἐσχάτοις σὲ ἁγιάσαντι.
Δόξα. Ἦχος δ´.
Τὸν ταμειοῦχον τῆς χάριτος καὶ σύνοικον πρακτικῆς
σοφίας Νήφωνα τὸν νέον κοινοβιάρχην, ἀξιοχρέως εὐφημήσωμεν· οὗτος γὰρ ἱδρωτῶν
χεύμασι καὶ παννύχοις δεήσεσι τὴν σάρκα κατέτηξε καὶ τὸν νοῦν ἐζώωσε ποθεῖν
μόνον τὸν Κύριον καὶ νῦν σὺν Ἀγγέλων συγχορεύων δήμοις ἀδιαλείπτως Χριστῷ τῷ
Θεῷ ἡμῶν πρεσβεύει ἡμῖν καταπέμψαι τὸ πλούσιον ἔλεος.
Καὶ νῦν. Ὁ αὐτός. Τῆς Ἑορτῆς.
Σπηλαίῳ παρῴκησας, Χριστὲ ὁ Θεός, φάτνη ὑπεδέξατο,
Ποιμένες δὲ καὶ Μάγοι προσεκύνησαν. Τότε δὴ τῶν Προφητῶν ἐπληροῦτο τὸ κήρυγμα·
καὶ Ἀγγέλων αἱ δυνάμεις ἐθαύμαζον βοῶσαι καὶ λέγουσαι· Δόξα τῇ συγκαταβάσει
Σου, μόνε Φιλάνθρωπε.
Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον
Λόγον.
Ἀρετὴν τὸν ἀρτίως φιλοῦντα, νήφοντα καὶ τῶν πατέρων
τῶν πάλαι ἀσκητικὴν ἀγωγὴν, τὸν ζηλοῦντα, θεῖον Νήφωνα, τιμήσωμεν, φάρον ὡς νήσων
τηλαυγῆ, τοῦ Αἰγαίου ἀστραπαῖς, φωτίζοντα εὐσέβειας, ψυχᾶς τὰς ἐζοφωμένας, θερμᾶς
αὐτοῦ λιτᾶς αἰτούμενοι.
Ἕτερον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Νήσου Χίου τὸν γόνον, ὄρους Ἄθωνος ἄνθισμα καὶ
ἡδύπνουν νήσων Αἰγαίου ἄνθος ὑμνοις τιμήσωμεν, τὸν κτίτορα τοῦ Εὐαγγελισμοῦ
μονῆς ἐν τῇ Σκιάθῳ τῆς λαμπρᾶς, θεῖον Νήφωνα, ἐκθύμως ὡς ἀσκητὴν θεοπνουν
ἀνακράζοντες· Δόξα, τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα, τῷ σὲ στεφανώσαντι, δόξα τῷ
δεδοκότι σοὶ ἡμῖν πρέσβυν ἀκοίμητον.
ΕΝ ΤΩ Ὁ Ρ Θ Ρ Ω
Μετὰ
τὸν Ἑξάψαλμον τὸ Ἀπολυτίκιον, ὡς ἐν τῷ Μεγάῳ Ἑσπερινῷ, μετὰ δὲ τὴν α´
Στιχολογίαν Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Ὁσίων ἀσκητῶν, ἐγκαλλώπισμα νέων, πατέρων νηπτικῶν, ὁ
βαδίσας τὰς τρίβους, ἐσχάτοις ἐν ἔτεσι, Νήφων πνευματοφόρητε, καὶ εἰς ἄῤῥητον, καὶ
δυσθεώρητον ὕψος, τελειώσεως, τῆς ἐν Χριστῷ καταντήσας, ἡμῶν ἴσθι πρόμαχος.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὅμοιον.
Ἐτέχθης ἐν σαρκί, ἐξ ἁγίας Παρθένου, ἀτρέπτως Βασιλεῦ,
Βηθλεὲμ ἐν Σπηλαιῷ, διὸ ὕμνον μεθέορτον, ταῇ ἀφράστῳ κυήσει σου, ἀναμέλποντες,
δοξολογοῦμεν
Οἴκτιρμον, τὸ Σὸν ἔλεος, δι᾿ οὗ τῆς πάλαι κατάρας, ἡμᾶς ἠλευθέρωσας.
Μετὰ τὴν β´. Στιχολογίαν Κάθισμα. Ἦχος
γ´. Ἡ παρθένος σήμερον.
Ἀρετῆς καὶ νήψεως, τὸν ταμειοῦχον πατέρα, τὸν ἀρτίως
λάμψαντα, μαρμαρυγαῖς ἀκτησίας, μέλψωμεν, καὶ ἀπάθειας λαμπραῖς ἀκτίσι,
κράζοντες· Νήφων Ὁσίων πατέρων εὖχος, ὁ τῇ Εὐαγγελιστρίᾳ, Μονὰς δομήσας χαῖρε
σοφὲ ἀσκητά.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ
Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι, μετὰ Ποιμένων δοξολογουσι, Μάγοι δε,
μετὰ ἀστέρος ὀδοιποροῦσι· δι᾿ ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ´. Τὴν
ὡραιότητα.
Θρέμμα τὸ κάλλιστον, τῆς Χίου μέλψωμεν, τὸν ἐνθεώτατον,
Ἄθωνος ἔνοικον, τὸν κορυφαῖον ἀσκητὴν τῶν νήσων Αἰγαίου πόθῳ, πάντες
εὐφημήσωμεν, εὐλαβῶς ἀνακράζοντες· θησαυρὲ πολυόλβε ἀκτησίας καὶ νήψεως, μὴ
παύσῃ δυσωπῶν ὑπὲρ πάντων, Κτίστην τὸν θεῖον, Νήφων μάκαρ.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ ἀναλλοίωτος, καὶ ὑπερούσιος, Λόγος τοῦ Κτίσαντος δι᾿
ἀγαθότητα, ἐν τοῖς ἐσχάτοις τοῖς καιροῖς ἐτέχθης ἐκ τῆς Παρθένου, ἐν Σπηλαίῳ
Κύριε, Βηθλεὲμ τὸ σμικρότατον, ὁ συνέχων σύμπαντα τῇ παλάμῃ σου ἀπάντα· διὸ σὺν
τοῖς Ποιμέσι καί Μάγοις πίστει θερμῇ Σε προσκυνοῦμεν.
Τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον
Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ. Στίχος:
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὁσιακόν. Ὁ Ν´ Ψαλμός.
Δόξα: Ταῖς τού Σου Ὁσίου, πρεσβείαις,
Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον....
Ἰδιόμελον. Ἦχος πλ. β´. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός…
Τὸν ἀφυλάργυρον καὶ ἀκτήμονα πατέρα, τὸν συμπαθοῦντα
τοὺς πένητας καὶ κάμνοντας, καὶ ἀξιωθέντα κοινόβια στῆσαι ἐν Αἰγαίῳ περίλαμπρα,
Νήφωνα τὸν Ὅσιον, οἱ πιστοί, ἀξιοχρέως μακαρίσωμεν κράζοντες· ἐνδιαίτημα τῆς
Χριστοῦ ἀγαπήσεως, καὶ οἰκητήριον τοῦ παναγίου Πνεύματος, πρεσβείαις σου
κατεύθυνον τὰ διαβήματα τῶν τιμώντων σε, πρὸς τῶν θείων ἐντολῶν ἐργασίαν, καὶ
δι᾿ αὐτῆς πρὸς ζωὴν τὴν ἐν Χριστῷ αἰωνίζουσαν.
Εἶτα ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς· Νήφωνα νέον
μέλπω τὸν πνευματοφόρον. Χ.
ᾨδὴ α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.
Ναὸν ταπεινώσεως τὸν ἐποφθέντα καὶ νήψεως, τιμήσωμεν
Νήφωνα τὸν νεαυγῆ ἀσκητήν, ὡς περίβλεπτον, εὐχῆς ἀδιάλειπτου, παλάτιον
κράζοντες· Χαῖρε μακάριε.
Ἡ πάνσεπτος μνήμη σου ἡμᾶς συνήγαγε σήμερον, πρὸς
αἴνεσιν μόχθων σου ἀσκητικῶν εὐκλεές, Νήφων Ὅσιε, σεπτὲ κοινοβιάρχα, Μονῶν τῆς
Θεόπαιδος, κτίτορ θειότατε.
Φωτὶ θείου Πνεύματος καταλαμφθεὶς τὴν διάνοιαν, τὸν
κόσμον κατέλιπες καὶ τὰ ἡδέα αὐτοῦ, ἐν νεότητι, καί Ἄθωνος τὸ Ὄρος, κατέλαβες
πάνσοφε Νήφων ἀοίδιμε.
Θεοτοκίον.
Ὡς σκήνωμα χάριτος σὲ ἀκλινῶς μακαρίζομεν, πανάμωμε
Δέσποινα, τὸν Ζωοδότην Χριστόν, τὴν κυήσασαν, χαρᾶς τὸν παροχέα, ἡμῶν
Μητροπάρθενε, καὶ βίου κρείττονος.
ᾨδὴ γ´. Τοὺς σοὺς ὑμνολόγους.
Νικήσας ἐχθρὸν τὸν παλαμναῖον, ἐκ χρόνων νεότητος τῆς
σῆς, συνηριθμήθης Ὅσιε, Ἁγίων τοῖς στρατεύμασι, τῶν νεαυγῶν καὶ γέγονας, ἡμῶν
μεσίτης πρὸς Κύριον.
Ἀπαύγασμα βίου ἐναρέτου, κατέλιπες Πόλιν τὴν κλεινήν,
τῆς Κωνσταντινουπόλεως, ὡς εἶδες θανατούμενον, ἀδίκως Νήφων Ὅσιε, ὑπὸ ἀπίστων
χριστώνυμον.
Νῦν πάντες τελοῦντες τὴν σὴν μνήμην, τὴν πάμφωτον
Νήφων ἐν ὠδαῖς, καί ᾄσμασι δοξάζομεν, τὰ σὰ λαμπρὰ παλαίσματα, ἐν τῷ Αἰγαίῳ
Ὅσιε, πρὸς ἐν Κυρίῳ τελείωσιν.
Θεοτοκίον.
Ἐπάκουσόν σου τῶν δεομένων, καὶ μάκτρῳ τῶν σῶν ἱκεσιῶν,
ἀποσμηξον Μητρόθεε, ῥανίδας μου τῶν θλίψεων, ἵνα ὑμνῶ σε πάντοτε, τὴν ἀῤῥαγῆ
προστασίαν μου.
Κάθισμα. Ἦχος γ´. Θείας πίστεως.
Τῶν ἱδρώτων σου, ῥοαῖς Αἰγαίου, καθηγίασας, τὰς νήσους
ἄρτι, θεοφόρε Νήφων θεῖον ὡράϊσμα, τῶν εὐλαβῶς ἀσκουμένων καὶ καύχημα, τῆς
Ἐκκλησίας Χριστοῦ πολυτίμητον, ὅθεν σήμερον, τὴν μνήμην σου ἑορτάζοντες, Χριστὸν
τὸν σὲ δοξάσαντα δοξάζομεν.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὡς ηὐδόκησας, σαρκὶ ἐτέχθης, ἐκ Θεόπαιδος, ἁγνῆς
Παρθένου, ἐν Σπηλαίῳ Βηθλεὲμ Λόγε Κτίσαντος, ὡς ταπεινὸς καὶ ἀνθρώπων ὁ
ἔσχατος, ὁ ὑπ᾿ Ἀγγέλων ἀπαύστως ὑμνούμενος, ἀγαθότητι τῇ σῇ· ἵνα γένος βρότειον
θεώσης, τὸ λαμπραῖς ᾠδαῖς δοξάζον σε.
ᾨδὴ δ´. Ὁ καθήμενος ἐν δόξῃ.
Οὐρανῶν λαμπρᾶς ἐπάλξεις, Νήφων μάκαρ κατέλαβες, ὡς
σεπτῶν πατέρων, πάντων τῶν αἰώνων ὁμόζηλος, καὶ συνεχοῦς μυστηρίων μεταλήψεως, ὁ
ὑπέρμαχος, πνευματοφόρε διδάσκαλε.
Νῦν τῇ Εὐαγγελιστρίᾳ, Θεοτόκῳ τὸν κτίσαντα, Μάνδρας
περιβλέπτους, Νήφωνα τὸν θεῖον τιμήσωμεν, ὡς Παντοκράτορος Σκήτεως οἰκήτορα, μαθητεύσαντα,
τῷ Νικοδήμῳ τῷ μακάρι.
Μονοτρόπων ὑφηγῆτορ, οὐρανίου φρονήματος, ὧν
πεπληρωμένος σεαυτὸν εὐχῆς ἐργαστήριον, ἀδιάλειπτου ἐποίησας καί εἵλκυσας, θείου
Πνεύματος, τὴν χάριν Νήφων μακάριε.
Θεοτοκίον.
Ἐξ ἀχράντου σου νηδύος, ὁ Σωτὴρ κόσμου ἔλαμψε,
Κεχαριτωμένη, Ὃν ἐν Βηθλεὲμ ἄντρῳ ἔτεκες, καὶ Ὃν ποιμένες ἐλθόντες προσεκύνησαν,
ὡς Θεάνθρωπον, τὸν ὑπ᾿ Ἀγγέλων ὑμνούμενον.
ᾨδὴ ε´. Ἐξέστη τὰ σύμπαντα.
Λαμπόμενος χάρισιν, ὑπομονῆς ὑπέρτερος, ὤφθης πάντων
τῶν συμμοναστῶν σου, ἐν ὄρει Ἄθῳ, καὶ ποδηγὸς ἀπλανὴς, ἄζυγων τῶν σῶν
πανευκλεές, κοινοβίων Ὅσιε, Νήφων πίστεως σέμνωμα.
Πατέρων διάκοσμε, τῶν θεοφόρων Ὅσιε Νήφων, ἀπλανὲς
οἰακοστρόφε νηὸς Μονῶν σου, σεπτῶν ἀζύγων χορούς, κατηύθυνας πρὸς τῆς ἀρετῆς,
ἀτραποὺς καί θέωσιν, ὅθεν πάντες τιμῶμέν σε.
Ὡς νήψεως ἔκτυπον, Σκιάθου τὸ χριστώνυμον, πλῆθος
κατεφώτισας βολαίς σου φιλευσπλαγχνίας, καὶ συμπαθείας πολλῆς, οἱ ἔκγονοι οὗ
νῦν εὐλαβῶς, μνήμην σου γεραίρουσι, τὴν λαμπρᾶν Νήφων πάμφωτε.
Θεοτοκίον.
Τὸν νοῦν μου ἀπόπλυνον, τοῦ ρύπου ἁμαρτάδων μου,
Κεχαριτωμένη Θεοτόκε, θερμῶν εὐχῶν σου, ρανίσι καὶ τῆς χαρᾶς, ἄξιωσον πάντας
οὐρανῶν, σὲ τοὺς μακαρίζοντας, ἀειπάρθενε Δέσποινα.
ᾨδὴ στ´. Τὴν θείαν ταύτην.
Ὁσίων τρόπους μιμούμενος, τῶν πάλαι ἐν ἐσχάτοις τοῖς
ἐτεσιν, αὐτῶν ἰσότιμος, ἐδείχθης καὶ ἰσοστάσιος, πνευματοφόρε Νήφων, λαμπὰς
ἀσκήσεως.
Νηστείας καί ἐγρηγόρσεως, λαμπρότης Νήφων ἄρτι τοῖς
πένησιν, ἐξ ὑστερήματος, τοῦ σοῦ ἀφθόνως ἐσκόρπισας, ὡς ἱλαρὸς τῷ ὀντι, δοτὴρ
εὐίλατε.
Πυρσεύσας τὸ ἀρχιπέλαγος, καμάτων φωταυγείᾳ τῶν θείων
σου, ἀρτίως ἔλαμψας, Νήφων ὡς πάμφωτος ἥλιος, εὐχῆς ἀδιάλειπτου, καὶ
ταπεινώσεως.
Θεοτοκίον.
Νῦν ὕμνων ῥόδοις σε στέφοντες, σεμνὴ Εὐαγγελίστρια Δέσποινα,
πιστῶς κραυγάζομεν· Χαῖρε, τοῦ Νήφωνος κλέϊσμα, καὶ ἀρωγὸς καί σκέπη καὶ θεῖον
στήριγμα.
Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τὸν ἐν ἀσκήσει ἀνυστάκτῳ διαλάμψαντα, φωστήρα Χίου καί
του Ἄθωνος ἁμάρυγμα, φωτιστὴν τῆς Ἰκαρίας Σκιάθου Πάτμου, τῶν Λειψῶν καὶ Σάμου
Ὅσιον φιλάρετον, καί φιλεύσπλαγχνον πατέρα εὐφημήσωμεν, πόθω κράζοντες· Χαίροις
Νήφων μακάριε.
Ὁ Οἴκος.
Ἄνθρωπος οὐρανόφρων ἐν ἐσχάτοις τοῖς χρόνοις, ἐδείχθης
πνευματέμφορε Νήφων· ἰσαγγέλως γὰρ πολιτευθείς, Εὐαγγελιστρίᾳ τῇ ἁγνῇ ἤγειρας,
Μονὰς καὶ χείλη ἤνοιξας, ἀζύγων ἐκβοᾶν σοι ταῦτα·
Χαῖρε, ὁ πρόβολος ἀκτησίας·
χαῖρε, ὁ σύνοικος τῆς σοφίας.
Χαῖρε, τοῦ Αἰγαίου τῶν νήσων καλλώπισμα·
χαῖρε, τοῦ ἀρίστου ἀγῶνος ἐκτύπωμα.
Χαῖρε, ῥεῖθρον διειδέστατον προσευχῆς καρδιακῆς·
χαῖρε, βάθρον ἀδιάσειστον ἐν δεινοῖς ὑπομονῆς.
Χαῖρε, τῆς ἀκτησίας καὶ τῆς νήψεως σέλας·
χαῖρε, τῆς ἀπαθείας καὶ χρηστότητος κέρας.
Χαῖρε, Σκιάθου λύχνος ἀείφωτος·
χαῖρε, τῆς Χίου γόνος περίβλεπτος.
Χαῖρε, σοφὸς ἀσκητὴς μονοχίτων·
χαῖρε, θερμὸς πρεσβευτὴς σῶν προσφυγῶν
Χαίροις,
Νήφων μακάριε.
ΣΥΝΑΞΑΡΙΟΝ
Τῇ ΚΗ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου
καὶ θεοφόρου Πατρὸς ἡμῶν Νήφωνος, τοῦ νέου
κοινοβιάρχου, τοῦ Χίου.
Εὐχόμενος ἀεί, ἀσιτῶν καὶ νήφων
διῆλθες τὸν βίον ἄρτι, Νήφων μάκαρ.
Ὁ Ὅσιος καὶ θεοφόρος πατὴρ ἡμῶν Νήφων, πατρίδα ἔσχε
τὴν μυροβόλον καὶ ἁγιοτόκον Χίον. Ἐλθὼν εἰς Κωνσταντινούπολιν πρὸς ἀνωτέραν
διαβίωσιν καὶ ἰδὼν χριστιανόν τινα ἐκεῖ ἀπηνῶς φονευόμενον ὑπὸ ἀπίστου ἐταράχθη
καὶ ἐζήτει εὐκαιρίαν Θεῷ ἑαυτὸν ἀφιερῶσαι. Καταλαβὼν τὸν Ἁγιώνυμον Ὄρος ἦλθεν
εἰς τὴν Σκήτην τοῦ Παντοκράτορος, ἔνθα ἠσκοῦντο τῇ ἀρετῇ οἱ εὐλαβέστατοι τοῦ
Ἁγίου Ὄρους, οἱ προμαχοῦντες ὑπὲρ τῆς συνεχοῦς θείας μεταλήψεως, ὧν διδάσκαλοι
οἱ Νικόδημος Ἁγιορείτης, Ἀθανάσιος ὁ Πάριος καὶ Μακάριος ἀρχιεπίσκοπος
Κορίνθου. Ἐγερθέντος τοῦ Κολλυβαδικοῦ ζητήματος, ὁ Νήφων ἐγκατέλιπεν τὸ Ὄρος
καὶ ἐπισκεπτόμενος τὰς μικρὰς νήσους τοῦ Αἰγαίου ἐγείρει ἐν αὐταῖς κοινόβια τῇ
Εὐαγγελιστρίᾳ Θεοτόκῳ. Διῆλθεν διὰ τῆς Σάμου, τῶν Λειψῶν, τῆς Πάτμου, τῆς
Ἰκαρίας καὶ τέλος τῆς Σκιάθου. Διέλαμψεν ἐπ᾿ ἀρετῇ, νήψει, ταπεινώσει, ἀκτησίᾳ,
ἀδιαλείπτῳ προσευχῇ, σκληραγωγίᾳ, ἀφιλαργυρίᾳ καὶ συμπαθείᾳ πρὸς τοὺς πτωχοὺς
καὶ τοὺς κάμνοντας. Ἐκοιμήθη ἐν εἰρήνῃ καὶ ἡ μνήμη αὐτοῦ τελεῖται ἰδιαιτέρως ἐν
τῇ πατρίδι αὐτοῦ Χίῳ, ἐν Ἰκαρίᾳ καὶ ἐν Σκιάθῳ, ἔνθα καὶ τὸν ἀγῶνα θεοφιλῶς
ἐτέλεσε.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Δισμυρίων, τῶν ἐν
Νικομηδείᾳ καέντων.
Ὡς προσφοραί
σοι, Σῶτερ, ἐξωπτημέναι,
Οἱ Δισμύριοι τοῦ νεὼ κεῖνται μέσον.
Οἱ Δισμύριοι τοῦ νεὼ κεῖνται μέσον.
Τοῦ
βασιλέως Μαξιμιανοῦ, μετὰ νίκης ὑποστρέψαντος ἐκ τοῦ κατὰ τῶν Αἰθιόπων πολέμου
καὶ βουλομένου ἐπινίκια θῦσαι τοῖς Εἰδώλοις, γράμματα ἐπέμφθησαν πανταχοῦ,
συνελθεῖν προτρεπόμενα ἅπαντας ἐν Νικομηδείᾳ, εἰς προσκύνησιν τῶ παρ᾿ ἐκείνῳ
θεῶν. Ὁ δὲ Ἅγιος Ἄνθιμος, Ἐπίσκοπος ὢν τῆς τοιαύτης πόλεως, συναθροίσας ἐν τῇ
ὑπ᾿ αὐτὸν Ἐκκλησίᾳ τὸν τοῦ Χριστοῦ λαόν (ἦν γὰρ ἑορτὴ τηνικαῦτα τῆς Χριστοῦ
γεννήσεως), συνεώρταζεν αὐτοῖς, καὶ ἐδίδασκε τὴν ἀληθινὴν πίστιν. Μαθὼν δὲ
τοῦτο ὁ Μαξιμιανός, προσέταξε κύκλῳ τῆς Ἐκκλησίας τεθῆναι φρύγανα καὶ ἐξαφθῆναι
καὶ κατακαῆναι τοὺς χριστιανούς· ὅπερ γνοὺς ὁ Ἐπίσκοπος, σπεύσας καὶ βαπτίσας
τοὺς κατηχουμένους, τὴν θείαν ἱεουργίαν ἐπετέλεσε καὶ μετέδωκεν ἅπασι τοῖς
χριστιανοῖς τῶν Θείων καὶ ἀχράντων Μυστηρίων. Καὶ οὕτως ἀναφθέντων τῶν
φρυγάνων, ἐτελειώθησαν ἅπαντες. Ὁ δὲ Ἅγιος Ἄνθιμος διεφυλάχθη Θεοῦ χάριτι, ἵνα
καὶ ἑτέρους ὠφελήσας καὶ διὰ βαπτίσματος προσαγαγὼν τῷ Χριστῷ, διὰ πολλῶν
βασάνων πρὸς αὐτὸν μεταστῇ, τὴν τῶν οὐρανῶν βασιλείαν ἀποληψόμενος.
Τῇ
αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων, τῶν ἀπὸ τῆς
Συγκλήτου, ἔξω τῆς πυρᾶς ἀπολειφθέντων, καὶ τελειωθέντων.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἴνδης, ἐν τῇ θαλάσσῃ βληθείς,
τελειοῦται.
Ἴνδην ἀκούω
τοῦ βίου λαβεῖν πέρας,
Ἄκρον καταντήσαντα πρὸς βυθοῦ πέρας.
Ἄκρον καταντήσαντα πρὸς βυθοῦ πέρας.
Τῇ
αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Γοργόνιος καὶ Πέτρος, ἐν τῇ
θαλάσσῃ τελειοῦνται.
Πόντος
καλύπτει Γοργόνιον καὶ Πέτρον,
Μνήμη δὲ τούτων οὐ καλύπτεται χρόνῳ.
Μνήμη δὲ τούτων οὐ καλύπτεται χρόνῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ζήνων, ξίφει τελειοῦται.
Ζήνων κεφαλὴν τέμνεται διὰ ξίφους,
Μὴ προσκυνεῖν ἄγαλμα τοῦ Ζηνὸς θέλων.
Μὴ προσκυνεῖν ἄγαλμα τοῦ Ζηνὸς θέλων.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μαρδόνιος, πυρὶ
τελειοῦται.
Καὶ Μαρδόνιον Μαρτύρων ἔγνων ἕνα,
Στέργοντα Χριστόν, καὶ στέγοντα πῦρ φλέγον.
Στέργοντα Χριστόν, καὶ στέγοντα πῦρ φλέγον.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Δωρόθεος ὁ Πρεπόσιτος,
ξίφει τελειοῦται.
Ὁ Δωρόθεος τὴν κεφαλήν μου λέγει,
Δῶρον κομίζω τῷ Θεῷ τετμημένην.
Δῶρον κομίζω τῷ Θεῷ τετμημένην.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Θεόφιλος ὁ Διάκονος,
λιθοβοληθείς, τελειοῦται.
Ἀπόγραφε
βληθέντα συχνοῖς τοῖς λίθοις,
Καὶ Θεόφιλον συλλόγῳ Θεοῦ φίλων.
Καὶ Θεόφιλον συλλόγῳ Θεοῦ φίλων.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁἍγιος Μυγδόνιος, βόθρῳ ἐγχωσθείς,
τελειοῦται.
Κἄν χωννύηται
Μυγδόνιος ἐν βόθρῳ,
ἐγνωσμένος
τοῖς πᾶσι Μάρτυς τυγχάνει.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Γλυκέριος ὁ Πρεσβύτερος, πυρὶ
τελειοῦται.
Ὁ Γλυκέριος
εἰς τὸ πῦρ βεβλημένος,
Ἔφη· Γλυκύς μοι τῆς τελευτῆς ὁ τρόπος.
Ἔφη· Γλυκύς μοι τῆς τελευτῆς ὁ τρόπος.
Μετὰ
τὸ ἀποφήνασθαι τὸν μιαρὸν Μαξιμιανόν, τοῦ καῦσαι τοὺς ἁγίους Δισμυρίους ἐν τῇ
Ἐκκλησίᾳ, ἐκέλευσε καὶ τοὺς ἔξω τῆς πυρᾶς καὶ τῆς Ἐκκλησίας ἀπολειφθέντας
χριστιανοὺς φονευθῆναι. Φονεύεται δὲ ὁ Ἅγιος Ἴνδης, καὶ Γοργόνιος, καὶ Πέτρος,
λίθοις προσδεθέντες καὶ ἐν θαλάσσῃ ῥιφέντες. Ὁ δὲ στρατηγὸς Ζήνων, συντριβεὶς
τὴν ὄψιν καὶ τοὺς ὀδόντας μετὰ λίθων, σὺν Δωροθέῳ τῷ Πρεποσίτῳ, τὴν κεφαλὴν
ἀποτέμνονται. Μαρδόνιος πυρὶ φλέγεται. Μυγδόνιος εἰς βόθρον ἐμβάλλεται.
Γλυκέριος ὁ Πρεσβύτερος, πυρὶ τελειοῦται. Θεόφιλος ὁ Διάκονος, τὴν γλῶσσαν
τμηθείς, ἐν τῷ κάμπῳ λιθοβολεῖται· καὶ ἕτεροι πολλοὶ κατ᾿ ἐκείνην τὴν ἡμέραν,
τὸν τῆς μαρτυρίας ἐδέξαντο στέφανον.
Τῇ
αὐτῇ ἡμέρᾳ ἡ Ἁγία Δόμνα, ξίφει τμηθεῖσα, τῷ πυρὶ
τελειοῦται.
Ἕκτην συνάπτω
ταῖς φρονίμοις Παρθένοις,
Τὴν ψευδόμωρον Δόμναν ἐκτετμημένην.
Τὴν ψευδόμωρον Δόμναν ἐκτετμημένην.
Ἡ
ἁγία Μάρτυς Δόμνα ὑπῆρχεν ἐπὶ Μαξιμιανοῦ, ἐν πόλει Νικομηδείας, ἱέρισσα τοῦ ἐν
τῷ παλατίῳ Δωδεκαθέου. Ἐντυχοῦσα δὲ ταῖς Πράξεσι τῶν ἁγίων Ἀποστόλων, καὶ ταῖς
Ἐπιστολαῖς τοῦ ἁγίου Παύλου, καὶ παρ᾿ αὐτῶν τὴν ψυχὴν φωτισθεῖσα καὶ τὴν
ἀληθινὴν πίστιν μαθοῦσα, ἐπίστευσε τῷ Χριστῷ, καὶ βαπτίζεται παρὰ Κυρίλλου
Ἐπισκόπου Νικομηδείας, ἅμα τῷ εὐνούχῳ Ἴνδῃ, καὶ ἄλλοις πολλοῖς· καὶ ἀπὸ τότε,
εἴτι ἐλάμβανεν ἀπὸ τοῦ παλατίου, ἐδίδου τοῖς πτωχοῖς. Διαγνωσθεῖσα δὲ παρὰ τοῦ
Ἀρχιευνούχου καὶ μέλλουσα τιμωρεῖσθαι, προεφασίσατο παραφροσύνην, καὶ ἀπεστάλη
εἰς τὸν Ἐπίσκοπον, ἵνα θεραπευθῇ· καὶ ἦν μετὰ τῶν χριστιανῶν. Ὁ δὲ Μαξιμιανός,
ὑποστρέψας ἀπὸ τοῦ ταξειδίου, ἐζήτει τὴν Δόμναν, καὶ μὴ εὑρὼν ἐπικράνθη· καὶ
προσέταξεν ἀποθανεῖν πάντας τοὺς χριστιανούς, ὃ καὶ γέγονεν. Τότε ἡ ἁγία Δόμνα
ἀνελαμβάνετο τὰ τῶν ἁγίων Λείψανα καὶ ἔθαπτε· καὶ γνωσθεῖσα, ἀπετμήθη τὴν
κεφαλήν.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σεκοῦνδος, ξίφει
τελειοῦται.
Γίνου,
Σεκοῦνδε, καὶ σὺ Μάρτυς ἐκ ξίφους,
Καὶ Μαρτύρων
κάλλιστα λάμβανε γέρα.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Βαβύλας, ἐν εἰρήνῃ τελειοῦται.
Ἅπαν Βαβύλας
ὑλικὸν ῥίψας βάρος,
ἄϋλος εἰς
ἄϋλον ἥκει χωρίον.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Σίμων ὁ Μυροβλύτης, ὁ κτήτωρ τῆς
ἐν τῷ Ἄθῳ ἱερᾶς Μονῆς Σιμωνοπέτρας, ἐν εἰρήνῃ τελειοῦται.
Πρὸς Πέτρον
ἔσχε κοινὰ κλῆσιν καὶ πέτραν,
Ὑπερτερεῖ μύρῳ δ᾿ ὁ τῆς Πέτρας Σίμων.
Ὑπερτερεῖ μύρῳ δ᾿ ὁ τῆς Πέτρας Σίμων.
Οὕτος
ὁ Ὅσιος, ἐνίκησε τὸν διάβολον, φανέντα αὐτῷ ἐν εἴδει δράκοντος. Καὶ φωτισμοῦ
θείου ἀξιωθείς, ἤκουσε φωνὴν ἐν τῇ νυκτὶ τῶν Χριστουγέννων, προστάσσουσαν αὐτὸν
νὰ κτίσῃ τὸ μοναστήριον ἐπάνω εἰς τὴν πέτραν, ὅπου καὶ ἀστέρα εἶδε ἱστάμενον,
κατελθόντα ἄνωθεν. Οὗτος, τὸν κεραστὴν καὶ μαθητήν του πεσόντα κάτω ἀπὸ τὸ ὕψος
ἐκεῖνο, ἀβλαβῆ ἐφύλαξεν. Οὗτος, τῶν κατ’ αὐτοῦ ὁρμησάντων Ἀράβων, ἄλλου μὲν
ἐξήρανε τὴν χεῖρα, ἄλλου δὲ ἐτύφλωσε τοὺς ὀφθαλμούς, καὶ πάλιν αὐτοὺς
ἰατρεύσας, ἐβάπτισε καὶ μοναχοὺς ἐποίησε. Καὶ τὴν θυγατέρα τοῦ βασιλέως τῆς
Σερβίας Ἰωάννου Οὔγγλεσι, δαιμονισμένην οὖσαν ἰάτρευσε. Καὶ μετὰ θάνατον, μύρον
εὐῶδες ἐκ τῶν λειψάνων του ἀνέβλυσε, καθὼς τοῦτο μαρτυρεῖ τὸ τοῦ ἀνωτέρω
βασιλέως χρυσόβουλλον.
Τῇ αὐτῇ ἡμέρᾳ ἄθλησις τοῦ Ἁγίου Μάρτυρος Πλουτοδώρου.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ´. Οὐκ ἐλάτρευσαν.
Ἔχων ἄμετρον, συμπάθειαν πρὸς πένητας ἐξ ὑστερήματος
τού σου ἐδίδους αὐτοῖς, δοτὴρ ἱλαρότατε καὶ εὐσυμπάθητε, Νήφων ὅσιε, τῆς
πρακτικῆς ὑπόδειγμα ἀγαπήσεως πρὸς πέλας.
Ὕμνοις στέφομεν τοὺς νυχθημέρους πόνους σου, οὓς ἐτλης
Ὅσιε, ἐπιποθῶν ἀνελθεῖν βαθμίδας τῆς κλίμακος τῆς τελειώσεως, Νήφων πάνσοφε,
νεολαμπῶν ἐκπύρσευμα παμφαέστατον πατέρων.
Μνήμην ἄγοντες, πανευλαβῶς τὴν θείαν σου, πανηγυρίζομεν,
σὴς ἀκραιφνοῦς βιοτῆς, τὰ σκάμματα Ὅσιε, πνευματοφόρητε καί δοξάζομεν, Χριστὸν
τὸν σὲ δοξάσαντα, Νήφων, ᾄσμασιν εὐτάκτοις.
Θεοτοκίον.
Ἀειπάρθενε, θεογεννῆτορ, προσδεξαι δεήσεις δούλων σου
καταφευγόντων πιστῶς τῇ σῇ θείᾳ χάριτι καὶ σκέπε πάντοτε ἐν τῇ σκέπῃ σου
ἀγρύπνου ἀντιλήψεως καί προνοίας σοὺς οἰκέτας.
ᾨδὴ η´. Παίδας εὐαγεῖς.
Τρίβους ἐν Σκιάθῳ διανύσας, ἄμεμπτου διαγωγῆς Μονὴν
ἐδόμησας, Νήφων πνευματέμφορε, τῇ ἁγνῇ θεόπαιδι, τῆς Ναζαρέτ, ἣν Ἄγγελος Θεοῦ
ἐκόμισε τὸ ἄγγελμα βουλῆς τοῦ Κυρίου, ᾗ νῦν προσιόντες πληρούμεθα χαρίτων.
Ὅλος πεπλησμένος τοῦ ἁγίου ὧν Πνεύματος, ἀσκητὰ
θεοφορούμενε, πρόσκαιρον ἐτέλεσας βίον ὡς ἀσωματος· διὸ καί κατηξίωσαι χαρᾶς
τῆς κρείττονος, σὺν δήμοις φωτοφόρων Ἀγγέλων ἐν σκηναῖς δικαίων τῆς πόλεως τῆς
ἄνω.
Φέρων ἀγογγύστως Νήφων μάκαρ ἐπ᾿ ὤμων Σταυρὸν Χριστοῦ
τὸν ἐλαφρύτατον, προσευχῆς κατέπαυσας, δώμασι καὶ νήψεως, ἐξ ὧν ἐπήρθης ὅσιε,
πρὸς ἐπουράνια σκηνώματα, δοξάζων ἀπαύστως τῆς Τρισυποστάτου Θεότητος τὸ
κράτος.
Θεοτοκίον.
Ὄλβε πολυτίμητε καὶ κλέος τοῦ Νήφωνος τοῦ ὁσίου,
Μητροπάρθενε, πέμψον μοι τὸ ἔλεος, σοῦ Υἱοῦ τὸ ἄμετρον, ὡς ἄγαν εὐσυμπάθητος,
καὶ κατοικτείρησον σὸν δοῦλον μεγαλύνοντα πόθῳ, σὲ εἰς τοὺς αἰώνας, ἁγνὴ
Θεοκυῆτορ.
ᾨδὴ θ´. Ἅπας γηγενής.
Ῥῦσαι συμφορῶν, καί βλάβης τοῦ ὄφεως, τοὺς
καταφεύγοντας, Νήφων παμμακάριστε, ἀζύγων γέρας, σῇ θείᾳ χάριτι καὶ ὕμνοις
μεγαλύνοντας τὰ προτερήματα σῆς ἀμέμπτου βιοτῆς, ἰσάγγελε ἐν ταῖς νήσοις
Αἰγαίου, κραυγάζομεν.
Ὄμβρησον ἡμῖν τοῖς πόθῳ γεραίρουσι σεπτοὺς καμάτους
σου ὑετὸν συνέσεως, χρηστοηθείας καὶ ταπεινώσεως καί τὰς ἀνίκμους πίανον ψυχὰς
προσφύγων σου, ἵνα μνήμην τὴν σεπτὴν τελοῦμέν σου, Νήφων ὅσιε, ὕμνοις καὶ
ᾄσμασι.
Νεῦσον ταῖς ἡμῶν, θερμαῖς παρακλήσεσι, πνευματοφόρητε,
Νήφων, τῶν προσφύγων σου, κινήσεις παύων, σαρκὸς βοώντων σοι· ἀκέστορ
ἐνθερμότατε, ἡμῶν καί στήριγμα, κλονουμένων, πάντων τῷ Παντάνακτι, ὡς θυμίαμα
ταύτας προσάγαγε.
Θεοτοκίον.
Χαῖρε Μαριάμ, ἁγνὴ ἀειπάρθενε, Εὐαγγελίστρια, Νήφωνος
ἀγλάϊσμα, τοῦ θεοφόρου πατρὸς καί καύχημα, βροτῶν ἁπάντων, κράζοντες παρακαλοῦμέν
σε· μὴ ἐλλίπῃς, δυσωποῦσα Κύριον, σὸν Υἱὸν ὑπὲρ τῶν εὐφημούντων σε.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τῆς Χίου τὸ ἐκβλάστημα, καὶ Ἄθωνος ἀνάστημα, τὸν ἐν
ταῖς νήσοις Αἰγαίου, ἐν τοῖς ἐσχάτοις τοῖς χρόνοις, σεμνεῖα συστησάμενον, τῇ
Θεοτόκῳ μέλψωμεν, πνευματοφόρον Νήφωνα, ὡς ἀρετῆς συμπαθείας, καὶ ταπεινώσως
λύχνον.
Τῆς Ἑορτῆς. Ὅμοιον.
Ἐν τῷ Σπηλαίῳ Ἄχραντε, τῆς Βηθλεὲμ ἐγέννησας, τὸν
Βασιλέα τῆς δόξης, καὶ ἐσπαργάνωσας Τοῦτον, ἐν φάτνῃ ὥσπερ νήπιον, Ἀγγέλων
ἀνυμνούντων σου, τὸν Τόκον τὸν ἀπόῤῥητον, δι᾿ οὗ ἐῤῥύσθημεν Κόρη, τῆς Παλαιᾶς
καταδίκης.
Εἰς τοὺς Αἴνους.Ἦχος πλ. δ´. Ὢ τοῦ
παραδόξου θαύματος.
Χαίροις, νήσου Χίου βλάστημα, Σκιάθου ἄνθος τερπνόν,
Ἰκαρίας ὡράϊσμα, Πάτμου ἐγκαλλώπισμα, τῶν Λειψῶν θεῖον κόσμημα, καὶ κλέος Σάμου
Νήφων μακάριε, ὁ ἁγίασας ἱδρώτων χεύμασι, σῶν νήσους ὅσιε, τοῦ Αἰγαίου ᾄσμασι
νῦν μελιχροῖς, τὰς τιμώσας μνήμην σου, τὴν ἀεισέβαστον.
Χαίροις, ζηλωτὰ ὁμότροπε, καὶ μαθητὰ τῶν σεπτῶν,
διδασκάλων τῆς πίστεως, καὶ φωστήρων ὅσιε, νεαυγῶν στερεώματος, τῆς Ἐκκλησίας Νήφων
θεόσοφε, τοῦ Νικόδημου, Ἀθανασίου τε, καὶ θεοφάντορος, Μακαρίου νήψεως καί
προσευχῆς, κοσμητόρων ὅθεν σε λαμπρῶς γεραίρομεν.
Χαίροις, συμπαθείας σκήνωμα, πρὸς τοὺς πτωχοὺς καί
λειμών, πανευώδης πρὸς πάσχοντας, ἀρωγῆς θεόφιλε, ἀσκητῶν ἐγκαλλώπισμα, κοινοβιάρχα
πνευματοφόρητε, ἀγάπης στῦλε, πρὸς πάντα ἔγγιστα, ὁ ἱλαρώτατος, δότης
ὑστερήματος, μάκαρ τοῦ σοῦ, πάτερ ἀφυλάργυρε καὶ εὐσυμπάθητε.
Χαίροις, θείας μεταλήψεως ὁ ἀκλινὴς τηρητής, ὁ δοξάζων
τὸν Κύριον
ἄσκεπης
ἑκάστοτε, καί σαφῶς εὐλαβούμενος, τὴν Θεοτόκον Κυρίαν Δέσποιναν, ᾗπερ σεμνεῖα, λαμπρὰ
ἐδόμησας, Νήφων κινήματος, κολλυβάδων πρόμαχε καί ποδηγὲ, μοναστῶν ἀλάνθαστε, πρὸς
βίον κρείττονα.
Δόξα. Ἦχος πλ. α´.
Τὸν παραδραμόντα διαγωγὰς τὰς ματαίας καί προσύλους,
καί ἐν ἡσυχίᾳ καί νήψει ἀνύσαντα τὸν βίον, Νήφωνα τὸν θεόπνευστον κοινοβιάρχην
ἐγκωμίοις καταστέψωμεν· οὗτος γὰρ ἐν ὁσιότητι πολιτευσάμενος, καί τῶν πατρῴων
δογμάτων ὑπερμαχήσας, Μονὰς τῇ Εὐαγγελιστρίᾳ Θεοτόκῳ περιβλέπτους ἀνήγειρε· καί
νῦν σὺν Ἀγγέλοις ἐν ἀστραποβόλῳ πόλῳ χορεύων, Χριστῷ τῷ πανευϊλάτῳ Κυρίῳ
ἀδιαλείπτως πρεσβεύει, ὑπὲρ τῶν εὐφημούντων αὐτοῦ τὰ παλαίσματα.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος β´.
Σήμερον ὁ Χριστὸς ἐν Βηθλεὲμ γεννᾶται ἐκ Παρθένου·
σήμερον ὁ Ἄναρχος ἄρχεται καί ὁ Λόγος σαρκοῦται· αἱ δυνάμεις τῶν οὐρανῶν
ἀγάλλονται, καί ἡ γῆ σὺν τοῖς ἀνθρώποις εὐφραίνεται· οἱ Μάγοι τὰ δῶρα
προσφέρουσιν· οἱ Ποιμένες τὸ θαῦμα κηρύττουσιν· ἡμεῖς δὲ ἀκαταπαύστως βοῶμεν·
Δόξα ἐν ὑψίστοις Θεῷ καί ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία.
Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Πύργος εὐσέβειας νεοπαγής, καὶ φανὸς σοφίας τῆς ἐνθέου
νεολαμπῆς, ὤφθης Νήφων μάκαρ, ἡσυχαστῶν λαμπρότης, καὶ ἀγωγῆς ἄριστης στύλε
νεοφωτε.
Ἕτερον.
Εὐαγγελιστρίας σεπτῆς μονῆς, τῆς Σκιάθου δεῦτε, τὸν
δομήτορα εὐλαβῶς, Νήφωνα τὸν θεῖον, ὡς εὐσεβείας κέρας, καί νήψεως πυξίον, ἀνευφημήσωμεν.
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
Εὐλογήσαντος
τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον , μεθ᾿ ὅ τὸ Θεὸς Κύριος, ὡς συνήθως, καί τὸ
ἑξῆς· Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς νήσου Χίου τὸν θειότατον γόνον, πνευματοφόρον
οἰκιστὴν ὄρους Ἄθω, τῆς Ἰκαρίας σέμνωμα, τῆς Πάτμου πυρσόν, τῶν Λειψῶν
κοσμήτορα καί Σκιάθου τὸ κλέος, Νήφωνα τὸν ὅσιον, εὐφημήσωμεν πόθω, ἀναβοῶντες·
ῥῦσαι συμφορῶν, καὶ νοσημάτων, τοὺς σοὶ καταφεύγοντας.
Δόξα. Τὸ αὐτό. Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε…
Εἶτα ὁ Ν´ Ψαλμὸς καὶ ὁ Κανών, οὗ ἡ
ἀκροστιχίς· Νήφων νέε ὅσιε, νήφειν ἀεὶ
ἀξίωσόν με. Χ.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρᾶν διοδεύσας.
Νεοφωτε λύχνε ἡσυχαστῶν, καί φέγγος πατέρων, Νήφων
ὅσιε ἀσκητά, τοῦ βίου μου φώτισον τὰς τρίβους, ἵνα ὁδὸν διανύσω χρηστότητος.
Ἡλίου ἀκτίσι τοῦ νοητοῦ, λαμπόμενος Νήφων, σκοτομήνην
μου τῶν παθῶν, πρεσβείαις σου λύσον φωτοφόροις, πρὸς τὸν φωτίζοντα πάντα τὰ
πέρατα.
Φλεγόμενος οἴμοι ὑπὸ πυρὸς, παθῶν χαμαιζήλων δρόσισόν
με σὲ δυσωπῶ, τῷ ὕδατι παρακλήσεών σου, πρὸς τὸν Χριστὸν μόνον σωζειν
δυνάμενον.
Θεοτοκίον.
Ὡς μήτηρ φιλεύσπλαγχνος τοῦ Χριστοῦ, Παρθένε Μαρία,
τῆς ψυχῆς μου τὸν μολυσμὸν ῥοαῖς τῶν ἄμετρων οἰκτιρμῶν σου, εὐλογημένη ταχὺ
ἀποκάθαρον.
ᾨδὴ γ´. Οὐρανίας ἁψίδος.
Νεαυγέστατον ἄστρον τῆς τοῦ Χριστοῦ πίστεως, Νήφων
θαυμαστέ, ὁ δομήσας μάνδραν περιδοξον, τὴν τοῦ Εὐαγγελισμοῦ ἐν τῇ Σκιάθῳ,
σκοτείαν ἀγνωσίας σκέδασον τῶν προστρεχόντων σοι.
Νῦν θερμῶς δυσωπῶ σε· ἀπὸ κακῶν, ὅσιε καὶ ἐπηρειῶν
ψυχοκτόνων τοῦ πολεμήτορος ἁπάλλαξόν με ταχῦ τῷ ἀδιστάτῳ καρδίᾳ, πόνους σου
γεραίροντι, Νήφων πρὸς θέωσιν.
Ἐπώδυνων ταχέως τὴν συνοχήν, ὅσιε, λύσον καί τῶν
θλίψεων ζάλην παῦσον προσφυγῶν σου, ὡς δεδεγμένος πολλήν, παρὰ Ὑψίστου τὴν
χάριν, Νήφων ἀξιάγαστε, Πνεύματος σκήνωμα.
Θεοτοκίον.
Εὐεργέτην τοῦ κόσμου, σωματικῶς τέξασα, τῶν σωματικῶν
ἀλγηδόνων, Δέσποινα, ῥῦσαί με, καὶ τὴν στολήν μου ψυχῆς, ἐκ λογισμῶν ἀκαθάρτων,
Μῆτερ ἀποκάθαρον, σοῦ τῇ χρηστότητι.
Χαρίτωσον, καὶ καταξίωσον νήφειν τοὺς σοὺς ἰκέτας,
πνευματέμφορε ἀσκητά, σοφὲ Νήφων, ὅσιε, νεοφωτε φάρε τῆς εὐσέβειας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν
ἐμὴν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β´. Πρεσβεία
θερμή.
Πρεσβεύων Χριστῷ ἀπαύστως τῷ οἰκτίρμονι, μὴ παύσῃ,
σεπτέ, ὑπὲρ τῶν εὐφημούντων σε, Νήφων, πάτερ ἰσάγγελε, τοῦ Αἰγαίου νήσων
διάκοσμε, ἵνα τοῦ βίου πέλαγος καλῶς, οἱ σὲ ἀνυμνοῦντες διαπλεύσωμεν.
ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε.
Οἱ πιστῶς καταφεύγοντες, σοῦ τῇ προστασίᾳ πληροῦνται
χάριτος, Νήφων, καὶ εὐχαριστήριον, ὕμνον ἐξυφαίνουσι σοὶ χαίροντες.
Σωτηρίαν ἑξαίτησαι καί ζωῆς ἀγήρω μετόχους ποίησον,
Νήφων μάκαρ, τοῖς ἰκέταις σου, ἡσυχίας κόσμημα πολύτιμον.
Ἱερώτατον σκήνωμα προσευχῆς καὶ νήψεως, Νήφων πάνσοφε,
νήφειν πάντας καταξίωσον τοὺς ἀνευφημοῦντάς σου τὰ σκάμματα.
Θεοτοκίον.
Εὐσυμπάθητε Δέσποινα, τὸν κυριευθέντα ὑπό του δαίμονος
ἀπολύτρωσαι καὶ δεῖξόν μοι, μετανοίας τρίβον τὴν σωτήριον.
ᾨδὴ ε´. Φώτισον ἡμᾶς.
Νήφων θαυμαστέ, τῆς μανίας τοῦ ἀλαστορος, καὶ δεινῶν
δυσχερειῶν ῥῦσαι ἡμᾶς, καταφεύγοντας τῇ θείᾳ ἀντιλήψει σου.
Ἥμάρ μοι λαμπρόν, μετανοίας ἑξανάτειλον, τῷ ἐν σκότει
ἀνομίας ζοφερῳ, Νήφων ἔνθεε ἱκέτη σου καθεύδοντι.
Φέγγει σῶν εὐχῶν, οὐρανόθεν Νήφων σκέδασον, τὴν
σκοτόμαιναν κακότητος δεινῆς, κατ᾿ ἀνόμου πολιτείας μου, κραυγάζω σοι.
Θεοτοκίον.
Ἔπιδε ἡμῖν ἐκ τοῦ θρόνου Μητροπάρθενε, σοῦ Υἱοῦ προσδεχομένη
τὰς λιτὰς τοῦ σοῦ δούλου καὶ παράσχου μοι τὰ πρόσφορα.
ᾨδὴ στ´. Τὴν δέησιν, ἐκχεῶ.
Ἰσχύος με πλῆσον, Νήφων ὅσιε θριαμβεῦσαι τὸν μισόκαλον
ὄφιν, ὁ τὰς αὐτοῦ πανουργίας συντρίψας σκληραγωγίᾳ νηστείᾳ καὶ δάκρυσιν ἐν τοῖς
ἐσχατοις τοῖς καιροῖς, ἀσκητῶν τῶν ἀρχαίων ὁμόζηλε.
Νηφάλιε, ἄκακε, πραύτατε, καὶ σεμνὲ ἡσυχαστά, Νήφων
μάκαρ, ἡσυχασμοῦ ὁ μεταλαμπαδεύσας, φῶς εἰς τὰς νήσους Αἰγαίου τοῦ Ἄθωνος,
δεόμενος τοῦ Λυτρωτοῦ, ὑπὲρ πάντων μὴ παύση τιμώντων σε.
Ἀναστησον ἐκ βυθοῦ φαυλότητος, τοὺς πιστῶς ἀποζητοῦντας
σὴν χάριν, δομῆτορ θεῖε μονῆς περιδόξου, ἐν τῇ Σκιάθῳ τῇ νήσῳ, θεόφιλε Νήφων,
τοῦ Εὐαγγελισμοῦ, τῆς σεμνῆς καὶ πανάγνου θεόπαιδος.
Θεοτοκίον.
Ἐπίβλεψον, οὐρανόθεν, Δέσποινα, καὶ ἐπισκεψαί τοὺς σὲ
ἀνυμνοῦντας, εὐλογημένη Παρθένε, Μαρία, ὡς ἀκαταίσχυντος πάντων ἀντίληψις,
παραμυθία, βοηθὸς καὶ προστάτις ἀεὶ τῶν τιμώντων σε.
Χαρίτωσον, καὶ καταξίωσον νήφειν τοὺς σοὺς ἰκέτας,
πνευματέμφορε ἀσκητά, σοφὲ Νήφων, ὅσιε, νεοφωτε φάρε τῆς εὐσέβειας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿
ἐσχάτων τῶν ἥμερων τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Τῇ ἀντιλήψει σου Νήφων, προστρέχοντες δυσπραγιῶν καὶ
κίνδυνων λυτρούμεθα καὶ θείας πληρούμεθα χάριτος καλῶς ἀνῦσαι τὸ στάδιον
θλίψεων διόπερ ἐκθύμως ὑμνοῦμέν σε.
Προκείμενον: Τίμιος
ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ. Στίχος:
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ,
Εὐαγγέλιον κατὰ Λουκᾶν (κέφ. στ´ 17 33): Τῷ καιρῷ ἐκείνῳ
ἐστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ....
Δόξα:
Ταῖς τού Σου Ὁσίου πρεσβείαις, Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις,
Ἐλεῆμον...
Ἰδιόμελον, Ἦχος πλ. β´. Ὅλην ἀποθεμένοι. Στίχος. Ἐλεῆμον,
ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου
ἑξάλειψον τὸ ἀνόμημά μου.
Βίον ἀκηλίδωτον, ἐν προσευχῇ ἀκτησίᾳ, νήψει καί
ἀσκήσεως, πόνοις, Νήφων ὅσιε, πεπολίτευσαι, καί ζωῆς κρείττονος, ἤδη ἠξιώθης,
ἡσυχίας ἐγκαλλώπισμα, κρηπὶς σεμνότητος, καὶ φιλανθρωπίας διάκοσμε· διὸ
παρακαλοῦμέν σε· δέχου ἱκετῶν σου αἰτήματα, καί Χριστὸν δυσώπει, ἤμας ἐν
εὐπραγία καί χαρὰ, καὶ ὁμονοίᾳ τὸ βρότειον, διανύειν στάδιον.
Σῶσον, ὁ
Θεός, τὸν λαόν Σου...
ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰατρεύων τὰς νόσους τῶν ψυχῶν καὶ σωμάτων μὴ παύση,
ὅσιε, τῶν ἐπικαλουμένων τὸ θεῖον ὄνομά σου, Νήφων, πίστεως σέμνωμα, καί βάθρον
νεοπαγὲς εὐχῆς καὶ ἡσυχίας.
Ἁγιάζεις ἀπαύστως τοὺς πιστῶς ἐκζητοῦντας τὴν θείαν
χάριν σου, πνευματοφόρε Νήφων, ἐκβλάστημα τῆς Χίου εὐθαλὲς καί ἀνάστημα τοῦ Ἄθω
πνευματικόν, ἁγιασμοῦ ὡς ρεῖθρον.
Ξύλου νῦν ἀπολαύων τῆς ζωῆς σὺν Ἄγγελοις ἐν θείοις
δώμασι Χριστὸν ἀεὶ δυσώπει καὶ τοὺς προσφεύγοντάς σοι ἀξιῶσαι τῆς κρείττονος καί
ἀενάου χαρᾶς τῆς ἐν τῷ πόλῳ Νήφων.
Θεοτοκίον.
Ἰατρὲ τῆς ψυχῆς μου τῆς δεινῶς ἀσθενούσης,
Θεογεννήτρια, ἀποκρουσον μανίαν τὴν κατ᾿ ἐμοῦ τοῦ πλάνου βροτοκτόνου καί σῶσόν
με, ἵνα ἐκ βάθους ψυχῆς ἀεὶ σὲ μεγαλύνω.
ᾨδὴ η´. Τὸν Βασιλέα.
Ὡς ἡσυχίας πυρσὸν καὶ νήψεως φάρον σὲ ἀεί
μεγαλύνοντες, Νήφων, τὰς πρὸς τὸν Δεσπότην αἰτούμεθα λιτᾶς σου.
Σκέδασον πάσαν ἐπιφορὰν τοῦ ἐχθίστου καὶ συγχώρησιν
αἰτεῖ πταισμάτων, Νήφων, τοῖς ἐν πίστει σε ἀνυμνολογοῦσι.
Ὁδήγησόν με πρὸς ἀτραποὺς μετανοίας, ὁ σαφῶς ὁδηγήσας
ἀζύγων, Νήφων, τὰς χορείας πρὸς δόμους σωτηρίας.
Θεοτοκίον.
Νῦν δυσωπῶ σε· Θεοκυῆτορ Παρθένε, ἐκ δεινῶν νοσημάτων
ἄτρωτους φύλαττε σοὺς δούλους, ἰάτειρα ὡς θεία.
ᾨδὴ θ´. Κυρίως Θεοτόκον.
Μὴ παύση οὐρανόθεν πάντων προστατεύειν τῶν εὐφημούντων
τὴν πάνσεπτον μνήμην σου, Ὁσίων κλέϊσμα, Νήφων, νέον της πίστεως.
Εἰρήνευσον τὸν βίον, Νήφων, σῶν προσφύγων τῶν ὡς
βροτόν σε Ἰσάγγελον μέλποντα καὶ ζηλωτῶν ἡσυχίας θεοφορούμενον.
Χαρίτων σου τὸ πλῆθος, Νήφων, ἀνυμνοῦντες τὴν σὴν
αἰτούμεθα θείαν ἀντίληψιν, ἣν δίδου πᾶσι τοῖς πόθω σὲ μακαρίζουσι.
Θεοτοκίον.
Μητράνανδρε Παρθένε, Νήφωνος πρεσβείαις παθῶν
ὑπέρτερον δεῖξον τὸν δοῦλόν σου, ἵνα ὑμνῶ σὲ ἀπαύστως ὡς κόσμου σώτειραν.
Ἄξιόν ἐστι... καὶ τὰ παρόντα Μεγαλυνάρια.
Χαίροις, νήσου Χίου γόνος λαμπρός, σέμνωμα τοῦ Ἄθω,
ἐγκαλλώπισμα τῆς Λειψοῦς, Σάμου, Ἰκαρίας, Σκιάθου τε καί Πάτμου, κοινοβιάρχα
νέε, Νήφων μακάριε.
Πύργος εὐσέβειας νεοπαγὴς καί φανὸς σοφίας τῆς ἐνθέου
νεολαμπῆς ὠφθης, Νήφων μάκαρ, ἡσυχαστῶν λαμπρότης καὶ ἀγωγῆς ἀρίστης στύλε
νεοφωτε.
Χαίροις, εὐσυμπάθητε ἀσκητά, ὁ μονὴν δομήσας θείαν τοῦ
Εὐαγγελισμοῦ τῆς ἁγνῆς Παρθένου ἐν νήσῳ τῆς Σκιάθου, πνευματοφόρε Νήφων,
θεοειδέστατε.
Χαίροις, εὐσεβούντων ὁ ἀρωγός, Νήφων, καὶ προστάτης, τῶν
σπευδόντων σοι ταπεινῶς, καὶ ἐκδεχομένων, ταῖς θείαις σου πρεσβείας, πρὸς τὸν
Θεὸν τῶν ὅλων τὸν εὐσυμπάθητον.
Χαίρων ἠκολούθησας τῷ Χριστῷ, Νήφων δι᾿ ἀγώνων
ἐγκρατείας καὶ προσευχῆς καὶ τὸν νοῦν καθάρας της τῶν παθῶν κηλίδος ἐλλάμψεως
ἐπλήσθης θείας θεσπέσιε.
Εὐαγγελιστρίας σεπτῆς μονῆς, τῆς Σκιάθου, δεῦτε, τὸν
δομήτορα εὐλαβῶς, Νήφωνα τὸν θεῖον, ὡς εὐσέβειας κέρας, καὶ νήψεως πυξίον, ἀνευφημήσωμεν.
Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς
τὸ σωθῆναι ἡμᾶς.
Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον
Λόγον.
Ἀρετὴν τὸν ἀρτίως φιλοῦντα, νήφοντα καὶ τῶν πατέρων
τῶν πάλαι ἀσκητικὴν ἀγωγὴν, τὸν ζηλοῦντα, θεῖον Νήφωνα, τιμήσωμεν, φάρον ὡς
νήσων τηλαυγῆ, τοῦ Αἰγαίου ἀστραπαῖς, φωτίζοντα εὐσέβειας, ψυχᾶς τὰς
ἐζοφωμένας, θερμᾶς αὐτοῦ λιτᾶς αἰτούμενοι.
Ἕτερον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Νήσου Χίου τὸν γόνον, ὄρους Ἄθωνος ἄνθισμα καὶ
ἡδύπνουν νήσων Αἰγαίου ἄνθος ὑμνοις τιμήσωμεν, τὸν κτίτορα τοῦ Εὐαγγελισμοῦ
μονῆς ἐν τῇ Σκιάθῳ τῆς λαμπρᾶς, θεῖον Νήφωνα, ἐκθύμως ὡς ἀσκητὴν θεοπνουν
ἀνακράζοντες· Δόξα, τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα, τῷ σὲ στεφανώσαντι, δόξα τῷ
δεδοκότι σοὶ ἡμῖν πρέσβυν ἀκοίμητον.
Ἐκτενὴς
καί Ἀπόλυσις, μεθ᾿ ἣν ψάλλομεν τὸ ἑξῆς· Ἦχος β´. Ὀτε ἐκ τοῦ Ξύλου.
Ἔχων παῤῥησίαν πρὸς Θεόν, Νήφων, θεοείκελε πάτερ, ὡς
νέος ἡσυχαστής, καί ἀλείπτης ἄριστος ἀζύγων, πρέσβευε περιστάσεων ῥύεσθαι,
κίνδυνων, ἀνάγκης, βλάβης τὲ κακώσεως καὶ πάσης θλίψεως πάντας τοὺς
προσφεύγοντας πίστει τῇ σῇ ἀντιλήψει, παμμάκαρ, ἵνα βίον ἤρεμον ἀνύσωμεν.
Δέσποινα, προσδεξαι…
Τὴν πάσαν ἐλπίδα μου…
Δίστιχον.
Δίδου σὴν χάριν, Νήφων κοινοβιάρχα,
Χαραλάμπει σπεύδοντα σῇ μεσιτείᾳ.
ΤΕΛΟΣ ΚΑΙ ΔΟΞΑ ΤΩ ΜΟΝΩ ΑΛΗΘΙΝΩ ΘΕΩ ΗΜΩΝ
ΝΕΚΤΑΡΙΟΣ
ΜΑΜΑΛΟΥΓΚΟΣ www.nektarios.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου