Τρίτη 28 Αυγούστου 2018

ΙΑΝΟΥΑΡΙΟΣ 16. ΠΑΝΤΩΝ ΤΩΝ ΑΓΝΩΣΤΩΝ ΜΑΡΤΥΡΩΝ ΑΚΟΛΟΥΘΙΑ


ΙΑΝΟΥΑΡΙΟΣ ΙΣΤ΄!!
ΠΑΝΤΩΝ ΤΩΝ ΑΓΝΩΣΤΩΝ ΜΑΡΤΥΡΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τοὺς ἀπ’ αἰῶνος ἀγνώστους Ἁγίους Μάρτυρας, διὰ Χριστοῦ ἀγάπην, ὑπομείναντας πόνους, αἰκίας μαστιγώσεις κολαφισμούς, φυλακὴν καὶ ἀπότμησιν, αὐτῶν τιμίων αὐχένων καὶ τῶν μελῶν, ἐπαξίως εὐφημήσωμεν.

Τοὺς κατασβέσαντας φλόγα πυρὸς τιμήσωμεν, καὶ ἐμπαιγμῶν λαβόντας, πεῖραν Μάρτυρας θείους, ἀγνώστους εὐσεβέσι πλὴν τῷ Θεῷ, καὶ Ὑψίστῳ παντάνακτι, γνωρίμους ὕμνοις καὶ ᾄσμασι μελιχροῖς, φιλεόρτων τὰ συστήματα.

Τοὺς ἐν σταδίῳ λεόντων ἀγρίων φράξαντας, τὰ στόματα καὶ λίθων, τὰς ῥιπὰς δεξαμένους, ὡς ἄνθη μυροβόλα πανευλαβῶς, καλλιμάρτυρας μέλψωμεν, καὶ Ἀθλοφόρους τῆς πίστεως εὐσθενεῖς, εἰληφότας στέφη ἄφθαρτα.

Τῆς Ἐκκλησίας φωστῆρας τοὺς διαλάμψαντας, ἐν τῷ σταδίῳ θάῤῥους, παμφαέσιν ἀκτῖσιν, ἀγνώστους Ἀθλοφόρους δεῦτε πιστοί, εὐφημήσωμεν ᾄσμασιν, ὡς θεμελίους τῆς πίστεως τοῦ Χριστοῦ, ἀῤῥαγεῖς τοὺς πάντας σώζοντος.

Δόξα. Ἦχος β’.
Τὸ ἀνώνυμον σύνταγμα τῶν ἀλκιφρόνων Μαρτύρων, τοὺς ἐνδυναμωθέντας ἀπὸ ἀσθενείας, καὶ γεννηθέντας ἰσχυροὺς ἐν πολέμῳ, στεῤῥοψύχους Ἀθλητὰς ἀνυμνήσωμεν κράζοντες· οἱ ἐν διαφόροις χρόνοις ἐν φόνῳ θανόντες μαχαίρας, καὶ κομισάμενοι στέφη ἀφθίτου μακαριότητος, μὴ παύσησθε Χριστῷ πρεσβεύοντες, ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.



Εἰς τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Δῆμον θεοειδῆ, Μαρτύρων Ἀνωνύμων, τὸν φοινιχθέντα ὄμβροις, αἱμάτων τῶν οἰκείων, ἐν κατανύξει μέλψωμεν.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Χαίρετε ἀριστεῖ, σταδίου Ἀθλοφόροι, οἱ μὴ πιστοῖς γνωσθέντεε, ἀλλὰ στεφανωθέντες, ὑπὸ τοῦ Παντοκράτορος.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Ἅγιοι εὐκλεεῖς, οἱ ἀνὰ τοὺς αἰῶνας, ὑπὲρ τῆς εὐσεβείας, ἀθλήσαντες Κυρίῳ, ὑπὲρ ἡμῶν πρεσβεύσατε.

Δόξα. Τριαδικόν.
Βράβευσον τοῖς πιστοῖς, Τριὰς ὑπεραγία, ἀγήρω βίου στέφη, ὁ Μάρτυσιν ἀγνώστοις, βραβεύσας ἀφθαρτότητα.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα Μαριάμ, λιταῖς τῶν Ἀνωνύμων, τῆς πίστεως Μαρτύρων, ἐλέησον τοὺς ὕμνους, δοξάζοντας τὸν Τόκον Σου.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τῶν ἀγνώστων Μαρτύρων τὸν θεῖον σύλλογον, ἐν διαφόροις τοῖς χρόνοις, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, τοὺς ἀθλήσαντας εὐψύχως εὐφημήσωμεν, ὥσπερ σταδίου ἀριστεῖς, δεξαμένους ἐκ Θεοῦ, στεφάνους ἀθανασίας, αὐτῶν αἰτούμενοι πόθῳ, λιτὰς πρὸς Κύριον τὸν εὔσπλαγχνον.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.









ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι.
Δεῦτε ὕμνοις ἐμπρέπουσι, φιλομάρτυρες στέψωμεν, Ἀθλητὰς τῆς πίστεως γενναιόφρονας, τοὺς ἐν σταδίῳ κηρύξαντας, Χριστοῦ θεῖον ὄνομα, καὶ προκρίναντας θανεῖν, δι’ εὐσέβειαν κράζοντες· καρτερόψυχοι, ἀφανεῖς τοῦ Σωτῆρος στρατιῶται, καὶ κοσμήτορες ἀνδρείως, Αὐτὸν ἡμῖν ἱλεώσασθε.

Τὴν ἁγίαν ὁμήγυριν, τῶν Ἀγνώστων τιμήσωμεν, Ἀθλητῶν ποικίλοις ἐν χρόνοις λάμψασαν, καὶ εἰδωλόφρονας σέβοντας, τὰ ἄψυχα ξόανα, καὶ χοροὺς αἱρετικῶν, καθελόντας ἀλήθειαν, θείας πίστεως, σὺν ἀπίστων τῆς Ἄγαρ ἀπογόνων, τὴν συντρίψασα εἰς τέλος, φιλομαρτύρων συστήματα.

Παιδομάρτυρας ἅπαντας, ἀφανεῖς εὐφημήσωμεν, ἐν τιμίῳ γήρατι τοὺς ἀθλήσαντας, ἐφήβων νέων συστήματα, θηλέων ὁμήγυριν, νεανίδων εὐκλεῶν, καὶ γυναίων συντάγματα, τοὺς προκρίναντας, ἐναθλῆσαι ὑπὲρ τῆς εὐσεβείας, καὶ Χριστοῦ ὁμολογίας, τοῦ παναγίου ὀνόματος.

Τῶν Ἀγνώστων τιμήσωμεν, τὸν θεόκλητον σύλλογον, εὐσταλῶν Μαρτύρων εὐτάκτοις ᾄσμασι, τοὺς ἀφανῶς μαρτυρήσαντας, καὶ πίστιν κατύναντας, τὴν Ὀρθόδοξον ἡμῶν, ὁλοθύμως κραυγάζοντες· καλλιμάρτυρες, οἱ ψυχῆς ἐπιχρώσαντες χλαμύδα, ταῖς ὑμῶν ῥοαῖς αἱμάτων, παρὰ Θεοῦ ἐδοξάσθητε.

Ἀθληταὶ ἰσουράνιοι, μὴ φεισάμενοι σώματος, τοῦ φθαρτοῦ πασχόντων ὡς ἄλλων ἔνδοξοι, καθυπεμείνατε χαίροντες, βασάνους ἀθλήσεως, τῶν αὐχένων ἐκκοπήν, καὶ αἱμάτων τὴν ἔκχυσον, δι’ ἀγάπησιν, τοῦ Χριστοῦ Ὃν ἀπαύστως δυσωπεῖτε, νῦν ἡμῖν ὑψόθεν πέμψαι, Αὐτοῦ τὸ ἄμετρον ἔλεος.

Τὸ ἀνώνυμον σύνταγμα, τῶν Μαρτύρων τιμήσωμεν, τῶν διαδραμόντων εὐτόλμως σκάμματα, ἱερωτάτης ἀθλήσεως, καὶ πόθῳ τὸ ὄνομα, τοῦ παντάνακτος Θεοῦ, ἀσεβούντων πρὸ βήματος, τὸ πανάγιον, κηρυξάντων ᾠδαῖς μελισταγέσιν, ἀνακράζοντες· ἀνδρεῖοι, Κυρίου Μάρτυρες χαίρετε.





Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ὡς νοητοὶ τηλαυγέστατοι ἀστέρες προβάλλονται, ἐν τῷ τῆς Ἐκκλησίας φωτεινῷ στερεώματι, οἱ ἐν διαφόροις ἔτεσι καλῶς διηγωνισμένοι, ἡμῖν μὲν ἀγνώστοις, Θεῷ δὲ διεγνωσμένοις Μάρτυρες, φωτίζοντες τὰς διανοίας τῶν φιλομαρτύρων. Οὗτοι γὰρ καταγωνισάμενοι βασιλείας, φράξαντες στόματα λεόντων, σβέσαντες δύναμιν πυρός, καὶ στόματα φυγόντες μαχαίρας, κρείττονος ἀναστάσεως ἔτυχον. Αὐτῆς καὶ ἡμᾶς τυχεῖν Χριστῷ πρεσβεύουσι, τοῖς μεγαλύνουσιν ἐν πίστει καὶ κοινοῖς ἐν ᾄσμασιν, αὐτῶν τὴν ὑπερένδοξον ἄθλησιν

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. η’, 1-11)
Υἱέ, σὺ τὴν σοφίαν κηρύξεις, ἵνα φρόνησίς σοι ὑπακούσῃ· 2 ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστίν, ἀνὰ μέσον δὲ τῶν τρίβων ἕστηκε· 3 παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει, ἐν δὲ εἰσόδοις ὑμνεῖται. 4 ῾Υμᾶς, ὦ ἄνθρωποι, παρακαλῶ, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων· 5 νοήσατε, ἄκακοι, πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. 6 εἰσακούσατέ μου, σεμνὰ γὰρ ἐρῶ καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθά· 7 ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. 8 μετὰ δικαιοσύνης πάντα τὰ ρήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιὸν οὐδὲ στραγγαλιῶδες· 9 πάντα ἐνώπια τοῖς συνιοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. 10 λάβετε παιδείαν καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον· 11 κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.










Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (κέφ. Γ΄, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὀψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὐρεν αὐτοὺς ἄξιους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰώνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὀσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

















Λιτή. Ἦχος α’.
Τῶν λαμπρῶν ὑμῶν ἀγώνων τὰ κατορθώματα, οὐρανῶν αἱ τάξεις κατεπλάγησαν, ὅτι ταῖς ἀνδρείαις ὑμῶν ἐνστάσεσιν, ἐχθροὺς ἀπίστους ἐταπεινώσατε, Ἀνώνυμοι Ἅγιοι Μάρτυρες· ὅθεν παρὰ τοῦ στεφοδότου Χριστοῦ λαμπρῶς ἐστεφανώθητε, τοῦ παρέχοντος πᾶσιν ὑμῶν πρεσβείαις, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Ἦχος β’.
Διὰ πόνων ἀθλήσεων τὸν βίον ὑμῶν διηνύσατε, ἀνδρείᾳ καὶ καρτερίᾳ ἑαυτοὺς καταλαμπρύναντες, Ἄγνωστοι τῆς εὐσεβείας Μάρτυρες· ὑμεῖς γὰρ τῇ πανσθενίᾳ τοῦ Πνεύματος δυναμούμενοι, τὰς τῶν ἀπίστων φάλαγγας ἐτρέψατε, καὶ πιστῶν τὰς χορείας κατηυφράνατε· καὶ νῦν ἐν παῤῥησίᾳ τῷ θρόνῳ τοῦ Θεοῦ παριστάμενοι, μνημονεύετε καὶ ἡμῶν τῶν ὑμνούντων, τὴν ὑμῶν ἀριστείαν ἐν σκάμμασι.

Ἦχος γ’.
Τὴν πληθὺν τῶν Ἀνωνύμων καὶ Ἀγνώστων ἡμῖν Μαρτύρων, τὴν ἀνὰ τοὺς αἰῶνας ἐχθροὺς θριαμβεύσαντας πίστεως, πρεπωδῶς καὶ ἐν κατανύξει τιμήσωμε. Οὗτοι γὰρ πεῖραν μαστίγων δεσμῶν καὶ φυλακῆς λαβόντες, ἐλιθάσθησαν ἐπρίσθησαν ἐπειράσθησαν, καὶ ἐν φόνῳ μαχαίρας ἀπέθανον· καὶ νῦν τῶν ἡτοιμασμένων ἀγαθῶν ἀπολαύοντες, καὶ παῤῥησίαν πεπλουτηκότες πρὸς Κύριον. Αὐτὸν δυσωποῦσιν ὑπὲρ τῶν ὑμνούντων, τὴν κοινὴν αὐτῶν τὴν πανσεβάσμιον μνήμην ἐν ᾄσμασι.

Δόξα. Ἦχος δ’.
Τὴν θεοσύλλεκτον χορείαν καὶ τὸν θεόληπτον σύλλογον, τῶν Ἀγνώστων ἡμῖν Μαρτύρων, ἀνδρῶν γυναικῶν παίδων μειρακίων καὶ ὑπεργήρων, μελίσμασιν εὐτάκτοις εὐφημήσωμεν κράζοντες· οἱ ἀθλητικοῖς καμάτοις διαπρέψαντες ἐν διαφόροις χρόνοις, καὶ Χριστῷ εὐαρεστήσαντες, μὴ παύσησθε πρεσβεύοντες ὑπὲρ τῶν ὑμᾶς τιμώντων ἀείποτε.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.








Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν
Χαίροις, ὁ τῶν Μαρτύρων χορός, περιφανῆ τῆς Ἐκκλησίας κλεΐσματα, Ἀνώνυμοι Ἀθλοφόροι, ἐν διαφόροις καιροῖς, οἱ ἐν τῷ σταδίῳ, διαπρέψαντες, γυναῖκες αἱ φρόνημα, ἀνδρικὸν ἐνδυσάμεναι, νηπίων δῆμος, ἱερὸς καὶ πανάμωμος, παῖδες μείρακες, εὐσθενεῖς καὶ ἀήττητοι, ἄνδρες στεῤῥοὶ καὶ πάνσοφοι, καὶ γέροντες ἄλκιμοι, οἱ πρὸ ἀνόμων δημίων, ὁμολογήσαντες Κύριον, λαμπρῶς δυσωπεῖτε, πέμψαι πᾶσιν εὐσεβέσι, τὸ μέγα ἔλεος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Χαίροις, ἡ τῶν ἀγνώστων πληθύς, στεῤῥῶν Μαρτύρων τῆς Χριστοῦ ἀγαπήσεως· Ἀνώνυμοι Ἀθλοφόροι, οἱ τὴν ἰσχὺν τοῦ πυρός, ταῖς ὁραῖς ἀνδρείας, κατασβέσαντες, λεόντων οἱ φράξαντες, ταῖς σαρξὶν ὑμῶν στόματα, οἱ ἐκκοπέντες, μεληδὸν ὥσπερ σφάγια, καὶ τοῖς ξίφεσιν, οἱ αὐχένας ἐκλίναντες, πάντων ἐχθρῶν τῆς πίστεως, ὡς πρέσβεις πρὸς Κύριον, ὑμῶν θερμοὶ δυσωπεῖτε, Αὐτὸν ὑπὲρ τῶν ἐν ᾄσμασιν, ὑμῶν τοὺς καμάτους, τοὺς ἀθλητικοὺς τιμώντων, καὶ τὸ μαρτύριον.

Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις, ὁ τῶν Ἁγίων χορός, τῆς Ἐκκλησίας τὰ ὡραῖα βλαστήματα, οἱ πρόβολοι εὐσεβείας, καὶ ἀληθείας λαμπρά, μέλαθρα καὶ στῦλοι, ἀδιάσειστοι· οἱ πόνοις ἀθλήσεως, τὸν Χριστὸν μεγαλύναντες, εἰς τοὺς αἰῶνας, καὶ ὡς ἄστρα ἐκλάμψαντες, τοῖς πυρσεύμασιν, ἀριστείας Ἀνώνυμοι, ἔνδοξοι Πρωτομάρτυρες, καὶ θεῖοι νεόαθλοι, οἱ τὴν ἀπάτην τῶν πλάνων, ἀθλητικῶς θριαμβεύσαντες, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν αἰτεῖσθε, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ’.
Τὸν ὑπέρτιμον δῆμον τῶν Ἀγνώστων ἡμῖν Ἁγίων Μαρτύρων, τοὺς ἀθλητικοῖς σκάμμασι δοξάσαντας τὸν Κύριον, πᾶς ὁ λαὸς τοῦ στεφοδότου Κυρίου μακαρίσωμεν. Τῶν πάλαι Ἀθλητῶν τὰς ὁμηγύρεις, καὶ τῶν νεοάθλων τὰς θεαρέστους χορείας, τοὺς λαβόντας τὰ βραβεῖα τῆς ἄνω κλήσεως, καὶ δοξασθέντας ἐν τῇ ἀλήκτῳ μακαριότητι, εὐφημήσωμεν καὶ τὰς αὐτῶν ἱκεσίας ἐκζητήσωμεν, ἵνα τύχωμεν καὶ ἡμεῖς χαρᾶς τῆς ἐν πόλῳ ἀτέρμονος.

Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.


Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τῶν ἀγνώστων Μαρτύρων τὸν θεῖον σύλλογον, ἐν διαφόροις τοῖς χρόνοις, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, τοὺς ἀθλήσαντας εὐψύχως εὐφημήσωμεν, ὥσπερ σταδίου ἀριστεῖς, δεξαμένους ἐκ Θεοῦ, στεφάνους ἀθανασίας, αὐτῶν αἰτούμενοι πόθῳ, λιτὰς πρὸς Κύριον τὸν εὔσπλαγχνον.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.






























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Τὸν πάντιμον χορόν, τῶν Ἀγνώστων Ἁγίων, ὑμνοῦμεν εὐλαβῶς, τὸν ἐν χρόνοις ποικίλοις, ἐκλάμψαντα κράζοντες· Ἐκκλησίας διάκοσμοι, καὶ νικήτορες, περιφανεῖς τοῦ σταδίου, ἀντιλήπτορες, ἡμῶν τυγχάνετε θεῖοι, καὶ πρέσβεις πρὸς Κύριον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ἔκπτωσιν Ἀδάμ, Σῇ ἀφράστῳ κυήσει, ἠνώρθωσας ἁγνή, καὶ τῆς Εὔας κατάραν, διέλυσας Δέσποινα· ὅθεν οἱ θείῳ Τόκῳ Σου, Παντοκράτορι, τῷ εὐϊλάτῳ σωσθέντες, Σὲ γεραίρομεν, καὶ μεγαλύνομεν πόθῳ, εὐήχοις ἐν ᾄσμασιν.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀνώνυμοι Μάρτυρες ἐν διαφόροις καιροῖς, Χριστὸν οἱ δοξάσαντες ἀθλητικῇ ἀγωγῇ, στεφάνους ἐλάβετε, δόξης τῆς αἰωνίου, καὶ σεπτοὶ κληρονόμοι, δόμων τῶν οὐρανίων, καὶ χαρᾶς τὴς ἀφθίτου, γεγόνατε καὶ πάντων ἡμῶν, πρέσβεις πρὸς Κύριον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χριστὸν τὸν Θεάνθρωπον καὶ Ποιητὴν τοῦ παντός, ἀφράστως κυήσασα, Θεογεννῆτορ σεμνή, φθορὰν ἀπενέκρωσας, καὶ τὴν ζωὴν χορείαις, τῶν βροτῶν τὴν ἀγήρω, ὑπερευλογημένη, χοϊκῶν σωτηρία, ἐπήγασας τοῖς Σὲ μυστικοῖς, ὕμνοις γεραίρουσι.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Τὸν ἁγιόλεκτον, Μαρτύρων σύλλογον, τὸν θεῖον ὅμιλον, ἀνευφημήσωμεν, τῶν ἀφανῶν πανευσταλῶν τῆς πίστεως Ἀθλοφόρων, κηρυξάντων ὄνομα, τοῦ Χριστοῦ τὸ πανάγιον, πρὸ ἀνόμων βήματος, διαφόροις ἐν ἔτεσι, κραυγάζοντες φωναῖς μελιῤῥύτοις· Χαίροις στεφανηφόρε δῆμε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταυγάσον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ κεχαριτωμένη








Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, κατὰ Ἰωάννην (Κεφ. ΙΕ’17-ΙΣΤ’2): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν... Ὅρα το εἰς τὴν Λειτουργίαν τοῦ Ἁγίου Γεωργίου.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τῆς ἀσεβείας τὰς φάλαγγας ᾔσχυνατε, ὑμῶν τῇ εὐτόλμῳ ὁμολογίᾳ τῆς πίστεως, Ἄγνωστοι καλλιμάρτυρες· ὅθεν Χριστὸς τοὺς ὑμῶν δεξάμενος ἀγῶνας, ἐπαξίων ἀμοιβῶν κοινωνοὺς ὑμᾶς εἰργάσατο. Αὐτὸν οὖν δυσωπεῖτε καλλίνικοι Ἀθλοφόροι, ἡμᾶς ῥύεσθαι τῆς ἐπηρείας τοῦ ὄφεως, καὶ εἰρηνεύειν τὴν ζωὴν τῶν ὑμνούντων, ὑμῶν τὰ κατορθώματα.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῶν Ἁγίων οὗ ἡ ἀκροστιχίς: Ἀγνώστους πιστοῖς ἀνυμνῶ Μάρτυρας. Χ. Μ.
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ἁρματηλάτην Φαραώ.
Ἀῤῥήτου δόξης τοὺς τρυφῶντας μέλψωμεν, ἐν ταῖς σκηναῖς οὐρανῶν, ἀριστεῖς ἀγώνων, τοῦ Κυρίου Μάρτυρας, ἡμῖν ἀγνώστους ἔτεσιν, ἐναθλήσαντας πλείστοις, ᾠδαῖς εὐήχοις καὶ ᾄσμασι, πάντες οἱ πιστοὶ ἀγαλλόμενοι.
Γενναίως πόνους μαρτυρίου Ἅγιοι, σταδίου οἱ ἀριστεῖς, ὑπελθόντες πόθῳ, ἄλγους ἠλογήσατε, σαρκὸς καὶ κατεβάλετε, τὸν ἀρχέκακον ὄφιν· διὸ εὐκλείας ἐτύχετε, οὐρανίου Ἄγνωστοι Μάρτυρες.
Νῦν ἀνωνύμων Ἀθλητῶν ὁμήγυριν, χορείαν τὴν ἐκλεκτήν, τῶν κλεινῶν Μαρτύρων, ὧν σεπτὰ ὀνόματα, οὐκ ἔγνωμεν γηθόμενοι, ἀνυμνοῦντες βοῶντες· Χριστὸν ἡμῖν ἱλεώσατε, ἄγνωστοι τῆς πίστεως Μάρτυρες.
Θεοτοκίον.
Ὡραιοκόμον ὑφηλίου Τόκου Σου, καὶ ζωοδότην Χριστόν, ἐκτενῶς δυσώπει, Θεοτόκε Δέσποινα, ὑπὲρ μεγαλυνόντων Σε, εἰς αἰῶνας αἰώνων, καὶ τὸν Υἱὸν δοξαζόντων Σου, τὸν σεπτὸν πρεπόντως ἑκάστοτε.









ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Συναυλία Μαρτύρων πανευσθενῶν ἄριστος, ἄγνωστοι Χριστοῦ Ἀθλοφόροι, σύναψις ἔνδοξος, παρεμβολὴ ἱερά, καὶ θαυμαστὴ συνοδεία, Ἀθλητῶν εἰλήφατε, ἄφθαρτον στέφανον.
Τῶν Ἀγνώστων Μαρτύρων τὸ παμφαὲς σύστημα, τοὺς ἐν διαφόροις τοῖς χρόνοις, καταπυρσεύσαντας, τῶν εὐσεβούντων χορούς, ἐγκωμιάσωμεν πόθῳ, ὡς Ἁγίων πίστεως, οἶκον θεότευκτον.
Οἱ συντρίψαντες πλάνης Ἄγαρ υἱῶν Μάρτυρες, ὅπλοις τῆς ὑμῶν παῤῥησίας, καὶ ῥείθρων αἵματος, ἐν δυσχειμέροις καιροῖς, τῶν χριστωνύμων δουλείας, Ἀθλοφόροι ἄγνωστοι, δόξης ἐτύχετε.
Θεοτοκίον.
Ὑπὲρ πάντων Σῶν δούλων τῷ Σῷ Υἱῷ πρέσβευε, κεχαριτωμένη Παρθένε, Θεογεννήτρια, τῶν Σὲ ὑμνούντων φαιδρῶς, ὡς σωτηρίας αἰτίαν, χοϊκῶν καὶ ἄμεσον, πάντων βοήθειαν.

Κάθισμα. Ἦχος γ’. Θείας πίστεως.
Τὴν θεόπλοκον, σειρὰν Μαρτύρων, τοὺς κοσμήτορας, καὶ διακόσμους, Ἐκκλησίας τοῦ Χριστοῦ ἀνυμνήσωμεν, τοὺς ἀφανῶς ἐν σταδίῳ ἀθλήσαντας, καὶ ἐμφανῶς δοξασθέντας ἐν δώμασιν, ἄνω πόλεως κραυγάζοντες· καρτερόψυχοι, χορείαν θριαμβεύουσαν κλεΐζετε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μητροπάρθενε, Θεογεννῆτορ, ἀπολύτρωσαι, περιπεζίου, τοὺς οἰκέτας Σου ταχέως φαυλότητος, καὶ τῆς καρδίας τὴν ἔφεσιν ὕψωσον, πρὸς θεῖον ἔρωτα τῶν προστρεχόντων Σοι, ἵνα κρείττονος ἐλλάμψεως θείου Τόκου Σου, μετάσχωμεν ἀεὶ οἱ ἀνυμνοῦντές Σε.

ᾨδὴ δ’. Σύ μου ἰσχύς, Κύριε.
Σεμνοπρεπῶς, ὑμῶν τὴν μνήμην τὴν πάνσεπτον, μελῳδοῦμεν, οἱ πιστοὶ ἑκάστοτε, σταδίου ἄριστοι Ἀθληταί, οἱ ἐν διαφόροις τοῖς χρόνοις καλῶς ἀθλήσαντες, καὶ ὧν ἐν θείοις δέλτοις, ἐγράφησαν αἱ κλήσεις, πᾶσιν ἡμῖν ἄγνωστοι πέλουσαι.
Πλήρεις χαρᾶς, βασάνους καθυπεμείνατε, Ἀθλοφόροι, Μάρτυρες ἀήττητοι, ἐν τῇ Εὐρώπῃ τῇ γηραιᾷ, καὶ ἐν τῆς Ἀσίας τὰ μήκη καὶ πλάτη ἔνδοξοι, καὶ Ἀφρικῆς βορείου, ἐν πόλεσι καὶ κώμαις, διὰ τὴν πίστιν τοῦ παντάνακτος.
Ἰδεῖν μορφήν, προσώπου κατηξιώθητε, τοῦ Κυρίου, Μάρτυρες Ἀνώνυμοι, ἐν θείοις σώμασιν οὐρανῶν, ὡς τροπαιοφόροι ἐν μάχαις ὄντως ἀήττητοι, ἐν χρόνοις διαφόροις, ἀθλήσαντες καὶ στέφη, ἀϊδιότητος δρεψάμενοι.
Θεοτοκίον.
Σῶν προσευχῶν, τῷ μανδηλίῳ ἀπόσμηξον, Θεοτόκε, δάκρυα τῶν δούλων Σου, πρὸς τὸν εὐΐλατον Σὸν Υἱόν, καὶ εἰς χαρμονὴν μεταποίησον θλίψεις τάχιστα, ἡμῶν μεγαλυνόντων, εἰς πάντας Σε αἰῶνας, ὡς εὐθυμίας κόσμου πρόξενον.

ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.
Τοὺς στεῤῥοὺς νεανίας, γηραιῶν Μαρτύρων ὁρμαθὸν τὸν θεόλεκτον, εὐσθενῶν ἐφήβων, τὰς χορείας καὶ παῖδας ἀλκίφρονας, τοὺς σφαγιασθέντας, ὑπὲρ τῆς πίστεως ὡς ἄρνας, πανσπίλους ἐκθύμως τιμήσωμεν.
Ὁ πανάγιος δῆμοις, πρόκειται εἰς αἶνοιν Ἀθλοφόρων τῆς πίστεως· δεῦτε ὅθεν πάντες, θείαν μνήμην αὐτῶν εὐφημήσωμεν, πρὸς αὐτοὺς βοῶντες· ῥυσασθε θλίψεως ἁπάσης, τοὺς ὑμᾶς μελῳδοῦντας μεγάλαθλοι.
Ἰσχυροὶ ἐν πολέμῳ, Μάρτυρες Ἀνώνυμοι τοῦ Κτίστοι ἐδείχθητε· ὅθεν τῆς εὐκλείας, τῆς ἀλήκτου ἐτύχετε πάντιμοι, καὶ τῆς οὐρανίου, δόξης Χριστοῦ τὸ θεῖον κάλλος, τῆς μορφῆς καθορῶντες τὸ ἄῤῥητον.
Θεοτοκίον.
Σωματώσασα Κτίστην, τὸν Δεσπότην πάντων ἡμῶν καὶ Κύριον, ἔλυσας κατάραν, προπατόρων καὶ γένος ἐθώσας, τῶν βροτῶν Παρθένε· διὸ πιστῶς δοξάζομέν Σε, οἱ σωσθέντες τῷ Τόκῳ τῷ θείῳ Σου.

ᾨδὴ στ’. Τὴν δέησιν.
Ἀήττητοι, τοῦ σταδίου Μάρτυρες, ἀπηνῶς οἱ ὑπ’ ἐχθρῶν διωχθέντες, λίθων τῶν φεῦ λατρευόντων ἀψύχους, πάλαι καὶ ἄρτι ἐκγόνων Ἀνώνυμο, Ἄγαρ ἀνόμων καὶ στυγνῶν, συνευφραίνεσθε νῦν τῷ παντάνακτι.
Νικήσαντες, τοὺς ἐχθροὺς τῆς πίστεως, ὅλποις Μάρτυρες ὑμῶν παῤῥησίας, ἐμεγαλύνατε κράτος Κυρίου, καὶ ἠγλαΐσατε δῆμον χριστώνυμον, τὸν νῦν γεραίρονα ὑμᾶς, εὐσεβείας ὡς βάθρα ἀσάλευτα.
Ὑπέρλαμποι, Ἀθληταὶ τῆς πίστεως, Ἀνωνύμων συστοιχία Μαρτύρων, περικλεεῖς τοῦ Χριστοῦ στρατιῶται, ἀνατολῆς τε καὶ δύσεως πρόβολοι, τοῦ νότου εὖχη τιμαλφῆ, καὶ βοῤῥᾶ μυροβόλα κιννάμωμα.
Θεοτοκίον.
Μητράναδρε, Θεοτόκε ἄχραντε, ποδηγὸς πρὸς σωτηρίας σκηνώσεις, τῶν προστρεχόντων Σῇ χάριτι πέλεις, καὶ εὐσεβῶν πρὸς τὸν πόλον ἰθύντειρα, τῶν ἀνυμνοῦντων ἐν χορῷ, τοὺς Ἀγνώστους Χριστοῦ καλλιμάρτυρας.









Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τῶν ἀφανῶν καὶ Ἀνωνύμων νῦν ὁμήγυριν, κλεινῶν Μαρτύρων ἐκτενῶς ἀνευφημήσωμεν, τοὺς στεφάνους δεξαμένους ἀφθίτου δόξης, Ἀθλοφόρους ὡς τῆς πίστεως ἐρείσματα, καὶ Χριστοῦ τῆς παρατάξεως κοσμήτορας, πόθῳ κράζοντες· Χαῖρε δῆμε θεόλεκτε.
Ὁ Οἶκος.
Ἄγνωστοι Ἀθλοφόροι, ἀριστεῖς τοῦ σταδίου, οἱ λάμψαντες ἀκτῖσιν ἀνδρείας, καὶ φοινίξαντες ταῖς ἐκροαῖς, τῶν ὑμῶν αἱμάτων πάσης γῆς πέρατα, Χριστῷ ἀεὶ πρεσβεύετε, ὑπὲρ τῶν εὐλαβῶς βοῶντων·
Χαίρετε, στύλοι τῆς Ἐκκλησίας·
χαίρετε, πύργοι τῆς ἀριστείας.
Χαῖρε, συστοιχία Μαρτύρων πανθαύμαστε·
χαῖρε, συναυλία πρωτάθλων θεόληπτε.
Χαῖρε, ἔνδοξος ὁμήγυρις Ἀνωνύμων Ἀθλητῶν·
χαῖρε, πάνδημος πανήγυρις Ἀθλοφόρων θεαυγῶν.
Χαῖρε, δῆμος ἀλκίμων ἀριστέων σταδίου·
χαῖρε, σμῆνος Ἁγίων Ἀθλητῶν τοῦ Ὑψίστου.
Χαίρετε, ἄγνωστοι καλλιμάρτυρες·
χαίρετε, ἄμωμοι ἄρνες Κτίσαντος.
Χαίρετε, δόξης ἀφθίτου οἱ τρυφῶντες·
χαίρετε, ῥώμης ἡμᾶς οἱ πληροῦντες.
Χαῖρε, δῆμε θεόλεκτε.

Συναξάριον
Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμην κοινὴν ποιούμεθα Πάντων τῶν ἐν διαφόροις ἔτεσι μαρτυρησάντων ἀφανῶν καὶ Ἀγνώστων ἡμῖν Μαρτύρων, ὡς καὶ τῆς κατὰ τὸ ἔτος 1958 ἐν τῇ Πάτμῳ Μονῇ τοῦ Εὐαγγελισμοῦ τῆς Μητρὸς τοῦ Ἠγαπημένου καταθέσεως τιμίων λειψάνων Ἀγνώστων Ἁγίων Μαρτύρων, γενομένη ὑπὸ τοῦ Πατρὸς Ἀμφιλοχίου τοὐπίκλην Μακρῆ.
Θεῷ διεγνωσμένοι ἡμῖν Ἄγνωστοι,
καλῶς ἠγωνίσασθε, Καλλιμάρτυρες.

Τ αὐτ ἡμέρᾳ, ἡ προσκύνησις τῆς τιμίας Ἁλύσεως τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Πέτρου.
Σὴν προσκυνοῦντα Πέτρε σειρὰν τιμίαν,
σειρὰς μακρᾶς λῦσόν με τῶν ἐγκλημάτων.
Ἐν ταύτῃ τῇ ἡμέρᾳ, τῆς τιμίας ἁλύσεως τοῦ Ἀποστόλου Πέτρου τὴν προσκύνησιν ποιούμεθα, ἣν αὐτῷ περιέθηκεν, ὡς ὁ Ἀπόστολος Λουκᾶς ἐν ταῖς Πράξεσιν ἱστορεῖ, ὁ τετράχης Ἡρώδης. Λυθεῖσαν δὲ ταύτην ἐξ ἐπιφανείας Ἀγγέλου, τινὲς τῶν πιστῶν εὑρόντες κατὰ διαδοχὴν διαφύλαξαν. Ἥτις ὕστερον παρὰ τῶν εὐσεβῶν εἰς Κωνσταντινούπολιν ἀνεκομίσθη, καὶ κατετέθη ἐν τῷ ναῷ τοῦ Ἁγίου Πέτρου, τῷ ὄντι ἔνδον τῆς μεγάλης Ἐκκλησίας.

Τ αὐτ ἡμέρᾳ, Μνήμη τῶς Ἁγίων Μαρτύρων καὶ αὐταδέλφων, Πευσίππου, Ἐλασίππου, καὶ Μεσίππου· καὶ Νεονίλλης τῆς μάμμης αὐτῶν.
Κἂν ὧσιν ἱππεῖς, κλήσεων σημασίᾳ,
πεζοὶ τρέχουσι τρίδυμοι τρεῖς πρὸς φλόγα.
Νεονίλλα γραῦς· ἀλλὰ πῦρ ἀνημμένον,
ὥς πέρ τις ἀκμάζουσα καρτερεῖ νέα.
Οὗτοι ὑπῆρχον ἐκ Καππαδοκίας τρίδυμοι, πωλοδαμνεῖν ἄριστα μεμαθηκότες, καὶ τοὺς ἵππους κατὰ τῶν πεδίων κινεῖν. Καί ποτε πάτριον ἑορτὴν ἄγοντες Νεμεσίου Διός, τὴν Μάμμην αὐτῶν ἐκάλουν πρὸς ἑστίασιν. Ἡ δέ (καὶ γὰρ ἤδη τὰ περὶ Χριστοῦ ἐμεμύητο), τὴν περὶ ἡμᾶς αὐτοῦ διεξῆλθεν οἰκονομίαν, καὶ τὰ εἴδωλα τῶν ἐθνῶν κατεχλεύαζεν. Ἡ δὲ τοιαύτη διήγησις, εὐθὺς αὐτοῖς ἀφορμὴν πρὸς σωτηρίαν ἐγένετο. Ἕκαστος γὰρ ἀνεμνήσθη ἃ ἐν τῇ παρελθούσῃ νυκτὶ ὄναρ ἐθεάσατο, ἃ καὶ ἧν ὁδηγοῦντα πρὸς τὴν εἰς Χριστὸν πίστιν αὐτούς. Καὶ εὐθέως τῶν εἰδώλων καθαιρέται γενόμενοι, καὶ τὸν Χριστὸν παῤῥησίᾳ ὁμολογήσαντες, ὑπὸ τῶν κυρίων αὐτῶν ἐν πυρὶ βληθέντες, τὸν τοῦ μαρτυρίου στέφανον ἔλαβον.

Τ αὐτ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Δάνακτος.
Ἀφῃρέθης τὸ Δέλτα σὺν κάρᾳ Δάναξ.
τμηθεὶς γὰρ ὤφθης οὐρανοκράτωρ ἄναξ.
Οὗτος ἦν ἐν τοῦ Ἰλλυρικοῦ, ἐξ Αὐλῶνος οὕτω καλουμένου τόπου, κληρικὸς τῆς ἐν αὐτῷ ἁγίας τοῦ Θεοῦ Ἐκκλησίας. Λαβὼν δὲ τὰ τῆς Ἐκκλησίας σκεύη, πρὸς τὸ διασῶσαι αὐτὰ ἐκ τῆς τῶν ἀπίστων καταδρομῆς, καταληφθεὶς ἔν τινι τόπῳ παρ’ αὐτῶν, καὶ θύειν τῷ Διονύσῳ ἀναγκαζόμενος, ἐπεὶ οὐκ ἐπείθετο, τοῖς παρ’ αὐτῶν ἐπιφερομένοις ξίφεσιν ἀναιρεῖται.

Τ αὐτ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μήλα τοῦ Ὁμολογητοῦ, ἐπισκόπου Ῥινοκούρων τῆς Συρίας.

Τ αὐτ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ὀνωράτου, ἀρχιεπισκόπου Ἀρελάτης τῆς Γαλλίας.

Τ αὐτ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ῥωμύλου τοῦ Ἁγιορείτου καὶ τῶν σὺν αὐτῷ· Νέστορος, Μαρτίνου, Δανιήλ, Σισώη, Ζωσιμᾶ καὶ Γρηγορίου.

Τ αὐτ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Δαμασκηνοῦ.
Χαρίζεταί σοι διὰ συκοφαντίαν,
τὸ μαρτύριον ὦ Ἀθλητὰ Κυρίου.

Τ αὐτ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Νικολάου τοῦ ἐν Μυτιλήνῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μαξίμου τῆς Τότμα
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.



ᾨδὴ ζ’. Παῖδες Ἑβραίων.
Νῦν τοὺς ἰσχύϊ οὐρανίῳ, Ἀθλητὰς τοῦ Χριστοῦ δυναμωθέντας, τοὺς Ἀγνώστους ἡμῖν, ἀλλὰ ἐπεγνωσμένους, Αὐτῷ ὡς ἀριστεύσαντας, ἀνυμνήσωμεν ἐν μάχαις.
Ὡς στεῤῥοψύχους στρατιῶτας, παρατάξεως Χριστοῦ ὑμᾶς τιμῶμεν, ἀφανεὶς Ἀθληταί, καὶ Ἄγνωστοι ὁπλῖται, προθύμως οἱ ἐκχύσαντες, ὀχετοὺς ὑμῶν αἱμάτων.
Μάρτυρες ἄλκιμοι ἐν χρόνοις, διαφόροις ἐν ἀνατολῇ καὶ δύσει, καὶ βοῤῥᾷ εὐσθενῶς, καὶ νότῳ τοῦ Κυρίου, κηρύξαντες τὸ ὄνομα, ἄχρι τέλους νῦν τιμᾶσθε.
Θεοτοκίον.
Ἄχραντε Μῆτερ τοῦ Ὑψίστου, καθ’ ἑκάστην τοὺς ὑμνοῦντάς Σε μὴ παύσῃ, δυσωποῦσα Αὐτόν, ἀφθόνως καταπέμψαι, χαρὰν ἡμῖν ὁμόνοιαν, καὶ ὑγείαν κατ’ ἄμφω.

ᾨδὴ η’. Τὸν ἐν ὄρει.
Ῥωμαλέοι τῷ ὄντι Ἀθλοφόροι, στρατιῶται Χριστοῦ, καλλίνικοι καὶ θεῖοι, οἱ ἀφανεῖς Ἀνώνυμοι καὶ Ἄγνωστοι, τῷ ἀγωνοθέτῃ, Λυτρωτῇ αἰτεῖσθε, ἡμῖν πταισμάτων λύσιν.
Τοὺς φοινίξαντας ῥείθροις τῶν αἱμάτων, Ἐκκλησίαν Χριστοῦ, τιμήσωμεν ἐκθύμως, ἐν διαφόροις ἔτεσι κραυγάζοντες· χαίρετε σταδίου, ἀριστεῖς ἐν τόποις, ἀθλήσαντες ποικίλοις.
Ὑμνῳδίαις νῦν στέφομεν εὐήχοις, τῶν Ἀγνώστων ἡμῖν, Μαρτύρων καλλινίκων, τῶν ἐν σταδίῳ κηρυξάντων ὄνομα, τοῦ ἀγωνοθέτου, καὶ Σωτῆρος πάντων, Χριστοῦ τοῦ ζωοδότου.
Θεοτοκίον.
Ῥῦσαι πάντας τοὺς δούλους Σου Παρθένε, χαμαιζήλων παθῶν, καὶ πλάνου ἐπηρείας, τοὺς ἀνυμνοῦντας νῦν Ἀγνώστους Μάρτυρας, πίστεως Υἱοῦ Σου, καὶ Θεοῦ τῶν ὅλων, ᾠδαῖς μελισταγέσιν.

ᾨδὴ θ’. Ἐξέστη ἐπὶ τούτῳ.
Ἀνώνυμοι καὶ Ἄγνωστοι Ἀθληταί, εὐκλεὴς τῶν Μαρτύρων ὁμήγυρις, καὶ προσφοραί, θεῖαι καὶ εὐώδεις καὶ ἐκλεκταί, κρηπῖδες ἀδιάσειστοι, πίστεως ἁγίας τοῦ Ἰησοῦ, ἀπαύστως δυσωπεῖτε, ὑπὲρ τῶν ἀνύμνουντων, ὑμῶν τὸ ἔνδοξον μαρτύριον.
Συνήφθητε Μαρτύρων ταῖς στρατιαῖς, τὸν ἀγῶνα καλῶς διανύσαντες, καὶ σὺν χοροῖς, νῦν Ἀγγέλων χαίροντες ἐν σκηναῖς, τοῦ οὐρανοῦ Ἀνώνυμοι, Ἀθληταὶ καὶ Ἄγνωστοι ἀληθῶς, Θεοῦ ὁρᾶτε δόξαν, τὴν ὑπὲρ νοῦν καὶ λόγον, ὡς θεωθέντες κατὰ μέθεξιν.
Χορεία τῶν Ἀγνώστων καὶ ἀφανῶν, Ἀθλητῶν τοῦ σταδίου καὶ σύνταγμα, πανευσθενές, τῶν Χριστοῦ Μαρτύρων πανευμενῶς, ἡμῶν τὸν ὕμνον πρόσδεξαι, ὥσπερ εὐαπόδεκτον προσφοράν, καὶ ῥῦσαι σοὺς ἱκέτας, θανάτου αἰωνίου, καὶ σκοτομήνης τῆς κολάσεως.
Θεοτοκίον.
Μητρόθεε μερόπων καταφύγη, καὶ θερμὸν εὐσεβῶν παραμύθιον, ὡς συμπαθής, πρόσδεξαι τῶν δούλων Σου τὰς λιτάς, καὶ ὡς τερπνὸν θυμίαμα, ταύτας τῷ Υἱῷ Σου καὶ Λυτρωτῇ, προσάγαγε Παρθένε, καὶ λύτρωσαι κινδύνων, τοὺς Σὲ ἀπαύστως μεγαλύνοντας.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀνώνυμοι καὶ Ἄγνωστοι, ἡμῖν γενναῖοι Μάρτυρες, οἱ τῷ Θεῷ ἐγνωσμένοι, καὶ σὺν Αὐτῷ ἐν τῷ πόλῳ, ἀεὶ ἐπαγαλλόμενοι, ὡς ἀριστεῖς πανένδοξοι, σταδίου ἱκετεύσατε, ὑπὲρ τῶν πόθῳ ὑμνούντων, ὑμῶν ἀθλήσεως πόνους.
Θεοτοκίον.
Μαρτύρων ἐγκαλλώπισμα, εὐλογημένη Δέσποινα, καὶ Ἀθλοφόρων ἁπάντων, Ἀγνώστων καὶ ἐπωνύμων, ὡράϊσμα τὸ φύραμα, τῆς ἀνθρωπίνης φύσεως, ἐθέωσας κυήσασα, τὸν τοῦ Θεοῦ Θεὸν Λόγον.

Αἶνοι. Ἦχος δ’. Πανεύφημοι Μάρτυρες.
Χορὸν νῦν Ἀγνώστων Ἀθλητῶν, θεαυγῆ τιμήσωμεν, φιλομαρτύρων ὁμήγυρις, τὸν διαλάμψαντα, ἐν ποικίλοις χρόνοις, καὶ εὐαρεστήσαντα, Χριστῷ τῷ ἀθλοθέτῃ ἀθλήσεως, γενναίοις σκάμμασιν, ἐκβοῶντες πόθῳ· χαίρετε, ἀριστείας, ἡδύπνευστα λείρια.

Ἀθλήσεως τρίβον τὴν στενήν, εὐσθενῶς ἠνύσατε, καὶ παῤῥησίᾳ τὸ ὄνομα, ὡμολογήσατε, τοῦ τὴν κτίσιν πᾶσαν, ἐν δραξὶ κατέχοντος, Χριστοῦ Ὃν ἀκλινῶς ἱλεώσατε, ἡμῖν στεῤῥόφρονες, ἀφανεῖς τε καὶ Ἀνώνυμοι, τοῦ σταδίου καλλίνικοι Μάρτυρες.

Ἀνδρείως ἀθλήσατε σεπτοί, τοῦ Ὑψίστου Μάρτυρες, λαβόντες δύναμιν ἄνωθεν, καὶ τὰ στρατεύματα, τῶν εἰδωλοφρόνων, καὶ ἐχθρῶν τῆς πίστεως, ἡμῶν τῆς εὐκλεοῦς ἐτροπώσατε· ὅθεν ἐστέφθητε, ἀφθαρσίας στέφει Ἄγνωστοι, Ἀθλοφόροι, λαμπροὶ καὶ ἀήττητοι.

Μαρτύρων ἐνδόξων καλλοναί, Ἀθληταὶ Ἀνώνυμοι, οἱ τὴν Χριστοῦ στερεώσαντες, ὑμῶν τοῖς σκάμμασι, καὶ ῥοαῖς αἱμάτων, πίστιν τὴν πανάμωμον, τῷ ἄγαν φιλοστόργῳ πρεσβεύσατε, Σωτῆρι κτίσεως, πέμψαι χάριν καὶ ὑγείαν, τοῖς τιμῶσιν, ὑμῶν τὴν ἐνάθλησιν.







Δόξα. Ἦχος πλ. α’.
Δεῦτε τὴν θεοσύλλεκτον χορείαν τῶν Ἀγνώστων Μαρτύρων, τὴν ἐν διαφόροις χρόνοις διαπρέψασαν, καὶ συναφθεῖσαν ἤδη εἰς ἑνιαίον Ἁγίων δῆμον, ἐν πίστει μακαρίσωμεν λέγοντες· ἱερεῖα πανάμωμα τῆς τοῦ Χριστοῦ ἀληθείας, λογικὰ σφάγια τοῦ ὑπὲρ ἡμῶν τυθέντος Θεοῦ Λόγου, ἀξίως ἐδοξάσθητε ὡς θεότευκτοι βάσεις τῆς εὐσεβείας. Καὶ νῦν τῷ ὑμᾶς καλῶς γινώσκοντι, καὶ ἀποδιδόντι τὰ γέρα τῆς ἀφθαρσίας παριστάμενοι, ἐκτενῶς πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις τῶν Ἀγνώστων ὁ ὁρμαθός, καὶ κλεινῶν Μαρτύρων, ἀθλησάντων διὰ Χριστοῦ, πίστιν τὴν ἁγίαν, ἐν διαφόροις χρόνοις, καὶ εἰληφόρων νίκης, ἄφθαρτα στέφανα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου