Τρίτη 28 Αυγούστου 2018

ΙΑΝΟΥΑΡΙΟΣ 13. ΑΓΙΟΙ ΟΣΙΟΜΑΡΤΥΡΕΣ ΜΟΝΗΣ ΟΣΙΟΥ ΘΕΟΔΟΣΙΟΥ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΙΑΝΟΥΑΡΙΟΣ 13!!
ΟΣΙΟΜΑΡΤΥΡΕΣ ΜΟΝΗΣ ΟΣΙΟΥ ΘΕΟΔΟΣΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Δῆμε θεοσύλλεκτε, πανιεώρατον ἄθροισμα, ἀσκητῶν ἀγωνίσμασι, συντόνοις τῷ Κτίσαντι, εὐαρεστησάντων, καὶ τοῦ μαρτυρίου, διανυσάντων τὴν ὁδόν, Κοινοβιάρχου ἐν Μάνδρᾳ πάνσεπτοι, Πατέρες τοῦ καυχήματος, τῆς ἐρημίας οἰκήτορες, ὑπὲρ πάντων πρεσβεύσατε, τῷ Χριστῷ ὁσιόαθλοι.

Ἔρημον οἰκήσαντες, ὥσπερ στρουθία φιλέρημα, κελαδοῦντα τὴν εὔκλειαν, Χριστοῦ Παντοκράτορος, Θεοδοσιᾶται, ταῖς τῶν μιαιφόνων, ἐσφαγιάσθητε χερσί, καὶ μαρτυρίου στέφος χρυσόπλοκον, διπλοῦν παρὰ τοῦ Κτίσαντος, Λόγου Θεοῦ ἀπειλήφατε, εὐσεβέσι τοῦ νέμοντος, γέρα τῆς ἀφθαρτότητος.

Μάνδρας ῥόδα εὔοσμα, Θεοδοσίου τοῦ ἔμφρονος, θεῖοι Ὁσιομάρτυρες, πιστοὺς κατευφραίνετε, ταῖς ὀδμαῖς λειψάνων, τῶν χαριτοβρύτων, ὑμῶν Ἀββάδες εὐκλεεῖς, σὺν τοῖς Πατράσι τοῖς οὐρανόφροσιν, ἀσπαζομένους πάντοτε, αὐτὰ ἐκχέοντα νάματα, ἰαμάτων τοῖς μέλπουσιν, τὰ ὑμῶν κατορθώματα.

Τρίβωνα τὸν μέλανα, ὑμῶν λαμπρῶς ἐπεχρώσατε, τῶν αἱμάτων τοῖς ῥεύμασιν, ὑμῶν Ὁσιόαθλοι, Θεοδοσιᾶται, οἱ θανατωθέντες, χερσὶ τῆς πίστεως ἐχθρῶν, καὶ πρὸς σκηνώματα ἐπουράνια, ἀπήλθετε δοξάζοντες, Χριστοῦ τὸ πάντιμον ὄνομα, δαψιλῶς τοῦ παρέχοντος, πᾶσιν ἄμετρον ἔλεος.

Δόξα. Ἦχος β΄.
Τοὺς ἐραστὰς τῆς σιωπῆς, προσευχῆς καὶ σκληραγωγίας, πολιστὰς τῆς ἐρήμου καὶ οἰκήτορας Θεοδοσίου Ὁσίου Μάνδρας, χερσὶ μιαιφόνοις κτανθέντας εὐφημήσωμεν, Θεοδοσιάτας Ὁσιομάρτυρας οὕτω λέγοντες· οἱ κεκαθαρμένοι συντόνοις ἀσκήσεως πόνοις, καὶ λελαμπρυσμένοι αἱμάτων μαργαρίταις, Χριστὸν ἐκτενῶς δυσωπεῖτε, ἡμῖν καταπέμψαι τὸ μέγα καὶ πλούσιον ἔλεος.



Καὶ νῦν. Τῆς ἑορτῆς.
Τὸν φωτισμὸν ἡμῶν, τὸν φωτίσαντα πάντα ἄνθρωπον, ἰδὼν ὁ Πρόδρομος, βαπτισθῆναι παραγενόμενον, χαίρει τῇ ψυχῇ, καὶ τρέμει τῇ χειρί· δείκνυσιν αὐτόν, καὶ λέγει τοῖς λαοῖς· Ἴδε ὁ λυτρούμενος τὸν Ἰσραήλ, ὁ ἐλευθερῶν ἡμᾶς ἐκ τῆς φθορᾶς. Ὦ ἀναμάρτητε, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίρετε θεαυγεῖς, Πατέρες καὶ Ἀββάδες, Μονῆς Θεοδοσίου, Ὁσίου οἱ ἀθλήσει, τὸν βίον περατώσαντες.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Δῆμε πανευσθενές, τῶν Ὁσιομαρτύρων, Μονῆς Κοινοβιάρχου, σεπτοῦ Θεοδοσίου, ἡμᾶς κινδύνων λύτρωσαι.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ὁσίους Αὐτοῦ.
Κλίνατες ταῖς χερσί, τῶν μιαιφόνων κάρας, ὑμῶν τῆς ἀφθαρσίας, εἰλήφατε στεφάνους, σεμνοὶ Ὁσιομάρτυρες.

Δόξα. Τριαδικόν.
Μέλψωμεν εὐλαβῶς, Θεὸν ἐπιφανέντα, ἐν ῥείθροις Ἰορδάνου, Τριάδα τῆν Ἁγίαν, σεπτὴν καὶ ὁμοοῦσιον.

Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε Μῆτερ Θεοῦ, ἡ τέξασα ἀφράστως, ἐν Βηθλεὲμ τῇ πόλει, ἐν χρόνῳ τῆς Τριάδος, τὸν Ἕναν παντευλόγητε.
















Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Θεαυγεῖς κοινοβίου Ὁσιομάρτυρες, Θεοδοσίου τοῦ θείου, τοὺς μιαιφόνοις χερσίν, ἀπηνῶς ἀποκτανθέντας εὐφημήσωμεν, ὡς βιοτῆς μοναδικῆς, ἀκρεμόνας τιμαλφεῖς, στεφάνους ἀξιωθέντας, λαβεῖν σεπτοῦ μαρτυρίου, αὐτῶν πρεσβείας ἐκδεχόμενοι.
Δόξα. Ἕτερον.
Κοινοβίων τοῦ πρώτου Μονὴ σεμνύνεται, Θεοδοσίου Ὁσίου, ὑμῶν ἀσκήσει λαμπρᾷ, καὶ ἀθλήσει στεῤῥοψύχῳ Ὁσιόαθλοι· ὅτι δακρύων ὀχετοῖς, καὶ αἱμάτων ταῖς ῥοαῖς, τὸ ἄγονον τῆς ἐρήμου, ἐγεωργήσατε πρέσβεις, ἡμῶν πρὸς Κύριον θερμότατοι.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

Ἀπόλυσις.























ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Οἱ ζηλώσαντες ἄῤῥευστα, καὶ μισήσαντες μάταια, Θεοδοσιᾶται Ὁσιομάρτυρες, χερσὶν ἀνόμοις ἐκτάνθητε, καὶ τὸν εὐτελέστατον, ἐπεχρώσατε ὑμῶν, τῆς ἀσκήσεως τρίβωνα, θείοις ῥεύμασι, τῶν αἱμάτων ὑμῶν πνευματοφόροι, εὐανθῆ τῆς ἐρημίας, καὶ πανευώδη λευκάνθεμα.

Προσευχῆς ἐργαστήρια, ταπεινώσεως μέλαθρα, ἀκτησίας πλοῦτος ὁ ἀδαπάνητος, σκληραγωγίας σεμνώματα, καὶ πόνων ἀσκήσεως, νυχθημέρου καλλοναί, εὐκλεεῖς Ὁσιόαθλοι, διελάμψατε, ἐν Μονῇ τοῦ κλεινοῦ Κοινοβιάρχου, θαυμαστοῦ Θεοδοσίου, μαρτυρικοῖς ἀμαρύγμασι.

Κοινοβίων θεόφρονος, πρώτου Ὁσιομάρτυρες, τῆς Μονῆς Πατέρων σεμνολογήματα, οἱ τῆς ἐρήμου οἰκήτορες, φιλέρημα ὄρνεα, τὴν ὁδὸν πνευματικῆς, ἐν Χριστῷ τελειώσεως, οἱ ἀνύσαντες, μαρτυρίου ἐδέξασθε στεφάνους, καὶ χοροῖς ὁσιοάθλων, συνηρίθμητε ἔνδοξοι.

Ὅτε στίφη ἐπέδραμον, τῶν ἀπίστων ὡς ἄγριοι, λύκοι κατ’ ἀγέλης ὑμῶν θεόφρονες, Θεοδοσίου τοῦ μάκαρος, Μονῆς Ὁσιόαθλοι, καὶ χερσὶν αὐτῶν ὑμᾶς, ὥσπερ ἄρνας ἀπέκτειναν, τότε Κύριος, ἐπὶ κάραις ὑμῶν χρυσοῦς στεφάνους, δόξης τῆς διαμενούσης, εἰς τοὺς αἰῶνας ἀπέθηκεν.

Δεῦτε πάντες φιλέορτοι, εὐφημήσωμεν ἄσμασι, Θεοδοσιάτας Ὁσιομάρτυρας, καὶ τὴν αὐτῶν μνήμην μέλψωμεν, λαμπρῶς τὴν σεβάσμιον, κατορθώματα αὐτῶν, ἀρετῆς πρὸς τελείωσιν, ἀνακράζοντες· οἱ ἀνόμων χερσὶν ἀποκτανθέντες, καὶ διπλοῦς στεφάνους νίκης, λαβόντες χαίρετε πάνσεπτοι.

Εὐλαβῶς ἀσπασώμεθα, τὴν σορὸν Ὁσιόαθλοι, τῶν ὑμῶν λειψάνων, τὴν χαριτόβρυτον, Θεοδοσίου τοῦ μάκαρος, ἐν Μάνδρᾳ καὶ κράξωμεν· προσευχῆς οἱ ἐρασταί, ἡσυχίας μυράλειπτρα, εὐωδέστατα, καὶ ἀσκήσεως ἴα μυροβόλα, ταῖς ὀδμαῖς τοῦ μαρτυρίου, ὑμῶν πιστοὺς κατευφραίνετε.

Δόξα. Ἦχος πλ. β΄.
Τοὺς εἰς ὕψος ἀρετῶν δι’ ἀσκήσεως συντόνου ἀναβάντας, καὶ κλειδὶ μαρτυρίου τὴν θύραν τοῦ πόλου ἀνοίξαντας, Θεοδοσιάτας τιμήσωμεν Ὁσιομάρτυρας, ἐν εὐλαβείᾳ αὐτοῖς ψάλλοντες· ἐρήμου πολισταὶ καὶ Κοινοβιάρχου Μάνδρας οἰκήτορες, οἱ μαρτυρικῶς τὸν βίον τελέσαντες καὶ στεφανωθέντες, μὴ παύσησθε Χριστὸν ἡμῖν ἱλεούμενοι, τοῖς ἑορτάζουσι πόθῳ ὑμῶν τὸ μνημόσυνον.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἐν Ἰορδάνῃ ποταμῷ, ἰδὼν σε ὁ Ἰωάννης πρὸς αὐτὸν ἐρχόμενον ἔλεγε, Χριστὲ ὁ Θεός· Τὶ πρὸς τὸν δοῦλον παραγέγονας, ῥύπον μὴ ἔχων Κύριε; εἰς ὄνομα δὲ τίνος σε βαπτίσω; Πατρός; ἀλλὰ τοῦτον φέρεις ἐν ἑαυτῷ. Υἱοῦ; ἀλλ᾽ αὐτὸς ὑπάρχεις ὁ σαρκωθείς. Πνεύματος Ἁγίου; καὶ τοῦτο οἶδας διδόναι τοῖς πιστοῖς διὰ στόματος. Ὁ ἐπιφανεὶς Θεός, ἐλέησον ἡμᾶς.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.






Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ. β΄  1-11)
Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ’ ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ αντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ’ αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οι φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; Ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σώζει ἐν καιρῷ θλίψεως.

Λιτή. Ἦχος α΄.
Ἀγάλλου ἐν Κυρίῳ ἡ Μονὴ Θεοδοσίου τοῦ Ὁσίου, ἐξανθήσασα ὡς ῥόδα τοὺς ἐν σοὶ ἀσκήσαντας καὶ ἀθλήσαντας, γενναιόφρονας Ὁσιοάθλους· οὗτοι γὰρ πεφυτευμένοι παρὰ τῆς προσευχῆς καὶ ἀσκήσεως, διεξόδους ὑδάτων, καρπὸν πολὺν Χριστοῦ προσήνεγκον τῇ Ἐκκλησίᾳ, ἐν εὐλαβείᾳ βοώσῃ· Θεοδοσιᾶται Ὁσιομάρτυρες, ὡς οὐρανοπολῖται μὴ παύσησθε Κυρίου δεόμενοι, ὑπὲρ τῶν ἐκτελούντων ὑμῶν τὸ μνημόσυνον.

Ἦχος β΄.
Ἰσαγγέλως ἐν τῷ Κοινοβίῳ πολιτευσάμενοι, μαρτυρικῶς τὸν βίον ἐπερατώσατε, καὶ Ἀγγέλων δόξης ἠξιώθητε Θεοδοσιᾶται Ὁσιομάρτυρες· ὅθεν σήμερον τὴν μνήμην ὑμῶν ἑορτάζοντες, καὶ τὰς ἀριστείας ὑμῶν μεγαλύνοντες, Χριστὸν δοξάζομεν τὸν ἀξίως ὑμᾶς θαυμαστώσαντα.

Ἦχος γ΄.
Τοὺς διαλάμψαντας ἀκτῖσιν ἀσκήσεως καὶ μαρτυρίου, Ὁσιοάθλους κτανθέντας χερσὶν ἐχθρῶν μιαιφόνοις, ἐν τῷ Κοινοβίῳ Θεοδοσίου τοῦ Ὁσίου ἐγκωμιάσωμεν, ἐν εὐλαβείᾳ κραυγάζοντες· Πατέρες καὶ Ἀββᾶδες Θεοδοσιᾶται, οἱ στεφανωθέντες ὡς καλῶς ἀσκήσαντες καὶ ἀθλήσαντες, Χριστὸν μὴ παύσησθε δυσσωποῦντες, ὑπὲρ τῶν ὑμνούντων ὑμῶν τὰ παλαίσματα.





Δόξα. Ἦχος δ΄.
Οἱ χεῖρας ἱκετηρίους καθ’ ἑκάστην ὑψοῦντες πρὸς Κύριον, χερσὶ μιαιφόνοις κατεσφάγητε Θεοδοσιᾶται Ὁσιομάρτυρες· λιπόντες οὖν τὰ στενὰ κελλία τοῦ Κοινοβίου, πρὸς πλάτος οὐρανῶν ἀνήλθετε Χριστῷ συνεπαγάλλεσθαι, τῷ δωρουμένῳ πᾶσιν ἡμῖν ὑμῶν θεοπειθέσι δεήσεσι, τὸ Αὐτοῦ μέγα καὶ πλούσιον ἔλεος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, δι᾽ ἡμᾶς καθ᾽ ἡμᾶς γενέσθαι κατηξίωσε, ῥεῖθρα περιβάλλεται σήμερον τὰ Ἰορδάνια, οὐκ αὐτὸς τούτων πρὸς κάθαρσιν δεόμενος, ἀλλ᾽ ἡμῖν ἐν ἑαυτῷ οἰκονομῶν τὴν ἀναγέννησιν. Ὢ τοῦ θαύματος! δίχα πυρὸς ἀναχωνεύει, καὶ ἀναπλάττει ἄνευ συντρίψεως, καὶ σῴζει τοὺς εἰς αὐτὸν φωτιζομένους, Χριστὸς ὁ Θεός, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Ὁσιοάθλων χορός, Θεοδοσίου τῆς Μονῆς τοῦ θεόφρονος, οἱ φοίνικες τῆς ἐρήμου, οἱ εὐθαλεῖς ἀληθῶς, φέροντες ἡδίστους, τελειότητος, καρποὺς οἱ ἡδύπνευστοι, κέδροι τῆς ἀγαθότητος, τῇ εὐωδίᾳ, τῇ ὑμῶν κατευφράναντες, τὴν ὑφήλιον, ἀσκηταὶ πνευματέμφοροι, νήψει δακρύων ῥεύμασι, παννύχοις δεήσεσι, καὶ νυχθημέροις καμάτοις, Θεῷ οἱ εὐαρεστήσαντες, Αὐτὸν δυσωπεῖτε, καταπέμψαι ἄμφω ῥῶσιν, ἡμῖν καὶ δύναμιν.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ὅτε ὁ τῶν ἀπίστων ἑσμός, κατὰ τῆς Μάνδρας τῆς ὑμῶν Ὁσιόαθλοι, ἐπέδραμε καὶ μαχαίραις, αὐτῶν ὑμᾶς ἀπηνῶς, ἔσφαξε Πατέρες, καλλιμάρτυρες, στεῤῥῶς τότε Ἅγιοι, τοὺς αὐχένας ἐκκλίνατε, αὐτῶν μανίᾳ, καὶ ὡς πρόβατα ἄμωμα, ἅμα πάνσεπτα, ἱερεῖα ἐτύθητε, δοξολογοῦντες Κύριον, ὑμᾶς στεφανώσαντα, στεφάνοις τῆς ἀφθαρσίας, Ὁσιομάρτυρες ἔνδοξοι, Θεοδοσιᾶται, οἱ σὺν δήμοις νῦν Ἀγγέλων, ἐπαγαλλόμενοι.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ὁσίους Αὐτοῦ.
Μνήμην τὴν φωταυγῆ καὶ σεπτήν, ὑμῶν τελοῦντες ἐν ᾠδαῖς καλλιμάρτυρες, Ὁσίου Θεοδοσίου, τῆς περιδόξου Μονής, ὕμνοις εὐφημοῦμεν, τὴν ἀντίστασιν, ὑμῶν τὴν ἀήττητον, καὶ τὸ θεῖον μαρτύριον, ἐν ᾧ ἀσμένως, ὑπεμείνατε θάνατον, δι’ ἀγάπησιν, τοῦ Θεοῦ Παντοκράτορος, καὶ ἐκτενῶς δεόμεθα, ὑμῖν ὁσιόαθλοι, καθιλεοῦσθαι τὸν Κτίστην, ἡμῖν λαμπρῶς μακαρίζουσιν, ὑμῶν πολιτείαν, ἐν ἐρήμῳ καὶ τοὺς ἄθλους, ὑμῶν ἀθλήσεως.

Δόξα. Ἦχος πλ. δ΄.
Τῆς ἀρετῆς ἀναβάντες τὴν κλίμακα, θεοφιλῶς ἐν Κοινοβίῳ ἀσκούμενοι Θεοδοσίου τοῦ Ὁσίου, ἐπετύχετε τῆς θεώσεως Θεοδοσιᾶται Πατέρες· καὶ κεκομημένοι μαργαρίταις αἱμάτων οἰκείων, εἰσήλθετε εἰς τῶν Οὐρανῶν Βασιλείαν Χριστῷ συνευφραίνεσθαι, τῷ παρέχοντι πᾶσιν ὑμῶν δεήσεσι τὸ μέγα καὶ πλούσιον ἔλεος.

Καὶ νῦν. Τῆς ἑορτῆς.
Κύριε, πληρῶσαι βουλόμενος, ἃ ὥρισας ἀπ᾽ αἰῶνος, ἀπὸ πάσης τῆς κτίσεως, λειτουργοὺς τοῦ μυστηρίου σου ἔλαβες, ἐκ τῶν Ἀγγέλων τὸν Γαβριήλ, ἐκ τῶν ἀνθρώπων τὴν Παρθένον, ἐκ τῶν οὐρανῶν τὸν Ἀστέρα, καὶ ἐκ τῶν ὑδάτων τὸν Ἰορδάνην, ἐν ᾧ τὸ ἀνόμημα τοῦ κόσμου ἐξείληψας, Σωτὴρ ἡμῶν δόξα σοι.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Θεαυγεῖς κοινοβίου Ὁσιομάρτυρες, Θεοδοσίου τοῦ θείου, τοὺς μιαιφόνοις χερσίν, ἀπηνῶς ἀποκτανθέντας εὐφημήσωμεν, ὡς βιοτῆς μοναδικῆς, ἀκρεμόνας τιμαλφεῖς, στεφάνους ἀξιωθέντας, λαβεῖν σεπτοῦ μαρτυρίου, αὐτῶν πρεσβείας ἐκδεχόμενοι.
Δόξα. Ἕτερον.
Κοινοβίων τοῦ πρώτου Μονὴ σεμνύνεται, Θεοδοσίου Ὁσίου, ὑμῶν ἀσκήσει λαμπρᾷ, καὶ ἀθλήσει στεῤῥοψύχῳ Ὁσιόαθλοι· ὅτι δακρύων ὀχετοῖς, καὶ αἱμάτων ταῖς ῥοαῖς, τὸ ἄγονον τῆς ἐρήμου, ἐγεωργήσατε πρέσβεις, ἡμῶν πρὸς Κύριον θερμότατοι.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.

Ἀπόλυσις.









ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τοῖς ὅπλοις προσευχῶν, καὶ στεῤῥοῦ μαρτυρίου, ἀρχαῖον πτερνιστήν, ἐνικήσατε ὄντως, καὶ δῆμον παράνομον, τῶν ἐχθρῶν Ὁσιόαθλοι, καλλιμάρτυρες, σεπτοὶ Θεοδοσιᾶται, οἱ δεξάμενοι, ἐκ τῶν χειρῶν κατ’ ἀξίαν, Χριστοῦ στέφη πάγχρυσα.
Δόξα. Καὶ νῦν. Τῆς Ἐορτῆς. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἰορδάνη ποταμέ, τὶ ἐθαμβήθης θεωρῶν; Τὸν ἀθεώρητον γυμνόν, εἶδον καὶ ἔφριξα φησί• καὶ πῶς γὰρ τοῦτον οὐκ ἔμελλον φρῖξαι καὶ δῦναι; οἱ Ἄγγελοι αὐτόν, ὁρῶντες ἔφριξαν• ἐξέστη οὐρανός, καὶ γῆ ἐτρόμαξε• καὶ συνεστάλη θάλασσα καὶ πάντα, τὰ ὁρατὰ καὶ ἀόρατα. Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄ Ταχὺ προκατάλαβε.
Μονὴν ἡγιάσατε Θεοδοσίου σεπτοῦ, δακρύων τοῖς χεύμασι καὶ τῶν αἱμάτων ὑμῶν, ῥοαῖς Ὁσιόαθλοι, θεοειδεῖς Πατέρες, καὶ Ἀββᾶδες παλάμαις, οἱ ἀπηνῶς κτανθέντες, τῶν ἐχθρῶν ὥσπερ ἄρνες, καὶ νίκης εἰληφότες λαμπρᾶς, στέφη μακάριοι.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τὰ ῥεῖθρα ἡγίασας τὰ Ἰορδάνια, τὸ κράτος συνέτριψας, τῆς ἁμαρτίας, Χριστὲ ὁ Θεὸς ἡμῶν• ὑπέκλινας τῇ παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ πλάνης, τῶν ἀνθρώπων τὸ γένος. διὸ σε ἱκετεύομεν• Σῶσον τὸν κόσμον σου.

Μετὰ τὸν Πολυέλαιον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἐρήμου λείρια, πανευωδέστατα, ὀδμαῖς ἀσκήσεως, καὶ ταπεινώσεως, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, σεπτοὶ Θεοδοσιᾶται, πάντες καθηδύνατε, καὶ ἀρίστης ἀθλήσεως, εὐωδίᾳ Ὅσιοι, Ἀθληταὶ κατευφράνατε, αὐτὴν ἐν κατανύξει τὴν θείαν, μνήμην ὑμῶν ἐπιτελοῦσαν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐπιφανέντος σου ἐν Ἰορδάνῃ Σωτήρ, καὶ βαπτισθέντος σου ὑπὸ Προδρόμου Χριστέ, ἠγαπημένος Υἱὸς ἐμαρτυρήθης• ὅθεν καὶ συνάναρχος, τῷ Πατρὶ πεφανέρωσαι. Πνεῦμα δὲ τὸ Ἅγιον, ἐπὶ σὲ κατεγίνετο, ἐν ᾧ καὶ φωτισθέντες βοῶμεν• Δόξα Θεῷ τῷ ἐν Τριάδι.








Τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ὁσίους Αὐτοῦ.
Εὐαγγέλιον Μαρτυρικόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῶν Ὁσιοάθλων πρεσβείαις Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Θεοδοσιᾶται πανεύφημοι Ὁσιομάρτυρες, οἱ ἀσκήσει καὶ μαρτυρίῳ Θεῷ εὐαρεστήσαντες, καὶ παρ’ Αὐτοῦ λαβόντες ἀμαράντους στεφάνους, ἐθεώθητε κατὰ μέθεξιν· ὅθεν ὑμῶν τὴν μνήμην σήμερν ἑορτάζοντες, καὶ τὰ παλαίσματα ὑμῶν μεγαλύνοντες, Χριστὸν δοξάζομεν τὸν θαύμασιν ὑμᾶς ἀντιδοξάσαντα.

Εἶτα οἱ Κανόνες· ὁ α’ Κανὼν τῆς Ἑορτῆς καὶ τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς: Θεοδοσιάτας μεγαλύνως Ὁσιομάρτυρας. Χ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Θειότατοι Μάρτυρες, Θεοδοσίου τοῦ μάκαρος, Μονῆς ἄνθη εὔοσμα, τῇ εὐωδίᾳ ὑμῶν, τῆς ἀσκήσεως, καὶ θείου μαρτυρίου, πιστῶν κατηυφράνατε, δήμους μακάριοι.
ρήμου λευκάνθεμα, ἡδυτερπῆ ὡραΐσατε, τὴν Μάνδραν τὴν ἔνδοξον, Θεοδοσίου σεπτοῦ, Ὁσιόαθλοι, ὑμῶν λειψάνων θήκην, ὡς ὄλβον πολύτιμον, τὴν θησαυρίζουσαν.
σίων τοῖς ἴχνεσιν, ἀκολουθοῦντες ἠθλήσατε, σταδίου ὡς πρώταθλοι, ἐν τῇ ἐρήμῳ σεπτοί, καλλιμάρτυρες, Θεοδοσίου Μάνδρας, ἣν νῦν ἁγιάζετε, καὶ περισκέπτε.
Θεοτοκίον.
Δεσμοὺς λῦσον Δέσποινα, μετ’ ἁμαρτίας τῶν δούλων Σου, σπευδόντων Σῇ χάριτι, Θεογεννῆτορ σεμνή, καὶ διόρθωσον, ἐννοίας οἰκετῶν Σου, ἑκάστοτε ἄχραντε, μακαρίζοντων Σε.












ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
σίων τὰς τρίβους καὶ Μαρτύρων, ἀνύσαντες στέφανον διπλοῦν, θεόθεν ἀπειλήφατε, Μονῆς Ὁσιομάρτυρες, Θεοδοσίου ἔμφρονος, Κοινοβιάρχου ἀοίδιμοι.
Σαλπίζοντες Θεοδοσιᾶται, ἐν σάλπιγγι ὕμνων καὶ ᾠδῶν, Χριστοῦ τὴν πίστιν ἅγιοι, παλάμαις ἀπεκτάνθητε, ἐχθρῶν καὶ τῆς ἀσκήσεως, ὑμῶν ἐχρώσατε τρίβωνα.
άσεις ἐκβλύζει ὥσπερ φρέαρ, ὑμῶν τῶν λειψάνων ἡ σορός, ἀκένωτον ἡ πάνσεπτος, Πατέρες Ὁσιόαθλοι, Θεοδοσίου πάμφωτοι, Μονῆς φωστῆρες ἀοίδιμοι.
Θεοτοκίον.
πείρανδρε Κεχαριτωμένη, γλυκεῖα πιστῶν καταφυγή, τοὺς Τόκον Σου τὸν ἅγιον, δοξολογοῦντας φύλαττε, καὶ ῥύου περιστάσεων, Θεογεννῆτορ καὶ θλίψεων.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Καλλωπίσματα, τῶν μονοτρόπων, καὶ σεβάσματα, τῶν Ἀθλόφορων, Θεοδοσιᾶται Ὁσιομάρτυρες, οἱ ἐν ἐρήμῳ κτανθέντες ὡς σφάγια, καὶ οὐρανῶν τὰς σκηνώσεις πολίσαντες, μὴ ἐλλείπητε Χριστὸν δυσωποῦντες πάντοτε, ὑπὲρ τῶν ὑμνητῶν ὑμῶν ἀθλήσεως.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός. Τὴν ὡραιότητα.
Ἐπιφανέντος σου ἐν Ἰορδάνῃ Σωτήρ, καὶ βαπτισθέντος σου ὑπὸ Προδρόμου Χριστέ, ἠγαπημένος Υἱὸς ἐμαρτυρήθης• ὅθεν καὶ συνάναρχος, τῷ Πατρὶ πεφανέρωσαι. Πνεῦμα δὲ τὸ Ἅγιον, ἐπὶ σὲ κατεγίνετο, ἐν ᾧ καὶ φωτισθέντες βοῶμεν• Δόξα Θεῷ τῷ ἐν Τριάδι.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Τῆς Μονῆς Θεοδοσίου τοῦ Ὁσίου πανεύφημοι, ἀσκηταὶ παλάμαις, μιαιφόνοις οἱ βίον πρόσκαιρον, μαρτυρικῶς ἐν ἐρήμῳ περατώσαντες, ἠξιώθητε, ἀφθίτου ἀγαλλιάσεως.
σκουμένων ἐκμαγεῖα καὶ Μαρτύρων ἀκρότητες, Θεοδοσιᾶται, θεοφόροι Ὁσιομάρτυρες, ἐπευλογεῖτε θεόθεν τοὺς ἐν ᾄσμασι, τὴν ἐνάθλησιν, ὑμῶν τελοῦντας τὴν πάνσεπτον.
Σκοτομήνην τῶν ματαίων καὶ ῥεόντων σκεδάσαντες, Θεοδοσιάταῖ, τῷ φωτὶ ὑμῶν ἐνασκήσεως, πρὸς ὁλοφώτους σκηνώσεις ἀνεδράμετε, δι’ ἀθλήσεως, ἀρίστης Ὁσιομάρτυρες.
Θεοτοκίον.
Μακαρίζομέν Σε πάντες οἱ πιστοὶ Μῆτερ ἄχραντε, ὥσπερ σωτηρίας, πρόξενον βροτείου συστήματος, καὶ καταφεύγομεν πίστει ἀντιλήψει Σου, καὶ πρεσβείαις Σου, πρὸς τὸν φιλάνθρωπον Τόκον Σου.



ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
χθίστου τὰ ἔνεδρα, σαφῶς κατεπατήσατε, θεῖοι Θεοδοσιᾶται πόνοις, ὑμῶν συντόνοις, ἀδιαλείπτοις εὐχαῖς, καὶ δάκρυσιν ὅθεν νῦν ὑμᾶς, δήμοις συνηρίθμησαι, τῶν Ἁγίων ὁ Κύριος.
Γεράσμιοι Μάρτυρες, Θεοδοσίου μάκαρος, τῆς Μονῆς χερσὶν ἀποκτανθέντες, ἀπίστων στέφη, ἐκ τῶν χειρῶν τοῦ Χριστοῦ, χρυσόπλοκα νίκης εὐκλεοῦς, ἄριστοι εἰλήφατε, κατ’ ἀξίαν θεσπέσιοι.
σκήσει καθάραντες, ψυχῆς ὑμῶν ἱμάτιον, ἀθλοφόροι Θεοδοσιᾶται, αὐτὸ αἰμάτων, ὑμῶν σεπτοῖς ὀχετοῖς, ἐχρώσατε καὶ πρὸς τοῦ Θεοῦ, ὄντως λαμπροχίτωνες, τὰς σκηνώσεις ἐδράμετε.
Θεοτοκίον.
Λαμπὰς ταπεινώσεως, Θεογεννῆτορ Δέσποινα, φώτισον τὰ βήματα σῶν δούλων, Σῆς προστασίας, καὶ ἀρωγῆς ἀστραπαῖς, τῶν Σὲ ἀνυμνούντων ἀκλινῶς, καὶ μεγαλυνόντων Σου, τὴν πολλὴν ἀγαθότητα.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
μῶν παννύχοις δεήσεσιν, εὐχαῖς καὶ τῶν γονάτων ταῖς κλίσεσι, κατετροπώσατε, τὸν πολυμήχανον δαίμονα, Θεοδοσίου Μάνδρας, Ὁσίου Μάρτυρες.
Νῦν θαυμαστοὶ ὁσιόαθλοι, Μονῆς Θεοδοσίου τοῦ μαάκρος, ὑμᾶς γεραίροντες, ὡς μοναστῶν ἀκροθίνια, σορὸν ὑμῶν λειψάνων, κατασπαζόμεθα.
ς ἱερεῖα τῆς πίστεως, ὑμᾶς ἀνευφημοῦμεν γηθόμενοι, Ὀσιομάρτυρες, Θεοδοσίου θεόφρονος, Μονῆς καὶ παραστάτας, Θεοῦ τοῦ σώζοντος.
Θεοτοκίον.
δοὺς τῶν δούλων Σου εὔθυνον, τῶν Σὲ μακαρίζοντων ἑκάστοτε, Θεογεννήτρια, καὶ σταθερῶς πάντας ἴθυνον, πρὸς τρίβους μετανοίας, εὐθείας Δέσποινα.














Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὁσιοάθλων τὸν χορὸν ἐγκωμιάσωμεν, Θεοδοσίου ἐν Μονῇ Ὁσίου κλίμακα, ἀναβάντων πολιτείας τῆς ἰσαγγέλου, καὶ λαβόντων μαρτυρίου στέφη ἄφθαρτα, ἀριστείας ὡς κοσμήτορας κραυγάζοντες, μετὰ πίστεως· Χαίροις ἅγιον ἄθροισμα.
Ὁ Οἶκος.
Ἄγγελοι στέφη δόξης, ὑμῖν ἔδωκαν θεῖοι, Πατέρες Θεοδοσιᾶται, Ὁσιόαθλοι ὥσπερ ἀμνοί, οἱ σφαγιασθέντες τοῦ Χριστοῦ ἄμωμοι· διὸ ὑμᾶς γεραίροντες, ἐκθύμως ἐκβοῶμεν ταῦτα·
Χαῖρε, ὁμὰς τῶν Ὁσιοάθλων·
χαῖρε, λαμπὰς ἀσκητῶν Μαρτύρων.
Χαίρετε, Πατέρες σεπτοὶ καὶ ἰσάγγελοι·
χαίρετε, φωστῆρες τῆς πίστεως πάμφωτοι.
Χαίρετε, ὄρνεα νήψεως, ἀσιτίας καὶ εὐχῆς·
χαίρετε, λείρια χάριτος, ῥόδα θείας ἀγωγῆς.
Χαίρετε, ἀσκουμένων ἐν ἐρήμῳ πυξία·
χαίρετε, τῶν ποθούντων ἀρετὴν ἐκμαγεῖα.
Χαῖρε, ὁμήγυρις σώφρων ἀσκήσεως·
χαῖρε, πανήγυρις θείας ἀθλήσεως.
Χαίρετε, πάνυ Θεοδοσιᾶται·
χαίρετε, θεῖοι Χριστοῦ παραστάται.
Χαίροις ἅγιον ἄθροισμα.

Συναξάριον.
Τῇ ΙΓ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τῶν Ἁγίων Ὁσιομαρτύρων, τῶν ἐν τῇ Μονῇ τοῦ Ὁσίου Θεοδοσίου τοῦ Κοινοβιάρχου ἀναιρεθέντων, ὑπὸ Περσῶν καὶ Βλεμμύων.
Θεοδοσιᾶται Ὁσιομάρτυρες,
δάκρυσιν ἡγιάσθητε καὶ αἵμασι.
Ἐν τῷ ἱερῷ κοινοβίῳ τοῦ Ὁσίου Θεοδοσίου, ὡς καὶ ἐν ταῖς ἄλλαις Μοναῖς τῆς Ἁγίας Γῆς, οἱ θεοφιλῶς ἐκεῖσε ἀσκούμενοι Ἀββᾶδες καὶ Πατέρες, ἐκ διαφόρων ἦσαν τόπων ὁρμώμενοι. Οὗτοι παννύχοις στάσεσι, δάκρυσι καὶ συντόνοις ἀσκήσεως καμάτοις τὸν δόλιχον τοῦ παρόντος διέβησαν βίου καὶ εἰς ἀρετῆς κατήντησαν τελειότητα. Τινὲς ἐξ αὐτῶν ἠξιώθησαν λαβεῖν μαρτυρίου στέφος ἄφθαρτον σφαγιασθέντες χερσὶν ἀπίστων ἐπιδραμόντων Περσῶν καὶ Βλεμμύων εἰς τὴν Μονὴν ταύτην καὶ εἰς τὴν αὐτῆς περιοικίδα ὡς ὄρνεα. Λαβόντες ὅθεν οὐρανόθεν διπλοῦς στεφάνους ἀσκήσεως καὶ μαρτυρίου συγχαίρουσι Κυρίῳ, ᾯ καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Τὰ τίμια αὐτῶν λέιψανα εὐλαβῶς θησαυρίζονται ἐν τῷ Καθολικῷ τῆς Μονῆς καὶ ἐν τῷ Σπηλαίῳ τῶν Μάγων, τῷ ἐν τῷ αὐλείῳ τῆς Μονῆς χώρῳ, παρέχοντα ἰάσεις τοῖς αὐτὰ ἀσπαζομένοις ἐκ πίστεως.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἑρμύλου καὶ Στρατονίκου.
Ἡ σαργάνη ναῦς, Ἑρμύλῳ Στρατονίκῳ,
κοινὸν κατάπλουν εἰς βυθὸν ποιουμένοις

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μαξίμου τοῦ Καυσοκαλυβίτου.
Παρῆλθε πάντας ἀρεταῖς ὁ Μάξιμος,
κᾂν τοῖς χρόνοις ἤσκησε νῦν τοῖς ἐσχάτοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰακώβου, ἐπισκόπυ Νισίβεως.
Τὸν Ἰάκωβον θνητὸν ὄντα τῇ φύσει,
θνητοῖς ὁμοίως μὴ θανεῖν οὐκ ἦν πρέπον.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀθανάσιος, ῥαβδιζόμενος τελειοῦνται.
Ῥάβδοις Ἀθανάσιε σαυτὸν ἐκδίδως,
Σπεύδων θανεῖν μέν, ζῆν δὲ πολλῷ κρειττόνως.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Παχώμιος καὶ Παπυρῖνος, ἐν ποταμῷ βληθέντες τελειοῦνται.
Τοιοῦτον εὗρε καὶ Παπυρῖνος τέλος,
οἷον σὺ Παχώμιε, βληθεὶς εἰς ὕδωρ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ῥεμιγίου, ἐπισκόπου Ῥημῶν.
Φράγγων βασιλεύς, βαπτίζεται χερσί σου,
Δοῦλος γεγονώς, Ῥεμίγιε Κυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Κεντιγκέρνου, ἐπισκόπου Γλασκώβης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱλαρίου, ἐπισκόπου Πικτώνων τῆς Γαλλίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Εἰρηνάρχου τοῦ Ἐγκλείστου, τῆς Μονῆς τῶν Ἁγίων Βόριδος καὶ Γκλὲμπ τοῦ Ῥοστώβ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἐλεαζάρου τοῦ Ἀνζέρκυϊ τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.








ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Στῦλοι ἄσειστοι διαγωγῆς ἀμείνονος Ὁσιομάρτυρες, Θεοδοσίου Μονῆς, Ὁσίου ὡς Ἄγγελοι, ἐπολιτεύσασθε, σάρκα φέροντες, καὶ κατοικοῦντες ἔρημον, ὡς φιλέρημα στρούθια.
Ἴα εὔοσμα θεοφιλοῦς ἀσκήσεως εὐωδιάσατε, Θεοδοσίου Μονήν, Ὁσίου πανεύφημοι, Ὁσιομάρτυρες, τῇ ἡδύτητι, ὑμῶν στεῤῥᾶς ἀσκήσεως, καὶ ἀρίστου μαρτυρίου.
σιόαθλοι Θεοδοσίου ἔνθεοι Μονῆς τοῦ μάκαρος, τοὺς προσκυνοῦντας πιστῶς, ὑμῶν θεῖα λείψανα, καθαγιάσατε, καὶ πληρώσατε, χαρᾶς ἡμῶν πανάριστοι, τὰς καρδίας Ἀθλοφόροι.
Θεοτοκίον.
Μητροπάρθενε ἀεί Σε μακαρίζομεν Θεογεννήτρια, ἀφράστως ἐν Βθλεέμ, σπηλαίῳ τὴν τέξασαν, Θεὸν τὸν Κύριον, ἀγαθότητα, δι’ ἄκραν σάρκα βρότειον, ἐκ Σοῦ Μῆτερ εἰληφότα.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Αἴγλῃ θεϊκῇ λελαμπρυσμένοι, ὡς πάμφωτα σωφροσύνης καταγώγια, ἀρετῆς κειμήλια, θεῖα ἐντευκτήρια, εὐχῆς καὶ κατατήξεως, βροτείου σώματος, εἰς στάδιον Θεοδοσιᾶται, Μάρτυρες ἀγώνων, εἰσήλθετε ἀρίστων.
ύσασθε ἡμᾶς δολίου βλάβης, ἀνάγκης καὶ περιστάσεως στεῤῥόψυχοι, ἀνυμνοῦντας σκάμματα, τῆς ὑμῶν ἀθλήσεως, ἐν τῇ ἐρήμῳ Μάρτυρες, πανοσιώτατοι, χορὲ Θεοδοσίου Ὁσίου, μοναστῶν Κυρίῳ, τῶν εὐαρεστησάντων.
Τάχος θεῖοι Θεοδοσιᾶται, παρέχετε εὐσεβέσι τὰ αἰτήματα, θήκην χαριτόβρυτον, προσκυνοῦσιν πάντοτε, ὑμῶν λειψάνων Ἅγιοι, ἣν ὡς ἀτίμητον, Μονὴ Θεοδοσίου κατέχει, τοῦ Κοινοβιάρχου, θησαύρισμα Πατέρες.
Θεοτοκίον.
μνοις καὶ ᾠδαῖς Θεογεννῆτορ, τὸ πλῆθος Σῶν θαυμασίων μεγαλύνομεν, οἱ πιστὶ ἀείποτε, Παναγία Δέσποινα, καὶ σπεύδοντες Σῇ χάριτι, πιστῶς βοῶμέν Σοι· θεόθεν ἐφορῶσα μὴ παύσῃ, καὶ ἐπευλογοῦσα, τοὺς ὑμνητὰς Σῆς δόξης.










ᾨδὴ θ΄. Ἅπας γηγενής.
εύμασιν ὑμῶν, αἱμάτων τὴν ἔρημον, καθηγιάσατε, Μάνδρας Ὁσιόαθλοι, Θεοδοσίου, Ὁσίου πάνσεπτοι, ἣν πρότερον τοῖς χεύμασιν, ἐγεωργήσατε, τῶν ἱδρώτων, τῶν ὑμῶν μακάριοι, πρὸς πολύχουν χρηστότητος ἄσταχυν.
Αἵμασιν ὑμῶν, ἐρήμου τὸ ἄγονον, κατεπιάνατε, θεῖοι Ὁσιόαθλοι, Θεοδοσίου Μονῆς τοῦ μάκαρος, καὶ τρίβωνα ἀσκήσεως, αἵμασι χρώσαντε, τῷ Κυρίῳ, Ἰησοῦ ἐδράμετε, ὑπαντῆσαι ἐν πόλου σκηνώμασι.
Στέφη ἀληθῶς, εἰλήφατε ἄνωθεν, ἀϊδιότητος, ὡς Ὁσιομάρτυρες, ἐχθροὺς ἀπίστους, οἱ καταισχύναντες, καὶ Μάνδραν ἁγιάσαντες, σεπτοὶ κοινόβιον, ἀρχηγέτης, τῆς κοινῆς βιώσεως, τῶν ἀζύγων ἣν πόθῳ ἐδόμησεν.
Θεοτοκίον.
Χαῖρε χαρμονή, Ἀγγέλων Μητρόθεε, χαῖρε ἀγλάϊσμα, Ἐκκλησίας πάνσεπτον, χαῖρε ἀζύγων, τὸ καταφύγιον, καὶ πάντων παραμύθιον, τῶν ἐν ταῖς θλίψεσι, Παναγία, σκέπη καὶ κραταίωμα, τῶν αἰνούντων τὸν ἄχραντον Τόκον Σου.

Ἐξαποστειλάριον. Γυναῖκες άκουτίσθητε.
Κλεινοὶ Ὁσιομάρτυρες, Θεοδοσίου λείρια, Ὁσίου ἄγαν εὐώδη, ἡμῶν παθῶν δυσωδίαν, σκέδασατε τῶν ᾄσμασι, τιμώντων κατορθώματα, ὑμῶν καὶ θήκην πάνσεπτον, ἀσπαζομένων λειψάνων, ὑμῶν φωσφόροι Πατέρες.
Τῆς Ἑορτῆς. Ἐπεσκέψατο ἡμᾶς.
Ἐπεφάνη ὁ Σωτήρ, ἡ χάρις ἡ ἀλήθεια, ἐν ῥείθροις τοῦ Ἰορδάνου, καὶ τοὺς ἐν σκότει καὶ σκιᾷ, καθεύδοντας ἐφώτισε• καὶ γὰρ ἦλθεν ἐφάνη, τὸ φῶς τὸ ἀπρόσιτον.

















Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Θεοδοσίου Ὁσίου Ὁσιομάρτυρας, τῆς περιδόξου Μάνδρας, εὐφημήσωμεν ὕμνοις, χερσὶ τοὺς μιαιφόνοις μαρτυρικῶς, τὸν ἀγῶνα τελέσαντας, ὡς τῆς ἐρήμου λευκάνθεμα εὐσεβῶν, κατευφραίνοντα συστήματα.

Ἐν ἐρημίᾳ ἀσκήσει τοὺς διαπρέψαντες, νῦν Θεοδοσιάτας, Ἀθλοφόρους Πατέρας, τιμήσωμεν ἐν ὕμνοις χρεωστικῶς, ὥσπερ Ὁσιομάρτυρας, στεῤῥοὺς καὶ πίστει λειψάνων αὐτῶν σορόν, σεβασμίαν ἀσπασώμεθα.

Παρὰ τὸ Σπήλαιον Μάγων, τοὺς ἐνασκήσαντας, τριῶν σοφῶν Περσίας, μετὰ τοῦ Θεανθρώπου, προσκύνησιν ὡς βρέφους ἐν Βηθλεέμ, τούτων διανυκτέρευσιν, σεπτοὺς Πατέρας τιμήσωμεν εὐλαβῶς, τῶν ἐχθρῶν χερσὶν ἀθλήσαντας.

Θεοδοσίου Ὁσίου ἐν Μάνδρᾳ ἅπαντες, τὴν θήκην τῶν λειψάνων, προσκυνήσωμεν πίστει, στεῤῥῶν Ὁσιοάθλων τῶν ἐυκλεῶς, ἀνυσάντων τὴν δίοδσον, τοῦ μαρτυρίου ἐκβλύζουσαν δαψιλῶς, τοῖς νοσοῦσι τὰ ἰάματα.

Δόξα. Ἦχος πλ. α΄.
Ἰσαγγέλως πολιτευσάμενοι ἐν ἐρήμῳ, μαρτυρικῆς εὐκλείας ἠξιώθητε, Θεοδοσιᾶται Ὁσιομάρτυρες· ὅθεν ὑμῶν τὴν μνήμην πανηγυρικῶς ἑορτάζοντες, καὶ τὰς ὑμῶν ἀριστείας ἀσκήσεως καὶ μαρτυρίου γεραίροντες, ἐκδεχόμεθα τὰς ὑμῶν δεήσεις πρὸς Κύριον, ἵνα ἥρεμον καὶ ἡσύχιον βίον διάγωμεν.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος β΄.
Σήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι. Σήμερον Ἰωάννης ἅπτεται, κορυφῆς τοῦ Δεσπότου. Αἱ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο. Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν· Δόξα τῷ φανέντι Θεῷ, καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν κόσμον.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Ὁσιομαρτύρων κλεινὸν χορόν, τοῦ Θεοδοσίου, τοῦ Ὁσίου σεπτῆς Μονῆς, εὐαρεστησάντων, Χριστῷ ζωῇ ἀμέμπτῳ, καὶ ἄθλοις μαρτυρίου, ὕμνοις τιμήσωμεν.


ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Κοινοβιάρχου ἡ Μονὴ ἐγκαυχᾶται, ὑμῶν ἀσκήσεως συντόνοις καμάτοις, καὶ πόνοις τῆς ἀθλήσεως Ἀββᾶδες σεπτοί, καὶ Πατέρες ἔνθεοι Ὁσιόαθλοι θεῖοι, πᾶσα δὲ σεμνύνεται τοῦ Χριστοῦ Ἐκκλησία, ὑμῶν λιταῖς ἐνθέρμοις πρὸς Αὐτόν, ἔλεος πᾶσιν ἀφθόνως δωρούμενον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.






Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Θεοδοσιᾶται Ὁσιομάρτυρες, χαίρετε. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Θεοῦ ἱερεῖα ὡς ἐκλεκτά, ἐτύθητε θεῖοι, Ὁσιόαθλοι τῆς Μονῆς, Ὁσίου Θεοδοσίου πάντας, ὑμᾶς τιμῶντας κινδύνων λυτρώσασθε.
ξ ὕψους εὐκλείας ὑμῶν πιστούς, ἀπαύστως φρουρεῖτε, Ὁσιόαθλοι ἐκλεκτοί, σεμνείου Θεοδοσίου θείου, ἀνευφημοῦντας ὑμῶν κατορθώματα.
σίαν πνύμνητοι ἀγωγήν, Θεοδοσιᾶται, διελθόντες μαρτυρικήν, εἰλήφατε χάριν ἱκετεύειν, ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον Κύριον.
Θεοτοκίον.
Δυνάμωσον πάντας τοὺς ἀσθενεῖς, οἰκέτας Σου Μῆτερ, ἀντιστῆναι τοῦ πονηροῦ, ἰσχύϊ Κυρία Θεοτόκε, τοὺς μεγαλύνοντας πλῆθος χαρίτων Σου.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Οὐρανῶν κληρονόμοι διηνεκοῦς μέτοχοι, εὐφροσύνης Θεοδοσίου, Μάνδρας οἱ ἔνοικοι, οἱ μιαιφόνοις χερσίν, ἀποκτανθέντες θεόθεν, πάντα περισκέπετε, δῆμον Χριστώνυμον.
Σελασφόροι Πατέρες ἀθλητικοῖς σκάμμασιν, οἱ τελειωθέντες φρουρεῖτε, Ὁσιομάρτυρες, Θεοδοσίου Μονῆς, Κοινοβιάρχου τοὺς πίστει, ταῖς ὑμῶν δεήσεσι, πάντοτε σπεύδοντας.
αμάτων χειμάῤῥους ὑμῶν σορὸς πέφηνε, τῶν χαριτοβρύτων λειψάνων, Ὁσιομάρτυρες, τοῖς προσκυνοῦσιν αὐτά, σεμνοὶ Θεοδοσιᾶται, εὐλαβῶς ἑκάστοτε, θεομακάριστοι.
Θεοτοκίον.
ειπάρθενε Μῆτερ Χριστιανῶν καύχημα, Κεχαριτωμένη Παρθένε, Θεογεννήτρια, ῥῦσαι ἡμᾶς πειρασμῶν, καὶ λυπηρῶν καὶ κινδύνων, τοὺς ψαλμοῖς καὶ ᾄσμασι, Σὲ μεγαλύνοντας.
Στηρίζετε, ὑμῶν δεήσεσι πάντας τοὺς κλονουμένους, Ὁσιόαθλοι θαυμαστοὶ ὑμᾶς μεγαλύνοντας, ἐκθύμως σεπτοὶ Θεοδοσιᾶται.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Μονῆς ἀσκηταὶ Θεοδοσίου ἔμφρονος, ἀνόμων ἐχθρῶν οἱ μιαφόνοις ξίφεσι, κτανθέντες πρεσβεύσατε, τῷ Χριστῷ ἐκτενῶς Ὁσιόαθλοι, ὑπὲρ πιστῶν λειψάνων εὐλαβῶς, ὑμῶν προσκυνούντων θήκην πάνσεπτον.





ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῆς ἐρήμου οἰκήτορες, Θεοδοσιᾶται Ὁσιομάρτυρες, ἁγιάζετε καὶ ῥύεσθε, πειρασμῶν ὑμῖν τοὺς καταφεύγοντας.
σκητῶν ἀκροθίνια, καὶ Μαρτύρων κύμινα εὐωδέστατα, Θεοδοσιᾶται πάνσεπτοι, ἔστε ταχινοὶ ἡμῶν ἀκέστορες.
θυντῆρες πρὸς δώματα, ἔστε τὰ οὐράνια ἀπλανέστατοι, Θεοδοσιᾶται ἅγιοι, στεφηφόροι Μάρτυρες πανόσιοι.
Θεοτοκίον.
Οὐ παυόμεθα Δέσποινα, πλῆθος θαυμασίων Σου μεγαλύνοντες, καὶ δοξάζοντες τὸν Τόκον Σου, Λόγον τοῦ Θεοῦ τὸν ὑπεράγαθον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σκέπετε ἀεί, καὶ περιφρουρεῖτε ἅπαντας, εὐσεβεῖς Ὁσιομάρτυρες σεπτοί, τοῦ Θεοδοσίου Μάνδρας κρίνα εὔοσμα.
ασμοι τερπνοί, Θεοδοσιᾶται ἅγιοι, κατευφράνατε δεήσεων ὑμῶν, ταῖς ὀδμαῖς πιστῶν χοροὺς Ὁσιομάρτυρες.
λβοι τιμαλφεῖς, γενναιότητος βραβεύσατε, τὴν ὑγείαν ἡμῖν τοῖς εὐλαβῶς, μακαρίζουσιν ὑμᾶς Ὁσιομάρτυρες.
Θεοτοκίον.
Μέμνησο ἡμῶν, Σὲ τιμώντων Μητροπάρθενε, ὡς πιστῶν Χριστιανῶν καταφυγήν, καὶ τῶν ὄντων ἐν ταῖς λύπαις παραμύθιον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἀγάλματα, θεῖα ὁσιότητος, τὴν Μονὴν Θεοδοσίου τοῦ θείου, πανευκλεῆ μαρτυρίου κονίστραν, οἱ ἀναδείξαντες Ὁσιομάρτυρες, ὑμῶν λειψάνων τὴν σορόν, προσκυνοῦντας πιστῶς ἁγιάζετε.
Ῥωννύμενοι, πάντες Ὁσιόαθλοι, ταῖς ὑμῶν λιταῖς Θεοδοσιᾶται, πρὸς τὸν Θεὸν εὐλαβῶς προσκυνοῦμεν, ὑμῶν λειψάνων σοτὸν τὴν προχέουσαν, πιστοῖς ἰάσεις ὡς κρουνόν, ἰαμάτων ἀστείρευτον Ἅγιοι.
Τοὺς Μάρτυρας, ἀσκητὰς γεραίροντες, τῆς Μονῆς Θεοδοσίου Ὁσίου, ἐν εὐλαβείᾳ αὐτοῖς ἐκβοῶμεν· Χριστὸν ἡμῖν ἀκλινῶς Ὁσιόαθλοι, καθιλεοῦσθε τοῖς πιστῶς, ἀνυμνοῦσιν ὑμῶν κατορθώματα.
Θεοτοκίον.
Ὑμνοῦντές Σε, ὡς προστάτιν ἄγρυπνον, καὶ ταχεῖαν βοηθὸν ἐν κινδύνοις, Θεογεννῆτορ προσφεύγομεν πίστει, ταῖς πρὸς Υἱόν Σου θερμαῖς παρακλήσεσι, τὸν πᾶσαν δόσιν ἀγαθήν, οὐρανόθεν πιστοῖς ἀπονέμοντα.
Στηρίζετε, ὑμῶν δεήσεσι πάντας τοὺς κλονουμένους, Ὁσιόαθλοι θαυμαστοὶ ὑμᾶς μεγαλύνοντας, ἐκθύμως σεπτοὶ Θεοδοσιᾶται.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου..
Ὁσιομάρτυρες Μάνδρας θειότατοι, Θεοδοσίου σεπτοῦ ἐποπτεύετε, ἐξ ὕψους δόξης ἡμᾶς τοὺς ἐν ᾄσμασιν, ἀνευφημοῦντας ὑμῶν τὴν ἐνάσκησιν, καὶ τὴν σφαγὴν ἐν ἐρήμῳ τὴν ἄδικον.

Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ὁσίους Αὐτοῦ.
Εὐαγγέλιον, κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-33): Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ...
Δόξα: Ταῖς τῶν Σῶν Ἁγίων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ῥύσασθε στενώσεων, καὶ ἐπηρείας τοῦ πλάνου, τοὺς ὑμῖν προσπίπτοντας, πίστει Ὁσιόαθλοι, καλλιμάρτυρες, τῆς Μονῆς λείρια, τοῦ Θεοδοσίου, τοῦ Κοινοβιάρχου πάντερπνα, οἱ καταστέφοντες, Ἐκκλησίαν πᾶσαν ἀσκήσεσιν, ὑμῶν καὶ ἐναθλήσεως, πόνοις ἐν ἐρήμῳ μακάριοι, τριβώνιον οἱ χρώσαντες, τῆς ὑμῶν ἀσκήσεως αἵμασι, καὶ Χριστῷ δραμόντες, ἀπαύστως συνευφραίνεσθαι σεπτοί, τῷ δαψιλκῶς πᾶσι νέμοντι, στέφη ἀφθαρτότητος.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
αντισμῷ Ἀθλοφόροι ἁγιάζετες πάντας ὑμῶν δεήσεων, πρὸς Κύριον τοὺς πίστει, λειψάνων προσκυνοῦντας, τὴν ὑμῶν χαριτόβρυτον, σορὸν ἐν Μάνδρᾳ σεπτῇ, κλεινοῦ Θεοδοσίου.
κ δωμάτων τοῦ πόλου παμφαῶν εὐλογεῖτε καὶ ἐποπτεύετε, πιστοὺς ἀνευφημοῦντας, ὑμῶν στεῤῥοὺς καμάτους, ἰσαγγέλου βιώσεως, καὶ πόνους ἀθλητικούς, ὦ Θεοδοσιᾶται.
Συνωδᾷ εὐφημοῦντες τοὺς ὑμῶν θεαρέστους Ὁσιομάρτυρες, καμάτους καὶ τοὺς πόνους, ἐνδόξου μαρτυρίου, ταῖς ὑμῶν καταφεύγομεν, λιταῖς ἀμνοὶ τῆς Μονῆς, σεπτοῦ Θεοδοσίου.
Θεοτοκίον.
Χαῖρε Θεογεννῆτορ Παναγία Παρθένε πιστῶς κραυγάζοντες· αἰτούμεθα εὐχάς Σου, πρὸς τὸν μονογενῆ Σου, Ἰησοῦν τὸν φιλάνθρωπον, Λόγον Ὑψίστου Θεοῦ, ὑπερευλογημένη.







ᾨδὴ η΄. Τὸν Βασιλέα.
μώμου ἄρνας, Θεοδοσίου Ὁσίου, τῆς Μονῆς εὐφημοῦντες πρεσβείας, τὰς αὐτῶν πρὸς Κτίστην, αἰτούμεθα τὰς θείας.
σχὺν θεόθεν, ἡμῖν ὀμβρίσατε θεῖοι, Ὁσιόαθλοι Θεοδοσίου, Μάνδρας τοῖς τιμῶσιν, ὑμῶν στεῤῥοὺς καμάτους.
αίνοντες ὕμνων, τοῖς μύροις μνήμην τὴν θείαν, τὴν ὑμῶν ὦ Θεοδοσιᾶται, χάριν ἐκζητοῦμεν, ὑμῶν καὶ προστασίαν.
Θεοτοκίον.
Εὐλόγει Μῆτερ, τοὺς μεγαλύνοντας πόθῳ, θαυμασίων Σου ἄμερον πλήθος, Κεχαριτωμένη, Κυρία Θεοτόκε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τοὺς κατασπαζόμενους, ὑμῶν λειψάνων θήκας, ἐπευλογεῖτε ἀεὶ Ὁσιόαθλοι, Θεοδοσίου Ὁσίου Μονῆς σεβάσματα.
Εὑρεῖν τὸν μαργαρίτην, τοὺς ὑμᾶς τιμῶντας, τὸν πολυτίμητον καταξιώσατε, Χριστὸν Ὃν εὕρατε ἄθλοις Ὁσιομάρτυρες.
Χαρᾶς ἡμῶν καρδίας, Θεοδοσιᾶται, Ὁσιομάρτυρες τάχος ἐμπλήσατε, τοὺς εὐφημοῦντας ἐκθύμως ὑμῶν τὰ σκάμματα.
Θεοτοκίον.
Μὴ παύσῃ δυσωποῦσα, Σὸν Υἱὸν Παρθένε, ὑπὲρ ἡμῶν τῶν τιμώντων ἐν ᾄσμασι, τὴν προστασίαν Σου Μῆτερ πρὸς πάντα στένοντα.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Ὁσιομαρτύρων σεπτοὺς χορούς, τοῦ Θεοδοσίου, τοῦ Ὁσίου λαμπρᾶς Μονῆς, μέλψωμεν ἐκθύμως, στυγνῶς σφαγιασθέντας, ὡς ἄρνας ἐν ἐρήμου, βάθει γηθόμενοι.
Τοὺς ἐν τῇ ἐρήμῳ ἀσκητικοῖς, λάμψαντας καμάτοις, καὶ ἀθλήσεως εὐσθενοῦς, πόνοις εὐσχημόνως, Μονῆς Ὁσιοάθλους, Θεοδοσίου θείου, πάντες ὑμνήσωμεν.
Χαίρετε Ἀββᾶδες θεοειδεῖς, καὶ σεπτοὶ Πατέρες, τοῦ σεμνείου τοῦ εὐκλεοῦς, τοῦ Κοινοβιάρχου, Θεοδοσίου πάντες, δεινῶς σφαγιασθέντες, ἄρνες ὡς ἄμωμοι.
Θεοδοσιᾶται πιστῶν χορούς, Μάρτυρες φρουρεῖτε, καὶ ἀπήμονας τοῦ ἐχθροῦ, τῶν βελῶν τηρεῖτε, ἐν πίστει προσκυνοῦντας, ὑμῶν λειψάνων θήκην, τὴν χαριτόβρυτον.
Εὔχεσθε Ἀββᾶδες ὑπὲρ ἡμῶν, καὶ σεπτοὶ Πατέρες, προσκυνούντων πανευλαβῶς, τοὺς σοροὺς λειψάνων, ὑμῶν σημειοφόροι, Θεοδοσίου Μάνδρας, Ὁσιομάρτυρες.
Τοῦ Κοινοβιάρχου σεπτῆς Μονῆς, τοὺς Ὁσιοάθλους, εὐφημήσωμεν ἐν χορῷ, τοὺς ἀποκτανθέντας, ὡς ἄρνας μιαιφόνοις, παλάμαις τῶν ἀπίστων, πάντες Χριστώνυμοι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, ἀσπασώμεθα πιστῶς, θήκην τῶν τιμίων λειψάνων, Θεοδοσίου Μονῆς, Ἀθλοφόρων κράζοντες· Ὁσιομάρτυρες, οἱ φοινίξαντες τρίβωνα, αἱμάτων ῥανίσι, τῆς ὑμῶν ἀσκήσεως, καὶ πορφυρώσαντες, χθόνα τῆς ῤήμου θεόθεν, τοὺς ὑμᾶς τιμῶντας φρουρεῖτε, καὶ ἐν τοῖς κινδύνοις περισκέπετε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου