Παρασκευή 31 Αυγούστου 2018

ΦΕΒΡΟΥΑΡΙΟΣ 26. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΙΩΑΝΝΗΣ ΚΑΛΦΑΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΦΕΒΡΟΥΑΡΙΟΣ ΚΣΤ΄!!

ΙΩΑΝΝΗΣ ΝΕΟΜΑΡΤΥΣ ΚΑΛΦΑΣ

ΑΚΟΛΟΥΘΙΑ

(Ἰσιδώρας μοναχῆς Ἁγιεροθεϊτίσσης)

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Νεομαρτύρων τὴν δόξαν τὴν πολυθαύμαστον, τῶν Ἀθλητῶν τὸ στέφος, τὸν τῆς πίστεως στῦλον, Κάλφαν Ἰωάννην αἰνετικῶς, οἱ πιστοὶ μεγαλύνωμεν, ἐν ἱλασμοῖς ἐξαιτούμενοι εὐμενῶς, τὴν πολλὴν αὐτοῦ συμπάθειαν.

 

Κωνσταντινούπολις χαίρει ἡ Βασιλεύουσα, τοῖς ἱεροῖς σου ἄθλοις, οὓς ἐν ταύτῃ ἀνδρείως, ἤνυσας δυνάμει τῇ τοῦ Χριστοῦ, Ἰωάννη ἀήττητε, ἄχρι βασάνων καὶ κάρας σου ἐκτομῆς, Νεομάρτυς Κάλφα ἔνδοξε.

 

Ὁ λεπτουργὸς Ἰωάννης ἀπὸ νεότητος, τὴν θαυμασίαν τέχνην, ἱκανῶς ἐξασκήσας, ἔνδον παλατίου Ἀγαρηνῶν, ἐπὶ χρόνοις διέμεινεν, ὁμολογίαν τε ἔδωκεν τὴν καλήν, τοῦ Θεοῦ ὡς δοῦλος γνήσιος.

 

Τοῦ Ἰωάννου τοῦ Κάλφα ἀνευφημήσωμεν, τὴν στεῤῥοτάτην πίστιν, καὶ τὴν ἄσειστον γνώμην, ὅτι τὰς βασάνους ὑπὲρ Χριστοῦ, ὡς ἀδάμας ὑπέμεινε, καὶ ἐπαξίως ἐδέξατο τῆς ζωῆς, τοὺς στεφάνους ἀγαλλόμενος

 

Δόξα. Ἦχος α’.

Πνευματικὴν πανήγυριν καὶ πάλιν συγκροτεῖ, ἡ σεβάσμιος μνήμη τοῦ θείου Νεομάρτυρος, Ἰωάννου τοῦ Κάλφα, συγκαλοῦσα τοὺς πιστοὺς εἰς εὐφροσύνην ἑόρτιον. Δεῦτε οὖν φιλόχριστοι, ἐγκωμιάσωμεν αὐτόν, χαίροις λέγοντες χαρμονικῶς, στρατιῶτα τῆς πίστεως γενναῖε, καὶ τοῦ Χριστοῦ δοῦλε ἀξιόπιστε. Αὐτὸν ἱκέτευε ὑπὲρ ἡμῶν, τῶν πόθῳ εὐφημούντων τὰς ἀριστείας τῶν ἀγώνων σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων Σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

ᾌσωμεν τῶν πιστῶν, χορεῖαι θεοφρόνως, νικητικοῖς ἐπαίνοις, τὸν Κάλφαν Ἰωάννην, τὸν θεῖον Νεομάρτυρα.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Χαίρει τῇ σῇ τιμῇ, ἡ πόλις Κωνσταντίνου, μαρτυρικῶς τε στέργει, ὦ Κάλφα Ἰωάννη, τὰς θείας ἀριστείας σου.

 

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Ξίφει τὴν κεφαλήν, ὦ Κάλφα Ἰωάννη, ἀποτμηθεὶς δοξάζεις, σὺν τάξεσι Μαρτύρων, τὴν ἄτμητον Θεότητα.

 

Δόξα. Τριαδικόν.

Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι Ἁγίῳ, Μοναρχικὴ Θεότης, ἐλέησον καὶ σῶσον, τοὺς πίστει Σοι λατρεύοντας.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἔπαρον πρὸς Θεόν, Ὃν ἔτεκες ἀφράστως, τὰς μητρικάς Σου χεῖρας, καὶ τοῦτον Παναγία, ἱλέωσαι πρεσβείαις Σου.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Ἰωάννην τὸν Κάλφαν ἐν αἰνέσει τιμήσωμεν, Κωνσταντινουπόλεως ἄνθος, Γαλατᾶ τε τὸ βλάστημα· τὴν τέχνην γὰρ ασκῶν τοῦ λειτουργοῦ, ἐκόσμει τὰς αὐλὰς Ἀγαρηνῶν, παρ’ ὧν ἔλαβεν βασάνους εἰς φυλακήν, εἰς πλοίου τε τὰ κάτεργα. Χαίροις Νεομαρτύρων καλλονή· χαίροις ἰσχύς τῆς πίστεως· χαίροις ὁ διὰ ξίφους τελευτῆς, ζωὴν εὑρὼν αἰώνιον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Τοῖς ᾄσμασι Κάλφαν οἱ πιστοί, Ἰωάννην στέψωμεν, τὸν Νεομάρτυρα ᾄδοντες· αὐτοῦ τὰ τρόπαια, τοὺς γενναίους ἄθλους, τὰ στεῤῥὰ παλαίσματα, καὶ νίκης τῆς μεγάλης τὸν ἔπαινον, καλῶς ὃν ἔλαβες, ἐκ Κυρίου Ὃν ἠγάπησε, καὶ ὀπίσω Τούτου ἠκολούθησεν.

 

Ἀγάλλου πολίχνη Γαλατᾶ, τὸν υἱόν σου ᾄδουσα, Κωνσταντινούπολις ἅμα τε· φαιδρῶς ἑόρτασον, Ἰωάννου Κάλφα, τὴν σεπτὴν πανήγυριν, τοῦ θείου Νεομάρτυρος κράζουσα, αὐτῷ καὶ λέγουσα· ταῖς εὐχαῖς σου ἡμᾶς στήριξον, ἐν τῇ πίστει ὑπὲρ ἧς ἐνήθλησας.

 

Τὴν τέχνην μαθὼν τοῦ λεπτουργοῦ, παλατίοις ἔνδοθεν, μετὰ σπουδῆς ἐργαζόμενος· καλῶς ἐλέπτυνας, σῆς ψυχῆς τὰ ἔργα, καὶ σαὐτὸν ἐποίησας, Θεόμορφον τῆς χάριτος ὄργανον, ἠχήσας ἄριστα, τοῦ Κυρίου τὴν ἀλήθειαν, Ἰωάννη Κάλφα θεοδόξαστε.

 

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Ἐν συνέσει τὸ Ὄνομα, τοῦ Χριστοῦ ὡμολόγησας, τοῖς ἀθέοις ἔμπροσθεν καὶ κατέῤῥιψας· Ἀγαρηνῶν πολεμούντων σε, ἀπάτην τὴν ἄστατον, καὶ τοῦ ψεύδους τὰς ἀρχάς, διελέγξας ἐτράνωσας, τὴν ἀλήθειαν, λαμπρυνόμενος Κάλφα Ἰωάννη, μαρτυρίου σου τῇ αἴγλῃ, καὶ τῷ στεφάνῳ τῆς νίκης σου.

 

Ἐν γενναίῳ φρονήματι, τοὺς δαρμοὺς ἐκαρτέρησας, τῶν πικρῶν βασάνων τε τὸ κλυδώνιον· τὰς ἐν τῷ πλοίῳ κακώσεις τε, ὡς δοῦλος εἰς κάτεργα, ἐργασθεὶς ἐπὶ μακρόν, φυλακῆς τὰς δεσμεύσεις τε· καὶ τὴν κάθειρξιν, δι’ ὧν εὗρες ψυχῆς ἐλευθερίαν, Ἰωάννη Νεομάρτυς, Κάλφα θεράπον τῆς πίστεως.

 

Γαλατᾶ ἐπαγάλλεται, ἡ πολίχνη προσφέρουσα, μητρικῶν ἐπαίνων σοι τὰ ἐγκώμια· Κωνσταντινούπολις ἅμα τε, καυχᾶται τῷ πνεύματι, ὡς πλουτοῦσα θησαυρόν, τῶν τιμίων αἱμάτων σου, τὸ ἁγίασμα, Νεομάρτυς Κυρίου Ἰωάννη, διὰ ξίφους γὰρ ἐκεῖσε, τέλος τὸ ἅγιον ἔλαβες.

 

 

 

 

 

 

Δόξα. Ἦχος α’.

Ὡς λογικὴν θυσίαν καὶ δεκτήν, Κυρίῳ προσέφερεν τὴν ἄθλησιν τὴν ἱεράν, ὁ Νεομάρτυς Ἰωάννης ὁ πολύαθλος, ὁ Κάλφας καλούμενος. Οὗτος γὰρ γενναίῳ φρονήματι, τὰς ἀλγηδόνας τῆς σαρκὸς ἐβάστασας, μὴ δειλιάσας τὰς ἀπειλὰς τῶν βασάνων, μηδὲ πτοηθεὶς Ἀγαρηνῶν τὴν ἀγριότητα, ἀλλ’ ἐν πεποιθήσει καρδίας ἐβόα ψαλμικῶς· Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι, τί ποιήσει μοι ἄνθρωπος· Κύριος ὑπερασπιστής μου, καὶ τοὺς ἐχθρούς μου τροπώσομαι. Αὐτοῦ τῇ δυνάμει νικητὴς γενόμενος, ἔδειξας τοῖς λαοῖς τὰ θαυμαστὰ μεγαλεῖα τῆς πίστεως· ἐν αυτῇ καὶ ἡμᾶς στερεώσον, ἵνα λάβωμεν τὰς ἀμοιβὰς τῆς αἰωνίου ἀγαλλιάσεως.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτός πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Προφητείας Ἠσαΐου τό Ἀνάγνωσμα (Ἠσ. μγ΄, 9 – 14).

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; Ἤ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε καί πιστεύσητέ μοι καί συνῆτε, ὅτι ἐγὼ εἰμί. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ οὐκ ἔσται πάρεξ ἐμοῦ ὁ σώζων. Ἐγώ ἀνήγγειλα καί ἔσωσα. Ὠνείδισα και οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός. Ὅτι ἐξ ἀρχῆς ἐγὼ εἰμί, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

 

 

 

 

 

 

 

Σοφίας Σολομῶντος τό Ἀνάγνωσμα (γ΄. 1 - 9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνᾶναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα. Οἱ δὲ εἰσὶν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει τῶν ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπίς αὐτῶν ἀθανασίας πλήρης. Καί ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεός ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτούς, ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καί βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῶ συνήσουσιν ἀλήθειαν καί οἱ πιστοί, ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῶ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καί ἐπισκοπή ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα (ζ´. 7).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Λιτή. Ἦχος α’.

Οἱ τῶν καλῶν ἀγώνων ἐρασταί, δεῦτε φιλοτίμως συνελθόντες, μακαρίσωμεν ἐν ᾄσμασιν ἐνθέοις, τὸν τίμιον ἀγωνιστὴν τῆς πίστεως, καὶ καλλίνικον Ἀθλοφόρον τοῦ Χριστοῦ, τὸν Νεομάρτυρα Ἰωάννην τὸν Κάλφαν. Οὗτος γὰρ ὁ ἀοίδιμος, τὴν πίστιν τὴν ἁγίαν, μαρτυρικαῖς βασάνοις καθυπέγραψεν, ἄχρι θανάτου μείνας ἐν αὐτῇ ἀδιάσειστος· ἐν τῇ βίβλῳ οὖν ἐγράφη τῆς ζωῆς, τῷ δακτύλῳ Χριστοῦ τοῦ Θεοῦ, σὺν Μαρτύρων τάξεις δοξολογῶν, τὴν Αὐτοῦ εὐσπλαγχνίαν τὴν ἀνείκαστον.

 

Ἦχος β΄.

Ἦχος φαιδρὸς ἑορτίου συμφωνίας, καὶ ἀγαλλιάσεως πανήγυρις ἡμᾶς συνήγαγε, τοῦ ἐγκωμιᾶσαι καινοπρεπῶς Ἰωάννην τὸν Κάλφαν, τὸν θεῖον τοῦ Κυρίου Νεομάρτυρα. Τῶν γὰρ βασάνων τὸ σκυθρωπόν, ἀλύπως διεπέρασε στάδιον, φθάσας αἰσίως εἰς τὴν χαράν, ἣν Χριστὸς ἡτοιμάσατο, τοῖς ἀγαπῶσι Αὐτόν, καὶ τηροῦσιν Αὐτοῦ τὰ προστάγματα.

Ἦχος γ΄.

Ἀδαμαντίνου σου ψυχῆς τὴν καρτερίαν, Ἀγγέλων οἱ χοροὶ ἐθαύμασαν, Ἰωάννη Κάλφα, Νεομάρτυς τοῦ Χριστοῦ ἀήττητε. Σὺ γὰρ ἐδάρης τῇ σαρκί, τὰ Πάθη τοῦ Σωτῆρος καὶ Θεοῦ σου μιμνησκόμενος, καὶ τούτου τὴν ἰσχὺν ἐπικαλούμενος, ἐν ταῖς θλίψεσι τοῦ μαρτυρίου· διὸ καὶ τῶν ἐπάθλων ἠξιώθης, τῶν μεγάλων καὶ λαμπρῶν, ἀκούσας παρὰ τοῦ οὐρανίου ἀθλοθέτου σου, τοὺς ἐπαίνους τοὺς καλούς, καὶ τῆς ζωῆς τὸν μισθὸν τὸν αἰώνιον λαβών, ἐν σκηναῖς τῶν Μαρτύρων αὐλιζόμενος.

 

Ἦχος δ΄.

Τὸ τοῦ Γαλατᾶ χωρίον μητροπρεπῶς χαίρει, τῇ σεπτῇ σου ἀναδείξει Νεομάρτυς τοῦ Χριστοῦ, Ἰωάννη Κάλφα ἀξιάγαστε. Καὶ ἡ τῶν Πόλεων Πόλις τέρπεται, ὡς θησαυρὸν κατέχουσα τοῦ μαρτυρίου σου τὰ στίγματα, καὶ τῶν τιμίων σου αἱμάτων τὰς ὁράς· δι’ ὧν καταρδεύονται καρδίαις, τῶν πιστῶς αἰνούντων σου τὰ κατορθώματα, καὶ βοώντων σοι τὸν ὕμνον, τὸν τῆς καλῆς σου νίκης ἐπάξιον.

 

Ἦχος πλ. α΄.

Τῆς λεπτουργικῆς τέχνης τὸν γνώστην καὶ ἐπιτηδευτήν, ἐπιτηδείοις ὕμνοις οἱ πιστοί, δεῦτε ἁγιοπρεπῶς κατακοσμήσωμεν, Ἰωάννην Κάλφαν, τὸν μέγαν Νεομάρτυρα, καὶ τῆς πίστεως Ἀθλητὴν ἱκανώτατον. Οὗτος γὰρ ἐν παλατίοις τῶν Ἀγαρηνῶν ἐνδιαιτώμενος, καὶ ἐν τούτοις φιλοτίμῳ τῇ σπουδῇ ἐργαζόμενος, τὸν τῆς ψυχῆς αὐτοῦ οἶκον ἁγνοπρεπῆ ἀπειργάσατο· ἔνθα ἡ χάρις τοῦ Θεοῦ κατασκηνώσασα, ἔδωκεν αὐτῷ ἰσχὺν τοῦ βαστᾶσαι ἄχρι τέλους, τὸν σταυρὸν τῆς μαρτυρικῆς ἀναβάσεως, καὶ φθᾶσαι εἰς τὴν χαρὰν τῆς αἰωνίου καταπαύσεως.

 

Ἦχος πλ. β΄.

Ὁμολογίας τῆς καλῆς τοὺς ὅρους ἐπλήρωσας, ὦ Κάλφα Ἰωάννη, Νεομάρτυς περιάκουστε. Θεοῦ σου γὰρ τῆς φωνῆς ἀκούσας, λέγοντος ἐν τῷ Ἁγίῳ Εὐαγγελίῳ· ὃς ἂν ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ, ἔμπροσθεν τοῦ Πατρός μου ἐν τοῖς οὐρανοῖς, τὸν λόγον ἔργον εὐθύς, προθύμῳ γνώμῃ καὶ καρδίας σου εὐθύτητι ἐποίησας. Καὶ ἔμπροσθεν Ἀγαρηνῶν ἀθέων, τὸν Θεὸν τὸν ἀληθῆ καθωμολόγησας, δοὺς ἡμῖν τύπον καὶ ὑπογραμμὸν τῆς πίστεως, ἣν τηρῆσαι ἄχρι τέλους καταξίωσον, ταῖς μαρτυρικαῖς σου ὑποδείξεσιν.

 

 

 

 

 

 

 

Δόξα. Ἦχος πλ. δ΄.

Πνευματικῆς πανηγύρεως ἐφέστηκε καιρός, δεῦτε φιλομάρτυρες εὐφρανθῶμεν τῷ πνεύματι· ἰδοὺ γὰρ πάρεστιν ἡμῖν, ὁ μέγας Ἀθλητὴς τῆς πίστεως, Ἰωάννης ὁ Κάλφας, Νεομαρτύρων ἡ θεία εὐπρέπεια. Εἰς τὴν πέτραν γὰρ τοῦ Χριστοῦ τὴν στερεάν, τοὺς πόδας αὐτοῦ ἔστησεν ἐν τῷ καιρῷ τῶν ἀλγεινῶν βασάνων· ὅθεν ἀσάλευτος ἔμεινε, καὶ τῇ καρδίᾳ ἑδραῖος, οὕτω βοήσας πρὸς τὸν Θεὸν τῶν Δυνάμεων· Τίς Θεὸς μέγας, ὡς Σὺ ὁ Θεὸς ἡμῶν; Αὐτὸν ἱκέτευε τοῦ στερεῶσαι καὶ ἡμᾶς, ἐν τῇ πέτρᾳ τῶν ἁγίων ἐντολῶν, ἵνα λάβωμεν μισθόν, τὸ τῆς αἰωνίου δόξης κεφάλαιον.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Κάλφαν, τὸν Ἰωάννην πιστοί, ἐν ἐγκωμίοις ἱεροῖς ὑπαντήσωμεν, συμφώνως ἀπὸ καρδίας, ἀναβοῶντες αὐτῷ· Νεομάρτυς χαίροις ἀξιάγαστε, Χριστοῦ ὑπηρέτα, τῆς Ἐκκλησίας ἑδραίωμα, ὁμολογίας, τῆς ἁγίας ὁ ἔπαινος, τὸ ἐκσφράγισμα, τῆς γενναίας ἀθλήσεως· χαίρων γὰρ καθυπέμεινας, σαρκὸς τὰ ἀλγήματα, τὰς τῶν βασάνων κακώσεις, καὶ τὴν τοῦ ξίφους ἀναίρεσιν, δι’ ὧν Βασιλείας, οὐρανίου συνεισῆλθες, εἰς φῶς τὸ ἄδυτον.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Πόλις, μητροπρεπῶς Γαλατᾶ, Κωνσταντινούπολις ὁμοῦ ἐπαγάλλονται, τῇ θείᾳ σου πανηγύρει, ὦ Νεομάρτυς Χριστοῦ, Κάλφα Ἰωάννη παναοίδιμε· Σταυρὸν τοῦ Κυρίου, ἐπὶ τῶν ὤμων ἀράμενος, τοῦ μαρτυρίου, τὰς ὀδύνας ὑπέμεινας, μὴ φεισάμενος, τῆς σαρκὸς τὴν εὐπάθειαν· ὅθεν εἰς τὴν ἀνώδυνον, ζωὴν κατεσκήνωσας, τῶν νικηφόρων ἐπάθλων, ταῖς ἀγλαΐαις στεφόμενος, Θεὸν ἱκετεύων, ὑπὲρ πάντων τῶν τιμώντων, τὰ σὰ παλαίσματα.

 

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Τέχνην, τοῦ λεπτουργοῦ ἐκμαθών, ἐπιτηδείως τε αὐτὴν ἐργασάμενος, ἀθέων ἐν παλατίοις, τῆς σῆς ψυχῆς τὴν στολήν, Ἰωάννη Κάλφα ἐξελέπτυνας· πτωχοὺς ἐβοήθεις, τὰ ὀρφανὰ περιέθαλπες, τοῖς ἐν ἀνάγκαις, συμπαθῶς παριστάμενος, τοῦ Κυρίου σου, ἐκπληρῶν τὰ προστάγματα· ταῦτα δὲ καθυπέγραψας, οἰκείῳ ἐν αἵματι, μετὰ πολλῆς παῤῥησίας, ὁμολογήσας τὸ ὄνομα, Χριστοῦ τοῦ Σωτῆρος, ὃς Σταυρὸν ὑπὲρ τῆς πάντων, ζωῆς ὑπέμεινεν.

 

 

Δόξα. Ἦχος πλ. α΄.

Τῶν Ἀθλητῶν τοῦ Χριστοῦ τὴν ἀκρότητα, τῶν Νεομαρτύρων τὸ περίβλεπτον ὕχος, Ἰωάννην τὸν Κάλφαν, δεῦτε πάντες εὐφημήσωμεν. Οὗτος γάρ, τὴν πίστεως τὴν κλίμακα ἀναβάς, τοῦ οὐρανοῦ τὰ κάλλη ἐθεάσατο, μαρτυροφθόγγοις ῥήμασι ὡς ὁ μέγας Παῦλος, ἐκβοῶν τῷ ἀθλοθέτῃ καὶ Θεῷ· τίς με χωρίσει τῆς ἀγάπης σου; Πῦρ ἢ διωγμός, φυλακὴ ἤ μάστιγες, βάσανοι ἤ ξίφους ἀπειλή; Πάντα ταῦτα προσδοκῶ, τῇ ἐλπίδι τῆς κληρονομίας σου τῆς ἀγαθῆς, ἵνα μετὰ Σοῦ εἰς τοὺς αἰῶνας διαμένω, δοξάζων Σου τὸ πρὸς ἡμᾶς ἀμέτρητον ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Ἰωάννην τὸν Κάλφαν ἐν αἰνέσει τιμήσωμεν, Κωνσταντινουπόλεως ἄνθος, Γαλατᾶ τε τὸ βλάστημα· τὴν τέχνην γὰρ ασκῶν τοῦ λειτουργοῦ, ἐκόσμει τὰς αὐλὰς Ἀγαρηνῶν, παρ’ ὧν ἔλαβεν βασάνους εἰς φυλακήν, εἰς πλοίου τε τὰ κάτεργα. Χαίροις Νεομαρτύρων καλλονή· χαίροις ἰσχὺς τῆς πίστεως· χαίροις ὁ διὰ ξίφους τελευτῆς, ζωὴν εὑρὼν αἰώνιον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Τὸν νέον Ἀθλητήν, Ἰωάννην τὸν Κάλφαν, αἰνέσωμεν πιστοί, τὴν αὐτοῦ εὐτολμίαν, θαυμάζοντες ἣν ἔδειξε, τοῖς ἀθέοις ἐνώπιον, πίστιν ἔνθεον, ὁμολογήσας ἀνδρείως· καὶ ἐν σκάμμασι, τοῦ Μαρτυρίου κερδίσας, τὸν ἄφθαρτον στέφανον.

Δόξα.

Χωρίον Γαλατᾶ, μητρικῶς ἐπαγάλλου, τῇ μνήμῃ τῇ σεπτῇ, Ἰωάννου τοῦ Κάλφα, ὁμοῦ Κωνσταντινούπολις, ἡ μεγάλη εὐφράνθητι. Σὺ γὰρ κέκτησαι, ὡς ἱερὰν εὐκληρίαν, τούτου αἵματα, καὶ γὰρ ἐκεῖσε τοῦ ξίφους, τὸ τέλος ἐδέξατο.

Καὶ νῦν. Θεοτοκίον.

Ἡ κλίμαξ Ἰακώβ, ἣν τεθέαται πάλαι, συνάπτουσα τὴν γῆν, οὐρανοῖς Σὺ ὑπάρχεις, Παρθένε πανακήρατε, Μαριάμ ὅτι ἔτεκες· τὸν ποιήσαντα, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ ἑνώσαντα, τὰ διεστῶτα τὸ πρώην, σαρκὸς τῷ προσλήματι.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Ἰωάννην τὸν Κάλφαν ἀνευφημήσωμεν, Νεομαρτύρων τὸ κλέος καὶ τὴν καλλίστην τιμήν, ἀριστέα τοῦ Χριστοῦ τὸν γενναιότατον. Χαίροις βοῶντες πρὸς αὐτόν, τροπαιοῦχε Ἀθλητά, καὶ πύκτα τῆς ἀληθείας, ἣν ἐκήρυξας ἐν τῷ μέσῳ, τῶν ἀντιθέων κραταιᾷ σου φωνῇ.

Δόξα.

Τῶν βασάνων τὰ ἄλγη τὰ πολυώδυνα, ὁ Ἰωάννης ὁ Κάλφας ὁ Νεομάρτυς Χριστοῦ, καθυπέμεινε στεῤῥῶς ὡς ἀδαμάντινος. Κράζων μεγάλῃ τῇ φωνῇ, τῷ Δεσπότῃ τοῦ παντός, ὁ Πάθη καθυπομείνας, ἐπὶ Ξύλου ὑπὲρ τοῦ κόσμου, δός μοι τὸ σθένος σου κἀμοὶ δυνατέ.

Καὶ νῦν. Θεοτοκίον.

Προφητῶν θεηγόρων χορὸς ὁ ἅγιος, τὸν ὑπὲρ νοῦν Σου Παρθένε προκατιδὼν τοκετόν, ἐν συμβόλοις ἱεροῖς Σε ἐθεάσατο· ὄρος καὶ πύλην νοητήν, κιβωτόν τε τῆς ζωῆς, καὶ Τράπεζα θείου Μάννα, τὰς καρδίας τῶν πιστευόντων, τῇ ἀκηράτῳ βεβαιοῦσα τροφῇ.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Πρὸς τὸ πῦρ τῶν αἰκισμῶν, καὶ τῶν βασάνων τῶν σκληρῶν, ἀνδρικῶς αὐτομολών, ὁ Νεομάρτυς τοῦ Χριστοῦ, ὁ Ἰωάννης ὁ Κάλφας τὴν θείαν πίστιν. Μέσον τῶν ἐχθρῶν διετράνωσε, ξίφους δὲ τομὴν καὶ τὸν θάνατον, μετὰ χαρᾶς δεξάμενος εἰσῆλθεν, εἰς τῆς ζωῆς τὰ σκηνώματα. Φωτὸς μετέχων τοῦ ἀπροσίτου, καὶ Θεὸν μεγαλύνων.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Παραβάσεως καρπόν, Εὔα φαγοῦσα παρευθύς, ἐξεβλήθη τῆς Ἐδέμ, λύπης πλησθεῖσα τῆς πικρᾶς, καὶ ἀπογνώσεως βρόχοις συνεδεσμεῖτο. Σὺ δὲ Μαριάμ, ἀειπάρθενε, λόγοις Γαβριήλ, ὑπακούσασα· τῆς χαρμοσύνου αἴτιον ἐλπίδος, σαρκὶ τῷ κόσμῳ ἐκύησας· Χριστὸν ὃς πάλιν, ἐν Παραδείσῳ, τοὺς ἀνθρώπους οἰκίζει.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, Μαρτυρικόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Τῆς καρτερίας τὸν μέγαν ἀδάμαντα, τῆς πίστεως λύχνον τὸν νεόφωτον, ὁμολογίας τὴν φωνὴν τὴν πάγχρυσον, δεῦτε πιστοὶ ὑμνολογήσωμεν, Ἰωάννην τὸν Κάλφαν τὸν ἱερὸν Νεομάρτυρα. Οὗτος γὰρ τὰς βασάνους δεξάμενος, ὥσπερ ἄλλου πάσχοντος, κατέδειξε τοῖς πέρασι, ὅτι μεγάλη τοῦ Θεοῦ ἐστὶν ἡ δύναμις, καὶ ἐν Ἁγίοις Αὐτοῦ θαυμαστῶς ἀεὶ μεγαλύνεται.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ Ἀκροστιχίς: Ἰωάννη Νεομάρτυς Κάλφα, χαῖρε. Ἰσιδώρας.

ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.

κάνωσον Κύριε, τὰ πενητεύοντα χείλη μου, ὑμνῆσαι τὰ τρόπαια, καὶ τὴν τῶν ἄθλων τιμήν, Νεομάρτυρος, τοῦ Κάλφα Ἰωάννου, καὶ τούτου τὸ πλούσιον, κτήσασθαι ἔλεος.

ς ἥλιος ἔλαμψας, ἐκ Γαλατᾶ κωμοπόλεως, λαμπρύνας τῷ φέγγει σου, τὴν Ἐκκλησίαν Χριστοῦ, ὡραΐσας τε, ὦ Κάλφα Ἰωάννη, τῇ αἴγλῃ τῆς δόξης σου, Κωνσταντινούπολιν.

νδρείας ὑπόδειγμα, τῆς γενναιότητος πρόβολος, κανὼν εὐψυχίας τε, τῆς καρτερίας πυγμή, ἀναδέδειξαι, ὦ Κάλφα Ἰωάννη, καὶ στάθμη ἀθλήσεως, ἡ ἀδιάπτωτος.

Θεοτοκίον.

Ναὸς καὶ παλάτιον, ἡγιασμένον γεγένησαι, τοῦ πάντων Δεσπόζοντος, Παρθενομῆτορ ἁγνή· ὡς χωρήσασα, ἐν μήτρᾳ Σου ἀφράστως, Θεὸν τὸν πανάγιον, Τούτου βουλήματι.

 

ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.

Νικήσας τοῦ σκότους τὰς δυνάμεις, τῷ ὅπλῳ τῷ θείῳ τοῦ Σταυροῦ, ἐτράνωσας τῆς πίστεως, ἰσχὺν τὴν ἀκατάβλητον, καὶ τῷ τῆς δόξης στέμματι, ὦ Ἰωάννη κεκόσμησαι.

μνήμη σου Κάλφα Ἰωάννη, Χριστοῦ Νεομάρτυς τηλαυγῶς, ὡς ἥλιος ἐξέλαμψε, καὶ σκοτασμὸν διέλυσε, Ἀγαρηνῶν παρέχουσα, τὴν θεϊκὴν ἱλαρότητα.

Νυττόμενος βέλει Ἰωάννη, τῆς θείας ἀγάπης τοῦ Χριστοῦ, κατέτρωσας τὰ ἔνεδρα, καὶ τὰς ἀρχὰς τοῦ δαίμονος, προσβεβαιώσας ἔργοις σου, τὰ τῶν πιστῶν κατορθώματα.

Θεοτοκίον.

ν μήτρᾳ Σου πάναγνε Μαρία, κατῆλθε ὁ ὕψιστος Θεός, καὶ σάρκα προσελάβετο, ἐκ Σοῦ δι’ ἀγαθότητα, ἵνα ἡμεῖς ἀνέλθωμεν, εἰς οὐρανοῦ τὰ Βασίλεια.

 

 

 

 

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Πολυτρόπων βασάνων τὰς ἀπειλάς, καὶ ἐπώδυνα ἄλγη τὰ τῆς σαρκός, γενναίως καθυπέμεινας, Νεομάρτυς ἀήττητε, ὦ Ἰωάννη Κάλφα, ὁπλίτα τῆς πίστεως· καὶ τοῦ Χριστοῦ τὸ ὄνομα, τὸ μέγα ἐδόξασας. Τοῦτο τοῖς ἀθέοις, μετὰ σθένους κηρύξας, καὶ στόμα γενόμενος, ἀληθείας ἐπάξιον, τοὺς διώκτας κατήσχυνας, ἔπαθλα κερδίσας λαμπρά, καὶ τὸν ἀκήρατον στέφανον ἔλαβες, ἐν λαμπρότητι δόξης, οὐρανίου κοσμούμενος.

Δόξα.

Ἡ πολίχνη ἀγάλλεται, Γαλατᾶ καὶ τὴν μνήμην σου, ᾄδει μεγαλοπρεπῶς ὁμοῦ Κωνσταντινούπολις, ἡ μεγάλη εὐφραίνεται, ὦ Ἰωάννη Κάλφα, τοῖς θείοις ἐπάθλοις σου, καὶ συνῳδὰ τὴν αἴνεσιν, προσφέρει τῇ δόξῃ σου, δρόμον τῶν ἀγώνων, ἐν αὐτῇ γὰρ τελέσας, αἱμάτων τοῖς ῥείθροις σου, τοῦ Κυρίου ὑπέγραψας, τὸ πανάγιον θέλημα. Πρέσβευε Αὐτῷ ἐκτενῶς, εἰς τὴν ἀσάλευτον πέτραν τῆς πίστεως, τοὺς ἱκέτας σου μεῖναι, τοὺς συμφώνως ὑμνοῦντάς σε.

Καὶ νῦν. Θεοτοκίον.

Παρθενίας Σου βάθος καταπλαγείς, καὶ ἁγνείας Σου ὕψος ἐκθαμβηθείς, ὁ μέγας Ἀρχιστράτηγος, Γαβριήλ Σοι ἱστάμενος, ἐν εὐλαβείᾳ Κόρη τὸ χαῖρε ἐφώνησε· καὶ τῆς χαρᾶς τὸ ἄγγελμα, πατρόθεν Σοι ἔφερεν· ὅθεν ἀπειράνδρως, τοῦ Θεοῦ τε καὶ Λόγου, Μητέρα γεγένησαι, καὶ τῷ κόσμῳ ἐπήγασας, τὴν αἰώνιον λύτρωσιν. Χαῖρέ σοι διὸ καὶ ἡμεῖς, φωναῖς αἰνέσεως πάντες προσάδομεν, τὸ γὰρ πλήρωμα ὅλον, τὸ τῆς χάριτος κέκτησαι.

 

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.

ρφανῶν συμπαραστάτης τῶν χηρῶν τε ἐπίκουρος, τῶν ἐν ταῖς ἀνάγκαις, ὤφθης ἀρωγὸς συμπαθέστατος, καὶ τῶν πτωχῶν Ἰωάννη, συμπαρήγορος, ἐλεήμονα· ἔχων ὦ Κάλφα τὴν γνώμην σου.

Μετὰ πλείστης παῤῥησίας τὸν Θεὸν ὡμολόγησας, Ἰωάννη Κάλφα, τοῖς Ἀγαρηνοῖς κατενώπιον, καὶ τὴν ἐκείνων ἐλέγξας, ἀθεότητα, κήρυξ γέγονας· τῶν μεγαλείων τῆς πίστεως.

γαλλόμενος τὸν δρόμον τῆς ἀθλήσεως ἔδραμες, Νεομάρτυς Κάλφα, πόνους παραβλέψας τοῦ σώματος, καὶ ἀτενίζων τὰ κάλλη, τὰ οὐράνια, ἃ ἐκέρδισας, ὦ Ἰωάννη σοῖς αἵμασιν.

Θεοτοκίον.

ητορεύουσα ἡ γλῶσσα τῶν ἀνθρώπων οὐ δύναται, ἑρμηνεύσαι Κόρη, τρόπον τοῦ φρικτοῦ μυστηρίου Σου, πῶς ἀπειράνδρως τεκοῦσα, τὸν Θεάνθρωπον, πάλιν ἔμεινας, ὥσπερ καὶ πρὶν ἀδιάφθορος.

 

 

 

 

 

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.

Τὴν τέχνην ἐξήσκησας, τοῦ λεπτουργοῦ ἣν ἔμαθες, Κάλφα Ἰωάννη παιδιόθεν, ἐγγὺς Ἀγάδων, Ἀγαρηνῶν τε σπουδῇ, ἐδούλευσας χρόνοις ἱκανοῖς, τούτων τὰ παλάτια, εὐκοσμήσας τοῖς ἔργοις σου.

ψαύχενα τύραννον, τὸν ἀλαζόνα ᾔσχυνας, τοῦτον ταπεινώσας Νεομάρτυς, καὶ συμπατήσας ὑπὸ τοὺς πόδας τοὺς σούς, αὐτοῦ τὴν δολίαν κεφαλήν, Κάλφα Ἰωάννη τε, τὴν Χριστοῦ νίκην ὕψωσας.

Σταυρὸν τὸν πανάγιον, ἐν ταῖς χερσί σου ἔλαβες, Κάλφα Ἰωάννη ὥσπερ ὅπλον· ὅθεν ἀτρόμως, ἐν τῷ σταδίῳ ἐλθών, βασάνους ὑπέμεινας πικράς, ξίφει δὲ ἡ κάρα σου, ἡ ἁγία ἐκτέτμηται.

Θεοτοκίον.

Κυρίαν καὶ Δέσποινα, τῆς κτίσεως καλοῦμέν Σε, Σὺ γὰρ Μαριὰμ ἀπεριγράπτως, τὸν Βασιλέα καὶ Ποιητὴν τοῦ παντός, ὡς βρέφος συνέσχες Σαῖς χερσί, Ὅνπερ ἐξιλέωσαι, μητρικαῖς Σου δεήσεσιν.

 

ᾨδὴ στ’. Τὴν θείαν ταύτην.

γγέλων τάξεις ἐθαύμασαν, ψυχῆς σου τὴν πολλὴν γενναιότητι, ἣν ἐπιδέδειξαι, ἐν ταῖς βασάνοις καὶ θλίψεως, ὦ Ἰωάννη Κάλφα, Μαρτύρων νεόαθλε.

Λαμπρὸν ὡς ἄστρον ἀνέτειλας, ὦ Κάλφα Γαλατᾶ ἐκ τῆς πόλεως, καὶ ἱλαρότητα, σῆς Ἰωάννη ἀθλήσεως, τὴν Κωνσταντίνου πόλιν, καλῶς ἐφώτισας.

Φιλῶν ἐφίλεις τὸν Κύριον, ὦ Κάλφα Ἰωάννη ἐξ ὅλης σου, τῆς διαθέσεως, καὶ μαρτυρίῳ τιμίῳ σου, τὴν πρὸς Αὐτὸν ἀγάπην, διεβεβαίωσας.

Θεοτοκίον.

γνὴ πρὸ τόκου Θεόνυμφε, ἐν τόκῳ τε ἁγνὴ καὶ πανάφθορος, μετὰ τὸν τόκον τε, πάλιν ἁγνεύουσα ἔμεινας, Παρθενομῆτορ Κόρη, Μαρία πάναγνε.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.

Τὸν στρατιώτην τοῦ Χριστοῦ τὸν γενναιότατον, ὁμολογίας τῆς καλῆς φωνὴν τὴν εὔσημον, ἀκραδάντου καρτερίας τὸν μέγαν στῦλον· τὸν ἐν αἵμασι τὴν πίστιν ὑπογράψαντα, Ἰωάννην Νεομάρτυρα τιμήσωμεν, τούτῳ λέγοντες· Χαίροις Κάλφα πολύαθλε.

Ὁ Οἶκος.

ᾌσωμεν ὁμοφώνως, Ἰωάννην τὸν Κάλφαν, τὸν θεῖον Νεομάρτυρα πάντες. Καὶ αὐτοῦ τὴν ἄπτωτον ὑπομονήν, ἐν τοῖς ἀγῶσι τοῖς καλοῖς ἐγκωμιάζοντες, βοήσωμεν καρδίας ἐν πεποιθήσει·

Χαίροις, ὁπλίτα τῆς Ἐκκλησίας·

χαίροις, ἀλείπτα τῆς εὐσεβείας.

Χαίροις, τῶν Νεομαρτύρων ἡ ὡραία κοσμιότης·

χαίροις, ἡ τῶν Ἀθλοφόρων θεοτύπωτος λαμπρότης.

Χαίροις, ξίφει τῷ τιμίῳ ὁ τμηθεὶς τὴν κεφαλήν·

χαίροις, πίστεως τοὺς ὅρους ὁ φυλάξας ἐν τιμῇ.

Χαίροις, λεπτουργοῦ τὴν τέχνην ἐν σπουδῇ ὁ ἐξασκήσας·

χαίροις, οἴκους διὰ ταύτης τῶν Ἀγαρηνῶν κοσμήσας.

Χαίροις, Γαλατᾶ χωρίου ἄνθος τὸ καινοπρεπές·

χαίροις, Κωνσταντίνου πόλιν ὁ ὑψῶν σαῖς ἀρεταῖς.

Χαίροις, Κάλφα πολύαθλε.

 

Συναξάριον.

Τῇ ΚΣΤ΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης ὁ Κάλφας, ἐν Γαλατᾷ, ἐν ἔτει 1575, ξίφει τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεὸς, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.

Χρησιμώτερον φθαρτῶν καὶ ἐπιγείων τε ἠξιολόγησας, Χριστοῦ τηρεῖν τὰς βουλάς, καὶ Τούτου τὸ ὄνομα, τὸ ἁγιώτατον, ὡμολόγησας, Ἀγαρηνοῖς ἐνώπιον, Μάρτυς Κάλφα Ἰωάννη.

νερ τίμιε ὦ Κάλφα ἀγαλλόμενος τὰ ἄλγη ἔφερες, ἐν τῷ πυρὶ χαλκευθείς, τῆς θείας ἀθλήσεως, ὡς ἀδαμάντινος, καὶ διέλαμψας, ὑπὲρ χρυσοῦ τοῖς πέρασι, Νεομάρτυς Ἰωάννη.

λαρότητι τῆς θείας πολιτείας σου τὴν γῆν ἐφαίδρυνας, καὶ τῷ φωτὶ τῶν καλῶν, ἀγώνων σου ηὔφρανας, τὰ αἰσθητήρια, τῶν ὑμνούντων σε, μετὰ φωνῆς αἰνέσεως, Μάρτυς Κάλφα Ἰωάννη.

Θεοτοκίον.

ητορεύων Ἁγίων τὰ κηρύγματα ἐν Σοὶ πεπλήρωνται, ὑπερφυῶς Μαριάμ, Θεὸν γὰρ ἐγέννησας, τὸν ὑπεράγιον, μετὰ σώματος, καὶ παραδόξως ἔμεινας, ὡς καὶ πρότερον παρθένος.

 

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.

να τρισὶ προσώποις σέβω, τὸν μόνον ἐν ἁγιότητι ἀσύγκριτον, Κύριον τοῦ σύμπαντος, σώζειν τὸν δυνάμενον, παρακοῆς τῷ πταίσματι, τοὺς ὀλισθήσαντας, ἐβόησεν, ἐξ ὅλης καρδίας, ἔμπροσθεν τυράννων, ὁ Κάλφας Ἰωάννης.

δε εὐμενῶς μοι τῷ Κυρίῳ, ὁ Κάλφας ὁ Ἰωάννης ἀνεβόησε, δός μοι δὲ τὴν χάριν σου· ἵνα ὑπερβήσωμαι, τὰ ἀλγεινὰ τῶν θλίψεων, καὶ τῶν κακώσεων, καὶ Μάρτυσι, συνάμα τοῖς νέοις, ᾄδω εἰς αἰῶνας, τὴν σὴν μεγαλωσύνην.

Σκεῦος ἐκλογῆς ἡγιασμένον, ὡς Παῦλος ὁ θεοῤῥήμων ἀναδέδειξαι, ὕψη εἰς οὐράνια, Μάρτυς ἀναγόμενος, καὶ τὰ ἐκεῖ μυστήρια, ἐνοπτριζόμενος, ὁμόφωνον, Ἀγγέλοις τὸν ὕμνον, Κάλφα Ἰωάννη, προσάδων τῷ Κυρίῳ.

Θεοτοκίον.

λεων ἡμῖν τοῖς ἐπταικόσι, Μαρία Θεοκυῆτορ Μητροπάρθενε, ποίησον Ὃν ἔτεκες, Κύριον φιλάνθρωπον, τοῦ παρασχεῖν τοῖς δούλοις Σου, πταισμάτων ἄφεσιν, καὶ ἔλεος, διδόναι τὸ μέγα, τοῖς δοξολογοῦσι, τὴν Σὴν μεγαλωσύνην.

 

ᾨδὴ θ’. Ἅπας γηγενής.

Δήμιοι τὴν σήν, τῷ ξίφει ἀπέτεμον, κάραν τὴν πάντιμον, τὴν ὁμολογήσασαν, Μιᾶς Τριάδος, φύσιν τὴν ἄτμητον, μετὰ πολλῆς συνέσεως, τυράννοις ἔμπροσθεν, Ἰωάννη, Κάλφα καρτερόψυχε, τῶν Μαρτύρων τῶν νέων ὑπέρτερε.

σπερ ἀστραπή, ὁ φθόγγος διέδραμε, τοῦ μαρτυρίου σου, εἰς τῆς γῆς τὰ πέρατα, ὦ Ἰωάννη, Κάλφα πολύαθλε, καὶ τῶν ἐθνῶν διέλυσε, τὴν ἀμαυρότητα, ἐν ἰσχύϊ, λόγου καὶ δυνάμεως, ἣν ἐξ ὕψους Χριστός σοι δεδώρηται.

άβδον κραταιάν, Σταυρὸν τὸν σεβάσμιον, καὶ ἁγιώτατον, ἔσχες ἐν τῷ σκάμματι, βαρβάρων κράτος· ὅθεν κατέβαλες, καὶ μηχανὰς διέλυσας, τοῦ πολεμήτορος, Ἰωάννη, Κάλφα μεγαλώνυμε, τῆς ἀμείνονος νίκης ἐπάξιε.

γγελος καθά, ἐν γῇ πεπολίτευσαι, ἀπαρνησάμενος, κόσμου τὴν τερπνότητα, προσκαίρου δόξης, τὰ ἀξιώματα, τοῦ λεπτουργοῦ τὴν τέχνην τε· διὸ καὶ ἔλαβες, Ἰωάννη, Κάλφα τὴν οὐράνιον, σὺν Ἀγγέλοις τιμὴν καὶ διάκρισιν.

Θεοτοκίον.

Σοὶ μετὰ χαρᾶς, τὸ χαῖρε ἐφώνησε, θεῖος Ἀρχάγγελος· χαῖρε χώρα εὔκαρπε, τὸ θεῖον στάχυν ἡ ἐκβλαστήσασα, τὸν τὰς ψυχὰς ἐκτρέφοντα, τῶν πεποιθότων Σοι, καὶ ἐν πίστει, Μῆτερ ἀειπάρθενε, ἐκζητούντων τὴν θείαν Σου εὔνοιαν.

 

Ἐξαποστειλάριον. Ἦχος γ’. Ὁ οὐρανὸς τοῖς ἄστροις.

Διὰ πολλῶν βασάνων, καὶ διὰ ξίφους τελευτῆς, ὦ Ἰωάννη Κάλφα, εὗρες ζωὴν ἀληθινήν, Νεομαρτύρων τοῖς δήμοις, ἀριθμηθεὶς ἐπαξίως.

Ἕτερον. Ὅμοιον.

Τοῦ λεπτουργοῦ τὴν τέχνην, καταμαθῶν μετὰ σπουδῆς, ὦ Ἰωάννη Κάλφα, ἐν ταῖς αὐλαῖς Ἀγαρηνῶν, τὴν σὴν ψυχὴν διὰ ταύτης, λεπτὴν ἐποίησας Μάρτυς.

Θεοτοκίον.

Τῶν Σεραφεὶμ ἀνωτέρα, τιμιωτέρα Χερουβείμ, Ἀγγέλων πάντων ὑπάρχεις, ἐνδοξοτέρα Μαριάμ, ἄνευ φθορᾶς ὡς τεκοῦσα, τὸν Βασιλέα τῆς δόξης.

 

 

 

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Κάλφαν Ἰωάννην ᾄσμασιν! Καὶ εὐαρέστοις ᾠδαῖς, οἱ πιστοὶ μεγαλύνωμεν, ἀξίως γεραίροντες, τὴν αὐτοῦ γενναιότητα, ἀδαμαντίνην ἔχων προαίρεσιν, ἐν τῷ σταδίῳ οὐχ ἐδειλίασεν, νίκης οὖν ἔπαθλα, ἐκ χειρὸς ἐδέξατο, τοῦ Ἰησοῦ, τοῦ στρατολογήσαντος, αὐτὸν ὡς ἄξιον.

 

Πόλις Γαλατᾶ τῇ μνήμῃ σου, πανευφροσύνως σκιρτᾷ, μητρικά σοι ἐγκώμια, ἀξίως προσφέρει τε, ἐν τιμῇ διακρίσεως, ὦ Ἰωάννη Κάλφα πανένδοξε, Νεομαρτύρων τὸ περιήχημα· χαίροις κραυγάζουσα, τῆς ἁγίας πίστεως θριαμβευτά, ἣν φυλάττειν δίδαξον, ἡμᾶς ἑκάστοτε.

 

Τέχνην λεπτουργοῦ ἐξέμαθες, ἣν ἐπὶ χρόνοις πολλοῖς ἐξασκῶν διεκόσμησας, Ἀγάδων παλάτια, οἷς πλησίον διέμενες, ἔμπροσθεν τούτων εἶτα τὸ ὄνομα, Θεοῦ τῶν ὅλων καθωμολόγησας, Κάλφα πολύαθλε, Ἰωάννη καύχημα, τῶν Ἀθλητῶν, τῶν Νεομαρτύρων τε, ἡ σεμνοπρέπεια.

 

Θλίψεις ἀλγεινὰς ὑπέμεινας, τῆς φυλακῆς τὰ δεσμά, ῥαβδισμοὺς ἐν τῷ σώματι, τοῦ πλοίου τὰ κάτεργα, τὴν τοῦ ξίφους ἀναίρεσιν· Χριστοῦ τῷ σθένει ἐνδυναμούμενος, ὦ Ἰωάννη, Κάλφα ἀήττητε, αἶνον πρεπόντως σοι, οἱ πιστοὶ οὖν φέρουσι, καὶ τὴν τιμήν, ἡ Κωνσταντινούπολις, ἐν ᾗ ἠγώνισαι.

 

Δόξα. Ἦχος πλ. δ΄.

Ἀθλοφορικὴ πανήγυρις πάλιν ἐφέστηκεν ἡμῖν, δεῦτε πιστοὶ εὐφρανθῶμεν τῷ πνεύματι· ὁ Νεομάρτυς γὰρ ὁ ἔνδοξος, ἡμᾶς συγκαλεῖ εἰς πανδαισίαν ἑόρτιον, Ἰωάννης ὁ Κάλφας, ὁ ὑπερασπιστὴς τῆς πίστεως, καὶ γενναῖος στρατιώτης τῆς παρατάξεως Χριστοῦ, τοῦ Βασιλέως καὶ Θεοῦ ἡμῶν· ὡς γὰρ ἀδάμας δοκιμασθείς, ἐν τῷ χωνευτηρίῳ τοῦ μαρτυρίου, ἔδειξεν ἡμῖν τὴν ἰσχὺν τῆς ψυχικῆς αὐτοῦ ἀνδρείας. Διῆλθε καὶ γὰρ ψαλμικῶς διὰ πυρὸς καὶ ὕδατος, διὰ δαρμῶν καὶ φυλακῆς, καὶ πάσης ἄλλης τιμωρίας τῆς σαρκός, καὶ ἐξῆλθεν εἰς ἀναψυχὴν τοῦ Πνεύματος, χαρᾶς μετέχων αἰωνίου ἐν τιμῇ. Τιμάσθω οὖν αὐτὸν Κωνσταντινούπολις, ἡ βασιλὶς τῶν πόλεων, ὡς ἔχουσα αὐτοῦ τὰ ἀκροθίνια τῶν τιμίων ἀγώνων, καὶ τῶν αἱμάτων αὐτοῦ τὴν ἱερὰν κληρονομίαν. Πάντες δὲ ὁμοῦ μακαρίσωμεν αὐτόν, ὅτι τὴν Βασιλείαν τῶν οὐρανῶν, σὺν τοῖς Ἁγίοις πᾶσιν ἐπαξίως ἐκληρώσατο.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.

Χαίροις στρατιῶτα τοῦ Ἰησοῦ, τῆς ὁμολογίας, τῆς ἐνθέου θριαμβευτά, Κάλφα Ἰωάννη, γενναῖε Νεομάρτυς, ἐν Κωνσταντινουπόλει, στήσας τὰ τρόπαια.

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς λεπτουργὸς ἐν παλατίοις διῆγες, Ἀγαρηνῶν κατακτητῶν Ἰωάννη, κατακοσμῶν τοῖς ἔργοις σου αὐτῶν τὰς αὐλάς. Εἶτα δὲ τὸ Ὄνομα, τοῦ Θεοῦ τῶν ἁπάντων, θείως ὡμολόγησας, καὶ βασάνους ὑπέστης· διὰ τοῦ ξίφους δὲ τὴν κεφαλήν, Κάλφα ἐτμήθης, ὡς νέος ἐν Μάρτυσιν.

Δόξα.

Μητροπρεπῶς τοῦ Γαλατᾶ τὸ χωρίον, τῇ ἱερᾷ σου ἐπαγάλλεται μνήμῃ, καὶ ἐν ᾠδαῖς προσφέρει σοι, πρεπόντως τιμήν, ἡ Κωνσταντινούπολις, καυχωμένη τε χαίρει, ἔχουσα ὡς τίμημα, σῶν αἱμάτων τὰ ῥεῖθρα· ὦ Ἰωάννη Κάλφα τοῦ χοροῦ, Νεομαρτύρων, τὸ ἔξοχον ἄκουσα.

Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἰωάννου Κάλφα, τοὺς ἄθλους ᾄδω. Ἰσιδώρας.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

σχὺν οὐρανόθεν ἀναλαβών, πρὸς πάλην εἰσῆλθες, τῶν ἀθέων Ἀγαρηνῶν. ὦ Κάλφα γενναῖε Ἰωάννη, Νεομαρτύρων σφραγὶς ἡ ἀκίβδηλος.

ς ἄστρον ἀνέτειλας τηλαυγές, δουλείας ἐν χρόνοις, ἐκ τῆς πόλεως Γαλατᾶ, ὦ Κάλφα παμμάκαρ Ἰωάννη· καὶ τὸ τῆς δόξης ἐκφαίνεις ἀπαύγασμα.

ξίως τῆς κλήσεως πορευθείς, Χριστοῦ στρατιῶτα, μετὰ νίκης τιμητικῆς, ἐστέφθης ὦ Κάλφα Ἰωάννη, τῆς θείας πίστεως δείξας τὰ τρόπαια.

Θεοτοκίον.

Ναὸς καὶ παλάτιον τοῦ Θεοῦ, ἐδείχθης Παρθένε, ἀπειρόγαμε Μαριάμ, καὶ γὰρ ἐν κοιλίᾳ Σου ἀφράστως, ὁ Βασιλεὺς τῶν ἁπάντων ἐχώρησεν.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Νεομάρτυς γενναῖος καὶ Ἀθλητὴς ἄριστος, Κάλφα Ἰωάννη ἐδείχθης, μετὰ στεῤῥότητος, πρὸς τοὺς ἀγῶνας ἐλθών, καὶ τὴν ἰσχὺν μεγαλύνας, τῆς ἁγίας πίστεως, ἣν ὡμολόγησας.

λοπόθῳ καρδίᾳ καὶ λογισμῷ κρείττονι, νόμον τοῦ Θεοῦ Ἰωάννη, Κάλφα ἠγάπησας, καὶ δι’ Αὐτὸν τῆς σαρκός, ἀποβαλὼν τὴν δειλίαν, ἀνδρικῶς πρὸς ἄθλησιν, Μάρτυς ἐχώρησας.

ψηλῇ διανοίᾳ δεῦτε πιστοὶ ᾄσωμεν, Κάλφα Ἰωάννου τὸ σθένος, ἐν τοῖς παλαίσμασι, καὶ γὰρ πυρὶ αἰκισμῶν, δοκιμασθεὶς πολυτρόπως, ὡς χρυσὸς τῆς χάριτος, πλοῦτον περίκειται.

Θεοτοκίον.

Κυριώνυμε Κόρη τῶν οὐρανῶν Δέσποινα, κτίσεως ἁπάσης τῇ δόξῃ, ἡ ὑπερέχουσα, Ἀγγελικῶν στρατιῶν, ἡ ἐν τιμῇ ἀσυγκρίτως, ἀνωτέρα ᾄσμασι, Σὲ μεγαλύνομεν.

Ἀνάδειξον, ἡμᾶς τῆς πίστεως φύλακας Ἰωάννη, Νεομάρτυς τοῦ Ἰησοῦ, ὦ Κάλφα πολύαθλε, ὁ αἵμασι ταύτην καθυπογράψας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Μαρτύρων Χριστοῦ τὸ νέον περιήχημα, στρατοῦ ἐκλεκτοῦ, ὁπλίτην τὸν ἀήττητον, ἱερῶς γηθόμενοι, Ἰωάννην στέψωμεν λέγοντες· ὦ Νεομάρτυς Κάλφα εὐμενῶς, προσδέχου σῶν δούλων τὰ ἐφύμνια.

 

 

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

διστάκτως προσέδραμες, Κάλφα Ἰωάννη ἐν τοῖς παλαίσμασι· ὅθεν ἔλαβες τὸν ἔπαινον, τὸν τοῖς νέοις Μάρτυσιν ἐπάξιον.

Λεπτουργοῦ τὴν πολύτιμον, τέχνην ἐκ νεότητος ἣν ἐξέμαθες, Ἰωάννη Κάλφα ἤσκησας, σῆς ψυχῆς λεπτύνας τὰ νοήματα.

Φυλακῆς τὰ ἐπίπονα, ῥαβδισμῶν ὀδύνας καὶ πᾶσαν βάσανον, ὡς ἀδάμας καθυπέμεινας, Ἰωάννη Κάλφα καρτερόψυχε.

Θεοτοκίον.

πειρόγαμε Δέσποινα, τῶν ἁμαρτανόντων τὸ ἱλαστήριον, πρὸς Θεὸν τὸν εὐδιάλακτον, μητρικαῖς εὐχαῖς σου μὲ κατάλλαξον

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Τίς τὰς ἀρετάς, τὰς πολλάς σου διηγήσεται, Ἰωάννη Κάλφα νέε Ἀθλητάς  ἢ τίς ἐξείποι, τὰ λαμπρά σου κατορθώματα;

μμασιν ψυχῆς, τῷ Κυρίῳ σου ἠτένιζες, παρ’ οὗ ἔλαβες τὴν ἄμαχον ἰσχύν, κατὰ βαρβάρων, Ἰωάννη Κάλφα ἔνδοξε.

πνον χαλεπόν, Ἰωάννη Κάλφα πόῤῥωθεν, ἀπεδίωξας καὶ ἤγγισας Θεῷ, ἐν ἐγρηγόρσει, τῆς τελείας Μάρτυς νήψεως.

Θεοτοκίον.

Σοὶ μετὰ χαρᾶς, Γαβριὴλ ὁ Ἀρχιστράτηγος, προσεφώνησε τὸ χαῖρε Μαριάμ, χαρᾶς γὰρ Κόρη, ἐναπέτεκες τὸ πλήρωμα.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

νένδοτον, πρὸς Θεὸν τὴν ἔφεσιν, καὶ ψυχῆς σου τὴν προαίρεσιν ἔχων, πρὸς αἰκισμούς, πρὸς ἀγῶνας μεγάλους, καὶ τὸ ξίφος ἀτρόμως ἐχώρησας, κερδίσας Κάλφα Ἀθλητά, Ἰωάννη βραβεῖα τὰ ἄφθαρτα.

Θαυμάζω σου, θαυμασμῷ αἰνέσεως, Ἰωάννη Νεομάρτυς Κυρίου, τὰς θαυμαστάς, καὶ πολλὰς ἀριστείας, τῆς ἱερᾶς καὶ καλῆς σου ἀθλήσεως, καὶ δόξης ἔπαινον κροτῶ, ἐν πρεπούσῃ τιμῇ Κάλφα ἔνδοξε.

Λεπτότερον, σῆς ψυχῆς τὸ ἔνδυμα, ἀπειργάσω Ἀθλητὰ Ἰωάννη, τοῦ λεπτουργοῦ, ἐξασκήσας γὰρ τέχνην, Ὀθωμανῶν κατεκόσμεις παλάτια, ὦ Κάλφα· ὅθεν εἰς Μονάς, Βασιλείας Θεοῦ νῦν παρίστασαι.

Θεοτοκίον.

τόκος Σου, Παναγία Δέσποινα, τῶν Ἀγγέλων ἐξιστᾷ τὰς χορείας, καὶ τῶν βροτῶν, καταπλήττει τοὺς νόας, ὅτι Θεὸν ἀπειράνδρως ἐκύησας, καὶ ἔμεινας πάλιν ἁγνή, ὡς πρὸ τόκου Μαρία πανάσπιλε.

Ἀνάδειξον, ἡμᾶς τῆς πίστεως φύλακας Ἰωάννη, Νεομάρτυς τοῦ Ἰησοῦ, ὦ Κάλφα πολύαθλε, ὁ αἵμασι ταύτην καθυπογράψας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

 

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Πρὸς τὴν τρίβον τὴν μαρτυρικὴν προσεχώρησας, καὶ βασάνους τὰς πολυειδεῖς καθυπέμεινας, ὡς ἀδάμας καρτερικὴν κτησάμενος ἰσχύν· διὸ ἔθραυσας τῶν δυσμενῶν, τὴν ὑπερήφανον ὀρφῦν, καὶ τὸ θράσος τὸ ἄλογον, στέφανον οὖν τῆς δόξης, ἐδέξω τῇ χορηγίᾳ, τοῦ ἀθλοθέτου σου Χριστοῦ, Ἰωάννη Κάλφα ἔνδοξε.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι, ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι, ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων, παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσετε πῶς ἤ τι λαλήσετε. Δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τὶ λαλήσετε. Οὐκ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθαι μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Θείως ἐπαγάλλεται, τοῦ Γαλατᾶ τὸ χωρίον, μητρικήν τε αἴνεσιν, εἰς τιμὴν ἑόρτιον προσκομίζει σοι, Ἀθλητὰ ἔνδοξε, Ἰωάννη Κάλφα, Νεομάρτυς παναοίδιμε, ὁμοῦ ἐγκώμια, ἡ Κωνσταντινούπολις πλέκει σοι, ἐκεῖσε ἀγωνίσματα, τὰ μαρτυρικὰ γὰρ διήνυσας· ξίφους τε τὸ τέλος, ἐδέξω καὶ τῆς δόξης ἀμοιβὴν, καὶ τὴν ζωὴν ἀνταπόδοσιν, δικαίοις τὴν πρέπουσαν.

 

 

 

 

 

 

 

 

 

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

λικῆς προσπαθείας καὶ δεσμῶν ἐπιγείων μετὰ συνέσεως, ἀπέφυγες τοὺς δόλους, ὦ Κάλφα Ἰωάννη, Νεομάρτυς καὶ ἥνωσαι, τῷ Σταυρωθέντι Χριστῷ, ἐν Ξύλῳ ἑκουσίως.

Συμφωνίας ἀῤῥήτου τὸ οὐράνιον μέλος καὶ ἀκατάληπτον, ὦ Κάλφα Ἰωάννη, σὺν Μάρτυσι τοῖς νέοις, τῷ Κυρίῳ συμψάλλετε, χοροστατοῦντες Αὐτοῦ, τῷ Θρόνῳ ἐν ὑψίστοις.

νδρειόφρονι γνώμῃ καὶ γενναίᾳ καρδίᾳ πρὸς τὰ παλαίσματα, εἰσῆλθες καὶ τῷ κράτει, Σταυροῦ τοῦ ζωηφόρου, κατὰ κράτος ἐνίκησας, Ἀγαρηνῶν τὰς ἀρχάς, ὦ Κάλφα Ἰωάννη.

Θεοτοκίον.

Δικαιώσεως χάριν τὴν σωτήριον πάντες διὰ τοῦ τόκου σου, ἐλάβομεν Παρθένε, οἱ πρώην ἐκπεσόντες, διὰ βρῶσιν εἰς θάνατον, δοξολογοῦμεν διό, τὴν Σὴν μεγαλωσύνην

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

ς ὑπερτάτη, ὡς παναλκή σου ἡ χάρις, ἐν ψυχῇ σου ἣν ἔσχες πλουσίως, Κάλφα Ἰωάννη, γενναῖε Νεομάρτυς.

δοὺ κραυγάζει, τοῦ Γαλατᾶ τὸ χωρίον, τὸν υἱόν μου προσάγω Κυρίῳ, σφάγιον ὡς νέον, τὸν Κάλφαν Ἰωάννην.

Σκεῦος ἐδείχθης, τῆς ἐκλογῆς ὡς ὁ Παῦλος, ἀναβάσει τοῦ σοῦ μαρτυρίου, καθηγιασμένον, ὦ Κάλφα Ἰωάννη.

Θεοτοκίον.

ερωτέρα, Ἀγγελικῶν στρατευμάτων, Σὺ ὑπάρχεις Παρθένε Μαρία, Κύριον τῶν ὅλων, συνέσχες γὰρ χερσί Σου.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Δικάζουσιν ἀντέστης, Κάλφα Ἰωάννη, καὶ κατενώπιον τούτων τὸν πάντων Κριτήν, καὶ Βασιλέα τῶν ὅλων, καθωμολόγησας.

ραία σου ἡ ὄψις, Κάλφα Ἰωάννη, τοῦ μαρτυρίου τῷ κάλλει ἀστράπτει φαιδρῶς, καὶ Ἐκκλησίας λαμπρύνει, ἅπαν τὸ πρόσωπον.

ανίσι σῶν αἱμάτων, Κάλφα Ἰωάννη, ἐν εὐπρεπείᾳ ποτίζεις πλουσίως τὴν γῆν, Κωνσταντινούπολις ὅθεν, καταγεραίρει σε.

γάλλου Ἰωάννη, Κάλφα Νεομάρτυς, καὶ εὐμενῶς ἐκδυσώπει τὸν πάντων Θεόν, πᾶσι ἡμῖν τῶν πταισμάτων, δοῦναι τὴν ἄφεσιν.

Θεοτοκίον.

Συμφώνως Θεοτόκε, χαῖρε τοῦ Ἀγγέλου, μετὰ χαρᾶς Σοι βοῶμεν, πιστῶν πατριαί· Σὺ γὰρ τῆς χάριτος ὅλης, ἔχεις τὸ πλήρωμα.

 

 

 

 

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις γενναιότητος ἡ πυγμή, τῆς ὁμολογίας, τῆς καλλίστης τε ἡ ἰσχύς, Κάλφα Ἰωάννη, Κυρίου στρατιῶτα, στεῤῥῶν Νεομαρτύρων, ἡ ἐπισφράγισις.

Ἄγγελοι καὶ ἄνθρωποι συνῳδά, Κάλφαν Ἰωάννην, μεγαλύνουσιν ἐν ᾠδαῖς, οὗτος τῆς σαρκὸς γάρ, δειλίαν ἀποῤῤίψας, εὐτόλμως πρὸς ἀγῶνας, θείους ἐχώρησεν.

Ἴνδαλμα τῆς πλάνης Ἀγαρηνῶν, ὅλως κατεῤῥίφθη, τῇ ἀνδρείᾳ σου τῆς ψυχῆς, Κάλφα Ἰωάννη, ἀήττητε ὁπλῖτα, ἠγέρθη τε εἰς ὕψος, κέρας τῆς πίστεως.

Ῥόδα ὑμνῳδιίας μητροπρεποῦς, φέρει ἑορτίως, τὸ χωρίον σοι Γαλατᾶ, Κάλφα Ἰωάννη, καὶ χαῖρε ἀκολούθως, βοᾷ σοι γηθομένη, Κωνσταντινούπολις.

Ἕνα ἐν προσώποις τρισὶ Θεόν, Κύριον τῆς δόξης, μεγαλύνω καὶ προσκυνῶ, σέβω καὶ δοξάζων, ὁ Κάλφας Ἰωάννης, ἐνώπιον ἀθέων, ἀνθωμολόγησεν.

Σὺν τοῖς Νεομάρτυσι τὸν Θεόν, Κάλφα Ἰωάννη, ἐκδυσώπει ὑπὲρ ἡμῶν, ἵνα τοῦ ἐλέους, τυχόντες τοῦ μεγάλου, αἰῶνας εἰς αἰώνων, τοῦτον δοξάζομεν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Τέχνη, μετελθὼν τοῦ λεπτουργοῦ, ἐν τοῖς παλατίοις διῆγες, Ὀθωμανῶν εὐκοσμῶν, ταῦτα ἐν λεπτότητι, σῆς ἐπιδόσεως. Εἶτα τούτοις ἐνώπιον, Χριστοῦ τὴν ἁγίαν, πίστιν ὡμολόγησας, καὶ καθυπέμεινας, ἄγλη, ἀνυποίστων βασάνων, ῥείθροις σῶν αἱμάτων σφραγίσας, Κάλφα Ἰωάννη τὸ μαρτύριον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου