Δευτέρα 27 Αυγούστου 2018

ΔΕΚΕΜΒΡΙΟΣ 11. ΟΣΙΟΣ ΝΙΚΩΝ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΔΕΚΕΜΒΡΙΟΥ 11.
ΝΙΚΩΝ ΟΣΙΟΣ Ο ΕΝ ΤΩ ΞΗΡΩ ΟΡΕΙ
ΑΚΟΛΟΥΘΙΑ
(Χαραλάμπους Μπούσια)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Δεῦτε, φιλοσίων οἱ χοροί, καὶ τῶν μονοτρόπων τὰ πλήθη, πανηγυρίσωμεν, μνήμην τὴν ἐτήσιον, καὶ πανσεβάσμιον, τοῦ θεόφρονος Νίκωνος, βλαστοῦ τῆς Ῥωσίας, Κωνσταντινουπόλεως, τοῦ ἀναστήματος, καὶ Ξηροῦ οἰκήτορος ὄρους, ἐκβοώντες· λύτρωσαι πόνων, καὶ κινδύνων πάντας τοὺς ἱκέτας σου.

Δεῦε, τοῦ Ὁσίου ἀσκητοῦ, τοῦ ἀκολουθήσαντος τρίβοις, μοναδικῆς ἀγωγῆς, τοῦ στεῤῥᾶς ἀσκήσεως, τοῦ οὐρανόφρονος, τῆς Αἰγύπτου βλαστήματος, σεπτοῦ Παταπίου, Νίκωνος τοῦ ἔμφρονος, ἐγκωμιάσωμεν, βίου τὰ παλαίσματα ὕμνοις, καὶ τὴν πολιτείαν τὴν θείαν, μελιχροῖς μελίσμασι καὶ ᾄσμασι.

Δεῦτε, μονοτρόπου θεαυγοῦς, ἀπαρνησαμένου τὸν κόσμον, καὶ τὰ τοῦ βίου τερπνά, διὰ τὴν ἀγάπησιν, τοῦ Παντοκράτορος, Ἰησοῦ ἐπαινέσωμεν, ἀόκνους καμάτους, ὁλοθύμως κράζοντες· Νίκων μακάριε, πάντων ὑπερόπτα προσύλων, καὶ τῶν ἐν τῷ πόλῳ ἀΰλων, ζηλωτὰ Χριστὸν ἡμῖν ἱλέωσαι.

Δεῦτε, τὸν ἀράμενον σταυρόν, Νίκωνα ἐπ’ ὤμων καὶ πᾶσαν, τὸν βδελυξάμενον, δόξαν τὴν ἐπίκηρον, λαμπρῶς τιμήσωμεν, ἐκβοῶντες· θειότατε, ὁ ἀκολουθήσας, τοῦ Χριστοῦ τοῖς βήμασι, καὶ κομισάμενος, στέφος ἀμαράντινον δόξης, συναριθμηθεὶς μετ’ Ὁσίων, πρέσβευε Χριστῷ ὑπὲρ προσφύγων σου.

Δόξα. Ἦχος β΄.
Δεῦτε, λαοὶ τῷ Κυρίῳ ἠγαπημένοι, τὸν πνευματεμφόρον καὶ θεοειδέστατον τῆς Ῥωσίας γόνον, ἐπ’ ἀρετῇ καὶ μοναδικῇ πολιτείᾳ διαπρέψαντα ἐν Βυζαντίῳ, Νίκωνα τὸν μακάριον, καθηκόντως τιμήσωμεν λέγοντες· ὁ Παταπίου τοῖς τρόποις ἀκολουθήσας, καὶ ψυχῆς ἐφεσει ὁλοσχερεῖ ἀγαπήσας τὸν Κύριον, ὡς οὐρανοπολίτης μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν τελούντων τὴν πανέορτον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου...
Εἰς τὸν στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις ἀσκητικοῖς, ὁ διαπρέψας πόνοις, ἐν Κωνσταντινουπόλει, ἀζύγων κοσμιότης, παμμάκαρ Νίκων Ὅσιε.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίρει ἡ ἱερά, Ὀσίου Παταπίου, μονὴ ἐν Γερανείοις, τιμῶσά σου τὴν μνήμην, τὴν θείαν Νίκων πάνσοφε.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Τρόπους ἀσκητικούς, Ὁσίου Παταπίου, μιμούμενος ἐπώφθης, ἀσκήσεως φαιδρότης, καὶ κέρας Νίκων ἔνθεε.

Δόξα. Τριαδικόν.
Νίκας κατὰ παθῶν, τοῖς δούλοις Σου παράσχου, Τριὰς ὑπεραγία, τοῖς ἄγουσι τὴν μνήμην, τοῦ θεοφόρου Νίκωνος.

Καὶ νῦν. Θεοτοκίον.
Ῥύθμιζε τὴν ζωήν, τῶν Σὲ μακαριζόντων, Κυρία Θεοτόκε, καὶ τὸν σεπτὸν Υἱόν Σου, δοξολογούντων πάντοτε.

Νῦν Ἀπολύεις. Τρισάγιον. Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ· καὶ Ἀπόλυσις.





















ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸ Προοιμιακόν, τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς φωστῆρα τρισμέγιστον, καὶ ἀστέρα πολύφωτον, ἀρεταῖς αὐγάζοντα τὴν ὑφήλιον, πανευλαβῶς εὐφημήσωμεν, θειότατον Νίκωνα, τὸν ἐν ὄρει τῷ Ξηρῷ, ἰσαγγέλως ἀσκήσαντα, καὶ πυρσεύσαντα, Κωνσταντίνου τὴν Πόλιν τὴν μεγάλην, ἀστραπαῖς αὐτοῦ πυρφόροις, ἀμέμπτου βίου καὶ σώφρονος.

Τὸν περίδοξον βλάστημα, τῆς Ῥωσίας τιμήσωμεν, ἐγκρατείας πόνοις εὐχαῖς καὶ δάκρυσι, ἐγκρατείας πόνοις εὐχαῖς καὶ δάκρυσι, τὸν ἐξανθήσαντα λείρια, εὐώδη χρηστότητος, δυσωδίαν των παθῶν, τῆς σαρκὸς ἀπελάσαντα, καὶ πληρώσαντα, τὴν καρδίαν αὐτοῦ ὀδμαῖς ἀῤῥήτοις, οὐρανίου Βασιλείας, και θείας ἀγαλλιάσεως.

Πᾶσαν ἄνεσιν πρόσκαιρον, καὶ τρυφὴν διαῤῥέουσαν, ὅλῃ τῇ ἐφέσει αὐτοῦ μισήσαντα, ψυχῆς θεόφρονα Νίκωνα, καὶ πόθῳ ζηλώσαντα, τὰ Κυρίῳ ἀρεστά, καὶ ἀεὶ διαμένοντα, εὐφημήσωμεν, μελωδίαις καὶ ᾄσμασιν ἡδίστοις, εὐλαβῶς ἐπιτελοῦντες, αὐτοῦ τὴν μνήμην τὴν πάνσεπτον.

Νίκης θείας φερώνυμος, ἀληθῶς ἀναδέδειξαι, ἐν ταῖς μάχαις βίου κατὰ τοῦ δαίμονος, μισήσας γὰρ τὴν εὐμάρειαν, καὶ πλοῦτον τὸν ῥέοντα, τῶν ἀῤῥεύστων ζηλωτής, Νίκων ὤφθης μακάριε, ὁ τὰ βέλεμνα, τοῦ ἐχθίστου συντρίψας σῇ ἀσκήσει, καὶ τῆς κλήσεως τῆς ἄνω, λαβὼν βραβεῖον ἀμάραντον.

Πνευματέμφορον Ὅσιον, Παταπίου ὁμόζηλον, πόνων τῆς ἀσκήσεως καὶ ἰσότιμον, αὐτοῦ τῆς δόξης τιμήσωμεν, παντέρπνοις μελίσμασιν, οὐρανίαις ἐν σκηναῖς, παναοίδιμον Νίκωνα, πόθῳ κράζοντες· οὐρανίου πολίτας βασιλείας, τοὺς ὑμνοῦντάς σου προφρόνως, τὴν θείαν μνήμην ἀνάδειξον.

Ἀρετὴν ἐργασάμενος, επιμόνως μακάριε, καὶ σταυρὸν ἀράμενος ἐπωμάδιον, Χριστῷ θερμῶς ἠκολούθησας, ᾯ καὶ εὐηρεστησας, σῇ ἀμέμπτῳ ἀγωγῇ, ἀκτησίᾳ καὶ δάκρυσι, Νίκων Ὅσιε, ὁ πιάνας ἱδρωσί σου ἀπαύστοις, τὸ Ξηρὸν τὸ ὄρος Πάτερ, καὶ Βασιλεύουσαν ἅπασαν.




Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, τὸν τῇ παντευχίᾳ τοῦ Πνεύματος θωρακισθέντα, καὶ κατὰ δαιμόνων ἀνδρείως αγωνισθέντα, Νίκωνα τον ἀσκητὴν τοῦ Ξηροῦ λεγομένου ὄρους, ἐγκωμίων τοῖς ἄνθεσι καταστέψωμεν· οὗτος γὰρ λαμπρὸν στησάμενος τρόπαιον κατὰ τοῦ ἀντιπάλου, νίκης στέφος ἀμάραντον ἐκομίσατο, παρὰ τοῦ σοφοῦ αγωνοθέτου Κυρίου· ὅθεν σὺν Αὐτῷ ἀπαύστως ἀγαλλιώμενος, ἐκτενῶς πρεσβεύει ὑπὲρ τῶν τιμώντων, αὐτοῦ μνήμην τὴν ἀεισέβαστον.

Καὶ νυν. Θεοτοκίον.
Τίς μη μακαρίσει Σε Παναγία Παρθένε...

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας· καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σειράχ, τὸ Ἀνάγνωσμα (Κεφ. β΄, 1-11)
Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι Αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ’ ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσός, καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον Αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ’ Αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος Αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε Αὐτῷ καὶ οὐ μη πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεάς, καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατησχύνθη; Ἤ τίς ἐπεκαλέσατο Αὐτὸν και ὑπερεῖδεν αὐτόν; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σώζει ἐν καιρῷ θλίψεως.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. α΄, 1-10)
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε Αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσι Αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν Αὐτῷ. Σκολιοὶ γὰρ λογισμοί, χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχήν, οὐ εἰσελεύσεται σοφία, οὐδε κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων Αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεός, καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνώσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. .(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῶ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίω ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α´.
Εὐφραίνου πόλις Βασιλεύουσα καὶ ἀγάλλου ἐν Κυρίῳ, ὅτι σὴν χθόνα ἡγίασεν ἀτρύποις πόνοις, Νίκων ὁ ἐν ἀσκηταῖς ἄριστος· αὐτὸν οὖν εὐφημοῦντες πιστῶς κραυγάζομεν· Χαῖρε Ῥωσίας εὐθαλέστατε γόνε, καὶ ἄνθος Ἐκκλησίας ἡδύπνευστον· χαῖρε, ἀρετῆς φίλε γνήσιε, καὶ ταπεινώσεως ἀστὴρ τηλαυγέστατε· χαῖρε, ὀλέτα τοῦ παμβεβήλου, καὶ στῦλε εὐσεβείας ἀκράδαντε· ὡς παῤῥησίαν οὖν ἔχων πρὸς Κύριον, μὴ παύσῃ Αὐτοῦ δεόμενος, ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου.

Ἦχος β΄.
Τον αὐγαῖς ὁσιότητος λάμψαντα ἐν Ξηρῷ τῷ ὄρει, καὶ Θεῷ εὐαρεστήσαντα ἀσκητικοῖς καμάτοις, Νίκωνα ἐπαξίως ἐγκωμιάσωμεν λέγοντες· ἀριστεῦ ἀσκητικῶν παλαισμάτων, καὶ καθαιρέτα τῆς ὀφρύος τοῦ μισοκάλου δαίμονος, ὁ νίκης στέφος δεξάμενος παρὰ Κυρίου, παράσχου καὶ ἡμῖν λιταῖς σου ὑγείαν, καὶ τὸ μέγα ἔλεος.

Ἦχος γ΄.
Ἐνδεδυμένος τὴν στολὴν τῆς χάριτος, τοῦ πανσθενοῦς Παρακλήτου, ἀνῆλθες λαμπροχίτων πρὸς σκηνὰς ἀϊδίου λαμπρότητος, Νίκων Ὀσίων Πατέρων περίβλεπτον σέμνωμα· αὐτῶν καὶ ἡμᾶς ἀξίωσον, τοὺς ἀνυμνοῦντας τὴν ἀκραιφνῆ πολιτείαν σου, καὶ ἐκτελοῦντας ἐν πίστει τὴν πανέορτον μνήμην σου.



Δόξα. Ἦχος δ΄.
Ἔλαμψε σήμερον ὡς ἀστὴρ παμφαέστατος, Νίκων ὁ μακάριος φωτίζων τὰς διανοίας τῶν εὐσεβούντων, καὶ ἀπελαύνων δυσσεβούντων τὴν κακότητα· φωτισθέντες οὖν καὶ ἡμεῖς αὐτοῦ τῆς ἀρετῆς ταῖς ἀκτῖσιν, ἐκδιώξωμεν τὸ σκότος τῆς ἀγνωσίας καὶ ῥαθυμίας, καὶ δοξάσωμεν Κύριον, τὸν αὐτὸν ἐν βίῳ ἰσχύσαντα τρῶσαι τὸν πολυμήχανον.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους φύλαττε...


Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ τῆς Ῥωσίας βλαστός, ὁ ἐκ νεότητος τηρήσας προστάγματα, τοῦ θείου Εὐαγγελίου, πρὸς κτῆσιν πρὸς ἀρετῆς, καὶ ἡδέα κόσμου, ἀρνησάμενος, θεόσοφε Ὅσιε, Νίκων πρόβολε πίστεως, Ξηροῦ τοῦ ὄρους, θεοφώτιστε ἔνοικε, καὶ διάκοσμε, πολιτείας τῆς κρείττονος, πάντοτε καθικέτευε, Χριστὸν δοῦναι ἅπασι, τοῖς εὐλαβῶς σε τιμῶσιν, ἄμφω χαρὰν καὶ ὑγείαν, καὶ σθένος πατῆσαι, τὴν ὀφρὺν τὴν ἐπηρμένην, τοῦ παναλάστορος.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, ὁ θεαυγὴς ἀσκητής, ἐνδόξου νίκης ἀληθῶς ὁ φερώνυμος, ὁ πάσας καταπατήσας, τὰς ἀπολαύσεις σαρκός, καὶ μισήσας κόσμου ματαιότητα, σεπτὲ Νίκων Ὅσιε, ἰσουράνιε ἄνθρωπε, ὁ κατ’ ἀξίαν, κομισάμενος ἔπαθλον, ἀφθαρτότητος, ἐν χειρῶν τοῦ Παντάνακτος, ἔκτυπον ταπεινώσεως, καὶ πρόβολε νήψεως, σὺν Παταπίῳ τῷ θείῳ, οὗπερ ὑπήρξας ὁμόζηλος, ἀσκήσεως τρόπων, ὑπὲρ πάντων ἐκδυσώπει, ἡμῶν τὸν Κύριον.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, ἐν τοῦ Προδρόμου Μονῇ, ὁ ἐν τῇ Πέτρᾳ ἐνασκήσας ὡς ἄσαρκος, καὶ πόλιν τὴν Βασιλίδα, εὐφράνας σῇ ἀγωγῇ, Νίκων θεοφόρε, σκεῦος χάριτος, πιστῶν οὖν συστήματα, μετ’ αἰῶνας γεραίρομεν, σὰς ἀριστείας, καὶ μορφὴν ἀσπαζόμενοι, τὴν ἁγίαν σου, ἐν μονῇ τοῦ θεόφρονος, νῦν Παταπίου ἄσμενοι, θερμῶς δυσωποῦμέν σε· μὴ διαλίπῃς πρεσβεύων, τὸν ἐλεήμονα Κύριον, ἡμῖν καταπέμψαι, οἰκτιρμῶν Αὐτοῦ τὸν πλοῦτον, καὶ θεῖον ἔλεος.






Δόξα. Ἦχος πλ. δ΄.
Τὸν δι’ ἀγάπην Χριστοῦ εἰς οὐδὲν λογισάμενον, τὰ τοῦ κόσμου ἡδέα, καὶ ἰσαγγέλων πολιτευσάμενον ἐν τῷ Ξηρῷ τῷ ὄρει, Νίκωνα τὸν πανθαύμαστον ἐγκωμίων καταστέψωμεν ἄνθεσιν· οὗτος γὰρ θείῳ πυρποληθεὶς ζήλῳ ἐκ νεότητος, Χριστῷ ἠκολούθησε, καὶ ὁμόζηλος τῶν τοῦ Ὁσίου Παταπίου καμάτων ἐχρημάτισε, καὶ νῦνΧριστῷ παριστάμενος, καὶ Ἀγγέλοις συναυλιζόμενος, ἐκτενῶς δέεται τῆς ἐν Τριάδι Θεότητος, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων, αὐτοῦ τὰ παλαίσματα.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι...

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς Ῥωσίας ἐκβλάστημα ἱερώτατον, ὄμβροις πιᾶναν τὴν χθόνα, ὄρους Ξηροῦ τὴν σεπτήν, τῶν αὐτοῦ ἀσκητικῶν ἱδρώτων μέλψωμεν, Νίκωνα νέον εὐλαβῶς, ὡς νικήσαντα ἐχθρόν, τὸν βέβηλον νυχθημέροις, πόνοις καὶ χάριν λαβόντα, πιστῶν γενέσθαι φύλαξ ἄγρυπνος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε, πύλη Κυρίου ἡ ἀδιόδευτος...

Ἀπόλυσις.



















ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀσκήσας θεαυγῶς, ταπεινῶς καὶ ὁσίως, ἐν ὄρει τῷ Ξηρῷ, ἀρετῆς κοσμιότης, καὶ γνώμων εὐθύτατος, ἀκτησίας καὶ νήψεως, Νίκων πέφηνας, διό σε πάντες τιμῶμεν, οἱ χριστώνυμοι, εἰς τοὺς αἰῶνας αἰώνων, φαιδροῖς μελωδήμασι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐπόμβρισον ἡμῖν, Θεοτόκε Παρθένε, ἐλέους Σοῦ Υἱοῦ, τοῦ ἀπείρου ῥανίδας, ὡς κρήνη ἀένναος, καὶ πηγὴ ζωοπάροχος, ἀγαθότητος, ἵνα πιστῶς σε ὑμνῶμεν, εὐσυμπάθητε, Θεογεννῆτορ Παρθένε, ᾡδαῖς τὲ καὶ ᾄσμασι.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τῆς νίκης ἐπώνυμε, θεοειδὲς ἀσκητά, ἐχθρὸν ἐθριάμβευσας, σαῖς νυχθημέροις εὐχαῖς, νηστείαις καὶ δάκρυσιν, ὅθεν παρὰ Κυρίου, ἐπαξίως ἐδέξω, νίκης βραβεῖα Νίκων, τῆς ἐνθέου σοφίας, κρηπίδωμα καὶ βάθρον στεῤῥόν, πίστεως Ὅσιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πανάχραντε Δέσποινα, καταφυγὴ χοϊκῶν, καμνόντων ἀντίληψις, χειμαζομένων λιμήν, καὶ ὅρμος ἀκύμαντος, πάντων τῶν ποντουμένων, τρικυμίαις ἐν βίου, δέξαι τὴν ἱκεσίαν, τοῦ ἀχρείου σου δούλου, καὶ πέμψον μοι ὑψόθεν χαράν, σθένος καὶ δύναμιν.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν καρτερίαν σου, ἐν τοῖς παλαίσμασι, καὶ τῶν τιμίων σου, ἀγωνων σύντονον, ανευφημοῦντες οἱ πιστοὶ κραυγάζομεν· μὴ ἐλλίπῃς, ἐποπτεύων ἄνωθεν τοὺς ἀεὶ μακαρίζοντας, σὲ ὡς σκεῦος πάγχρυσον Παρακλήτου καὶ σκήνωμα, χρηστότητος ἠθῶν θεοφόρε ὄρους Ξηροῦ οἰκῆτορ Νίκων.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ της χάριτος, τοῦ θείου Τόκου Σου, Ἁγνὴ Παρθένε Μαριὰμ ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Τὸ α΄  Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὀσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον Ὁσιακόν (Λουκ. Στ΄ 17-23): Τῷ καιρῷ ἐκείνῳ ἕστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... (Ζήτει τῇ Παρασκευῇ τῆς Β΄ Ἑβδομάδος).
Ὀ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὀσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Αἱ οὐράνιαι δυνάμεις σήμερον, σὺν Παταπίῳ τῷ θεοφόρῳ, καὶ τοῖς χοροῖς τῶν ἐν Βυζαντίῳ θεοφιλῶς ἀσκησάντων Ὁσίων, εὐφραίνονται ἐπὶ τῇ ἐνδόξῳ μνήμῃ Νίκωνος τοῦ οὐρανόφρονος, σὺν αὐτοῖς καὶ μερόπων ἐπὶ γῆς τὰ πλήθη γάνυνται, καὶ πανευλαβῶς τελοῦντα αὐτοῦ τὴν ἀεισέβαστον μνήμην, Χριστὸν δοξάζομεν τὸν ἀφθαρσίᾳ ἀντιδοξάσαντα, Αὐτοῦ τὸν Ὅσιον.

Ὁ Κανὼν τῆς Παναγίας· καὶ τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς: Νίκωνα, Παταπίου ὁμόζηλον, μακαρίζω. Χ. Μ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Νικήτορα πάνσεπτον, κατὰ τοῦ πλάνου ἀλάστορος, ἐκθύμως τιμήσωμεν, τῶν φιλοσίων χοροί, θεῖον Νίκωνα, τὸν ἐν Ξηρῷ τῷ ὄρει, Ἀγγέλων ζηλώσαντα, ὄντως πολίτευμα.
Ἰσότιμον μέλψωμεν, τῇ δόξῃ ἐν θείοις δώμασι, καὶ τρόποις ἐφάμιλλον, ἀσκητικῆς ἀγωγῆς, τοῦ θεόφρονος, Ὁσίου Παταπίου, Ῥωσίδος ἐκβλάστημα, πάνσεπτον Νίκωνα.
Κανὼν ἀγαθότητος, καὶ γνῶμον Νίκων εὐθύτατε, μονήρους βιώσεως, νηστείας καὶ προσευχῆς, κατηγλάϊσας, Χριστοῦ τὴν Ἐκκλησίαν, τὴν νῦν ἐκτελοῦσάν σου, μνήμην τὴν ἔνδοξον.
Θεοτοκίον.
ράϊσμα ἔκπαγλον, ἁγνείας Θεογεννήτρια, καὶ σκήνωμα πάνσεπτον, ἠθῶν χρηστῶν εὐμενῶς, δέξαι δέησιν, τοῦ καταφεύγοντός σοι, καὶ πλήρου μου δίκαια, Μῆτερ αἰτήματα.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Νικήσας ἐχθρὸν τὸν παλαμναῖον, ἀσκήσει συντόνῳ σου σοφέ, καὶ θριαμβεύσας δόλιον, σαρκίου κατατήξει σου, ἐδέξης νίκης κότινον, παρὰ Χριστοῦ Νίκων Ὅσιε.
ῤῥεύστων καὶ πάντων τῶν ἀΰλων, τιμήσωμεν θεῖον ζηλωτήν, πνευματοφόρον Νίκωνα, Ὁσίων ἐγκαλλώπισμα, τὸν πόθῳ ἁμιλλώμενον, τοῦ Παταπίου τοῖς σκάμμασι.
Περίλαμπρον σέλας θεαρέστου, βιώσεως Νίκων ἐποφθείς, ἐφώτισας τὰ σύμπαντα, σαρκός σου κατατήξεως, ἀκτῖσι καὶ πυρσεύμασιν, εὐχῆς νηστείας καὶ νήψεως.
Θεοτοκίον.
πείρανδρε Κεχαριτωμένη, κραταίωμα πάντων τῶν πιστῶν, τῶν κλονουμένων στήριγμα, καὶ θεῖον παραμύθιον, τῶν τεθλιμμένων δέησιν, δέξαι ἡμῶν ὡς θυμίαμα.



Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἐν τῷ ὄρει τῷ Ξηρῷ, τοῦ Βυζαντίου ἀληθῶς, σὲ ἀνέδειξε Χριστός, φωστῆρα Νίκων παμφαῆ, τῆς οἰκουμένης τὰ πλάτη φωταγωγοῦντα, ζόφωσιν παθῶν, ἐκδιώκοντα, καὶ ἀσθενειῶν, ἀχλὺν ἐλαύνοντα, ὅθεν πιστῶν οἱ σύλλογοι ὑμνοῦντές σε, ἀξιοχρέως κραυγάζομεν· Ὀσίων γέρας, ἀνάγκης πάσης, τοὺς ἰκέτας σου λύτρωσαι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σῶσον ἅπαντας φθορᾶς, τοὺς Σὲ ὑμνοῦντας εὐλαβῶς, Μητροπάρθενε Ἁγνή, φωναῖς αἰσίαις ἀληθῶς, εἰς τοὺς αἰῶνας αἰώνων Παρθενομῆτορ, ῥῦσαι συμφορῶν, βλάβης ὄφεως, νόσων ἀλγεινῶν, καὶ πάσης θλίψεως, ἐν κατανύξει ψυχῆς τοὺς ὑμνοῦντάς Σε, καὶ ἀκλινῶς ἐκβοῶντάς Σοι· Ὑψίστου Μῆτερ γλυκεῖα σκέπε, Σοῦ τους πρόσφυγας πάντοτε.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Τὴν ὑπέρτιμόν σου μνήμην, Νίκων θεῖε τα τάγματα, τῶν πιστῶν τελοῦντα, σοῦ τὰ κατορθώματα μέλπομεν, πρὸς ἀρετῆς κτῆσιν πάνσοφε καὶ θέωσιν, καὶ δοξάζομεν, τὸν σὲ δοξάσαντα Κύριον.
νδρικῶς ἐν Βασιλίδι, κατ’ ἐχθροῦ τοῦ πτερνίζοντος, γένος τῶν ἀνθρώπων, ἠγωνίσω Νίκων μακάριε, καὶ τοῦ Σταυροῦ τῇ δυνάμει, ἐθριάμβευσας, τοῦτον Ὅσιε, καὶ νίκης στέφος ἀπείληφας.
Πόνοις νυχθημέροις Νίκων, τὴν σὴν σάρκα κατέτηξας, καὶ τὸ πνεῦμα ὅλῃ, σῆς ψυχῆς ἐφέσει ἀνέτεινας, πρὸς οὐρανὸν ἀμιλλώμενος τοῖς σκάμμασι, πρὸς τελείωσιν, τοῦ Παταπίου τοῦ ἔμφρονος.
Θεοτοκίον.
κεσίαις Σου ἐνθέρμοις, πρὸς τὸν πάνσεπτον Τόκον Σου, Κεχαριτωμένη, Θεοτόκε ἄφεσιν δώρησαι, ἡμῖν πταισμάτων ὡς εὔσπλαγχνος καὶ λύτρωσαι, γένος βρότειον, τῆς τοῦ ἐχθίστου κακότητος.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
 Ὁσίων ἐγκαλλώπισμα, ὡς δένδρον ἀγλαόκαρπον, προς τὰς διεξόδους τῶν υδάτων, πεφυτευμένον, ἔφυς καρπὸν εὐθαλως, πολύφορον πάντων τὰς ψυχάς, κατευφραῖνον μνήμην σου, τῶν τιμώντων ἀείποτε.
μνοῦμεν τοὺς πόνους σου, καὶ τοὺς σεπτοὺς καμάτους σου, οὓς ἐν Βασιλίδι καθυπέστης, κλίμακα σπεύδων, τῶν ἀρετῶν ἀνελθεῖν, θειότατε Νίκων ἀσκητῶν, θευαγῶν ἐκπύρσευμα, καὶ λαμπὰς θεοφώτιστε.
Οὐράνιον ἔπαλξιν, ποθῶν ἐκ τῆς νεότητος, χρόνων σου κατέλιπες τὸν κόσμον, τὴν σὴν πατρίδα, καὶ τὰ ἐν βίῳ τερπνά, καὶ γέγονας κύδος μοναστῶν, Νίκων καὶ ὁμόζηλος, Παταπίου ἀσκήσεως.
Θεοτοκίον.
Μετάνοιαν δίδου μοι, τὴν ψυχοτρόφον Δέσποινα, τὸν ὑμνολογουντά Σε απαύστως, ἵνα χιτῶνα, περιβληθῶ τῆς ψυχῆς, ὑπέρλαμπον καὶ ὀδηγηθῶ, εἰς Ἐδὲμ σκηνώματα, φωτεινὰ καὶ ὐπέρφωτα.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Οἰκήτωρ ὤφθης περίδοξος, τῆς μάνδρας τοῦ Προδρόμου τὴν λάρνακα, ὥσπερ θησαύρισμα, ἐχούσης ὄντως ἀσύλητον, λειψάνων Παταπίου, Νίκων τὴν πάνσεπτον.
Ζηλώσας Νίκων τὴν ἔρημον, ὡς Πρόδρομος Κυρίου ἐσκήνωσας, ἐν Πέτρᾳ Ὅσιε, τῇ ἐν πανσέπτῳ ὀνόματι, Προδρόμου τιμωμένῃ, ἐν ἧ ἡγίασας.
Ἡ σὴ νυχθήμερος ἄσκησις, καὶ θεία πολιτεία κατέπληξε, Νίκων τὰ τάγματα, τῶν Ἀσωμάτων βιοῦντά σε, ἀγγελικῶς ἰδόντα, θεομακάριστε.
Θεοτοκίον.
Λαμπὰς Θεοῦ Μητροπάρθενε, Ἀγνὴ εὐπρεπεστάτη διάλυσον, παθῶν τὴν ζόφωσιν, τῶν πόθῳ μακαριζόντων Σε, καὶ πίστει προσφευγόντων, ταῖς ἱκεσίαις Σου.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν εν Ξηρῷ τῷ ὄρει Κωνσταντινουπόλεως, ὁδοῖς Ὁσίων Ἀσκητῶν ἀκολουθήσαντα, Ῥαβουλᾶ φωσφόρου Βάρα καὶ Παταπίου, καὶ τὴν χθόνα τὴν αὐτοῦ ξηρὰν καὶ ἄνικμον, καταρδεύσαντα ἱδρώτων ῥείθροις μέλψωμεν, ἀνακράζοντες· Χαίροις Νίκων μακάριε.
Οἶκος.
Ἄγγελος σαρκοφόρος, ἀληθῶς ανεδείχθης, εν ὄρει τῷ Ξηρῷ μάκαρ Νίκων, ὃ ἡγίασας σῇ ἀκραιφνεῖ, βιοτῇ νηστείᾳ προσευχῇ δάκρυσι, καὶ νήψει ὅθεν ὕμνοις σε, γεραίροντες φαιδροῖς βοῶμεν·
Χαῖρε, βλαστὸς ὁ τερπνὸς Ῥωσίας·
χαῖρε, πυρσὸς ἀγωγῆς ὁσίας.
Χαῖρε, Παταπίου τοὺς τρόπους μιμούμενος·
χαῖρε, του ἐχθίστου ὀλέτης δεικνύμενος.
Χαῖρε, ἄγαλμα χρυσότευκτον, ἀγαπήσεως Χριστοῦ·
χαῖρε, σκήνωμα πολύτιμον, χαρισμάτων τῶν Αὐτοῦ.
Χαῖρε, ὁ διαῤῥήξας πᾶσαν σχέσιν προσύλων·
χαῖρε, ὀ καταῤῥάξας τὰς παγίδας δαιμόνων.
Χαῖρε, ἀζύγων θείων ἀγλάϊσμα·
χαῖρε, πατέρων ἔμπνουν θησαύρισμα.
Χαῖρε, τὸ ἕρνος τῆς γῆς τῆς Ῥωσίδος·
χαῖρε, τὸ εὖχος κλεινῆς Βασιλίδος.
Χαίροις, Νίκων μακάριε.







Συναξάριον.
Τῇ ΙΑ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Νίκωνος, τοῦ ἐν τῷ Ξηρῷ ὄρει τῆς Κωνσταντινουπόλεως θεοφιλῶς ἀσκήσαντος.
Νίκην λαμπράν, ἦρας κατ’ ἐχθίστου Νίκων,
ἐν Ξηρῷ ὄρει Ἀσκητὰ τροπαιοῦχε.
Ὁ Ὃσιος καὶ θεοφόρος Πατὴρ ἡμῶν Νίκων ὁ νέος, πατρίδα ἔσχε τὴν ἀχανῆ γῆ τῆς Ῥωσίδος. Θεοφιλῶς ἠσκήτευσεν ἐν Κωνσταντινουπόλει, καὶ δὴ ἐν τῇ Μονῇ τοῦ Τιμίου Προδρόμου τῆς Πέτρας, ἐν τῇ ὁποίᾳ ἐφυλάσσετο ὡς ὄλβος πολυτίμητος τὸ ἱερὸν σκήνωμα τοῦ Ὁσίου Παταπίου. Θεῷ εὐηρέστησε τῇ ἀσκητικῇ αὐτοῦ ἀγωγῇ καὶ πολιτείᾳ καὶ τὴν τοῦ Ξηροῦ ορους χθόνα κατεπίανε τοῖς ἀσκητικοῖς αὐτοῦ ἱδρῶσι καὶ ἀειῤῥύτοις δάκρυσιν. Ἄγνωστος ὤν τοῖς Συναξαρισταῖς κατέστη ἡμιν γνωστὸς ἐκ τῆς τοιχογραφίας αὐτοῦ, τῆς ἱστορηθείσης ἐν τῷ σπηλαιώδει ναϊδρίῳ τῆς Μονῆς τοῦ Ὁσίου Παταπίου Λουτρακίου Κορινθίας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δανιήλ, τοῦ Στυλίτου.
Καὶ γήϊνον πᾶν ἀλλὰ καὶ γῆν ἐκκλίνων,
Οἰκεῖ Δανιήλ, πρὶν στῦλον καὶ νῦν πόλον.
Οὗτος γέγονεν ἐπὶ Λέοντος τοῦ μεγάλου βασιλέως τοῦ Μακέλλη, ἀπὸ Μεσοποταμίας ὁρμώμενος, ἐξ ἐνορίας Σαμοσάτων, ἐκ κώμης Μαρουθᾶ καλουμένης, ἐκ πατρὸς Ἡλία καὶ μητρὸς Μάρθα ἀποτεχθείς. Μετὰ δὲ τὸν πέμπτον χρόνον τῆς ἡλικίας αὐτοῦ, παρὰ τῶν γεννητόρων ἔν τινι εἰσήχθη Μοναστηρίῳ, καὶ ἐν τῇ ἀσκητικῇ πολιτείᾳ διέπρεψε. Καὶ παρεγένετο πρὸς τὸν Ὅσιον Συμεὼν τὸν Στυλίτην, ἤδη προκόψας ἐν τῇ ἀσκήσει καὶ παρ’ αὐτοῦ εὐλογήθη. Κατὰ δὲ θείαν ἀποκάλυψιν, ἦλθεν ἐν τοῖς τῆς Θράκης μέρεσι, πλησίον τοῦ Βυζαντίου εν τῷ Ἀνάπλῳ· ἔνθα καθεῖρξεν ἐαυτὸν ἔντινι εἰδωλικῷ ναῷ, πολλοὺς πειρασμοὺς παρὰ τῶν δαιμόνων ὑποστάς. Εἶτα, κίονι ἐπέβη, πολλὴν ἐν αὐτῷ ἐπιδειξάμενος ἄσκησιν καὶ καρτερίαν, καύματι καὶ ψύχει, καὶ ταις ἐξ ἀνέμων προκείμενος προσβολαῖς. Πολλὰ οὖν θαύματα κατειργάσατο, ὡς διαφημισθῆναι τὴν ἀρετὴν αὐτοῦ παρά τε τῷ βασιλεῖ Λέοντι, καὶ τῷ μετ’ αὐτὸν Ζήνωνι, καὶ τῷ τυραννήσαντι Βασιλίσκῳ· οἳ καὶ παραγενόμενοι, προσεκύνησαν τὸν Ἅγιον, καὶ προθεσπίσας αὐτοῖς περὶ τῶν συμβησομένων, καὶ τῇ ἁγίᾳ Ἐκκλησίᾳ ὑπὸ τῶν αἱρετικῶν πολεμουμένῃ, βοηθήσας, καὶ ὁσίως καὶ ἀμέμπτως τὸν βίον διατελέσας, πρὸς Κύριον ἐξεδήμησε. Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῷ Ἀνάπλῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Λουκᾶ, τοῦ νέου Στυλίτου.
Πρὸς ὔψος ἀνήνεγκε τὸν Λουκᾶν στῦλος,
Λουκᾶς δὲ τὸν νοῦν πρὸς Θεόν, πρὸς Ὃν τρέχει.
Οὗτος ἦν ἐν τοῖς χρόνοις τῆς βασιλείας Ῥωμανοῦ τοῦ Γέροντος, καὶ Κωνσταντίνου τοῦ Πορφυρογεννήτου, καὶ Γαμβροῦ αὐτοῦ, υἱοῦ Λέοντος τοῦ σοφωτάτου, ἐκ γῆς ἀνατολῶν ὁρμώμενος, υἱὸς Χριστοφόρου καὶ Καλῆς. Ὅτε δὲ κατὰ Βουλγάρων πόλεμος ἐκινήθη, τότε καὶ τοῦτον εἷλκεν εἰς τὴν ἐκστρατείαν ἡ τῶν κρατούντων πρόσταξις. Συῤῥαγέντος δὲ τοῦ πολέμου, καὶ ἀνυποστάτου γενομένου, καὶ πολλῶν μυριάδων καταπεσουσῶν, αὐτὸς θείᾳ προνοίᾳ περισωθείς, τὸν μονήρη βίον ὑπέρχεται· καὶ τῇ ἀσκήσει προκόψας, χειροτονεῖται πρεσβύτερος· καὶ σίδηρα περιβάλλεται, κατατρύχων τὸ σωμάτιον· καὶ ἑξαημέρῳ νηστείᾳ σχολάζει, μηδὲν ἕτερον, πάρεξ τῆς προσκομιζομένης αὐτωωωῷ προσφορᾶς, καὶ λαχάνων ὠμῶν ἐσθίων. Καὶ ἐπὶ στύλου ἀναβάς, καὶ τρεῖς ἐν αὐτῷ διαρκέσας χρόνους, θείας αὐτήκοος φωνῆς γεγονώς, καὶ τῷ καλέσαντι ἑπόμενος, καταλαμβάνει τὸν Ὄλυμπον, λίθον, οἷά τινα κημὸν ἑκούσιον, ἐμβαλὼν τῷ στόματι, πρὸς τὸ μὴ λαλεῖν πολλά. Καὶ ἐν τῇ Βασιλίδι τῶν πόλεων ἔρχεται, κἀκεῖθεν επὶ τὴν Χαλκηδόνα διαβαίνει. Ἐν ἧ προσεπιβὰς κίονι, θαυμάτων μεγίστων αὐτουργὸς γέγονε, τεσσαράκοντα πέντε χρόνους διηνυκὼς ἐν τῷ κίονι. Καλῶς οὖν ἀγωνισάμενος, πρὸς Κύριον ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀκεψεῆ καὶ Ἀειθαλᾶ.
Ἀκεψεῆν βλέπων με πάσχοντα ξίφει,
Ἀειθαλᾶ ζήλωσον· ἐζήλωσά σε.
Οὗτοι ὑπῆρχον ἐκ Περσίδος. Ἦν δὲ ὁ Ἀειθαλὰς τῶν εἰδώλων ἱερεύς· ἐπέγνω δὲ τὴν εἰς Χριστὸν πίστιν, ἐκ τοῦ μόνον ἐνθυμηθῆναι πρὸς τὸν ἐπίσκοπον τῶν χριστιανῶν ἐλθεῖν, καὶ τῆς κατεχούσης αὐτὸν νόσου ἀπαλλαγῆναι· ἡ δὲ ἦν ῥύσις αἵματος. Μαθὼν δὲ παρὰ τοῦ ἐπισκόπου τὴν εἰς Χριστὸν πίστιν, καὶ πρὸς ἰδίαν πόλιν ἐπιστρέψας, ἣτις Ἀρβὴλ ἐλέγετο, τοῦτον γενέσθαι καὶ ἐτέροις διδάσκαλον τῆς εὐσεβείας συνέβη. Διαβληθεὶς δέ, παρέστη τῷ Ἄρχοντι. Τοῦ δὲ Ἄρχοντος τὰ κατ’ αὐτὸν ἀναμαθόντος, τὸ ὠτίον ἀπεκόπη, καὶ εἰς φυλακὴν ἐμβάλλεται.
Ὁ δὲ Ἅγιος Ἀκεψέης, ὑπῆρχε Διάκονος· συσχεθεὶς δέ, καὶ τὸν Χριστὸν ὁμολογήσας, τύπτεται ἀφειδῶς, καὶ παραπέμπεται τῷ ἄρχοντι μετὰ τοῦ Ἀειθαλᾷ. Ὁ δὲ είσάγει αὐτοὺς εἰς τὸν βασιλέα· οὗ κατενώπιον ὁμολογήσαντες τὸν Χριστόν, τὰς κεφαλὰς ἀπετμήθησαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη Μείρακός τινος καὶ διήγησις πάνυ ὠφέλιμος.
Ἀρνησιχρίστων δόξαν ἅπας τις βλέπων,
Mηδέν κατ’ αὐτῶν φλυαρείτω ἀφρόνως.
Οὗτος ὁ μακάριος Μάρτυς τοῦ Χριστοῦ Μείραξ, ἧν μὲν Αἰγύπτιος τὸ γένος, ἐν τῷ κάστρῳ δὲ Τενεσῆ γεννηθείς, παρὰ Χριστιανῶν γονέων· καὶ βαπτισθεὶς καὶ ἀνατραφείς, ἐπαιδεύετο ἐν τῇ τῶν Χριστιανῶν ἀμωμήτῳ πίστει. Κουφότητι δὲ γνώμης ὑπὸ τοῦ ἐχθροῦ σκελισθείς, ἀπελθὼν πρὸς τὸν ἐκεῖσε Ἀμηρᾶν, ἠρνήσατο τὸν Χριστόν. Καὶ τὴν ζώνην κόψας, καὶ τὸν Σταυρὸν πατήσας, καὶ τὴν μάχαιραν σπασάμενος, ἠλάλαξε τὴν ἐλεεινὴν ἐκείνην φωνὴν τό: Ἀγαρηνὸς εἰμί, καὶ οὐκ ἔτι Χριστιανὸς ἀπὸ τῆς σήμερον. Καὶ ἦν τιμώμενος καὶ δοξαζόμενος ἐπί τινας χρόνους παρά τε τοῦ Ἀμηρᾶ, καὶ τῶν παρ’αὐτῷ, μηδόλως φροντίζων περὶ τῆς ἰδίας σωτηρίας. Οἱ δὲ τούτου γεννήτορες, οὐκ ἐπαύσαντο τὸν Θεὸν ἐξιλεούμενοι, πρὸς τὸ μεταβληθῆναι αὐτόν.
Ἰδὼν δὲ ὁ Θεὸς τὴν τούτων πρόθεσιν καὶ ἐπίμονον δέησιν, μετέβαλε τὴν του Μείρακος καρδίαν πρὸς ἐπιστροφήν. Καὶ ἐλθὼν πρὸς τοὺς γονεῖς αὐτοῦ, λέγει: Ἰδοὺ κύριοί μου καὶ γλυκύτατοι γεννήτορες, σκοτισθεὶς τὸν νοῦν, ἐποίησα ὃ ἐποίησας· καὶ νῦν παρακαλῶ πάλιν γενέσθαι Χριστιανός, καὶ εἶναι μεθ’ ὑμῶν. Οἱ δὲ λέγουσιν αὐτῷ: Ἡμεῖς τέκνον, ὅτε τοῦτο ἐποίησας, πολλὰ δάκρυα ὑπὲρ σοῦ ἐξεχέαμεν, καὶ οὐδέ ποτε ἐπαυσάμεθα τὸν Θεὸν δυσωποῦντες, ὅπως ἐπιγνῷς τὴν ἀλήθειαν, καὶ ἐπιστρέψης πρὸς τὸν Θεόν. Καὶ νῦν εὐχαριστοῦμεν τῇ Αὐτοῦ ἀγαθότητι, ὅτι οὐ παρεῖδε τὴν μικρὰν ἡμῶν δέησιν. Πλήν, καθὼς γινώσκεις καὶ αὐτός, τέκνον, φοβούμεθα τὸνἈμηρᾶν, μήποτε κινδυνεύσωμεν ὑπὲρ τούτου, ὡς μεταβαλόντες σε. Ἀλλ’ εἰ θέλεις καὶ τοῦ μεγάλου πταίσματος κουφισθῆναι, καὶ τὸν Θεὸν ἵλεων εὑρειν, καὶ ἡμᾶς ἀνεγκλήτους ποιῆσαι, καὶ ὑπὲρ παντὸς τοῦ γένους σου πρεσβευτὴς γενέσθαι, ἄπελθε πρὸς τὸν Ἀμηράν· καὶ ὡς ἐποίησας κρυφίως, ὃ ἐποίησας, οὕτω πάλιν ποίησον, ὡς ἀγνοούντων ἡμῶν, καὶ ὁ Θεὸς εὐοδώσει πάντως τὰ κατὰ σὲ τέκνον ὡς βούλεται.
Ὁ δέ, τὴν τῶν γονέων λαβὼν συμβουλήν, ὁμοῦ καὶ εὐχήν, καὶ ἐν τῇ χειρὶ αὐτοῦ ζώνην, πρὸς τὴν σύναξιν ἔδραμε τῶν Ἀγαρηνῶν. Καὶ περιζωσάμενος, ἐνώπιον τοῦ Ἀμηρᾶ καὶ πάσης τῆς συναγωγῆς, καὶ χαράξας τὸν Τίμιον Σταυρὸν ἐν ἑνὶ ξύλῳ, ἠσπάσατο αὐτόν, καὶ ἤρξατο κράζειν μεθ’ ὅσης δυνάμεως εἶχε τό: Κύριε ἐλέησον. Καὶ κρατήσας αὐτὸν ὁ Ἀμηρᾶς λέγει: Τί σοι γέγονεν; Ὁ δὲ Μείραξ ἀπεκρίνατο: Ἐλθὼν εἰς ἑαυτόν, ἀπὸ τῆς συμβάσης μοι διαβολικῆς σκοτώσεως, προσέπεσον τῷ Χριστῷ· καὶ γενόμενος Χριστιανός, καθὼς ἤμην, ἦλθον ἀναγγεῖλαι σοί τε, καὶ πάσῃ τῇ συναγωγῇ, καὶ ἐνώπιον πάντων Χριστόν μου ὁμολογῆσαι, ὑμᾶς δὲ καὶ τὴν θρησκείαν ὑμῶν ἀναθεματίσαι. Τούτων ἀκούσας ὁ Ἀμηρᾶς, ἔβαλεν αὐτὸν ἐν φυλακῇ ἐπὶ τρισὶν ἡμέραις, ἄνευ τῆς οἱασοῦν βρώσεως καὶ πόσεως· καὶ ἐξαγαγὼν επανέκρινεν αὐτόν. Καὶ εὑρὼν αὐτὸν ὁμολογοῦντα τὸν Χριστόν, ἔτυψεν αὐτὸν μετρίως, καὶ πάλιν τῇ φυλακῇ ἐναπέθετο. Καὶ μεθ’ ἑτέρας τρεῖς ημέρας, πάλιν ἐπανακρίνας αὐτόν, ἔτυψε σφοδρῶς· ἐπιμένοντα δὲ τῇ ὁμολογίᾳ καθεῖρξε. Καὶ μεθ’ ἑτέρας τρεῖς ἡμέρας, πάλιν ἐπανακρίνας αὐτόν, καὶ εὑρὼν ἐπιμένοντα καὶ ὁμολογοῦντα τὸν Χριστόν, βουνεύροις αὐτὸν ἄνωθεν ἔτυψε τὸν φλεγμαινουσῶν πληγῶν· καὶ δοθείσης αποφάσεως κατ’ αὐτοῦ, ἔλαβον οἱ προστεταγμένοι.
Ἐμβάντες δὲ εἰς πλοῖον, ἀπέπλευσαν ὡσεὶ σταδίους τέσσαρας. Καὶ μετὰ τὸ προσεύξασθαι αὐτόν, ἀπέτεμαν τὴν κεφαλὴν αὐτοῦ, ῥίψαντες ἐν τῇ θαλάσσῃ. Καὶ τὸ μὲν σῶμα, εἶτε ἐξῆλθεν ἀπὸ τῆς θαλάσσης, εἴτε μή, οὐ διεγνώσθη· ἡ δὲ τιμία αὐτοῦ κεφαλὴ ἐξῆλθε. Καὶ ταύτην ἀναγνωρίσαντες Χριστιανοί τινες, ὡς πολύτιμον δῶρον ἔλαβον. Διαβληθέντες δὲ πρὸς τὸν Ἀμηρᾶν, δέδωκαν αὐτῷ χρυσίνους ἑκατόν, καὶ οὕτως εἶασεν αὐτοὺς κατέχοντες αὐτὴν ἀκωλύτως. Τότε ἀργυρέαν θήκην κατασκευάσαντες, κατέθεντο αὐτὴν ἐν ταύτῃ μετὰ τῆς προσηκούσης τιμῆς καὶ δορυφορίας. Ἔκτοτε δὲ καὶ μεχρι του νῦν, αναβλύζει ἀεὶ εὐῶδες μύρον, παντοδαπὰς ἰάσεις ἐπιτελοῦσα εἰς δόξαν μὲν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, εἰς πληροφορίαν δὲ βεβαίαν τῶν σκανδαλιζομένων καὶ δισταζόντων ὑπὲρ αὐτοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Βαρσαβᾶς, ἀπετμηθὴς τὴν κεφαλὴν τελειοῦται.
Θύσας Βαρσαβᾶ ζῆθι, λυτρωθεὶς ξίφους.
Ἄνω ποθῶ ζῆν· θᾶττον ἡκέτω ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Τερέντιος, Βικέντιος, Αἰμιλιανὸς καὶ Βεβαία, ξίφει τελειοῦνται.
Τμηθέντες ἐμφαίνουσι τρεῖς τε καὶ μία,
Θεοῦ Τρία πρόσωπα καὶ φύσιν μίαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Λεοντίου τοῦ ἐν Ἀχαΐᾳ.
Λεοντίου τίς τὸν βίον μὴ θαυμάσῃ;
Ἐν σαρκὶ γὰρ μετῆλθεν Ἀγγέλων βίον.
Οὗτος ὁ νεοθαλὴς τῆς ἀμπέλου τοῦ Κυρίου βλαστός, πατρίδα μὲν ἔσχε πόλιν τινὰ τῶν κατὰ τὴν Πελοπόννησον καλουμένην Μονεμβασίαν. Γεννήτορας δὲ τῶν ἐπιφανῶν καὶ θεοφιλῶν· ὁ δὲ τοῦτου πατήρ, Ἀνδρέας τοὔνομα, καὶς πάσης τῆς Πελοποννήσου τὴν ἀρχὴν ἐμπιστεύεται παρὰ τοῦ εὐσεβοὺς Ἀνδρονίκου, τῆς βασιλείας Ῥωμαίων τὰ σκῆπτρα ἰθύνοντος. Τοιᾶς δε τοίνυν ῥιζουχίας ἐκβλαστήσας, καὶ τοιαύτας παῖς ὤν τὰς ἀρχὰς ἔχων, προσφυᾷ, καρποῦται καὶ τὴν ἀναγωγήν, καὶ γραμμάτων εὐθὺς ἱερῶν εἰς μαθητείαν ἐκδίδοται· ὤν τὴν γλυκύτητα αἰσθανόμενος ἐν ἐπιθυμίᾳ γίνεται, ἐπιστημὼν ἄψασθαι καὶ εἰς ἀκρότητα φθάσαι τούτων· ἔνθεντοι, νοὸς ὀξύτητι καὶ βίου καθαρότητι, χρόνος οὐ μεταξὺ πολύς, καὶ τῶν μαθημάτων γίνεται ἐγκρατής, καὶ ἐκ τῶν διαλέκτων πολλῶν, εἶτα πέμπεται εἰς τὴν βασιλίδα τῶν πόλεων. Τοῦτο μέν, ἵν’ ὅπως καὶ τοῖς ἐκεῖ συμφιλοσοφήσων φιλοσοφοῦσιν, ἐξασκηθῇ περιπλέον, τοῦτο δέ ἵν’ ἐνδιατρίβων τοῖς οἴκοις τῶν βασιλέων, ἐνθὰς πάντων τῶν περὶ αὐτοὺς χρηματίσῃ. Ἀλλ’ οὖν γε μέγας ἔντε φιλοσοφίᾳ, φρονήσει, καὶ ἀρετῇ ὀφθείς, τοῖς πᾶσι θαυμάζεται, καὶ παρὰ τοῦ βασιλέως ἀσπάζεται ὅτι μάλιστα καὶ τιμᾶται. Τοῦ δὲ πατρός, τὴν πρὸς θάνατον νοσήσαντος, καὶ Χριστῷ τελευτήσαντος, ἐπὶ τὴν ἐνεγκαμένην ἐπαναλύει, πανθ’ ὑπείκων τῇ μητρί, ἧς τῇ ἐπιταγῇ, γυναικὶ καὶ προσομιλεῖ. Ἡ δε Θεοδώρα, τῶν μερίμνων ἀποσπασθεῖσα, εἰς σεμνὸν ἀπέρχεται βίον, ἔνθα τὸ λειπόμενον τῆς ζωῆς διανύσασα θεαρέστως, καὶ τὴν ἑαυτῆς τελευτὴν προγνοῦσα, πρὸς Κύριον ἐξεδήμησε. Διὰ ταῦτα, οὓ ἐπόθη καὶ οὗτος ἐξ αὐτῶν σπαργάνων ἐφάπτεται, εὐαγγελικῶς ἐγκαταλιπὼν γυναῖκα καὶ τὰ τρία τέκνα καὶ εὑρὼν ἱερὸν ἄνδρα, τοῦ μοναδικοῦ πολιτεύματος γυμναστὴν ἀκριβέστατον, Μεννίδην ἐπικαλούμενον, καὶ τοὺς ὑφ’ ἑαυτὸν πρὸς οὐράνιον πολιτείαν ἰθύνοντα. Τούτοις συκαταλαγεὶς ὁ μακάριος, καὶ τὴν Λεοντίου κλῆσιν ἀναλαβὼν, ἀντὶ Λέοντος, ὅ ἐλέγετο πρότερον, πάντας ὡς ἐν ὀλίγῳ τοὺς συναγωνιστάς, τοῖς πόνοις ὑπερβάλετο, δουλαγωγῶν τὴν σάρκα, καὶ κατατρύχων, καὶ πρὸς μόνην τὴν τῆς ἐν οὐρανῷ πολιτείας ἀποβλέπων ἀπόλαυσιν· ἐντεῦθεν μεταχωρεῖ ἐπὶ τὸ ἁγιώνυμον ὄρος τοῦ Ἄθω, καὶ τὴν τῶν ἐκεῖ μονοτρόπων ζηλωσάμενος πολιτείαν, ἔνθα καὶ πολλοὺς παρ’ αὐτοῖς τοὺς πνευματικοὺς ἱδρῶτας ὑπερεκχεει, ὑποταγὴν πάσιν, καὶ ταπείνωσιν δεικνύων ἄκραν. Διὰ δὲ τὴν ἐκ τῆς ἀρετῆς ὑπὸ πάντων αὐτῷ προσαγομένην τιμήν, ἐκεῖθεν ἀπαίρει πάλιν, καὶ τοῖς ἀβάτοις ἐπὶ πολύ, τῆς Πελοποννήσου ἐρήμοις κατὰ μόνας, ἐς ἀεὶ τοῦ Θεοῦ δεόμενος ὑποδείξαι αὐτῷ τόπον, ἐν ὧ γενόμενος, δουλεύσει, και εὐαρεστήσει Αὐτῷ· ἀπεκαλύφθη δ’ αὐτῷ, ἀφικέσθαι ἐπὶ τὰ βόρεια, εἰς τὸ ὄρος τὸ λεγόμενον Κλωκὸν τοῦ Γέροντος, ἄνωθεν Βοστίτσας (Αἰγίου)· ἔνθα ἐπὶ πλεῖστον διαγωγῶν, κρύει πηγνύμενος καὶ θέρει καυσούμενος, ἁπάσας τὰς ζοφοειδεῖς τῶν δαιμόνων κατεπάτησε φάλαγγας, κραταιὰν ἰσχὺν ἔχων τον Χριστόν, ὅθεν καὶ πρὸς ἀπάθειαν ἥλασε, καὶ τὸν νοῦν αὐτοῦ εἰς ὕψος ἔνθεον ἀνεπτέρωσε καὶ θαυμάτων ἐπλούτησε τὴν ἐνέργειαν, χωλοὺς και κοιλοὺς ἰώμενος, ἐξ ὧν βασιλεὶς οἱ αὐτάδελφοι ὅ,τε Θωμᾶς και Δημήτριος, τὴν ἀρετὴν τοῦ ανδρὸς ὑπεραγασθέντες, καὶ σέβας αὐτῷ ἀπονέμοντες, ἱερὸν σκηκόκ, ἐν ὧ ἦν τῷ Αρχιστρατηγῳ Μιχαήλ, ἐξ αὐτοῦ ανεδείμαντο καὶ ἄλλα πλεῖστα, μέγιστα καταγώγια, ἐξ αὐτων κρηπίδων περιπυργώσαντες, οὗ πρὸς ἁγιασμὸν καὶ μέρη τῶν Ἁγίων Παθῶν τοῦ Σωτήρος, τοῦ τε ανακνθίνου Στεφάνου, Τιμίου Ξύλου καὶ Σπόγγου, εἶτε χλαμίδος, ἃ εφερον, τῇ ἱερᾷ τραπέζῃ ἐπιτίθενται, καὶ Πλόκον ἔτι ἐκ των τριχῶν τοῦ Προδρόμου, Ἀρέθα τε χεῖρα, καὶ Στεφάνου τοῦ νέου κάραν. Ὁ δὲ Ὅσιος πολὺς πρόξενος σωτηρίας γενόμενος καὶ πολλοὺς πρὸς ζήλον καὶ μίμησιν, του αὐτου ἀκραιφνοὺς βίου διαναστήσας, σοφίᾳ λόγων καὶ θείᾳ χάριτι, τὸν 75ον χρόνον τῆς ἑαυτοῦ ηλικίας φθάσας, καὶ φωτοειδεῖς προεωρακὼς Ἀγγέλους τὸ πνεῦμα αὐτου ἐν ἐν εἰρήνῃ παρεθετο. Το δὲ τίμιον αὐτου λείψανον κατετέθη εν σπηλαίῳ, αεὶ βρύον ἰαματα. Οὗ εἰς ἀνακομιδήν ποτε ὁ μαθητὴς αὐτοῦ Παλαιῶν Πατρῶν Ἰωακεὶμ καὶ παν στὸ σύστημα τῶν ἀδελφῶν, συνελθόντες, σεισμοῦ γενομένου καὶ τοῦ ἄντρου διασχισθέντος μηδαμῶς προσεγγίσαι τῇ σορῷ ἴσχυσαν, ἐπὶ τῷ παραδόξῳ ἐκπλαγέντες.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νικηφόρου τοῦ Φωκᾶ, αὐτοκράτορος Βυζαντίου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Πέτρου τοῦ ἀσκητοῦ καὶ Ἀκεψιμᾶ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ σύναξις πάντων τῶν ἐν τῇ Γεωργίᾳ (Ἰβηρίᾳ) Ἁγίων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δαμασκηνοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν Βηχιανοῦ καὶ Νόμωνος τῶν ἐν Κύπρῳ.
Ὀσφὺν νοητὴν ἀρετῶν ἐζωσμένος.
Εὔζωνος ὁ Νόμων πρὸς πόλον τρέχει.
Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμας.











ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ὁσιώτατε, τῶν τρόπων μιμησάμενος, Νίκων τὸ ἄπλαστον, τοῦ Παταπίου αὐτῷ, προσέτρεχες πάντοτε, ἐν περιστάσεσιν, οὗ το λείψανον, ἡ μάνδρα σου ἐφύλαττε, ὥσπερ ὄλβον τοῦ Προδρόμου.
Νίκης κότινον, ἐδέξω ἀχειρότευκτον, παρὰ τοῦ Κτίσαντος, ὡς ἀμοιβὴν τῶν στεῤῥῶν, ἀγώνων σου Ὅσιε, πρὸς ὁλοκλήρωσιν, καὶ κατάκτησιν, τῆς ἀρετῆς πανένδοξε, Νίκων κλέος μονοτρόπων.
Μέγα καύχημα, Μονῆς τῆς Πέτρας πέφηνας, Νίκων θειότατε, ἐν Βασιλίδι ποτέ, καὶ νῦν θεῖος ἔφορος, τῆς κατεχούσης σου, θεῖον ἔκτυπον, Μονῆς τοῦ οὐρανόφρονος, σοὶ φιλτάτου Παταπίου.
Θεοτοκίον.
Ἀγαλλόμενοι, ἀεί Σε μακαρίζομεν, Θεογεννήτρια, τοῦ γένους τῶν χοϊκῶν, τὴν ἔνθερμον πρέσβειραν, ἐκδυσωποῦντές Σε, ῥῦσαι θλίψεων, καὶ πάσης περιστάσεως, τοὺς ἐκθύμως Σὲ τιμῶντας.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Κύριος κατηύθυνε σὰς τρίβους, πρὸς ὄρος σαφῶς Ξηρὸν ὀνομαζόμενον, ἔνθα ὡς ἀσώματος, Νίκων βιωσάμενος, τῶν ἀρετῶν τὴν κλίμακα, ἀνῆλθες Ὅσιε, κραυγάζων εὐχαρίστῳ καρδίᾳ· Σὺ Χριστὲ ὑπάρχεις, μερόπων σωτηρία.
Ἄνθος εὐωδέστατον Ῥωσίας, καθήδυνας μυριπνόοις σου παλαίσμασι, τὴν Κωνσταντινούπολιν, Νίκων τρισμακάριστε, καὶ ηὔφρανας ασκήσει σου, λαὸν χριστώνυμον, τὸν νῦν ἀνευφημοῦντά σε πόθῳ, καὶ σὴν θείαν μνήμην, λαμπρῶς ἐπιτελοῦντα.
Ῥείθροις τῶν τιμίων σου ἱδρώτων, καὶ χεύμασιν ἀειῤῥύτοις τῶν δακρύων σου, Νίκων κατεπίανας, τὴν ξηρὰν καὶ ἄνικμον, τοῦ ὄρους σῆς ἀσκήσεως, χθόνα τρισόλβιε, Ὁσίων ἐγκαλλωπισμα Νίκων, Πνεύματος Ἁγίου, τῶν δωρεῶν ὁ πλήρης.
Θεοτοκίον.
Ἴασαι ἡμῶν τὰς ἀλγηδόνας, Παρθένε τῶν προστρεχόντων σοι ἑκάστοτε, πάθη τὰ χαμαίζηλα, τοῦ σαρκίου πράϋνον, καὶ σκέδασον τὴν ζόφωσιν, ῥαστώνης Δέσποινα, των δούλων Σου Ἁγνὴ Θεοτόκε, Κεχαριτωμένη, μερόπων προστασία.










ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ζήλῳ ἱερῷ, σαφῶς πυρακτούμενος, καὶ φίλτρῳ πάνσοφε, βεβλημένος Ὅσιε, τῷ θείῳ πόνοις, ἐν νυχθημέροις σου, εὐχαῖς αδιαλείπτοις σου, καὶ νήψει σῶμά σου, μακαρίως, πνεύματι ὑπέταξας, Ἀλληλούϊα κράζων γηθόμενος.
Ὦ τῶν Ἀσκητῶν, περίλαμπρον σέμνωμα, πανιερώτατε, Νίκων προσδεξάμενος, τὴν προσφοράν μου, ὡς εὐωδέστατον, θυμίαμα κολάσεως, μελλούσης ῥῦσαί με, δυσωπῶ σε, τὸν ἀχρεῖον ἄσωτον, καὶ ἀχάριστον Πάτερ ἱκετην σου.
Χαῖρε τῶν πιστῶν, φρουρὲ ἀπροσμαχητε, Νίκων τρισόλβιε, χαῖρε θεῖε ἔφορε, σὺν Παταπίῳ, τῷ συγχορεύοντι, σὺν σοὶ ἐν θείοις δώμασι, Μονῆς θεσπέσιε, φερωνύμου, τῆς αὐτοῦ ἐν ὄρεσι, Γερανείων μορφὴν σεβομένης σου.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, ἐκλύτρωσαι δούλους Σου, δεινῆς κακώσεως, καὶ τὴν ἀμαυρότητα, τῆς διανοίας, ἡμῶν διάλυσον, εὐχαῖς ἀδιαλείπτοις Σου, πρὸς Ὃνπερ ἔτεκες, ἀνηρότως, ἅπασι δωρούμενον, ῥῶσιν χάριν ἰσχύν τε καὶ δύναμιν.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ῥωσίας τὸ ἐκβλάστημα, καὶ Βασιλίδος πόλεων, τὸ σεμνολόγημα ὕμνοις, ἐγκωμιάσωμεν θείοις, Ξηροῦ ὡς ὄρους σάπφειρον, καὶ μάργαρον πολύτιμον, Μονῆς τῆς Πέτρας Νίκωνα, τὸν ἀμιλλώμενον πόνοις, ἀσκητικοῖς Παταπίου.
Θεοτοκίον.
Θεοκυῆτορ Δέσποινα, φωτὸς ἀδύτου σκήνωμα, ἐκυοφόρησας ξένως, τὸν Φωτοπάροχον Λόγον, Ὑψίστου τὸν φωτίσαντα, τοὺς ἐν σκιᾷ καθεύδοντας, φθορᾶς ἀλήκτου μέροπας, διόπερ νῦν γεγηθότες, Σὲ μακαρίζομεν πάντες.














Αἶνοι. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Νίκων παναοίδιμε, περιφανὲς ἐγκαλλώπισμα, ἀζύγων τὴν θέωσιν, ἀκλινῶς ποθούντων, ἤσκησας ἐνθέως, ἐν Βασιλίδι καὶ ῥοαῖς, τῶν σῶν ἱδρώτων, χθόνα ἡγίασας, Ξηροῦ τοῦ ὄρους Ὅσιε, διὸ καὶ νίκης ἀπείληφας, στέφος ὄντως χρυσόπλοκον, ἐκ χειρῶν τοῦ Παντάνακτος.

Νίκων Πάτερ Ὅσιε, στοιχειωθεὶς ἐκ νεότητος, τῇ ἀγάπῃ τοῦ Κτίσαντος, σοφῶς ματαιότητα, κόσμου ἀπηρνήσω, καὶ ἐλθὼν εἰς ὄρος, ὀνομαζόμενον Ξηρόν, ἐν Βασιλίδι, πασῶν τῶν πόλεων, ἠσκήσω ὡς ἀσώματος, καὶ εἰς τὸ ὄρος τὸ ἅγιον, ἀρετῆς ἀναβέβηκας, τὸ ἐγγίζον τὸν Ὕψιστον.

Νίκων θεοδόξαστε, τῆς προσευχῆς ἐργαστήριον, καὶ παλάτιον νήψεως, τὴν μνήμην σου σέβουσι, θείου Παταπίου, τῆς μονῆς χορεῖαι, πανευλαβῶν μοναζουσῶν, ὅτι εἰκόνα, τὴν σὴν κατέχουσιν, ὡς τιμαλφὲς θησαύρισμα, διὸ αυτὴν ἀσπαζόμεναι, εκζητοῦσι τὴν χάριν σου, πρὸς αγῶνος τελείωσιν.

Νίκων καταφύγιον, τῶν εὐσεβῶν ἱερώτατον, τὴν ὑπέριμον μνήμην σου, τελοῦντες εν ἄσμασι, μελιχροῖς βοῶμεν· ῥύου πάσης βλάβης, καὶ συμφορῶν παντοδαπῶν, τοὺς σὲ τιμῶντας, καὶ σκέπε πάντοτε, τοὺς πόθῳ μακαρίζοντας, τὴν ἀεισέβαστον μνήμην σου, ἀρετῆς φίλε γνήσιε, Παταπίου ὁμόζηλε.

Δόξα. Ἦχος πλ. α΄.
Σήμερον ὡς φωστὴρ παμφαέστατος ἐπέλαμψεν ἡ μνήμη, τοῦ φωτοφόρου τῆς ἀρετῆς φωστῆρος, Νίκωνος τοῦ ἐν τῷ Ξηρῷ ὄρει ἀσκήσαντος· ταῖς γὰρ αὐτοῦ ἀστραπαῖς καταυγάζει, πιστῶν τὰς διανοίας προσκαλούμενος πάντας, πρὸς μυστικὴν εὐωχίαν τῶν αὐτοῦ κατορθωμάτων, ἀξιοχρέως ουν αὐτὸν τιμῶντες ἐν ἄσμασι, τὰς θεοπειθεῖς αὐτοῦ εὐχὰς ἐκζητήσωμεν πρὸς βίον κρείττονα.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε Θεοτόκε Παρθένε...

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις Νίκων Ὅσιε Ἀσκητά, ἐν Ξηρῷ τῷ ὄρει, ὁ νικήσας τὸν δυσμενῆ, πόνοις νυχθημέροις, εὐχῇ καὶ ταπεινώσει, καὶ νίκης ἀϊδίου, γέρα δρεψάμενος.


ΠΑΡΑΚΛΗΣΙΣ

Εὐλογήσαντος τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ’ ὃ τὸ Θεὸς Κύριος, καὶ τὸ ἑξῆς: Ἦχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν ἐνθεώτατον βλαστὸν γῆς Ῥωσίδος, ἄνθος βλαστήσαντα Ξηρῷ ἐν τῷ ὄρει, τῆς Βασιλίδος πόλεων ἡδὺ καὶ τερπνόν, σωφροσύνης νήψεως προσευχῆς καὶ νηστείας, Νίκωνα τιμήσωμεν μιμητὴν τῶν Ἀγγέλων, καὶ τὰς αὐτοῦ δεήσεις πρὸς Θεόν, τὸν Ζωοδότην θερμῶς αἰτησώμεθα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε...

Ὁ Ν΄ ψαλμός· καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Νίκων Ὅσιε, βλάβης ἐχθίστου ῥῦσαί με. Χ. Μ.

ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Νικῆσαι τὸν ἔχθιστον καὶ αὐτοῦ, ἰσχὺν θριαμβεῦσαι, καταξίωσον τοὺς πιστῶς, προσφεύγοντας Νίκων θεοφόρε, ταῖς σαῖς θερμαῖς πρὸς τὸν Κτίστην δεήσεσιν.
Ἰδεῖν ἐν σκηνώμασιν οὐρανῶν, Χριστὸν σοὺς ἱκέτας, καταξίωσον Ἀσκητά, Οὗ τὸ κάλλος προσώπου ἀπολαύεις, Νίκων Ὁσίων Πατέρων ἀγλάϊσμα.
Κοσμῆτορ ἐνθέων ἡσυχαστῶν, Ξηροῦ ὄρους κλέος, καὶ ὁμόζητε ἀρετῆς, σεπτοῦ Παταπίου μάκαρ Νίκων, ἡμᾶς συνοίκους σοφίας ἀνάδειξον.
Θεοτοκίον.
Ὡς φάρον τιμῶντές σε ἀκραιφνοῦς, Ἁγνὴ Θεοτόκε, ταπεινώσεως ἀκλινῶς, ζητοῦμεν τὰς θείας σου πρεσβείας, πρὸς ταπεινοῦ κτῆσιν Μῆτερ φρονήματος.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Νικητήριον αἶνον, σοὶ εὐλαβῶς πλέκομεν, Νίκων εὐσυμπάθητε Πάτερ, ὅτι ἑκάστοτε, ἡμᾶς ὑψόθεν φρουρεῖς, καὶ περισκέπεις τοὺς πόθῳ, ἀνυμνοῦντας ἄσκησιν, σοῦ τὴν θεάρεστον.
Ὁδηγὸς ποντουμένων, καὶ ἰθυντὴρ ἄριστος, πέλεις τῶν πιστῶς προσφερόντων, κλῆσιν τὴν θείαν σου, καὶ προσκυνούντων μορφήν, ἐν τῇ Μονῇ Παταπίου, τοῦ σεπτοῦ σὴν πάντιμον, Νίκων μακάριε.
Σωφροσύνης πύξιον, Νίκων σεπτὲ πρόσδεξαι, σοῦ τῶν ἱκετῶν τὰς ἐντεύξεις, καὶ τῷ Παντάνακτι, καὶ φιλανθρώπῳ Θεῷ, αὐτὰς προσάγαγε τάχος, ἵνα χάριν εὕρωμεν, οἱ ἀνυμνοῦντές σε.
Θεοτοκίον.
Ἱλαστήριον κόσμου, Μῆτερ Θεοῦ πάναγνε, Σοῦ τὸν θεῖον Τόκον καὶ Κτίστην, κόσμου ἀπέργασαι, ἵλεων πᾶσιν ημῖν, τοῖς μεγαλύνουσι πόθῳ, θαυμασίων πλῆθός σου, Ἄχραντε Δέσποινα.
Διάσωσον, τοὺς σε γεραίροντας Νίκων πνευματοφόρε, ἀπὸ πασης ἐπιβουλῆς ἐχθροῦ καὶ κακώσεως, ὡς εχων πρὸς Κύριον παῤῥησίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ...

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Κατὰ τῶν παθῶν τὴν νίκην ἐπιβράβευσον, ἡμῖν τοῖς πιστῶς προσφεύγουσι σῇ χάριτι, σεπτὲ Νίκων Ὅσιε, τοῦ Ξηροῦ ὄρους ἔνοικε, τοῦ Παταπίου τοῖς ἀσκητικοῖς, καμάτοις ἐν Πόλει ἀμιλλώμενος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἐπομβρίαις δεήσεων, σοῦ πρὸς τὸν Παντάνακτα Νίκων κάθαρον, ῥύπου πάντας τοὺς ὐμνοῦντάς σε, ὠς ἀσκητικῶν ἀγώνων μέλαθρον.
Βοηθὸν καὶ ἀκέστορα, ἔγνωμέν σε Νίκων ἐν περιστάσεσι, καὶ δεινοῖς τοῦ βίου κλύδωσι, Κωνσταντινουπόλεως ὡράϊσμα.
Λαμπηδὼν ὁσιότητος, ἐν Ξηρῷ τῷ ὄρει ἀσκήσει ἔλαμψας, καὶ ἐφώτισας τοὺς κράζοντας· χαῖρε Νίκων κόσμου καταφύγιον.
Θεοτοκίον.
Ἀγνωσίας σκοτόμαιναν, σβέσον τῶν τιμώντων Σε Μητροπάρθενε, καὶ ἀνάτειλον φωτόλαμπρον, ἦμαρ ἐπιγνώσεως τοῖς δούλοις Σου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Βύθιον ἔχθρόν, τὸν ζητοῦντα ἀπολέσαι με, κατασύντριψον ῥομφαίᾳ σῶν εὐχῶν, πρὸς τὸν εὔσπλαγχνον Δεσπότην Νίκων ἔνδοξε.
Ἡ σεπτὴ Μονή, Παταπίου τοῦ θεόφρονος, τὴν σὴν μνήμην ἀνυμνοῦσα ἐν χορῷ, κατασπάζεται μορφήν σου Νίκων Ὅσιε.
Στήριξον ἡμᾶς, ἐν τῇ πίστει Νίκων κράζομεν, κλονουμένους βακτηρίᾳ σῶν εὐχῶν, πρὸς Χριστὸν τὸν πάντας κάμνοντα στηρίζοντα.
Θεοτοκίον.
Εὕροιμεν θερμήν, Σὲ προστάτιν Θεονύμφευτε, ἐν τοῖς κλύδωσι τοῦ βίου τοῖς δεινοῖς, καὶ ἐν πάσαις περιστάσεσι Μητρόθεε.













ᾨδὴ στ΄. Τὴν δέησιν.
 Χαρίτωσον, τοὺς ἀεὶ τιμῶντάς σε, ζηλωτὰ τῶν ἀρετῶν Παταπίου, οὗ τὸ ἀλώβητον σκῆνος ἡ μάνδρα, Προδρόμου Πέτρας σεπτῆς μετανοίας σου, ἐφύλαττε Νίκων σεπτέ, ἐν πασῶν Βασιλίδι τῶν πόλεων.
Θεάνθρωπον, ἐκτενῶς ἱκέτευε, ὑπὲρ πάντων τῶν προσφύγων σου Νίκων, τῶν προσκυνούντων μορφήν σου τὴν θείαν, ἐν τῇ Μονῇ Παταπίου τοῦ ἔμφρονος, καὶ τοῦ λειψάνου σου σεπτήν, θήκην χάριτας πᾶσι τὴν βλύζουσαν.
Ἱδρῶσί σου, ἐγκρατείας ἔσβεσας, τῶν παθῶν τῶν χαμαιζήλων τὴν φλόγα, βλαστὲ Ῥωσίδος ὁ χθόνα ποτίσας, τοῦ Βυζαντίου διὸ ἱκετεύω σε· κατάσβεσόν μου ζοφερόν, πῦρ παθῶν Νίκων τῶν τυραννούντων με.
Θεοτοκίον.
Συμμέτοχον, τῆς χαρᾶς ἀνάδειξον, τοῦ Υἱοῦ Σου Θεοτόκε Παρθένε, τὸν μεγαλύνοντα πόθῳ τὸ πλῆθος, τῶν θαυμασίων Σου καὶ ἐκδεχόμενον, τὰς Σὰς ἐνθέρμους προσευχάς, καὶ τὴν πρός με σὴν ἄγρυπνον εὔνοιαν.
Διάσωσον, τοὺς σε γεραίροντας Νίκων πνευματοφόρε, ἀπὸ πασης ἐπιβουλῆς ἐχθροῦ καὶ κακώσεως, ὡς εχων πρὸς Κύριον παῤῥησίαν.
Ἄχραντε...

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἰμάτων σου.
Τῶν θεαυγῶν Ἀσκητῶν ἐγκαλλώπισμα, καὶ θεοφόρων Ὁσίων ὑπόδειγμα, Ξηροῦ τοῦ ὄρους σεπτὸν ἐνδιαίτημα, καὶ νικητὴν κατ’ ἐχθροῦ θεῖον Νίκωνα, πιστῶν ὡς μεσίτην τιμήσωμεν.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὀσίου Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον κατὰ Λουκᾶν· (Κεφ. στ΄ 17-23): Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὀ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... (Ὅρα τὸ εἰς τὴν Λειτουργίαν τοῦ Ἁγίου Ἀντωνίου).
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Νίκων Πάτερ Ὄσιε, ὁ τὰ ἡδέα τοῦ βίου, καὶ τερπνὰ ὡς ἄύλος, μέροψ καὶ ἀσώματος ἀρνησάμενος, καὶ ζωὴν ἄμεμπτον, ἐν Μονῇ τῆς Πέτρας, τοῦ Προδρόμου βιωσάμενος, κλῖνον εὐήκοον, οὗς τοῖς σὲ πιστῶς μακαρίζουσι, καὶ πόθῳ προσκυνοῦσί σου, τὴν εἰκόνα τὴν θαυματόβρυτον, ἵνα βίου πάντες, διέλθωμεν σεμνῶς τὴν ατραπόν, καὶ εἰς σκηνὰς καταντήσωμεν, θεϊκῆς λαμπρότητος.




ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῆς Ῥωσίας τὸ ἄστρον, ἐν Κωνσταντινουπόλει, βολαῖς ἀσκήσεως, καὶ ταπεινοφροσύνης, ἀκτῖσι παμφαέσιν, διαλάμψας ὑμνήσωμεν, πυξίδα ὡς ἀκραιφνοῦς, ζωῆς ἠμῶν πρὸς πόλον.
Οἰκιστὰ θείων δόμων, Νίκων πνευματοφόρε, ὁ ἀμιλλώμενος, ἐν βίῳ Παταπίου, ταῖς ἀρεταῖς μὴ παύσῃ, δυσωπῶν τὸν Παντάνακτα, εὐθῦναι τρίβους ἡμῶν, πρὸς οὐρανῶν ἐπάλξεις.
Ὑπελθὼν θεαρέστως, τῆς ἀσκήσεως πόνους, πρὸς ὁλοκληρωσιν, ἐνίσχυσόν με Νίκων, τὸ στάδιον τοῦ βίου, τοῦ παρόντος πρεσβείαις σου, πρὸς τὸν Θεὸν διελθεῖν, ἀμέμπτως καὶ ἀσπίλως.
Θεοτοκίον.
Ῥῦσαι κακοηθείας, ἐμπαθείας ῥαστώνης, ὀργῆς καὶ θλίψεως, τοὺς δούλους Σου Παρθένε, Ἁγνὴ Θεοκυῆτορ, καὶ ὁδὸν ἐγρηγόρσεως, καὶ ἀπαθείας ἡμῖν, τοῖς Σε ὑμνοῦσι δεῖξον.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὑπὲρ τῶν πίστει, ἀσπαζομένων μορφήν σου, ἐν σπηλαίῳ σεπτοῦ Παταπίου, Νίκων μὴ ἐλλίπῃς, Χριστὸν καθικετεύων.
Σωμάτων παῦσον, καὶ τῶν ψυχῶν ἀλγηδόνας, τῇ σῇ χάριτι Νίκων τρισμάκαρ, ὁ ἐν Βυζαντίῳ, ἀσκήσας ἰσαγγέλως.
Ἄμφω μοι δίδου, Νίκων ὑγείαν ῥώμην, καὶ ἰσχὺν ἐδαφίσαι τοῦ πλάνου, τὴν ὀφρὺν λιταῖς σου, πρὸς Κύριον ἀπαύστοις.
Θεοτοκίον.
Ἰλύος Μῆτερ, παθῶν με κάθαρον τάχος, τῷ ὑσσώπῳ τῶν θείων εὐχῶν Σου, πρὸς τὸν Ζωοδότην, Υἱὸν μονογενῆ Σου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μυράλειπτρον ἁγνείας, Νίκων δυσωδίαν, παθῶν ἡμῶν χαμαιζήλων ἀπέλασον, καὶ εὐωδίας με πλῆσον τῆς θείας χάριτος.
Ἐπάκουσόν μου Νίκων, καὶ ζωῆς ἀγήρω, πολίτην δεῖξον τὸν ὕμνοις τιμῶντάς σε, καὶ καταφεύγοντα πόθῳ ταῖς σαῖς δεήσεσι.
Χριστὸν ὁ ἀγαπήσας, Νίκων ἐκ μυχίων, τῆς σῆς καρδίας Αὐτὸν καθικέτευε, ὑπὲρ τῶν πίστει καὶ πόθῳ μακαριζόντων σε.
Θεοτοκίον.
Μητράναδρε Παρθένε, Κεχαριτωμένη, χαρᾶς καρδίας τῶν δούλων Σου ἔμπλησον, καὶ λυπηρῶν ζόφον σκέδασον τὸν ψυχόλεθρον.







Ἄξιόν ἐστι... καὶ τὰ Μεγαλυνάρια.
Χαίροις Νίκων Ὅσιε Ἀσκητά, ἐν Ξηρῷ τῷ ὄρει ὁ νικήσας τὸν δυσμενῆ, πόνοις νυχθημέροις, εὐχῇ καὶ ταπεινώσει, καὶ νίκης ἀϊδίου, γέρα δρεψάμενος.
Χαίροις ταπεινώσεως λαμπηδών, χαίροις ἀκτησίας καὶ σεμνότητος φῶς τερπνόν, χαίροις ἐναρέτου, διαγωγῆς φαιδρότης, καὶ προσευχῆς ἀόκνου, Νίκων ἀμάρυγμα.
Πόνων Παταπίου τὸν ζηλωτήν, τὸν ἐν τοῦ Προδρόμου, ἐνασκήσαντα τῇ Μονῇ, ὀνομαζομένῃ, τῆς Πέτρας ἐν τῇ πόλει, τῇ Βασιλίδι ὕμνοις, Νίκωνα στέψωμεν.
Μνήμην τὴν ἁγίαν σου καὶ σεπτήν, ἄγουσα ἡ μάνδρα, Παταπίου τοῦ εὐκλεοῦς, Νίκων μεγαλύνει, καμάτων σου τὸ πλῆθος, πρὸς ἀρετὴν θεόφρον, καὶ ὁλοκλήρωσιν.
Ἀχανοῦς Ῥωσίας σεπτὲ βλαστέ, καὶ τοῦ Βυζαντίου, ἐνδιαίτημα ἱερόν, Νίκων ὁ ἀσκήσας, ἐν τῷ Ξηρῷ τῷ ὄρει, χαρίτων θείων ῥόδα, εὔοσμα ἤνθησας.
Πρέσβευε ἀπαύστως τῷ Λυτρωτῇ, Νίκων θεοφόρε ὑπερ πάντων τῶν ευσεβῶν, κατασπαζομένων, τὴν θείαν σου εἰκόνα, καὶ ἀνυμνούντων πόθῳ, σοῦ τὰ παλαίσματα.
Πᾶσαι τῶν Ἀγγέλων αἰ στρατιαί...

Τρισαγιον. Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς Ῥωσίας ἐκβλάστημα ἱερώτατον, ὄμβροις πιᾶναν τὴν χθόνα, ὄρους Ξηροῦ τὴν σεπτήν, τῶν αὐτοῦ ἀσκητικῶν ἱδρώτων μέλψωμεν, Νίκωνα νέον εὐλαβῶς, ὡς νικήσαντα ἐχθρόν, τὸν βέβηλον νυχθημέροις, πόνοις καὶ χάριν λαβόντα, πιστῶν γενέσθαι φύλαξ ἄγρυπνος.

Ἐν τῇ Ἀπολύσει, τροπάριον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντων, ἀσκουμένων καλλονή, καὶ βροτῶν ἐνθέων φαιδρότης, ὁ νικητὴς κατ’ εχθροῦ, μισοκάλου πρόσδεξαι, ἡμῶν τὴν δέησιν, Νίκων θεομακάριστε, καὶ σοῦ τοῖς ἱκέταις, κατ’ ἐχθίστου βράβευε, νίκας ἑκάστοτε, καὶ κατὰ παθῶν χαμαιζήλων, τοῖς ἀσπαζομένοις εἰκόνα, σοῦ τὴν χαριτόβρυτον θειότατε.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...

Δι’ εὐχῶν.






ΒΙΟΣ

Ὁ Ὅσιος Νίκων ὁ νέος, κατήγετο ἐκ τῆς ἀχανοῦς γῆς Ῥωσίδος. Θεοφιλῶς ἀσκήτευσε στὴν Κωνσταντινούπολη, καὶ μάλιστα στὴν Μονὴ τοῦ Τιμίου Προδρόμου τῆς Πέτρας, στὴν ὁποίαν ἐφυλάσσετο τὸ ἱερὸν σκήνωμα τοῦ Ὁσίου Παταπίου. Εὐαρέστησε τὸν Θεὸ μὲ τὴν ἀσκητική του ἀγωγὴ καὶ πολιτεία καὶ τὸ ἄνυδρο καὶ ἄγονο ἔδαφος τοῦ Ξηροῦ ὄρους τὸ ἔκανε μαλακὸ καὶ εὔφορο μὲ τοὺς ἱδρῶτες καὶ τὰ δάκρυά του. Παραμένει ἄγνωστος στοὺς Συναξαριστές. Εἰκόνα του εὑρίσκεται ἁγιογραφημένη στὸ σπήλαιο-ἀσκητήριο τῶν Γερανείων, τῆς Μονῆς Ὁσίου Παταπίου, ὅπως καὶ τμῆμα τῆς τιμίας αὐτοῦ σιαγόνος.
Ἡ εἰκόνα τοῦ Ὁσίου Νίκωνος τοῦ νέου, ἀποδίδεται σὲ ἀσκητὴ τοῦ Ξηροῦ ὄρους τῆς Κωνσταντινουπόλεως, Ῥῶσο τὴν καταγωγή, ποὺ ὀνομάσθηκε νέος σὲ ἀντιδιαστολὴ μὲ τὸν Ἅγιον Νίκωνα τῆς Ῥωσικῆς Ἐκκλησίας τοῦ ΙΑ΄ αἰῶνος. Ὁ Ῥῶσος προσκυνητὴς Ζώσιμος στὰ 1420 καὶ ὁ διάκονος Ἰγνάτιος ἀναφέρουν ὅτι στὸ Μοναστήρι τῆς Πετρας, στὸ φυλακτήριο δηλαδὴ τοῦ λειψάνου τοῦ Ὁσίου Παταπίου, προσεκύνησαν τὰ Ἅγια Λείψανα καὶ παρηγορήθηκαν πολὺ ἀπὸ τοὺς ἐκεῖ ἀσκουμένους Ῥώσους μοναχούς[1]. Ἡ μονή, λοιπον, τῆς Πέτρας εἶχε Ῥώσους μοναχούς· γι’ αὐτὸ καὶ μὲ τὴν ἀνεύρεση στὸ σπήλαιο τῶν Γερανείων τοῦ ἱεροῦ λειψάνου τοῦ Ὁσίου Παταπίου βρέθηκε καὶ Ῥωσικοῦ τύπου Σταυρός. Ἕνας ἀπὸ αὐτοὺς ἦταν καὶ ὁ Ὅσιος Νίκων ὁ νέος, του ὁποίου διέσωσε ὁ Νοταρᾶς τὴν ἁγία μνήμη στὰ Γεράνεια, ὅπου καὶ ἀπεικόνισε τὴν εἰκόνα του στὸ ἱερὸ σπήλαιο. Ἡ προσωνυμία ἄλλωστε Νέος, ποὺ τοῦ αποδίδεται συνηγορεῖ στὴν αποψη ὅτι πρόκειται γιὰ νέο Ὅσιο, σὲ σύγκριση, βέβαια, μὲ τὸν παλαιότερό του συνώνυμο Ῥῶσο Ἅγιο[2].







[1] Dr Mordmann: Βογδάν-Σεράϊ, ἤτοι ἡ Μονὴ τοῦ Προφήτου ἐνδόξου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, ἡ ἐπικεκλημένη τῆς Παλαιᾶς Πέτρας. Ἀρχαιολογικὴ Ἐπιτροπὴ τοῦ ἐν Κωνσταντινουπόλει ΕΦΣ, παράρτημα τοῦ ΙΘ΄ τόμου, σελὶς 6, 1891.

[2] Α. Κουκουλᾶς: Στ’ αχνάρια τοῦ τόπου μου. Λουτράκι, 1990, σελὶς 52.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου