ΙΑΝΟΥΑΡΙΟΥ 11!!
ΝΙΚΗΦΟΡΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΤΟΥ ΚΡΗΤΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ποιηθεῖσα ὑπὸ Ἱερέως
Εὐαγγέλου Παχυγιαννάκη & Μητροπολίτου Ῥόδου κ.
Κυρίλλου Κογεράκη)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄, καὶ
ψάλλομεν τὰ κάτωθι στιχηρὰ προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Νῦν
ἡ σεβάσμιος μνήμη ὑμῶν ἀνέτειλε, τοῦ θείου Νικηφόρου, εἰς ἔπαινον τῶν ἅθλων
ὑπὲρ Χριστοῦ, οὕς ἀνδρείως κατήγαγε, καὶ δι’ ὧν ὄφιν τὸν πλάνον πανευκλεῶς, ἐν
Κυρίῳ ἐτροπώσατο.
Οὐ
κηδεστῶν ἡ ἀγάπη οὐτὲ υἱῶν ἡ στοργή, ἤ τῆς συζύγου πόθος, καὶ κτημάτων ἀξία,
ψυχῆς σου παρεσάλευσαν τὸ στεῤῥόν, πρὸς Χριστὸν Μάρτυς φρόνημα. Διὸ μαρτύριον
ἔσχες ὀδυνηρόν, Νικηφόρε παμμακάριστε.
Πρὸ
τοῦ δημίου παρέστης καὶ ὡμολόγησας, τὴν εἰς Χριστόν σου πίστιν, Νικηφόρε
πολύτλα, καὶ θάνατον ὑπέστης ὑπὲρ Αὐτοῦ, δι’ ἀγχόνης στεῤῥότατα. Διὸ πιστῶν αἱ
χορεῖαι σεμνοπρεπῶς, τὴν σὴν μνήμην ἑορτάζουσι.
Φύλαττε
μάκαρ τοὺς πόθῳ νῦν ἐκτελοῦντάς σου, ἀθλήσεως τὴν μνήμην, Νικηφόρε παμμάκαρ,
καὶ ἄθλους οὕς ὑπήνεγκας καρτερῶς, ἐν ἐσχάτοις τοῖς ἔτεσιν, ὑπὲρ Χριστοῦ τοῦ
Σωτῆρος παρ’ οὗ λαμπρῶς, ἀνεδήσω νίκης στέφανον.
Δόξα.
Ἦχος β΄.
Ὡς
κατάκαρπος φοῖνιξ, Νεομάρτυς Νικηφόρε, ὡρίμους προσήγαγες καρπούς. Τοῦ γὰρ
παλαιμναίου ἐχθροῦ, τὴν βουλὴν ἠκύρωσας, καὶ ὡς θυσίαν ἄμωμον ἑαυτόν, Χριστῷ τῷ
Θεῷ ἡμῶν προσήγαγες. Αὐτὸν οὖν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Τῆς ἐορτῆς.
Ὑπέκλινας κάραν τῷ Προδρόμῳ,
συνέθλασας κάρας τῶν δρακόντων, ἐπέστης ἐν τοῖς ῥείθροις, ἐφώτισας τὰ σύμπαντα,
τοῦ δοξάζειν σε Σωτήρ, τὸν φωτισμὸν τῶν ψυχῶν ἡμῶν.
Εἰς
τὸν στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἐκ
κώμης τῆς Κριτσᾶ, ἀνέθαλεν ὡς ῥόδον, Χριστοῦ ὁ Νεομάρτυς, ὁ θεῖος Νικηφόρος, ὅν
ᾄσμασι γεραίρομεν.
Στ.: Θαυμαστὸς ὁ Θεός...
Πόθῳ
τοῦ Ἰησοῦ, λαβὼν δύναμιν θείαν, βασάνους ἀνυποίστους, ὑπὲστης φερωνύμως, ὦ
Νικηφόρε ἔνδοξε.
Στ.: Τοῖς Ἁγίοι;ς τοῖς ἐν τη γῇ...
Ἄγαρ
τὰς μηχανάς, καθήλωσεν ἐνδόξως, Σταυροῦ τῇ δυναστείᾳ. Διὸ νίκης βραβεῖον, ὁ
Νικηφόρος εἴληφε.
Δόξα.
Τριαδικόν.
Υἱὸν
ἀγαπητόν, Πατὴρ ἐκάλει λέγων, καὶ Πνεῦμα ἐμαρτύρει, ἐν ῥείθροις Ἰορδάνου,
Τριάδος τὴν φανέρωσιν.
Καὶ
νῦν. Τῆς ἑορτής.
ᾌσμα
καινοπρεπές, ᾀδέτω πᾶσα κτίσις, τῷ ἐκ Παρθένου φύντι, Χριστῷ καὶ βαπτισθέντι,
ἐν Ἰορδάνη σήμερον.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς
ἐρήμου πολίτης.
Τὸν
γενναῖον ὁπλίτην Νικηφόρον τιμήσωμεν, τὸν καρτερικὸν στρατιώτην, καὶ Χριστοῦ
φίλον γνήσιον, τῆς πίστεως λαμπτῆρα τὸν φαιδρόν, καὶ πλάνης καθαιρέτην
θαυμαστόν, δι’ ἀγχόνης τελειώσαντα εὐκλεῶς, τὸν δρόμον τοῦ μαρτυρίου, αἴγλῃ τὸν
ἐντρυφῶντα νοερᾷ, πίστει αὐτῷ κραυγάζοντες· μέμνησο τῶν τελούντων σου ἀεί,
μνήμην τὴν εὔσημον.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἦχος α΄.
Ἐν
Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ
Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα
ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός,
καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Ὁ Προοιμιακός, τὸ Μακάριος
Ἀνήρ, καὶ εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄. Ἦχος α΄. Πανεύφημοι
Μάρτυρες
Μάρτυς
Νικηφόρε τοῦ Χριστοῦ, ἐν ἐσχάτοις ἔτεσι, στεῤῥῶς Μαρτύρων τῶν πρόπαλαι,
ἐκμιμησάμενος, καρτερῶς τὸν ζῆλον, μαρτυρίου ἤνυσας, ἀγχόνῃ τὸ οὐράνιον στάδιον
καὶ χαίρων ἔδραμες, πρὸς σκηνὴν ἀχειροποίητον, μνημονεύων, ἡμῶν τῶν τιμώντων
σε.
Μάρτυς
Νικηφόρε τοῦ Χριστοῦ, πτῶμα ὅπερ πέπονθας, τῇ συμβουλίᾳ τοῦ ὄφεως,
ἐπανορθούμενος, πρὸς Μαρτύρων σκάμμα, καρτερῶς ἐχώρησας, καὶ πᾶσαν ἐν αὐτῷ τὴν
ἀσέβειαν, τῆς πλάνης ᾔσχυνας, παρ’ Ἀγγέλων θαυμαζόμενος, ὧν καὶ ὤφθης, ἐν πόλῳ
ὁμόσκηνος.
Μάρτυς
Νικηφόρε τοῦ Χριστοῦ, φερωνύμως ὥδευσας, ὁδὸν Μαρτύρων ἐν χάριτι, καὶ νίκης
στέφανον, δεξιᾷ Κυρίου, λαβὼν ὡς ἀήττητος, νικήτωρ εὐκλεὴς ἀναδέδειξαι, νίκας
αἰτούμενος, κατ’ ἐχθροῦ τοῦ παναλάστορος, ὑπὲρ πάντων, ἡμῶν τῶν τιμώντων σε.
Ἕτερα.
Ἦχος πλ. α΄. Ὅσιε Πάτερ.
Ὦ
Νικηφόρε, Νεομάρτυς ἀξιάγαστε, σαφῶς ἐπιποθῆσας ἐν τῇ προσκαίρῳ ζωῇ, τὰ θεῖα
μεγαλεῖα καὶ ἀριστεῖα, ὄντως ἐδίωξας αὐτὰ μανικῶς, πίστει μυκτηρίσας ἐχθροῦ τὴν
πανουργίαν, Χριστὸν καὶ αὖθις ὑπογραμμόν, τῇ σῇ ζωῇ καταστήσας καὶ ὁδηγόν,
ἀπαρνησάμενος τὴν πρῴην πλάνην Ἄγαρ, πάντας ἐξέπληξας, ἀνδρείως ἐναθλήσας.
Αὐτὸν ἱκέτευε, Αὐτὸν δυσώπει Ἅγιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν εἰρήνην καὶ
μέγα ἔλεος.
Ὦ
Νικηφόρε, Νεομάρτυς θεϊστούργητε, πιστῶς ἐγκαρτερήσας ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ,
βασάνους ἀνυποίστους καὶ κακουχίας, κράζων σὺν δάκρυσι πικρᾷ οἰμωγῇ, πᾶσιν ἐν
σταδίῳ ἐνθέρμως ἀνεβόας· Χριστὸν οὐδέπω ἐν ἑαυτῷ, ἐνσυνειδήτως ἐξώμοσα ἀλλ’
αὐτῷ, τὰ πάντα σκύμβαλα ἡγοῦμαι καὶ προδίδω, ἵνα τὴν ἄφθαρτον, κερδήσω
εὐφροσύνην. Αὐτὸν ἱκέτευε, Αὐτὸν δυσώπει Ἅγιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν
εἰρήνην καὶ μέγα ἔλεος.
Ὦ
Νικηφόρε, Νεομάρτυς ἐνδοξότατε, προθύμως ὡς ἀπώσω τῆς ἀπιστίας ἀχλύν, προσέδραμες
εἰς στάδιον μαρτυρίου, καὶ τὸ ὀλίσθημα ὅ πέπονθας γνούς, ἔρωτι τῷ θείῳ τρωθεὶς
τῆς εὐσεβείας, καὶ τὴν ὠμότητα οὐδαμῶς τῶν δυσσεβούντων τυράννων ὑπολαβών,
καθωμολόγησας Χριστὸν ὡς βασιλέα, ὅς καὶ σὲ ἔστεψε τῆς νίκης τῷ στεφάνῳ. Αὐτὸν
ἱκέτευε, Αὐτὸν δυσώπει Ἅγιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν εἰρήνην καὶ μέγα
ἔλεος.
Δόξα.
Ἦχος β΄.
Τῆς
εὐσεβείας τὴν ἰσχύν, ἐν ἑαυτῷ περιφέρων, ὅπερ πέπονθας κακόν, μαρτυρικῶς
ἐπηνώρθωσας Νικηφόρε μακάριε, ἐναντίον γὰρ τυράννων ἀσεβῶν, τὴν χριστώνυμον
κλῆσίν σου, ἀνενδοιάστως ὁμολογήσας, βασάνων τὸ ἀλγεινὸν καθυπέμεινας, καὶ τῇ
ἀγχόνῃ αἰωρηθείς, τὸ πάθος ἐν ἑαυτῷ τοῦ Κυρίου, ἐν ἐσχάτοις καιροῖς
ἀνεζωγράφησας. Ὅθεν τῇ ἀθλήσει σου, ὡραϊζομένη ἡ Ἐκκλησία, Νεομάρτυς ἀναβοᾷ
σοι· ὡς τῶν Μαρτύρων τῶν πρόπαλαι, ἐν οὐρανοῖς ὑπάρχων συμπολίτης, πρέσβευε
Ἅγιε ἐκτενῶς, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν πόθῳ τιμώντων σε.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Σῶσαι
βουλόμενος, τὸν πλανηθέντα ἄνθρωπον, οὐκ ἀπηξίωσας δούλου μορφήν ἐνδύσασθαι,
ἔπρεπε γὰρ σοὶ τῷ Δεσπότῃ καὶ Θεῷ, ἀναδέξασθαι τὰ ὑπὲρ ἡμῶν. Σὺ γὰρ βαπτισθεὶς
σαρκὶ Λυτρωτά, τῆς ἀφέσεως ἠξίωσας ἡμᾶς. Διὸ βοῶμέν σοι· Εὐεῤγέτα Χριστὲ ὁ Θεὸς
ἡμῶν, δόξα σοι.
Εἴσοδος,
τὸ Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ.
43, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ
συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς,
τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς Μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν.
Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι Μάρτυρες, καὶ ἐγὼ Μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ
παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι.
Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός,
καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν
ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ Μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς
ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς
ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3,
1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα
παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν
αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν,
συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5,
15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς
αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς
εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ
σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον
αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα,
δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα
ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει
αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ
ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις
ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ
συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ
ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία
περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε,
δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ
ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ
Ὑψίστου.
Εἰς τὴν Λιτήν. Ἰδιόμελα. Ἦχος α΄.
Τὸν
ἀήττητον ἀθλητὴν τῆς εὐσεβείας, Νικηφόρον πάντες τιμήσωμεν. Οὗτος γὰρ ἐν κώμῃ
τῆς Κριτσᾶς, φι’ εὐσεβείας ὡς ῥόδον ἀναβλαστήσας, τῇ Ἐκκλησίᾳ μαρτυρικῶς
διέπνευσε, τῆς χάριτος τὰς μυριπνόους πνοάς. Δι’ ὧν τὰς αἰσθήσεις
εὐφραινόμενοι, τὸν ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθέντα, καὶ τὴν φύσιν τῶν ὑδάτων
ἁγιάσαντα, Χριστὸν δοξολογήσω μεν κράζοντες· ὁ τοῦ νεάθλου σου Μάρτυρος, τὴν
θυσίαν ὡς ζῶσαν προσφοράν, εὐμενῶς προσδεξάμενος, Κύριε δόξα σοι.
Ἦχος
β΄.
Ὥσπερ
Χριστὸν ἐν Ἰορδάνου τοῖς ῥεύμασι, γυμνὸς ἐπιβαίνων ἐνέδυσεν ἡμᾶς, ἔτι δὲ
βασιλικὴν ἀλουργίδα ἐν Σταυρῷ, ἐξ αἱμάτων αὐτοῦ ἐνδυσαμένους ἐλυτρώσατο, οὕτω
οἱ Ἅγιοι Μάρτυρες, τοῖς αἵμασιν αὐτῶν, τὴν Ἐκκλησίαν ἐστόλισαν, ἐν οἷς
διαλάμπει ὡς φωστήρ, ὁ ἐκ Κριτσᾶς γενναῖος Νεομάρτυς Νικηφόρος ὁ θαυμάσιος, ὁ
λύσας Ἀγαρηνῶν τῆς κακίας τὴν ζόφωσιν, καὶ καταυγάσας τὸν χριστώνυμον λαόν,
μαρτυρίου ταῖς ὑπερφώτοις αὐγαῖς. Τοῦτον καὶ ἡμεῖς ᾄσμασι καταστέφοντες, τὸν τὰ
Ἰορδάνια ῥεῖθρα ἁγιάσαντα, ἐκτενῶς ἱκετεύομεν· Κύριε, πρεσβείαις τοῦ σοῦ Ἁγίου,
τῶν δεινῶν λυτρωθείημεν.
Ἦχος
γ΄.
Τῷ
φωτὶ τῆς Τρισηλίου θεότητος καταλαμπόμενος, Νεομάρτυς Νικηφόρε, ἐνίκησας τὸν
πρῴην πτερνίσαντά σε, κατὰ κράτος ἐχθρὸν τὸν παλαιμναῖον , καὶ ψυχήν σου
φοινίξας οἰκείῳ αἴματι, στολὴν ἠμφιέσθης ἀφθαρσίας. Ὅθεν, σὺν Ἀγγέλοις
εὐφραινόμενος, συναριθμούμενος ταῖς τῶν Μαρτύρων χορείαις, ἐκτενῶς σὺν αὐτοῖς
ἱκέτευε, Χριστὸν τὸν Θεόν, ἵνα λυτρώσηται ἡμᾶς ἐκ ψυχοφθόρων ἐχθρῶν, καὶ
παντοίων περιστάσεων.
Ἦχος
δ΄.
Νίκης
ἐπάθλων φερωνύμως ἠξίωσαι,καὶ στεῤῥοτάτῃ ψυχῇ γυναῖκά τε καὶ τέκνα, ὑπὲρ
Χριστοῦ τοῦ Νυμφίου σου ἀπεῖρξας μακάριε, καὶ εἴ τι ἄλλο φιλόϋλον οὐκ ἴσχυσε
κερδῆσαι, τὴν ἀγάπην Αὐτοῦ, ἀλλ’ ἀφειδήσας φθαρτῶν, ἀπειρέσιος ἐγένου αὐτῆς.
Ὅθεν, τὴν βλαστήσασάν σε κώμην, καὶ τὴν πόλιν μαρτυρίου σου ἐμεγάλυνας ἐν
κόσμῳ. Διό, παῤῥησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, ὑπὲρ οὗ τὸ αἷμα προθύμως
ἐξέχεας, πρέσβευε ὑπὲρ ἡμῶν τῶν τὴν μνήμην σου, ἐκ πόθου ἐπιτελούντων σεπτῶς,
Νικηφόρε θαυμάσιε.
Δόξα.
Ἦχος πλ. β΄.
Ἀξίως
τοῦ ὀνόματος ἐπολιτεύσω, Νικηφόρε πανέντιμε. Τὸν Σταυρὸν γὰρ τοῦ Χριστοῦ ἐπ’
ὤμων ἀράμενος, ζέοντι πόθῳ ἠκολούθησας αὐτῷ, καὶ ἐν μέσῳ Ἀγαρηνῶν παρανόμων,
τὴν ἀληθινὴν πίστιν, ἀνδρειοφρόνως ἐκήρυξας. Ὅθεν, καὶ νῦν τοῖς σοῖς αἵμασι
ἐκδιδάσκων ἡμᾶς, ἀρδεύεις νοητῶς τὴν ὁσημέραι αὐξάνουσαν, ἀκανθοβλαστον
πολιτείαν ἡμῶν, ἐν ἐσχάτοις τοῖς ἔτεσι. Διό, τοῦ Χριστοῦ ἀθλητά, Αὐτὸν ἱκέτευε,
ἵνα ὡς ὁ θεῖος Ἀπόστολος διδάσκει, οὗ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερπερισσεύσῃ καὶ
ἡ χάρις, ἡ δὲ χάρις βασιλεύσῃ διὰ δικαιοσύνης, ἐν Χριστῷ Ἰησοῦ εἰς ζωὴν τὴν
αἰώνιον.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Τὸν
ἐκ Παρθένου Ἥλιον, βλέπων ὁ ἐκ στείρας Λύχνος φαεινός, ἐν Ἰορδάνῃ αἰτούμενον
βάπτισμα, ἐν δειλίᾳ καὶ χαρᾷ, ἐβόα πρὸς Αὐτόν· Σύ με ἁγίασον Δέσποτα, τῇ θείᾳ
Ἐπιφανείᾳ Σου.
Εἰς
τὸν στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
ὁ Νεομάρτυς Χριστοῦ, Νεομαρτύρων τὸ σεβάσμιον καύχημα, ὁ πλάνην ἐκγόνων Ἄγαρ
καταβαλῶν ἀνδρικῶς, νικηφόροις ἄθλοις μαρτυρίου σου. χριστοῦ γὰρ τὸ ὄνομα, ὅ
ἠρνήσω τὸ πρότερον, ἐχθροῦ τῷ φθόνῳ, ὡμολόγησας ὕστερον, καὶ ἐνήθλησας, δι’
ἀγχόνης ὡς ἄσαρκος. Ὅθεν πρὸς αἰωνίζουσαν, μετέστης ἀπόλαυσιν, ζῶν τὴν ζωὴν ἥν
δωρεῖται, ὦ Νικηφόρε ὁ Κύριος, ἀεὶ ὅν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα
ἔλεος.
Στ.: Θαυμαστὸς ὁ Θεός...
Χαίροις,
ὁ Νεομάρτυς Χριστοῦ, Κριτσᾶς τῆς κώμης θεοφύτευτον βλάστημα, τὸ ἄνθος τῆς
Κρητονήσου, τὸ ἐξανθῆσαν σεπτῶς, γεωργίᾳ θείᾳ τῆς ἀθλήσεως. Πυρσὸς ὁ ἀείφωτος,
εὐσεβείας καὶ πίστεως, ὁμολογίας, ὁ ἀστὴρ ὁ φανότατος, ὁ ἀνέσπερος, τῆς
ἀθλήσεως ἥλιος, ἔσοπτρον τὸ οὐράνιον, τῆς θείας ἐλλάμψεως, τῶν εὐσεβῶν
Νικηφόρε, καταφωτίζων τὸ πλήρωμα. Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι
τὸ μέγα ἔλεος.
Στ.: Τοῖς Ἁγίοις...
Χαίροις,
ὁ Νεομάρτυς Χριστοῦ, ὁ τοῦ Δεσπότου μιμητὴς ἀκριβέστατος, καὶ δήμου τῶν
Ἀθλοφόρων, ἐν ταῖς σκηναῖς τῆς ζωῆς, τῆς ἀκαταλύτου ὁ συμμέτοχος, ὁ νίκης
ἐπώνυμος, ὁ νικήσας τὴν ἔπαρσιν, τῆς δυσσεβείας, νικηφόροις ἀγῶσί σου, καὶ τὸ
νίκαθρον, Νικηφόρε ἀήττητε, ἄνωθεν κομισάμενος, τῆς δόξης τὸ ἄφθαρτον, καὶ
παρεστὼς στεφηφόρος, τῷ Βασιλεῖ τῶν δυνάμεων, ἀεὶ ὅν ἐκδυσώπει, ὑπὲρ πάντων τῶν
τελούντων, πιστῶς τὴν μνήμην σου.
Δόξα.
Ἦχος πλ. δ΄.
Δεῦτε
πιστοί, σήμερον τιμήσωμεν ᾄσμασι, τὸν Νεομάρτυρα Χριστοῦ, Νικηφόρον τὸν ἔνδοξον.
Οὗτος γάρ, τὸν Σταυρὸν ἐπ’ ὤμων ἀράμενος, καὶ ἀποπτύσας τὴν πλάνην, ἥν πλεκτάνῃ
τοῦ ἐχθροῦ προσκαίρως ἐλάβετο, ἀνδρικώτατα ἐνώπιον συνεδρίου ἀπίστων, τὸν
Χριστὸν ὡμολόγησε, τῆς συζύγου πόθον τέκνων τε στοργήν, καὶ κτημάτων ἀξίαν, εἰς
οὐδὲν λογισάμενος. Ὅθεν, ἰσοστάσιος γενόμεος τῶν πάλαι Μαρτύρων, πρεσβευτὴς
ἡμὼν ἐν οὐρανῷ, σὺν αὐτοῖς ἐντυγχάνει, πρεσβεύων ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Πρὸς
τὴν φωνὴν τοῦ βοῶντος ἐν τῇ ἐρήμῳ, Ἑτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου, ἦλθες Κύριε,
μορφὴν δούλου λαβών, Βάπτισμα αἰτῶν, ὁ μὴ γνοὺς ἁμαρτίαν. Εἴδοσάν σε ὕδατα καὶ
ἐφοβήθησαν, σύντρομος γέγονεν ὁ Πρόδρομος, καὶ ἐβόησε λέγων· Πῶς φωτίσει ὁ
λύχνος τὸ Φῶς; Πῶς χειροθετήσει ὁ δοῦλος τὸν Δεσπότην; Ἁγίασον ἐμὲ καὶ τὰ ὕδατα
Σωτήρ, ὁ αἴρων τοῦ κόσμου τὴν ἀμαρτίαν.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς
ἐρήμου πολίτης.
Τὸν
γενναῖον ὁπλίτην Νικηφόρον τιμήσωμεν, τὸν καρτερικὸν στρατιώτην, καὶ Χριστοῦ
φίλον γνήσιον, τῆς πίστεως λαμπτῆρα τὸν φαιδρόν, καὶ πλάνης καθαιρέτην
θαυμαστόν, δι’ ἀγχόνης τελειώσαντα εὐκλεῶς, τὸν δρόμον τοῦ μαρτυρίου, αἴγλῃ τὸν
ἐντρυφῶντα νοερᾷ, πίστει αὐτῷ κραυγάζοντες· μέμνησο τῶν τελούντων σου ἀεί,
μνήμην τὴν εὔσημον.
Δόξα. Ἕτερον. Ἦχος γ΄.
Θείας πίστεως.
Χαίρων
θάνατον, τὸν δι’ ἀγχόνης, ὥσπερ ἄσαρκος, καθυπομείνας, φερωνύμως σὸν βίον
ἐσφράγισας, καὶ νίκης θεῖον ἀνέστησας τρόπαιον, τῇ Ἐκκλησίᾳ ἐσχάτοις ἐν ἔτεσιν,
ὅθεν πρέσβευε Χριστῷ Νικηφόρε ἔνδοξε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος
α΄.
Ἐν
Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ
Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα
ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός,
καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Ἑορτάζει
σήμερον, τοῦ Μεραμβέλλου ἡ κώμη, τῆς Κριτσᾶς ἡ εὔανδρος, τὴν σὴν πανεύφημον
μνήμην. Ταύτης γάρ, γόνος ὑπάρχων ὦ Νικηφόρε, ἤθλησας, ἐν τῷ Μεγάλῳ Κάστρῳ τῆς
Κρήτης, δολερᾶς ἀποσκιρτήσας, ἀπάτης, ὅθεν Χριστῷ νῦν παρίστασαι.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὁ
Δεσπότης σήμερον, ἐν Ἰορδάνῃ ἐπέστη, βαπτισθεὶς ἐν ὕδασι, ὑπὲρ τοῦ θείου
Προδρόμου, ἄνωθεν, ὁ Πατὴρ δὲ προσεμαρτύρει. Οὗτός ἐστιν, ὁ Υἱὸς ὁ ἀγαπητός
μου, καὶ τὸ Πνεῦμα ἐπεφάνη, ἐν ξένῃ θέᾳ, περιστερᾶς ἐπ’ αὐτόν.
Μετὰ
τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Σωφρόνως
διήνυσας, τῆς ἐπιγείου ζωῆς, τὸν δόλιχον ἔνδοξε καὶ τοῦ δολίου ἐχθροῦ, ὑπέστης
τὴν ἔφοδον, ὅνπερ καὶ καταισχύνας, ἐν χαρᾷ τῶν ἐνθάδε, πρὸς οὐρανὸν ἀνέπτης, ὡς
εἰκὸς Νικηφόρε, πρεσβεύων ὑπὲρ πάντων ἡμῶν, τῶν πίστει τιμώντων σε.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Τὰ ῥεῖθρα ἡγίασας τὰ
Ἰορδάνια, τὸ κράτος συνέτριψας τῆς ἁμαρτίας Χριστὲ ὁ Θεὸς ἡμῶν, ὑπέκλινας τῇ
παλάμῃ, σεαυτὸν τοῦ Προδρόμου, καὶ ἔσωσας ἐκ τῆς πλάνης, τῶν ἀνθρώπων τὸ γένος.
Διό σε ἱκετεύομεν, σῶσον τὸν κόσμον σου.
Μετὰ τὸν Πολυέλεον,
κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὴν ἀπάτην γνωρίσας Ἀγαρηνῶν,
Νικηφόρε θεόφρων μετανοῶν, προσῆλθες τῷ Κυρίῳ σου, καὶ τοῖς πᾶσι ἐκήρυξας, ἐν
παῤῥησίᾳ τούτου τὸ πάντιμον ὄνομα, ὑπὲρ αὐτοῦ τὸ αἷμα, προθύμως δὲ ἔκχεας, ὅθεν
φερωνύμως, νικηφόρος ἐδείχθης, καὶ θείου στρατεύματος ὁ Χριστός σε ἠξίωσε,
Νεομάρτυς πολύαθλε, μεθ’ οὗ ἀεὶ δυσώπει αὐτόν, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἰορδάνης τῷ ῥείθρῳ
καθυπουργεῖ, Ἰωάννης ἐκτείνξει χεῖρα φθαρτήν, φανέντος σου ἀόρατε, ἐν σαρκὶ
πρὸς τὸ βάπτισμα, ἀλλ’ ὀ μὲν ἐστρέφετο εἰς τὰ ὀπίσω φόβῳ, ὁ δὲ αὖθις ἐκράτει ἐν
τρόμῳ τὸν ἄφθαρτον, ὄντως ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἡ πηγὴ ἡ ἀείζωος, πηγάς τε καὶ
θαλάσσας, καὶ ἀνθρώπους ἡγίασας. Ἡ Τριὰς γὰρ ἐπέλαμψεν, ἄνωθεν Υἱόν σε ὀνομάζει
ὁ Γεννήτωρ, καὶ τὸ Ἅγιον Πνεῦμα συγκατέρχεται.
Τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεός...
Στίχ.: Τοῖς Ἁγίοις...
Εὐαγγέλιον
κατᾶ Λουκᾶν. Ζήτει αὐτῷ ἐν τῷ ὄρθρῳ τοῦ Ἁγίου Γεωργίου, κγ´ Ἀπριλίου,
Ὁ Ν´.
Δόξα:
Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον, ἦχος πλ. β΄. Στίχ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Δυναμούμενος τῷ σθένει
Χριστοῦ, ὑπὲρ Αὐτοῦ ἀνδρείως ἐνήθλησας παμμάκαρ Νικηφόρε. Οὕτω δὲ νεκρώσας τὸν
τύραννον, τὸν πρῴην πτερνίσαντά σε, ῥείθροις τῶν αἱμάτων σου, ἐπόντισας τὴν
πλάνην, ὅθεν τῶν Μαρτύρων ἀμοιβῆς ἀξιωθείς, συσκηνούμενος σὺν αὐτοῖς αἴτει καὶ
ἡμῖν τὰ κρείττονα.
Ὁ κανὼν τῆς Ἑορτῆς, καὶ οἰ β΄ κανόνες τοῦ Ἁγίου
Κανὼν πρῶτος, οὗ ἡ ἀκροστιχὶς ἐν ταῖς ᾠδαῖς α-ζ κατ’ ἀλφάβητον·
ἐν δὲ τῇ η΄ καὶ τῇ θ΄· Εὐαγγέλου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ
στόμα μου.
Ἀπὸ
τῶν βλεφάρων μου, τὸ νυσταγμὸν ἀποτίναξον, φωτὶ τῆς σῆς χάριτος, ὦ φωτοδότα
Χριστέ, ὡς ἄν ᾄσαιμι, νεάθλου Νικηφόρου, τὰ θεῖα παλαίσματα, καὶ κατορθώματα.
Βοήθειαν
Ἅγιε, τῇ σῇ πρεσβείᾳ παράσχου μοι, καὶ φώτισον δέομαι, τὴν ζοφεράν μου ψυχήν,
τὴν περίδοξον, σοῦ ἄθλησιν ὐμνῆσαι, ἐν ᾗ κατεπάλαισας τὸν πολυμήχανον.
Γεώδη
φρονήματα, καταλιπὼν ἐνδοξότατε, δυνάμει τοῦ κρείττονος, ὦ Νικηφόρε σοφέ,
προετίμησας, δωρήματα τὰ θεῖα, καὶ ὤφθης τοῖς ἄθλοις σου Ἀγγέλοις σύσκηνος.
Θεοτοκίον.
Δαβὶδ
θείῳ Πνεύματι, σὲ προεώρακε Ἄχραντε, βασίλισσαν ἔνθρονον, ἐν δεξιᾷ τοῦ Θεοῦ,
τοῦ Παντάνακτος, σεπτῶς καθεζομένην, καὶ αἴγλῃ ἀστράπτουσαν τῆς θείας χάριτος.
Κανὼν δεύτερος, οὗ Ἀκροστιχίς: Νικηφόρε μέλπω σε ὡς στεφανίτην. Κυρίλ(λ)ου.. Ἦχος β΄. Δεῦτε λαοί.
Νίκης
λαμπρᾶς, τρόπαιον θεῖον ἀθλήσας στεῤῥῶς, τῇ Ἐκκλησίᾳ ἔστησας, καὶ κατετρόπωσας,
τὸν τοῦ ψεύδους δυνάστην, τρισμάκαρ Νικηφόρε, ὅθεν δεδόξασαι.
Ἵνα
τὸν σόν, πόθον κερδήσῃς Χριστὸν τὸν Θεόν, ἐπὶ ἐχθρῶν τὸ ὄνομα, αὐτοῦ ἐκήρυξας,
καὶ ἀγχόνῃ ἐδέξω, τὸ τέλος Νικηφόρε, Μάρτυς ὡς ἄριστος.
Κώμη
Κριτσᾶς, γάνυται Μάρτυς σπαργάνοις τοῖς σοῖς, καὶ τὴν σεπτήν σου ἄθλησιν,
ἐγκωμιάζουσα, τὸν Σωτῆρα δοξάζει, τὸν δόξης τῷ στεφάνῳ σὲ στεφανώσαντα.
Θεοτοκίον.
Ἡ
τὸν Θεόν, ἐκ τῶν αἱμάτων τεκοῦσα τῶν σῶν, καὶ μετὰ τόκον μείνασα, Παρθένος
ἄφθορος, Θεοτόκε Μαρία, παθῶν τῶν ἀκαθάρτων, ῤῦσαι τοὺς δούλους σου.
ᾨδὴ γ΄. Τοὺς σοῦς
ὑμνολόγους.
Ἐπέστη
σεβάσμιος ἠμέρα, τῆς σῆς Νεομάρτυς ἑορτῆς, πιστοὺς περιαυγάζουσα, καὶ γῆς πάντα
τὰ πέρατα, ὑπερφυῶς εὐφραίνουσα, μύροις σεπτοῖς τῶν αἱμάτων σου.
Ζωὴν
τὴν ἀγήρω προτιμήσας, ἀπέθου προφρόνως τὴν φθαρτήν. Διὸ ἐν μέσῳ ἔκραζες, τῶν
δυσσεβῶν πανένδοξε, ὑπὲρ Χριστοῦ ἁλίσκομαι, ἵνα αὐτῷ καὶ συζήσομαι.
Ἡ
χάρις Χριστοῦ τοῦ ζωοδότου, ἰθύνασα δύναμιν νοός, σὲ ὄντως ἐπεσκίασε. Διὸ καὶ
ηὐτομόλησας, εἰς σκάμμα τῆς ἀθλήσεως, ἐν ᾧ τὴν πλάνην κατέβαλες.
Θεοτοκίον.
Θεὸν
ἡ ξενίσασα Παρθένε, ἀφράστως ἐν θείᾳ σου γαστρί, τὸ γένος τὸ ἀνθρώπινον, εἰς
οὐρανοὺς ἀνύψωσας, καὶ πρὸς ἀρχαίαν εὔκλειαν, αὖθις αὐτὸ ἐπανήγαγες.
Ἕτερος. Στερέωσον ἡμᾶς.
Φανότατος
φωστὴρ ἐξανέτειλας, δουλείας ἐν χρόνοις ὦ Νικηφόρε, καὶ σκοτίαν διεσκέδασας,
τῆς ἀσεβείας αὐγαῖς μαρτυρίου σου.
Ὀλέθρου
τῆς ψυχῆς ἀπετίναξας, τὸ βάρος μακάριε Νικηφόρε, καὶ ἐσώθης θείῳ ἔρωτι, τοῦ
μαρτυρίου τελέσας τὸ στάδιον.
Ῥωννύμενος
Σταυροῦ παμμακάριστε, δυνάμει κατέπτυσας τὴν ἀπάτην, Νικηφόρε καὶ γεγένησαι,
τῆς εὐσεβείας κρηπὶς ἀκατάσειστος.
Θεοτοκίον.
Ἐπέφανεν
ἐκ σοῦ Θεονύμφευτε, Θεός τε καὶ ἄνθρωπος ὁ Δεσπότης, τοὺς βροτοὺς
ἀνακαλούμενος, τῆς τοῦ γενάρχου πικρᾶς παραβάσεως.
Κάθισμα. Ἦχος α΄. Τὸν
τάφον σου Σωτήρ.
Ἀγχόνῃ
εὐθαρσῶς, τὸ μακάριον τέλος, δεξάμενος τὸ σόν, ἐπηνώρθωσας πταῖσμα, καὶ ὤφθης
συμμέτοχος, τῶν Μαρτύρων τῆς πίστεως, μεθ’ ὧν πρέσβευε ὑπὲρ ἡμῶν Νικηφόρε, ἵνα
εὕρωμεν παραπτωμάτων τὴν λύσιν, οἱ πόθῳ τιμῶντές σε.
Δόξα.
Σιδήρου
ἀληθῶς, Νικηφόρε τῇ γνώμῃ, στεῤῥότερος δειχθείς, δι’ ἀγάπησιν θείαν, σαυτὸν
συνετήρησας, μέχρι τέλους ἀκέραιον, καὶ κατῄσχυνας, Ἀγαρηνῶν τὴν κακίαν, ὅθεν
ἔδραμες, εἰς οὐρανοὺς νικηφόρος, ὡς Μάρτυς ἀήττητος.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ὁ
μέγας ὑετός, πρὸς ποτάμια ῥεῖθρα, ἐπέφανε σαρκί, βαπτισθῆναι θελήσας. Πρὸς ὅν ὁ
θεῖος Πρόδρομος ἐκπληττόμενος ἔλεγε· Πῶς βαπτίσω σε, ῥύπον μὴ ἔχοντα ὅλως; Πῶς
ἐκτείνω μου, τὴν δεξιὰν ἐπὶ κάραν, ἥν τρέμει τὰ σύμπαντα.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν
δόξῃ.
Ἰοβόλους
τὰς ἀκάνθας, τῶν δημίων ἐξέβαλες, πίστει διελέγξας, σφόδρα τὴν κακίστην
δυσσέβειαν, ὁμολογίας τὸ εὔτολμον δεικνύμενος, γενναιότατε. Διὸ φαιδρῶς σε
γεραίρομεν.
Κλίσιν
ἔνδοξον καὶ θείαν, οἱ τοῦ ψεύδους ἀλάστορες, ἔσπευδον συλῆσαι, καὶ φαιδροῖς
τοῖς δώροις κλονῆσαί σε, ἀλλ’ὡς ἀσύνετοι πάντες κατῃσχύνθησαν, τῇ ἀθλήσει σου,
ὦ Νικηφόρε θεόκμητε.
Λελυμένος
τῶν γηΐνων, ἐν ἀγχόνῃ μετέωρος, Μάρτυς ἐκρεμάσθης, Ἄγαρ τῶν ἐκγόνων ὡμότητι, ὠς
ἐπὶ ξύλου Χριστὸς παρ’ οὗ καὶ ἔλαβες, τὸ ἀκήρατον, στέφος τῆς δόξης πανένδοξε.
Θεοτοκίον.
Μυστικὴ
χαῖρε Παρθένε, μυροθήκη τῆς χάριτος. Χαῖρε παρθενίας μύρον Μαριὰμ τὸ ἠδύπνοον.
Χαῖρε χαρὰν ἡ τεκοῦσα τὴν ὑπέρθεον, ὑπεράμωμε. Χαῖρε ἐλπὶς τῶν ψυχῶν ἡμῶν.
Ἕτερος. Τὴν ἐκ Παρθένου σου
γέννησιν.
Μάρτυς
ἐδείχθης στερέμνιος, παρωσάμενος τέκνων, Νικηφόρε τὴν στοργήν, καὶ δι’ ἀγάπην
τὴν μείζονα, τὸ δι’ ἀγχόνης τέλος ὑπενεγκών. Διό σε κατ’ ἀξίαν ὁ Δεσπότης
ἐθαυμάστωσε Χριστός.
Ἔχων
τὸ φρόνημα ἄῤῥηκτον, ἐναντίον τυράννων, ἀνεκήρυττες βοῶν· χριστιανὸς ἐγὼ
πέφυκα, καὶ οὐκ ἀρνοῦμαι, ὄνομα τοῦ Χριστοῦ, ἐλέει τοῦ παθόντος ἀνεικάστῳ, ἵνα
σώσῃ τοὺς βροτούς.
Λόγοις
τῆς γλώσσης σου ἔλυσας, ἀσεβείας εἰς τέλος Νικηφόρε τὰς πλοκάς. Τὴν εὐσεβῆ γὰρ
ἐκήρυξας, πίστιν ἀνδρείως, σθένει θεουργικῷ, καὶ ἐν Κάστρῳ τῆς Κρήτης τῷ
Μεγάλῳ, ἐμαρτύρησας καλῶς.
Θεοτοκίον.
Πᾶσα
Θεόνυμφε γλῶσσά σε, εὐσεβῶς μακαρίζει, ὡς Μητέρα τοῦ Θεοῦ. Τὸν τοῦ Πατρὸς γὰρ
ἐκύησας, Λόγον ἀφράστως, σῴζοντα τοὺς λαούς, ὡς Θεὸς ἐλεήμων τῆς κατάρας, τῆς
ἀρχαίας τοῦ Ἀδάμ.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Νευρώσας
ἐν χάριτι, τὴν σὴν ψυχὴν μακάριε, τῇ τοῦ Παρακλήτου ἐνεργείᾳ, καὶ πρὸ βημάτων
τυραννικῶν ὑποστάς, ὕβρεις καὶ βασάνων ἀπειλάς, πᾶσιν μὴ πτοούμενος, θαρσαλέως
ὑπέμεινας.
Ξυρόμυρον
γέγονε, τὸ σῶμά σου πανόλβιε, ὅλον λελουσμένον ἐξ αἱμάτων, ὠς ἐδοξάσθη τοῦ
μαρτυρίου ὀσμαῖς. Σὺ γὰρ ὥσπερ ἔμψυχος ναός, αὔραις ταῖς τοῦ Πνεύματος,
Νικηφόρε ἐξέλαμψας.
Ὁλόφωτος
Ἅγιε, εἰς δώματα οὐράνια, ἔδραμες δυνάμει μαρτυρίου, ἐν μέσῳ σκότους καὶ
δυσωδίας κακῶν, καὶ ὡς πανελεύθερος παθῶν, ἠξιώθης χάριτι, εἰσελθεῖν εἰς τὰ
κρείττονα.
Θεοτοκίον.
Πανάμωμε
Δέσποινα, τοῦ κόσμου ἡ βοήθεια, ὡς ἡ τὸν φιλάνθρωπον τεκοῦσα Λόγον δυσώπει,
ἡμᾶς λυτρώσασθαι, πάσης περιστάσεως δεινῆς, ταῖς τοῦ Νεομάρτυρος ἱκεσίαις
δεόμεθα.
Ἕτερος. Μεσίτης Θεοῦ.
Ὡραῖος
Χριστοῦ τοῦ Δεσπότου πέφηνας, σοφὲ ἀθλητής, ἀγχόνῃ γὰρ ἔνδοξε, πλάνην
ἀπηγχόνισας τὴν βέβηλον, εὐσεβείας ἐκφαίνων τὴν μυστικὴν λαμπρότητα.
Σαλπίσας
τρανῶς, θεολόγοις ῥήμασι, ἐν γλώσσῃ λαμπρᾷ, τυράννους κατῄσχυνας, καὶ τὰ
ὀχυρώματα κατέβαλες, τὰ τοῦ ψεύδους εἰς τέλος ὦ Νικηφόρε ἔνδοξε.
Ἐμοὶ
βοηθὸς Νικηφόρε φάνηθι, ἐν βίῳ παντί, ὡς Μάρτυς γὰρ ἄριστος ἔχεις παῤῤησίαν
ἀκαταίσχυντον. Διὰ τοῦτο προσπίπτω, τῇ κραταιᾷ πρεσβείᾳ σου.
Θεοτοκίον.
Ὤ
Μῆτερ ἁγνή, κυλινδούμενον πάθεσι, σὸν δοῦλον αἰσχροῖς, ἐλέησον δέομαι, τρόπους
μετανοίας μοι παρέχουσα. Εἰς σὲ γὰρ καὶ ἐλπίζω μετὰ Θεὸν ὀ ἄθλιος.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ῥοὴ
αἱμάτων σου ἔνδοξε, μανίαν δυσσεβῶν ἐναπέπνιξε, καὶ δυσμενέστατον, μάρτυς
ἐχθρὸν κατετρόπωσε, καὶ εὐσεβεῖς εἰς πίστιν, ἐμυσταγώγησε.
Σοῦ
εὐφημοῦντες μαρτύρια, γενναῖε Νικηφόρε αἰτούμεθα, ἠμᾶς κακώσεως, καὶ πάσης
βλάβης καὶ θλίψεως, καὶ μετὰ πότμον ῥῦσαι, πικρᾶς κολάσεως.
Τί
ξένον τοῦτο τὸ θέαμα; Καιροῖς ἐν τοῖς ἐσχάτοις ὁ νέαθλος, πρὸ τῆς ἀθλήσεως,
μετὰ χαρᾶς ἀπετάξατο, τῶν ὑλικῶν πραγμάτων, πᾶσαν τὴν ἔμφασιν.
Θεοτοκίον.
Ὑπὸ
τὴν σκέπην σου πάντοτε, προστρέχω Θεοτόκε ὁ ἔνοχος, καὶ καταπλήττομαι, τὴν
ἀνοχὴν ἥν δεικνύεις μοι, ἐπὶ κακῶν μου πᾶσι, τοῖς ἀτοπήμασι.
Ἕτερος. Ἐν ἀβύσσῳ
πταισμάτων.
Σωτηρίας
Χριστός σε ἠξίωσεν, ἥν ἠρνήσω πρότερον, φθόνῳ τοῦ ὄφεως. Νικητικῶς γὰρ ἤθλησας,
μετανοίᾳ σαυτὸν καθηράμενος.
Τῶν
τῆς πλάνης ἀρκύων ἐξέφυγες, καὶ Χριστῷ ἐλεύθερος ἅπασι, Νικηφόρε ἐκφαίνων τὴν
ἔλλαμψιν.
Ἐκ
κινδύνων παντοίων διάσωσον, συμφορῶν τε θλίψεων καὶ περιστάσεων, τοὺς εὐλαβῶς
γεραίροντας, Νικηφόρε τὴν θείαν σου ἄθλησιν.
Θεοτοκίον.
Φύλαττέ
με ἀπαύστως Πανάχραντε, τῇ ἁγίᾶ σκέπῃ σου τῶν ἐπιθέσεων, τοῦ παλαμναίου
δράκοντος, ἵνα αδω ᾠδήν σοι ἐπάξιον.
Κοντάκιον. Ἦχος γ΄. Ἡ
Παρθένος σήμερον.
Τῷ
ἀστέκτῳ ἔρωτι, τοῦ Ἰησοῦ Νικηφόρε, πτερωθεὶς κατῄσχυνας, τὰς τῶν ἐχθρῶν
μεθοδείας, ἔθραυσας, τοῦ ἀρχεκάκου τὴν πανουργίαν, ἤθλησας, ἐν τοῖς ἐσχάτοις
καρτεροψύχως. Διὰ τοῦτό σοι βοῶμεν· Νεομαρτύρων χαῖρε τὸ καύχημα.
Ὁ Οἶκος.
Τὴν
τοῦ Κυρίου σαφῶς διδασκαλίαν ἤκουσας, τὴν ὅστις οὐκ ἀφῆκεν γονεῖς ἤ ἀδελφοὺς ἤ
ἀδελφὰς ἤ γυναῖκα ἤ τέκνα, λέγουσαν, οὐκ ἔστι μου ἄξιος καὶ ταύτῃ πιστῶς
ἀκολουθήσας δι’ ἀγάπην Χριστοῦ, καρποὺς ἀγάπης μείζονος καὶ μαρτυρίου θεόφρονας
αὐτῷ προσήγαγες. Τὸν Σταυρὸν δέ, ὡς ἱστίον, ταῖς αὔραις τοῦ Παρακλήτου
ῥιπιζόμενον, ἐπ’ ὤμων βαστάσας, εὐσταλῶς διεπέρασας τὸ τοῦ μαρτυρίου σκάμμα,
καὶ εἰς λιμένα τὸν γαληνὸν τοῦ Κυρίου, μάκαρ προσώρμισαι, ἔνθα Ἀγγέλων καὶ
Ἁγίων χοροστασίαι. Διὰ τοῦτό σοι βοῶμεν· Νεομαρτύρων χαῖρε τὸ καύχημα.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου
Νεομάρτυρος Νικηφόρου, τοῦ ἐκ τῆς κώμης Κριτσᾶς
Λασιθίου καταγομένου, καὶ ἐν τῷ Μεγάλῳ Κάστρῳ (Ἡρακλείῳ) ἀθλήσαντος, ἐν ἔτει 1832.
Ἐν γῇ χλοαυγῇ τῆς Κριτσᾶς ἀναθάλλων,
Νικηφόρος νῦν γε συζῇ Νόοις πόλῳ.
Ἐνδεκάτῃ ἤθλησε Νικηφόρος ἀγχόνῃ περιφανῶς.
Οὗτος, υἱὸς Τζανῆ τινος, κατήγετο ἐκ
τῆς κώμης Κριτσᾶς Μεραμβέλλου Κρήτης. Ἐλθὼν δὲ εἰς γάμου ἡλικίαν, ἐνυμφεύθη
μετά τινος γυναικός, Μωαμεθανίδος τὸ θρήσκευμα, Φετμὰ ὀνομαζομένης, μεθ’ ἧς καὶ
ἀπέκτησε δύο υἱούς.
Συνεργίᾳ ὅμως τοῦ ἀρχεκάκου ἐχθροῦ,
ἀγνώστου μενούσης εἰσέτι τῆς αἰτίας, ὁ Νικηφόρος ἐξώμοσε τὴν πάτριον εἰς Χριστὸν
θρησκείαν καὶ ἠσπάσατο τὴν ψυχόλεθρον τοῦ ψευδοπροφήτου Μωάμεθ, λαβὼν τὸ ὄνομα Ἰμπραχίμ.
Ἀλλ’ εἶτα, προνοίᾳ τοῦ φιλανθρώπου Θεοῦ, τοῦ βλέποντος τὰ κρύφια τῆς καρδίας τῶν
ἀνθρώπων, ἐξένηψεν οὗτος, γνοὺς ὅ πέπονθε μέγα ὀλίσθημα καὶ ἦλθεν εἰς ἑαυτόν,
κλαίων καὶ ὀδυρόμενος, ζῶν ἔκτοτε τὴν κατὰ Χριστὸν πίστιν καὶ ζωήν.
Βλέπουσα ὅμως ἡ γυνὴ αὐτοῦ τὴν
τοιαύτην μεταστροφήν του, καὶ μὴ βαστάσασα, πανουργίᾳ τοῦ διαβόλου, κατήγγειλεν
αὐτὸν εἰς τὰς μουσουλμανικὰς ἀρχάς. Τούτων δὲ ἐγκαλεσαμένων τὸν Νικηφόρον δι’ ἐξακρίβωσιν,
ἐδήλωσε ἑνώπιον αὐτῶν εὐθαρσῶς τὴν ἐνσυνείδητον καὶ ἐλευθέραν αὐτοῦ θέλησιν, ἀποτάξας
τὴν μουσουλμανικὴν πλάνην, καίτοι ἐγνώριζεν ὁ μακάριος, ὅτι ἡ τοιαύτη ἀπόφασίς
του συνεπήγετο τὴν εἰς θάνατον καταδίκης.
Ἡ καταγγελία τῆς ἀρνήσεως τοῦ Ἰσλαμισμοῦ
καὶ τῆς ἐπιστροφῆς τοῦ Νικηφόρου εἰς τὴν πάτριον τοῦ Χριστοῦ πίστιν, ἐγένετο εἰς
τὰς διοικητικὰς ἀρχάς, τοὐτέστιν εἰς τὸν Βαλῆν τῆς Κρήτης τοῦ Χάνδακος, ἦτο ὁ
Μουσταφᾶ Πασᾶς. Συνελήφθη ὅθεν ὁ Νικηφόρος ὑπὸ τῶν ἐκτελεστικῶν ὀργάνων τοῦ Διοικητοῦ,
ἅτινα, κατὰ τὴν ἐποχὴν ἐκείνην, ἦσαν ἐντόπιοι ἐξισλαμισμένοι χριστιανοί, ἀνήκοντες
εἰς τὰ σώματα τῶν Γενιτσάρων. Ἡ ὑπόθεσις παρεπέμφθη ἀπὸ τὸν Βαλῆν εἰς τὸ ἱεροδικεῖον,
ἑνώπιον τοῦ ὁποίου ὡδηγήθη ὁ Νικηφόρος, καὶ αὖθις ὡμολόγησε ἑαυτὸν χριστιανόν.
Κατόπιν τούτου, τὸ δικαστήριον ἐξέδωσε ἀπόφασιν ἐκτελέσεως τοῦ Νικηφόρου δι’ ἀπαγχονισμοῦ,
ὅστις ἀπετέλει τὴν πλέον ἀτιμωτικὴν ποινήν, καὶ ἐπιβάλετο διὰ παραδειγματισμόν.
Τόπος δε τῆς ἐκτελέσεως ἦτον ὁ εἰς τὴν σημερινὴν πλατεῖαν Δικαιοσύνης χῶρος, ἔνθα
καὶ οἱ στρατῶνες τῶν Γενιτσάρων. Ἦγε δὲ οὗτος ὁ μακάριος τοῦ Χριστοῦ Νεομάρτυς,
τὸ τριακοστὸν περίπου ἔτος τῆς ἡλικίας του.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοδοσίου τοῦ
Κοινοβιάρχου.
Κοινοῦ
Θεοδόσιος Ἡγεμὼν βίου,
Κοινὴ
Μονασταῖς ἐκβιώσας ζημία.
Οὗτος
ὁ Ὅσιος Πατὴρ ἡμῶν Θεοδόσιος ὑπῆρχεν ἐν κώμης Μωγαρισοῦ, τῆς Καππαδόκων
ἐπαρχίας, πατρὸς Προαιρεσίου, καὶ μητρὸς Εὐλογίας, ἀμφοτέρων εὐσεβῶν καὶ
πιστῶν. Ὑπέδυ δὲ τὸν μονήρη βίον, καὶ τὸ τούτου ἱερὸν ἔνδυμα. Καταλαβὼν δὲ τὰ
Ἱεροσόλυμα, ἐκεῖθεν εἰς Ἀντιόχειαν παρεγένετο πρὸς τὸν Μέγαν Συμεὼν τὸν
Στυλίτην, παρ᾿ οὗ τὴν ἐσομένην αὐτῷ πρὸς ἀρετὴν ἐπίδοσιν ἐμυήθη· ὅτι πολλῶν
γενήσεται λογικῶν θρεμμάτων ποιμήν. Εἶτα ἡσυχάζει παρὰ Λογγίνῳ τινί, ἀοιδίμῳ
ἀνδρί. Τὴν ἄκραν ἐγκράτειαν μετελθών, ὡς τῆς ἑβδομάδος ἅπαξ σιτίζεσθαι, καὶ ἐπὶ
τριάκοντα χρόνους ἄρτου ὅλως μὴ γευσάμενος, καὶ τὴν ἄλλην ἀρετὴν ἀσκήσας, ἐπὶ
τοσοῦτον ἀναβάσεως ὕψος ἦλθεν, ὡς καὶ παράδοξα θαύματα ἐκτελεῖν.
Τὸν
γὰρ μετελθόντα τοῦ βίου Βασίλειον μοναχόν, καὶ τὸν τάφον ἐγκαινίσαντα (ὃν ἑαυτῷ
κατασκευάζει ὁ Ἅγιος πρὸς μνήμην τοῦ θανάτου), συνιστάμενον μετὰ τῶν ἀδελφῶν
καὶ συμψάλλοντα, καὶ τοῖς λοιποῖς ὄντα ἀθέατον, ὁ Ὅσιος μόνος μεθ᾿ ἑτέρου ἑώρα
μοναχοῦ. Καὶ μὴ προϋποτεθέντος πυρός, τοὺς ἐσβεσμένους ἄνθρακας ἀνῆψεν, ἔνθα
ἱδρύσασθαι τὸ Μοναστήριον ἔμελλε. Καὶ γυναῖκά τινα προσελθοῦσαν τῆς αἱμοῤῥοίας
ἀπήλλαξε. Καὶ ἐξ ἑνὸς κόκκου, ὃν εὐλογήσας ἀπέδωκεν, ὑπερεκχεῖσθαι τούς σιτῶνας
πεποίηκε. Καὶ τὸ κατὰ τοῦ φρέατος πεσὸν παιδίον, ἀοράτως ἐπιφανείς, τοῦ λάκκου
ἀνήγαγε. Καὶ τὴν θραῦσιν τῶν τικτομένων παιδίων ἀνέστειλεν, ἃ μήπω φθάσαντα τῷ
βίῳ προσελθεῖν, διὰ θανάτου τοῦ βίου ἠλαύνοντο. Τὴν οὖν αὐτῶν μητέρα, οὐδέν τι
στείρας ἄμεινον κατὰ τοῦτο διακειμένην, διὰ προσευχῆς εὔτεκνον ἔδειξεν. Ἀλλὰ
καὶ νέφος ἀκρίδων ἐσόβησε δι᾿ ἐπιτιμήσεως μόνης. Καὶ Κήρυκον, τὸν τῆς Ἀνατολῆς
κόμητα, ἄτρωτον ἐν πολέμοις πεποίηκεν, ἀντὶ θώρακος, ἡ τῆς τριχίνης ἐσθῆτος τοῦ
Ἁγίου περιβολή. Καὶ περὶ τὰς γονάς, παρά τοῦ αὐχμοῦ ἀδικουμένην τὴν γῆν, τῆς
ἀδικίας ἀπήλλαξε, δι᾿ εὐχῆς ὑετὸν καταγαγών. Προεῖπε δὲ καὶ τὴν διὰ σεισμοῦ
μέλλουσαν κατάπτωσιν καταλαμβάνειν τὴν Ἀντιόχειαν. Καὶ πολλοὺς τοῦ θαλασσίου
κλύδωνος ἐῤῥύσατο, κινδυνεύουσι τούτοις ἐπιφανείς. Καὶ πολλῶν Μαθητῶν καθηγητὴς
γεγονώς, πρὸς Κύριον ἐξεδήμησε.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῶν μυρίων Ἁγίων Ἀγγέλων.
Τοὺς ἐξυμνοῦντας τὸν Τρισάγιον Ὕμνον,
ὕμνοις γεραίρειν εἰκός ἐστιν Ἀγγέλους.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Στεφάνου, τοῦ ἐν Πλακιδιναῖς, καὶ τῶν Ἁγίων
Θεοδώρου καὶ Ἀγαπίου τοῦ Ἀρχιμανδρίτου.
Οἱ τρεῖς Τριάδος νῦν παρίστανται θρόνῳ,
Τὴν γῆν λιπόντες καὶ κατοικοῦντες πόλον,
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάϊρος, αἰκιζόμενος τελειοῦται.
Μάϊρος ἐκραύγαζεν, ὢν ἐν αἰκίαις.
Μὴ δειλιᾷς Μάϊρε, πλήττου καὶ στέφου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Βιτάλιος ἐν εἰρήνῃ τελειοῦται.
Καὶ πνεῦμα δόντα Βιτάλιε Κυρίῳ,
Τὰ πνεύματα φρίττει σε τῆς πονηρίας.
Οὗτος, εἶναι ἐκεῖνος ὅστις ἀναφέρεται
εἰς τὸν βίον Ἰωάννου τοῦ Ἐλεήμονος, ὅστις ἦτον εἰς τὸ μοναστήριον τοῦ ἀββᾶ
Στρίδου, καὶ ὑπῆγεν εἰς τὴν Ἀλεξάνδρειαν, διὰ νὰ δοκιμάσῃ τὸν θεῖον Ἰωάννην, ἐὰν
εὐκόλως σκανδαλίζεται.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Θεοδόσιος, ἡγούμενος τῆς ἐν Ἄθῳ Ἱερᾶς Μονῆς τοῦ
Φιλοθέου· καὶ εἶτα, πεσὼν αἱχμάλωτος εἰς τοὺς Ἀγαρηνούς, ἔγινεν ὕστερον ἐπίσκοπος
Τραπεζοῦντος, ἐν εἰρήνῃ τελειοῦται.
Θεοδοσίῳ ἐπλάκη διπλοῦν στέφος,
ὡς Ἱεράρχης καὶ Ὁσίῳ Κυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Μιχαήλ, τῆς μονῆς
Κλὸπς τοῦ Νόβγκορον τοῦ Ῥώσσου, τοῦ διὰ Χριστὸν σαλλοῦ.
Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Φεῖσαι Ἅγιε, ἡμῶν τῶν εὐφημούντων
σου, γνώμην τὴν εὔτονον, κατὰ βαρβάρων ἐχθρῶν, δι’ ἧς ηὐτομόλησας μόνος πρὸς ἄθλησιν,
ἔνθα ᾔσχυνας, αὐτῶν τὴν πλάνην ἔνδοξε, καὶ ἐγένου χριστοκῆρυξ.
Χαίρων ἔλεγες, τῷ σθένει τῆς
δυνάμεως, τοῦ Θείου Πνεύματος, τῷ παρανόμῳ κριτῇ· Χριστοῦ ἐγὼ πέφυκα, δοῦλος ὦ
τύραννε, καὶ τὸν θάνατον, ἠγοῦμαι κέρδος μέγιστον, ἵνα ζήσω αἰωνίως.
Ψέγος Ἅγιε, τὸ ἦθος οὐκ ἐμείωσε, τῆς
παῤῥησίας σου, ἀλλ’ ἐν φωνῇ σταθηρᾷ, ἐβόας· τὰ βάσανα, ἅ προξενεῖτέ μοι, καὶ τὸν
θάνατον, ὑπὲρ Χριστοῦ ὐφίσταμαι, ὅν ὑμνῶ εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ὦ Πανάχραντε, δυνάμει τῆς
πρεσβείαις σου, ἡμᾶς ἐλέησον, ὡς τὸν Σωτῆρα Χριστόν, τεκοῦσα ἐν σώματι, ἐκ τῶν
αἰμάτων σου, σοὶ γὰρ Δέσποινα προσπίπτομεν γεραίροντες, τὰ πολλά σου μεγαλεῖα.
Ἕτερος. Ἀντίθεον πρόσταγμα.
Ἀντίθεον πρόσταγμα πικρῶν τυράννων,
ἀνδρείως ἐπάτησας, δυνάμει θείας χάριτος. Χριστὸν δὲ ἐδόξασας, ὀμολογίας τῆς σῆς,
ἄθλοις παμμακάριστε. Διὸ ὦ Νικηφόρε, λαμπρῶς δεδόξασαι.
Ναμάτων πεπλήρωσαι ζωῆς ἀφράστου,
Χριστοῦ ὡς γευσάμενος, κρατῆρος θείῳ ἔρωτι, ὅν πρῴην ἠρνήσω γάρ, ὀμολογήσας καλῶς,
ἤθλησας ὡς ἄσαρκος, ἀγχόνῃ Νικηφόρε, θεομακάριστε.
Ἰκρίῳ ὑψούμενος τῷ ποθουμένῳ, Χριστῷ
ἐνητένιζες ψυχῆς σου Μάρτυς ὄμμασι, καὶ πόθῳ ἐκραύγαζες, τοῖς μιαιφόνοις ἐχθροῖς·
ψεύδεσθε ὦ ἀνομοι, ἐγὼ γὰρ ἐν Κυρίῳ, θνήσκω καὶ ζήσομαι.
Θεοτοκίον.
Τυράννους κατήργησας τὴν
δυναστείαν, ἀσπόρως κυήσασα Χριστὸν τὸν μόνον Κύριον, ἡμᾶς δὲ ἀνέστησας Θεοκυῆτορ
Ἀγνή, τοῦ ἀρχαίου πτώματος. Διὸ ἀεὶ τὸ Χαῖρε, σοὶ ἀναμέλπομεν.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ἔστης ἐναντίον ἀνόμων, κηρύττων ἐν
παῤῥησίᾳ τὸν φιλάνθρωπον, ὅν ἠρνήσω πρότερον, εἶτα ἀνανήψας δέ, κατέκτησας τὰ
τρόπαια, νίκης πανένδοξε, νεάθλων καλλονὴ Νικηφόρε, ὅθεν τὰ βραβεῖα, ἀπείληφας
Κυρίου.
Ὕμνους εὐχαρίστως σοι προσφέρει,
Κριτσὰ ἡ ἐνεγκαμένη σε ὡς πρέπει σοι, καὶ τὸ Κάστρον γάννυται, ὅτι τὰ σὰ
λείψανα, ἐν σπλάγχνοις φέρει Ἅγιε, καὶ ἠ ἀγχόνη σου, εἰς ὕψος ὁδηγεῖ θεηγόρον,
πάντας τοὺς ἐν πίστει, τελοῦντας τὴν σὴν μνήμην.
Ἄγγελοι σὴν ἄθλησιν ὁρῶντες,
μακάριε Νικηφόρε κατεπλάγησαν. Σὺ γὰρ παρωσάμενος, πάντα τὰ ἐπίπλαστα, ὑπὲρ
Χριστοῦ τὸν θάνατον, χαίρων ὑπέμεινας, καὶ ἔδραμες πρὸς ἄφθιτον δόξαν, πάντων
μνημονεύων, τῶν σὲ ὑμνολογούντων.
Θεοτοκίον.
Γνώμη ὀρθῆς πίστεως Παρθένε, ἥν εἶχεν
ὁ Νικηφόρος ὁ πανένδοξος, ὅλως ἐξηφάνισε, καὶ πλάνην κατεπάτησε, καὶ ὡμολόγησεν,
ἀσμένως ὅν ἐκύησας Μῆτερ, Πνεύματι Ἁγίῳ, Χριστὸν τὸν ζωοδότην.
Ἕτερος. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Ἤρθης πρὸς δόξαν ἀληθῆ, ἐν ἀγχόνῃ ὑψωθείς,
ὦ Νικηφόρε, ἐσαεὶ κατοπτεύων, τοῦ ζωοδότου Χριστοῦ, τὸ κάλλος σοφὲ τὸ ἐράσμιον.
Διό σε ὑμνοῦμεν, αἰτούμενοι σὴν χάριν.
Νίκης τελέσας ἐπὶ γῆς, νῦν αὐλίζῃ ἐν
σκηναῖς, τοῦ Παραδείσου, μετ’ Ἀγίων ἁπάντων καὶ σὺν Ἀγγέλοις Θεῷ, προσάγεις ᾠδὴν
τὴν τρισάγιον, Μάρτυς Νικηφόρε, ἀγλάϊσμα Μαρτύρων.
Κόσμος ὡράθης ἀθλητῶν, ἐν ἐσχάτοις
τοῖς καιροῖς, ὦ Νικηφόρε, ἐμιμήσω γὰρ πίστει, τὴν καρτερίαν αὐτῶν, καὶ ἄθλοις
φαιδροῖς ὑπερήστραψας, φωστὴρ ὡς φωσφόρος, πατρῴας εὐσεβείας.
Θεοτοκίον.
Ὕμνοις ἀεί σε Μαριάμ, τὴν Μητέρα τοῦ
Θεοῦ, ἀνευφημοῦμεν. Τοῦ Πατρὸς γὰρ ὀ Λόγος, σωματωθεὶς ὑπὸ σοῦ, τὴν φύσιν ἡμῶν ἀνεκαίνισε,
καὶ ἔσωσε κόσμον, δι’ ἄκραν εὐσπλαγχνιαν.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Γνόφος ἱερὸς ἐκάλυψεν Ἅγιε, Ἁγίου
Πνεύματος, σοῦ νοὸς κινήματα, καὶ ἐπληρώθησαν θείου ἔρωτος, καὶ αὖθις ἀπετάξαντο,
πλάνην τὴν βέβηλον, ὅθεν, ὥσπερ ὕδωρ τῷ Κυρίῳ σου, σὸν πανάγιον αἷμα ἐξέχεας.
Ἔστησας τὴν σήν, ἀγχόνην οἰ ἄνομοι,
ὅπως καμφήσεται, σοῦ τὸ θεῖον φρόνημα, ἀλλὰ δυνάμει Χριστοῦ ῥωννύμενος,
γενναίως κατεφρόνησας, δεινὴν ὠμότητα Νικηφόρε, ὅθεν νίκης ἔπαθλα, ἐπαξίως
Χριστός σοι ἐδώρησε.
Λάμψον καὶ ἡμῖν, αὐγαῖς χαρισμάτων
σου, δι’ ὧν κεκόσμησαι, τοῖς πιστῶς ὑμνοῦσί σε, ὦ Νικηφόρε νεάθλων κράτιστε.
Γενναίως γὰρ ὑπέμεινας, διὰ Χριστὸν αἰκισμούς, ὥσπερ ὄναρ, πάντα λογισάμενος.
Διὰ τοῦτο Χριστός σε ἐδόξασε.
Τριαδικόν.
Οἴμοι ὦ Τριάς, ἀμέριστε ἄκτιστε
μετανοοῦντά με, δέξαι, ὤν τε πλάσμα σόν, καθικετεύω μὴ ἀποῤῥίψῃς με, ἐν πίστει
γὰρ προσέρχομαι, καὶ φόβῳ κράζω σοι· προσκυνῶ σε, ὦ Τριὰς ἀμέριστε, σὺν Πατρὶ
καὶ Υἱῷ τε καὶ Πνεύματι.
Θεοτοκίον.
Ὕμνον ἐκ ψυχῆς, προσφέρω σοι
Δέσποινα, καὶ ἱκετεύω σε. Πάσης περιστάσεως προσερχόμενης ἐξ ἀμελείας μου, τῇ
μητρικῇ πρεσβείᾳ σου, ῥῦσαι καὶ ἄνεσιν, δός μοι Μῆτερ, ἵνα πόθῳ κράζω σοι· τῶν
πιστῶν χαῖρε πάντων βοήθεια.
Ἕτερος. Ἀνάρχου Γεννήτορος.
Ῥωννύμενος χάριτι, Μαρτύρων Μάρτυς ἔνδοξε,
μαρτυρίου τὸν δρόμον, ἀνδρείως ὥδευσας, καὶ πρὸς καταπαύσεις μετέστης, τὰς ἀσαλεύτους
ὦ Νικηφόρε. Διό σε γεραίρομεν, τὸ τῆς Κρήτης ἐγκαλλώπισμα.
Ἱλάσθητι Κύριε, ἡμῖν ἀμέτρως
πταίουσι, Νικηφόρου πρεσβείαις, τοῦ Ἀθλοφόρου σου. αὐτὸς γὰρ ἀθλήσεως πόνοις, ἐπὶ
τῆς γῆς Σῶτέρ σε δοξάσας, ἀεί σοι παρίσταται, θείας δόξης ἐμφορούμενος.
Λαμπρύνεται σήμερον, Κρητῶν ἡ νῆσος
ἅπασα, ἐξαιρέτως Κριτσὰ δέ, ἡ ἐνεγκαμένη σε, ᾠδαῖς ἐκτελεοῦσαι σὴν μνήμην, τὴν
φωταυγῆ Μάρτυς Νικηφόρε, ὧν ἔσο ὑπέρμαχος, τῇ ἁγίᾳ προστασίᾳ σου.
Ὁ νέος ἐν Μάρτυσι, Χριστοῦ ὁ
μιμησάμενος, τὸ ἑκούσιον πάθος, δυνάμει πίστεως, δέχου Νικηφόρε τὸν ὕμνον, ὅν ἱερῷ
ἔπλεξά σοι πόθῳ, καὶ ῥῦσαι πρεσβείαις σου, τοῦ πυρός με τῆς κολάσεως.
Θεοτοκίον.
Ὑπέραγνε Δέσποινα, Θεὸν ἡ
σωματώσασα, ἐξ ἁγνῶν σου αἰμάτων, φωνῆς μου ἄκουσον, ὅτι κινδυνεύω εἰς χάος,
δεινῶν παθῶν καταποντισθῆναι, καὶ σῶσόν με ἄχραντε, τὸν πανάθλιον ἱκέτην σου.
Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τὸ
πτῶμα ὅπερ πέπονθας, ἐπιγνοὺς Νικηφόρε, πρὸς μαρτυρίου ἔσπευσας, γηθοσύνως τὸ σκάμμα,
καὶ ἐν αὐτῷ ἐναθλήσας, ὑπὲρ ἄνθρωπον Μάρτυς, πρὸς δόξαν τὴν ἀνέκφραστον,
θαυμαστῶς ἀνυψώθης, καὶ τῷ Χριστῷ, εὐκλεῶς παρέστης ὅν ἐκδυσώπει, δοθῆναι τοῖς
τιμῶσί σε, τῶν πταισμάτων τὴν λύσιν.
Ἕτερον. Ὁ οὐρανὸν τοῖς
ἄστροις.
Αἰωρηθεὶς
ἐν ἀγχόνῃ, ὡς ὁ Δεσπότης ἐν Σταυρῷ, αὐτοῦ τοῦ πάθους ἐγένου, ὦ Νικηφόρε
μιμητής. Διὸ αὐτῷ εἰς αἰῶνας, ἐν πόλῳ συμβασιλεύεις.
Θεοτοκίον.
Θεομακάριστε
νεῦσον, τῶν οἰκετῶν σου ταῖς φωναῖς, ὡς ἀγαθὴ καὶ παράσχου, ἡμῖν δακρύων
ποταμούς, ἵνα παθῶν καθαρθῶμεν, τῶν εἰδεχθὼν μολυσμάτων.
Εἰς τοὺς αἴνους. Ἦχος δ΄.
Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς
ἐν Μάρτυσι νέαθλον, Νικηφόρε παγκράτιστε, συνελθόντες σήμερον εὐφημοῦμέν σε. Σὺ
γὰρ ἐσχάτοις ἐν ἔτεσι, Χριστὸν ὡμολόγησας, ἐναντίον τῶν ἐχθρῶν, καὶ ἀγχόνῃ τὸν
θάνατον, χαίρων ἤνεγκας, προσδοκῶν τῆς ζωῆς τὰς ἀπολαύσεις, ὧν πληρούμενος νῦν
αἶτει, τοῖς ὑμνηταῖς σου τὰ κρείττονα.
Τῇ
ἀγχόνῃ ὑψούμενος, τοῦ ἐχθροῦ ἀπηγχόνισας, Νικηφόρε ἔνδοξε τὰ βουλεύματα, καὶ
πλάνης σύνδεσμον ἅπαντα, εἰς τέλος διέλυσας καὶ ἐδόξασας Χριστοῦ, τὸ σωτήριον
ὄνομα, ὅπερ πρότερον, ἀφροσύνῃ προσκαίρῳ ἀπηρνήσω, ὅθεν Μάρτυς στεφηφόρος, ἐν
οὐρανοῖς ἀναδέδειξαι.
Ἱερεῖον
εὐπρόσδεκτον, μυστικὸν καλλιέρημα, θῦμα εὐαπόδεκτον δῶρον τέλειον, μαρτυρικῶς
προσενήνεξαι, Χριστῷ τῷ Κυρίῳ σου, παρ’ οὗ νίκης θαυμαστῆς, φερωνύμως ἀπέλαβες
τὸ διάδημα, Νικηφόρε Μαρτύρων συμπολῖτα, Κρητονήσου εὐκοσμία, καὶ ἐκκλησίας
εὐπρέπεια.
Τοῦ
κρατῆρος γευσάμενος, τῶν Μαρτύρων τῆς πίστεως, Νικηφόρε ἔνδοξε προθυμότατα,
οἶνον κεκέρακας πίστεως, πιστῶν τῷ πληρώματι, τὴν δὲ μέθην τῶν ἐχθρῶν, εἰς
κατάπτωμα τέλεον, μετεποίησας. Τὸν Χριστὸν γὰρ τρανῶς ὁμολογήσας, καθυπέμεινας
ἀνδρείως, τὴν δι’ ἀγχόνης τελείωσιν.
Δόξα. Ἦχος πλ. δ΄.
Νικηφόρε
μακάριε, τὴν πρὸς Χριστὸν ἀγάπην ἐνδεικνύμενος, πρὸς μαρτυρίου ἀγῶνας
προσεχώρησας, καταφρονήσας τοῦ σώματος, ὅθεν ἐν αὐτοῖς σθένει τῆς χάριτος, τὴν
κλῆσίν σου ἀποδείξας ἀληθεύουσαν, θεόθεν μισθὸν ἐκομίσω, τὴν αἰωνίαν ζωὴν καὶ
ἀπόλαυσιν, ἀλλ’ πρέσβευε ἀεὶ ὑπὲρ ἡμῶν, τῶν εὐλαβῶς τελούντων τὴν σεβάσμιόν σου
ἄθλησιν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Δοξολογία μεγάλη καὶ
ἀπόλυσις
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου