ΣΕΠΤΕΜΒΡΙΟΣ ΙΓ΄!!
ΑΡΙΣΤΕΙΔΗΣ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)
ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν, τό· Μακάριος ἀνήρ. Εις δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἀθηναίων ἐκβλάστημα, ἀνδρικῷ παραστήματι, Ἀριστείδη Μάρτυς ἐχθροῦ διέλυσας, τὴν σκοτομήνην καὶ Κύριον, Χριστὸν τὸν οἰκτίρμονα, ὡμολόγησας τρανῶς, πορφυρώσας αἱμάτων σου θείοις χεύμασι, τὴν κλεινὴν τοῦ σοφοῦ Διονυσίου, ἄμα καὶ Ἱεροθέου χθόνα, ὁπλῖτα τρισένδοξε.
Ἀνενδότῳ φρονήματι, ἐναθλῶν ἀξιάγαστε, τῶν ἐχθρῶν τῆς πίστεως καθυπέμεινας, τοὺς αἰκισμοὺς τὰ ῥαβδίσματα, βασάνων τὸ ἄμετρον, Ἀριστείδη εὐκλεές, καὶ ἀγχόνην ἐπώδυνον· ὅθεν ἤμβλυνας, τῶν δαιμόνων τὰ κέντρα καὶ ἀνῆλθες, στεφηφόρος πρὸς τῆς δόξης, τῆς ἀενάου σκηνώματα.
Ἀριστεῦ ἐννομώτατε, εὐψυχίᾳ κοσμούμενος, ἤνθισας ὡς κρίνον πανευωδέστατον, ἐν τῷ λειμῶνι τῆς πίστεως, ὀσμὴν τὴν οὐράνιον, διαπνέον μυστικῶς, Ἀριστείδη φιλόσοφε, ῥεῖθροις αἵματος, τοῖς τελοῦσι τὴν μνήμην σου τὴν θείαν, καὶ δοξάζουσι ἀπαύστως, τὸν σὲ ἀξίως δοξάσαντα.
Τετρωμένος τῷ ἔρωτι, Ἰησοῦ τοῦ Παντάνακτος, πάντων τῶν ῥεόντων σοφῶς ἠλόγησας, νοΐ τρισένδοξε κρείττονι, καὶ χαίρων διέδραμες τῆς ἀθλήσεως ὁδόν, καθελὼν τοῦ ἀλάστορος τὰ φρυάγματα, διὰ τοῦτο ὡς μάρτυρα γενναῖον, καὶ ἡμῶν μεσίτην θεῖον, πρὸς τὸν Χριστὸν σὲ γεραίρομεν.
Τῇ ἀγχόνῃ ἐτέλεσας, Ἀριστείδη τὸν βίον σου, ἅπασι κηρύττων Θεὸν τὸν Κύριον, εἶναι Χριστὸν τὸν φιλάγαθον, τὸν θέλοντα σώσασθαι γένος ἅπαν τῶν βροτῶν, φιλοσόφων διδάσκαλε καὶ ὑπόδειγμα, ἀθλητῶν διὰ τοῦτό σε τιμῶμεν, καὶ τὴν μνήμην σου τοῖς ὕμνων, εὐφήμοις ἄνθεσι στέφομεν.
Μαθητὴς εὐπειθέστατος, Ἀριστείδη γενόμενος, τοῦ Διονυσίου τοῦ οὐρανόφρονος, τοῦ Ἀθηναίων κοσμήσαντος, τὸ ἄστυ τὸ ἔνδοξον, καὶ τοῦ ἱεροπρεποῦς θείου Ἱεροθέου, νοῦν τὸν σὸν ὕψωσας ὁλοτρόπῳ ἐφέσει πρὸς τὸν Κτίστην, ὑπὲρ οὗ καὶ τὸν σὸν αἷμα, προθύμως Μάρτυς ἐξέχεας.
Δόξα. Ἦχος πλ. Β΄.
Νομίμως ἀγωνισάμενος ὑπὲρ τοῦ Κυρίου, καὶ ἀριστεύσας ἐν τῷ σκάμματι τῆς ἀθλήσεως, τῇ ἄνωθεν ῥοπῇ τυραννικὴν ἐξεφαύλισας μανίαν, Ἀριστείδη πολύαθλε, ἐνδυσάμενος γὰρ τὴν πανοπλίαν τῆς χάριτος, ὁπλίτης ἀκραιφνὴς καὶ πανάριστος εδείχθης τοῦ Βασιλέως τῆς δόξης, δραμὼν πρὸς τὴν ἀγχόνην γηθόμενος ὡς εἰς δεῖπνον ἑόρτιον, καὶ νῦν τὸν ἀμάραντον στέφανον τῆς οὐρανίου βασιλείας ἀναδησάμενος, καὶ παῤῥησίαν ἔχων τῷ Δεσπότῃ τῶν ὅλων ἀπαύστως ἱκέτευε ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Καὶ τὰ ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ. Μγ΄ 9-14).
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς, ἤ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς ὃν ἐξελεξάμην· ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ὑμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Γ΄. 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἄψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δε εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθώσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Ε΄. 15-23 & ΣΤ΄, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέξει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
ΛΙΤΗ. Ἦχος Α΄.
Ὡς στρατιώτης τοῦ Παμβασιλέως ἀήττητος, Ἀριστείδη τρισένδοξε, τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἀξίως ἀπείληφας, ἐνδυθεὶς γὰρ θώρακα τῆς πίστεως ἄτρωτον εὐθαρσῶς Χριστὸν ὡς Θεὸν ὡμολόγησας πρὸ τυραννικοῦ καὶ παρανόμου βήματος, καὶ ποικίλως δοκιμασθεὶς ὡς χρυσὸς ἐν χωνευτηρίῳ χάριν εὗρες παρὰ τοῦ Κυρίου πρεσβεύειν ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Ἀγάπῃ θείᾳ καλλωπιζόμενος καὶ εὐσεβείας τῷ ζήλῳ πυρούμενος, πρὸς ἀγχόνην ἀνδρικῶς ἐχώρησας, Ἀριστείδη θεσπέσιε. Καὶ ἀνδρειοφρόνῳ γνώμῃ τὴν τῶν εἰδώλων διελέγξας πενίαν καλῶς ὡμολογήσας τὸν Κύριον τυθεὶς ὡς ἀμνὸς πίστεως ἄμωμος, ἀλλ’ ὡς Μάρτυς ἀλκίφρων καὶ κληρονόμος τῶν αἰωνίων ἐπάθλων πρέσβευε ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων τὴν σεβάσμιον μνήμην σου.
Ἦχος γ΄.
Τοῖς λόγοις τοῦ Διονυσίου, καὶ Ἱεροθέου πειθόμενος, τῆς χάριτος γέγονας δοχεῖον πολύτιμον, Ἀριστείδη Ἀθηνῶν ἐγκαλλώπισμα, ἀνδρικῶς γὰρ ἀγωνισάμενος, τὸν ἀρχαῖον πτερνιστὴν κατηγωνίσω, καὶ νίκης τρόπαια ἐδέξω παρὰ τοῦ ἀγωνοθέτου Σωτῆρος Χριστοῦ, ἀνακεκαλυμμένως οὖν νῦν ὁρῶν Αὐτοῦ τὴν λαμπρότητα μὴ παύσῃ ἱκετεύων ὑπὲρ τῶν τελούντων τὴν ἀεισέβαστον μνήμην σου θειότατε.
Δόξα. Ἦχος δ΄.
Τῇ τοῦ ζωηφόρου Σταυροῦ δυνάμει ἀθλητικοῖς ἀγῶσι διέλαμψας Ἀριστείδη Μάρτυς πανεύφημε, ἀκαταπλήκτῳ σου γὰρ ψυχῇ ὡς ἀστὴρ ἐωθινός, τὴν ἀχλὺν τῆς εἰδωλομανίας πίστει διέλυσας, ἀλλ’ ὡς ἐν πᾶσι δοξάσας Χριστὸν τὸν Ἐσταυρωμένον Κύριον πρέσβευε ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνους τοὺς δούλους σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. Δ΄. Ὤ του παραδόξου θαύματος.
Μάρτυς, Ἀριστείδη ἔνδοξε, γόνε κλεινὲ Ἀθηνῶν, ἱερώτατον τέμενος, τῆς πρὸς τὸν Παντάνακτα, ἐποφθεὶς ἀγαπήσεως, ἀκαταπλήκτῳ ψυχῇ ὑπήνεγκας, βασάνων πλῆθος, αἰκίας μάστιγας καὶ πολυώδυνον, δι’ ἀγχόνης θάνατον ὑπὲρ Χριστοῦ, Τοῦ σὲ κραταιώσαντος ἐν τοῖς παλαίσμασι.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχες μου καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Μάρτυς, Ἀριστείδη εὔψυχε, ὥσπερ Χριστοῦ ἐκλεκτόν, ἐνιαύσιον σφάγιον, σεαυτὸν παρέδωκας πρὸς ἀγχόνην ἐπώδυνον, ὅθεν τελέσας καλῶς τὸν δρόμον σου, πρὸς ἀθανάτους λήξεις ἀνέδραμες, καὶ ὁμηγύρεως, τῶν Ἁγίων ἔτυχες ἐν οὐρανοῖς, στέφος κομισάμενος αἰωνιότητος.
Στ.: Καὶ ἔστησε ἐπὶ πέτρα τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου
Μάρτυς, Ἀριστείδη ἔνθεε, ὑποστηρίζων στεῤῥῶς, τοῦ Χριστοῦ τὸ ἐπώνυμον, καὶ θεόφρον πλήρωμα τὸ δεινῶς διωκόμενον, σαυτὸν προθύμως βασάνοις ἔδωκας, καὶ τοὺς σοὺς ὄμβρους αἱμάτων ἔκχεας, νῦν δὲ τῷ βήματι, χαίρων παριστάμενος τοῦ Λυτρωτοῦ, πρέσβευε δοθῆναί μοι, πταισμάτων ἄφεσιν.
Δόξα. Ἦχος πλ. Δ΄.
Ταῖς ἀκτῖσι τοῦ τρισμακαρίστου Σταυροῦ πυρσευόμενος ἀθλητικὰς ἐπεδείξω ἀριστείας Ἀριστείδη φωτόλαμπρε. Καὶ καρτερόψυχος δειχθεὶς ἐν τοῖς παθήμασι, τὸ σὸν αἷμα προσήγαγες ὁλοκάρπωμα θυσίας τῷ Κυρίῳ τῆς δόξης. Μάρτυς ἀήττητε, Αὐτὸν ἱκέτευε τῇ τοῦ ζωοπαρόχου Σταυροῦ δυνάμει σκεδάσαι τῶν παθῶν ἡμῶν τὴν σκοτόμαιναν.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. Α΄. Τὸν συνάναρχον Λόγον.
Τῷ Χριστῷ προσηνέχθης θυσία ἄμωμος, καὶ ὁλοκάρπωμα θεῖον αἰωρηθεὶς ἀπηνῶς, ἐν ἀγχόνῃ Ἀριστείδη γενναιότατε, γόνε κλεινὲ τῶν Ἀθηνῶν καὶ φιλόσοφε σεπτέ· διό σε νῦν εὐφημοῦντες, φωναῖς εὐήχοις βοῶμεν· Χριστὸν δυσώπει ὑπὲρ πάντων ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Προλάμπει τοῦ Σταυροῦ, τῆς ὑψώσεως Μάρτυς, ἡ μνήμη σου φαιδρῶς Ἀριστείδη καὶ πάντας, πρὸς αἶνον εὐφρόσυνον συγκαλεῖ τοῦ Παντάνακτος, χεῖρας τείναντος τῷ τοῦ Σταυροῦ θείῳ Ξύλῳ, καὶ ἐν σκάμμασι σὲ κραταιώσαντος Μάρτυς, ἀνδρείας κειμήλιον.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Τὸ Ξύλον τοῦ Σταυροῦ, οἱ πιστοὶ προσκυνοῦντες, ἐν ᾧ ὁ Λυτρωτής, τὰς παλάμας ἁπλώσας, τὸ κράτος ἐπάτησε τοῦ θανάτου καὶ ἔσωσεν, ἅπαν βρότειον, ἀπολωλὸς ἡμῶν γένος, μεγαλύνομεν, τὸν ἐν αὐτῷ ταννυθέντα, φιλάνθρωπον Κύριον.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Πόνοις ἀθλήσεως, Πάτερ ἠρίστευσας, καὶ κατετρόπωσας, ἀπίστων φάλαγγας, ὁμολογήσας σθεναρῶς τὸν Κύριον τῶν ἁπάντων, ὅθεν οὐρανίων σε, δωρεῶν κατηξίωσεν, ὁ σὲ δείξας ἄτρωτον ἀθλητὴν ἐν τοῖς σκάμμασιν, ᾧ πρέσβευε κλεινὲ Ἀριστείδη, δοῦναι ἡμῖν πταισμάτων λύσιν.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Σταυρὸν τὸν τίμιον, καὶ ὑπερύμνητον, τὸν ἀνυψούμενον, εἰς ἀγαλλίασιν βροτῶν ἡ κτίσις εὐλαβῶς γεραίρει, προεορτίως θείοις μελῳδήμασι, καὶ δοξάζει τὸν Κύριον, τὸν καταδεξάμενον δι’ ἡμᾶς ὡς κατάδικον ἁπλῶσαι, ἐπὶ Ξύλου τὰς χεῖρας, μόνον Ἐσταυρωμένον Λόγον.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ὄφιν τὸν ἀρχέκακον, κατηγώνισω, Ἀριστείδη πάνσοφε, ἀνδραγαθήσας εὐσεβῶς, καὶ νίκης κότινον εἴληφας, παρὰ Κυρίου, ὡς Μάρτυς πανάριστος.
Δόξα. Καὶ νῦν. Προεόρτιον.
Τοῦ Σταυροῦ Σου Κύριε, τὸν ζωηφόρον, ξύλον καὶ πανάγιον ἀναδησόμεθα ψαλμοῖς, βοῶντες · Χαῖρε σεβάσμιε, Σταυρὲ τοῦ κόσμου, σωτήριον σύμβολον.
Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.
Εὐαγγέλιον Μαρτυρικόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις…
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσενεχθεὶς ὡς θῦμα τέλειον, καὶ ἱερεῖον ἀμώμητον Χριστῷ τῷ Παντάνακτι ἤθλησας ὡς ἄσαρκος ὁπλῖτα Ἀριστείδη θεοδόξαστε. Κοινωνὸς οὖν γενόμενος τῶν παθημάτων Αὐτοῦ, Ἀθηναίων ὡράϊσμα, καὶ τῆς βασιλείας Αὐτοῦ ἀξιωθεὶς πρεσβεύεις ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Οἱ κανόνες· τῶν Ἐγκαινίων καὶ ὁ Προεόρτιος ἐκ τοῦ Μηναίου· καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Εὔψυχον Μάρτυρα Ἀριστείδην γεραίρω. Χ.
ᾨδὴ α΄. Ἦχος δ΄ Ἀνοίξω τὸ στόμα μου.
Ἐλέησον Κύριε τὸν ὑπεράθλιον δοῦλόν σου, καὶ λόγους μοι δώρησαι τοῦ ἀνυμνῆσαι φαιδρῶς, τὰ παλαίσματα, τοῦ θείου Ἀριστείδου, ὁπλῖτου τῆς πίστεως πάνυ ἀλκίφρονος.
Ὑψίστου ὡράϊσας τὴν Ἐκκλησίαν ἀγῶσί σου, καὶ χθόνα ἡγίασας τῶν Ἀθηνῶν ὀχετοῖς, τῶν αἱμάτων σου, τρισμάκαρ Ἀριστείδη, βραβεῖα δεξάμενος αἰωνιότητος.
Ψαλμοῖς καταστέφομεν τὴν παναοίδιμον μνήμην σου, καὶ ᾄσμασι μέλπομεν τὴν τῶν σῶν πόνων πληθύν, δι’ ὧν ἔθραυσας, ἰσχὺν τοῦ παλαμναίου, φιλόσοφε πάντιμε πίστεως ἔρεισμα.
Θεοτοκίον.
Ὑμνεῖν δεῖ σε ἄχραντε Θεοχαρίτωτε Δέσποινα, παλάτιον ἔμψυχον τοῦ παναγάθου Θεοῦ, καὶ ἐν ᾄσμασι, δαβιτικῶς σὲ μέλπειν, τὴν γάλακτι θρέψασαν τοῦ Παντοκράτορος.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Χορεύει σὺν τάξεσι Ἀγγέλων, περὶ τὸν Παντάνακτα Θεόν, ὡς Μάρτυς καρτερότατος, καὶ ἔνθεος φιλόσοφος, κατηξιώθης ἄριστε, χριστιανῶν ἔμπνουν στήριγμα.
Ὁδὸν τῆς ἀθλήσεως ἀνύσας, γηθόμενος ἤνεγκας στεῤῥῶς, βασάνων τὸ ἐπώδυνον, καὶ αἰκισμῶν τὸ ἄμετρον, σοφῶς ἀποσκοπούμενος, πρὸς δόξαν ὄντως τὴν ἄπονον.
Νικήσας σαρκός σου τὰς ὀρέξεις, καὶ πάσας βουλὰς τοῦ δυσμενοῦς, σπαράξας ὡς ἀήττητος, Χριστοῦ ὁπλίτης ἤθλησας, καὶ δάφνης στέφος εἴληφας, ὦ Ἀριστείδη ἀμάραντον.
Θεοτοκίον.
Μὴ φλέξας τὴν μήτραν σου ὁ μόνος, ὑπάρχων πῦρ Ἅγιος Θεός, ἐκ Σοῦ ἐτέχθη πάναγνε, Θεόνυμφε Παντάνασσα, καὶ πρόξενον ἐποίησε, σὲ τῆς μερόπων θεώσεως.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστὸν ὡμολόγησας ἐν ταῖς Ἀθήναις λαμπρῶς, καὶ ἤθλησας ἄριστα τοῦ παμβεβήλου βουλάς, πατάξας στεῤῥότατα· ὅθεν καὶ περατώσας, δι’ ἀγχόνης σὸν βίον, στέφανον ἐξεδρέψω, Ἀριστείδη γενναῖε, τῆς δόξης τῆς ἀφάτου χρυσοῦν καὶ πολυτίμητον.
Δόξα. Προεόρτιον. Ὅμοιον.
ᾨδὴν προεόρτιον, τῷ τοῦ Κυρίου Σταυρῷ, χοροὶ εὐσεβόφρονες ἐν κατανύξει ψυχῆς, πιστῶς ἀναμέλψωμεν, χεῖρας γὰρ ὁ Δεσπότης, ἐπὶ τούτου ἁπλώσας, ἥνωσε διεστῶτα τὰ τὸ πρὶν καὶ τῷ κόσμῳ, ἐδώρησεν ὡς μόνος Θεός, βίον αἰώνιον.
Καὶ νῦν. Τῶν Εγκαινίων. Ὅμοιον.
Ἐν πίστει τὰ Ἐγκαίνια, ἐπιτελοῦμεν φαιδρῶς, τοῦ οἴκου σου Ἄχραντε, εὐλογημένη ἁγνή, Παρθένε πανύμνητε· χαίροντες τῇ ἐλπίδι, τῇ εἰς σὲ Θεοτόκε, αἰτοῦμέν σε τοῦ πρεσβεύειν, τῷ Σωτῆρι ἀπαύστως, αὐτῷ τῷ σαρκωθέντι ἐκ σοῦ, σῶσαι τὰς ψυχὰς ἡμῶν.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἀπτοήτως ἐν τῇ Ῥώμῃ Ἰησοῦ ὡμολόγησας, καὶ τὴν τῶν εἰδώλων πλάνην φιλοσόφως κατήσχυνας· διὸ καὶ χαίρων βασάνους καθυπέμεινας, γενναιότατα, ἀνδρῶν ἀρίστων ἐκτύπωμα.
Ῥάβδῳ τῶν σῶν διδασκάλων διδαγμάτων ἐστήριξας, σεαυτὸν τῇ πίστει Μάρτυς Ἀριστείδη καὶ πέφηνας, ἐναθλουμένων ἀκρότης ὑποτύπωσις, καρτερότητος, καὶ εὐψυχίας ὑπόδειγμα.
Τοῖς σοῖς χεύμασι Μαρτύρων Ἀριστείδη παμμέγιστε, τῆς εἰδώλων πλάνης ἔσβεσας τὴν φλόγα καὶ ὤμβρησας, δρόσον τὴν θείαν τὴν πάντων κατευφραίνουσαν, τῶν τιμώντων σε, τὰς διανοίας ἑκάστοτε.
Θεοτοκίον.
Ὑπερύμνητε Παρθένε ἡ τὸν Ὕψιστον τέξασα, ὕψωσον καρδίας τῶν ὑμνολογούντων σε πάντοτε, πρὸς τὴν ἀγάπην τὴν θείαν καὶ κατεύθυνον, τοὺς τιμῶντάς σε, πρὸς τὴν ἀγήρω λαμπρότητα.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ῥημάτων ἠλόγησας, τοῦ δυσσεβοῦς καὶ ἄφρονος ἄρχοντος, θεόφρον Ἀριστείδη, ἐκπειρωμένου σε ἀποστῆσαι κακῶς, ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, καὶ ποιῆσαι ἄνομον σὲ διώκτην τῆς πίστεως.
Ἀγῶσιν ἀθλήσεως νομίμοις, διεσκορπίσας πάσας τοῦ ἐχθροῦ, τὰς φληναφίας καὶ θεοσόφως ὑπεραμύνθης σεπτῶν, Χριστοῦ τοῦ Θεοῦ ἀληθειῶν, Μάρτυς ἀθλοφόρητε, Ἀριστείδη γηθόμενος.
Αἱμάτων ῥανίσι σου, τὸν βόρβορον ἀπέπλυνας, τῆς εἰδώλων πλάνης ἐν Ἀθήναις, διακηρύττων ἀκαταπλήκτῳ ψυχῇ, τὴν ἄμωμον πίστιν τοῦ Χριστοῦ, ὑπὲρ ἧς καὶ ἔπαθες, Ἀριστείδη γηθόμενος.
Θεοτοκίον.
Ῥαθύμως τὸν βίον μου, ἐκδαπανήσας ἄχραντε, Μῆτερ τοῦ Θεοῦ δεδοξασμένη, ἐκδυσωπῶ σε τῆς ἀκηδίας ἀχλύν, ἀπέλασον τάχος ἀπ’ ἐμοῦ, καὶ πολίτην δεῖξόν με, κοινωνίας τοῦ τόκου σου.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ἰδὼν ψυχῆς σου τὸ εὔτονον, προστάττει ὁ τῆς πλάνης ἀκόλουθος θάνατον δοῦναί σοι, φρικτὸν Μαρτύρων πανάριστε, ἐν ταῖς κλειναῖς Ἀθήναις, ἐν αἷς ἐβλάστησας.
Σοφίᾳ ἥν σοι ἐδώρησε Χριστός, ὁ ὑπεράγαθος Κύριος ἀσόφους ἔδειξας, τοὺς παρανόμως σε κρίνοντας, ἀθέους Ἀριστείδη κλυτὲ φιλόσοφε.
Τὴν θείαν μνήμην σου σέβοντες, τιμῶμεν τοὺς ἀνδρείους ἀγῶνάς σου, οὕσπερ γηθόμενος, ὑπὲρ τοῦ Κτίσαντος ἤνεγκας, τρισμάκαρ Ἀριστείδη, Μαρτύρων πρότυπον.
Θεοτοκίον.
Ἐκλάμψας ὁ ζωοπάροχος, καὶ κόσμου φωτοδότης Μητρόθεε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς πανσέπτου νηδύος σου, τοὺς ἐν σκιᾷ θανάτου κειμένους ηὔγασεν.
Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀκαταπλήκτῳ ἐναθλήσας καρδίᾳ, ἐν ταῖς Ἀθήναις Ἀριστείδη στεῤῥόφρον, κατέβαλες τὸν δόλιον Βελίαρ σαφῶς, καὶ Μαρτύρων τάγμασι χαίρων συνηριθμήθης, μαθητὰ περίδοξε, τοῦ Ἀρεοπαγίτου Διονυσίου, ἅμα τοῦ κλεινοῦ Ἱεροθέου, φιλόσοφε ἔνθεε.
Ὁ Οἶκος.
Τὰ στίγματα τοῦ Κυρίου βαστάζων ἐν σώματι, καὶ ἀπαρνησάμενος πᾶν ῥέον καὶ πρόσκαιρον, πρὸς μαρτυρικὰ ἐχώρησας σκάμματα, ὁπλῖτα περίδοξε. Σὺ γὰρ ὑπεραμυνόμενος τοῦ χριστεπωνύμου λαοῦ, καὶ ὑπὸ θείου ἔρωτος τιτρωσκόμενος, εὐτόλμως ἐκήρυξας τὸ πάντιμον τοῦ Κυρίου ὄνομα, ἀψηφῶν βασάνους καὶ θάνατον. Τελέσας οὖν δι’ ἀγχόνης καλῶς τὸν ἀγῶνά σου ἐν Ἀθήναις, καὶ τῶν οὐρανίων θαλάμων πολίτης γενόμενος, ἀεὶ δυσώπει διδόναι ἡμῖν τὸ ἄμετρον ἔλεος, Ἀριστείδη φιλόσοφε ἔνθεε.
Συναξάριον.
Τῇ ΙΓ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀριστείδου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
ᾨδὴ ζ´. Οὐκ ἐλάτρευσαν.
Ἰθυνόμενος τῷ φόβῳ τοῦ Παντάνακτος τοὺς τῆς ἀθλήσεως ὑπῆλθες πόνους στεῤῥῶς καὶ χαίρων ἐσκήνωσας ἐν ταῖς λαμπρότησι, θεοστήρικτε, ὦ Ἀριστείδη πάγκαλε, τῶν ἁγίων καὶ δικαίων.
Δέλτοις πίστεως ὡς ἀθλητὴς ἐγγέγραψαι πανευλαβέστατος γράμμασιν ὄντως χρυσοῖς, Μαρτύρων ἀγλάϊσμα καὶ ἀκροθίνιον τῶν ἐν σκάμμασιν ὁμολογούντων Κύριον, ἐν πολλῇ τῇ παῤῥησίᾳ.
Ἡ σὴ πάντιμος ἡμέρα τῆς ἀθλήσεως πᾶσιν ἐπέφανε τοῖς εὐσεβέσι βολαῖς τῶν θείων ἀγώνων σου ἀχλὺν ἐλαύνουσα πόνων, θλίψεων καὶ ζόφου κατακρίσεως, Ἀριστείδη γενναιόφρον.
Θεοτοκίον.
Νύμφη ἄφθορε τοῦ οὐρανίου Ἄνακτος, τὴν μολυνθεῖσάν μου ψυχὴν πολλοῖς πειρασμοῖς καὶ πταίσμασι κάθαρον τοῖς τοῦ ἐλέους σου ῥείθροις, ὅπως σὲ ὑμνολογῶ, Παντάνασσα, εὐσχημόνως εἰς αἰῶνας.
ᾨδὴ η´. Παῖδας εὐαγεῖς.
Γνώμῃ ἀηττήτῳ καὶ ἐνθέῳ σπουδῇ, Ἀριστείδη γενναιότατε, ἔδραμες πρὸς σκάμματα γεραρᾶς ἀθλήσεως λαμβάνων θείαν δύναμιν τὴν σὲ κρατύνουσαν ἐξ ὕψους, Ἀθηναίων ὡραῖον ἄνθος, τὸ μυρίζον τὰς τῶν πιστῶν καρδίας.
Ἔχων πρὸς τὸν Κτίστην παῤῥησίαν ὑπὲρ τῶν τιμώντων σοῦ τὴν ἄθλησιν ἐκδυσώπει, ἄλκιμε Μάρτυς, ὡς ἀπτόητος χριστεπωνύμου τάγματος θερμὸς ὑπέρμαχος τοῦ ἐκ τῶν διωγμῶν τρυχομένου καὶ τῆς εὐσεβείας διδάσκαλος θεόπνους.
Ῥήσεσι τοῦ Ἀρεοπαγίτου καὶ Ἱεροθέου τοῦ θεόφρονος πειθαρχῶν τὰ ἄνομα ἀπηρνήσω εἴδωλα καὶ εὐσεβείας γέγονας σεπτὸν κειμήλιον, φιλόσοφε κλεινὲ Ἀριστείδη· ὅθεν καὶ Μαρτύρων διώδευσας τὰς τρίβους.
Θεοτοκίον.
Ἄχραντε, Κυρία Θεοτόκε, ζωὴν ἀφθαρσίας ἡ κυήσασα, ζώωσόν με δέομαι, τὸν νῦν καταφεύγοντα ταῖς σαῖς θερμαῖς δεήσεσι καὶ ἀνακράζοντα· ἐλέους ἀναβλύσασα φρέαρ, δός μοι σωτηρίας πιεῖν τὸ ὕδωρ Κόρη.
ᾨδὴ θ ´. Ἅπας γηγενής.
Ἴσχυσας ἑλεῖν ἀπάτην τὴν ἄθεον ἐν τοῦ Παντάνακτος τῇ δυνάμει, ὄλβιε, καὶ μαρτυρίου στέφανον δράξασθαι· διὸ τὰ σὰ παλαίσματα τιμῶντες κράζομεν· ἐν μάχαις, κραταιὲ Ἀριστείδη, δίδαξόν με πᾶσαν αἱρεῖν ἰσχὺν τοῦ πλάνου.
Ῥώμῃ τοῦ Χριστοῦ, σεμνέ, δυναμούμενος τὴν τοῦ ἀλάστορος δύναμιν ἐφαύλισας καὶ ἀριστεύσας ἐν τοῖς παλαίσμασι πρὸς τὴν ἀγχόνην ἔδραμες χαίρων ὡς ἔλαφος διψῶσα, Ἀριστείδη γενναῖε, ἐπὶ τὰς ὑδάτων πηγὰς τὰς ἀειῤῥόους.
Ὤφθης ἐν δεινοῖς λειμὼν καρτερότητος καὶ ῥόδον εὔοσμον εὐψυχίας, Ἅγιε, τῶν Ἀθηναίων τερπνὸν ὀσφράδιον εὐωδιάζον ἅπαντας ὀσμαῖς ἀνδρείας σου· διό σε, Ἀριστείδη, τιμῶντες τὰς πρὸς τὸν Δεσπότην αἰτούμεθα λιτάς σου.
Θεοτοκίον.
Χαῖρε Μαριάμ, Ὑψίστου ἀνάκτορον περικαλλέστατον, χαῖρε, θρόνε πάνσεπτε καὶ φωτοβόλε τοῦ Παντοκράτορος, χαῖρε χρυσοῦν διάδημα καὶ σκῆπτρον, Ἄνασσα τοῦ κτίσαντος τὸ σύμπαν Υἱοῦ σου καὶ Παμβασιλέως, βοῶμέν σοι ἐκθύμως.
Ἐξαποστειλάριον. Ἦχος γ´. Ὁ οὐρανὸν ταῖς ἄστροις.
Τῇ τοῦ Χριστοῦ ἀγάπῃ, ὑπῆλθες τὸ μαρτυρικόν, σκάμμα κλεινὲ Ἀριστείδη, περιχαρῶς καὶ τοῦ ἐχθροῦ, τὴν πλάνην ᾔσχυνας τάχος· διό σε ὕμνοις τιμῶμεν.
Προεόρτιον. Ὅμοιον.
Ἀπολλυμένων μωρία καὶ σῳζομένων ἡ ἰσχύς, Σταυρὲ Κυρίου, ὑπάρχεις, στῦλε ἁπάντων τῶν πιστῶν· σὲ γὰρ ἡγίασεν ὄμβροις αἱμάτων ὁ Ζωοδότης.
Εἰς τοὺς Αἴνους. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Διονυσίου τοῦ θείου καὶ τοῦ θεόφρονος Ἱεροθέου λόγοις τοῖς σοφοῖς, Ἀριστείδη, πειθόμενος ἐγένου τῆς ἀρετῆς τιμαλφὲς ἐνδιαίτημα καὶ ἀληθοῦς εὐσεβείας ὑπογραμμός, Ἀθηναίων ἐγκαλλώπισμα.
Χριστιανῶν τρυχομένων ἔνθεον στήριγμα ἐπώφθης, Ἀριστείδη, καλλιμάρτυς γενναῖε, καὶ κῆρυξ διαπρύσιος τῆς σεπτῆς ἀκραιφνοῦς ἡμῶν πίστεως· διὸ σὲ πάντες, φιλόσοφε εὐκλεές, ἐν ᾠδαῖς εὐσήμοις μέλπομεν.
Τοῖς τῶν ἰχώρων σου ὄμβροις χθόνα κατήρδευσας τῆς σῆς κλεινῆς πατρίδος καὶ ἐμάρανας πλάνης ἀκάνθας καὶ τριβόλους τὰς ζοφεράς, Ἀριστείδη θεσπέσιε· διὸ καὶ χαίρων ἐτέλεσας βιοτὴν ἐν ἀγχόνῃ τὴν σὴν βρότειον.
Τῆς ἀφθαρσίας τῷ στέφει καλλωπιζόμενος ὡς ἀθλητὴς Κυρίου, Ἀριστείδη ἀλκίφρον, ἀπαύστως ἐκδυσώπει τὸν Λυτρωτὴν ἐκλυτροῦσθαι τοὺς μέλποντας ψαλμοῖς καὶ ὕμνοις τὴν μνήμην σου ἐκ δεινῶν, πειρασμῶν καὶ περιστάσεων.
Δόξα. Ἦχος πλ. α´.
Τῷ φωτὶ τῆς πίστεως καταλαμπόμενος τέκνον τοῦ ἀϊδίου φωτὸς ἀνεδείχθης, Ἀριστείδη παμμακάριστε· τὸν γὰρ καλὸν ἀγῶνα δι᾿ ἀγχόνης τελέσας τὸν παμβέβηλον βασιλέα τοῦ σκότους καθεῖλες ἀθλητικῇ ἐνστάσει· ἀλλ᾿ ὡς ἔχων παῤῥησίαν πρὸς Θεόν, Ἀθηναίων θησαύρισμα, πρέσβευε εἰρήνην δωρήσασθαι τοῖς σὲ μακαρίζουσι.
Καὶ νῦν. Θεοτοκίον τοῦ ἤχου ἢ τῆς Ἑορτῆς.
Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ὤφθης ἐν τῷ σκάμματι ἀριστεὺς ὄμβροις πορφυρώσας τοῖς σοῖς χθόνα τῶν Ἀθηνῶν, μάρτυς Ἀριστείδη, καὶ πίστιν τὴν ἁγίαν ἐκράτυνας· διόπερ ὕμνοις σὲ μέλπομεν.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν Ἀθηνῶν τὸν εὐθαλέστατον γόνον, καὶ ἄνθος εὔοσμον Χριστοῦ Ἐκκλησίας, ὀδμαῖς τὸν καθηδύναντα ἀνδρείας ψυχῆς, εὐσεβῶν ὁμήγυριν εὐφημήσωμεν πόθῳ, Ἀριστείδην πάνσοφον, ὡς φιλόσοφον θεῖον, καὶ ἀθλητὴν γενναῖον τὰς αὐτοῦ, πρὸς τὸν Σωτῆρα, λιτὰς ἐξαιτούμενοι.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν, οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ὁδὸν ἀρίστην, Ἀριστείδη, δεῖξόν μοι. Χ. Μ. Μ.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Ὁδόν μοι ὑπόδειξον ἀθλητά, κλεινὲ Ἀριστείδη, τὴν ἀπάγουσαν πρὸς ζωήν, ἀγήρω ἣν ἤνυσας πανσόφως, διὰ στεῤῥοῦ μαρτυρίου φιλόσοφε.
Δυνάμωσον φρόνημα τῶν πιστῶς, σὲ μακαριζόντων Ἀριστείδη ὡς ἰσχυρόν, τῆς πίστεως ἄνδρα καὶ μαρτύρων, τῆς εὐσεβείας λαμπρὸν σεμνολόγημα.
Ὁ γόνος ὁ ἔνδοξος Ἀθηνῶν, τοῦ Διονυσίου εὐπειθέστατος μαθητής, Χριστὸν Ἀριστείδη ἐκδυσώπει, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε ᾄσμασι.
Θεοτοκίον.
Ναὲ ἀχειρότευκτε τοῦ Υἱοῦ, Θεοῦ τοῦ Ὑψίστου τοὺς τιμῶντάς σε εὐλαβῶς, ναοὺς εὐπρεπεῖς ἡμᾶς Παρθένε, ἁγνείας δεῖξον καὶ βίου σεμνότητος.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἀριστείδη ἀλκίφρον τῶν ἀθλητῶν καύχημα, ὁ ἐν ταῖς Ἀθήναις κηρύττων ὄνομα πάνσεπτον, τοῦ Ζωοδότου Χριστοῦ, ὁμολογεῖν παῤῥησίᾳ, τὴν Αὐτοῦ ἀξίωσον κλῆσίν με πάντοτε.
Ῥάβδῳ ἀπολογίας τῆς σῆς λαμπρᾶς ἔνδοξε, τῶν διωκομένων χορείαν πάντων ἐστήριξας, χριστιανῶν ἀθλητά, περιφανὲς Ἀριστείδη, ἀδυνάτων στήριγμα καταφευγόντων σοι.
Ἰθυνόμενος φόβῳ τῷ τοῦ Θεοῦ σκάμματα, χαίρων μαρτυρίου ὑπῆλθες καὶ κατεσκήνωσας, εἰς οὐρανίους μονάς, ἔνθα Χριστὸν Ἀριστείδη, δυσωπεῖς διδόναι μοι ἄμφω ὑγίειαν.
Θεοτοκίον.
Στηριγμὸς ἀδυνάτων Μῆτερ Θεοῦ ἄχραντε, Κεχαριτωμένη Παρθένε πέλεις ἀείποτε, καὶ πάντων καταφυγή, ἐμπεριστάτων ταχεῖα· ὅθεν σὲ γεραίρομεν ὕμνοις καὶ ᾄσμασι.
Ἐνίσχυσον, ἡμᾶς πατῆσαι ἐνέδρας τοῦ μισοκάλου, Ἀριστείδη τοὺς εὐλαβῶς τιμῶντας σὴν ἄθλησιν, καὶ σὴν ἀπαιώρησιν ἐν ἀγχόνῃ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.
Βλαστὲ Ἀθηνῶν καὶ μάρτυς ἀκατάβλητε, ἀπολογητῶν τῆς πίστεως θησαύρισμα, καὶ λαμπρὲ φιλόσοφε Ἀριστείδη ἐκλύτρωσαι, θλίψεων καὶ συμφορῶν καὶ νόσων ζοφερῶν, τοὺς ὕμνοις εὐτάκτοις σὲ γεραίροντας.
ᾨδὴ δ´. Εἰσακήκοα, Κύριε.
Τῆς σαρκὸς καταπράϋνον, τὰς ἐπαναστάσεις σαῖς παρακλήσεσιν, Ἀριστείδη πρὸς τὸν Κύριον, Ἀθηνῶν μαρτύρων ἐγκαλλώπισμα.
Ἡ τιμία σου ἄθλησις ἔδωκέ σοι δύναμιν τὸν Παντάνακτα, δυσωπεῖν ὑπὲρ τῶν ᾄσμασιν, Ἀριστείδη νῦν μακαριζόντων σε.
Νικητὰς τοὺς ἱκέτας σου, δεῖξον ἐν ταῖς μάχαις κατὰ τοῦ δαίμονο0ς, τοὺς εἰλικρινῶς ὑμνοῦντάς σε, Ἀριστείδη Μάρτυς γενναιότατε.
Θεοτοκίον.
Ἀριστείδου δεήσεσιν, Ἀθηνῶν στεῤῥόφρονος καλλιμάρτυρος, ὑπερύμνητε Μητρόθεε, περιφρούρει πάντοτε σοὺς πρόσφυγας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ῥῦσαι δυσμενοῦς ἐπηρείας τοὺς ἱκέτας σου, Ἀριστείδη τοὺς τιμῶντας εὐλαβῶς, ἐν Ἀθήναις τὴν τιμίαν σου ἐνάθλησιν.
Ἵλεων ἡμῖν, τὸν Θεάνθρωπον ἀπέργασαι, Οὗ τὸ ὄνομα ἐκήρυξας τρανῶς, Ἀριστείδη πρὸ λατρῶν εἰδώλων βήματος.
Σοῦ τὴν γεραράν, ἐν ἀγχόνῃ ἀπαιώρησιν, Ἀριστείδη ἀνυμνοῦντες σὰς λιτάς, ἐκδεχόμεθα πρὸς σὲ τὸν ἐνισχύσαντα.
Θεοτοκίον.
Τείχισον ἡμᾶς, προστασίᾳ τῇ ἐνθέρμῳ σου, Θεοτόκε Ὀρθοδόξων ἀρωγῆς, τεῖχος ἄσειστον καὶ σκέπη τῶν ὑμνούντων σε.
ᾨδὴ στ´. Τὴν δέησιν, ἐκχεῶ.
Ἐπάκουσον, τῆς ἡμῶν δεήσεως, Ἀριστείδη ἀριστεῦ τοῦ σταδίου, ὁ εἰληφὼς δαψιλῶς θείαν χάριν, ὑπὲρ ἡμῶν ἱκετεύειν τὸν Κύριον, τῶν ἐκτελούντων εὐλαβῶς ,ἐν Ἀθήναις σὴν πάνσεπτον ἄθλησιν.
Ἱλέωσαι, Ἀριστείδη Κύριον, καλλιμάρτυς Ἀθηνῶν τροπαιοῦχε, ἡμῖν τοῖς σὲ μεγαλύνουσιν ὕμνοις, ὡς φιλοσόφων ἐνθέων ἀκρώρειαν, καὶ πάντων ἀπολογητῶν, εὐσεβείας Χριστοῦ μέγαν ῥήτορα.
Δραξάμενος, ἀφθαρσίας στέφανον, ἐκ χειρῶν τοῦ Ἰησοῦ Ἀριστείδη, ὤφθης Ἐδὲμ τῆς τερπνῆς κληρονόμος, εἰς ἣν ἡμᾶς εἰσελθεῖν τὸν Θεάνθρωπον, καθικετεύεις ἐκτενῶς, τοὺς τιμῶντας σὴν ἔνδοξον ἄθλησιν.
Θεοτοκίον.
Ἡ σύναξις, ἀθλητῶν τῆς πίστεως, ἐν τῷ πόλῳ Θεοτόκε συγχαίρει, σοὶ καὶ Υἱῷ σου τῷ θείῳ πρεσβεύει, ὑπὲρ ἡμῶν Ἀριστείδου τὴν εὔκλειαν, ὑμνούντων τὴν ἐν οὐρανοῖς, ἥνπερ ἔχει ὡς μάρτυς ἀήττητος.
Ἐνίσχυσον, ἡμᾶς πατῆσαι ἐνέδρας τοῦ μισοκάλου, Ἀριστείδη τοὺς εὐλαβῶς τιμῶντας σὴν ἄθλησιν καὶ σὴν ἀπαιώρησιν ἐν ἀγχόνῃ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Τῶν Ἀθηνῶν θεῖε γόνε καὶ καύχημα, καὶ ἀθλητῶν πολυτίμητον κόσμημα, θεοειδὲς Ἀριστείδη, τὸν Κύριον ὑπὲρ ἡμῶν ἐκδυσώπει ἀείποτε, λαμπρῶς ἐκτελούντων τὴν μνήμην σου.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον. Ἦχος δ´: Θαυμαστός, ὁ Θεός, ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στίχος: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον· Ἐκ τοῦ κατὰ Ἰωάννην (ιε´ 17-27, ιστ´ 12). (Ζήτει εἰς τὴν Λειτουργίαν τοῦ ἁγίου Γεωργίου τοῦ Τροπαιοφόρου.)
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον...
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι. Στίχος: Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἀριστείδη ἄλκιμε, τῶν ἀθλητῶν κοσμιότης, ὑπεραμυνόμενος χριστωνύμων τάγματος τῆς πατρίδος σου, τοῦ κλεινοῦ ἄστεως, Ἀθηνῶν ἀγχόνης, κατωδύνου πεῖραν ἔλαβες, καὶ συνηρίθμησαι, δήμοις τῶν μαρτύρων τῆς πίστεως, μεθ᾿ ὧν ἀεὶ τὸν Κύριον, δυσωπεῖς ὑπὲρ τῶν τιμώντων σε, καὶ ἐν εὐλαβείᾳ σὴν ἔνστασιν ὑμνούντων τὴν στεῤῥάν, πρὸ τῶν σεβόντων τὰ ἄψυχα, εἴδωλα τοῦ βήματος.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Δυναμούμενος σθένει, Ἀριστείδη τρισμάκαρ Χριστοῦ ἐνήθλησας, στεῤῥῶς ἐν ταῖς Ἀθήναις, καὶ εἴληφας τὴν χάριν, δυσωπεῖν τὸν Παντάνακτα, ὑπὲρ ἰσχύος πιστῶν, καὶ ῥώσεως καὶ σθένους.
Εὐσεβείας ἀμύντωρ, καὶ ὀλέτης εἰδώλων λατρῶν δριμύτατος, ἐδείχθης Ἀριστείδη, θερμὲ πιστῶν ἀκέστορ, ὁ θερμῶς προσευχόμενος, ἐν λόφῳ Λυκαβητοῦ, σπηλαίῳ τῷ ἡσύχῳ.
Ἱεράρχου ὁσίου, θείου Ἱεροθέου καὶ τοῦ πιστεύσαντος, τοῖς λόγοις θείου Παύλου, σεπτοῦ Διονυσίου, μαθητὰ εὐπειθέστατε, ἡμῖν ὁδὸν σωστικήν, ὦ Ἀριστείδη δεῖξον.
Θεοτοκίον.
Ξύλου ἐπαπολαύειν τῆς ζωῆς σοὺς οἰκέτας ταχὺ ἀνάδειξον, τοὺς μεγαλύνοντάς σε, ὡς δένδρον σωτηρίας χοϊκῶν Μητροπάρθενε, πεφυτευμένον ἐν γῇ, χειρὶ τοῦ Πλαστουργέτου.
ᾨδὴ η´. Τὸν Βασιλέα.
Ὁμολογοῦντες, τὴν σὴν θερμὴν προστασίαν, πρὸς ἡμᾶς Ἀριστείδη αἰνοῦμεν, τὸν ἰσχύσαντά σε, ἐν μέσῳ τοῦ σταδίου.
Νενεκρωμένον, τῇ ἁμαρτίᾳ ἱκέτην, τῆς σῆς χάριτος ζώωσον μάρτυς, Ἀριστείδη αὔραις, ἐνθέρμων πρεσβειῶν σου.
Μαρτύρων γέρας, τῶν Ἀθηνῶν Ἀριστείδη, μὴ παρίδῃς ἡμῶν τὰς αἰτήσεις σου, τῶν ἀνυμνούντων τοῦ μαρτυρίου ἄθλους.
Θεοτοκίον.
Ὁδήγησόν με, πρὸς οὐρανίους ἐπάλξεις, Ἀριστείδου θερμαῖς ἱκεσίαις, Κεχαριτωμένη Κυρία Θεοτόκε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδεῖν Χριστοῦ προσώπου, κάλλος Ἀριστείδη, ἐν οὐρανίαις σκηναῖς τὸ ἀμήχανον, ἀξίωσόν με τὸν πίστει ἀνευφημοῦντά σε.
Χριστιανῶν χορείας, τῆς ἐν ταῖς Ἀθήναις, προασπιστὰ Ἀριστείδη πανεύφημε, ἔσο ἡμῶν παραστάτης ἐν βίου κλύδωσι.
Μὴ παύσῃ τὸν Δεσπότην, Ἀριστείδη μάρτυς, ὑπὲρ ἡμῶν ἱκετεύων καὶ Κύριον, τῶν ὡς μαρτύρων τιμώντων σε σεμνολόγημα.
Θεοτοκίον.
Μητρόθεε γλυκεῖα, Κεχαριτωμένη, ὁ γλυκασμὸς τῶν Ἀγγέλων διάλυσον, πικρίαν πᾶσαν ζωῆς μου, καθικετεύω σε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις παῤῥησίᾳ ὁ τὸ Χριστοῦ, ὄνομα κηρύξας ἐν Ἀθήναις καὶ ἀπηνῶς, δι᾿ Αὐτοῦ τὴν πίστιν, ἀγχόνην ὑπομείνας, τρισμάκαρ Ἀριστείδη μάρτυς ἀήττητε.
Ὤφθης ἐν τῷ σκάμματι ἀριστεύς, ὄμβροις πορφυρώσας τοῖς σοῖς χθόνα τῶν Ἀθηνῶν, μάρτυς Ἀριστείδη, καὶ πίστιν τὴν ἁγίαν, ἐκράτυνας διόπερ, ὕμνοις σὲ μέλπομεν.
Χαίροις φιλοσόφων ἡ κορυφή, χαίροις, ἀθλοφόρων Ἀθηναίων ἡ καλλονή, χαίροις Ἀριστείδη, μαρτύρων κοσμιότης, καὶ πάντων σε τιμώντων, φύλαξ καὶ πρόμαχος.
Χαίροις Ἀριστείδη περικλεές, εὐσθενῶν μαρτύρων ἐγκαλλώπισμα ἱερόν, χαίροις, ὁ ἀγχόνῃ, αἰωρηθεὶς καὶ στέφος, λαβὼν παρὰ Κυρίου ἀϊδιότητος.
Ἄνθος τῆς Ἀτθίδος πανευθαλές, καὶ τῆς εὐσεβείας ῥόδον ὄντως ἠδυτερπές, βίον εὐωδία, ἡμῶν θερμῶν εὐχῶν σου, πρὸς Κτίστην Ἀριστείδη, μάρτυς καθήδυνον.
Δόξης ἀπολαύων ἐν οὐρανοῖς, μάρτυς Ἀριστείδη καταξίωσον καὶ ἡμᾶς, ταύτης ἀπολαύσαι, τοὺς σὲ ὑμνολογοῦντας, ὡς ἀθλητὴν Κυρίου πίστεως ἄριστον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Γόνε, Ἀθηνῶν πανευκλεές, ἀπολογητὰ χριστωνύμων τῆς εὐσεβείας στεῤῥέ, καὶ μαρτύρων πρώταθλε, Χριστὸν ἱλέωσαι, Ἀριστείδη πανάριστε, ἡμῖν καταπέμψαι, τοῖς ἀνευφημοῦσί σε, ἄμφω ὑγίειαν, ῥῶσιν ψυχικὴν καὶ ἀνδρείαν, πτερνιστῆν καλῶς θριαμβεῦσαι, γένους τῶν βροτῶν τὸν πολυμήχανον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου