Δευτέρα 20 Αυγούστου 2018

ΟΚΤΩΒΡΙΟΣ 7. ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ ΣΕΡΓΙΟΣ & ΒΑΚΧΟΣ ΑΚΟΛΟΥΘΙΑ






ΟΚΤΩΒΡΙΟΣ Ζ!!

ΣΕΡΓΙΟΣ & ΒΑΚΧΟΣ ΜΑΡΤΥΡΕΣ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Μετὰ τὸν Προοιμιακόν, εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Ἁγίων Μαρτύρων ξυνωρίς, στρατιῶται ἄριστοι, συνδεδεμένοι τῇ χάριτι, Θεοῦ ἠθλήσατε, Σέργιε καὶ Βάκχε, πρὸ ἀνόμου βήματος, φρονήματος ἑνὶ καὶ τὴν δύναμιν, τῆς θείας πίστεως, κατεδείξατε τοῖς πέρασιν, ὅθεν πάντες, ὑμᾶς μακαρίζομεν.

 

Ὁπλῖται ἀήττητοι Χριστοῦ, φέγγει ἐλλαμπόμενοι, σκοτίαν ἀπεδιώξατε, εἰδώλων πίστεως, καὶ τῆς εὐψυχίας, ἀστραπαῖς ἠλάσατε, τὸν γνόφον δυναστῶν φωταυγέστατοι, σταδίου πρώταθλοι, Βάκχε μάκαρ ἀξιάγαστε, καὶ Μαρτύρων, ἀπαύγασμα Σέργιε.

 

Αἰκίας ὑπέστητε φρικτάς, ἀνδρικῷ φρονήματι, καὶ τοῦ δυνάστου τὴν δύναμιν, πᾶσαν καθείλετε, Ἀθλοφόρε Βάκχε, καὶ γενναῖε Σέργιε, ὁπλῖται τοῦ Σωτῆρος ἀήττητοι, ᾯ νῦν πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Μαρτύρων συνόντες τοῖς χοροῖς, καὶ Ἀγγέλων τάγμασιν, ἐν πόλῳ δόξης στεῤῥότατοι, αἰτεῖσθε πάντοτε, Σέργιε καὶ Βάκχε, φωτισμὸν καὶ δύναμιν, ἡμῖν τοῖς ἐκτελοῦσιν ἐν ᾄσμασι, τὰ κατορθώματα, καὶ τὴν μνήμην ἑορτάζουσιν, ἐτησίως, ὑμῶν τὴν πανσέβαστον.

 

Δόξα. Ἦχος β΄.

Μαρτυρικὸν ὑπελθόντες ἀγῶνα, Χριστὸν ὁμοῦ ὡμολογήσατε, καὶ εἰδώλων τὴν πλάνην ᾐσχύνατε, Σέργιε καὶ Βάκχε πανεύφημοι. Τῷ οἰκείῳ γὰρ φοινιχθέντες αἵματι, Ἀθλητῶν ἐδείχθητε πρότυπα, καὶ πίστεως ἀριστεῖς γενναιότατοι. Καὶ νῦν οὐρανῶν τῆς εὐκλείας ἀπολαύοντες, τῇ Παναγίᾳ Τριάδι πρεσβεύσατε, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ  Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπη Σου.

 

 

 

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Ῥώμης σεπτοὶ βλαστοί, ἠνθήσατε ὡς κρίνα, ἐν μέσῳ τοῦ σταδίου, εὐώδη θεῖε Βάκχε, καὶ καρτερόφρον Σέργιε.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Χαίροις τῶν Ἀθλητῶν, δυὰς ἡ πανολβία, Κυρίου στρατηλάται, κρηπὶς ἀνδρείας Βάκχε, καὶ σθένους βάθρον Σέργιε.

 

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Δίδοσθε χρυσαυγήν, ἐλευθερίας πᾶσι, τοῖς στένουσιν ἀπίστων, ἐν τῇ δουλείᾳ Βάκχε, καὶ Σέργιε πανεύφημε.

 

Δόξα. Τριαδικόν.

Ἤθλησεν ὑπὲρ Σοῦ, Τρισήλιε Θεότης, ἡ ξυνωρὶς Μαρτύρων, ὁ Βάκχος ὁ στεῤῥόφρων, καὶ ὁ γενναῖος Σέργιος.

 

Καὶ νῦν. Θεοτοκίον.

Πάθος τοῦ Σοῦ Υἱοῦ, ἡ ξυνωρὶς Μαρτύρων, δοξάσασα Παρθένε, τῆς αἰωνίου δόξης, περιφανῶς ἠξίωται.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. Α΄. Τὸν συνάναρχον Λόγον.

Ὁμοφρόνως τὴν δόξαν καταφρονήσασαν, τῆς στρατιᾶς τῆς γηΐνης, διὰ τὴν δόξαν Χριστοῦ, ξυνωρίδα ὁπλιτῶν τὴν γενναιόφρονα, Βάκχον καὶ Σέργιον φαιδραῖς, ἀνυμνήσωμεν ᾠδαῖς, εἰδώλων ὡς καθαιρέτας, καὶ πρεσβευτὰς ὁλοθέρμους, ἡμῶν πρὸς Κύριον τὸν εὔσπλαγχνον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Μετὰ τὸν Προοιμιακόν, τό· Μακάριος ἀνήρ. Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α'. Πανεύφημοι Μάρτυρες

Βάκχε καὶ Σέργιε ὑμᾶς, ὁ τῆς δόξης Κύριος, κατακοσμήσας ταῖς χάρισι, ταῖς τῶν ἰάσεων, θαυμαστοὺς ἐν κόσμῳ , εὐκλεῶς ἀνέδειξε, νοσοῦντας δι' ὑμῶν θεραπεύων ἀεί· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Βάκχε καὶ Σέργιε ὑμεῖς, ἐπὶ γῆς ἀθλήσαντες, ἐν οὐρανοῖς συγχορεύετε, σὺν Ἀσωμάτοις γάρ, ἀεὶ παρεστῶτες, τῇ Τριάδι Ἅγιοι, καὶ δόξῃ ἐντρυφῶντες ἀγάλλεσθε· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Βάκχε καὶ Σέργιε ὑμεῖς, τοῦ ἐχθροῦ τὴν ἔνστασιν, ἀνδρείως ἄμφω ἐλύσατε· καὶ τῶν εἰδώλων δέ, ὀλεθρίαν πλάνην, εὐσεβῶς ἀπώσασθε, Χριστὸν τὸν Βασιλέα κηρύξαντες· ὃν ἱκετεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

Τὴν δυάδα τιμήσωμεν, τῶν Μαρτύρων ἐν ἄσμασι, Σέργιον καὶ Βάκχον τοὺς γενναιόφρονας, ἀδελφικῶς γὰρ συνδούμενοι, ἀγάπῃ τοῦ Κτίσαντος, καὶ ἀνύσαντες ὁδόν, ἀηττήτου ἀθλήσεως, ἠξιώθησαν, οὐρανίων στεφάνων ὅθεν μνήμην, τὴν αὐτῶν μελισταγέσιν, ᾠδαῖς καὶ ἄσμασι μέλπομεν.

 

Ἀνενδότῳ φρονήματι, μαρτυρίου τὸ στάδιον, Βάκχε διανύων μελῶν σου τάνυσιν, καὶ αἰκισμοὺς καθυπέμεινας, δυνάμει ῥωννύμενος, ἀθλοθέτου Ἰησοῦ, ὅθεν αἰωνιότητος, χαίρων εἴληφας, τὰ βραβεῖα καὶ ἔτυχες ἐν πόλῳ, ἀπολαύσεως ἀφθίτου, καὶ θείας ἀγαλλιάσεως.

 

Σιδηρὰ ὑποδήματα, αἰχμηροὺς ἥλους φέροντα, Σέργιε τρισμάκαρ ὑποδησάμενος, δουκὸς ἁμάξῃ δυνάστου σου, ὀπίσω πανένδοξε, Ἀθλητὰ ἀκολουθεῖν, ἠναγκάσθης καὶ πόδας σου, ἐπορφύρωσας, τῶν αἱμάτων σου ῥείθροις καλλιμάρτυς, ὁ τοὺς δυσφορήτους πόνους, καθυπομένων τραυμάτων σου.

 

Δόξα... Ἦχος δ'

Σέργιος καὶ Βάκχος, ἡ φαιδρὰ τῶν Μαρτύρων καὶ τερπνὴ λαμπηδών, τῶν μὲν τυράννων τὸ θράσος κατέβαλε, τῶν δὲ εἰδώλων τὴν πλάνην κατήργησε· καὶ τῆς θεογνωσίας τὸ τέλειον μυστήριον, λαμπρᾷ τῇ φωνῇ, ὑψηγοροῦντες ἀνεκήρυττον. Ὧν ταῖς πρεσβείαις Χριστέ, ὁ τούτων νομοδότης, ἀγωνοθέτης τε καὶ στεφανοθέτης, καὶ ἡμᾶς ἀξίωσον, κατὰ τῶν ἀοράτων καὶ ὁρατῶν δυνάμεων, τὸ κράτος ἀναδήσασθαι.

Καὶ νῦν... Θεοτοκίον.

Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

Εἴσοδος. Φῶς Ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).

Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Εἰς τὴν Λιτήν. Ἦχος α΄.

Τὴν θεαυγὴ τῶν Ἀθλοφόρων ξυνωρίδα, τὴν ὁμοφρόνως ἀριστεύσασαν, Σέργιον καὶ Βάκχον συμφώνως εὐφημήσωμεν. Οὗτοι γὰρ τὴν ἐν Χριστῷ ἐπιγνόντες ἀλήθειαν, ὁμοφροσύνῃ τελείᾳ Αὐτοῦ τὴν πίστιν ἐκήρυξαν, καὶ εἰδώλων τὴν πλάνην κατηδάφισαν. Οἰκείοις οὖν ἄθλοις τὸν ἀθλοθέτην Σωτῆρα δοξάσαντες, χάριν εὗρον ὑπὲρ ἡμῶν Αὐτῷ πρεσβεύειν, τῷ παρέχοντι ἡμῖν τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

Ἦχος β΄.

Μαξιμιανοῦ βασιλεύοντος ἤθλησαν ὡς ἄσαρκοι, οἱ ἐπιφανεῖς καὶ ἀνδρεῖοι Ῥωμαῖοι στρατιῶται, οἱ εὐγενεῖς καὶ νεώτατοι Σέργιος καὶ Βάκχος. Οὗτοι γὰρ ὡς αἰώνιον τὴν μέλλουσαν ζωὴν μελετῶντες, καὶ τὴν πρόσκαιρον σοφῶς λογιζόμενοι παροικίαν, ὡς ἔμποροι σοφοὶ ἐπολιτεύσαντο. Μαρτυρικοῖς οὖν ὁμιλήσαντες καμάτοις, ἐπαξίως ἐπάθλων ἠξιώθησαν ἐν πόλῳ, ἔνθα Χριστῷ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος γ΄.

Μὴ πειθόμενοι θῦσαι τοῖς ἀψύχοις καὶ ἀναισθήτοις ξοάνοις, καὶ πᾶσαν αὐτῶν καταλύσαντες ἀπάτην, Χριστὸν Θεὸν ἀληθινὸν ὡμολογήσατε Σέργιε καὶ Βάκχε, ὑμεῖς γὰρ πομπευόμενοι διὰ Χριστὸν ἐσεμνύνεσθε, καὶ ἐμπαιζόμενοι προσηύχεσθε Μάρτυρες ἔνδοξοι. Καὶ νῦν ὡς Ἀθληταὶ στεφηφόροι καὶ Βασιλείας κληρονόμοι, παῤῥησίαν πρὸς Χριστὸν ἔχετε, πρεσβεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ΄.

Ὅλῳ νοΐ Χριστῷ τῷ ἀγωνοθέτῃ ἀτενίζοντες, ὥσπερ ἄλλου πάσχοντος, τοὺς κολασμοὺς καὶ τὰ βασάνους ἠνέγκατε, Σέργιε καὶ Βάκχε πολύαθλοι. Διὸ νῦν ἡ ἐπὶ γῆς στρατευομένη τοῦ Χριστοῦ Ἐκκλησία, ὕμνοις καὶ ᾄσμασι καταστέφουσα τὴν ὑμῶν πανσέβαστον μνήμην, τὰς ὑμῶν ἐκδέχεται ἱκεσίας πρὸς βίον κρείττονα.

 

Ἦχος πλ. α΄.

Συμφρονοῦντες τὸν καλὸν ἀγῶνα ἐτελέσατε, καὶ τοῖς οἰκείοις φοινιχθέντες αἵμασι, ἐπαξίων ἐπάθλων ἐτύχετε μεγαλομάρτυρες, ἀπεριτρέπτῳ γὰρ καρδίᾳ ἠγωνίσασθε, ἀφορῶντες εἰς τὸν ἀρχηγὸν καὶ τελειωτὴν τῆς πίστεως, καὶ τὴν πλάνην τῶν εἰδώλων κατεπατήσατε. Αἰωνίου οὖν δόξης ἀπολαύοντες, Σέργιε καὶ Βάκχε πρεσβεύσατε, εὑρεῖν ἡμᾶς ἔλεος ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

 

Ἦχος πλ. β΄.

Τῷ φωτὶ τῆς εὐσεβείας καταλαμπόμενοι, τῶν εἰδώλων διεσκεδάσατε σκοτομήνην, καὶ στρατιῶται ἀήττητοι τοῦ νοητοῦ Ἡλίου τῆς δικαιοσύνης, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἐδείχθητε Σέργιε καὶ Βάκχε. Συμφωνίᾳ γὰρ γνώμης καὶ ἀθλητικοῖς ἀγῶσιν, ἐπαξίως τὸν Κύριον ἐδοξάσατε, καὶ ὑπεραρθέντες τῶν γηΐνων, τῶν ὑπὲρ φύσιν ἠξιώθητε ἀοίδιμοι. Μεγαλομάρτυρες οὖν πανάριστοι ὀφθέντες, τῆς παναγίου Τριάδος τοῦ φάους ἀπολαύευτε, οὗ καὶ ἡμᾶς ἀξιώσατε τοὺς ἑορτάζοντας πόθῳ, ὑμῶν τὴν ἀήττητον ἄθλησιν.

 

Δόξα. Ἦχος πλ. δ΄.

Τῆς εὐσεβείας τὴν ἰσχὺν ἐπ’ ὤμων ἀναλαβόντες, μαρτυρικῶς ἠνδραγαθήσατε Σέργιε καὶ Βάκχε πολύαθλοι. Οἰκείοις γὰρ αἵμασι πορφυρώσαντες τὸ στρατιωτικὸν ὑμῶν ἔνδυμα, λαμπροχίτωνες εἰσήλθετε εἰς τὴν χαρὰν τοῦ Παντάνακτος. Καὶ νῦν σὺν Αὐτῷ εὐφραινόμενοι ἐν σκηνώμασι θείοις, μὴ παύσησθε πρεσβεύοντες ἡμῖν διδόναι πταισμάτων συγχώρησιν.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

 

 

 

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, τῶν Ἀθλητῶν ξυνωρίς, μεγαλομάρτυρες Κυρίου πανένδοξοι, ἀήττητοι στρατηλάται, Ἀρχιστρατήγου Χριστοῦ, τὰ τῆς εὐσεβείας, καλλωπίσματα, Ῥωμαίων κοσμήτορες, Ἐκκλησίας διάκοσμοι, στεῤῥαῖ κρηπῖδες, ἀληθείας καὶ θέμεθλα, γενναιότητος, καὶ εὐψύχου ἐνστάσεως, Σέργιε παμμακάριστε, καὶ Βάκχε τρισόλβιε, τῆς στρατιᾶς τοῦ Ὑψίστου, περιφανὴ ὡραΐσματα, Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Χαίροις, ὑπαρχηγὲ τῆς στολῆς, τῶν γεντηλίων Βάκχε πίστεως πρόβολε, τὴν ἔλλαμψιν τῆς ἀγάπης, ὁ δεδεγμένος Χριστοῦ, καὶ εἰδώλων πλάνης τὴν σκοτόμαιναν, λιπὼν σὺν συνάθλῳ σου, τῷ Σεργίῳ τῷ ἔμφρονι, μεθ’ οὗ τὸ μέγα, τοῦ Παντάνακτος ὄνομα, ὡμολόγησας, πρὸ δυνάστου σου βήματος, Μάρτυς Χριστοῦ πανεύφημε, βασάνων ὑπέρτερε, πρὸς ὑπερκόσμιον λῆξιν, καὶ λαμπροφόρα σκηνώματα, ἀρθεὶς θείας δόξης, ὑπὲρ πάντων ἐκδυσώπει, τῶν εὐφημούντων σε.

 

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Χαίροις, ὁ στρατιώτης Χριστοῦ, ὁ τροπωσάμενος τυράννου παράταξιν, τοῦ Πνεύματος τῇ δυνάμει, σὺν Βάκχῳ συναθλητῇ, σοῦ τῷ στεῤῥοψύχῳ, θεοτίμητε, σὺ γὰρ πομπευόμενος, γυναικεῖα ἐνδύματα, ἐνδεδυμένος, ἐν ταῖς ῥύμαις τῆς πόλεως, καὶ κατώδυνον, ὑπομείνας μαρτύριον, Σέργιε τρισμακάριστε, ὑπέστης ἀπότμησιν, τῆς ἱερᾶς κεφαλῆς σου, καὶ κληρονόμος φαιδρότητος, ἀλήκτου ἐγένου, καὶ διάπυρος μεσίτης, ἡμῶν πρὸς Κύριον.

 

Δόξα... Ἦχος πλ. δ'

Ἐκραταιώθη τῶν τοῦ Χριστοῦ Μαρτύρων, κατ' ἐχθρῶν τὸ σύστημα, ἐν οἷς ὡς φωστῆρες κοσμικοὶ διαλάμπουσιν, οἱ εὐσθενεῖς καὶ ἄριστοι Ἀθλοφόροι, Σέργιός τε καὶ Βάκχος. Τούτοις ἔκλινε τὰ νῶτα ἡ πονηρὰ φάλαγξ τῶν δαιμόνων. Τούτους ἐξεπλάγησαν τύραννοι, καὶ ἐθαύμασαν Ἄγγελοι, ὁρῶντες τὸν ἀσώματον, ὑπὸ σαρκὸς πατούμενον, τῶν δὲ πιστῶν ἡ Ἐκκλησία, πανέορτον ἑορτὴν καὶ κοσμικὴν χαρμονήν, ἐπιτελοῦσα βοᾷ· ὁ ἀσθενείᾳ σαρκὸς πεδήσας τὸν ἰσχυρόν, ταῖς πρεσβείαις τῶν Ἁγίων σου, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν... Θεοτοκίον

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. Α΄. Τὸν συνάναρχον Λόγον.

Ὁμοφρόνως τὴν δόξαν καταφρονήσασαν, τῆς στρατιᾶς τῆς γηΐνης, διὰ τὴν δόξαν Χριστοῦ, ξυνωρίδα ὁπλιτῶν τὴν γενναιόφρονα, Βάκχον καὶ Σέργιον φαιδραῖς, ἀνυμνήσωμεν ᾠδαῖς, εἰδώλων ὡς καθαιρέτας, καὶ πρεσβευτὰς ὁλοθέρμους, ἡμῶν πρὸς Κύριον τὸν εὔσπλαγχνον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Δυὰς ἡ ἐκλεκτή, λαμπρυνθεῖσα τῷ φέγγει, τοῦ πάντων Ποιητοῦ, τῶν ἐνδόξων Μαρτύρων, ὁ Βάκχος ὁ ἄριστος, καὶ ὁ εὔψυχος Σέργιος, ἠγωνίσαντο, ὑπὲρ τῆς δόξης Κυρίου, τοῦ κρατύναντος, αὐτοὺς ἐν μέσῳ σταδίου, συντρίψαι τὰ εἴδωλα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν δόξαν Σοῦ Υἱοῦ, καὶ Σωτῆρος τοῦ κόσμου, ποθήσαντες καλῶς, τῶν Μαρτύρων οἱ δῆμοι, Παρθένε πανάμωμε, ἀνδρικῶς ἠγωνίσαντο, καὶ ἀπέλαβον, τῆς ἀφθαρσίας τοῦ στέφους, ἱκετεύοντες, ὑπὲρ ἡμῶν τῶν ἐκθύμως, τιμώντων Σε Δέσποινα.

 

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Πανεύφημοι Μάρτυρες Βάκχε ὁπλῖτα στεῤῥέ, καὶ Σέργιε πάνσοφε τὸν παλαιὸν πτερνιστήν, καιρίως ἐπλήξατε, πόνοις τοῦ μαρτυρίου, καὶ αἱμάτων ῥανίσιν, ὅθεν ἀθανασίας, εἰληφότες τὰ γέρα, ἡμῶν πρὸς τὸν Θεὸν πρεσβευταί, ἄγρυπνοι ὤφθητε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Σαρκὸς ὁμοιώματι φανεὶς βροτοῖς ὁ Θεός, ἡμᾶς ἐλυτρώσατο ἐκ τῆς ἀρχαίας ἀρᾶς, πανύμνητε Δέσποινα, ὅθεν Σῶν θαυμασίων, μεγαλύνοντες πλῆθος, ὕμνοις μελισταγέσι, τὸν Σὸν ἄφραστον Τόκον, δοξάζομεν ἀεὶ Μαριάμ, κόσμου διάσωσμα.

 

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Γενναίους Μάρτυρας, ὁπλίτας πίστεως, τοὺς πλάνης τρώσαντας, εἰδώλων μέλψωμεν, Σέργιον κλέος Ἀθλητῶν, καὶ Βάκχον ἀνδρείας φάρον, ἐν ἑνὶ φρονήματι, τοὺς Χριστὸν μεγαλύναντας, ὡς εὐψύχους κήρυκας, εὐσεβείας κραυγάζοντες, εὐτάκτοις μελῳδίαις ἐκ πόθου· Χαῖρε δυὰς κλεινῶν Μαρτύρων.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

 

Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον, κατὰ Ἰωάννην (Κεφ. ιε΄ 17-ιστ΄ 2): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ... (Ζήτει ἐν τῷ Ὄρθρῳ τῆς ΚΣΤ΄ Ὀκτωβρίου).

Ὁ Ν΄ ψαλμός.

Δόξα: Ταῖς τῶν Ἀθλοφόρων πρεσβείαις Ἐλεῆμον...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Μαρτυρικοῖς ἐμπρέψαντες πόνοις, τὸν Κύριον τῆς ζωῆς καὶ τοῦ θανάτου ἐδοξάσατε, Ἀθλοφόροι πανάριστοι. Εἰδωλόφρονος γὰρ δυνάστου πλεκτάνας λύσαντες, τῇ ἀθλητικῇ ὑμῶν ἐνστάσει, τρόπαιον ἐστήσατε τῆς εὐσεβείας περίδοξον. Καὶ νῦν Χριστῷ παριστάμενοι, μὴ διαλίπητε Σέργιε καὶ Βάκχε, Χριστῷ πρεσβεύοντες ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τῶν Ἁγίων ὁ παρών, οὗ ἡ Ἀκροστιχίς: Σέργιον ἀθλοφόρον καὶ Βάκχον ἀοίδιμον ᾄδω. Θεοφάνους          ᾨδὴ α' Ἦχος α' Σοῦ ἡ τροπαιοῦχος δεξιά

Σέργιε θεράπον τοῦ Χριστοῦ, συμπεσβευτὴν προσλαβὼν καὶ συλλήπτορα, Βάκχον τὸν ἀοίδιμον, μεθ' οὗ τοὺς ἄθλους θεοφρόνως ἤνυσας, λόγον μοι σοφίας, ἡμᾶς ὑμνοῦντι βραβεύσατε.

πὶ τὴν ἀσάλευτον Χριστοῦ, πέτραν τῆς πίστεως Ἅγιοι Μάρτυρες, θέντες τὸν θεμέλιον, ἐπ' ἀσφαλοῦς ἐρηρεισμένοι βάσεως, πρόβολοι καὶ πύργοι, τῆς εὐσεβείας ἐδείχθητε.

ήμασι πιστεύσαντες Χριστοῦ, καὶ πρὸς αὐτὸν ἀκλινῶς ἀτενίζοντες, πᾶσαν διεπτύσατε, παρερχομένην εὐδοξίαν Ἅγιοι, δόξης ἀϊδίου, κατασχεθέντες τῷ ἔρωτι.

Γένους καὶ πατρίδος καὶ τιμῆς, διὰ Χριστὸν γυμνωθέντες ἠγάλλεσθε, καὶ περιβαλλόμενοι, θηλυπρεπὲς ἀνδρειοφρόνως ἔνδυμα τὴν τῆς ἀφθαρσίας, καταστολὴν ἠμφιάσασθε.

Θεοτοκίον

λεων γενέσθαι τοῖς πιστοῖς, καὶ εὐμενῆ Θεομῆτορ δυσώπησον, Λόγον ὃν ἐγέννησας, σωματικῶς ἡμῖν ἐπιδημήσαντα· σε γὰρ προστασίαν, καὶ σωτηρίαν κεκτήμεθα.

 

ᾨδὴ γ'. Ὁ μόνος εἰδὼς

μόνος γινώσκων ὡς Θεός, τὰ πάντα πρὶν γενέσεως, τὴν πρὸς αὐτὸν ὁρῶν ὑμῶν πρόθεσιν, σοφίας λόγων καὶ θείας γνώσεως, καὶ στεῤῥοῦ φρονήματος, δαψιλῶς ἐνέπλησεν, ὡς αὐτοῦ στρατιώτας Μακάριοι.

Νομίμως θεράποντες Χριστοῦ, ἀθλῆσαι προελόμενοι, τὴν φθειρομένην δόξαν καὶ ῥέουσαν, καὶ κόσμον πάντα καὶ κοσμοκράτορα, λογισμῷ θεόφρονι, ἀθλοφόροι Μάρτυρες, ἑβδελύξασθε πόθῳ τοῦ κτίσαντος.

χράντοις νοὸς ἐπιβολαῖς, Θεῷ νῦν παριστάμενοι, καὶ τῆς ἐκεῖθεν αἴγλης πληρούμενοι, καὶ τῆς ἀφράστου μακαριότητος, σαφῶς ἀπολαύοντες, πειρασμῶν τοὺς ἡμᾶς γεραίροντας, Ἀθλοφόροι λυτρώσασθε.

Θεοτοκίον

Θανάτῳ κρατούμενος τὸ πρίν, Ἀδὰμ νῦν ἠλευθέρωται, τῇ σῇ γεννήσει μόνη Θεόνυμφε· ζωὴν γὰρ ὄντως τὴν ἐνυπόστατον, ἑνωθεῖσαν σώματι, Ἁγνὴ καθ' ὑπόστασιν, ὑπέρ φύσιν καὶ λόγον ἐκύησας.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Πάσῃ φαίνεται, τῇ οἰκουμένῃ, ὡς λαμπρότατος, δίφωτος λύχνος, εὐψυχίας καὶ θάῤῥους πανένδοξοι, καὶ τῶν παθῶν ἀπελαύνετε ζόφωσιν, Θεοῦ τῇ χάριτι Βάκχε καὶ Σέργιε, καρτερόψυχοι διόπερ ὑμῶν δεόμεθα, τῶν θείων πρεσβευτῶν ἡμῶν πρὸς Κύριον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὸν προσπίπτοντα, Σῇ θείᾳ σκέπῃ, καταξίωσον, τῆς οὐρανίου, Παναγία Θεοτόκε λαμπρότητος, ἡ Ζωοδότην Χριστὸν κόσμῳ τέξασα, τὸν σωτηρίας αὐγὴν ἀνατείλαντα, τοῖς κραυγάζουσι φωναῖς καὶ εὐήχοις ᾄσμασιν· ἁγνὴ Θεοκυῆτορ χαῖρε Δέσποινα.

 

ᾨδὴ δ'. Ὄρος σε τῇ χάριτι

Λαμπτῆρες διττοί, ἀπὸ δυσμῶν ἐξανέτειλαν, τὴν ἐναντίαν τῷ τῆς γῆς, τότε κρατοῦντι δυσσεβεῖ, ποιούμενοι κίνησιν, καὶ πρὸς τὴν σὴν ἀνατολὴν ἐπειγόμενοι, τὴν φωτοφόρον Χριστὲ καὶ σωτήριον.

Οὐ ξίφος οὐ πῦρ, οὐ διωγμὸς οὐδὲ μάστιγες, τῆς εὐσεβοῦς περὶ Θεόν, γνώμης ἐχώρισαν ὑμᾶς· ζωὴν γὰρ ἡγήσασθε, τὴν τελευτὴν τὴν δι' αὐτὸν ἀξιάγαστοι, καὶ μακαρίαν τρυφὴν καὶ ἀνώλεθρον.

Φωστῆρες οἱ ὄντως, ἀπλανεῖς τὸ στερέωμα, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, περιαυγάζουσι φωτί, τῆς θείας ἐλλάμψεως, καὶ τὰς ψυχὰς τῶν εὐσεβῶν κατευφραίνουσι, τὰς τῶν θαυμάτων ἀκτῖνας ἐκπέμποντες.

Βάκχος ὁ θεῖος, καὶ πανάριστος Σέργιος, ἐνιαυτῶν περιτροπαῖς, τοὺς εὐσεβείας ἐραστάς, καὶ τοὺς φιλομάρτυρας, πνευματικῶς πρὸς εὐωχίαν προτρέπονται, τὰς ἀριστείας αὐτῶν προτιθέμενοι.

Θεοτοκίον

ομφαία τὰς πύλας, τῆς Ἐδὲμ ἡ φυλάττουσα, παραχωρεῖ νῦν τοῖς πιστοῖς, καὶ ὑποδέχεται φαιδρῶς, τιμίῳ ἐν αἵματι, τοῦ ἐκ τῆς σῆς γαστρὸς τεχθέντος Πανάμωμε, σημειωθέντας ὁρῶσα καὶ χάριτι.

 

ᾨδὴ ε'. Ὁ φωτίσας τῇ ἑλλάμψει

Οἱ τὴν πλάνην ἀληθείας ἐν ὅπλῳ ἐλάσαντες, καὶ τυράννων καρτερῶς αἰκισμοὺς ὑπομείναντες, νικηταὶ γεγόνατε, παρὰ Χριστοῦ στεφανωθέντες, καὶ νῦν ἀξίως ἀγάλλεσθε.

Νευρούμενοι ἀηττήτῳ δυνάμει καὶ χάριτι, τῆς Τριάδος, ἡ δυὰς τῶν Μαρτύρων κατέβαλε, τὸν τοῦ σκότους ἄρχοντα, καὶ τοὺς αὐτῷ δεδουλωμένους, τῆς τούτου πλάνης ἐῤῥύσατο.

Καρτερίᾳ καὶ ἀνδρείᾳ ψυχῆς καὶ στεῤῥότητι, διανοίας ξυνωρίς, τῶν Μαρτύρων ἡ ἔνδοξος, ὑπερέβη ἅπασαν, τῶν διωκτῶν πικρὰν μανίαν, καὶ σὺν Ἀγγέλοις αὐλίζεται.

Θεοτοκίον

νέτειλας Θεομῆτορ ὡς ὄρθρος τὸν Ἥλιον, τὸν ἄδυτον ἡνωμένον σαρκὶ καθ' ὑπόστασιν, ἐν ἀγκάλαις φέρουσα, τῆς ἀληθοῦς δικαιοσύνης· διὸ σε πάντες δοξάζομεν.

 

ᾨδὴ ς'. Ἐκύκλωσεν ἡμᾶς

άσεων πηγὰς Μαρτύρων λείψανα, πλουσίως ἀναβρύουσιν, ἀρυσώμεθα προθύμως οὖν πιστοί, καὶ τοὺς Ἀθλοφόρους μακαρίσωμεν, τὸν εὐκλεῆ, Σέργιον καὶ Βάκχον τόν ἀοίδιμον.

Βαρούμενοι τὴν μετ' ἀνόμων σκήνωσιν, καὶ πλάνῃ δυσχεραίνοντες, τὴν οὐράνιον πορείαν εὐσταλῶς, Σέργιος καὶ Βάκχος ἐπορεύοντο, καὶ πρὸς Χριστόν, λιμένα ἔφθασαν τὸν ἀχείμαστον.

νοίγονται τοῖς ἀθλοφόροις Μάρτυσιν, αἱ πύλαι αἱ οὐράνιαι, εὐλαβούμεναι τὸ πάθος τὸ σεπτόν, τὸ τῇ ἐκτιμήσει τοῦ Θεοῦ ἡμῶν, χαριτωθέν, καὶ φυγαδεῦον δαιμόνων φάλαγγας.

Θεοτοκίον

Κυρίως σε Θεοῦ Μητέρα Πάναγνε, φρονοῦντες καταγγέλλομεν· τὸν γὰρ ἄναρχον Υἱὸν μονογενῆ, τὸν πρὸ τῶν αἰώνων ἀναλάμψαντα, ἐκ τοῦ Πατρός, ἀνερμηνεύτως Παρθένε τέτοκας.

 

Κοντάκιον Ἦχος β'. Τὰ ἄνω ζητῶν

Τὸν νοῦν πρὸς ἐχθροὺς ἀνδρείως παρατάξαντες, τὴν πᾶσαν αὐτῶν ἀπάτην κατελύσατε, καὶ τὴν νίκην ἄνωθεν, εἰληφότες Μάρτυρες πανεύφημοι, ὁμοφρόνως ἐκράζετε· Καλὸν καὶ τερπνὸν τὸ συνεῖναι Χριστῷ.

Ὁ Οἶκος

Ἐν οὐρανοῖς Χριστέ, κατοικοῦντες, Σέργιός τε καὶ Βάκχος, καὶ τοῦ θείου φωτὸς τοῦ παρὰ σοῦ ἐμφορούμενοι, ἐμὲ τὸν ἐν σκότει τῆς ἀγνωσίας πορευόμενον, προφθάσειαν διὰ τάχους, καὶ τῶν παθῶν ἀφαρπάσειαν, μόνε ἀθάνατε, στολὴν μοι τῆς ἀφθαρσίας καταπέμποντες· ὅπως λευχειμονῶν, τὴν φωτοφόρον αὐτῶν ἑορτὴν ἀνυμνῶ, καὶ κραυγάζω σοι Κύριε· Καλὸν καὶ τερπνὸν τὸ συνεῖναι Χριστῷ.

 

Συναξάριον

Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Σεργίου καὶ Βάκχου.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'. Σὲ νοητήν, Θεοτόκε

Χαῖρε δυάς, Ἀθλοφόρων ἔνδοξε, χαῖρε νικήσασα λαμπρῶς, τῶν τυράννων τὰς ἀπειλάς, χαῖρε ἡ ἀνύσασα, δρόμον τὸν μακάριον, χαῖρε τρυφῆς ἀεὶ ἔνδον μένουσα, χαῖρε τρανῶς, παρεστῶσα Θεῷ θεομακάριστε.

λολαμπεῖς, ἐπὶ γῆς βαδίζοντες, τὰς τῶν δαιμόνων μηχανάς, καὶ τὰς ὄψεις τῶν διωκτῶν, Μάρτυρες ἠμβλύνατε, φέγγει τῷ τῆς χάριτος, καὶ ταῖς αὐγαῖς τῆς ἀθλήσεως, τὸν αἰνετὸν ἀνυμνοῦντες, Θεὸν τὸν ὑπερένδοξον.

Ναοὶ Θεοῦ, πεφηνότες ἔνδοξοι, ζῶντος καὶ ζῶντες Ἀθληταί, τῇ δυνάμει τῇ τοῦ Σταυροῦ, ὄντως δυναμούμενοι, στῖφος ἐτροπώσασθε, τῶν δυσμενῶν παμμακάριστοι, τὸν κραταιὸν ἐν πολέμοις, Θεὸν ὕμνοις γεραίροντες.

Θεοτοκίον

χραντε σύ, ναὸς ἐχρημάτισας, καὶ Παναγία κιβωτός, δεξαμένη τὸν Ποιητήν, τὸν ἀπερινόητον, καὶ τὸν ἀπερίληπτον, ἐν τῇ γαστρί σου χωρήσασα, τὸν αἰνετὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

 

ᾨδὴ η'. Ἐν καμίνῳ Παῖδες

τῇ δρόσῳ πάλαι τοῖς Παισί, τὴν φλόγα καταψύξας, ἑστῶτας ἐν τοῖς ἀγῶσιν, ἐδυνάμωσεν αὐτοῦ, τοὺς Μάρτυρας ψάλλοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

οβόλους καὶ ψυχοβλαβεῖς, θωπείας τῶν τυράννων, ἐμφρόνως οἱ, Ἀθλοφόροι, διεκρούσαντο, Χριστῷ, βοῶντες καὶ ψάλλοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Δραστηρίους φύλακας ἡμῖν, τὸν Σέργιον καὶ Βάκχον, τοὺς ὄντως στεφανηφόρους, ἐπεστήσατο Χριστός, φρουροῦντας τοὺς ψάλλοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

θυνόν μοι Δέσποτα Χριστέ, πρεσβείαις τῶν Μαρτύρων, τὴν τρίβον τῆς ἀρετῆς μοι, κατευμαρίζων καὶ σοί, κραυγάζειν ἀξίωσον· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Μακαρίζω σε τὴν ἀληθῆ, Θεοῦ ἡμῶν Μητέρα, τὸ Χαῖρε σὺν τῷ Ἀγγέλῳ, προσκομίζων σοι ἁγνή, πανάμωμε Δέσποινα· σὲ γὰρ ὄντως πάντα τὰ ἔργα, Παρθένε εὐλογοῦσι, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ'. Τύπον τῆς ἁγνῆς

λον τὸν Χριστὸν ἐκτήσασθε· κόσμον γὰρ ὅλον δι' αὐτὸν κατελίπετε. Καὶ νῦν Μάρτυρες, τοὺς οὐρανοὺς ἐμβατεύοντες, τὰς χορείας τῶν ἄνω Δυνάμεων, ἀνδρῶν τε μακαρίων, κατανοεῖτε τὰς λαμπρότητας.

Νέμοις ξυνωρὶς πανάριστε, τῷ τοὺς ἐπαίνους πόθῳ σοι προσκομίζοντι, χάριν ἄνωθεν, καὶ τῶν πταισμάτων συγχώρησιν, δυσωποῦσα τὸν μόνον οἰκτίρμονα, πρὸς ὅν ἐπειγομένη, τῶν χαμαιζήλων κατεφρόνησας.

Αἴγλῃ τριλαμποῦς θεότητος, πεφωτισμένοι οἱ ἀήττητοι Μάρτυρες, τὴν πολύθεον ἀπατηλὴν ἀθεότητα, καὶ τυράννων τὸν φόβον ἀπώσαντο, καὶ νῦν τῆς ἀκηράτου, κατατρυφῶσιν ἀπολαύσεως.

Δρόμον τὸν καλὸν τελέσαντες, τὴν εὐσεβῆ τε πίστιν σῴζειν σπουδάσαντες, τὴν ἀσάλευτον παραλαβεῖν ἠξιώθητε, βασιλείαν πανένδοξοι Μάρτυρες, διάδημα τοῦ κάλλους, καὶ εὐπρεπείας περικείμενοι.

Θεοτοκίον

τῶν ὑπὲρ νοῦν θαυμάτων σου! τὸν τοῦ Θεοῦ γὰρ Λόγον σάρκα γενόμενον, μόνη τέτοκας, ὑπερφυῶς Μητροπάρθενε, τὸν τὰ σύμπαντα θείῳ βουλήματι, σοφῶς διακρατοῦντα, καὶ κυβερνῶντα καὶ συνέχοντα.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Ὁπλῖται γενναιότατοι, Χριστοῦ τοῦ Παντοκράτορος, Βάκχε ἀνδρείας πυξίον, καὶ μάκαρ Σέργιε στῦλε, φωτόλαμπρε ἐνστάσεως, γενναίας καὶ ἀθλήσεως, ὑπὲρ ἡμῶν πρεσβεύσατε, τῷ ἀθλοθέτῃ Κυρίῳ, καὶ Παντοκράτορι θείῳ.

Ἕτερον. Τοῖς Μαθηταῖς

Ἀδελφικῇ συνδούμενοι, τῇ στοργῇ καὶ τῇ πίστει, οἱ ἀθλοφόροι Μάρτυρες, Σέργιος ὁ θεόφρων, καὶ Βάκχος ὁ ἀοίδιμος, σὲ Χριστὲ δυσωποῦσιν, εἰρήνην σὴν δωρήσασθαι, κόσμῳ καὶ τοῖς ἐν κόσμῳ, καὶ Βασιλεῖ, κατ' ἐχθρῶν βαρβάρων τρόπαια νίκης, ἡμῖν πταισμάτων ἄφεσιν, καὶ ψυχῶν σωτηρίαν.

Θεοτοκίον

 

Τὸν σαρκωθέντα Κύριον, ἐξ ἁγνῶν σου αἱμάτων, Παρθενομῆτορ ἄχραντε, δυσωποῦσα μὴ παύσῃ, ὑπὲρ ἀχρείων σου δούλων, ὅπως εὔρωμεν χάριν, καὶ εὔκαιρον βοήθειαν, ἐν ἡμέρα ᾗ κρίνῃ, γένος βροτῶν, ὡς Θεὸς παρέχων τὰ κατ' ἀξίαν· σὲ γὰρ προστάτιν ἅπαντες, ἔχομεν ἐν ἀνάγκαις.

 

Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῆς ξυνωρίδος Μαρτύρων τὴν μνήμην σήμερον, τὴν ἱερὰν τελοῦντες, ἐκ καρδίας βοῶμεν· γενναῖοι στρατιῶται τοῦ Ἰησοῦ, Βάκχε μάκαρ καὶ Σέργιε, ὑπὲρ ἡμῶν δυσωπεῖτε διὰ παντός, τὴν Τριάδα τὴν ὑπέρθεον.

 

Βουνεύρων βίαν ὑπέστης καθάπερ ἄϋλος, καὶ χαίρων ἐτανύσθης, Βάκχε τροπαιοφόρε, Μαρτύρων ἀηττήτων φωτολαμπές, καὶ φωσφόρον ἀμάρυγμα, διὸ καὶ πάντας καθεύδοντας ἐν σκιᾶ, σοῖς αὐγάζεις κατορθώμασι.

 

Τομὴν αὐχένος ὑπέστης στεῤῥῷ φρονήματι, τοῦ βασιλέως πλάνην, καθελὼν Ἀθλοφόρε, κοσμῆτορ θεῖε Ῥώμης καὶ τοῦ Χριστοῦ, στρατηλάτα περίδοξε, διὸ τιμῶντές σε Σέργιε εὐλαβῶς, μεγαλύνομεν τοὺς ἄθλους σου.

 

Τοῦ ἀθλοθέτου Κυρίου καταλαμπόμενοι, ταῖς νοηταῖς ἀκτῖσιν, ἐν σκηναῖς οὐρανίαις, τρισμάκαρ Βάκχε λύχνε φωτοειδές, εὐψυχίας καὶ Σέργιε, φανὲ ἀνδρείας αἰτήσασθε δωρεάς, θείας τοῖς ὑμᾶς γεραίρουσι.

 

Δόξα... Ἦχος β'

Καθορῶσα πάλαι ἡ Ἐκκλησία τοῦ Θεοῦ, τοὺς ὑμῶν ἀγῶνας, Μάρτυρες παγκόσμιοι, σήμερον φαιδρῶς στολίζεται, καὶ πιστῶς ἑορτάζει ἐν τῇ μνήμῃ ὑμῶν, ὡς κόσμον βασίλειον περιφέρουσα τὴν αἰσχύνην, τὴν ἐπὶ τοῖς θείοις ὑμῶν αὐχέσιν, ἐπιτεθεῖσαν παικτικῶς, δι' ἧς δόξης κατηξιώθητε τῆς ἐπουρανίου, καὶ τῆς ἀτελευτήτου μακαριότητος.

 

Καὶ νῦν. Θεοτοκίον.

Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.

Χαίροις Ἀθλοφόρων δυὰς σεπτή, Σέργιε καὶ Βάκχε, στρατιῶται τοῦ Ἰησοῦ, οἱ συγκαρτεροῦντες, ἐν πόνοις ἀνυποίστοις, διὰ τῆς εὐσεβείας, ἔνδοξον θρίαμβον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου