ΙΑΝΟΥΑΡΙΟΣ ΙΕ΄!!
ΓΕΡΑΣΙΜΟΣ ΠΑΛΛΑΔΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(μητρ.
Ῥόδου Κυρίλλου Κογεράκη)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄.
Ἔδωκας σημείωσιν.
Σήμερον
συνέλθωμεν, τῶν φιλεόρτων οἱ σύλλογοι, ψαλμικῶς ἀγαλλόμενοι, καὶ ὕμνοις τιμήσωμεν,
ἁγιοπρεπέσι, τῆς Ἀλεξανδρείας, τὸν ποιμενάρχην τὸν καλόν, τῆς Κρητονήσου τὸ
θεῖον βλάστημα, Γεράσιμον τὸν ἔνδοξον, ὡς ἐκτενῶς ἱκετεύοντα, τὸν φιλάνθρωπον
Κύριον, ἵνα εὕρωμεν ἔλεος.
Σκεῦος
ἱερώτατον, τῆς ἐπιπνοίας τοῦ Πνεύματος, φυλακῇ τῶν αἰσθήσεων, παμμάκαρ
γενόμενος, ἀρχιερωσύνης, τῷ μύρῳ ἐχρίσθης, καὶ ἐλειτούργησας Θεῷ, τῷ ἐν Τριάδι
καθάπερ ἄγγελος· ᾧ πρέσβευε δεόμεθα, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε, κατ’ ἀξίαν ἐν
ᾄσμασιν, Ἱεράρχα Γεράσιμε.
Πόλεως
προβέβλησαι, Ἀλεξανδρείας Γεράσιμε, Ἱεράρχης καὶ Πρόεδρος, τῇ ψήφῳ τοῦ
Πνεύματος, καθαρὸς ὑπάρχων, καὶ πρὸς εὐσεβείας, τὴν ἐπουράνιον νομήν, τὴν
ἐκλογάδα Χριστοῦ ἐποίμανας, τῇ ῥάβδῳ στηριζόμενος, τῆς θεοσδότου σοφίας σου,
καὶ Θεοῦ ποιμαινόμενος, παμμακάριστε χάριτι.
Στύλος
ἀπερίτρεπτος, τῆς εὐσεβοῦς ὤφθης πίστεως, ἐν ἡμέραις τῶν θλίψεων, καὶ θεῖος
διδάσκαλος, διδαχαῖς καὶ ἔργοις, Γεράσιμε Πάτερ, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ἣν
ἐξ αἱρέσεων διαφύλαττε, πρεσβείαις θεοδέκτοις σου, πρὸς τὸν Δεσπότην τῆς
κτίσεως, τὸν στεφάνῳ τῆς δόξης σε, εὐκλεῶς στεφανώσαντα.
Δόξα.
Ἦχος β΄.
Δεῦτε
εὐσεβῶν τὰ συστήματα, ᾀσμάτων τοῖς στεφάνοις ἀναδήσωμεν, τῆς Ἀλεξανδρείας τὸν
πρόεδρον Γεράσιμον. Τὸν κήρυκα τῆς πίστεως, καὶ θεῖον διδάσκαλον τῆς εὐσεβείας·
ὡς ἐν σοφίᾳ γὰρ πολλοστός, καθάπερ ἥλιος τῇ Ἐκκλησίᾳ ἀνέτειλεν· ὅθεν καὶ πρεσβεύει,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Τὴν
πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην
Σου.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε
νῦν ἐπὶ σοί, τῷ θείῳ ἀρχιθύτῃ, Χριστοῦ ἡ Ἐκκλησία, τὴν μνήμην σου τελοῦσα,
Γεράσιμε ἐν ᾄσμασιν.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου
ἀγαλλιάσονται.
Ηὔγασας
τηλαυγῶς, τοῖς φαεινοῖς σου λόγοις, ἀνθρώπων τὰς καρδίας, Γεράσιμε τρισμάκαρ,
οἷα φωστὴρ τῆς πίστεως.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Γέρας
ὡς ἀληθῶς, ἐδείχθης φερωνύμως, λαοῦ τοῦ Ὀρθοδόξου, ἁμιλληθεὶς Πατράσι, Γεράσιμε
τοῖς πρόπαλαι.
Δόξα.
Ἦχος α΄.
Εὐφρόσυνος
πανήγυρις, σήμερον ἀδελφοί· ἀγαλλιάσθω ἡ οἰκουμένη, σκιρτάτω εὐσεβῶν ἡ
ὁμήγυρις. Συνεκάλεσε γὰρ ἡμᾶς ὁ μέγας Γεράσιμος, τῆς Κρήτης τὸ εὐωδέστατον
ἀπάνθισμα, Ἀλεξανδρείας ὁ θεόκριτος πρόεδρος, τῆς Ἐκκλησίας ὀφθαλμὸς ὁ
ἀκοίμητος, καὶ Ὀρθοδόξων μυστολέκτης ὁ κράτιστος· ὁ πολλοστὸς ἐν σοφίᾳ
διδάσκαλος, ὁ τοὺς κατὰ Θεὸν πεινῶντας διαθρέψας, τῷ ἄρτῳ τῶν λόγων αὐτοῦ. Ταῖς
αὐτοῦ ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη,
καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι
ἡμᾶς, Παναγία Παρθένε.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Σοφίας
τῆς κατ’ ἄμφω, τὸν πλοῦτον θησαυρίσας, τῆς Ἀλεξανδρείας τὸν θρόνον, ἐπέβης
θεοκρίτως, καὶ ἤστραψας ὡς ἥλιος φαιδρός, αὐγαῖς τῶν ἀρετῶν σου ἐξ αὐτῆς,
καταυγάζων ὑπὲρ ἔννοιαν τὰς ψυχάς, τῶν πόθῳ σοι ἐκβοώντων· χαῖρε τῆς Κρήτης
βλάστημα τερπνόν, χαῖρε Χριστοῦ ἐκλόγιον, χαῖρε τῆς Ὀρθοδοξίας θαυμαστὸν γέρας
Γεράσιμε.
Δόξα.
Ἦχος γ΄. Θείας πίστεως.
Γέρας
τίμιον, τῆς Ἀλεξάνδρου, ὁ ἀμάραντος, βλαστὸς τῆς Κρήτης, φερωνύμως ἐδείχθης Γεράσιμε, ποιμαντικοῖς διαπρέψας χαρίσμασι, καὶ
Ὀρθοδόξων ὑψώσας τὸ φρόνημα, ὅθεν πρέσβευε Χριστῷ τῷ Θεῷ δωρήσασθαι, πταισμάτων
ἱλασμὸν καὶ μέγα ἔλεος.
Καὶ
νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος
τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν Ἱεράρχην Κυρίου
θεῖον Γεράσιμον, τῶν εὐσεβῶν οἱ δῆμοι, εὐφημήσωμεν πόθῳ, ἐκ Κρήτης γὰρ ἐκλάμψας
ὥσπερ φωστήρ, ἐπινεύσει τῇ ἄνωθεν, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, εὐσεβείας τῇ
λαμπρότητι.
Ἀλεξανδρείας ἡ πόλις
σήμερον γάνυται, τὴν ἱεράν σου μνήμην, κατὰ χρέος τελοῦσα, αὐτῆς γὰρ ἀνεδείχθης
ψήφῳ Θεοῦ, Ἱεράρχης θεόσοφος, προευτρεπίσας ἀγῶσι τῶν ἀρετῶν, τὴν καρδίαν σου
Γεράσιμε.
Τῆς Ἐκκλησίας ἐφάνης
Πάτερ Γεράσιμε, ἐν τοῖς ἐσχάτοις χρόνοις, θεοδώρητον γέρας· ἑπόμενος γὰρ ζήλῳ
ὡς νουνεχής, τῶν Πατέρων τοῖς ἴχνεσιν, Εὐαγγελίου τὸν λόγον θεοπρεπῶς, τοὺς
πιστοὺς ἐμυσταγώγησας.
Ἕτερα.
Ἦχος πλ. α΄. Ὅσιε Πάτερ.
Ὅσιε Πάτερ, ἱερώτατε
Γεράσιμε, ζωὴν τὴν μακαρίαν, ἐπιποθήσας σφοδρῶς, ἠρνήσω τῆς προσκαίρου τὰς
ἀπολαύσεις, χαίρων ἀνέλαβες τὸν θεῖον ζύγον, λόγῳ εὐποιθήσας, προθύμως τοῦ
Δεσπότου, ὁδὸν ἐβάδισας ἀκλινῶς, τῆς βασιλείας ἐν κόσμῳ δι’ ἀρετῆς,
ἐνισχυόμενος ἐλπίδι ἀκορέστῳ, ὧν ἐπηγγείλατο ὁ Κύριος στεφάνων. Αὐτὸν ἱκέτευε,
Αὐτὸν δυσώπει πάντοτε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν εἰρήνην καὶ μέγα ἔλεος.
Ὅσιε Πάτερ, θεοφόρητε
Γεράσιμε, σοφίας τῆς κατ’ ἄμφω, ἐν μετοχῇ γεγονώς, ὡς κόσμου τοῦ ματαίου
καταφρονήσας, ψήφῳ τῆς χάριτος τοῦ μόνου Θεοῦ, τῆς ἱεραρχίας, τὴν χλαῖναν ἐνεδύσω·
ὅθεν τῇ κλήσει καθυπουργῶν, ἀγγελικῶς ἱεράτευσας ἐπὶ γῆς, καὶ ποιμαινόμενος
δυνάμει Παρακλήτου, καλῶς ἐποίμανας, Χριστοῦ τὴν ἐκλογάδα. Αὐτὸν ἱκέτευε, Αὐτὸν
δυσώπει Ἅγιε, δωρηθῆναι τῇ Ἐκκλησίᾳ, ὁμόνοιαν εἰρήνην καὶ μέγα ἔλεος.
Ὅσιε
Πάτερ, ἀξιάγαστε Γεράσιμε, τοῦ Πνεύματος ἡ γλῶσσα, ἡ φθεγγομένη τρανῶς, τῆς
πίστεως τὸν λόγον τῇ οἰκουμένῃ, στόμα τὸ εὔλαλον, σεπτῶν διδαχῶν, κῆρυξ ὁ
θεόπνους, τῆς εὐσεβοῦς λατρείας, σοφίας βρύσις ἡ διαυγής, Νεῖλος ὁ ἄλλος
ῥημάτων τῆς ἀληθείας, Κρήτης τὸ βλάστημα, Ποιμὴν Ἀλεξανδρείας, ὁ μὴ κενούμενος,
πλοῦτος τῆς Ἐκκλησίας. Χριστὸν ἱκέτευε, Χριστὸν δυσώπει πάντοτε, δωρηθῆναι τοῖς
σὲ τιμῶσι, συγχώρησιν πταισμάτων, καὶ μέγα ἔλεος.
Δόξα.
Ἦχος πλ. β΄.
Σήμερον,
ἡ τοῦ Ἱεράρχου μνήμη ἐπέφανεν, ὡς σάλπιγξ τρανοτάτη ἠχοῦσα τῆς πέρασι, καὶ
συγκαλοῦσα πρὸς ἑόρτιον αἴνεσιν, τῶν φιλεόρτων τὰ συστήματα, τῶν ἐκβοώντων πρὸς
αὐτόν· χαίροις, ὁ τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, τὴν θύραθεν παιδείαν ὑποτάξας, καὶ
διαθρέψας τῶν Ὀρθοδόξων τὰς ψυχάς, τῇ ἀφθονίᾳ τῶν λόγων σου· χαίροις, ὁ τῆς
ἱεραρχίας τὴν στολήν, ὡς καθαρὸς τῇ ψυχῇ ἐνδυσάμενος, καὶ εὐαγγελικῶς τὴν
Ἐκκλησίαν ποιμάνας, ἐν καιρῷ μεγίστης θλίψεως· χαίροις, Πατριαρχῶν
ἐγκαλλώπισμα, τῆς Κρητονήσου τὸ κλέος, καὶ Ἀλεξανδρείας τὸ καύχημα. Ἀλλὰ
πρέσβευε ἀεὶ τῷ Θεῷ, Ὅσιε Πάτερ Γεράσιμε, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας
τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον
Τίς μὴ
μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως
ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου
καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ
ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ
καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ,
καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς,
καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν
φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ
ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς.
Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε
τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ
πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ
λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ
ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα
εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν
ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει
σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν,
δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ
ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν
δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν
καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία.
Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου
φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι,
καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ
κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους
αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς.
Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους
αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην
ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ
Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί·
σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν
χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε
τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις
αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ
πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ
λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης
μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ
σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ
γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι
τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι
ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου
κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ
εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ
αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Ἀγάλλου
ἐν Κυρίῳ, ἡ κατὰ Κρήτην Ἁγία Ἐκκλησία, τῇ δόξῃ καυχωμένη, Γερασίμου τοῦ
μάκαρος. Οὗτος γάρ, τῆς πνευματικῆς τοῦ Τίου φυτείας, εὐθαλέστατον γενόμενος
βλάστημα, ἐν Αἰγύπτῳ τὴν ἀγαθὴν καρποφορίαν, ἐν ἀφθονίᾳ ἐκαρποφόρησεν, οὐχὶ
τοῖς Νειλώοις ῥεύμασι καταρδευόμενος, ἀλλὰ τῇ μυστικῇ πλημμυρίδι, τῆς χάριτος
πιαινόμενος. Χόρευσον οὖν τῷ Πνεύματι, καὶ τῷ Θεῷ γηθοσύνως βόησον· Φιλάνθρωπε
Κύριε, ὁ διὰ τοῦ εὐκλεοῦς σου θεράποντος, ἐν ταῖς ἐσχάταις ἡμέραςι δοξασθείς,
καὶ αὐτὸν ἐν οὐρανοῖς θαυμαστώσας, Ὑπερύμνητε δόξα Σοι.
Ἦχος
β΄.
Ὅσιε
Πάτερ, τὴν ἀρετὴν παιδιόθεν ἀσκήσας, καὶ σοφίας τὴν χάριν κομισάμενος,
Ἀρχιερεὺς ἐχρίσθης τῷ μύρῳ, τοῦ Ἁγίου Πνεύματος· ἐντεῦθεν ἀξίως τῆς δωρεᾶς
πολιτευσάμενος, ἱερουργὸς τῶν μυστηρίων ἀναδέδειξαι ἄμπεμπτος, κυβερνήτης ψυχῶν
ἀκριβέστατος, καὶ κῆρυξ τοῦ Εὐαγγελίου διαπρύσιος, τῶν Ὀρθοδόξων γεωργῶν τὰς
ἀρούρας, καὶ ταύτας καρποφόρους Θεῷ ἀπεργαζόμενον· ὅθεν ὡς τὸ τάλαντον αὐξήσας,
τῆς εὐκταίας τοῦ Δεσπότου φωνῆς, αὐτήκοος γέγονας, καὶ εἰσῆλθες εἰς τὴν
ἀνέκφραστον χαράν, πρεσβεύων διηνεκῶς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος
γ΄.
Πῶς
μὴ θαυμάσωμεν, τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνάς σου, ἀοίδιμε Πάτερ Γεράσιμε;
Αὐτῆς γὰρ τῇ εὐπρεπείᾳ σεμνυνόμενος, ταῖς θεοπνεύστοις ὑποθήκαις τῶν λόγων σου,
πρὸς εὐσεβοῦς ζωῆς τὰς ἀναβάσεις, τὰ λογικά σου ἐμυσταγώγησας πρόβατα. Τῶν δὲ
φρονούντων καὶ λαλούντων ὑψηλά, δυτικῶν θεομακάριστε λυμεώνων, τὰς ἀσεβεῖς
κατασκευὰς διέλυσας, ἁλιευτικῶς τῆς Ὀρθοδοξίας ἐκθέμενος, τὸ ἀπόῤῥητον κάλλος
ὡς πάνσοφος. Διὸ ἐφάμιλλος ἀναδειχθείς, τῶν πρόπαλαι προκατόχων σου, ἴσα αὐτοῖς
τὰ γέρα φερωνύμως, ζωαρχικῇ δεξιᾷ ἀπέλαβες, καὶ παρέστης Χριστῷ τῷ Θεῷ, ὑπὲρ
ἡμῶν δεήσεις ἀναφέρων, τῶν πιστῶς μακαριζόντων σε.
Ἦχος
δ΄.
Ἐκ
νεότητος Θεὸν ἐπεπόθησας, Γεράσιμε μακάριε, Πατριαρχῶν καλλονή. Τῶν προσκαίρων
γὰρ ἀφιστάμενος, καὶ πρὸς τὰ αἰώνια ἀνατεινόμενος, ἀκλινῶς ἐπορεύθης τὴν ὁδὸν
τῆς ἀληθείας, συνοδοιπόρους σου κεκτημένος, οὓς ἐν Χριστῷ τῷ Κυρίῳ ἐκέρδησας,
διὰ τοῦ εὐαγγελικοῦ σου κηρύγματος. Διὸ τὸν ἀποκείμενον τοῖς Δικαίοις, στέφανον
εὐκλεῶς ἀναδησάμενος, τῇ Τρισηλίῳ παρέστης Θεότητι, ὑπὲρ ἡμῶν ἐκτενῶς ἱκετεύων,
τῶν προστρεχόντων τῇ πρεσβείᾳ σου.
Ἦχος
πλ. α΄.
Ὅσιε
Πάτερ Γεράσιμε, τῶν χαμαιζήλων ἀπαλλαγείς, καὶ ἀρετῶν τῷ ὄρει ἐπιβάς, τῷ λαῷ
τοῦ Κυρίου, δένδρον ὡράθης ἔμψυχον, διδασκαλίας τὰ ἄνθη πυκάζον, καὶ περισκέπον
ὑπὸ τὴν σκιὰν τῆς ποιμασίας σου, τοὺς ἀθλίως κεκαμωμένους, ἐν τῇ ἐρήμῳ τῆς
δουλείας, τῶν ἀλαζόνων ἐχθρῶν· ὅθεν τῇ εὐαγγελικῇ πολιτείᾳ σου, ἀντὶ τῶν
ἐπιγείων τὰ οὐράνια εὑράμενος, ἐν πρωτοτόκων χοροβατεῖς τὴν μητρόπολιν, καὶ
πρεσβεύεις ἐκτενῶς, ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος
πλ. β΄.
Ὅσιε
Πάτερ, ὡς πρᾷος καὶ σώφρων φανείς, εὐδοκίᾳ τῆς χάριτος, ποίμνης λογικῆς
ἐδείχθης ἐπιστήμων. Ταύτην δὲ βακτηρίᾳ τῆς σοφίας σου, ἐπὶ πηγὰς ἀναπαύσεως
ἐξέλασας, καὶ ἐπὶ νομὰς ζωηφόρους ὁδηγήσας, πρὸς τὴν αἰώνιον εἰσήλασας
κατάπαυσιν, διαιωνίζων τῷ ἐν Τριάδι Θεῷ. Αὐτῷ οὖν πρέσβευε ἀεί, Γεράσιμε
μακάριε, ἵνα διαφυλάττῃ τὴν ποίμνην σου, ἐξ ἐχθρῶν ἐπιδρομῆς ἀνεπηρέαστον.
Ἦχος
βαρύς.
Ἀλεξανδρείας
τὸν θεοδώρητον ποιμένα, καὶ τῆς μάνδρας Χριστοῦ θερμὸν προστάτην, τῶν Ὀρθοδόξων
τὸ κραταίωμα, καὶ εὐσεβείας τὸν μυστολέκτην, Γεράσιμον τὸν ἐκ Κρήτης φανέντα,
τῇ Ἐκκλησίᾳ φωστῆρα, τοῖς ᾄσμασιν ἐπαινέσωμεν. Χριστῷ γὰρ ἐν ὑψίστοις
παριστάμενος, ὑπὲρ ἡμῶν ἐκτενῶς ἱκετεύει, τῶν τιμώντων τὴν μνήμην αὐτοῦ.
Δόξα.
Ἦχος πλ. δ΄.
Ὅσιε
Πάτερ Γεράσιμε, καρτερικῶς βαδίσας τὰς εὐθείας πορείας, καὶ ἁμαρτίας τῶν τρίβων
πλείστους ῥυσάμενος, ἐν τοῦ Βατοπαιδίου τῇ μεγίστῃ Μονῇ, τὸν Ἁγίοις πρέποντα
ὕπνον κεκοίμησαι, τίμιον ἡμῖν θησαύρισμα καταλιπών, τὴν χαριτόβρυτον κάραν σου·
ἣν σήμερον σχετικῶς κατασπαζόμενοι, τὸν ἁγιασμὸν τῆς χάριτος ἀρυόμεθα, καὶ
δοξάζομεν Χριστὸν τὸν Θεόν, τὸν δοξάσαντά σε Ἅγιε.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε,
τὴν ἁγίαν σου ψυχήν, ἔρωτι θερμῷ κατετρώθης, τῶν ἀγαθῶν τῆς ζωῆς, τότε τὴν
ἐπίπλαστον, τρυφὴν ἐμίσησας, καὶ ἐγένου τῆς χάριτος, θεότευκτον σκεῦος, Πάτερ
καθαρότητι, τῆς πολιτείας σου· ὅθεν, Παρακλήτου τῇ ψήφῳ, τῆς Ἀλεξανδρείας
ἀνῆλθες, ἐν τῷ θρόνῳ Ὅσιε Γεράσιμε.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ
ὅσιοί Σου ἀγαλλιάσονται.
Λόγῳ,
διαλάμπων θεϊκῷ, Πνεύματι Ἁγίῳ ὡς ὄντως, ἡγιασμένος Θεῷ, πάνσοφος διδάσκαλος,
ὤφθης τῆς ποίμνης σου, καὶ Λατίνων κατήσχυνας, τὰς ἐρεσχελίας, τῶν δογμάτων Ἅγιε,
ταῖς ἀποδείξεσιν· ὄθεν, τῷ χορῷ συνετάγης, τῶν τῆς εὐσβείας προμάχων, καὶ
λαμπρῶς δεδόξασαι Γεράσιμε.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας
μου σύνεσιν.
Χάρις,
ἡ τοῦ Πνεύματος σαφῶς, διὰ σοῦ ἐφθέγξατο Πάτερ, τῷ ὀρθοδόξῳ λαῷ, πῶς δεῖ
ἀναστρέφεσθαι, αὐτὸν διδάξασα, πῶς φρονεῖν τὰ τῆς πίστεως, πῶς φεύγειν τὴν
πλάνην, πῶς λατρεύειν ἔλλογον, λατρείαν Ὅσιε· ὅθεν, εὐσεβείας ὡς μύστην, ἐν
ἀγαλλιάσει καρδίας, οἱ πιστοὶ τιμῶμέν σε Γεράσιμε.
Δόξα.
Ἦχος δ΄.
Τῇ
θύραθεν παιδιόθεν παιδείᾳ, σαὐτὸν ἐπιμελῶς γυμνασάμενος, διὰ τῶν πρακτικῶν
ἀρετῶν, τῆς ἄνωθεν σοφίας τὸν πλοῦτον, συνεκόμισας Πάτερ Γεράσιμε· ἔνθεν ἐκ
τοιῦ θεοκινήτου σου στόματος, τὸν γλυκασμὸν ἀποστάξας τῶν ῥημάτων σου, θείαις
ἐννοίαις τοὺς γηγενεῖς κατηύφρανας, καὶ Ὀρθοδόξων τὸ κέρας, τοῖς πέρασιν
ὕψωσας. Χριστῷ ἐν οὐρανοῖς παριστάμενος, σὺν ταῖς νοεραῖς Ταξιαρχίαις, αἴτησαι
ταῖς πρεσβείαις σου ἡμῖν, συγχώρησιν πταισμάτων καὶ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν
Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ
γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα.
Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς
βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν
ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Σοφίας
τῆς κατ’ ἄμφω, τὸν πλοῦτον θησαυρίσας, τῆς Ἀλεξανδρείας τὸν θρόνον, ἐπέβης
θεοκρίτως, καὶ ἤστραψας ὡς ἥλιος φαιδρός, αὐγαῖς τῶν ἀρετῶν σου ἐξ αὐτῆς,
καταυγάζων ὑπὲρ ἔννοιαν τὰς ψυχάς, τῶν πόθῳ σοι ἐκβοώντων· χαῖρε τῆς Κρήτης
βλάστημα τερπνόν, χαῖρε Χριστοῦ ἐκλόγιον, χαῖρε τῆς Ὀρθοδοξίας θαυμαστὸν γέρας
Γεράσιμε.
Δόξα.
Ἦχος γ΄. Θείας πίστεως.
Γέρας
τίμιον, τῆς Ἀλεξάνδρου, ὁ ἀμάραντος, βλαστὸς τῆς Κρήτης, φερωνύμως ἐδείχθης Γεράσιμε, ποιμαντικοῖς διαπρέψας χαρίσμασι, καὶ
Ὀρθοδόξων ὑψώσας τὸ φρόνημα, ὅθεν πρέσβευε Χριστῷ τῷ Θεῷ δωρήσασθαι, πταισμάτων
ἱλασμὸν καὶ μέγα ἔλεος.
Καὶ
νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἐπέφανεν ἰδού,
εὐφροσύνης ἡμέρα, ἡ μνήμη ἡ λαμπρά, τοῦ κλεινοῦ Ποιμενάρχου, ἐν ᾗ
ἐπαγαλλόμενοι, γηθοσύνως βοήσωμεν· καθικέτευε, ὑπὲρ ἡμῶν τὴν Τριάδα, τῶν
τιμώντων σε, ἐν εὐφημίαις ᾀσμάτων, θεόφρον Γεράσιμε.
Δόξα.
Ὡς Πνεύματος σεπτόν,
ἐνδιαίτημα Πάτερ, ὡς σκήνωμα φωτός, ἀρετῶν ὡς ταμεῖον, ποιμὴν σὺ ἀναδέδειξαι,
Ἐκκλησίας σοφώτατος, καὶ ἐξέθρεψας, ἐπὶ νομὰς ζωηφόρους, τοῦ Κυρίου σου, τὴν
λογικὴν ἐκλογάδα, παμμάκαρ Γεράσιμε.
Καὶ
νῦν. Θεοτοκίον.
Τεκοῦσα ἐν σαρκί, τὸν
φιλάνθρωπον Λόγον, ἐκαίνισας ἡμῶν, τὴν φθαρεῖσαν οὐσίαν, καὶ δύναμιν κατέλυσας,
τοῦ ἐχθροῦ τοῦ ἀλάστορος· ὅθεν Δέσποινα, εὐλογημένη Μαρία, τὰ συστήματα τῶν
εὐσεβῶν Σε ὑμνοῦμεν, αἰτοῦντες τὴν χάριν Σου.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Ζέσει τοῦ Πνεύματος,
ὡς ἐκπυρούμενος, ποιμὴν ἰσάγγελος, ὤφθης Γεράσιμε, τῆς ἐκλογάδος τοῦ Χριστοῦ,
ἡμέραις ἐν δυσχειμέροις, καὶ ἐν μέσῳ θλίψεων, ἐκτελέσαε τὸν δρόμον σου, εὖρες
τῶν καμάτων σου, ἐν Ἐδὲμ τὴν ἀντίδοσιν, πρεσβεύων ἐκτενῶς ὑπὲρ πάντων, τῶν
ἐκτελούντων τὴν μνήμην σου.
Δόξα.
Τὸν ἀρχιποίμενα,
Χριστὸν μιμούμενος, ὡς φιλοπρόβατος, οὐ κατενάρκησας, ὑπὲρ τῆς ποίμνης
ἀγραυλεῖν, Γεράσιμε ἀνενδότως, καὶ τῆς ποιμασίας σου, κραταιοῖς ἀγωνίσμασι,
μάνδραν σου ἐφύλαξας, τοῖς ἐχθροῖς ἀνεπίβατον· διὸ παρὰ Κυρίου τὰ γέρα, Πάτερ
ἐδέξω φερωνύμως.
Καὶ
νῦν. Θεοτοκίον.
Λιμένα ἄκλυστον, καὶ
τεῖχος ἄῤῥηκτον, τὴν προστασίαν Σου, ἀεὶ κατέχοντες, τὸν ἀσπασμόν Σοι εὐλαβῶς,
προσφέρομεν τοῦ Ἀγγέλου· χαῖρε παντευλόγητε, ἁμαρτίας ἀναίρεσις· χαῖρε
Θεονύμφευτε, εὐλογίας ἐπίδοσις· Θεοῦ χαῖρε ἡ ἄφθορος νύμφη· χαῖρε ἡ Κεχαριτωμένη.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ταπεινώσει τελείᾳ τὸν
νοῦν ὑψούμενος, Ὀρθοδοξίας τὸ ὕψος, ὡς Ἱεράρχης σοφός, θεοσόφοις διδαχαῖς,
Πάτερ ἐξέφηνας, καὶ τῶν λαλούντων ὑψηλά, ἐταπείνωσας εἰς γῆν, Γεράσιμε τὰς
ἐπάρσεις· διὸ καὶ ἐστεφανώθης, τῆς Ἐκκλησίας ὡς διδάσκαλος.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὸν Χριστὸν
ἀπειράνδρως κυοφορήσασα, ἐκ τῶν ἁγνῶν Σου αἱμάτων, εἰς σωτηρίαν ἡμῶν, πλατυτέρα
οὐρανῶν, ἐδείχθης Δέσποινα· ὅθεν στενώσεως δεινῆς, Θεοκυῆτορ τῶν παθῶν, δυνάμει
τῆς χάριτός Σου, ἀπάλλαξον τοὺς ὑμνοῦντας, χρεωστικῶς τὰ μεγαλεῖά Σου.
Εἶτα, οἱ Άναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην,
καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Εὐαγγέλιον,
Ἱεραρχικόν.
Ὁ Ν’
ψαλμός.
Δόξα: Ταῖς τοῦ
Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς
Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅσιε Πάτερ Γεράσιμε,
ἐν τῇ καρδίᾳ σου ἔχων, νάουσαν τὴν χάριν τοῦ Πνεύματος, καρτερικῶς τὸν δρόμον
διήνυσας, τὸν ἀγῶνα προθύμως ἐτέλεσας, καὶ τὴν πίστιν καθαρῶς ἐτήρησας. Διό σε
δικαιοσύνης στεφάνῳ, ὁ Δεσπότης κατεκόσμησε, καὶ ἐν τῇ χαρᾷ αὐτοῦ εἰσῳκίσατο,
πρεσβεύοντα ἐκτενῶς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἶτα, οἱ
Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’
Κανὼν τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Γεράσιμον, Κύριλλος ὕμνει γεραίρει.
ᾨδὴ
α’. Ἦχος α’. Σοῦ ἡ τροπαιοῦχος δεξιά.
Γέρας ἀναδέδειξαι λαμπρόν, τῆς Ἐκκλησίας παμμάκαρ
Γεράσιμε, ἔλλαμψιν κτησάμενος θείου φωτός, καὶ ὡς φωστὴρ ὑπέρλαμπρος, κόσμον
καταυγάσας, ταῖς ἀστραπαῖς τῆς σοφίας σου.
Ἔνδον ἐν καρδίᾳ σου Χριστοῦ, τὴν γλυκυτάτην ἀγάπην
δεξάμενος, πάντων κατεφρόνησας τῶν γεηρῶν, καὶ ἐν σαρκὶ ἐπίγειος, ἄγγελος
ἐγνώσθης, ταῖς ἀρεταῖς σου Γεράσιμε.
Ῥείθροις ἀθανάτοις πιανθείς, Εὐαγγελίου τοῦ λόγου
Γεράσιμε, ῥεῖθρα ἐκ χειλέων Σου πνευματικῶς, τῆς διδαχῆς ἀνέβλυσας, καὶ τῶν
Ὀρθοδόξων, τὰς διανοίας κατήρδευσας.
Θεοτοκίον.
Ἅπαντες πιστοί Σε εὐλαβῶς, Θεομακάριστε Κόρη
γεραίρομεν, ὅτι ἐξ αἱμάτων Σου ὁ Λυτρωτής, εὐσπλάγχνως ἐνηνθρώπησε, γένος τῶν
ἀνθρώπων, τῆς καταδίκης λυτρούμενος.
Ὁ β’
Κανὼν τοῦ Ἁγίου οὗ ἡ Ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Κυρίλλου.
ᾨδὴ
α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Μαρμαρυγαῖς ταῖς
μυστικαῖς λαμπόμενος, τοῦ ἀνεσπέρου φωτός, καὶ τρισαυγοῦς αἴγλης, ὅλος
ἐμφορούμενος, τῇ χάριτί σου φώτισον, τοῦ νοός μου τὸ σκότος, ἵνα ἀξίως ὑμνήσω
σε, Πάτερ θεοφόρε Γεράσιμε.
Τίς εὐφημήσει πρεπωδῶς
Γεράσιμε, τὴν θαυμαστήν σου ζωήν; ἔρωτι γὰρ θείῳ, κόσμον βδελυξάμενος, ἀνέλαβες
ἐπ’ ὤμων σου, τὸν Σταυρὸν τοῦ Κυρίου, καὶ ἐσταυρώθης τοῖς πάθεσι, θείοις ἀρετῶν
ἀγωνίσμασι.
Ἀπονεκρώσας τῆς σαρκὸς
τὸ φρόνημα, ταῖς πρακτικαῖς ἀρεταῖς, ἀπαθείας χάριν, οὐρανόθεν ἔλαβες, καὶ
χρίσματι τοῦ Πνεύματος, τῆς Χριστοῦ Ἐκκλησίας, Ἀρχιερεὺς ἀναδέδειξαι, ἄκακος
καὶ πρᾷος Γεράσιμε.
Θεοτοκίον.
Κεκοσμημένη ἀρεταῖς πανάχραντε, καὶ παρθενίας φωτί,
κατηγλαϊσμένη, Μήτηρ ὤφθης ἄφθορος, Χριστοῦ τοῦ Παντοκράτορος, τοῦ ἀφάτῳ ἐλέει,
ἐκ Σοῦ σαρκὶ ὁμιλήσαντος, καὶ τὴν οἰκουμένην φωτίσαντος.
ᾨδὴ
γ’. Ὁ μόνος εἰδώς.
Σκιρτήματα
πάντα τῆς σαρκός, τῷ πνεύματι ὑποτάξας, ἀπὸ παιδὸς φιλήσας τὸν Κύριον, καὶ
ἀρετῶν σου τοῖς ἀγωνίσμασι, τοῦ Ἁγίου Πνεύματος, τὴν πνοὴν εἰσδέδεξαι,
παμμακάριστε Πάτερ Γεράσιμε.
Ἰσχὺν ἐκ
Θεοῦ πνευματικήν, δεξάμενος ὡς ἔνθεος, τῶν γεηρῶν ἁπάντων ἐξέκλινας, καὶ τοῦ
Κυρίου ἐπὶ τῶν ὤμων σου, τὸν Σταυρὸν ἐβάστασας, ἀνταγωνιζόμενος, τῷ ἀρχαίῳ
δυνάστῃ Γεράσιμε.
Μελέτη
Θεοῦ διηνεκής, ὁ νόμος σοι ἐγένετο, καὶ τῆς σοφίας ὅλος πεπλήρωσαι, τῶν
χαρισμάτων Πάτερ Γεράσιμε· ὅθεν ἐξεπαίδευσας, τὸν λαὸν τῆς χάριτος, οὐρανίου
σου γλώσσης τοῖς φθέγμασι.
Θεοτοκίον.
Ὁ μόνος
φιλάνθρωπος Θεός, ἀφράστως ἐνηνθρώπησεν, ἐκ τῶν ἁγνῶν Παρθένε αἱμάτων Σου, καὶ
προστασίαν θείαν ἀνέδειξε, τῶν ὁμολογούντων Σε, Θεοτόκον ἄχραντον, δι’ ἧς
κόσμος ἐῤῥύσθη τοῦ πταίσματος.
Ἕτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.
Ἐκ
ῥιζουχίας εὐσεβοῦς, πνευματικῇ γεωργίᾳ, ὡς ἀμάραντος βλαστὸς ἐκβλαστήσας,
εὐσεβείας τοὺς καρπούς, εἰς ἑκατὸν ἐξήνεγκας, ἐκτρέφων καὶ πλουτίζων, πιστῶν
τοὺς δήμους Γεράσιμε.
Καλλωπιζόμενος
φαιδρῶς, θεοπρεπεῖ πολιτείᾳ, καὶ σοφίας καλλοναῖς διαλάμπων, θεοσόφοις
διδαχαῖς, εἰς τοῦ Θεοῦ ἐστήριξας, Γεράσιμε τὸν φόβον, τῶν Ὀρθοδόξων τὸ φρόνημα.
Παιδαγωγίας
ἐν Χριστῷ, τὰ ἀγαθὰ θησυαρίσας, κατεπλούτησας πιστῶν τὰς καρδίας, τῷ χρυσίῳ
ἀληθῶς, τῶν θεοπνεύστων λόγων σου, Γεράσιμε θεόφρον, Πατριαρχῶν ἐγκαλλώπισμα.
Θεοτοκίον.
Ὑπερβαλλόντως
καλλοναῖς, ἀστράπτουσα τῆς ἁγνείας, ἐν γαστρί Σου ὑπεδέξω Παρθένε, τῆς Θεότητος
τὸ πῦρ, καὶ ἄφλεκτος διέμεινας· διό Σε εἰς αἰῶνας, οἱ εὐσεβεῖς μακαρίζομεν.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸν
θρόνον ἐκόσμησας Ἀλεξανδρείας λαμπρῶς, τὸν λόγον ἐκήρυξας τῆς εὐσεβείας τρανῶς,
Γεράσιμε Ὅσιε, ᾔσχυνας τὴν ἀπάτην, δυτικῶν μωρολόγων, ὕψωσας Ὀρθοδόξων,
θεομάκαρ τὸ κέρας· διό σε ἀνευφημοῦμεν, Θεὸν μεγαλύνοντες.
Δόξα.
Χριστῷ
ἐφεπόμενος τῇ καθαρᾷ σου ζωῇ, σοφίας πλεόνασμα θεουργικῇ δωρεᾷ, ἐκτήσω
Γεράσιμε· ὅθεν τῶν Ὀρθοδόξων, καινουργήσας τὰ ἤθη, νέος ἐν διδασκάλοις, ἀληθῶς
ἀνεδείχθης· διό σε ἐν τοῖς ὑψίστοις, Θεὸς ἐθαυμάστωσε.
Καὶ
νῦν. Θεοτοκίον.
Μαρία
πανάχραντε ἡ νοητὴ Βηθλεέμ, ἀπείρανδρε Δέσποινα ὁ οἶκος τοῦ Ἐφραθᾶ, ἐξ οὗ
ἐκελήλυθεν, ἄρχων ἐν δυναστείᾳ, οὗ αἱ ἔξοδοι Κόρη, ἐξ ἡμερῶν ἀρχαίων, ἀπ’ ἀρχῆς
προανάρχου, τῶν Σὲ δοξολογούντων, Σῇ χάριτι πρόστηθι.
ᾨδὴ δ’. Ὄρος σε τῇ χάριτι.
Νάματα
ἐξήντλησας, σοφίας καὶ γνώσεως, ἐκ μελέτης τῶν Γραφῶν, Πάτερ Γεράσιμε σοφέ· διὸ
καὶ ἀνέβλυσας, τὸν γλυκασμὸν διδασκαλίας τῆς πίστεως, καταγλυκαίνων πιστῶν τὴν
διάνοιαν.
Κόσμου
ἐξελέξατο, ὁ μόνος φιλάνθρωπος, ὡς καθαρόν Σε τῇ ψυχῇ, Πάτερ Γεράσιμε εὑρών,
καὶ ὅλον ἐπλήρωσε, τῆς μυστικῆς τοῦ Παρακλήτου δυνάμεως, πρὸς στηριγμὸν τοῦ
λαοῦ καὶ ἀνάψυξιν.
Ὕμνοις
εὐφημοῦμέν σε, ἀπαύστως Γεράσιμε, ὡς σιτομέτρην Ἰωσήφ, νέον λαοῦ τοῦ εὐσεβοῦς,
ἀγάπης γὰρ ἔμπλεως, καὶ ἀληθοῦς φιλαδελφίας γεγένησαι, ὡς μαθητὴς τοῦ Χριστοῦ
ἀληθέστατος.
Θεοτοκίον.
Ῥάβδος
ἁγιόβλαστος, ἐδείχθης βλαστήσασα, ἀγεωργήτως τοῦ Πατρός, τὸν Λόγον Δέσποινα
ἁγνή· διὸ τὰ βλαστήματα, Σῇ μητρικῇ περιποιήσει ἐκρίζωσον, τῆς ἐν ἐμοὶ ἁμαρτίας
πανάχραντε.
Ἕτερος. Σύ μου ἰσχύς.
Δῶρον
Θεοῦ, τοῦ Θεοδώρου ὁ τίμιος, γόνος ὤφθης, πάνσοφε Γεράσιμε, καθυποτάξας τῷ
θεϊκῷ, τοῦ Εὐαγγελίου, νόμῳ σαυτὸν προθυμότατα, ἐν σοὶ γὰρ παιδιόθεν, ὁ
οὐράνιος πόθος, εὐδοκίᾳ ἀνῆψε τῆς χάριτος.
Θείῳ
νοΐ, θεραπαίνιδα χρησάμενος, τὴν παιδείαν, Ἅγιε τὴν θύραθεν, ἐμυσταγώγησας
εὐσεβῶς, τοὺς πιστοὺς παιδείας, τῆς ἐν Χριστῷ τὴν λαμπρόττα, Γεράσιμε πανσόφως,
ἐν γραφαῖς τε καὶ λόγοις, σωτηρίου λαλήσας τὰ ῥήματα.
Ἐπὶ
λοιμῶν, δαυϊτικῶς οὐκ ἐκάθισας, τὴν καθέδραν, Ὅσιε Γεράσιμε, ὡς ἀντεχόμενος
εὐσεβῶς, τῆς Ὀρθοδοξίας, τῶν εὐσεβῶν παραδόσεων. Αὐτῶν δὲ ἀναπτύξας, διδαχαῖς
σου τὸ κάλλος, τὸν λαὸν τοῦ Θεοῦ ἐστερέωσας.
Θεοτοκίον.
Ῥῦσαι
ἁγνή, ἁμαρτιῶν ἀδοξίας με, κάθαρόν με, ἀνομίας πράξεων, ἀλοτριούντων με ἐκ τοῦ
Σοῦ, ἀσπόρως τεχθέντος, δι’ ἀγαθότητα ἄῤῥητον, καὶ δίδου μετανοίας, τὴν
σωτήριον τρίβον, ἐν παντί μου τῷ βίῳ πορεύεσθαι.
ᾨδὴ ε’. Ὁ φωτίσας τῇ ἐλλάμψει.
Ἱερεῖον
τῷ Δεσπότῃ, Χριστῷ προσαγόμενος, διὰ βίου θεαρέστου, παμμάκαρ Γεράσιμε, ὑπεδέξω
ἄνωθεν, χάριν τῆς ἀρχιερωσύνης, τῇ ἐπινεύσει τοῦ Πνεύματος.
Λελουμένος
ἀρετῶν σου, τιμίων τῷ ὕδατι, καθαρότητος δοχεῖον, σαὐτὸν ἀπετέλεσας, καὶ ποιμὴν
προβέβλησαι, σοφὸς Πάτερ τῆς Ἐκκλησίας, ὡς ποιμαινόμενος χάριτι.
Λαμπηδόσι
τῆς σοφίας, ἐκλάμπων Γεράσιμε, ἀσεβῶν δοκησισόφων, νεφώσεις διέλυσας, καὶ ὑπὲρ
τῆς πίστεως, πολλοὺς κινδύνους τε καὶ θλίψεις, ἐν εὐφροσύνῃ ὑπέμεινας.
Θεοτοκίον.
Ὁ ἐκ Σοῦ
ἐνανθρωπήσας, Θεὸς Παντευλόγητε, εὐλογίας ἀπαρχήν Σε, ἡμῖν ἐδωρήσατο· Ὃν
δυσώπει πάντοτε, ὑπὲρ ἁγνὴ τῶν προσκυνούντων, τὸ ὑπὲρ ἔννοιαν θαῦμά Σου.
Ἕτερος. Ἵνα τί με ἀπώσω.
Ἰωάννινα
Πάτερ, σῆς διδασκαλίας ἀφθόνως ἀπήλαυσαν, σὺν αὐτοῖς δὲ Ἄρτα, καὶ ἡ νῆσος
Κερκύρας Γεράσιμε. Σὺ γὰρ τῆς σοφίας, μάκαρ οὐκ ἔκρυψας τὸ δῶρον, ἀλλὰ πᾶσιν ἐκ
τούτου μετέδωκας.
Ἐθρηνώδησας
θλίψει, Κρήτης σῆς πατρίδος θεόφρον τὴν ἅλωσιν, τὸν Ἱερεμίαν, τὸν Προφήτην
σαφῶς ἐκμιμούμενος, ἐν γῇ βιοτεύων, ἀλλοδαπῇ καὶ τὴν καρδίαν, ὦ Γεράσιμε νόστῳ
ἀλγούμενος.
Καστορία
χορεύει, τῇ σῇ κυβερνήσει παμμάκαρ Γεράσιμε, ἐν αὐτῇ γὰρ πρῶτον, ὡς ποιμὴν
θεηγόρος διέπρεψας, κρείττονι μιμήσει, καὶ ἀκριβεῖ ἰχνηλασίᾳ, τῶν ψυχῶν τοῦ
σοφοῦ ἀρχιποίμενος.
Θεοτοκίον.
Ἱλασμὸς
τοῖς ἀνθρώποις, διὰ Σοῦ Θεοτόκε Παρθένε καὶ λύτρωσις, τοῦ Πατρὸς ὁ Λόγος,
ἐπεφάνη δι’ ἄφατον ἔλεος, Ὃν ἀεὶ δυσώπει, σὺν Γερασίμῳ τῷ πανσόφῳ, τοῦ ῥυσθῆναι
ἡμᾶς πάσης θλίψεως.
ᾨδὴ στ’. Ἐκύκλωσεν ἡμᾶς.
Συνέσεως
φωτὶ περιλαμπόμενος, ἐν βίῳ σου ἀνάπαυσιν, οὐκ ἐκτήσω ὁ οὐράνιος ποιμήν, καὶ
τὴν ἐκλογάδα τοῦ Κυρίου σου, πρὸς τὰς νομὰς τοῦ σωτηρίου, Πάτερ ἐποίμανας.
Ὑμνοῦμέν
σε πιστῶς Πάτερ Γεράσιμε, τῆς Κρήτης τὸ ἀπάνθισμα, τὸν ποιμένα Ἐκκλησίας τὸν
καλόν, φύλαττε καὶ σκέπε τοὺς τιμῶντάς σε, ὑπὲρ αὐτῶν Χριστῷ πρεσβεύων, τῶ σὲ
δοξάσαντι.
Μαρτύρων
μιμητὴς θεῖε Γεράσιμε, ἐδείχθης ἄνευ αἵματος, ὑπομείνας κακουχίας χαλεπάς,
θλίψεις καὶ κινδύνους, ὑπὲρ ἄνθρωπον. Σὺ γὰρ σαυτὸν ὑπὲρ τῆς ποίμνης, Ὅσιε
τέθηκας.
Θεοτοκίον.
Ναμάτων
μυστικῶν τῆς εὐσπλαγχνίας Σου, τὴν χάριν ἀναβλύζουσα, δρόσισόν μου τὴν
κατάξηρον ψυχήν, καὶ καρπογονίᾳ ταύτην φαίδρυνον, τῶν ἀρετῶν ἁγνὴ Παρθένε, τῇ
γεωργίᾳ Σου.
Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Ἱερωσύνης
φαιδρῶς, ἀμφιεσάμενος ἔνδυμα, ἀρχιερεὺς θαυμαστός, ποιμὴν χριστομίμητος, ἐγένου
Γεράσιμε, καὶ Θεῷ ἀμέμπτῳς, ἐλειτούργησας ὡς ἄγγελος.
Ἐν
χείλεσι ψαλμικῶς, τοῖς σοῖς ἡ χάρις ἐκκέχυται, ποιμένα σε ἀληθῆ, δεικνῦσα
Γεράσιμε, εἰς χλόην ποιμαίνοντα, τῆς θεοσεβείας, ἀρχιποίμενος τὰ ποίμνια.
Πραότητι
ἀληθῶς, καὶ ταπεινώσει κοσμούμενος, τῆς πίστεως τοὺς θεσμούς, τοῖς λόγοις
ἐτράνωσας, καὶ τύπον παρέστησας, πρὸς θεογνωσίαν, σεαυτὸν Πάτερ Γεράσιμε.
Θεοτοκίον.
Λαμπάδα
θείου φωτός, τοῖς ἐν τῷ σκότει καθεύδουσιν, ἀνήφθης Μῆτερ ἁγνή, Ἁγίῳ ἐν
Πνεύματι· διό με καταύγασον, καταμαυρωθέντα, τοῖς ἀπείροις παραπτώμασι.
Κοντάκιον.
Ἦχος β΄. Τοὺς ἀσφαλεῖς.
Ὡς
εὐσεβείας μυστηπόλον ἄριστον, καὶ τῆς σοφίας ὑποφήτην ἔνθεον, ἐν ᾠδαῖς αἰσίως
μέλψωμεν, καὶ ἐγκωμίων στεφανώσωμεν, Γεράσιμον
τῆς Κρήτης τὸ ἀπάνθισμα, καὶ τῆς Ἀλεξανδρείας τὴν εὐπρέπειαν, ἡμῶν τὸν
προστάτην τὸν ἀκοίμητον.
Ὁ
Οἶκος.
Τοῦτον
τὸν μέγαν ἐν Πατριάρχαις, καὶ τῆς Ἀλεξανδρείας ἀρχιθύτην σοφόν, Γεράσιμον τὸν
γεράσμιον, εὐσεβοφρόνως ἐγκωμιάσωμεν, τῶν στεφάνων τοῖς ὕμνοις, αὐτοῦ τὴν
μνήμην στέφοντες· ὡς φωταυγὴς γὰρ φωστὴρ ἀνατείλας τοῖς πέρασιν, ἀκτῖσι
διδασκαλίας, Ὀρθοδόξων τὸν δῆμο ἐπύρσευσε. Διὸ ἀντίδοσιν ἔλαβε, πλουσίως τὴν
χάριν παρὰ Θεοῦ. Αὐτὸν οὖν μακαρίζομεν, ἡμῶν τὸν προστάτην τὸν ἀκοίμητον.
Συναξάριον.
Τῇ ΙΕ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Γερασίμου τοῦ Παλλαδᾶ, Πατριάρχου Ἀλεξανδρείας
Γέρας ὁ
Γεράσιμος τῆς Ἐκκλησίας,
Φερωνύμως
πέφυκεν ἐν τοῖς ὑστέροις.
Πέμπτῃ τε καὶ
δεκάτῃ θάνε Γεράσιμος Ἀλεξανδρείας.
Οὗτος
ἐγεννήθη μεσοῦντος τοῦ 17ου αἰῶνος ἔν τινι χωρίῳ τῆς μεγαλονήσου
Κρήτης Σκιλλοῦς, νῦν δὲ Καλλονή, καλουμένῳ, ἐκ πατρὸς Θεοδώρου τοῦ
Πρωτοπρεσβυτέρου καὶ ῥήτορος, ἀνδρὸς βίῳ μὲν τοῖς προτέροις τῶν εὐσεβῶν
ἁμιλλωμένου, λόγῳ δὲ τῶν ἄλλων ἁπάντων ἐπιφανεστέρου καὶ εὐδοκιμωτέρου, παρ’ οὗ
ἐξεπαιδεύθη τὴν ἐγκύκλιον παιδείαν καὶ ἐδιδάχθη τὰ τῆς ἀρετῆς καὶ εὐσεβείας.
Ἔνθεν πόθῳ παιδείας μείζονος τὴν οἰκείαν πατρίδα καταλιπών, ἐν Κερκύρᾳ πρῶτον,
εἶτα δὲ ἐν Βενετίᾳ ἀφίκετο. Πληρώσας οὖν τὸν χρόνον τῶν ἐν Ἑσπερίᾳ σπουδῶν,
διῆγεν ἐκεῖ τὸν βίον ἀναμένων τὴν ἔκβασιν τῶν ἐν Χάνδακι τῆς Κρήτης πραγμάτα,
ἐπολιορκεῖτο γὰρ κατ’ ἐκεῖνον τὸν καιρὸ ὑπὸ τῶν Ἀγαρηνῶν. Μαθὼν δὲ τὴν ἅλωσιν
τῆς πόλεως, τὸν θάνατον τοῦ πατρὸς καὶ τῶν οἰκείων του, ἐθρηνώδησε διὰ στίχως
ἐμμέτρων τὴν συμφοράν. Ἀπάρας οὖν ἐκεῖσε κατῆρεν ἐν τῇ τοῦ Πέλοπος νήσῳ, ἔνθα
πολλοὺς τῶν πατριωτῶν εὐγενεῖς ἐντυχὼν συνετραγώδει τὰ κατ’ αὐτούς, ἀντίληψιν
καὶ παραμυθίαν οὐ τῆς τυχούσης αὐτοῖς παρεχόμενος. Ἐκεῖθεν πόλεις καὶ τόπους
διαμείχας καὶ ἐν Ἰωαννίνοις, Ἄρτῃ καὶ Παραμυθίᾳ διδάσκαλος τῶν πιστῶν
χρηματίσας, ἀφίκετο πρὸς τὴν Καστορίαν, ἧς καὶ Ἀρχιερεὺς κατεστάθη. Ἔπειτα,
Μητροπολίτης Ἀνδριανουπόλεως καὶ τῇ 25ῃ Ἰουλίου τοῦ 1688ου ἔτους,
Πάπας καὶ Πατριάρχης Ἀλεξανδρείας ἀνηγορεύθη. Ἐπὶ δύο καὶ εἴκοσιν ἔτη ἔλαμψεν
ἐν τῷ Θρόνῳ αὐτῷ ὡς ποιμὴν ἀληθινός, καλῶς τὰ ἐνταῦθα οἰκονομήσας, διδασκαλίας
τοῖς ῥήμασι διαπρέψας καὶ τύπος γενόμενος τοῦ ποιμνίου ἐν λόγῳ, ἐν ἔργῳ καὶ ἐν
πάσῃ ἀρετῇ καὶ τὰς κατὰ τῶν Ὀρθοδόξων ἐπιδρομὰς τῶν ψευδέλφων ἀναχαιτίσας. Εἰς
γῆρας οὖν βαθὺ ἐλάσας καὶ χαλεπῶν νόσων, καταλέλοιπε διάδοχον αὐτοῦ Σαμουὴλ τὸν
Χίον καὶ ἀπήλθε ἐν Ἁγίῳ Ὄρει, ἐν τῇ Μονῇ τοῦ Βατοπαιδίου, ἔνθα μικρὸν
ἐπιβιώσας, τοῖς Ὁσίοις πρέποντα ὕπνον ἐκοιμήθη τῇ 15ῃ Ἰανουαρίου τοῦ 1715ου
ἔτους. Σώζεται δὲ ἡ τιμία αὐτοῦ κάρα ἐν τῇ Μονῇ τοῦ Βατοπαιδίου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου, τοῦ
διὰ Χριστοῦ πτωχοῦ, ὅς καὶ Καλυβίτης ὠνομάσθη.
Ἀρνησίκοσμος
παῖς λιπὼν γῆς καλύβην,
ἐν οὐρανοῖς
ἔπηξε καινὴν καλύβην.
Οὗτος
ἦν ἐν Κωνσταντινουπόλει, υἱὸς Εὐτροπίου συγκλητικοῦ, καὶ Θεοδώρας. Ἐν ἀρχῇ δὲ
τῆς ἡλικίας ἐξ αὐτῆς τῆς τῶν μαθημάτων σχολῆς, λαθὼν τοὺς γεννήτορας καὶ τοὺς
παιδαγωγούς, καὶ συμμίξας τινὶ Μοναχῷ ἑαυτόν, τὴν τῶν Ἀκοιμήτων καταλαμβάνει
Μονήν, καὶ ὑποδύεται ἐν αὐτῇ τὸν μονήρη βίον, καὶ διὰ σκληρᾶς πάνυ ἑαυτὸν
ἐθίζει τῆς ἀγωγῆς. Ἐπεὶ δὲ τῷ πρὸς τοὺς φύσαντας φίλτρῳ ὁ πονηρὸς αὐτὸν ἔνυττε,
κἄν τούτῳ καταπαλαίει τὸν ἀντικείμενον. Γνωρίσας γὰρ τὰ καθ’ ἑαυτὸν τῷ
Καθηγουμένῳ τῆς Μονῆς, καὶ τοῦτον παραιτησάμενος, παρὰ πάσης τῆς ἀδελφότητος
εὐχὴν ἐπὶ τοῖς δεδογμένοις λαβών, ἐν σχήματι πενιχρῷ, ῥακίοις ἠμφιεσμένος, τὸν
οἶκον καταλαμβάνει. Ἔνθα ἐπὶ χρόνοις τισί, μικρᾷ καλύβῃ στενούμενος, καὶ ὑπὸ
τῶν οἰκείων παίδων ἐμπαροινούμενος, διεκαρτέρει πρὸ τοῦ πυλῶνος, ὁρῶν τὸν
πατέρα καὶ τὴν μητέρα μετὰ κοσμικῆς φαντασίας παρερχομένους, συντηρῶν ἑαυτὸν
ἐπὶ τοῦ τῆς ἀγνωσίας σχήματος. Ἐν δὲ τῷ μέλλειν τελευτᾶν, προσεκαλέσατο τὴν
μητέρα καὶ διὰ τῆς ἐμφανείας τοῦ χρυσότευκτου Εὐαγγελίου, ὅπερ κατεσκευάσθη
αὐτῷ ἔτι ὄντι ἐν τῇ τῶν παίδων σχολῇ, ἑαυτὸν κατέστησε γνώριμον, καὶ εἰς χεῖρας
Θεοῦ τὴν ψυχὴν ἐναφίησι.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παύλου τοῦ Θηβαίου.
Εἰ θαῦμα
Θήβαις ταῖς παρ’ Αἴγυπτον πύλαι,
Πόσον γε
Παῦλος, κἄν βίου λίπῃ πύλας;
Οὗτος
ἦν ἐν τοῖς χρόνοις Δεκίου καὶ Οὐαλλεριανοῦ τῶν διωκτῶν, ὁρμώμενος ἐξ Αἰγύπτου
τῆς κάτω Θηβαίδος. Αἰσθόμενος δὲ τὸν ἐπὶ τῇ ἀδελφῇ κηδεστὴν προδοῦναι αὐτὸν
μέλλοντα, διὰ τὸ τὴν ἐπιβάλλουσαν αὐτῷ μοίραν κατασχεῖν, ἐνάκρυνεν ἐν τοῖς
ὄρεσι φυγαδεύων. Ἀεὶ δὲ τοῖς πρόσω χωρῶν, ἤδη τῷ χρόνῳ μεταπεσόντος αὐτῷ τοῦ
πάθους, ἀντὶ τοῦ δεδοικέναι τοὺς διώκτας, εἰς ἐπιθυμίαν τοῦ μονάσαι κατέστη.
Προσεγγίζει οὖν σπηλαίῳ τινί, αὐτὸ τὸ βαθύτατον ὑποδὺς τῆς ἐρήμου· ἐν ᾧ τὸν
ἅπαντα χρόνον, μακρὸν γενόμενον, διαγαγὼν ἐν εἰρήνῃ, καὶ τῇ τῶν παθῶν ἀταραξίᾳ,
πρὸς Κύριον ἐξεδήμησε. Τοῦτον, ὥς φασιν, ὁ Μέγας Ἀντώνιος καταλαβών, καὶ τοῦ
τόπου τὴν δυσχέρειαν, καὶ τοῦ χρόνου τὸ μῆκος καὶ τῆς ἀναχωρήσεως ἐθαύμασε. Καὶ
γὰρ πρῶτος τῶν ἄλλων, εἰς τὰς τῆς ἐρήμου ἐνδότερα προελθεῖν ἐτολμησε, καὶ τὸν
τῆς ἀσσκήσεως παρέτεινε δρόμον, μέχρι τοῦ ἑκατοστοῦ καὶ τρισκαιδεκάτου ἔτους·
τοσοῦτον γαρ ἐπεβίω, ἐκ νεαρᾶς ἡλικίας τῶν τοῦ βίου φροντίδων μεταναστεύσας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πανσοφίου.
Καὶ Πανσόφιον
πλήξατε πλάνοι πλέον·
Οὕτω γὰρ αὐτῷ
πλέξετε πλείῳ στέφη.
Οὗτος
ἦν ἐξ Ἀλεξανδρείας, πατρὸς Νείλου, τῇ τοῦ Ἀνθυπάτου τιμηθέντος ἀξίᾳ. Διὰ δὲ
πλούτου περιουσίαν, καὶ δεξιότητα φύσεως, καὶ πατρικὴν ἀρετήν, εἰς τὸ ἄκρον τῆς
παιδείας προήχθη, τῆς τε καθ’ Ἕλληνας, καὶ ὅσης κατὰ Χριστόν. Οὗτος, μετὰ τὴν
τοῦ πατρὸς τελευτήν, εἰς τὴν τῶν δεομένων ἐπικουρίαν τὸν πλοῦτον κενώσας, τὰς
ἐρήμου κατέλαβε, τῇ τῶν γηίνων ἀποθέσεις τὸν Κύριον ἐκζητῶν. Ἐπὶ χρόνοις δὲ
εἰκοσιεπτὰ ταῖς ἐρήμοις ἐναυλισθείς, καὶ καταμόνας προσλαλήσας Θεῷ, καὶ τὸν
νοῦν ἀπὸ τῶν κάτω ὑψώσας πρὸς οὐρανούς, ἐπεὶ οὐκ ἦν τὴν τοσαύτην λαθεῖν ἀρετήν,
διαβάλλεται Αὐγουσταλίῳ τῷ τῶν Ἀλεξανδρέων Ἡγεμόνι, ὅς ἦν παρὰ Δεκίου τὸν κατὰ
τῶν Χριστιανῶν ἀναδεξάμενος πόλεμον. Παραστὰς οὖν αὐτῷ, καὶ ἐκ τῶν παρ’ αὐτοῖς
μύθων τὴν τοῦ σεβάσματος αὐτοῦ πλάνην διέλεγξας, καὶ τοῦ τυράννου τὸ φρόνημα
καταισχύνας, τύπτεται σφοδρῶς, καὶ τὸν διὰ μαρτυρίου κομίζεται στέφανον.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Ἕξ Πατέρες, ἐν εἰρήνῃ τελειοῦνται.
Ψυχαὶ
διαυγεῖς Ἕξ ἀποπτᾶσαι βίου,
ἑξαπτέρυξι
συμπαρίστανται Νόοοις.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀλεξάνδρου τοῦ Ἀκοιμήτου
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἐλπιδίου, Δάνακτος καὶ Ἑλένης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Σεκουνδίνης
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Προχόρου τῆς Μονῆς Βράνσκι τῆς Βουλγαρίας
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Γαβριήλ ὁ ἐν Λεσνόβῳ
Σερβίας ὁ λάμψας κατὰ τὸν 11ον
αἰ., ἐν εἰρήνῃ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Ἴτας τῆς
ἡγουμένης, τῆς Ἰρλανδής.
Ταῖς
αὐτῶν Ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ’. Σὲ νοητήν.
Ὅλῃ ψυχῇ ἀγαπήσας Ἅγιε, τὸν
πολυεύσπλαγχνον Θεόν, τοῦ ἐλέους τοὺς ποταμούς, τοῖς πιστοῖς ἐπήγασας· ὅθεν
κατηξίωσαι, θείου ἐλέους Γεράσιμε, καὶ ἐν σκηναῖς πρωτοτόκων, εἰσέδυς
εὐφραινόμενος.
Ἵνα ἐχθρῶν χαλεποῦς
χειρώσεως, ἐπικουφίσῃς τοὺς πιστούς, οὐκ ἐπαύσω ὑπὲρ αὐτῶν, πολυτρόπους Ὅσιε,
ἀγῶνας ποιούμενος. Σὺ γὰρ ποιμὴν φιλοπρόβατος, ἐν οἰκτιρμοῖς ἀκενώτοις, ὑπῆρχες
παμμακάριστε.
Στύλον φωτὸς τῷ λαῷ τῆς
χάριτος, ἀνέδειξέ σε ὁ Θεός, ἐν δουλείᾳ τῇ ζοφερᾷ, ὁδηγοῦντα Ἅγιε, αὐτὸν ἀσφαλέστατα,
πρὸς κληρουχίαν σωτήριον, ἐπαγγελίας πρὸς χώραν, τῆς πίστεως Γεράσιμε.
Θεοτοκίον.
Γνώμην ὀρθὴν λογισμὸν
θεόφρονα, δός μοι ἁγίαις σου εὐχαῖς, ἵνα ἔργοις ἐν καθαροῖς, τοῦ Θεοῦ τὸ
θέλημα, πληρώσω ἐν βίῳ μου, καὶ μακαρίζω Σε Δέσποινα, τὴν ἀπειράνδρως τεκοῦσα,
τὸν Πλάστην τῆς κτίσεως.
Ἕτερος.
Παῖδες Ἑβραίων.
Αἴγυπτος
Νεῖλον ὄντως ἄλλον, σὲ ἐπλούτησε, Γεράσιμε παμμάκαρ, οὐχ ὑδάτων ῥοαῖς, ἀλλὰ
σοφίας ῥείθροις, ἐνθέως πλημμυρίζοντα, τὰς ψυχὰς τῶν Ὀρθοδόξων.
Ἔχει
Μονὴ Βατοπαιδίου, πλοῦτον ἄσυλον, τὴν κάραν σου θεόφρον, ἐν ᾗ χάρις πολλή,
ἀνεκφοιτήτως μένει, Γεράσιμε βραβεύουσα, τοῖς πιστοῖς τὴν εὔνοιάν σου.
Πρέσβευε
Πάτερ τῷ Κυρίῳ, ὡς συμπάθειαν μεγίστην κεκτημένος, ὑπὲρ πάντων ἡμῶν, τῶν πόθῳ
σε ὑμνούντων, Γεράσιμε τὸν λάμποντα, ὀφθαλμὸν τῆς Ἐκκλησίας.
Θεοτοκίον.
Λάμπρυνον Μῆτερ τὴν ψυχήν
μου, τῇ λαμπρότητι, φωτός Σου τοῦ ἀδύτου, ἵνα πίστει ἀεί, τὸ Χαῖρέ Σοι
κραυγάζω· Μαρία χαῖρε ἄχραντε, κιβωτὲ τῆς σωτηρίας.
ᾨδὴ
η’. Ἐν καμίνῳ.
Ἐπὶ χλόην Πάτερ εὐσεβῶς,
νομὰς ἐπὶ ἁγίας, ἐποίμανα ςθεαρέστως, ἐκλογάδα τὴν σεπτήν, κραυγάζων Γεράσιμε·
εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς
αἰῶνας.
Ῥητορεύσας ζήλῳ θεϊκῷ, τῆς
πίστεως τὸν λόγον, ἐῤῥύθμισας καταλλήλως, τῶν ἀνθρώπων τὰς ψυχάς, καὶ πάντας
ἐδίδαξας, ἐναρέτου βίου τὸν τρόπον, Γεράσιμε τρισμάκαρ, πρὸς καρποφορίαν, ἠθῶν
τῆς εὐσεβείας.
Αἰγυπτίων Πάτερ νοητῶν,
καθεῖλες τὴν κακίαν, καὶ ἄλλος Μωσῆς καθάπερ, κατεπόντισας οἰκτρῶς, αὐτῶν τὰ
στρατεύματα, ἐν θαλάσσῃ ἔργων ὁσίων. Διὸ διεβιβάσθης, πρὸς ἐπαγγελίας, τὴν γῆν
δεδοξασμένος.
Θεοτοκίον.
Ἱλασμὸν ἐξαίτει συμπαθῶς,
καὶ ἔλεος Παρθένε, πρεσβείαις Σου εὐπροσδέκτοις, πρὸς τὸν Κύριον ἡμῶν, τοῖς
πόθῳ βοῶσί Σοι· Θεοτόκε χαῖρε Μαρία, ἡ Μήτηρ τοῦ Δεσπότου, ἡ τὴν σωτηρίαν,
δωρήσασα τῷ κόσμῳ.
Ἕτερος.
Τὸν Βασιλέα.
Ἀλεξανδρείας
ὁ θαυμαστὸς ποιμενάρχης, ἀνυμνείσθω μοι Γεράσιμος ἀξίως, ὅτι ζωῆς ῥεῖθρα,
ἐπήγασε τῷ κόσμῳ,
Νόμου
τοῦ θείου, ἐν θεηγόρῳ σου γλώσσῃ, τὰ διδάγματα πανσόφως ἀναπτύξας, Γεράσιμε
πᾶσαν, ἔκτεινας ἀνομίαν.
Σὺ
φερωνύμως, τῆς Ἐκκλησίας ἐδείχθης, γέρας τίμιον τῶν πρόπαλαι Πατέρων, ὡς
χαρακτηρίσας, Γεράσιμε τὸν βίον.
Θεοτοκίον.
Ὁ θεηγόρος Γεράσιμός Σε ἐν
ὕμνοις, πόθῳ ζέοντι ἀνύμνησε Παρθένε, μεθ’ οὗ ἐκδυσώπει, ὑπὲρ ἡμῶν τὸν Κτίστην.
ᾨδὴ
θ΄. Τύπον τῆς ἁγνῆς λοχείας Σου.
Ῥάβδῳ οὐρανίου γνώσεως, καὶ
ἐναρέτου βίου, Πάτερ Γεράσιμε, θείαν πρὸς νομήν, τῆς Ἐκκλησίας τὰ πρόβατα, ἐν
δουλείας τοῖς χρόνοις ἐποίμανας. Διό σε εὐφημοῦμεν, ἀπεκδεχόμενοι τὴν χάριν
σου.
Ἔχων ἐν Ἐδὲμ Γεράσιμε, σὺν
μακαρίων δήμοις, νῦν τὴν κατάπαυσιν, καὶ τῷ γλυκασμῷ τῆς θεωρίας πληρούμενος,
ἀκορέστως τῆς δόξης τοῦ Κτίσαντος, ἡμῶν μὴ ἐπιλάθῃ, τῶν εὐφημούντων τοὺς ἀγῶνάς
σου.
Ἴδε συμπαθῶς Γεράσιμε, ἀπ’
οὐρανῶν ἁψίδων, ἔνθα ὁ κλῆρός σου, θλίψεων δεινῶν, πολυτρόπων κακώσεων, καὶ
ἐχθροῦ τῆς μανίας ῥυόμενος, τοὺς ἐπιγραφομένους, ἐν βίῳ Ἅγιε προστάτην σε.
Θεοτοκίον.
Ἴδε ἐφ’ ἡμᾶς Θεόνυμφε, τοὺς
καταπονουμένους βίου ταῖς θλίψεσι, καὶ ὡς εὐμενής, ταῖς ψυχαῖς ἡμῶν πάναγνε,
τὴν χαρὰν τοῦ Υἱοῦ Σου πρυτάνευσον· εἰς Σὲ γὰρ Παναγία, μετὰ Θεὸν μόνην
ἐλπίζομεν.
Ἕτερος.
Ὅρους παρῆλθες.
Κλέος
τῆς Κρήτης περίφημον, τῶν Πατριαρχῶν σεπτὸν ἐγκαλλώπισμα, καὶ πάσης τῆς
οἰκουμένης, ὑπάρχεις καύχημα, Γεράσιμε θεόφρον, τῇ θεαυγεῖ πολιτείᾳ σου.
Γνώσει
ἐκλάμπων Γεράσιμε, καὶ ἱερουργῶν Χριστῷ ὥσπερ ἄγγελος, ὁδήγησας πρὸς θείων
ἔργων ἐπίδοσιν, ἅς σοι ἐνεπιστεύθη, Πάτερ ψυχὰς ὁ φιλάνθρωπος.
Πρέσβευε
Πάτερ Γεράσιμε, οἷα εὐμενής, ὑπὲρ τῶν τιμώντων σε, καὶ τοῦτόν μου τὸν ὕμνον,
συμπαθῶς πρόσδεξαι, βραβεύων μοι ὑψόθεν, χάριν καὶ ἔλεος σωτήριον.
Θεοτοκίον.
Ὕμνοις ἀεί Σε γεραίρομεν,
τὴν τὸν Λυτρωτήν, ἀσπόρως κυήσασαν, ὦ Μῆτερ πανάχραντε, ἀνακραυγάζοντες· μὴ οὖν
ἡμᾶς στερήσῃς, τῆς σωστικῆς κηδεμονίας Σου.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Ἐκ
Κρήτης ἐξανέτειλας, ὡς ἥλιος ἀνέσπερος, αὐγάζων τὴν οἰκουμένην, σοφίας σου ταῖς
ἀκτῖσι, Γεράσιμε πανεύφημε, τῆς Ἀλεξάνδρου πρόεδρε· διό σε μακαρίζομεν,
ἐπιδεόμενοι πίστει, τοῦ φέγγους τῆς χάριτός σου.
Θεοτοκίον.
Τὴν
μνήμην κατεποίκιλας, ἐν θεοπνεύστοις ᾄσμασιν, Ἀθανασίου τοῦ θείου, καὶ τοῦ
ἐνδόξου Κυρίλλου, καὶ ὕμνον παμμακάριστε, τῇ Θεοτόκῳ ὕφανας, μεθ’ ἧς ἀεὶ
ἱκέτευε, ἵνα ῥυσθῶμεν γεέννης, Γεράσιμε τῆς μελλούσης.
Αἶνοι.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ
Γεράσιμε Ὅσιε, τῆς νήσου Κρήτης βλαστός, εὐθαλέστατος πέφηνας, Ἀλεξάνδρου
πόλεως, ἱερώτατος πρόεδρος, ποιμὴν ποιμένων, πλήρης χρηστότητος, Πατὴρ Πατέρων,
στοργῆς ἀνάπλεως, ἄλλος Ἀπόστολος, ὄντως τρισκαιδέκατος τῆς εὐσεβοῦς, πίστεως
τὸ κήρυγμα, ἀναφθεγγόμενος.
Πάτερ
Γεράσιμε ἔνδοξε, τῆς οἰκουμένης λαμπρῶς, ἐπιβὰς τὸ κριτήριον, ἀναμέσον ἔκρινας,
τοῦ λαοῦ σου ὡς πάνσοφος, δικαιοσύνῃ καλλωπιζόμενος, καὶ εὐσπλαγχνίας
ὡραϊζόμενος· ὅθεν ὁ Κύριος, ὁ Κριτὴς ὁ δίκαιος καὶ ἀγαθός, ἀνακρίνας εὗρέν σε,
ἐν πᾶσιν ἄμεμπτον.
Πάτερ
Γεράσιμε πάνσοφε, ἐξ ἀενάου πηγῆς, ἀρετῶν τῷ ἀντλήματι, ὕδωρ τὸ γλυκύτατον, τῆς
σοφίας ἀπήντλησας, ἐξ οὗ ἀφθόνως πᾶσι μετέδωκας, τοῖς δεομένοις ὡς
συμπαθέστατος, καὶ ἐχρημάτισας, τῶν πιστῶν διδάσκαλος θεοειδής, λόγοις σου καὶ
πράξεσι, θεομακάριστε.
Πάτερ
Γεράσιμε Ὅσιε, Βατοπαιδίου Μονή, ἡ μεγίστη ἐν Ἄθωνι, ἐν ᾗ πρὸς τὸν Κύριον, τῆς
ζωῆς ἐξεδήμησας, ὥσπερ θησαύρισμα πολυτίμητον, τὴν ἱεράν σου κάραν κατέχουσα,
χαῖρε κραυγάζει σοι, Πατριάρχα ἔνδοξε, ὁ τοῖς πιστοῖς πρυτανεύων πάντοτε, χάριν
οὐράνιον.
Δόξα.
Ἦχος πλ. α΄.
Ὅσιε
Πάτερ Γεράσιμε, εἰς Ἀρχιερέα τῷ μύρῳ χρισθείς, τοῦ τελεταρχικοιῦ Ἁγίου
Πνεύματος, ὡς κατ’ ἄμφω τηρήσας σαυτὸν καθαρόν, χερσὶν ἀμώμοις τῷ Θεῷ
ἐλειτούργησας, καὶ τοῖς πίστεως τοῖς λειμῶσιν ἐξέθρεψας, τὰ λογικὰ τοῦ Κυρίου
σου πρόβατα. Καὶ τοῦ Μάρκου διάδοχος, θεϊκῇ εὐδοκίᾳ ἀναδειχθείς, εὐαγγελιστοῦ
ἔργοιν ἐποίησας, ἐν Ἐκκλησίᾳ λαλήσας σωτηρίας διδάγματα, ὡς πολλοστὸς ὑπάρχων,
ἐν σοφίᾳ καὶ γνώσει τῇ ἄνωθεν· ὅθεν αὐξήσας τὸ τάλαντον, τῆς ἀκηράτου ἐν
ὑψίστοις χαρᾶς μετέσχες, πάντων προμηθούμενος τῶν βοώντων· ποιμὴν ποιμένων
θαυμαστέ, Χριστοῦ μαθητὰ τοῦ Ἀρχιποίμενος, ὄμματι ἱλέῳ ἔπιδε ἐφ’ ἡμᾶς, τοὺς ἐν ὕμνοις τελοῦντας
τὴν μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις
ὁ τῆς Κρήτης θεῖος βλαστός, καὶ Ἀλεξανδρείας Πατριάρχης ὁ θαυμαστός· χαίροις
εὐσεβείας, ὁ μέγας μυστηπόλος, Γεράσιμε καὶ
γέρας, νέον τῆς πίστεως.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν
ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα
τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς
ἀληθείας ἱερὸς θεηγόρος, καὶ εὐσεβείας θαυμαστὸς μυστηπόλος, καὶ Ἐκκλησίας
ἄριστος Γεράσιμε ποιμήν, δόξης ἐκοινώνησας, τῆς ἀφράστου ἀξίως, καὶ ἐγένου
μέτοχος, τῆς χαρᾶς τῶν Ἁγίων· ὅθεν δυσώπει Πάτερ σὺν αὐτοῖς,
ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον Κύριον.
ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον Κύριον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ
ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών, οὗ ἡ ἀκροστιχίς: Εὐχαῖς σου χάριν δίδου Κυρίλλῳ, Πάτερ.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Εὐχαῖς σου ἀόκνοις πρὸς τὸν Θεόν, αἴτει τὴν εἰρήνην,
τοῖς τιμῶσί σε εὐλαβῶς, ὡς τῆς εὐσεβείας ὑποφήτην, καὶ Ὀρθοδόξων φωστῆρα
Γεράσιμε.
Ὑμνοῦμέν σε Πάτερ χαρμονικῶς, ὅτι Ἱεράρχης, ἀναδέδειξαι
εὐκλεής, καὶ πρέσβυς αἰτούμεθά σε θεῖον, πρὸς τὴν Ἁγίαν Τριάδα Γεράσιμε.
Χριστὸν ἀγαπήσας ἀπὸ παιδός, ἔλιπες ἐμφρόνως, εὐδοξίαν
τὴν κοσμικήν· ὅθεν κοσμικῶν ἡμᾶς σκανδάλων, κηδεμονίᾳ σου ῥῦσαι Γεράσιμε.
Θεοτοκίον.
Ἀφράστως κυήσασα τοῦ Πατρός, τὸν ἄναρχον Λόγον,
Θεομῆτορ ἄνευ σπορᾶς, παθῶν πολυτρόπων ἀλογίας, τῇ χάριτί Σου ἡμᾶς ἐλευθέρωσον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱερώτατον βίον ἐπὶ τῆς γῆς
ἔζησας, καὶ ἐν οὐρανοῖς τοῖς Ἀγγέλοις, ὤφθης συνέστιος· ὅθεν οὐράνωσον, ὡς
συμπαθὴς τὰς καρδίας, τῶν ἀνευφημούντων σε, Πάτερ Γεράσιμε.
Στρατευθεὶς τῷ Κυρίῳ δι’
ἀρετῆς Ὅσιε, πᾶσαν ἀσεβῶν δυναστείαν, ἀνδρείως ᾔσχυνας· ὅθεν ἐνίσχυσον, τῆς
εὐσεβείας τὸν δρόμον, καὶ ἡμᾶς πορεύεσθαι, Πάτερ Γεράσιμε.
Σωτηρίαν ἐξαίτει παρὰ Θεοῦ
Ἅγιε, τοῖς ἐν ἀδιστάκτῳ καρδίᾳ, ἀναβοῶσί σοι· Χαῖρε Γεράσιμε, Ἀλεξανδρείας ἡ
δόξα, Ἐκκλησίας καύχημα, καὶ γέρας ἄφθαρτον.
Θεοτοκίον.
Ὁ ἐκ Σοῦ ἀποῤῥήτως
σωματωθεὶς Κύριος, τῶν Χριστιανῶν Σε Μητέρα, θέσει ἀνέδειξεν· ὅθεν ἀξίωσον, τῆς
μητρικῆς Σου προνοίας, καὶ στοργῆς Θεόνυμφε, τοὺς ἀνυμνοῦντάς Σε.
Διάσωσον,
Ἀλεξανδρείας ὁ πάνσοφος Ἱεράρχης, θεομακάριστε Πάτερ Γεράσιμε, τοὺς εὐφημοῦντάς
σε πάσης κακοπραγίας.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Χριστοῦ τοῦ Θεοῦ τῷ ζήλῳ
πυρπολούμενος, Αὐτῷ ἐκ παιδὸς προθύμως ἠκολούθησας, καὶ ποιμὴν ἰσάγγελος,
Ἐκκλησίας ἐδείχθης Γεράσιμε· διὸ τρυφῆς τῆς ἄνω μετασχών, μνημόνευε πάντων τῶν
τιμώντων σε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὕμνοις Πάτερ τιμῶμέν σε, ὡς ποιμένα γνήσιον
ἐξαιτούμενοι, τὴν ἰσχὺν τῆς προστασίας σου, ἐν ταῖς περιστάσεσι Γεράσιμε.
Χάριν αἴτει οὐράνιον, τοῖς ἀνευφημοῦσί σου τὸ
φιλάδελφον, δι’ οὗ γέγονας παράκλησις, τῷ λαῷ τῆς χάριτος Γεράσιμε.
Ἀπὸ πάσης διάσωσον, θλίψεως Γεράσιμε καὶ κακώσεως, τοὺς
προστρέχοντας ἐκ πίστεως, τῇ θερμῇ πρεσβείᾳ σου πρὸς Κύριον.
Θεοτοκίον.
Ῥυπτικαῖς Σου δεήσεσι, σπίλου ἀνομίας με ἀποκάθαρον,
Θεοτόκε ἀπειρόγαμε, ἵνα μεγαλύνω Σε σῳζόμενος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἵλεων ἡμῖν, τὸν φιλάνθρωπον ἀπέργασαι, καὶ γὰρ ἔχεις
παῤῥησίαν πρὸς Αὐτόν, ὡς Αὐτοῦ θεράπων γνήσιος Γεράσιμε.
Νόσων χαλεπῶν, τῇ βοτάνῃ τῆς πρεσβείας σου, ἱκετεύομεν
θεράπευσον ἡμᾶς, Ἱεράρχα παμμακάριστε Γεράσιμε.
Δόσεις ἀγαθάς, δωρεῶν Θεοῦ τῆς χάριτος, μὴ ἐλλίπῃς
ἐξαιτούμενος ημῖν, τοῖς ἱκέταις σου μακάριε Γεράσιμε.
Θεοτοκίον.
Ἴθυνον ἡμῶν, τὰς πορείας πρὸς ἀνάβασιν, Θεονύμφευτε
Μαρία ἀρετῶν, μητρικῇ χειραγωγίᾳ τῆς πρεσβείας Σου.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Δυνάμωσον, τῇ πολλῇ σου χάριτι, τὴν καρδίαν μου δεινῶς
κλονουμένην, ταῖς προσβολαῖς, καὶ δολίαις ἐφόδοις, τοῦ ἀρχεκάκου βελίαρ
Γεράσιμε. Σὺ γὰρ κατήσχυνας αὐτόν, ἀρετῶν διαπρέψας ὑψώμασιν.
Οἱ μώλωπες, τῆς ψυχῆς προσώζεσαν, τοῦ ἀθλίου σου ἱκέτου
παμμάκαρ· ἀλλὰ σὺ ἴασαι τούτους ἐκχέων, τῶν πρὸς Θεὸν προσευχῶν σου τὸ ἔλαιον,
Γεράσιμε Πάτερ σοφέ, Ὀρθοδόξων τὸ νέον προτείχισμα.
Ὑπέρτερον, γεηρῶν φροντίδων με, παμμακάριστε Γεράσιμε
δεῖξον, καὶ τὴν ζωήν μου προνοίας σου ῥάβδῳ, πρὸς ἀρετῶν ἀναβάσεις ὁδήγησον. Σὺ
γὰρ ἐδείχθης ἀρετῆς, ὑποφήτης ἐν λόγοις καὶ πράξεσι.
Θεοτοκίον.
Κυήσασα, ἐξ ἁγνῶν αἱμάτων Σου, τοῦ ἐλέους Μαριὰμ τὸν
δοτῆρα, ἐλέησόν με θερμῶς ἱκετεύω, ὡς ἀγαθὴ τὸν πανάθλιον δοῦλόν Σου, τῶν
ἐνεστώτων συμφορῶν, ῥυομένη τὸν κάκιστον βίον μου.
Διάσωσον,
Ἀλεξανδρείας ὁ πάνσοφος Ἱεράρχης, θεομακάριστε Πάτερ Γεράσιμε, τοὺς εὐφημοῦντάς
σε πάσης κακοπραγίας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῆς Ἐκκλησίας ὁ νέος
διδάσκαλος, καὶ Ὀρθοδόξων ὁ μέγιστος πρόμαχος, μακάριε Πάτερ Γεράσιμε, τῶν
θλιβερῶν με τοῦ βίου ἀπάλλαξον, ὡς ἔχων συμπάθειαν ἄφατον.
Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ
ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Εὐαγγέλιον,
Ἱεραρχικόν.
Ὁ Ν’
ψαλμός.
Δόξα: Ταῖς τοῦ
Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς
Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Ὅσιε Γεράσιμε, Ἀρχιερεῦ
θεοφόρε, τῇ σεπτῇ πρεσβείᾳ σου, πάντες καταφεύγομεν, ἐκβοῶντές σοι· πρόφθασον
Ἅγιε, συμπαθῶς ἐκ πάσης, περιστάσεως λυτρούμενος, κινδύνων θλίψεων, καὶ τῆς
ἐπηρείας τοῦ δράκοντος, παθῶν ἐπαναστάσεως, καὶ ἀσθενειῶν τοὺς ἱκέτας σου. Σὺ γὰρ
παῤῥησίας, ἐπλούτησας τὴν χάριν πρὸς Θεόν, ὡς Ἱεράρχης θεόσοφος, καὶ πιστῶν
διδάσκαλος.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὕλης Πάτερ ῥούσης ἅπαν σύνδεσμον ῥῆξον ἐπιστασίᾳ τῇ σῇ,
καὶ σύνδησον τὸν νοῦν μου, ἀγάπῃ τοῦ Σωτῆρος, θεομάκαρ Γεράσιμε, ἵνα κροτῶ σου
ἀεί, φαιδρῶς τὰς ἀριστείας.
Ῥείθροις δρόσισον Πάτερ οἰκτιρμῶν σου ἀΰλων τὴν
ταπεινήν μου ψχήν, καὶ τάχος τῶν πυρίνων, Γεράσιμε βελῶν με, τοῦ ἐχθροῦ
περιφρούρησον. Σὺγ γὰρ ὑπάρχεις θερμός, προστάτης μου ἐν βίῳ.
Ἱλασμὸν ἡμῖν αἴτει καὶ πταισμάτων τὴν λύσιν παρὰ
Χριστοῦ τοῦ Θεοῦ, Γεράσιμε παμμάκαρ, τοῖς πόθῳ σοι βοῶσι· χαῖρε Πάτερ ἰσάγγελε,
Ἀλεξανδρείας φωστήρ, καὶ οἰκουμένης δόξα.
Θεοτοκίον.
Λυμαινόμενος Μῆτερ τοῦ δολίου δυνάστου ἐπιδρομαῖς
χαλεπαῖς, θερμῶς Σε ἱκετεύω· ὡς ἄμετρον πλουτοῦσα, πρὸς ἀνθρώπους συμπάθειαν,
ἐλέησόν με τὸν Σόν, πανάθλιον οἰκέτην.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Λυπούντων Πάτερ, τῆς συστροφῆς λύτρωσαί με, καὶ
παράκλησιν παράσχου τῇ ψυχῇ μου, τῇ γαληνοδώρῳ, δυνάμει τῶν εὐχῶν σου.
Ὡς κοινωνήσας, τῶν ἐκλεκτῶν τῆς μερίδος, καθικέτευε
Θεὸν τὸν ἐν Τριάδι, Γεράσιμε Πάτερ, ὑπὲρ τῶν ὑμνητῶν σου.
Πόνων παντοίων, καὶ συμφορῶν ὀλεθρίων, ῥῦσαι ἅπαντας
τοὺς ἐπικαλουμένους, τὴν ἀντίληψίν σου, Γεράσιμε ἐν βίῳ.
Θεοτοκίον.
Ἐλέησόν με, τὸν ταπεινόν Σου οἰκέτην, ὡς κυήσασα τὴν
βρύσιν τοῦ ἐλέους, Χριστὸν τὸν Σωτῆρα, Παρθένε Θεοτόκε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ταχὺ ἀντιλαβοῦ μου, καὶ πρυτάνευσόν μοι, τὰς δωρεὰς τῶν
πολλῶν χαρισμάτων σου, Ἀρχιερεῦ θεοφόρε, Πάτερ Γεράσιμε.
Εὐχαῖς σου ταῖς ἁγίαις, φύλαττε καὶ φρούρει, τοὺς
εὐφημοῦντάς σε Πάτερ Γεράσιμε, ὡς τῆς Χριστοῦ Ἐκκλησίας, νέον διδάσκαλον.
Ῥοαῖς τῆς χάριτός σου, ἄρδευσον πλουσίως, θεομακάριστε
Πάτερ Γεράσιμε, ψυχὰς ὁμοῦ καὶ καρδίας, τῶν προσιόντων σοι.
Θεοτοκίον.
Ῥημάτων Θεοτόκε, τῆς δεήσεώς μου, ὡς πολυεύσπλαγχνος
Μήτηρ ἐπάκουσον, καὶ τὴν ζωήν μου ἐκ πάσης, ῥῦσαι κακώσεως.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίροις ὁ τῆς Κρήτης θεῖος
βλαστός, καὶ Ἀλεξανδρείας, Πατριάρχης ὁ θαυμαστός· χαίροις εὐσεβείας, ὁ μέγας
μυστηπόλος, Γεράσιμε καὶ γέρας, νέον τῆς πίστεως.
Δεῦτε εὐφημήσωμεν εὐλαβῶς,
τῆς Ἀλεξανδρείας, τὸν φωστῆρα τὸν φαεινόν, τὸν ἐκ νήσου Κρήτης, ἐκλάμψαντα τῷ
κόσμῳ, τῶν ἀρετῶν τῇ αἴγλῃ, θεῖον Γεράσιμον.
Πνεύματος γενόμενος ἀληθῶς,
ἔμψυχον δοχεῖον, ἐργασίᾳ τῶν ἀρετῶν, ὤφθης Ἐκκλησίας, ποιμὴν ἡγιασμένος, ἐν
τοῖς ἐσχάτοις χρόνοις, Πάτερ Γεράσιμε.
Ὅλον ἀναθέμενος σεαυτόν, ἐκ
παιδὸς Κυρίῳ, χάριν ἔλαβς παρ’ Αὐτοῦ, καὶ Εὐαγγελίου, Γεράσιμε τῷ λόγῳ, τὴν
ποίμνην σου πανσόφως, ἐμυσταγώγησας.
Θεῖον ἐργασάμενος τοῦ Θεοῦ,
ἔσοπτρον παμμάκαρ, τὴν ψυχήν σου δι’ ἀρετῆς, ἐμφάσεις τὰς θείας, ἀπήστραψας τῷ
κόσμῳ, Γεράσιμε φωτίζων, τοὺς εὐφημοῦντάς σε.
Πρέσβευε ἀπαύστως ὑπὲρ
ἡμῶν, Γεράσιμε Πάτερ, τῶν τιμώντων σε εὐλαβῶς, ἵνα λυτρωθῶμεν, παθῶν τῆς
τυραννίδος, κινδύνων πολυτρόπων, καὶ πάσης θλίψεως.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅλον, ἀναθέμενος σαυτόν, ἐκ
παιδὸς ὡς πλήρης σοφίας, τῷ Βασιλεῖ τοῦ παντός, Ἱεράρχης γέγονας, ψήφῳ τῆς
χάριτος, καὶ ἐδείχθης φερώνυμον, τῆς πίστεως γέρας, ἐν ἡμέραις θλίψεως, Πάτερ
Γεράσιμε· ὅθεν, δοξασθεὶς ἐν ὑψίστοις, πάντοτε μνημόνευε πάντων, τῶν
καταφευγόντων τῇ πρεσβείᾳ σου.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου