Δευτέρα 20 Αυγούστου 2018

ΣΕΠΤΕΜΒΡΙΟΣ 28. ΟΣΙΟΣ ΧΑΡΙΤΩΝ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ




ΣΕΠΤΕΜΒΡΙΟΣ ΚΗ΄!!

ΧΑΡΙΤΩΝ ΟΣΙΟΣ

ΑΚΟΛΟΥΘΙΑ

(κατὰ τὰ ἐλλείποντα ὑπὸ μητρ. Ῥόδου Κυρίλλου Κογεράκη)

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῶν φιλεόρτων οἱ δῆμοι δεῦτε συνδράμωμεν, χαρμονικῶς τελοῦντες, τὴν ἁγίαν ἡμέραν, Χαρίτωνος τοῦ θείου τοῦ ἐπὶ γῆς, τὸν Χριστὸν μεγαλύναντος, καὶ νῦν τρυφῶντος τῆς δόξης τῆς ὑπὲρ νοῦν, σὺν Ἁγίων ὁμηγύρεσι.

 

Μαρτυρικαῖς ἀριστείας ἐμπρέψας πρότερον, ἀσκητικοῖς καμάτοις, τῷ Θεῷ ᾠκειώθης, καὶ ἔλαμψας ὡς λύχνος πλησιφαής, εὐσεβείας καὶ πίστεως, Πάτερ Χαρίτων αὐγάζων ὑπερφυῶς, τοὺς πιστῶς σε μακαρίζοντας.

 

Τῶν μοναστῶν ἐν ἐρήμῳ Πάτερ τὰ ποίμνια, ἐπλήθυνας Χαρίτων, καὶ αὐτῶν ἀγελάρχης, θεόσοφος ἐδείχθης τῇ θεϊκῇ, εὐδοκίᾳ μακάριε, παρ’ οὗ τὴν χάριν ἐδέξω θαυματουργεῖν, εἰς αἰῶνας θαυμαζόμενος.

 

Αἱ τῶν Ἀγγέλων χορεῖαι ὑπερεθαύμασαν, τοὺς θαυμαστούς σου τρόπους, θεοφόρε Χαρίτων· ἰσάγγελον γὰρ Πάτερ ἐπὶ τῆς γῆς, βιοτὴν πεπολίτευσαι, ἀποσκοπῶν τὴν ἀΐδιον ἐν Ἐδέμ, ὡς θεόσοφος ἀπόλαυσιν.

 

Δόξα. Ἦχος β΄.

Ὅσιε Πάτερ Χαρίτων σοφέ, σὺ καὶ μετὰ θάνατον, ζῇς ἐν Χριστῷ τῷ Κυρίῳ σου· Αὐτὸν γὰρ διαπύρως ἀγαπήσας, τῶν θεομάχων τὴν μανίαν ὑπέμεινας, προσομιλήσας αἰκίαις πικραῖς καὶ πολυτρόποις βασάνοις· ὧν θείᾳ χάριτι ῥυσθείς, τῷ κόσμῳ καὶ τοῖς ἐν κόσμῳ τεθανάτωσαι, ἐν τῇ ἐρήμῳ στεῤῥῶς ἀγωνιζόμενος, καὶ ἀσκητικῶς τὸν Θεὸν προσδεχόμενος. Αὐτὸν οὖν ἐκτενῶς καθικέτευε, τὴν εἰρήνην τῷ κόσμῳ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

 Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Σχέσεων ὑλικῶν, σαφῶς ὑπερφρονήσας, μακάριε Χαρίτων, ἐν σώματι Ἀγγέλων, τὸν βίον πεπολίτευσαι.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Πίστει ὑπὲρ Χριστοῦ, τὸ πρότερον ἀθλήσας, ἀνδρείως ἐγκρατείας, ἠγώνισαι τοῖς ἄθλοις, Χαρίτων Πάτερ ὕστερον.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Χαίροις τῶν μοναστῶν, πρὸς ἀρετὴν ἀλείπτης, θεόσοφε Χαρίτων· ἡμῶν μὴ ἐπιλάθῃ, ὡς πέλων εὐμενέστατος.

 

Δόξα. Τριαδικόν.

Δόξα Σοι ὦ Τριάς, ἡ ἐν τρισὶ προσώποις, ἀμέριστος οὐσία· εὐχαῖς οὖν τοῦ Ὁσίου, εἰρήνην δὸς τοῖς δούλοις Σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα Μαριάμ, τῆς κτίσεως Κυρία, εὐλογημένη Κόρη, πρέσβευε τῷ Υἱῷ Σου, ἀεὶ ὑπὲρ τῆς ποίμνης Σου.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Εὐσεβείας τοῖς ἄθλοις κραταιῶς ἠνδραγάθησας, καὶ τοῖς ἐν ἀσκήσει καμάτοις, ὑπὲρ φύσιν ἐβίωσας, ἐντεῦθεν ὡς ἄδυτος ἀστήρ, ἀνέτειλας τῆς χάριτος ἡμῖν, φερωνύμως ὦ Χαρίτων, τῇ εὐδοκίᾳ τοῦ κρείττονος· δόξα τῷ σὲ ἰσχύσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν χάριν σωτήριον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ'.  Ἔδωκας σημείωσιν.

Πάθη τὰ τοῦ σώματος, δι' ἐγκρατείας ἐμάρανας, καὶ συντόνου δεήσεως, καὶ ὄφιν τὸν δόλιον, τῶν δακρύων ὄμβροις, ἀπέπνιξας Πάτερ, καὶ εὐηρέστησας Θεῷ, ὑπερβαλλόντως Χαρίτων Ὅσιε· διὸ σε κατεκόσμησεν, ἐπουρανίοις χαρίσμασιν, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. 

Ἱδρῶσιν ἀσκήσεως, ἐναποσβέσας τοὺς ἄνθρακας, τῶν παθῶν ἀξιάγαστε, πυρὶ προσωμίλησας, αἰκισμῶν καὶ πόνων, καθομολογήσας, πρὸ τῶν ἀνόμων δικαστῶν, τοῦ σαρκωθέντος Λόγου τὴν κένωσιν, καὶ Μάρτυς ἐχρημάτισας, πεποικιλμένος, τοῖς στίγμασι, πολυτρόπων κολάσεων, θεοφόρε πανόλβιε. 

Ἐρήμοις καὶ ὄρεσι, σὺ φυγαδεύων ἐμάκρυνας, τὴν ψυχὴν ἀκηλίδωτον, τηρῶν ἱερώτατε, καὶ Τριάδος οἶκος, Χαρίτων ἐδείχθης, ἧς τῇ δυνάμει ἱερούς, ἀνεδομήσω οἴκους μακάριε, καὶ μάνδρας εἰς σωτήριον, τῶν μοναστῶν περιποίησιν, τῶν τιμώντων τὴν μνήμην σου, τὴν ἁγίαν ἀοίδιμε.

 

Χάριν ἡ τοῦ Πνεύματος, Χαρίτων Πάτερ σοὶ λάμψασα, τηλαυγῶς κατεφώτισεν· ἐντεῦθεν ἐμείωσας, τῶν παθῶν τὴν νύκτα, καὶ τῆς ἀπαθείας, ἡμέραν φθάσας καθαρῶς, καθαρωτάτῳ φωτὶ ὡμίλησας· ἐν ᾧ ἐνδιαιτώμενος, μὴ ἐπιλάθῃ θεσπέσιε, τῶν ἐν πίστει ὑμνούντων σου, ἱερῶς τὰ μνημόσυνα.

 

Χάριν ἐπανθοῦσάν σοι, Χαρίτων φέρων οὐράνιον, ἐπιγείων ἠλόγησας· ἐντεῦθεν ὡς ἄσαρκος, κακουχίας εἵλου, ζῆν ὡς ἀϊδίου, τρυφῆς χειμάῤῥουν εὐσεβῶς, περιπολεύειν μέλλων θεόληπτε· καὶ δάκρυσιν ἐξήρανας, τὴν θολερὰν πηγὴν Ὅσιε, τῶν παθῶν καὶ κατήρδευσας, ψυχοτρόφους τοὺς στάχυας.

 

Χάριν τῶν ἰάσεων, Χαρίτων θείας ἐκ χάριτος, ἐπαξίως ἀπείληφας· ἐντεῦθεν πνευμάτων σοι, τῶν τῆς πονηρίας, τέτραπται ἡ πλάνη· καὶ νοσημάτων δυσχερῶν, λύμη φυγοῦσα οἴχεται Ὅσιε· πηγάζεις γὰρ ὡς νάματα, τῶν χαρισμάτων τὰ ῥεῖθρά σου, ἀφ’ ὧν νῦν ἀρδευόμενοι, ἀνυμνοῦμεν τὴν μνήμην σου.

 

 

 

Δόξα. Ἦχος ὁ αὐτός.

Θεοφόρε Χαρίτων, σὺ καὶ μετὰ θάνατον ἐν οὐρανοῖς ζῇς ἐν τῷ Χριστῷ, δι' ὃν τῷ κόσμῳ σεαυτὸν ἀνεσταύρωσας· ἔξω γὰρ σαρκὸς καὶ κόσμου γενόμενος, ὑπὲρ τὰ ὁρώμενα ἔζης ἀληθῶς· οὐ γὰρ ἔζης σεαυτῷ, ἔζη δὲ μᾶλλον ἐν σοὶ Χριστὸς ὁ Θεὸς ἡμῶν· Αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)

Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.

 

 

 

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

 

 

 

 

 

 

 

 

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Λιτή. Ἦχος α΄.

Εὐφραίνου ἐν Κυρίῳ, τῶν φιλεόρτων ἡ ὁμήγυρις, Χαρίτωνος τοῦ εὐκλεοῦς ἐν Ὁσίοις, τὴν μνήμην γηθοσύνως ἑορτάζουσα. Οὗτος γὰρ ὁ μακάριος, τῷ γλυκυτάτῳ ἔρωτι τοῦ Χριστοῦ, τὴν ψυχὴν ὁλικῶν φλεγόμενος, μαρτυρικῶς τὸ πρότερον ἠνδραγάθησε, μηδαμῶς ὑποπτήξας τὰς βασάνους τοῦ σώματος· εἶτα δὲ τὸν Θεὸν ἀσκητικῶς, ὡς ἔμπλεως σοφίας προσδεχόμενος, ἐν ταῖς ἀβάτοις ἐρήμοις κατεσκήνωσεν, ἔνθα δι’ ἐγκρατείας ἀγώνων ὑπερέλαμψε· διὸ τῆς θεώσεως τὴν χάριν φερωνύμως παρὰ τοῦ Δικαιοκρίτου ἐδέξατο, χάριτας θαυμάτων ἀναπηγάζων, τοῖς εὐλαβῶς ἀνακραυγάζουσι· πολυεύσπλαγχνε Κύριε, ὁ ἐνδοξαζόμενος ἐν ταῖς μνήμαις τῶν Ἁγίων Σου, δόξα Σοι.

 

Ἦχος β΄.

Ὅσιε Πάτερ, τῆς τῶν εἰδωλομανούντων μανίας, θεϊκῇ προμηθείᾳ ῥυσθείς, ἔνθα οἱ πόδες τοῦ Κυρίου σου ἔστησαν, ἔρωτι θείῳ μετανάστης γέγονας· καὶ τὸν ἐν Προφήταις Πρόδρομον Χριστοῦ, Μωϋσέα τε καὶ Ἠλίαν τὸν Θεσβίτην μιμούμενος, ἐρημικῶς ᾑρετίσω λατρεύειν τῷ Θεῷ· καὶ περιφανὴς ἐν λόγῳ διδασκαλίας, ἀρεταῖς τε καὶ θαύμασι δεικνύμενος, ἀρετῆς πρυτανεῖα ἀνῳκοδόμησας, ἐν οἷς τῶν φοιτητῶν σου τὰς ἀγέλας συνήθροισας· ὧν τῶν ψυχῶν τὴν κάθαρσιν, ὡς γεωργὸς πνευματικὸς γεωργήσας, καρποφορίαν ἀγαθὴν αὐτοὺς προσήνεγκας, τῷ παντοκράτορι Χαρίτων, τῷ σὲ δοξάσαντι.

 

Ἦχος γ΄.

Δαυϊτικῶς ἐν τῇ ἐρήμῳ ηὐλίσθης, φυγαδεύων Χαρίτων μακάριε· ἀπὸ νεότητος γὰρ νουνεχῶς, τῷ ἐπὶ πάντων Θεῷ ἀνακείμενος, τῶν ὁρωμένων
ἁπάντων κατεφρόνησας, καὶ πρὸς τὸ βραβεῖον προθύμως, τῆς ἄνω κλήσεως κατέσπευσας. Διὸ τὰς μυστικὰς ἐπιλάμψεις, τῆς φερωνύμου σοι χάριτος δεξάμενος, τῷ κόσμῳ ὡς ἥλιος ἐξανέτειλας, καταφωτίζων οὐ μόνον τῶν φοιτητῶν σου, ἀλλὰ πάσης Ἐκκλησίας τὰ πληρώματα· ὅθεν σήμερον τιμῶντές σε, εὐλαβῶς σου δεόμεθα· Πρέσβευε Πάτερ τῷ Θεῷ, ἵνα ἵλεως γένηται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

 

Ἦχος δ΄.

Ὅσιε Πάτερ Χαρίτων μακάριε, τίς σε κατ’ ἀξίαν ἐπαινέσει; ἔχων γὰρ τὴν χάριν φερωνύμως τοῦ Ἁγίου Πνεύματος συνεργοῦσάν σοι, τυραννικὴν μανίαν ἐφαύλισας, δαιμόνων φάλαγγας ἐπύκτευσας, καὶ μοναστῶν καθηγητής, σοφώτατος ἀναδέδειξαι. Διὸ σήμερον οἱ πιστοί, τὰ προτερήματα τῆς ζωῆς σου θαυμάζοντες, ἐν ἐγκωμίοις τὴν μνήμην σου ἄγομεν, καὶ δοξάζομεν Χριστὸν τὸν Θεόν, τὸν παρέχοντα διὰ σοῦ, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

 

 

Δόξα. Ἦχος πλ. α΄.

Πανηγυρίζει σήμερον φαιδρῶς, τῶν Ὀρθοδόξων τὸ φιλέορτον ἄθροισμα, τὴν μνήμην σου χαρμοσύνως ἐπιτελοῦντες, Χαρίτων Πάτερ σοφέ· ὡς ἀστὴρ γὰρ ἡμερινὸς ἐπιφανεῖσα, τὰς διανοίας καταυγάζει τῶν βοώντων· χαίροις, ὁ ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα μὴ φοβηθείς, ταῖς ἐπαγγελίαις ἐνδυναμούμενος, τῆς ἀθανάτου ἐν Κυρίῳ ζωῆς· χαίροις, ὁ τῇ προαιρέσει τὸ δεύτερον, ἐν ἀνενδότῳ φρονήματι μαρτυρήσας, καὶ καταισχύνας δαιμόνων φάλαγγας· χαίροις, ὁ τῇ ὁμολογίᾳ σου τειχίσας τὴν Ἐκκλησίαν, καὶ τῇ ἀσκήσει σου αὐτῆς, ὡραΐσας τὴν εὐπρέπειαν. Παῤῥησίαν οὖν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, πρέσβευε Αὐτῷ διηνεκῶς, τὴν εἰρήνην τῷ κόσμῳ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, ὁ στεφανίτης Χριστοῦ, ὁ τῶν δαιμόνων καθελὼν τὴν παράταξιν, ἀγῶσι τοῦ μαρτυρίου, καὶ ἀγωγαῖς ἱεραῖς, τῆς ἀγγελοτρόπου πολιτείας σου, Χαρίτων μακάριε, Ἀθλοφόρων ὁμότροπε, Δικαίων πάντων, ἐν ὑψίστοις συνόμιλε, ἰσοστάσιε, Προφητῶν καὶ Ὁσίων τε· πάντας τοὺς καταφεύγοντας, πιστῶς τῇ πρεσβείᾳ σου, ἀπὸ κινδύνων παντοίων, καὶ νοσημάτων διάσωσον, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

 

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Χαίρων, ὁμολογήσας Χριστοῦ, τοῦ γλυκυτάτου ἐραστοῦ σου τὸ ὄνομα, ἐνώπιον τῶν τυράννων, ἐν καρτερίᾳ πολλῇ, τὰς πικρὰς βασάνους καθυπέμεινας, ἐν αἷς τῆς θεώσεως, τὴν στολὴν ἐνδυσάμενος, νεκρὸς ἐγένου, τοῖς ἐν κόσμῳ ὡς πάνσοφος, διαιτώμενος, ἐν ἐρήμοις μακάριε· ὅθεν ὁ ζωοδότης σοι, Χριστὸς ἐδωρήσατο, τὴν ἐν ὑψίστοις Χαρίτων, χαρὰν καὶ θείαν ἀπόλαυσιν. Αὐτὸν οὖν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

 

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Φέρων, μαρτυρικαῖς ἀγωγαῖς, τοῦ Ἰησοῦ ἐν τῇ σαρκί σου τὰ στίγματα, κατέλαβες τὴν ἁγίαν, γῆν ἔνθα Πάτερ αὐτοῦ, ἔστησαν οἱ πόδες οἱ σεβάσμιοι, ἐφέσει δὲ κρείττονι, κατοικήσας τὴν ἔρημον, γόνιμον ταύτην, τῷ Κυρίῳ ἀπέδειξας, καὶ ἐπλήθυνας, μοναζόντων τὰ ποίμνια, πᾶσί τε παρεχόμενος, σαυτὸν τύπον τέλειον, τῇ ὑπὲρ φύσιν ζωῇ σου, Χαρίτων ἔνσαρκε ἄγγελε· ἀεὶ οὖν δυσώπει, τὸν Θεὸν ὑπὲρ τῶν πίστει, ἀνευφημούντων σε.

 

Δόξα. Ἦχος πλ. δ'.

Τῶν Μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σε τιμῶμεν Χαρίτων Ὅσιε· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν πορεύεσθαι ἔγνωμεν· Μακάριος εἶ τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Ὁσίων συμμέτοχε καὶ Δικαίων, μεθ' ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. 

Καὶ νῦν. Θεοτοκίον

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Χαρίτων τοῦ Πνεύματος, καταυγασθεὶς ταῖς αὐγαῖς, φωστὴρ ἐχρημάτισας, τῆς ἐναρέτου ζωῆς, Χαρίτων μακάριε, σὺ γὰρ ὁμολογία, ἀληθείας ἐμπρέψας, ἔλαμψας ἐν ἐρήμῳ, ἐγκράτειας τοῖς πόνοις. Διὸ τῶν εὐφημούντων σέ, Πάτερ μνημόνευε.

Δόξα. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Εὐσεβείας τοῖς ἄθλοις κραταιῶς ἠνδραγάθησας, καὶ τοῖς ἐν ἀσκήσει καμάτοις, ὑπὲρ φύσιν ἐβίωσας, ἐντεῦθεν ὡς ἄδυτος ἀστήρ, ἀνέτειλας τῆς χάριτος ἡμῖν, φερωνύμως ὦ Χαρίτων, τῇ εὐδοκίᾳ τοῦ κρείττονος· δόξα τῷ σὲ ἰσχύσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν χάριν σωτήριον.

Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Κατεπλάγη ἀληθῶς, ὁ δυσμενέστατος ἐχθρός, καὶ ἀνώμωξεν οἰκτρῶς, καταισχυνόμενος τῇ σῇ, ἐν τοῖς βασάνοις μακάριε καρτερίᾳ· σὺ γὰρ τοῦ Χριστοῦ, τὸ γλυκύτατον, ὄνομα τρανῶς, ὡμολόγησας, καὶ δι’ αὐτὸν ὑπέμεινας τοὺς πόνους, ὥσπερ τινὸς ἄλλου πάσχοντος· διὸ Χαρίτων, ἐν ἐγκωμίοις, οἱ πιστοί σε τιμῶμεν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Συντριβέντα με δεινῶς, ταῖς προσβολαῖς τῶν πειρασμῶν, καὶ στενούμενον παθῶν, ταῖς χαλεπαῖς ἐπιφοραῖς, τῇ Σῇ προστρέχω Θεόνυμφε βοηθείᾳ· σῶσόν με ἁγνή, τὸν ταλαίπωρον, ῥῦσαί με ἐχθροῦ, τὸν ἀσύνετον, ἵνα ψυχῇ εὐγνώμονι Ἀγγέλου, τὸν ἀσπασμὸν ἀνακράζω Σοι· Παρθένε χαῖρε, εὐλογημένη, ἡ τὸν Λόγον τεκοῦσα.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ῥυσθεὶς θείᾳ χάριτι χριστομαχούντων ἀνδρῶν, Θεῷ ἠκολούθησας ἀσκητικῶς ἐπὶ γῆς, Χαρίτων μακάριε· ὅθεν τῇ ἐν ἐρήμῳ, ἰσαγγέλῳ ζωῇ σου, ἔφθασας τῶν Ἀγγέλων, τῶν ἀΰλων τὰς τάξεις, μεθ’ ὧν νῦν συγχορεύεις, ἐν πόλῳ θεούμενος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ῥοαῖς τοῦ ἐλέους Σου ὡς τοῦ ἐλέους πηγή, ἀπόπλυνον δέομαι τὴν ῥυπωθεῖσαν ψυχήν, ἁγνὴ τοῦ οἰκέτου Σου, ἵνα ἐν κατανύξει, καὶ συνέσει καρδίας, Δέσποινα μεγαλύνω, τὴν φρικτήν Σου λοχείαν, δι’ ἧς τῆς καταδίκης, Ἀδὰμ ἠλευθέρωμαι.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

Τῆς ἀθλήσεως πόνοις δοκιμασθείς, τῆς ἀσκήσεως ἄθλοις βεβαιωθείς, χρυσίου λαμπρότερον, εὐσεβείᾳ ἀπήστραψας, καὶ καθαρὸν δοχεῖον ὑπάρξας τοῦ Πνεύματος, πονηρῶν πνευμάτων τὸ σκότος ἐμείωσας· ὅθεν συναθροίσας, μοναζόντων ἀγέλας, ποιμὴν τούτων γέγονας, καὶ φωστὴρ διαυγέστατος· Ὦ Χαρίτων μακάριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Λογισμοῖς ὀλισθαίνων τοῖς πονηροῖς, εἰς βυθὸν κατηνέχθην ἁμαρτιῶν· καὶ στένων κραυγάζω σοι, ἐκ καρδίας Πανάχραντε· Ἐν ἐμοὶ θαυμάστωσον, τὸ πλούσιον ἔλεος, καὶ τῆς σῆς εὐσπλαγχνίας, τὸ ἄπειρον πέλαγος, καὶ τῶν οἰκτιρμῶν σου, τὸν ἀμέτρητον πλοῦτον, καὶ δός μοι μετάνοιαν, καὶ πταισμάτων συγχώρησιν, ἵνα πόθῳ κραυγάζω σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σε γὰρ ἔχω ἐλπίδα ὁ δοῦλος σου.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Εὐαγγέλιον, Ὁσιακόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Ὅσιε Πάτερ Χαρίτων μακάριε, ὡς ἐφιέμενος τῆς αἰωνίου ζωῆς, τῆς ἐπικήρου σαφῶς κατεφρόνησας, καὶ ἐπανέστης τῶν βιοτικῶν, ὁλικῶς ὡς ἐχέφρων πραγμάτων· ἐντεῦθεν ἐρημοπολίτης γεγονώς, ταῖς τῶν δακρύων σου προχοαῖς, καρποφόρους τὰς ἐρήμου ἀπέδειξας, καὶ ἐν αὐταῖς πόλεις εὐάνδρους ἀνέδειξας, ἃς ζήλῳ ἀνῳκοδόμησας μάνδρας, εἰς ψυχῶν ἀληθῆ περιποίησιν· ὅθεν ὁ Κύριος ἐν σοὶ εὐαρεστηθείς, τῆς ἀχειροποιήτου σε πόλεως, ἣν αὐτὸς ὡς ἀγαθὸς ἐτεχνήσατο, οἰκήτορα γενέσθαι κατηξίωσε, καὶ τῶν θαυμάτων σοι τὴν χάριν ἐδωρήσατο, δι’ ὧν πολλαχῶς εὐεργετεῖς, τοὺς ἐπικαλουμένους σε ἐπ’ ἐλπίδι, καὶ εὐφημοῦντας ἐν ᾠδαῖς γηθοσύνως, τῆς ὑπὲρ νοῦν ζωῆς σου τὰ θαυμάσια.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου, ποίημα Θεοφάνους, οἱ δέ, Ἰωάννου Μοναχοῦ. 

ᾨδὴ α’. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον.

Θαλάσσης, ἀθλητικῆς τὸ πέλαγος, διανηξάμενος, τῷ ζωηφόρῳ ὅπλῳ τοῦ Σταυροῦ, Φαραὼ τὸν ἀλάστορα, τὸν νοητὸν Μακάριε, θείᾳ δυνάμει κατεπόντισας.

Κυρίῳ, ἀνατεθεὶς Μακάριε, σπαργάνων ἐκ μητρικῶν, τυραννικοῦ πρὸ βήματος Χριστόν, θεοφρόνως ἐκήρυξας, μωσαϊκῶς καθεῖλες δέ, τῶν ἀντιθέων τὰ φρυάγματα.

Τῆς πλάνης, καταλιπὼν τὴν Αἴγυπτον, Χαρίτων Ὅσιε, καὶ ἐρημοπολίτης γεγονώς, καθαρῶς προσωμίλησας, τῷ καθαρῷ καὶ εἴληφας, τὴν κληρουχίαν τὴν οὐράνιον.

Θεοτοκίον

Ἀσπόρως, τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι' ἡμᾶς ἐκ σοῦ ἀπάτορα. 

ᾨδὴ γ’. Εὐφραίνεται ἐπὶ σοί.

Εὐφραίνεται ἐπὶ σοί, τῶν φοιτητῶν ἡ λογικὴ ποίμνη σου, πνευματικῆς Ὅσιε, τῆς σῆς κοινωνοῦσα φαιδρότητος.

Τὸ φρόνημα τῆς σαρκός, ὡς δυσμενείας εἰς Θεὸν αἴτιον, τῷ τῆς ζωῆς πνεύματι, Ὅσιε Χαρίτων ὑπέταξας.

Καθεῖλες δαυϊτικῶς, τοῦ ἀλλοφύλου Γολιὰθ Ὅσιε, τὴν νοητὴν δύναμιν, ἐν τῇ παντευχίᾳ τοῦ Πνεύματος. 

Θεοτοκίον

Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε κραυγάζομεν.

 

Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Τοῖς λόγοις ἐκόσμησας, τὴν Ἐκκλησίαν Χριστοῦ, τοῖς ἔργοις ἐτίμησας, τὸ κατ' εἰκόνα Θεοῦ, Χαρίτων μακάριε· ἔλαμψε γὰρ ἐν κόσμῳ, ἡ ἐν σοὶ σωφροσύνη, χάριτας ἰαμάτων, ἀπαστράπτουσα πίστει· διὸ καὶ ἑορτάζομεν, πόθῳ τὴν μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον

Παρθένε πανάμωμε, τὸν ὑπερούσιον, Θεὸν ἡ κυήσασα, σὺν τοῖς Ὁσίοις αὐτόν, ἀπαύστως ἱκέτευε, ἄφεσιν τῶν πταισμάτων, καὶ διόρθωσιν βίου, δοῦναι ἡμῖν πρὸ τέλους, τοῖς ἐν πίστει καὶ πόθῳ, ὑμνοῦσι σε κατὰ χρέος, μόνη πανύμνητε.

 

ᾨδὴ δ'. Δι' ἀγάπησιν Οἰκτίρμον.

Τὰς τυραννούσας Χαρίτων πρὸ τελευτῆς σου, τῆς ἐγκρατείας πόνοις, ἡδονὰς θανατώσας, ζωηφόρον νέκρωσιν, ὁσίως ἐνδέδυσαι.

Τὰς συμπνιγούσας ψυχῆς τὴν καρποφορίαν, βιωτικὰς μερίμνας, τῇ ἐμπύρῳ μελέτῃ, ὡς ἀκάνθας ἔφλεξας, Χαρίτων μακάριε.

Ἐστεφάνωσαν αἱ χάριτες σὲ Χαρίτων, ἀθλητικῷ στεφάνῳ, τῆς Χριστοῦ βασιλείας· τῆς γὰρ πλάνης ἔσβεσας, τὴν μέθην μακάριε.

Θεοτοκίον

Ἀνεκλάλητος ὁ τόκος σου ἀνεδείχθη, Θεογεννῆτορ μόνη, ἁγνὴ εὐλογημένη· ὅθεν σοι προσπίπτοντες, τὸ Χαῖρε κραυγάζομεν. 

 

ᾨδὴ ε'. Σὺ Κύριέ μου φῶς.

Σὺ Ὅσιε φωτός, ἀκηλίδωτον ἔσοπτρον, τῆς ἄνωθεν φρυκτωρίας, τηλαυγῶς ἀνεδείχθης, Χαρίτων παμμακάριστε.

Σὺ Ὅσιε δισσαῖς, ἀπαστράπτεις ταῖς χάρισιν· ἀθλήσεων αἰκισμοῖς γάρ, εὐσεβῶς ἐπυρσώθης, καὶ πόνοις τῆς ἀσκήσεως.

Σὺ Ὅσιε ψυχῶν, ἰατρὸς ἀναδέδειξαι, τὴν ἔνθεον ἐξ ὀνύχων, ἁπαλῶν ἐκζητήσας, σοφίαν παμμακάριστε. 

Θεοτοκίον

Σὲ ὅπλον ἀῤῥαγές, κατ' ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα. 

ᾨδὴ ς'. Θύσω σοι, μετὰ φωνῆς.

Οὐ ψάμμον, ἀλλὰ Χριστὸν θεμέλιον θέμενος, ἐπῳκοδόμησας Πάτερ, ἀρετὴν χρυσίου τιμιωτέραν, καὶ Τριάδος, τῆς Παναγίας γέγονας οἴκημα.

Ὄργανον, τῆς κακίας ὁ ὄφις γνωρίζεται, ἀλλὰ ταῖς σαῖς θεοφόρε, ἀρεταῖς Χαρίτων νενικημένος, τοὺς ἀδίκους, ἐκ δικαίας προνοίας ἀμύνεται.

Οὐδὲν σε, τῆς πρὸς Θεὸν ἀγάπης ἐχώρισεν, οὐκ αἰκιζόμενον σῶμα, οὐ θανάτου ψῆφος ἀπειλουμένη, ἐν ἑνώσει, Θεοῦ κατατρυφῶντα Μακάριε. 

Θεοτοκίον

Ὢ θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα οὐκ ἐστενοχώρησε.

 

Κοντάκιον. Ἦχος β'. Τοὺς ἀσφαλεῖς.

Τὸν ἀσκητὴν τῆς ἐγκρατείας ἅπαντες, καὶ ἀθλητὴν τῆς εὐσεβείας σήμερον, οἱ πιστοὶ ἐν ὕμνοις στέψωμεν, καὶ ἐγκωμίοις εὐφημήσωμεν, Χαρίτωνα ποιμένα καὶ Διδάσκαλον, καὶ Μάρτυρα Χριστοῦ τὸν χαριτώνυμον, τοῦ κόσμου φωστῆρα τὸν παγκόσμιον. 

Ὁ Οἶκος

Τοῦτον τὸν μέγαν ἐν τοῖς Ὁσίοις, τὸν φωστῆρα τὸν θεῖον Ἰκονίου πιστοί, Χαρίτωνα τὸν μακάριον, ἐν ὑμνῳδίαις ἀνευφημήσωμεν, καὶ ἐν ᾄσμασι θείοις, αὐτοῦ τὴν κάραν στέψωμεν· τὴν γὰρ ὀφρὺν τῶν ματαίων εἰδώλων ἠδάφισε, σὺν τούτοις καὶ τῶν δαιμόνων τὴν ἐνέργειαν πᾶσαν ἐνέκρωσε· διὸ τοὺς πόνους μὲν ἤνεγκε, τῶν βραβείων δὲ ἔτυχεν ἀληθῶς· Αὐτὸν οὖν ἐπαινοῦντες γεραίρομεν, τοῦ κόσμου φωστῆρα τὸν παγκόσμιον. 

 

Συναξάριον.

Τῇ ΚΗ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Χαρίτωνος τοῦ Ὁμολογητοῦ

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

 

ᾨδὴ ζ'. Ἐν τῇ καμίνῳ.

Τοῖς ἐν καμίνῳ, Ἀβραμιαίοις ἁμιλλώμενος, ζήλῳ εὐσεβείας δόγμα τυραννικόν, θεοφόρε κατεπάτησας· Εὐλογημένος εἶ ὁ Θεός μου, κραυγάζων καὶ Κύριος.

Ὡς ἐν καμίνῳ, τῶν πειρασμῶν τοῖς ὑπεκκαύμασι, θεία δροσοβόλος χάρις ἐξ οὐρανοῦ, ἐπεσκέψατό σε Ὅσιε· Εὐλογημένος εἶ ὁ Θεός μου, βοῶντα καὶ Κύριος.

Ὡς τετρωμένος, τῷ τῆς Τριάδος θείῳ ἔρωτι, ταύτῃ ἰσαρίθμους μάνδρας πνευματικάς, μελῳδούσας ἀνατέθεικας· Εὐλογημένος εἶ ἐν τῷ ναῷ, τῆς δόξης σου Κύριε.

Θεοτοκίον.

Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται, ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις Πανάμωμε. 

 

ᾨδὴ η'. Χεῖρας ἐκπετάσας.

Τὰ στέρνα πυρούμενος φλογί, ἀδίκους Ὅσιε ταύτῃ κατέφλεξας, αὐτὸς δὲ ἄφλεκτος ἔμεινας, ἐνεργείᾳ θείου Πνεύματος, καὶ πρὸς εὐσέβειαν λαούς, ψάλλειν διήγειρας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. 

Χριστὸν ἐνεδύσω ἀληθῶς, τὸν πάλαι ἄνθρωπον, ἀπεκδυσάμενος, καὶ ἐθριάμβευσας Ὅσιε, τὸν τοῦ σκότους κοσμοκράτορα, ἐν αἰκισμοῖς μαρτυρικοῖς, μετ' εὐφροσύνης βοῶν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Τοῦ Παύλου Χαρίτων ἀψευδῶς, γενόμενος φοιτητής, τοῖς τούτου ἴχνεσιν, ἐπηκολούθησας Ὅσιε, καὶ ἀλείπτης ἐχρημάτισας, τῶν μοναζόντων γεγονώς, πᾶσι κανὼν ἀρετῆς, τοῖς βοῶσι· Πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον.

Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ, σὺ τῆς Θεότητος γέγονας, ἐνδιαίτημα πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρί, τοῦ ἀπροσίτου φωτός· ὅθεν πάντες, σὲ εὐλογοῦμεν Μαρία Θεόνυμφε.

 

ᾨδὴ θ'. Λίθος ἀχειρότμητος

Οὐ τάφος ὁ πρόξενος λήθης, ἐκαλύψαι ἴσχυσέ σου, Ὅσιε Χαρίτων ἀρετάς· ἡ σὴ γὰρ μνήμη διαιωνίζουσα, ἡλιακῶς ἐξέλαμψεν· ἣν ἐπαξίως μεγαλύνομεν.

Δεῦτε τὴν ἐτήσιον μνήμην, πνευματικῶς ἐπιτελοῦντες, τῇ τῶν ἀρετῶν ἐκμιμήσει, τὸν θεοφόρον πάντες ζηλώσωμεν, καὶ σὺν αὐτῷ βοήσωμεν· Σὲ μεγαλύνομεν Τρισάγιε. 

Τριαδικόν.

Μονάδα μὲν θείας οὐσίας, ἀλλ' ὑποστάσεων Τριάδα, πάντες οἱ πιστοὶ προσκυνοῦμεν, ἐν ἀσυγχύτοις ταῖς ὑποστάσεσιν, ἰσοσθενῆ ὁμότιμον· ἣν εὐσεβοῦντες μεγαλύνομεν. 

Θεοτοκίον.

Χαῖρε καὶ εὐφραίνου ἡ Νύμφη, τοῦ Βασιλέως τοῦ μεγάλου, κατοπτριζομένη τηλαυγῶς, τοῦ σοῦ Νυμφίου τὴν ὡραιότητα, ὑπὲρ χρυσίον λάμπουσαν, καὶ ὑπὲρ ἥλιον ἀστράπτουσαν.

 

 

 

 

 

 

Ἐξαποστειλάριον. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε.

Ἀθλήσει μεν τὸ πρότερον, καλῶς ἐγγυμνασάμενος, τὸ δεύτερον δὲ ἀσκήσει, δρόμον τὸν θεῖον τελέσας, εἰς οὐρανοὺς ἀνέδραμες, καὶ τῷ Χριστῷ παρίστασαι, Χαρίτων πάτερ Ὅσιε, ὑπὲρ ἡμῶν ἐντυγχάνων, τῶν σὲ θερμῶς ἀνυμνούντων. 

Θεοτοκίον. Ὅμοιον.

Βουλῆς μεγάλης Ἄγγελον, τῆς τοῦ Πατρὸς γεγέννηκας, Χριστὸν πανύμνητε Κόρη, τὸν Βασιλέα τῆς δόξῃς, οὗ τὸν σταυρὸν ἀράμενοι, οἱ Ἀσκηταὶ καὶ Μάρτυρες, ὀπίσω τούτου ἔδραμον, μεθ' ὧν ἀπαύστως δυσώπει, ὑπὲρ ἡμῶν Θεοτόκε. 

 

Αἶνοι. Ἦχος δ'. Ἔδωκας σημείωσιν.

Χάρις ἡ τοῦ Πνεύματος, Χαρίτων Πάτερ σοι λάμψασα, τηλαυγῶς κατεφώτισεν, ἐντεῦθεν ἐμείωσας, τῶν παθῶν τὴν νύκτα, καὶ τῆς ἀπαθείας, ἡμέραν φθάσας καθαρῶς, καθαρωτάτῳ φωτὶ ὡμίλησας, ἐν ᾧ  ἐνδιαιτώμενος, μὴ ἐπιλάθῃ Θεσπέσιε, τῶν ἐν πίστει ὑμνούντων σου, ἱερῶς τὰ μνημόσυνα. (Δίς)

Χάριν ἐπανθοῦσάν σοι, Χαρίτων φέρων οὐράνιον, ἐπιγείων ἠλόγησας· ἐντεῦθεν ὡς ἄσαρκος, κακουχίαις εἵλου, ζῆν ὡς ἀϊδίου, τρυφῆς χειμάῤῥουν εὐσεβῶς, περιπολεύειν μέλλων θεόληπτε, καὶ δάκρυσιν ἐξήρανας τὴν θολερὰν πηγὴν Ὅσιε, τῶν παθῶν καὶ κατήρδευσας, ψυχοτρόφους τοὺς στάχυας. 

Χάριν τῶν ἰάσεων, Χαρίτων θείας ἐκ χάριτος, ἐπαξίως ἀπείληφας· ἐντεῦθεν πνευμάτων σοι, τῶν τῆς πονηρίας, τέτραπται ἡ πλάνη, καὶ νοσημάτων δυσχερῶν, λύμη φυγοῦσα οἴχεται Ὅσιε· πηγάζεις γὰρ ὡς νάματα, τῶν χαρισμάτων τὰ ῥεῖθρά σου, ἀφ' ὧν νῦν ἀρδευόμενοι, ἀνυμνοῦμεν τὴν μνήμην σου. 

Δόξα.  Ἦχος πλ. β'

Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου· διὸ ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου, τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παῤῥησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν. 

 

Καὶ νῦν. Θεοτοκίον

Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Μεγάλη Δοξολογία καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις ὦ Χαρίτων Πάτερ σοφέ, τῆς ὁμολογίας, ἡ λυχνία ἡ χρυσαυγής· χαίροις μοναζόντων, ὁ μέγας ἀγελάρχης, καὶ τῶν πιστῶν μεσίτης, πρὸς τὸν φιλάνθρωπον.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

 

 

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Δοκιμασθεὶς τοῖς τῆς ἀθλήσεως πόνοις, βεβαιωθεὶς τοῖς τῆς ἀσκήσεως ἄθλοις, ἐξέλαμψας ὡς ἥλιος, Χαρίτων φαεινός· ὅθεν ἀπαυγάσμασι, τῆς σεπτῆς χάριτός σου, μυστικῶς καταύγασον, τὴν ζοφώδη ψυχήν μου, ἵνα ἀεί σε ὕμνοις εὐφημῶν, ἐπιτελῶν τὴν πανέκλαμπρον μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

 

Εἶτα, ὁ Κανών. 

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Μαρτύρων τοὺς πόνους ὑπενεγκών, ἀσκήσεως ἄθλοις, ἐθεράπευσας τὸν Θεόν, ᾧ πρέσβευε πάντοτε Χαρίτων, ἡμῖν δοθῆναι πταισμάτων τὴν ἄφεσιν.

Τριάδος τῷ ἔρωτι τὴν ψυχήν, τρωθεὶς ἐν τῷ κόσμῳ, ξένην ἤνυσας βιοτήν· διὸ τῶν ἐν κόσμῳ με πραγμάτων, εὐχαῖς σου ξένον Χαρίτων ἀνάδειξον.

Αἰσίως Χαρίτων τὸν κοσμικόν, πόντον διαπλεύσας, τὸν λιμένα τὸν γαληνόν, τῆς ἄνω κατέλαβες εὐκλείας, οὗ καὶ ἡμᾶς τῆς γαλήνης ἀξίωσον.

Θεοτοκίον.

Ἁγνὴ παντευλόγητε Μαριάμ, ὕψωσον Σὰς χείρας, πρὸς Υἱόν Σου τὸν ἀγαθόν, ἵνα ἐλεήσῃ τοὺς ἐν πίστει, τὰ μεγαλεῖά Σου ὕμνοις γεραίροντας.

 

ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.

Τὰ πάθη τοῦ σώματος, δι’ ἐγκρατείας ἐμάρανας, καὶ οἶκος λαμπρὸς τῆς ἀπαθείας, ὦ Χαρίτων γεγένησαι.

Χαρίτων μακάριε, τὴν ψυχρανθεῖσαν καρδίαν μου, θέρμανον σῆς χάριτος τῇ θέρμῃ, ἵνα πόθῳ γεραίρω σε.

Παθῶν τῆς φλογώσεως, Χαρίτων Ὅσιε ῥῦσαί με, ταῖς δροσιστικαῖς σου ἱκεσίαις, πρὸς τὸν μόνον φιλάνθρωπον.

Θεοτοκίον.

Ὦ θεοχαρίτωτε, διηνθισμένε Παράδεισε, ῥῦσαί με τοῦ πλάνου τῶν ἀρκύων, τῇ δοθείσῃ Σοι χάριτι.

Διάσωσον, τῆς ἐξωτέρου γεέννης Πάτερ Χαρίτων, ταῖς πρὸς Χριστὸν ἱεραῖς ἱκεσίαις σου, τοὺς τὰς διττάς σου γεραίροντας ἀριστείας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Διττῶς ἐπὶ γῆς τελέσας τὸν ἀγῶνά σου, ζωῆς ἀληθοῦς, ἀπέλαβες χαρίσματα, Χαρίτων θεοδόξαστε· ὅθεν πίστει θερμῇ ἀνακράζω σοι· χαρίτωσόν μου Πάτερ τὴν ζωήν, ὡς πέλων τῆς χάριτος ἐπώνυμος.

 

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.

Τῆς ζωῆς ἧς ἀπέλαβες, μυστικῶς Χαρίτων Πάτερ τὰς χάριτας, καταξίωσον τοὺς μέλποντας, τὰ πολυειδῆ σου κατορθώματα.

Τοῦ φωτὸς κατηξίωσαι, τοῦ ἐπουρανίου βιώσας ἄριστα, ὦ Χαρίτων· διὸ φώτισον, τὴν ἀμαυρωθεῖσάν μου διάνοιαν.

Κυριεύσας τοῦ σώματος, θείαν ἀπαθείας στολὴν ἐνδέδυσαι, καὶ Χριστῷ παρέστης Ὅσιε, μνημονεύων ἡμῶν τῶν τιμώντων σε.

Θεοτοκίον.

Νοσημάτων καὶ θλίψεων, ῥῦσαι τοὺς οἰκέτας Σου Μητροπάρθενε, τοὺς ὑμνοῦντας τὴν λοχείαν Σου, δι’ ἧς σέσωσται γένος τὸ βρότειον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Χαίρων τὸν Σταυρόν, ἐπωμάδιον ἐβάστασας· διὸ Ὅσιε Χαρίτων δὸς κἀμοί, ταῖς πρεσβείαις σου ἰσχὺν ἐν περιστάσεσιν.

Ὕδατι τῆς σῆς, ὦ Χαρίτων Πάτερ χάριτος, τὴν τακεῖσαν ἐν τοῖς πάθεσι ψυχήν, καταδρόσισον εὐσπλάγχνως τοῦ ἱκέτου σου.

Πόνων χαλεπῶν, καὶ δεινῶν τῶν συνεχόντων με, ἐλευθέρωσον τῇ σῇ ἐπισκοπῇ, ὦ Χαρίτων μοναζόντων ἐγκαλλώπισμα.

Θεοτοκίον.

Σὺ εἶ ἡ αὐγή, μυστικῆς ἡμέρας ἄχραντε· διὸ λάμψον μοι τὸ φῶς τὸ νοητόν, τῇ λαμπρᾷ ἀνατολῇ Σῆς ἀντιλήψεως.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Ἐκήρυξας, τὸν Χριστὸν θείῳ ζήλῳ, κατενώπιον ἀθέων τυράννων, καὶ δι’ αὐτόν, τὰς βασάνους ὑπέστης, ὥσπερ τινὸς ἄλλου Ἅγιε πάσχοντος· ὅθεν δεδόξασαι ἡμᾶς, περιέπων εὐχαῖς ταῖς τιμίαις σου.

Συνέχομαι, νυσταγμῷ ἀμελείας, καὶ καθεύδω ἐν πολλαῖς ἁμαρτίαις· ἀλλ’ ἐπιστὰς τῇ σεπτῇ χάριτί σου, διάσωσόν με Χαρίτων μακάριε, καὶ μετανοίας λογισμόν, δός μοι ἵνα ὁ τάλας σωθήσομαι.

Τοῦ ὄφεως, τῷ ἰῷ τὴν ψυχήν μου, φαρμαχθεῖσαν ὦ Χαρίτων τρισμάκαρ, τῆς χάριτός σου τῷ θείῳ φαρμάκῳ, ὡς συμπαθὴς δραστικῶς περιποίησαι, ἵνα σῳζόμενος ὑμνῶ, ἣν ἀπείληφας δόξαν ἀμάραντον.

Θεοτοκίον.

Ὡς σκήνωμα, τοῦ Θεοῦ πανάγιον, ὡς πυρίμορφον τοῦ Κτίστου καθέδραν, ὡς τοῦ Ὑψίστου ὑπέρλαμπρον θρόνον, ὡς τοῦ Χριστοῦ ἀστραπόμορφον ὄχημα, Σὲ ἀνυμνοῦμεν εὐλαβῶς, τὴν Σὴν Χάριν ἁγνὴ ἐξαιτούμενοι.

Διάσωσον, τῆς ἐξωτέρου γεέννης Πάτερ Χαρίτων, ταῖς πρὸς Χριστὸν ἱεραῖς ἱκεσίαις σου, τοὺς τὰς διττάς σου γεραίροντας ἀριστείας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τῇ συμμαχίᾳ Χαρίτων τῆς χάριτος, τὸν παλαμναῖον δυνάστην κατήσχυνας, καὶ νίκης ἐδέξω διάσημα, παρὰ Κυρίου ὃν ἵλεων ποίησον, εὐχαῖς σου ἡμῖν τοῖς ὑμνοῦσί σε.

 

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Εὐαγγέλιον.

Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

 

 

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με...

Χαρίτων μακάριε, ὁμολογίας ὁ λύχνος, μοναστῶν ἀγλάϊσμα, καὶ Ὁσίων καύχημα χαριτώνυμον, τοὺς καταφεύγοντας, θερμοτάτῃ πίστει, τῇ δυνάμει τῆς πρεσβείας σου, ῥῦσαι δεόμεθα, τῶν μαγγανειῶν τοῦ ἀλάστορος, καὶ λύτρωσαι κακώσεων, καὶ παντοειδῶν περιστάσεων· ἵνα σε τιμῶμεν, ἀπαύστως ἐν ᾠδαῖς πνευματικαῖς, ὡς εὐεργέτην καὶ πρόμαχον, τῶν προσκαλουμένων σε.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἀρνηθεὶς τὰ ἐν κόσμῳ ἐξεζήτησας πόθῳ τὰ διαμένοντα, καὶ ἄσκησιν τελείαν διήνυσας Χαρίτων, ἀνακράζων τῷ Κτίσαντι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ψυχικὴν δός μοι ῥῶσιν καὶ ὑγείαν τελείαν ὡς συμπαθέστατος, Χαρίτων θεοφόρε, Χριστοῦ ὁ θεῖος φίλος, καὶ θεράπων οὐράνιος, ἵνα ἐν ὕμνοις τὰ σά, θαυμάσια γεραίρω.

Τοῦ Δεσπότου τῷ θρόνῳ παριστάμενος χαίρων Χαρίτων Πάτερ σοφέ, Αὐτὸν καθικετεύων, μὴ παύσῃ τὴν εἰρήνην, ὡς οἰκτίρμων δωρήσασθαι, τοῖς εὐφημοῦσι λαμπρῶς, τὰς σὰς τρισαριστείας.

Θεοτοκίον.

Ἀπειρόγαμε Κόρη ἡ τεκοῦσα ἀφράστως τὸν πολυεύσπλαγχνον, κακίας ἐκ βαράθρων, ἀνάγαγε τὸν νοῦν μου, συμπαθῶς ἵνα ψάλλων Σοι· χαῖρε Παρθένε ἁγνή, τοῦ ἀχωρήτου χώρα.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Τῇ ἐπομβρίᾳ, τῆς χάριτός σου Χαρίτων, καταδρόσισον θερμῶς καθικετεύω, τὴν ἐν ἁμαρτίας, αὐχμῶσάν μου καρδίαν.

Ἐν τοῖς ὑψίστοις, κατατρυφῶν ὦ Χαρίτων, τῆς ἐνθέου φωταυγείας τε καὶ δόξης, μὴ ἡμῶν παρίδῃς, τὰς ἐκ ψυχῆς δεήσεις.

Δός μοι Χαρίτων, τὴν τοῦ θανάτου μελέτην, ἵνα τύχω τῶν αὐτῆς δωρημάτων, καὶ τῆς αἰωνίου, ῥυσθήσομαι γεέννης.

Θεοτοκίον.

Νοός μου Κόρη, τὴν χαλεπὴν σκοτομήνην, διασκέδασον τῇ Σῇ φωταγωγίᾳ, ἡ τὸ φῶς τοῦ κόσμου, τεκοῦσα ἀπειράνδρως.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Πρυτάνευσον Χαρίτων, τοῖς προστρέχουσί σοι, τὴν τῶν πταισμάτων τελείαν συγχώρησιν, τῇ δραστικῇ σου πρεσβείᾳ πρὸς τὸν φιλάνθρωπον.

Ἰάσεων τὴν χάριν, παρὰ τοῦ Κυρίου, λαβὼν πλουσίως Χαρίτων μακάριε, ἀσθενειῶν τῶν κατ’ ἄμφω δέομαι ῥῦσαί με.

Ὁ χάριτος ἀφράστου, κατηξιωμένος, ἐν τοῖς ὑψίστοις Χαρίτων μακάριε, τὴν ἱκετήριον ταύτην ᾠδήν μου πρόσδεξαι.

Θεοτοκίον.

Ὑπέραγνε Μαρία, Μῆτερ τοῦ Ὑψίστου, δεῦρο εὐσπλάγχνως νομῆς Σου τὰ πρόβατα, πρὸς εὐσεβείας ἀπαύστως νομὰς ποιμαίνουσα.

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις τῶν Μαρτύρων ἡ λαμπηδών, Ὅσιε Χαρίτων, καὶ Ὁσίων κλέος λαμπρόν· χαίροις ὁ Ἀγγέλοις, συνόμιλος ἐν πόλῳ, καὶ τῶν πιστῶν προστάτης, ἀκαταγώνιστος.

Πρότερον ἀθλήσει δοκιμασθείς, ὕστερον ἀσκήσει, ὦ Χαρίτων βεβαιωθείς, ἤστραψας ἐν κόσμῳ, ὡς ἥλιος φωσφόρος, ὑπερφυῶς αὐγάζων, πιστῶν τὸ πλήρωμα.

Πίστει τὰ ἐπίκηρα παριδών, καὶ ἐνθέῳ ζήλῳ, τὴν πατρίδα καταλιπών, ὤφθης τῆς ἐρήμου, οὐράνιος πολίτης, Χαρίτων θεοφόρε, ἀζύγων καύχημα.

Οἶκος τῆς Τριάδος φωτολαμπής, ἐδείχθης ἀσκήσας, ἐν τῷ κόσμῳ τὴν ἀρετήν· ὅθεν ὦ Χαρίτων, πιστῶς σε εὐφημοῦμεν, αἰτούμενοι σὴν χάριν, τὴν πλουσιόδωρον.

Σὺ τῆς ἐγκρατείας ὁ ἀσκητής, καὶ τῆς εὐσεβείας, ὁ ἀήττητος ἀθλητής, Χαρίτων θεόφρον, ἱκέτευε ἀπαύστως, Χριστὸν ἡμῖν διδόναι, χάριν σωτήριον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

 

 

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅτε, ὡμολόγησας Χριστόν, ψυχικῇ ἀνδρείᾳ Χαρίτων, πρὸ τῶν ἀνόμων κριτῶν, τότε ὥσπερ ἄσαρκος, βασάνους ἤνεγκας, καὶ ῥυσθεὶς θείᾳ χάριτι, χειρῶν μιαιφόνων, χαίρων τῆς ἀσκήσεως, τὸν δρόμον ἤνυσας· ὅθεν, παρεστὼς τῷ Κυρίῳ, πρέσβευε ἀεὶ ὑπὲρ πάντων, τῶν ἀνευφημούντων σε μακάριε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου