Δευτέρα 9 Ιουλίου 2018

ΦΕΒΡΟΥΑΡΙΟΣ 6. ΑΓΙΟΣ ΒΟΥΚΟΛΟΣ ΣΜΥΡΝΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΦΕΒΡΟΥΑΡΙΟΥ ΣΤ΄!!
ΒΟΥΚΟΛΟΣ ΣΜΥΡΝΗΣ
ΑΚΟΛΟΥΘΙΑ


ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια Στιχηρὰ τοῦ Ὁσίου. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἀρετῶν ταῖς λαμπρότησι, ἀπαστράπτων τοῖς πέρασιν, ἐν Ἁγίῳ Πνεύματι ἀναδέδειξαι, ἱεραρχῶν ἀκροθίνιον, σοφίᾳ τῶν λόγων σου, Ἐκκλησίας τοῦ Χριστοῦ, διδασκάλων ὁμότροπος, καὶ ὁμότιμος, μαθητὴς θεηγόρος Ἀποστόλων, γεγονὼς σοφὲ Βουκόλε, ἱερομύστα θεσπέσιε.

Τὸ Πανάγιον Πνεῦμά σε, ἁγιάσαν μακάριε, διὰ σοῦ τῇ ποίμνῃ σου δαψιλεύεται, ἁγιασμὸν καὶ χαρίσματα, παντοῖα δωρούμενον· ὅθεν ἅπαντες πιστῶς, τὴν σὴν μνήμην γεραίροντες, ἀρυόμεθα, ἱλασμὸν φωτισμὸν καὶ σωτηρίαν, Ἱεράρχα τοῦ Κυρίου, καὶ μυστολέκτα θεόσοφε.

Ὀρθοδόξων τὸν πρόμαχον, καὶ τῆς Σμύρνης θεόσοφον, Ἱεράρχην ᾄσμασιν εὐφημήσωμεν, ὅτι τὸν δρόμον τετέλεκε, τὴν πίστιν τετήρηκε, καὶ ἐδείχθη ἀληθῶς, εὐσεβείας διδάσκαλος, ἱκετεύει τε, τοῦ σωθῆνα πρεσβεύων τῷ Κυρίῳ, τὰς ψυχὰς τῶν ἀνυμνούντων, Τριάδος μίαν Θεότητα.

Ἕτερα Στιχηρὰ τοῦ Ἁγίου. Ἦχος πλ. β' Τριήμερος ἀνέστης.
Φωτὶ τῶν θεουργῶν ἀρετῶν, ἀστράπτων ἱερώτατε, φῶς ἐτέθης, ἐν λυχνίᾳ μυστικῶς, τῆς θείας Ἐκκλησίας, λαμπρύνων ταύτην Πάτερ, ταῖς Ἱεραῖς διδασκαλίαις σου.

Τὸ Πνεῦμά σε τὸ Ἅγιον, Βουκόλε ἁγιώτατε ἁγιάσαν, διὰ σοῦ ἁγιασμόν, τοῖς πίστει προσιοῦσι, παρέχει θεοφόρε, καὶ φωτισμὸν καὶ ἀπολύτρωσιν.

Τὴν ἄκραν ἀγαθότητα, κηρύττων τοῦ Θεοῦ ἡμῶν, κακωθέντας, ἀγαθύνεις τοὺς λαούς, σοφὲ ἀγαθοδότως, προσάγων τῷ Σωτῆρι, ἱερουργὸς ὡς Ἱερώτατος.





Δόξα... Ἦχος πλ. β΄.
Θεράπων ὄντως Χριστοῦ, παμμακάριστε Βουκόλε Ἱεράρχα, σὺ ταῖς τῶν Ἀποστόλων διδασκαλίαις ἑπόμενος, τῆς Τριάδος ἐγένου λαμπρὸν οἰκητήριον, καὶ θείων χαρισμάτων ἀξιωθείς, τῆς λογικῆς μάνδρας τοῦ Χριστοῦ, ποιμὴν καλὸς ἀναδέδειξαι· ἐκ δὲ σκότους τῆς πλάνης, εἰς γνῶσιν ἀληθῆ δᾳδουχῶν τὰ ἔθνη ὡδήγησας, τῷ φωτὶ τῆς εὐσεβείας· ὅθεν καὶ σὺν Ἀγγέλοις τῷ Σωτῆρι λειτουργῶν νῦν ἐν οὐρανοῖς, μὴ διαλίπῃς πρεσβεύων ἀπὸ πάσης ἐναντίας περιστάσεως, ῥυσθῆναι τοὺς τιμῶντας τὴν μνήμην σου.

Καὶ νῦν... Τῆς Ἑορτῆς Ἦχος πλ. α'
Ἀνοιγέσθω ἡ πύλη τοῦ οὐρανοῦ σήμερον· ὁ γὰρ ἄναρχος Λόγος τοῦ Πατρός, ἀρχὴν λαβὼν χρονικήν, μὴ ἐκστὰς τῆς αὐτοῦ Θεότητος, ὑπὸ Παρθένου ὡς βρέφος τεσσαρακονθήμερον, Μητρὸς ἑκὼν προσφέρεται, ἐν ναῷ τῷ νομικῷ καὶ τοῦτον ἀγκάλαις εἰσδέχεται ὁ Πρέσβυς. Ἀπόλυσον κράζων, ὁ δοῦλος τῷ Δεσπότῃ· οἱ γὰρ ὀφθαλμοί μου εἶδον τὸ σωτήριόν σου, ὁ ἐλθὼν εἰς τὸν κόσμον, σῶσαι γένος ἀνθρώπων, Κύριε, δόξα σοι.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ, καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.



Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.32)
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας· Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρός δικαίου οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας δι' αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστης γὰρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγῳ αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας. Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου, ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τὶ εὐάρεστόν ἐστι παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Εὐφραίνου σήμερον ἐν Κυρίῳ, πόλις ἡ τῶν Σμυρναίων, πνευματικῶς πανηγυρίζουσα· ἰδοὺ γὰρ πάρεστιν ἡ ἐτήσιος μνήμη τοῦ σεπτοῦ Ἱεράρχου, Βουκόλου τοῦ παμμάκαρος· δεῦτε οὖν φιλέορτοι, τὴν πανσεβάσμιον ταύτην ἡμέραν ταις ἀρεταῖς φαιδρύνοντες, ἐν καθαρᾷ καρδίᾳ δοξάσωμεν, τὸν τοῦτον δοξάσαντα Σωτῆρα Κύριον.

Ὁ αὐτός.
Ἐπέλαμψε σήμερον, ἡ πάνσεπτος μνήμη τοῦ σεπτοῦ Ἱεράρχου, Βουκόλου τοῦ παμμάκαρος, καὶ πάντες πόθῳ προστρέχουσι τῷ σεπτῷ αὐτοῦ τεμένει, τὰς ἰάσεις πλουσίως ἀρυόμενοι· διὸ γεραίρει αὐτὸν πόλις ἅπασα, θείοις ἐγκωμίοις καταστέφουσα, καὶ λέγουσα· χαίροις, τῶν Ἀποστόλων ὁ σεπτὸς διάδοχος, καὶ τῶν Σμυρναίων πρόεδρος, ὁ πρεσβεύων Κυρίῳ, ὑπὲρ τῶν ὑμνούντων σε.

Ὁ αὐτός.
Ἐκ κοιλίας μητρός, τὸν Χριστὸν ἀγαπήσας, δοχεῖον σεπτὸν ἐγένου τοῦ Πνεύματος· ὅθεν, καὶ ὁ ἠγαπημένος μαθητής, ἐπαξίως σε ποιμένα τῆς Σμύρνης προχειρίζεται· ἥνπερ καθάπερ λύχνος φαεινός, ταῖς ἀρεταῖς ἐφωταγώγησας, καὶ τῇ σαγήνῃ τῶν θείων λόγων σου πάντας εἰς πίστιν προσείλκυσας, τοῦ Θεολόγου διάδοχε σεπτέ, Βουκόλε Ὅσιε.

Ἦχος β΄.
Εὐσεβείας τοῖς τρόποις καθοπλισθείς, ἀσεβείας τὴν πλάνην κατέβαλες Ὅσιε· καὶ τῷ ἀΰλῳ φωτὶ τῶν θεουργιῶν ἐλλαμφθείς, ἄγγελος ἐν σαρκὶ ἐφάνης πανόλβιε, πολιτείας τύπος θεαρέστου καὶ ὑπογραμμὸς τῇ ποίμνῃ σου γενόμενος· ὅθεν, ἐπαξίως ἐδόξασε τοῖς θαύμασι, σοῦ τὴν μνήμην τὴν πανίερον ὁ Κύριος, καὶ ἡμῖν δωρεῖται διὰ σοῦ ἱλασμὸν καὶ μέγα ἔλεος.

Δόξα. Ὁ αὐτός.
Τὸν ἐπὶ γῆς ἄγγελον καὶ ἐν οὐρανοῖς ἄνθρωπον Θεοῦ, τῶν πιστῶν τὴν προστασίαν, τὴν τρυφὴν τῶν ἀγαθῶν, Ἱεραρχῶν τὸ καύχημα, Βουκόλον τὸν ἀοίδιμον τιμητικῶς ἀνυμνήσωμεν· ἐν ταῖς αὐλαῖς γὰρ Κυρίου ἐμφυτευθείς, ἐξήνθησε δικαίως, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ ἐπλήθυνε τὰ ποίμνια τῶν λογικῶν προβάτων Χριστοῦ, ἐν ὁσιότητι καὶ δικαιοσύνη.


Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τὸν Ἱερὸν ἡ Ἱερὰ Παρθένος προσεκόμισεν, ἐν Ἱερῷ τῷ Ἱερεῖ, ἁπλώσας δὲ ἀγκάλας ὁ Συμεών, ἐδέξατο τοῦτον ἀγαλλόμενος, καὶ ἐβόησε· Νῦν ἀπολύεις τὸν δοῦλόν σου Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ Κύριε.

Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πᾶσαν, ἀρετῆς ἐν σεαυτῷ, συλλαβὼν ἰδέαν παμμάκαρ, ὄντως ἐδείχθης κανών, βίου ἀκριβέστατος, καὶ ἀνεκήρυξας, ἀγνοούντων τοῖς πλήθεσι, Τριάδος τὸ κράτος, καὶ ἀπαντλησάμενος, ἐκ ζωηῤῥύτων πηγῶν, νάματα ζωῆς αἰωνίου, ταύτης κληρονόμος ἀξίως, γέγονας Βουκόλε ἱερώτατε.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ὤφθης, ζηλωτὴς τῶν τοῦ Χριστοῦ, θείων προσταγμάτων παμμάκαρ, καὶ εὐσεβῶν καλλονή· ὅθεν καὶ προστάτην σε, τῆς Ἐκκλησίας θερμόν, τῆς Σμυρναίων προὐβάλετο, τὸ Ἅγιον Πνεῦμα, Βουκόλε σεβάσμιε, θεράπον ὄντως Χριστοῦ· ᾯ νῦν παριστάμενος μάκαρ, μὴ παύσῃ πρεσβεύων, σωθῆναι πάντας τοὺς γεραίροντας τὴν μνήμην σου.

Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Κλέος, ἱερέων καὶ πιστῶν, θεῖον ἐγκαλλώπισμα Πάτερ, σὲ εὐφημοῦμεν φαιδρῶς, ᾄσμασι γεραίροντες, μνήμην τὴν πάντιμον· τοῖς Χριστοῦ γὰρ διδάγμασι, κατακολουθήσας, ἔλαμψας τῇ ποίμνῃ σου, καὶ μυστηρίων Θεοῦ, Πνεύματος Ἁγίου μεθέξει, γέγονας πιστὸς οἰκονόμος, βρύων τοῖς χαρίσμασιν ἀοίδιμε.

Δόξα. Ἦχος πλ. α΄.
Σήμερον, ἡ τῶν Σμυρναίων πόλις, ταῖς σαῖς Ἱεράρχα αὐγάζεται ἀκτῖσι· σήμερον, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἐπὶ τῇ σῇ ἀγαλλομένῃ μνήμῃ, τὸν σὲ δοξάσαντα δοξάζει Κύριον. Σὺ γάρ, δι’ ἐγκρατείας τῶν τοῦ σώματος παθῶν κυριεύσας, ἀδούλωτος τὴν ψυχὴν ἐγένου ταῖς τοῦ πλάνου προσβολαῖς, καὶ τῆς ὁμοουσίου Τριάδος διαλάμπων ταῖς ἀρεταῖς, θείου φωτὸς οἰκητήριον ἐχρημάτισας, μεγαλοκῆρυξ γενόμενος. Αὐτῇ οὖν παριστάμενος ἀεί, πρέσβευε ὑπὲρ τῆς ποίμνης σου Ὅσιε

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐρευνᾶτε τὰς Γραφάς, καθως εἶπεν ἐν Εὐαγγελίοις Χριστὸς ὁ Θεὸς ἡμῶν· ἐν αὐταῖς γὰρ εὑρίσκομεν αὐτόν, τικτόμενον καὶ σπαργανούμενον, τιθηνούμενον καὶ γαλακτοτροφούμενον, περιτομὴν δεχόμενον, καὶ ὑπὸ Συμεὼν βασταχθέντα, οὐ δοκήσει οὐδὲ φαντασίᾳ, ἀλλ' ἀληθείᾳ τῷ κόσμῳ φανέντα, πρὸς ὃν βοήσωμεν· ὁ πρὸ αἰώνων Θεός, δόξα σοι.
Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ'. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Ὡς διαλάμπων ἀρετῶν ταῖς ἀκτῖσι, τοῦ ἐν τῷ στήθει τοῦ Δεσπότου πεσόντος, ἐκ πόθου προσεπέλασας τῷ θείῳ φωτί· ὅθεν ὡς θεόπνευστος, Ἱεράρχης ἐμπρέψας, ἴθυνας τὴν ποίμνην σου, πρὸς νομὰς ἀληθείας. Καὶ νῦν δυσώπει πάντοτε Χριστόν, Πάτερ Βουκόλε, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α'
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.

Ἀπόλυσις.





























ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν. Κάθισμα Ἦχος α'. Χορὸς ἀγγελικός.
Βουκόλος ὁ κλεινός, τοῦ Σωτῆρος τῇ ζεύγλῃ, λαοὺς ὑπαπαγών, τῇ χρηστῇ ἐκ τῆς πλάνης, καὶ σκότους ἠλευθέρωσεν, ἀγνωσίας τῆς χάριτος, καὶ ὁδήγησεν, εἰς οὐρανῶν Βασιλείαν· τοῦτον ἅπαντες, ἀνευφημήσωμεν πόθῳ, ὡς ὄντως μακάριον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Χορὸς Ἀγγελικός, ἐκπληττέσθω τὸ θαῦμα, βροτοὶ δὲ ταῖς φωναῖς, ἀνακράξωμεν ὕμνον, ὁρῶντες τὴν ἄφατον, τοῦ Θεοῦ συγκατάβασιν· ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, γηραλέαι νῦν, ἐναγκαλίζονται χεῖρες, τὸν μόνον φιλάνθρωπον.

Μετὰ τὴν β' Στιχολογίαν. Κάθισμα. Ἦχος α'. Τὸν τάφον Σου Σωτήρ.
Τὸν βίον εὐσεβῶς, ἐπὶ γῆς διανύσας, λυχνία φωτεινή, τῆς Χριστοῦ Ἐκκλησίας, ἐδείχθη ταῖς λαμπρότησι, ταῖς τῶν ἔργων φωτίζουσα, τὰ συστήματα, τῶν εὐσεβούντων παμμάκαρ, καὶ διέλυσας, τῆς ἀγνωσίας τὸ σκότος, Βουκόλε Πατὴρ ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ ὢν σὺν τῷ Πατρί, ἐπὶ θρόνου ἁγίου, ἐλθὼν ἐπὶ τῆς γῆς, ἐκ Παρθένου ἐτέχθη, καὶ βρέφος ἐγένετο, χρόνοις ὢν ἀπερίγραπτος, ὃν δεξάμενος, ὁ Συμεὼν ἐν ἀγκάλαις, χαίρων ἔλεγε· Νῦν ἀπολύεις Οἰκτίρμον, εὐφράνας τὸν δοῦλόν σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἀρετῶν μαρμαρυγαῖς, καθάπερ λύχνον φαεινόν, ἐξαστράπτοντα εὑρών, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, ὁ Θεολόγος προστάτην σε ἀνέδειξε· θείῳ γὰρ φωτί, λαμπρυνθεὶς τὴν ψυχήν, τὸ πνεῦμά σου σοφέ, διὰ τῆς πίστεως, εἰς οὐρανοὺς ἀνέτεινας κἀκεῖθεν, βυθὸν δογμάτων ἀνείλκυσας· διό σε Πάτερ, ἀνευφημοῦντες τὸν Σωτῆρα δοξάζομεν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Νηπιάζει δι' ἐμέ, ὁ Παλαιὸς τῶν ἡμερῶν, καθαρσίων κοινωνεῖ, ὁ καθαρώτατος Θεός, ἵνα τὴν σάρκα πιστώσῃ μου, τὴν ἐκ Παρθένου. Καὶ ταῦτα Συμεὼν μυσταγωγούμενος, ἐπέγνω τὸν αὐτόν, Θεὸν φανέντα σαρκί, καὶ ὡς ζωὴν ἠσπάζετο, καὶ χαίρων, πρεσβυτικῶς ἀνεκραύγαζεν· Ἀπόλυσόν με· σὲ γὰρ κατεῖδον, τὴν ζωὴν τῶν ἁπάντων.







Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου ἀγαλλιάσονται.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Εὐσεβείας τοῖς τρόποις καθοπλισθείς, ἀσεβείας τὴν πλάνην κατέβαλες Ὅσιε· καὶ τῷ ἀΰλῳ φωτὶ τῶν θεουργιῶν ἐλλαμφθείς, ἄγγελος ἐν σαρκὶ ἐφάνης πανόλβιε, πολιτείας τύπος θεαρέστου καὶ ὑπογραμμὸς τῇ ποίμνῃ σου γενόμενος· ὅθεν, ἐπαξίως ἐδόξασε τοῖς θαύμασι, σοῦ τὴν μνήμην τὴν πανίερον ὁ Κύριος, καὶ ἡμῖν δωρεῖται διὰ σοῦ ἱλασμὸν καὶ μέγα ἔλεος.

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου.
Ὁ Κανὼν τῆς Ὑπαπαντῆς, οὗ ἡ ἀκροστιχίς: Χριστὸν γεγηθὼς Πρέσβυς ἀγκαλίζεται. Ποίημα Κοσμᾶ Μοναχοῦ
ᾨδὴ α' Ἦχος γ' Ὁ Εἱρμός
Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.
Ῥανάτωσαν ὕδωρ νεφέλαι· Ἥλιος ἐν νεφέλῃ γὰρ κούφη, ἐποχούμενος ἐπέστη, ἀκηράτοις ὠλέναις, Χριστὸς ἐν τῷ ναῷ ὡς βρέφος· διὸ πιστοὶ βοήσωμεν. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.
Ἰσχύσατε χεῖρες Συμεών, τῷ γήρᾳ ἀνειμέναι, καὶ κνῆμαι παρειμέναι δὲ Πρεσβύτου, αὐθυβόλως κινεῖσθε Χριστοῦ πρὸς ὑπαντήν. Χορείαν σὺν Ἀσωμάτοις στήσαντες, ᾄσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται.
Συνέσει ταθέντες οὐρανοὶ εὐφράνθητε, ἀγάλλου δὲ ἡ γῆ· ὑπερθέων γὰρ ἐκ κόλπων, ὁ τεχνίτης φοιτήσας, Χριστὸς ὑπὸ Μητρὸς Παρθένου, Θεῷ Πατρὶ προσάγεται, νήπιος ὁ πρὸ πάντων· ἐνδόξως γὰρ δεδόξασται.

Καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Τὸ Βουκόλου μέγιστον ὑμνήσω κλέος. Ἰωσήφ.
ᾨδὴ α' Ἦχος πλ. β' Ὁ Εἰρμός. Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ
Ταῖς θεΐκαῖς ἀγλαΐαις καὶ ἱεραῖς, καὶ φωσφόροις λάμψεσι, λαμπρυνόμενος ἀεί, τὴν ἐμὴν καταύγασον ψυχήν, τὴν λαμπράν σου ἑορτήν, Πάτερ γεραίρουσαν.
Ὁλολαμπῆ σε ἀστέρα ὁ νοητός, ἀναδείξας Ἥλιος, ταῖς λαμπρότησι τῶν σῶν, ἀρετῶν ἐφαίδρυνε τὴν γῆν, Ἱεράρχα τοῦ Χριστοῦ, Βουκόλε πάνσοφε.
Βίον ἀεὶ ἡγνισμένον καὶ καθαρόν, καὶ κηλίδων ἄμικτον, ἐνδεικνύμενος Χριστοῦ, ἱερὸν κειμήλιον σοφέ, ἐγνωρίσθης ἐπὶ γῆς, Βουκόλε ἔνδοξε.
Θεοτοκίον
Ὁ τῷ Πατρὶ συνυπάρχων μονογενής, ὑπὲρ νοῦν ἐν μήτρᾳ σου, σαρκωθεὶς θεοπρεπῶς, τους βροτοὺς ἐθέωσεν Ἁγνή, διὰ πλῆθος οἰκτιρμῶν ὁ ὑπεράγαθος.

 ᾨδὴ γ' Ὁ Εἱρμός
Τὸ στερέωμα, τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω, τῷ τιμίῳ σου αἵματι.
Ὁ πρωτότοκος ἐκ Πατρὸς πρὸ αἰώνων, πρωτότοκος νήπιος, Κόρης ἀφθόρου, τῷ Ἀδὰμ χεῖρας προτείνων ἐπέφανε.
Νηπιόφρονα, τὸν γεγονότα ἀπάτῃ, πρωτόπλαστον ἔμπαλιν ἐπανορθώσων, Θεὸς Λόγος, νηπιάσας ἐπέφανε.
Γῆς ἀπόγονον, παλινδρομήσασαν ταύτῃ, Θεότητος σύμμορφον φύσιν ὁ Πλάστης, ὡς ἀτρέπτως νηπιάσας ἀνέδειξε.

Τοῦ Ἱεράρχου. Οὐκ ἔστιν ἅγιος ὡς σύ.
Υἱὸς ἡμέρας καὶ φωτός, γεγονὼς Ἱεράρχα, διὰ πόνων ἐνθέων, κατεσκήνωσας σαφῶς, ἐν ταῖς λαμπρότησι νῦν, τῶν Ἁγίων, χάριτι λαμπόμενος.
Κηρύττων μίαν εὐσεβῶς, τῆς Τριάδος οὐσίαν, τὴν πολύθεον πλάνην, ἐξερρίζωσας ἐκ γῆς, ὡς Ἱεράρχης σεπτός, ὡς τοῦ Λόγου, ἀληθὴς διάκονος.
Ὁδὸν ὑπέδειξας ζωῆς, πᾶσι τοῖς πλανηθεῖσι, δυσμενοῦς ἐπηρείᾳ, καὶ προσήγαγες αὐτούς, οἷα ποιμὴν λογικός, σεσωσμένους, Λόγῳ ἀρχιποίμενι.
Θεοτοκίον
Λιμὴν γενοῦ μοι καὶ φρουρός, ταῖς δειναῖς τρικυμίαις, τῶν παθῶν ἀνενδότως, χειμαζομένῳ ἀεί, ἐν τῇ θαλάσσῃ Ἁγνή, τῇ τοῦ βίου, μόνη ἀειπάρθενε.

Κάθισμα τοῦ Ἁγίου. Ἦχος δ' Ὁ ὑψωθείς.
Ἱερωσύνης τῷ φωτὶ διαλάμπων, ἐφωταγώγησας λαοὺς Ἱεράρχα, τὸ τῶν εἰδώλων σκότος τε ἠφάνισας αἴγλῃ ἰαμάτων δέ, τῶν παθῶν τὴν ὁμίχλην, λύσας μεταβέβηκας, πρός τὸ ἄδυτον φέγγος, ὑπὲρ ἡμῶν πρεσβεύων ἐκτενῶς, τῶν σὲ τιμώντων, Βουκόλε Μακάριε.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς. Κατεπλάγη Ἰωσήφ
Νηπιάζει δι' ἐμέ, ὁ παλαιὸς τῶν ἡμερῶν, καθαρσίων κοινωνεῖ, ὁ καθαρώτατος Θεός, ἵνα τὴν σάρκα πιστώσῃ μου τὴν ἐκ Παρθένου, καὶ ταῦτα Συμεὼν μυσταγωγούμενος, ἐπέγνω τὸν αὐτὸν Θεὸν καὶ ἄνθρωπον, καὶ ὡς ζωὴν ἠσπάζετο, καὶ χαίρων πρεσβυτικῶς ἀνεκραύγαζεν· Ἀπόλυσόν με· σὺ γὰρ Θεός μου, ἡ ζωὴ τῶν ἁπάντων.


 ᾨδὴ δ' Ὁ Εἱρμός
Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών,τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος, ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
Γηθόμενος Συμεών, τῶν ἀπορρήτων μύστα, ἡ Θεοτόκος ἐβόα, ὃν ὑφ' ἁγίου πάλαι κεχρημάτισαι Πνεύματος, νηπιάσαντα Λόγον, Χριστὸν ἐναγκαλίζου, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
Ἣν ἤλπισας Συμεὼν ἡλικιώτην βρεφῶν, χαίρων ὑπόδεξαι Χριστόν, τοῦ lσραὴλ τοῦ θείου τὴν παράκλησιν, τὸν νόμου Ποιητὴν καὶ Δεσπότην, πληροῦντα νόμου τάξιν, κράζων αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.
Θεώμενος Συμεὼν Λόγον τὸν ἄναρχον, μετὰ σαρκός, ὡς ἐν θρόνῳ Χερουβικῷ, Παρθένῳ ἐποχούμενον, τὸν αἴτιον τοῦ εἶναι τὰ πάντα, ὡς βρέφος, ἐκπλαγεὶς ἐβόα αὐτῷ· Ἐπλήσθη τὰ πάντα τῆς σῆς αἰνέσεως.

Τοῦ Ἱεράρχου. Χριστός μου δύναμις.
Ὁ προγινώσκων σου, θεομακάριστε, τῆς ψυχῆς τὸ ὡραῖον καὶ τοῦ νοός, τὴν καθαρότητα, ἱεροκήρυκα σοφόν, ἱερῶς σε προχειρίζεται.
Ὑπὸ τοῦ Πνεύματος, λαμπαδουχούμενος, τοὺς ἐν σκότει τῆς πλάνης φωταγωγεῖς, καὶ διὰ Βαπτίσματος, υἱοὺς ἡμέρας ἐκτελεῖς, Ἱεράρχα Παναοίδιμε.
Μυρίων ἔσωσας, θηρῶν τὸ ποίμνιον, τῶν ταράττειν ζητούντων καὶ ἀφιστᾶν, τῆς ἀμώμου πίστεως, Ἀρχιερέων καλλονή, καὶ Ποιμένων ἀκροθίνιον.
Εὑρὼν σε χάριτι, περιαστράπτοντα, ὁ κλεινὸς Θεολόγος χειροθετεῖ, θείαις εἰσηγήσεσι, καὶ Ἱερέα ἐκτελεῖ, ἱερὸν Βουκόλε πάνσοφε.
Θεοτοκίον
Γνωστῶς ἐν βάτῳ σε, Μωσῆς ἑώρακεν, ἱερῶς τυπουμένην τὴν τοῦ πυρός, μέλλουσαν λοχεύτριαν, ἀναφανῆναι μυστικῶς, Θεοτόκε ἀειπάρθενε.












ᾨδὴ ε' Ὁ Εἱρμός
Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ' Ἀγγέλων δόξης δορυφορούμενον, ὦ τάλας! ἐβόα, ἐγώ· πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Συνεὶς ὁ θεῖος Πρέσβυς, τὴν προφανεῖσαν, πάλαι τῷ Προφήτῃ δόξαν, χερσὶ Λόγον βλέπων Μητρὸς κρατούμενον, ᾧ χαίροις, ἐβόα Σεμνή· ὡς γὰρ θρόνος περιέχεις τόν Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Προκύψας ὁ Πρεσβύτης, καὶ τῶν ἰχνῶν ἐνθέως ἐφαψάμενος, τῆς ἀπειρογάμου καὶ Θεομήτορος, πῦρ, ἔφη, βαστάζεις Ἁγνή, βρέφος φρίττω ἀγκαλίσασθαι Θεόν, φωτός ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.
Ῥύπτεται Ἡσαΐας, τοῦ Σεραφὶμ τὸν ἄνθρακα δεξάμενος, ὁ Πρέσβυς ἐβόα τῇ Θεομήτορι· σὺ ὥσπερ λαβίδι χερσὶ λαμπρύνεις με, ἐπιδοῦσα ὃν φέρεις, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα.

Τοῦ Ἱεράρχου. Τῷ θείῳ φέγγει σου ἀγαθέ.
Ἱερωσύνης τὸ ἱερόν, ἔνδυμα φορέσας ἱερῶς, τοὺς ἀνιέρους ἐφώτισας, σέβειν Ἱεράρχα Μονάδα ἄκτιστον, τρισὶν ἐν χαρακτῆρσι, Βουκόλε πάνσοφε.
Στόματος λύκου τοῦ νοητοῦ, ἥρπασας λαοὺς ταῖς διδαχαῖς, τοῦ θεηγόρου σου στόματος, καὶ αἱρετιζόντων Πάτερ ἀπύλωτα, ταῖς σαῖς θεολογίαις, ἔφραξας στόματα.
Ταῖς φωτοβόλοις καταυγασθεὶς Ὅσιε τοῦ Πνεύματος αὐγαῖς, φωτοειδὴς ὅλος γέγονας, λάμπων ταῖς τῷ σκότει ἐνυπαρχούσαις ψυχαῖς, Βουκόλε, Ἱεράρχα θεομακάριστε.
Ὁ βδελυρὸς ἥττηται ταῖς σαῖς, ἱερολογίαις ἱεραῖς, Μαρκίων καὶ ἐξωστράκισται, πάσης ἀτοπίας ἐξερευγόμενος, βόρβορον ὁ λυσσώδης, Βουκόλε ἔνδοξε.
Θεοτοκίον
Νόμῳ τῆς φύσεως Ἰησοῦς, ὁ πανυπερούσιος Θεός, καινοτομεῖ παναμώμητε, σοῦ ἐκ τῆς νηδύος ἀποτικτόμενος, ὁ μόνος οὐσιώσας τὸ πᾶν βουλήματι.











ᾨδὴ ς' Ὁ Ειρμὸς
Ἐβόησέ σοι, ἰδὼν ὁ Πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη· Ἐκ Θεοῦ Χριστὲ σὺ Θεός μου.
Σιὼν σὺ λίθος, ἐναπετέθης, τοῖς ἀπειθοῦσι προσκόμματος, καὶ σκανδάλου πέτρα, ἀρραγὴς πιστῶν σωτηρία.
Βεβαίως φέρων, τὸν χαρακτῆρα, τοῦ πρὸ αἰώνων σε φύσαντος, τὴν βροτῶν δι' οἶκτον, νῦν ἀσθένειαν περιέθου.
Υἱὸν Ὑψίστου, Υἱὸν Παρθένου, Θεὸν παιδίον γενόμενον, προσκυνήσαντά σε, νῦν ἀπόλυσον ἐν εἰρήνῃ.

Τοῦ Ἱεράρχου. Τοῦ βίου τὴν θάλασσαν.
Ὑψοῦσαν ταπείνωσιν, καθαρότητα νοός, ἀγάπην ἀνυπόκριτον, πίστιν ἐλπίδα ἔχων εἰλικρινῆ, Βουκόλος ὁ ἔνδοξος, τῆς Τριάδος ἐδείχθη καταγώγιον.
Μεγάλως κοσμήσαντα, τῶν Σμυρναίων ἱεράν, καθέδραν σε πανεύφημε, μυσταγωγεῖ τὸ Πνεῦμα τὸν μετὰ σέ, ποιμένα Πολύκαρπον, τῇ χειρί σου Βουκόλε τελειούμενον.
Νοήσας τὴν κλῆσίν σου, διὰ Πνεύματος Σοφέ, τὸν μετὰ σὲ ἐν χάριτι, τῶν λογικῶν θρεμμάτων καθηγητήν, προσάγεις τῷ βήματι, ἀρετῶν λαμπηδόσιν ἐξαστράπτοντα.
Θεοτοκίον
Ἡ πύλη τῆς χάριτος, ἡ ἀνοίξασα βροτοῖς, τὴν πύλην τὴν οὐράνιον, τῆς μετανοίας πύλας μοι τηλαυγῶς, διάνοιξον Δέσποινα, καὶ πυλῶν τοῦ θανάτου ἐλευθέρωσον.

Κοντάκιον. Τῆς Ἑορτῆς. Ἦχος α'
Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.
 Κοντάκιον. Τοῦ Ἱεράρχου. Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ Στρατηγῷ.
Ὡς ἱεράρχην Ἐκκλησίας εὐφημοῦμέν σε, ὡς μαθητὴν καὶ μιμητὴν Βουκόλε πάνσοφε, μαθητῶν Χριστοῦ πρὸ πάντων ἠγαπημένου· μεθ’ οὗ πρέσβευε ῥυσθῆναι τοὺς τιμῶντάς σε, ἐκ παντοίων ἀνάγκης και περιστάσεων, καὶ βοῶντάς σοι· Χαίροις Πάτερ τρισόλβιε.
Ὀ Οἶκος.
Ἄγγελος ἐδείχθης ἐν σαρκὶ θεοφόρε, ἰσάγγελον βιώσας ἐν γῇ βίον· εἰς θεωρίας γὰρ ἐπίβασιν τὴν πρᾶξιν εὗρες θεόπνευστε ἄγουσαν, καὶ ὥς τις ἄσαρκος ἤρθης τῷ πνεύματι μετάρσιος, ἐμβατεύων εἰς τὰ ἄδυτα καὶ ἀπόῤῥητα Θεοῦ μυστήρια· ὅθεν ἀκούεις·
Χαῖρε, πασῶν ἀρετῶν ταμεῖον·
χαῖρε, φωτὸς τοῦ θείου δοχεῖον.
Χαῖρε, ἱερὸν ἐγκρατείας ἐντρύφημα·
χαῖρε, ἁγνείας λαμπρὸν ἐνδιαίτημα.
Χαῖρε, λύχνε παμφαέστατε, καταυγάζων τοὺς πιστούς·
χαῖρε, στύλε πυραυγέστατε, τὸν νέον Ἰσραὴλ ὁδηγῶν.
Χαῖρε, ποιμένων ἀκριβέστατος τύπος·
χαῖρε, χαρίτων εὐωδέστατος κῆπος.
Χαῖρε, ἀστὴρ Ἀσίας λαμπρότατος·
χαῖρε, φωστὴρ Σμυρναίων φαεινότατος.
Χαῖρε, δι’ οὗ ἡ Ἐκκλησία κοσμεῖται·
χαῖρε, δι’ οὗ Χριστὸς ἀνυμνεῖται.
Χαίροις, Πάτερ τρισόλβιε.

Συναξάριον.
Τῇ ΣΤ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ Ὁσίου Βουκόλου, ἐπισκόπου Σμύρνης.
Σμύρνης ὁ Ποιμὴν Βουκόλος θυηπόλος.
Ἄγρυπνός ἐστι καὶ θανὼν ποίμνης φύλαξ.
Ἀγλαὸν ἠελίοιο φάος λίπε Βουκόλος ἕκτῃ.
Οὗτος, ἐκ νεαρᾶς ἡλικίας ἑαυτὸν καθαγνίσας, δοχεῖον γέγονεν τοῦ Ἁγίου Πνεύματος· ὃν εὑρὼν δόκιμον καὶ ἄξιον ὁ πανεύφημος καὶ φιλούμενος ὑπὸ Χριστοῦ θεῖος Ἰωάννης ὁ Θεολόγος, ἐπίσκοπον καὶ ποιμένα εὔχρηστον τῆς Σμυρναίων Ἐκκλησίας προχειρίζεται. Ὃς ὑπὸ τοῦ Ἁγίου λαμπαδουχούμενος Πνεύματος, τοὺς ἐν σκότει πλάνης φωταγωγεῖ, καὶ διὰ τοῦ Ἁγίου Βαπτίσματος υἱοὺς ἡμέρας καθιστᾷ, μυρίων θηρίων ἀνημέρων αὐτοὺς περισώζων. Αὐτὸς οὖν, πρὸ τοῦ τὸν βίον μεταλλάξαι, τὸν μακάριον Πολύκαρπον ἐν ταύτῃ τῇ πόλει ποιμένα καὶ διδάσκαλον τῶν λογικῶν προβάτων προχειρισάμενος, τοῦ βίου μεθίσταται. Καὶ ὑπὸ γῆν τοῦ τιμίου σώματος τεθέντος, φυτὸν ἀνατεῖλαι, ὁ Θεὸς ἐποίησε, παρέχον ἰάσεις μέχρι τῆς σήμερον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμῃ τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ ἐν Ἐμέσῃ.
Χριστὸς τέτρηται χεῖρας ἥλοις καὶ πόδας.
Ἰουλιανὸς προστίθησι καὶ κάραν.
Οὗτος, ἐξ Ἐμέσης ἦν τῆς πόλεως, ἐν ἀκμῇ τῆς ἡλικίας τὰ πρὸς Θεὸν εὐσεβῶν, δοκῶν μὲν τοῦ ἐπιμελεῖσθαι διὰ τῆς ἰατρικῆς τῶν ἀνθρωπίνων σωμάτων, πλείῳ δὲ ποιούμενος πρόνοιαν τῶν ψυχῶν· οὐχ ἧττον γὰρ ἦν τούτων, ἢ ἐκείνων ἰατρός. Συλληφθέντων οὖν Σιλουανοῦ τοῦ ἐπισκόπου, καὶ Λουκᾶ διακόνου καὶ Μωκίου ἀναγνώστου, κατὰ τοὺς καιροὺς Νουμερανοῦ τοῦ βασιλέως, καὶ παρὰ τῶν εἰδωλολατρῶν καταδικασθέντων γενέσθαι θηρίοις βορά, ὁ Ἅγιος Ἰουλιανός, ἀπαγομένους αὐτοὺς καταλαβών, ἠσπάσατο. Διὸ συλληφθεὶς καὶ αὐτός, μετὰ τὴν ἐκείνων ἀναίρεσιν, καθηλοῦται τὴν κεφαλὴν καὶ τὰς χεῖρας καὶ τοὺς πόδας, καὶ ἔν τινι σπηλαίῳ, ὥσπερ εἶχε μετὰ τῶν ἥλων προσκλεισθείς, τῷ Θεῷ τὸ πνεῦμα παρέθετο.







Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Φαύστης καὶ τῶν σὺν αὐτῇ Εὐϊλασίου καὶ Μαξίμου.
Τρεῖς Μάρτυρες πάσχουσιν ἰχθύων πάθος.
Κοινῇ τυχόντες ὀργάνου τοῦ τηγάνου.
Αὕτη ἡ Ἁγία Φαύστα ἦν ἐπὶ Μαξιμιανοῦ τοῦ βασιλέως, ἐκ τῆς πόλεως Κυζίκου·. Τυχοῦσα δὲ γεννητόρων πλουσίων καὶ εὐσεβῶν, ἐν πολλῇ περιουσίᾳ, μετὰ τὴν αὐτῶν ἀποβίωσιν, κατελείφθη. Οὔτε δὲ τὸ νέον τῆς ἡλικίας, οὔτε ἡ τοῦ πλούτου ἀπάτη, τῶν σπουδαίων αὐτὴν ἀπέστησε πράξεων, ἀλλ’ ἐν ἀφθορίᾳ τε ἑαυτὴν συνεῖχε, καὶ νηστείᾳ καὶ προσευχῇ καὶ τῇ μελέτῃ τῶν θείων Γραφῶν. Τῆς δὲ περὶ αὐτὴν φήμης μέχρι τοῦ βασιλέως διαδοθείσης, ἀπεστάλη πρὸς αὐτὴν Εὐϊλάσιός τις τῶν ἐπιφανῶν τῆς Συγκλήτου, τοῦ πεῖσαι αὐτὴν θῦσαι τοῖς θεοῖς, καὶ μὴ πεισθεῖσαν, τῷ βυθῷ παραδοῦναι. Ὁ δέ, πᾶσαν πεῖραν βασάνων αὐτῇ προσενεγκών, ὡς εἶδε παραδόξως τε ἐξ αὐτῶν σωθεῖσαν, καὶ θαύματα κατεργασαμένην, ἐπίστευσε τῷ Χριστῷ. Καὶ αὖθις στέλλεται ἐπὶ τὸν Εὐϊλάσιον καὶ τὴν Ἁγίαν, Μάξιμος ὁ ἔπαρχος· ἀμφοτέρους δὲ δειναῖς βασάνοις ὑποβαλών, διὰ τῶν θαυματουργιῶν καὶ προσευχῶν τῆς Μάρτυρος, προσῆλθε καὶ αὐτὸς τῷ Χριστῷ· καὶ ἐν τῷ τηγάνῳ, ᾧ κατὰ τῶν Ἁγίων αὐτὸς κατεσκεύασεν, αὐθαιρέτως ἀναβὰς μετ’ αὐτῶν, προστάξει τοῦ βασιλέως, ἅμα τὸν ἀγῶνα διήνυσαν, τελειωθέντες διὰ πυρός.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Φαύστου, Βασιλείου καὶ Σιλουανοῦ, καὶ τῶν ἁγίων Μαρτύρων τῶν ἐν τοῖς Δαρείου.
Τριῶν συνάθλων, ἕν διὰ ξίφους τέλος.
Οἵ τὸν Θεὸν φρονοῦσιν ἕν τε καὶ τρία.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Βαρσανουφίου.
Ἐκ γῆς συνέστη σῶμα Βαρσανουφίου.
Καὶ γῆν ὑπῆλθε, τὴν ἑαυτοῦ μητέρα.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰωάννου τοῦ ἐπικαλουμένου Προφήτου, μαθητοῦ τοῦ ἁγίου Βαρσανουφίου.
Δίκαιόν ἐστιν, ὦ Ἰωάννη, ἅμα
Τάττειν σε ᾧδε, τῷ φίλῳ διδασκάλῳ.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Ἰωάννης ὁ ἐν Λυκῷ τῇ πόλει, ἐν εἰρήνῃ τελειοῦται.
Τὸν ἐν Λυκῷ δὲ ποῦ Ἰωάννην θέμις,
Τάττειν ὅτι μή, ᾧδ᾿ Ἰωάννῃ ἅμα;










Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Φωτίου, Πατριάρχου Κωνσταντινουπόλεως.
Θνῄσκων Φώτιος, οὐ ταράττομαι λέγει.
Πρὸς τὴν τελευτήν, ὢν προητοιμασμένος.
Οὗτος ὁ τρισμακάριος Ἱεράρχης, ὁ μέγας καὶ λαμπρὸς τῆς Ἐκκλησίας πατὴρ καὶ Διδάσκαλος, Φώτιος ὁ Σοφώτατος καὶ ἁγιώτατος, ὁ Ὁμολογητὴς τῆς πίστεως καὶ Ἰσαπόστολος, ἤκμασεν ἐν τοῖς χρόνοις τῶν βασιλέων καὶ αὐτοκρατόρων Μιχαὴλ υἱοῦ Θεοφίλου, Βασιλείου τοΰ Μακεδόνος, καὶ Λέοντος τοῦ υἱοῦ αὐτοῦ. Τούτῳ πατρὶς μὲν ἐπίγειος, Κωνσταντινούπολις ἡ μεγαλώνυμος καὶ τῶν πόλεων ἡ βασιλεύουσα, οὐράνιος δέ, ἡ ἄνω Ἱερουσαλήμ, ἡ κραταιὰ καὶ ἀνώλεθρος, πατέρες δὲ περιφανεῖς εὐγένειά τε τῇ κατὰ σάρκα οὐχ ἧττον ἢ πίστει τῇ ὀρθοδόξῳ, ὑπὲρ ἧς καὶ μαρτυρικῷ στεφάνῳ διακεκόσμηνται, ἀθλήσαντες οἱ οὐρανόφρονες καὶ καρτεῥόψυχοι ὑπὲρ τῆς τῶν ἁγίων καὶ σεπτῶν Εἰκόνων, ὡς ἔοικε, τιμῆς καὶ προσκυνήσεως. Τοῖς πρωτίστοις δὲ τῶν βασιλικῶν ἀξιωμάτων πρότερον διαπρέψας, καὶ βίον ἀείποτε ἐνάρετον καὶ θεοφιλῆ ἐξασκήσας, τοὺς τῆς Ἐκκλησίας ἔπειτα ποιμεναρχικοὺς παραλαμβάνει οἴακας, ἐπὶ τὸν Ἀποστολικὸν καὶ Οἰκουμενικὸν Πατριαρχικὸν Θρόνον τῆς Κωνσταντινουπόλεως προβιβασθείς. Τοῦ γὰρ ἐν Ἁγίοις Ἰγνατίου βίᾳ βασιλικῇ ἐπιβληθέντος τοῦ θρόνου, καὶ τῆς Ἐκκλησίας ἐντεῦθεν χηρευούσης, μηδ᾿ ὄντος ἄλλως δυνατοῦ διαμένειν ταύτην ἄνευ Ἐπισκόπου, ὁ ἐν Ἁγίοις Φώτιος, βίᾳ ὑπαχθεὶς καὶ βασιλικῇ δυναστείᾳ, διαδέχεται κανονικῶς τὸν ἱερὸν Ἰγνάτιον, γενόμενος πρότερον Μοναχός, καὶ τοὺς κατὰ τάξιν τῆς Ἱερωσύνης λαβὼν βαθμούς. Καὶ οἵους μὲν ἀγῶνας διήνυσεν ὁ τρισόλβιος ὑπὲρ τῆς Ὀρθοδόξου Πίστεως κατὰ Μανιχαίων καὶ Εἰκονομάχων καὶ ἄλλων αἱρετικῶν, καὶ πρὸ πάντων κατὰ τῆς τότε πρῶτον ἀναφανείσης Παπικῆς αἱρέσεως, ἧς τὸν ἀρχηγὸν καὶ τοῦ Λατινικοῦ σχίσματος πατέρα, Νικόλαον τὸν ἀλάστορα Ῥώμης Πάπαν, γραφικαῖς καὶ πατρικαῖς ἀποδείξεσιν ἐξελέγξας, καὶ ἐνδίκως καθελών, τῆς Καθολικῆς Ἐκκλησίας συνοδικῶς ἐξωστράκισε, τῷ ἀναθέματι παραπέμψας· οἵους δὲ διωγμοὺς καὶ κινδύνους, οἵας δὲ ἐπιβουλὰς καὶ καταδρομάς, οἵας δὲ καὶ τὰς κακώσεις καὶ τὰς ἀπανθρώπους βασάνους ὑπέστη χριστομιμήτως ὁ καρτερόψυχος θεοῤῥήμων, ὁ στεῤῥὸς καὶ τὴν ψυχὴν ἀδαμάντινος Ἱεράρχης, ὑπὸ τῶν Σχισματικῶν Λατίνων, καὶ τῶν τῆς αἱρέσεως τοΰ Παπισμοῦ θιασωτῶν, ἀνθρώπων κακούργων καὶ ψευδολόγων, ἀνθρώπων παρανόμων, ἀνοσίων καὶ μιαιφόνων, ἡ κατ᾿ αὐτὸν εἰς πλάτος ἱστορία διέξεισι. Τοσοῦτον δὲ μόνον εἰπεῖν ἐνταῦθα περὶ αὐτοῦ ἀναγκαῖον, ὅτι ὁ μακάριος, ἱερουργήσας ὡς ἄλλος Παῦλος τὸ Εὐαγγέλιον, ἅπαν μὲν τὸ τῶν γενναίων Βουλγάρων ἔθνος μετὰ καὶ τοῦ Βασιλέως αὐτῶν τὴν εἰς Χριστὸν ἀμώμητον πίστιν μυσταγωγήσας τῷ τοῦ θείου Βαπτίσματος λουτρῷ ἀνεγέννησε, πολλοὺς δὲ καὶ ἐκ διαφόρων αἱρέσεων, Ἀρμενίους, Εἰκονομάχους καὶ ἄλλους ἑτεροδόξους εἰς τὴν Καθολικὴν τοῦ Χριστοῦ Ἐκκλησίαν ἐπέστρεψε, λόγους ἐκθεὶς πλήρεις χάριτος καὶ σοφίας καὶ ἀληθείας, δι᾿ ὧν τὰ τῶν κακοδόξων φρονήματα κατεβρόντησε· καὶ τῷ μὲν σταθερῷ τοῦ φρονήματος καὶ ἀτρέπτῳ τὸν βασιλοκτόνον καὶ ἀγνώμονα Βασίλειον τὸν Αὐτοκράτορα καταπλήξας, τῷ δὲ ἔνθερμα καὶ κατ᾿ ἐπίγνωσιν αὐτοῦ ζήλῳ πάσης ἑτεροδιδασκαλίας τὰ ζιζάνια ἐκριζώσας, ἔμπλεως ὡς οὐδεὶς τῶν κατ᾿ αὐτὸν τῆς ἀποστολικῆς διδασκαλίας ἀνεφάνη. Οὕτως οὖν ὁσίως καὶ εὐαγγελικῶς ποιμάνας τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν, καὶ δὶς μὲν ἀναβὰς ἄκων εἰς τὸν θρόνον, δὶς δὲ τούτου βίᾳ τυραννικῇ ἐξωσθείς, πολλὰ δὲ καὶ διάφορα συγγράμματα καταλιπὼν τῇ Ἐκκλησίᾳ καὶ τῷ λαῷ τοῦ Θεοῦ, ἄριστα πάντα καὶ σοφώτατα, καὶ οἷα ὁ πᾶς αἰὼν δικαίως ἀποθαυμάσει· διὰ γὰρ πάσης ἐλθὼν ἰδέας παιδεύσας, ἐν ἑκάστῃ τὸ κράτος ἐκτήσατο· πολλὰ δὲ καὶ καμὼν ὑπὲρ τῆς ἀληθείας καὶ τῆς δικαιοσύνης, ἐξεδήμησεν ἁγίως πρὸς Κύριον ὁ πολύαθλος, ὑπερόριος ἐν τῇ τῶν Ἀρμενιανῶν Μονῇ, ὡς ἐν Κομάνοις ὁ θεῖος Χρυσόστομος. Τὸ δὲ ἱερὸν καὶ πάντιμον αὐτοῦ σῶμα ἐναπετέθη ἐν τῇ Μονῇ τῇ λεγομένῃ τῆς Ἐρημίας ἢ Ἠρεμίας. Καὶ πάλαι μὲν ἐτελεῖτο ἡ ἁγιωτάτη αὐτοῦ Σύναξις ἐν τῷ Προφητείῳ, ἤτοι Ναῷ τοῦ Τιμίου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῷ ὄντι ἐν τῇ εἰρημένῃ Μονῇ τῆς Ἠρεμίας, νῦν δὲ τελεῖται ἐν τῇ κατὰ Χάλκην ἱερᾷ καὶ Πατριαρχικῇ Μονῇ τῆς Ἁγίας Τριάδος, ἔνθα ἤδη συνέστη καὶ ἡ Θεολογικὴ Σχολὴ τῆς Μεγάλης τοΰ Χριστοῦ Ἐκκλησίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰακώβου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μακαρίου


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀμάνδου ἐπισκόπου Μάαστριχτ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Δαμασκηνοῦ τοῦ Σιναΐτου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀρτεμίου τοῦ Σιναΐτου

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοφίλου, Σατουρνίνου καὶ Ῥεβοκάτου τῶν ἐν Ἰσπανίᾳ

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ' Ὁ Εἱρμός
Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἀδὰμ ἐμφανίσων ἄπειμι, εἰς ᾍδου διατρίβοντι, καὶ τῇ Εὔᾳ προσκομίσων εὐαγγέλια, Συμεὼν ἀνεβόα, σὺν Προφήταις χορεύων· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Γένος χοϊκὸν ῥυσόμενος Θεός, ἕως τοῦ ᾍδου ἥξει, αἰχμαλώτοις δὲ παρέξει πᾶσιν ἄφεσιν, καὶ ἀνάβλεψιν πονηροῖς, ὡς ἀλάλοις βοῆσαι· Εὐλογητός, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Καὶ σοῦ τὴν καρδίαν ἄφθορε, ῥομφαία διελεύσεται, Συμεὼν τῇ Θεοτόκῳ προηγόρευσεν, ἐν Σταυρῷ καθορώσης, τὸν Υἱὸν ᾧ βοῶμεν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τοῦ Ἁγίου. Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο.
Συνετίζων ἀσυνέτους καταρτίζων δέ, τοὺς πλάνῃ ἐξοκείλαντας, Πάτερ ἔσωσας, καὶ Θεῷ προσῆξας καθαρούς, αὐτῷ μελῳδοῦντας εὐσεβῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὡραιώθησαν Παμμάκαρ σιαγόνες σου, τὴν σάρκωσιν κηρύττουσαι, τοῦ δι' ἄφατον εὐσπλαγχνίαν, λάμψαντος ἡμῖν, πρὸς ὃν ἀνεβόας ἐμμελῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Κυριεύσας δι' ἀσκήσεως τοῦ σώματος, τῶν παθημάτων Ἔνδοξε, ἀκυρίευτος ταῖς τοῦ πλάνου ὤφθης προσβολαῖς, καὶ νῦν ἀναμέλπεις ἀπλανῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Λυτρωθέντες τῆς ἀρχαίας ἀποφάσεως, τῷ τόκῳ σου πανάμωμε, ἀνυμνοῦμέν σε οἱ σωθέντες Κόρη διὰ σοῦ, βοῶντες καὶ λέγοντες πιστῶς. Εὐλογητὸς ὁ καρπός, τῆς σῆς κοιλίας ἁγνή.

 ᾨδὴ η' Ὁ Εἱρμός
Ἀστέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Λαὸς Ἰσραὴλ τὴν σὴν δόξαν, τὸν Ἐμμανουὴλ ὁρῶν παιδίον ἐκ Παρθένου, πρὸ προσώπου τῆς θείας κιβωτοῦ νῦν χόρευε· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἰδού, Συμεὼν ἀνεβόα, τὸ ἀντιλεγόμενον σημεῖον οὗτος ἔσται, Θεὸς ὢν καὶ παιδίον, τούτῳ πίστει μέλψωμεν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ζωὴ πεφυκὼς οὗτος ἔσται, πτῶσις ἀπειθοῦσι, νηπιάσας Θεὸς Λόγος, ὡς ἀνάστασις πᾶσι, τοῖς πίστει μέλπουσιν· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Τοῦ Ἁγίου. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Ἐκβλαστήσας ὡς φοίνιξ ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ, ὀφειλόμενον ὕπνον δικαίοις ὕπνωσας, φέρεις δὲ φυτόν, πρὸς τοῦ θείου σου μνήματος, θαῦμα τοῖς ὁρῶσι, Βουκόλε θεοκήρυξ.
Ὁ Θεοῦ Θεὸς Λόγος ὁ ἐνυπόστατος, ἱερὸν Ἱεράρχην σε προχειρίζεται, χρίοντα λαόν, ἱερῶς ἱερώτατε, Πρόεδρε Σμυρναίων, φωστὴρ τῆς οἰκουμένης.
Σαρκωθέντα τὸν Λόγον ἐθεολόγησας, καὶ πολλοὺς ἀλογίας λαοὺς διέσωσας, θεῖος γεγονώς, μαθητὴς τοῦ ἐκλάμψαντος, ἐν θεολογίαις, Βουκόλε κήρυξ.
Θεοτοκίον
Ἱερῶς ἐμυεῖτο τὰ σὰ μυστήρια, προφητῶν Θεοτόκε ὁ θεῖος σύλλογος, πόρρωθεν μαθών, καὶ τρανῶς ἐκτιθέμενος, τὰς θεοσημείας, τοῦ θείου τοκετοῦ σου.







ᾨδὴ θ'
ΜΕΓΑΛΥΝΑΡΙΑ. Ψαλλόμενα ἐν τῇ ᾨδῇ ταύτῃ. Ἦχος γ'
Ἀκατάληπτόν ἐστι, τὸ τελούμενον ἐν σοί, καὶ Ἀγγέλοις καὶ βροτοῖς, Μητροπάρθενε ἁγνή.
Ἀγκαλίζεται χερσίν, ὁ Πρεσβύτης Συμεών, τὸν τοῦ νόμου Ποιητήν, καὶ Δεσπότην τοῦ παντός.
Βουληθεὶς ὁ Πλαστουργός, ἵνα σώσῃ τὸν Ἀδάμ, μήτραν ᾤκησε τὴν σήν, τῆς Παρθένου καὶ ἁγνῆς.
Γένος ἅπαν τῶν βροτῶν, μακαρίζει σε Ἁγνή, καὶ δοξάζει σε πιστῶς, ὡς Μητέρα τοῦ Θεοῦ.
Δεῦτε, ἴδετε Χριστόν, τὸν Δεσπότην τοῦ παντός, ὃν βαστάζει Συμεών, σήμερον ἐν τῷ ναῷ.
Ἐπιβλέπεις πρὸς τὴν γῆν, καὶ ποιεῖς τρέμειν αὐτήν, καὶ πῶς γέρων κεκμηκώς, σὲ κατέχει ἐν χερσὶ;
Ζήσας ἔτη Συμεών, ἕως εἶδε τὸν Χριστόν, καὶ ἐβόα πρὸς αὐτόν. Νῦν ἀπόλυσιν ζητῶ.
Ἡ λαβὶς ἡ μυστική, ἡ τὸν ἄνθρακα Χριστόν, συλλαβοῦσα ἐν γαστρί, σὺ ὑπάρχεις Μαριάμ.
Θέλων ἐνηνθρώπησας, ὁ προάναρχος Θεός, καὶ ναῷ προσφέρεσαι, τεσσαρακονθήμερος.
Κατελθόντ' ἐξ οὐρανοῦ, τὸν Δεσπότην τοῦ παντός, ὑπεδέξατο αὐτόν, Συμεὼν ὁ Ἱερεύς.
Λάμπρυνόν μου τὴν ψυχήν, καὶ τὸ φῶς τὸ αἰσθητόν, ὅπως ἴδω καθαρῶς, καὶ κηρύξω σε Θεόν.
Μητροπάρθενε ἁγνή, τί προσφέρεις τῷ ναῷ, νέον βρέφος ἀποδούς, ἐν ἀγκάλαις Συμεών;
Νῦν ἀπόλυσιν ζητῶ, ἀπὸ σοῦ τοῦ Πλαστουργοῦ, ὅτι εἶδόν σε Χριστέ, τὸ σωτήριόν μου φῶς.
Ὃν οἱ ἄνω λειτουργοί, τρόμῳ λιτανεύουσι, κάτω νῦν ὁ Συμεών, ἀγκαλίζεται χερσί.
Δόξα...
Ἡ τῇ φύσει μὲν Μονάς, τοῖς προσώποις δὲ Τριάς, φύλαττε τοὺς δούλους σου, τοὺς πιστεύοντας εἰς σέ.
Καὶ νῦν...
Θεοτόκε ἡ ἐλπίς, πάντων τῶν Χριστιανῶν, σκέπε φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ.
Ὁ Εἱρμός
Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν.
Τοῖς πρὶν νεογνῶν τρυγόνων ζεῦγος, δυάς τε ἦν νεοσσῶν, ἀνθ' ὧν ὁ θεῖος Πρέσβυς, καὶ σώφρων Ἄννα προφῆτις, τῷ ἐκ Παρθένου τεχθέντι, καὶ οἵῳ γόνῳ Πατρός, ἐν τῷ ναῷ προσιόντι, λειτουργοῦντες ἐμεγάλυνον.
Ἀπέδωκάς μοι ἐβόα Συμεών, τοῦ σωτηρίου σου Χριστὲ ἀγαλλίασιν΄ ἀπόλαβέ σου τὸν λάτριν, τὸν τῇ σκιᾷ κεκμηκότα, νέον τῆς χάριτος, ἱεροκήρυκα μύστην, ἐν αἰνέσει μεγαλύνοντα.
Ἱεροπρεπῶς ἀνθωμολογεῖτο, Ἄννα ὑποφητεύουσα, ἡ σώφρων καὶ Ὁσία, καὶ Πρέσβυρα τῷ Δεσπότῃ, ἐν τῷ ναῷ διαρρήδην, τὴν Θεοτόκον δὲ ἀνακηρύττουσα, πᾶσι τοῖς παροῦσιν ἐμεγάλυνεν.

Τοῦ Ἁγίου. Θεὸν ἀνθρώποις.
Ὡς φῶς ὡς φέγγος ὡς μέγας ἥλιος, ὡς ἀστραπὴ Χριστοῦ τῇ Ἐκκλησίᾳ ἐξέλαμψας, καὶ πιστῶν διανοίας ἐφώτισας, καὶ πρὸς τοὺς ἀνεσπέρους, τόπους ἐσκήνωσας, μέλπων τρισαγίαις ἐν φωναῖς, Τριάδα ἄκτιστον.
Σαρκὸς καὶ κόσμου ἔξω γενόμενος, Ἱερουργέ, πρὸς τὰς ὑπερκοσμίους γηθόμενος, μεταβέβηκας τάξεις θεούμενος, θέσει φαεινοτάτῃ· ὅθεν τὴν μνήμην σου, πίστει ἐκτελοῦμεν, ἐπὶ γῆς Βουκόλε πάνσοφε.
Ἡ γῆ τὸ σῶμά σου τὸ μακάριον, κρύπτει σαφῶς, ἰάσεις ἀναβλύζον καὶ χάριτας, οὐρανὸς δὲ τὸ πνεῦμα σὺν τοῖς ἐκλεκτοῖς, φέρει τοῖς ἀπ' αἰῶνας θείαις λαμπρότησι, κατηγλαϊσμένον, ἀληθῶς Βουκόλε ἔνδοξε.
Θεοτοκίον
Φωνῇ Ἀγγέλου μεγάλης Ἄγγελον, βουλῆς Ἁγνὴ Χριστοῦ Ἐμμανουὴλ ἀποτέτοκας, τοῖς Ἀγγέλοις τοὺς κάτω συνάπτοντα, μόνη πανύμνητε, μόνη αἰτία, τῆς ἡμῶν Κόρη θεώσεως.

Ἐξαποστειλάριον τοῦ Ἁγίου. Τοῖς Μαθηταῖς.
Ποιμαντικῶς ὡδήγησας, πρὸς νομὰς εὐσεβείας, τὸ τοῦ Κυρίου ποίμνιον, πάνσοφε, Ἱεράρχα, ἀποδιώξας ὡς θῆρας, πᾶσαν αἵρεσιν· ὅθεν, νῦν ἐποπτεύεις, ἵλεως, καὶ ἡμᾶς οὐρανόθεν, ὡς παρεστώς, μετὰ τῆς Πανάγνου καὶ Θεοτόκου, τῷ θρόνῳ τῆς Θεότητος, παμμακάριστε Πάτερ.
Τῆς Ἑορτῆς, ὅμοιον
Τῶν κόλπων τοῦ Γεννήτορος, οὐκ ἐκστὰς ἀπορρήτως, δι' ἄκραν ἀγαθότητα, ἐκ Παρθένου γεννᾶται καὶ νηπιάζει ὁ Λόγος, τοῦτον δὲ ἐν ἀγκάλαις, Συμεὼν ὑποδέχεται, ἅμα τε ὁ Πρεσβύτης, καὶ Γηραιά, ἀνθωμολογήσαντο ὡς Δεσπότῃ, ἐν ᾧ καὶ προεμήνυον, τὴν βροτῶν σωτηρίαν.








Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῶν οὐρανίων χαρίτων ταῖς ἐπιλάμψεσι, καταυγασθεὶς ἐδείχθης, Ἱεράρχης Κυρίου, λαμπρῶς καταφωτίζων τὸ τοῦ Χριστοῦ, Ἐκκλησίας στερέωμα, ταῖς τῶν δογμάτων ἀκτῖσι καὶ ταὶς αὐγαῖς, τῶν θαυμάτων ἱερώτατε. (Δίς)

Τῶν ἀρετῶν διανύσας ἀνεπιστρόφως ὁδόν, τὴν ἄγουσαν πρὸς θείαν, οὐρανῶν Βασιλείαν, πρόεδρε Σμυρναίων Βουκόλε σοφέ, ἐν αὐτῇ κατεσκήνωσας, μετὰ πάντων Ἁγίων ἐνδελεχῶς, ἱκετεύων τοῦ σωθῆναι ἡμᾶς.

Ἐνδιαθέτῳ στοργῇ σου Χριστὸν ἠγάπησας, ἐκ καθαρᾶς καρδίας, βδελυξάμενος πάντα, κόσμου τὰ ἡδέα ἐβόας δ’ αὐτῷ, διαβιτικῶς ὡς ἡ ἔλαφος πρὸς τὰς πηγάς, τῶν ὑδάτων ἐπιποθεῖ, ἡ ψυχή μου ἐπὶ σὲ ὁ Θεός.

Δόξα. Ἦχος πλ. α΄.
Ἀνέτειλεν ἡμῖν ἡ πάνσεπτος μνήμη τοῦ θειοτάτου Ἱεράρχου, Βουκόλου τοῦ τρισμάκαρος· ἀνέτειλεν ὡς μέγας ἥλιος, καὶ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας τὸ στερέωμα κατήστρψε, τῶν δὲ πιστῶν τὰς διανοίας κατεφώτισε, μετάρσιον τὴν καρδίαν αἴρουσα πρὸς τὸν Κτίστην καὶ Σωτῆρ Κύριον· διὸ ἀνυμνοῦντες λέγομεν· Κύριε, ὁ ἐν ταῖς μνείαις τῶν Ἁγίων Σου δοξαζόμενος, σῶσον τὸν λαόν Σου καὶ εὐλόγησον τὴν κληρονομίαν Σου, εἰρήνην ταῖς Ἐκκλησίαις Σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐρευνᾶτε τὰς Γραφάς, καθως εἶπεν ἐν Εὐαγγελίοις Χριστὸς ὁ Θεὸς ἡμῶν· ἐν αὐταῖς γὰρ εὑρίσκομεν αὐτόν, τικτόμενον καὶ σπαργανούμενον, τιθηνούμενον καὶ γαλακτοτροφούμενον, περιτομὴν δεχόμενον, καὶ ὑπὸ Συμεὼν βασταχθέντα, οὐ δοκήσει οὐδὲ φαντασίᾳ, ἀλλ' ἀληθείᾳ τῷ κόσμῳ φανέντα, πρὸς ὃν βοήσωμεν· ὁ πρὸ αἰώνων Θεός, δόξα σοι.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου