Κυριακή 1 Ιουλίου 2018

ΟΚΤΩΒΡΙΟΣ 19. ΟΣΙΟΣ ΙΩΑΝΝΗΣ ΡΙΛΑΣ ΒΟΥΛΓΑΡΙΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΟΚΤΩΒΡΙΟΣ ΙΘ΄!!
ΙΩΑΝΝΗΣ ΟΣΙΟΣ ΡΙΛΑΣ ΒΟΥΛΓΑΡΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀλέξανδρος Μωραϊτίδης)


ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ δ΄. Τί ὑμᾶς καλέσωμεν.
Τί σὲ Ἰώαννη καλέσωμεν; ἄλλον Παῦλον τὸν Θηβαῖον, ἢ μέγαν Ἀντώνιον; ἄστρον νέον τῆς Λιβύης, ἢ Νητρίας παιδευτήν; Ἀγγέλων, καὶ γὰρ ἄρτον καὶ σὺ ἔφαγες, τῆς Ῥίλας, δὲ τὴν ἔρημον ἐπόλισας· πολλαί σου αἱ ὁμοιότητες, καὶ θαυμαστοὶ οἱ ἀγῶνές σου, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. (Δίς)

Ὢ τοῦ ὕψους τῆς πολιτείας σου!  Δι’ ἧς ἤρθης πρὸς τὰ ἄνω καὶ ὡμίλησας Θεῷ, καὶ ἐδέξω τὰς ἐλλάμψεις, τῆς Τριάδος τηλαυγῶς· ἀγάπης, τὸν κρατήρα γὰρ ἐξέπιες, καὶ ὤφθης Ἰωαννη θεοδίδακτος· κανὼν καὶ τύπος γενόμενος, τῆς ἀκροτάτης ἀσκήσεως, ὑπέρτερος πράξει τε καὶ θεωρήμασι. (Δίς)

Τί ἀνταποδώσωμεν Ὅσιε, τῇ πολλῇ σου εὐμενείᾳ, ἥνπερ ἔδειξας τρανῶς, τὴν τιμίαν δεξιάν σου, δωρησάμενος ἡμῖν, πλουσίαν εὐωδίαν ἀποπνέουσαν, ἰάσεις, παμποικίλους ἀναβρύουσαν, τοῖς μετὰ πίστεως Ἅγιε, καὶ εὐλαβείας γεραίρουσι, τὴν ἔνδοξον ἑορτήν σου καὶ χαρμόσυνον.

Δεῦτε μοναστῶν τὰ συστήματα, ἐν ᾀσμάτων μελῳδίαις ὡς ἐν στέμμασι σεπτοῖς, καταστέψωμεν ἐνθέως, εὐφρανθέντες τὰς ψυχάς, Μοισίας, τὸ πανένδοξον βλαστούργημα, ποιμένα, μοναζόντων καὶ διδάσκαλον, καὶ ἰατρὸν συμπαθέστατον, τῶν ἀσθενούντων ἑκάστοτε, διώκτην τε, τῶν δαιμόνων ἀπροσμάχητον.

Δόξα. Ἦχος πλ. δ΄.
Ἐκ βρέφους τῷ Θεῷ, ἀφιερωθεὶς παναοίδιμε, φόβῳ καὶ ἀγάπῃ Αὐτῷ ὑπηρέτησας, ἡμέρας τε καὶ νυκτὸς ἐμμελετῶν τῷ νόμῳ Αὐτοῦ, εἰς ἀγαθῶν ἔργων περιποίησιν· ὀχυρωθεὶς δὲ τῇ ἄκρᾳ ταπεινώσει, καὶ τῇ ἀδιακρίτῳ ὑπακοῇ, μετὰ τὴν εἰς τοὺς πένητας διανομὴν τῶν σῶν ὑπαρχόντων, φέρων ἤδη τὸ Ἅγιον Σχῆμα· θεϊκῆς ὀπτασίας ἠξίωσαι, ἥπερ καὶ καθωδήγησέ σε εἰς τὴν πανέρημον τῆς Ῥίλας· ὅθεν, τοῦ μέλιτος τοῦ ἀσκητικοῦ γευσάμενος, ἀνέπτης τῆς ἀπαθείας πρὸς Θεόν, παρ’ Οὗ τῆς ἄνω σοφίαν μυηθείς, θεοδίδακτος ὄντως ἀνεφάνης, κανὼν καὶ τύπος γενόμενος τοῖς σοῖς μαθηταῖς, πρὸς τὴν αὐτῶν σωτηριαν, Βασιλεῖς τε καὶ ἄρχοντας ἐκδιδάσκων, καὶ τοὺς πάντας παραμυθῶν τοῖς θεοφθόγγοις σου ῥήμασι. Διό, χορεύει ἐπὶ τῇ μνήμῃ σου, Αἴγυπτός τε καὶ Λιβύη καὶ ἡ ἔρημος τοῦ Ἱορδάνου, καὶ συγκαλοῦσα ἡμᾶς εἰς πνευματικὴν εὐωχίαν, τὰ ἀγωνίσματά σου ἀνακηρύττουσι, πείθουσαι τοὺς πάντας βοᾶν· Ἰωάννη θαυματουργὲ μακάριε, τῶν ἀναχωρητῶν τὸ ἀγλάϊσμα, καὶ τὸ ἀριπρεπὲς τῶν κοινοβίων ἐμμελέτημα, πρέσβευε διηνεκῶς ὑπὲρ τῶν μετὰ πόθου τελούντων, τὴν παγγέραστον ἑορτήν, τῆς ἱερᾶς σου μεταστάσεως.

Καὶ νῦν. Θεοτοκίον
Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.





















Λιτή. Ἦχος α΄.
Δεῦτε τὰ στίφη τῶν μοναστῶν συνελθόντα, ἐν χορδαῖς καὶ ὀργάνοις τιμήσωμεν, τὴν πανέορτον μνήμην τοῦ ἐξάρχου ἡμῶν, και προστάτου καὶ φύλακος. Οὗτος γάρ, ἀπὸ βρέφους ἀφιερωθεὶς τῷ Θεῷ, πάντα τὰ τοῦ κόσμου τερπνά, καὶ ἅπερ κέρδη νομίζεται, ζημίαν καὶ σκύβαλα ἡγήσατο, ἵνα Χριστὸν κερδήσῃ. Προκαθαρθεὶς δὲ τοῖς θεμελίοις τῶν ἀρετῶν, τῇ ὑπακοῇ καὶ τῇ ταπεινώσει, ἀνῆλθεν ἐπὶ τὰ ὕψη τῆς Ῥίλας τὰ πανέρημα, ἔνθα ἠγωνίσατο κατὰ τοῦ παμπονήρου διαβόλου, ἀγῶνα δυσυπέρβλητον, χεῖρα πρὸς χεῖρα προσπαλαίσας αὐτῷ. Διὸ καὶ ὁ Χριστός, ὁ μόνος τῶν καλῶν ἀγώνων βραβευτής, διὰ πολλῶν χαρίτων αὐτον ἐχαρίτωσεν, ἰατρὸν τοῖς πάσχουσιν ἀναδείξας, καὶ τῶν δαιμόνων διώκτην· χειραγωγὸν δὲ αὖθις τῶν τῇ γνώσει τυφλῶν, καὶ βακτηρίαν τῶν ἐν τῇ πίστει ὀλιγοψύχων, οὕσπερ καὶ διέσωσεν, ἐκ τῆς τοῦ κόσμου καταιγίδος, εἰς τὴν οὐράνιον γαλήνην καὶ ἀνάπαυσιν, ἔνθα νῦν μετὰ πάντων τῶν Ὁσίων ἀγάλλεται, Χριστῷ πρεσβεύων ἀπάυστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Ἀπέθου τὰ πρόσκαιρα, καὶ διημείψω τὰ αἰώνια· διὰ προσκαίρου κόπου, τῶν ἀτελευτήτων ἀγαθῶν προσεκτήσω τὴν ἀπόλαυσιν· καὶ σὺν Ἀγγέλοις χορεύεις νῦν, τὴν τῶν Ἀγγελων πολιτείαν πολιτευσάμενος, ὅτι ἄσκευος ἐν τῇ ἐρήμῳ διαιτώμενος, Ἀγγέλων ἄρτον ἤσθιες· οὕτω γὰρ οἶδε Θεὸς ἀμείβειν, τοὺς δι’ αὐτὸν ἐν ἄκρᾳ στενώσει ἀγωνιζομένους, ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις καὶ ξηροκοιτίαις, ἐν λιμῷ καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι· ἀνθ’ ὧν τὴν τρυφὴν ἤδη ἀπέλαβες τὴν αἰωνίζουσαν, Ἰωάννη θαυματουργὲ μακάριε.

Ἦχος δ΄.
Νοῦν ἡγεμόνα κατὰ παθῶν ἐνστησάμενος, τῷ κρείττονι τὸ χεῖρον καθυπέταξας· διὸ καὶ μετανάστης τῆς πατρίδος γενόμενος, τὴν ἔρημον ᾤκησας· ἔνθα περιπεφραγμένος τῇ συνέσει τῇ κρείττονι, τὰς ποικίλας τοῦ ἐχθροῦ μεθοδείας διέλυες· ὅθεν προσαναβαίνων ἐν ἀναβάσεσιν, ἔφθασας εἰς τὴν ἄνω Ἱερουσαλήμ, ἐν ᾗ τῷ τρισηλίῳ φωτὶ περιαυγαζόμενος, πρέσβευε Χριστῷ τῷ Θεῷ, ὑπὲρ ἡμῶν ἀειμακάριστε.

Δόξα. Ἦχος πλ. α΄.
Ἰσάγγελον, ἐπὶ γῆς πολιτείαν διήνυσας, ἰσάγγελον καὶ τιμήν, ὁ Χριστός σοι δεδώρηται· Ἀγγέλων ἄρτον ἐγεύσω ἐν τῇ ἐρήμῳ, Ἀγγέλων καὶ ταῖς ταξεσιν, ἐν οὐρανοῖς συνηρίθμησαι· τῶν ἀρχαίων Ὁσίων τὸν βίον ἀνενδότως ἐμιμήσω, τὴν ὁμοίαν πάλην κατὰ τοῦ βροτοκτόνου συγκεκροτηκώς, σὺν αὐτοῖς καὶ συνευφραίνῃ ἐν τῇ ἐπουρανίῳ διαγωγῇ· ἀγελάρχης ἀνεδείχθης μοναστῶν ἐν τῷ κόσμῳ, ταξίαρχος καὶ τῶν ψυχῶν αὐτῶν, τῶν διὰ σοῦ σεσωσμένων, παρὰ τοῦ ἀθανάτου Βασιλέως κεχειροτόνησαι. Μεγάλοι οἱ ἀγῶνές σου, μεγάλα καὶ τὰ ἔπαθλα, καὶ ἡ δόξα σου ἄφθιτος εἰς αἰῶνας αἰώνων, Ἰωάννη θαυματουργὲ τρισμακάριε.

 Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῶν ἀσκητῶν ἀληθῶς, ὁ ὑφηγήτωρ τῆς ἐρήμου ὁ ἔξαρχος, ὁ πήξας τὴν καλιάν σου, ἐν ἀπροσίτοις ὀπαῖς, ἐν αἰγείῳ δέρματι καλυπτόμενος, ἀστὴρ παμφαέστατος, καταυγάσας ταῖς λάμψεσι, τῶν σῶν ἀγώνων, τὴν τῆς Ῥίλας πανέρημον, ὁ τοῖς θαύμασιν, ἐξαπλώσας τὴν χαριν σου, ἥν σοι Χριστὸς δεδώρηται, πλουσίως τὰ ἔπαθλα, ὁ διανέμων τοῖς φίλοις, τοῖς τον Θεὸν ἀγαπήσασι, ψυχῆς διαθέσει, καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ καὶ διανοίᾳ τε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Φάρος, προσαναφθεὶς τῷ πυρί, τοῦ Παρακλήτου κατεφώτισας Ὅσιε, ψυχὰς τῶν σοὶ προσιόντων, οὒς εἰς Μονὴν ἱεράν, ὥσπερ ἄλλος Σάββας συναγήοχας, ἐν ᾗ και παρέδωκας, ἐν χερσὶ τοῦ Παντάνακτος, τὴν ἱεράν σου, ψυχὴν ἔνθους γενόμενος, καὶ μετάρσιος, τὰ σὰ τέκνα ηὐλόγησας, Πάτερ ὦ συμπαθέστατε, καὶ πάντας δὲ νῦν ἠμᾶς, τοὺς ἐκτελοῦντας τὴν μνήμην, τῆς ἱερᾶς σου κοιμήσεως, εὐλόγησον μάκαρ, τῶν πταισμάτων αἰτουμένους, ἡμῶν τὴν ἄφεσιν.

Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Χεῖρα, τὴν δεξιάν σου ἡμεῖς, καταπλουτοῦντες Ἰωάννη μακάριε, ἰάσεις παρεχομένην, τοῖς μετὰ πόθου αὐτήν, κατασπαζομένοις καὶ γεραίρουσιν, ἐν ὕμνοις καὶ ᾄσμασι, τὰ σεπτά σου παλαίσματα, εὐχαριστοῦμεν, τῷ Σωτῆρι κραυγάζοντες· πολυεύσπλαγχνε, δὸς ἡμῖν τὰ αἰτηματα, παῦσον τὸν δεινὸν τάραχον, τὸν ἐκ τῶν παθῶν ἡμῶν, τῷ φθόνῳ ἐγειρομένων τοῦ σκολιόφρονος δράκοντος, παρέχων εἰρήνην, ταῖς ψυχαῖς ἡμῶν πρεσβείαις, τοῦ σοῦ θεράποντος.






Δόξα. Ἦχος δ΄.
Τὴν δεξιάν, τὴν πάντιμόν σου κατέχοντες, δι’ αὐτῆς κομιζόμεθα, ἀναψυχὴν ἐν τοῖς πειρασμοῖς, καὶ σωτηρίαν ἐν ταῖς νόσοις. Δι’ αὐτῆς γάρ, Ἰωάννη θεσπέσιε, τὸν λύκον τὸν κατὰ σοῦ ὠρυόμενον, ἀπεδίωκες, ἄμαχον αὐτὸν καθιστάς, τῷ σημείῳ τοῦ Σταυροῦ· καὶ αὖθις, δι’ αὐτῆς τοὺς πάσχοντας ἐπευλογῶν, καὶ ἐπισημειούμενος, ἢ ἐπαλείφων ἐλαίῳ, ὑγιεῖς ἐξαπέλυες. Δι’ αὐτῆς καὶ νῦν ἡμᾶς τοὺς ἑορτάζοντάς σου τὴν ἁγίαν μετάστασιν εὐλόγησον, καὶ ἐνίσχυσον, ἐν γνώσει ὁδεύειν τὴν τεθλιμμένην ὁδόν, ὅπως διαπλεύσαντες τὸ τοῦ βίου μέγα πέλαγος, εἰς τὴν οὐράνιον ἀνάπαυσιν καταντήσωμεν, ἔνθα πάντων εὐφραινομένων ἐν Χριστῷ τῷ Θεῷ ἡμῶν, κατοικία προητοίμασαι.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐκ βρέφους ἠγάπησας τὸν Πλάστην σου καὶ Θεόν, εἰς Ὃν καθιέρωσας σαυτὸν μακάριε, καὶ τήξας τὸ σῶμά σου, ἀκροτάτῃ ἀσκήσει, ἐν ὀπαῖς καὶ σπηλαίοις, ἐκάλλυνας τῆς ψυχῆς σου τὴν εὐγένειαν ὅθεν, ἡ Τριὰς ἐν σοὶ ἡ Ἁγία, παμμάκαρ Ἰωάννη ἐνώκησε.
Δόξα. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Τὴν χεῖρα κεκτημένοι παμμάκαρ τὴν δεξιάν σου, πλοῦτον ἡμῶν ἀναφαίρετον, ἐν ψυχῆς εὐφροσύνῃ, κυκλοῦντες τὴν πάντιμον σορόν, καὶ πόθῳ ἀσπαζόμενοι αὐτήν, θεσπέσιε Ἰωάννη Πατὴρ ἡμῶν, βοῶμέν σοι κραυγάζοντες· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἐνισχύσαντι, δόξα τῷ σὲ ἰαμάτων πηγὴν ἡμῖν ἀναδείξαντι.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.


ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἡ μνήμη σου Ὅσιε τῇ Ἐκκλησίᾳ Χριστοῦ, ἀνέτειλε πάμφωτος, περιαυγάζουσα, πιστῶν τὰ συστήματα, φαειναῖς φρυκτωρίαις, τῶν θαυμάτων σου Πάτερ, ἅπερ πλουσίως νέμεις, τοῖς προστρέχουσι πόθῳ,  καὶ προσαιτουμένοις τὴν λύσιν, τῶν νόσων ψυχῆς καὶ σώματος.
 Δόξα. Κανν. Θεοτοκίον.
Ταχδέξαι Δέσποινα τς κεσίας μν, καταύτας προσάγαγε τσΥἱῷ καΘεῷ, Κυρία Πανάχραντε, λσον τς περιστάσεις, τν ες σπροστρεχόντων, σκέδασον τς νέδρας, κατθράση Παρθένε, τν ννφοπλιζομένων, καττν δούλων σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τῇ σορῷ τῆς ἁγίας χειρός σου Ὅσιε, προσπελάζοντες πόθῳ οἱ συνεχόμενοι, ἀδοκήτοις πειρασμοῖς παθῶν καὶ θλίψεων, καὶ ἀσπαζόμένοι αὐτήν, εὑρίσκομεν ἀπαλλαγήν, καὶ ἰατρείαν ἐν πᾶσι, εὐχαριστοῦντες τῷ δόντι, τὴν χάριν ταύτην σοὶ ἀοίδιμε.
Δόξα. Κανν. Θεοτοκίον.
Τὴν ταχεῖάν σου σκέπην καὶ τὴν βοήθειαν, καὶ τὸ ἔλεος δεῖξον ἐπὶ τὸν δοῦλόν σου, καὶ τὰ κύματα Ἁγνὴ καταπράϋνον, τῶν ματαίων λογισμῶν, καὶ τὴν πεσοῦσάν μου ψυχήν, ἀνάστησον Θεοτόκε. Οἶδα γὰρ οἶδα Παρθένε, ὅτι ἰσχύεις ὅσα καὶ βούλεσαι.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀπαθείᾳ τὸν νοῦν σου προκαθαρθείς, ἐν σχισμαῖς καὶ σπηλαίοις ἐρημικοῖς, ὡμίλησας Ὅσιε, τῷ Θεῷ Παντοκράτορι, παρ’ οὗ τὰς ἐλλάμψεις τὰς θείας δεξάμενος, ὀπτασιῶν ἐνθέων, πλουσίως ἠξίωσαι· ὅθεν καὶ θαυμάτων, ποταμὸς ἀνεδείχθης, ἰάσεις δωρούμενος, τοῖς πιστῶς σοι προστρέχουσιν, Ἰωαννη θαυματουργέ, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
 Δόξα. Κανν. Θεοτοκίον.
Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ Χήρα ἐκείνη δύο λεπτά, προσφέρω σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων σου· σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων, ἀεί με ἐξαίρουσα. Ὅθεν ὡς ἐκ μέσου, φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω σοι· Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.


Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθε ὁ φθόγγος τῶν κατορθωμάτων σου· δι’ ὧν ἐν τοῖς οὐρανοῖς εὗρες μισθὸν τῶν καμάτων σου, τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παῤῥησίαν οὖν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου.
ᾨδὴ α. Ἦχος πλ.δ΄. Ἁρματηλάτην Φαραώ.
Τῷ τοῦ Δεσπότου θρόνῳ παριστάμενος, ἀνάπλεως τοῦ φωτός, τοῦ ἐπουρανίου, Ἰωάννη Ὅσιε, ἀκτῖνά μοι κατάπεμψον, τοῦ φωτίσαι τὸν νοῦν μου, σκότους ἀνάπλεων, ὅπως ἂν ὕμνοις καταστέψω τοὺς ἄθλους σου.
Ὅλον ἐκ βρέφους τῷ Θεῷ ἀφωρισας, σαυτὸν μακάριε, φόβῳ καὶ ἀγάπῃ, τούτου τὰ ἐντάλματα, τηρῶν μὴ λογιζόμενος, τὴν κακίαν τοῦ φθόνου, ὑποκριτὴν ὀνομάζουσα, σὲ τῶν ἀρετῶν τὸ κειμήλιον.
Τὴν τοῦ Σωτῆρος ἐντολὴν μακάριε, τὴν χρίουσαν φαεινῶς, τοὺς τελείους ὅλῃ, τῇ ψυχῇ ἐπλήρωσας, καὶ νείμας τὴν οὐσίαν σου, ἐν χερσὶ τῶν πενήτων, χαίρων ἐδέξω τὸ ἅγιον, Σχῆμα Ἰωάννη θεόκλητε.
Θεοτοκίον.
Δέσποινα Κόρη τῶν Ἀγγέλων Ἄνασσα, ἡ τοῦ ἐλέους πηγή, τῆς ἀγαθωσύνης, πέλαγος ἀπέραντον, δυσώπησον τὸν Κύριον, καὶ Υἱόν Σου ἐν χώρᾳ, ζώντων συντάξαι τὰ πνεύματα, τῶν κειμένων ὧδε παρθένων Σου.












Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ταπεινώσει τρισμάκαρ προκαθαρθεὶς ἄριστα, καὶ ὑπακοῇ διαπρέψας, θείων ἠξίωσαι, ὀπτασιῶν θαυμαστῶς· δι’ ὧν ἀνῆλθες εἰς ὄρος, μόνος ὡς εἰς ἄλλο Καρμήλιον.
Προσευχαῖς καὶ νηστείαις τὴν τῶν παθῶν ἔσβεσας, φλόγα ἐξανάψας ψυχῆς σου φλόγα τὴν καίουσαν, ἐν ἀστραπαῖς φαειναῖς, ἀπὸ τῆς θείας ἀγάπης, ὥσπερ ἄλλος ἥλιος, θάλπων τὴν ἔρημον.
Ἄσκευος καὶ ἀκτήμων ἔσχες τροφὴν ἄσκευον, τὰς ἀγρίας Πάτερ βοτάνας, καὶ ὡς ὁ Πρόδρομος, ἀσκεύῳ ἐν δέρματι, ἐνδεδυμένος διῆγες, ὡς ἐρημικὸν καλλιέρημα.
Θεοτοκίον.
Τῶν Ἀγγέλων Κυρία ὦ συμπαθὴς Δέσποινα, δέξαι ἱκεσίας Σῶν δούλων, ἅσπερ προσάγαγε, Υἱῷ Σου Μονογενεῖ, ὅπως ψυχὰς ἀναπαύσῃ, τῶν ἀπελθουσῶν ἀδελφῶν ἡμῶν.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.
Τῆς ἐρήμου τὸ ἄνθος τὸ θαυμαστόν, τῶν σχισμῶν καὶ σπηλαίων τὸν οἰκιστήν, τὸν  μέγαν ὑμνήσωμεν, Ἰωάννην τὸν φύλακα, ἡμῶν καὶ κηδεμόνα, ἐν πάσας συμπτώσεσιν, ἐν στερήσει τροφέα, ἰατῆρα δὲ κράτιστον· οὗτος γὰρ ἐν ἄκρᾳ, διαπρέψας ἀσκήσει, ῥωσθεὶς τὴν διάνοιαν, τῶν θαυμάτων ἐδέξατο, ἐκ Θεοῦ τὴν ἐνέργειαν, δαίμονας ἐλαύνει γοργῶς, ἀνιάτων δὲ νόσων συμπτώματα, τῶν αὐτῷ προσιόντων, θεραπεύει ἑκάστοτε.
 Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς ἀκυβέρνητον, ποντουμένην Πανάμωμε, ἁμαρτιῶν τε φόρτῳ φανεῖσαν ὑπέραντλον, καὶ εἰς πυθμένα ᾅδου πεσεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, τῇ θερμῇ Σου πρεσβείᾳ, καὶ σῶσον παρέχουσα, τὸν λιμένα τὸν εὔδιον, ἵνα πίστει κραυγάζω Σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν· Σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός Σου.












ᾨδὴ δ΄ Σύ μου ἰσχύς.
Σοῖς ὀφθαλμοῖς, ὕπνον οὐκ ἔδωκας Ὅσιε, σοῖς κροτάφοις, νυσταγμὸν οὐδέποτε, διηνεκῶς, πλήττων τὸν σατάν, διὰ πολιτείας ἀμέμπτου καὶ δι’ ἀσκήσεως, ἐν ἄκρᾳ ταπεινώσει, ἐν ταῖς νίκαις κραυγάζων· τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.
Σχῆμα ληστῶν, ποτὲ λαβόντες οἱ δαίμονες, ἐν τῷ ὄρει, πάλην συνεκρότησαν, καὶ τυψαντές σε ὀδυνηρῶς, ἐξεβίαζόν σε, την ἐρημίαν ἀρνήσασθαι· πλὴν σὺ ὢν τετρωμένος, τῷ πόθῳ τοῦ Δεσπότου, εἰς τῆς Ῥίλας ἔβης τὴν πανέρημον.
Τὴν ἀρετήν, οὐκ ἔδει ὄντως καλύπτεσθαι, ἐν ἐρήμῳ· ὅθεν ὁ πανάγαθος, Θεὸς τῶν δώρων ὁ χορηγός, πηγὴν ἰαμάτων καὶ θαυμασίων σε ἔδειξε, τοῖς δεομένοις πᾶσι, καὶ ἡ ἄγονος χώρα, παραδόξως τροφήν σοι ἐβλάστησε
Θεοτοκίον.
Οὐδείς ποτέ, ἐπὶ τῆς γῆς ἀναμάρτητος, οὐδεὶς μώμου, εὔσπλαγχνε ἀμέτοχος, τῶν ἐν σαρκί, ζώντων ἐπὶ γῆς· διὸ ὡς Δεσπότης, τᾶς κοιμηθείας παρθένους Σου, ἀπάλλαξον ἁπάσας, δικαίας καταδίκης, ταῖς πρεσβείαις τῆς Σῆς Θεομήτορος.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Βασιλεῖ ἐκζητοῦντι, νουθεσίας προφρόνως ἐπέστειλας, εἰ τὴν Βασιλείαν, τὴν ἀσάλευτον ποθεῖ προσκτήσασθαι, σὺν τῇ εὐσεβείᾳ, ἐλέει τε καὶ συμπαθείᾳ, βασιλικοῖς κοσμηθήτω χαρίσμασι.
Σὲ προστάτην τρισμάκαρ, πρὸς Θεὸν κεκτημένοι καὶ πρέσβυν ἄγρυπνον, ἐκ παντὸς κινδύνου, καὶ ποικίλων νόσων ἐκλυτρούμεθα· καὶ γὰρ ὁ Δεσπότης, μετ’ εὐμενείας ὑπακούει, τῶν πιστῶν αὐτοῦ δούλων τὴν δέησιν.
Δαιμονῶντας ἰάσω, τῇ τῆς δεξιᾶς σου ἀφῇ καὶ ταῖς σαῖς εὐχαῖς· νῦν δ’ ἡμᾶς θεόφρον, κεκτημένους αὐτὴν ἐν σεπτῇ σορῷ, καὶ ἀσπαζομένους, θυμοῦ καὶ ταραχῆς παντοίας, ἐλευθέρωσον ταῖς ἱκεσίαις σου.
Θεοτοκίον.
Παρὰ Σοὶ παντοκράτος, ὡς προέφης μοναὶ πολλαὶ πέλουσιν, ἔνθα τὸ ἄδυτον τῆς θεότητος φέγγος, καὶ τρυφῆς ὁ χειμάῤῥὀυς ὁ ἄπαυστος· ἐν αὐταῖς οὖν Σῶτερ, ταῖς τῆς Μητρός Σου ἱκεσίαις, τὰς προκοιμηθείσας παρθένους σύνταξον.








ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἠγάπησας τὸν Θεόν, ἐν ὅλη τῇ διανοίᾳ σου, καὶ ἐκκολήθης αὐτῷ, ὅλῃ τῇ ἰσχύϊ σου· διόπερ ἀνάπαυσιν εὗρες Ἰωάννη, ἐν τῇ πόλει τοῦ Θεοῦ ἡμῶν.
Ἐν ἀκηδίαις στιγμαῖς, οὐδόλως ὠλιγοψύχησας, βιάζων δὲ σεαυτόν, ὥσπερ ὁδοιπόρος τις πορείαν στελλόμενος, ἀπωτάτην Πάτερ, τοῦ σκοποῦ σου οὐκ ἐξέφυγες.
Τοῦ βήματος τοῦ φρικτοῦ, ἐμνημονεύων ἀείποτε, συνέστελλες σεαυτόν, προς πᾶσαν ὑπόμνησιν, ἀνέσεως Ὅσιε· ὁ ἁγνὸς γὰρ φόβος, τοῦ Κυρίου ἐστὶν ἄπαυστος.
Θεοτοκίον.
Βασίλισσα οὐρανοῦ, καὶ γῆς ὑπάρχεις πανάχραντε· διὸ πρὸς τὸν Σὸν Υἱόν, καὶ Κτίστην τοῦ σύμπαντος, ψυχὰς τῶν παρθένων Σου, τῶν κεκοιμημένων, σεσωσμένας συνεισάγαγε.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὐψωθείς.
Ταῖς τῶν δακρύων σου κρουνοῖς ἀεννάοις, ἐν τῇ ἐρήμῳ διαιτώμενος μάκαρ, τὴν ψυχικήν σου αὔλακα, κατήρδευσας λαμπρῶς· ὅθεν ἀνεβλάστησε, θείων ἔργων τὸν στάχυν, ἀκμαῖον κατευφράναντα, τὸν τῶν ὅλων Δεσπότην, ὃς σὲ ἠμείψατο πλουσίως ὡς Θεός, πηγὴν θαυμάτων, ἡμῖν ἀναδείξας σε.
Ὁ Οἶκος.
Οἶδα καλῶς ὅτι πᾶν δώρημα τέλειον, ἄνωθέν ἐστι καταβαῖνον παρὰ τοῦ Πατρὸς τῶν φώτων· οὗπερ ἐγὼ ταῖς πολλαῖς ἁμαρτίαις κατέστησα ἑμαυτὸν ἀνάξιον. Ὅμως ὦ θεοφόρε Ἰωάννη, ἐπιποθοῦντι τελείως ὑμνῆσαι την θαυμαστὴν βιοτήν σου, δός μοι φῶς καὶ ἰσχύν, ὡς τοῦ ἐλεήμονος Θεοῦ παντέλειος μιμητής. Καὶ γὰρ καθάρας σαυτὸν δι’ ἀκροτάτης ἀσκήσεως, προσεκτήσω ἀνόθευτον τὴν πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον ἀγάπην, ὑπὲρ οὗ καὶ μετὰ θάνατον ἄπειρα ἐκχέεις τὰ ἐλέη σου, τοῖς μετὰ πίστεως προσερχομένοις, τῇ ἱερᾷ τῶν λειψάνων σου σορῷ. Εὐαρεστήσας γὰρ τελείως τῷ Θεῷ, ἔλαβες τελείαν τὴν ἀντάμειψιν. Αὐτὸς γὰρ ὁ μεγαλόδωρός ἐστιν, ὁ πηγὴν θαυμάτων ἡμῖν ἀναδείξας σε.











Συναξάριον
Τῇ ΙΘ΄ τοῦ αὐτοῦ μηνός, ὁ Ὅσιος Ἰωάννης ὁ θαυματουργός, ὁ κατὰ τὸ ὄρος τοῦ Ῥίλα ἀσκήσας, καὶ τὴν ἐκεῖσε μονὴν οἰκοδομήσας, ἐν εἰρήνῃ τελειοῦται.
Κτίτωρ Μονῆς σύ, ὦ Ἰωάννη Ῥίλας,
Δειχθεὶς κατοικεῖς νῦν Μονὰς τὰς ἐν πόλῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἰωήλ.
Ὁ γῆς Ἰωὴλ ἐκτραγῳδήσας πάθη,
Μετῆλθεν ἐκ γῆς εἰς τόπον κρείττω πάθους.
Οὗτος, ἦτο ἐκ τῆς φυλῆς τοῦ Ῥουβίμ, ἐκ τοῦ ἀγροῦ τοῦ καλουμένου Μεθομοῤῥῶν. Ἑρμηνεύεται δὲ Ἰωήλ, κατὰ μὲν τὸν παλαιὸν συναξαριστήν, ἀγάπη Κύρίου, ἢ ἀρχή, ἢ ἀπαρχὴ Θεοῦ· κατὰ δὲ τὸν νεώτερον ἑρμηνευτήν, ὁ Γιαχβὲ εἶναι ὁ Θεός. Ἀπορίας ἀξιον εἶναι ὁ ἀκριβὴς χρόνος τῆς δράσεως τοῦ ἐνδόξου τούτου Προφήτου. Ἄλλοι τὸν τοποθετοῦν ἐπὶ τῆς βασιλείας τοῦ Ἰωὰς 836-797 π.Χ. καὶ ἄλλοι μετὰ τὴν βαβυλώνιον αἰχμαλωσίαν.
Εἰς δύο μέρη χωρίζεται ἡ θεόγραφος βίβλος αὐτοῦ. Εἰς μὲν τὸ πρῶτον περιγράφει ὁ Προφήτης τὴν φοβερὰν μάστιγα τῆς ἀκρίδος καὶ παρακινεῖ λαὸν καὶ ἱερεῖς εἰς μετάνοιαν· Πενθεῖτε, οἱ Ἱερεῖς οἱ λειτουργοῦντες θυσιαστηρίῳ Κυρίου (κεφ 1,9). Ἁπάντας κατοικοῦντας γῆν εἰς οἶκον Θεοῦ ὑμῶν καὶ κεκράξετε πρὸς Κύριον ἐκτενῶς (Κεφ. 1, 14). Τῆς γῆς, λοιπόν, ἐκτραγωδήσας πάθη, ἤγαγε τὸν λαὸν εἰς μετάνοιαν καῖ οὕτω παύει ἡ ὀργὴ τοῦ Κυρίου. Εἰς δὲ τὸ δεύτερον καὶ σπουδαιότερον μέρος εὐαγγελίζεται πάσης σάλπιγγος εὐηχότερον τὴν ἔνσαρκον ἔλευσιν τοῦ Θεοῦ Λόγου, καὶ τὴν κάθοδον τοῦ Ἁγίου Πνεύματος ἐπαγγέλλεται· Καὶ ἔσται μετὰ ταῦτα καὶ ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται (Κεφ. 3, 1). Ἐπίσης ἀναγγέλλει τὸ σωτήριον πάθος καὶ τὴν Δευτέραν Παρουσίαν τοῦ Σωτῆρος· Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ (Κεφ. 3, 4)
Καὶ ταῦτα προφητεύσας, ἀπέθανε καὶ ἐτάφη εἰς τὴν ἰδικήν του γῆν μετὰ τῶν πατέρων αὐτοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Οὐάρου καὶ τῶν σὺν αὐτῷ ἐκ τῆς ἐρήμου ἕξ Ὁσιομάρτυρες.
Ξεσμοὺς ἀπείρους καρτεροῦντος Οὐάρου,
Σατὰν πλάνης ἔξαρχος Οὐαὶ μοι! λέγει.
Ἀσκητικῶς ζήσαντες ἄνδρες ἅμα,
ἀθλητικῶς θνήσκουσιν ἐκ ξίφους ἅμα.
Οὗτος, ἐπὶ Μαξιμιανοῦ τοῦ βασιλέως ἦν, στρατευόμενος ἐν Αἰγύπτῳ, γένους ὢν ἐπισήμου καὶ λαμπροῦ καὶ εὐσεβοῦς. Ἐγκλεισθέντων δέ τινων Ἁγίων, ἑπτὰ τὸν ἀριθμόν, ἐπὶ χρόνον πολύν, ἐπιμελεῖτο αὐτῶν ὁ Ἅγιος καθ’ ἑκάστην. Ἑνὸς δὲ τῶν ἑπτὰ ἀναπαυσαμένου, κατέταξεν ἑαυτὸν ὁ Ἅγιος ἀντ’ ἐκείνου· καὶ πρὸς τὸν ἡγεμόνα μετὰ τῶν λοιπῶν ἀχθείς, τύπτεται ῥοπάλοις, καὶ ἐπὶ πολὺ ξέεται τὰς πλευράς, καὶ ἐν αὐταῖς ταῖς βασάνοις ἐπὶ πέντε ὥραις παραταθείσαις, τὴν ψυχὴν τῷ Κυρίῳ ἀποδίδωσι.






Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Κλεοπάτρας.
Κλέος ποθοῦσα θεϊκὸν Κλεοπάτρα,
ἀξίως εὗρε τὴν πλήρωσιν τοῦ πόθου.
Ἡ ὁσία Κλεοπάτρα ὕπηρξε πλουσία, καὶ τῶν ἐπισήμων πρώτη, καταγομένη ἐκ τῆς ἀγνώστου σήμερον κωμοπόλεως Σύρα, ἤ κατ᾿ἄλλην ἔκδοσιν, Ἔδρα παρὰ τὸ Θαβώριον ὅρος τῆς Παλαιστίνης. Αὕτη, μετὰ τὸν θάνατον τοῦ συζύγου τῆς ἦλθεν εἰς Αἴγυπτον, εὑρεθεῖσα δὲ εἰς τὸν τόπον τοῦ μαρτυρίου τοῦ Ἁγίου Οὐάρου, ἔλαβε τὸ Ι. Λείψανον τοῦ, τὸ ὁποῖον κατ’ ἀρχὰς ὑποκάτω τῆς κλίνης αὐτῆς ἔκρυψε. Ἔπειτα, μετεκόμισε τοῦτο εἰς τὸ χωρίον τῆς, ὅπου τὸ ἀπέθηκεν εἰς τὸν τάφον τοῦ πάππου τῆς, καθ᾿ ἑκάστην δὲ ἐθυμία περὶ τὸν τάφον. Πολλοὶ ἀσθενεῖς προσερχόμενοι εἰς τὸν τάφον τοῦ μάρτυρος θεραπεύοντο. Εἰς τιμὴν τοῦ ἁγίου Ὀυάρου ἡ ὁσία Κλεοπάτρα ἀνήγειρε ναόν, πολλὰ δαπανήσασα καὶ παντὶ τῷ κόσμῳ αὐτὸν κοσμήσασα, μετέφερε δὲ εἰς αὐτὸν τὸ Ἱ.Λείψανον ἐπὶ παρουσία τοῦ ἐπισκόπου, τῶν ἱερέων, καὶ τοῦ λαοῦ. Ὁ υἱὸς τῆς μακαρίας Κλεοπάτρας δωδεκαετὴς Ἰωάννης, ἐτοιμαζόμενος διὰ στρατιωτικὴν ὑπηρεσίαν, ἐγένετο ἀντικείμενον ἰδιαιτέρας φροντίδος τῆς μητρός του, ἡ ὁποία ἱκέτευε τὸν μάρτυρα Οὔαρον νὰ βοηθήσῃ τὸν υἱόν της, ἀλλ᾿ ὁ Ἰωάννης ἀπέθανε.
Ἡ ὁσία Κλεοπάτρα προσέπεσεν εἰς τὸν τάφον τοῦ μάρτυρος καὶ μετὰ τίνος παραπόνου ἀνέκραξε: «Ἐγὼ τόσους κόπους κατέβαλα διὰ σὲ τὸν μάρτυρα καὶ σύ μου ἀφήρεσες τὸν υἱόν μου;». Καθ’ ὕπνους ὁ μάρτυς Οὔαρος κρατῶν τὴν χεῖρα τοῦ Ἰωάννου, ἐνεφανίσθη εἰς τὴν Κλεοπάτραν καὶ εἶπε: «Διατί, ὁ γύναι, κραυγάζεις ἐναντίον μου ; ·Ἐγὼ ἔλαβον τὸν υἱόν σου διὰ τὸν στρατὸν τοῦ οὐρανίου Βασιλέως». Ὁ δὲ Ἰωάννης εἶπεν εἰς τὴν μητέρα τοῦ: Διατί κραυγάζεις οὕτω, μῆτέρ μου; Ἐγὼ εὑρίσκομαι παρὰ τῷ Βασιλεῖ Χριστῷ, καὶ μετὰ τῶν Ἀγγέλων παρίσταμαι ἐνώπιόν Του. Ἀκούσασα τοῦτο ἡ ὁσία Κλεοπάτρα ἀνέκραξε: «Λάβετε καὶ ἐμὲ διὰ νὰ εἶμαι μαζύ σας». Ὁ μάρτυς Οὐαρος ἀπήντησεν ὅτι θὰ τελευτήσῃ μετά τινα χρόνον. Καὶ ἡ ὁσία Κλεοπάτρα μετὰ χαρᾶς ἔθαψε τὸν υἱόν της, διένειμε τὴν περιουσίαν της εἰς τοὺς πτωχούς, καὶ ἡ ἰδία ἐτελεύτησεν ἐν εἰρήνῃ ἐν Παλαιστίνῃ μετὰ ἑπτὰ ἔτη (μετὰ τὸ 319), ἐτάφη δὲ ἐν τῷ ναῷ τοῦ μάρτυρος Οὐάρου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαδώθ, καὶ τῶν σὺν αὐτῷ εἴκοσι καὶ ἑκατὸν Μαρτύρων, ἐν Περσίδι τελειωθέντων.
Σαδὼθ ὁ θεῖος τὴν κάραν τμηθεὶς ξίφει,
Θεοῦ Σαβαὼθ νῦν παρίσταται θρόνῳ.
Δεκὰς δεκαπλῆ Μαρτύρων συμμαρτύρων,
Καὶ δὶς δέκα θνῄσκουσι πληγέντες ξίφει.
 Βασιλεύοντος Σαβωρίου ἐν τῇ τῶν Περσῶν χώρᾳ, ὁ Ἅγιος Σαδώθ ἐκεῖσε ὤν, ἐν μιᾷ τῶν ὑπὸ τὴν βασιλείαν αὐτοῦ ἐνορίᾳ, καὶ τὸν τοῦ Χριστοῦ λαὸν ἐκδιδάσκων τὰ εἰς ψυχικὴν ὠφέλειαν συντείνοντα, τινὰς δὲ καὶ τῶν Περσῶν βαπτίζων, διεβλήθη τῷ βασιλεῖ· καὶ προσαχθεὶς αὐτῷ, καὶ μὴ πεισθεὶς προσκυνῆσαι τῷ Ἡλίῳ καὶ τῇ Σελήνῃ, τῷ τε ὕδατι καὶ τῷ πυρί, πρῶτον μὲν τύπτεται ῥάβδοις· εἶτα τέμνεται ἀπὸ τοῦ μετώπου ἄχρι τῶν ὀνύχων, καὶ ἀφαιρεῖται ἀπὸ τοῦ δέρματος αὐτοῦ λῶρον ἕνα, ἔχοντα τεσσάρων δακτύλων πλάτος· καὶ αὖθις βουνεύροις τύπτεται, καὶ ἐπ’ ἀκανθῶν καὶ σκολόπων κυλίεται, καὶ εἰς κοχλίαν αὐτὸν ἀποσφίγγουσι. Ταῦτα δὲ πάντα γενναίως ὑπομείνας, τὸν βασιλέα πλέον ἐξέμηνε.
Βληθεὶς δὲ εἰς φυλακήν, πάλιν ἄγεται εἰς ἐρώτησιν. Ὑγιὴς δὲ εὑρεθεὶς ἐν ὅλῳ τῷ σώματι, ἐκρεμάσθη κατὰ κεφαλῆς, καὶ ὀβελίσκοις πεπυρακτωμένοις κατατριτώσκεται ὅλον τὸ σῶμα. Καὶ ἐπεὶ ὁ Ἅγιος εἰς οὐδὲν ταῦτα ἐλογίζετο, ἤκουσε δὲ καὶ τοῦ βασιλέως ἐπαπειλοῦντος, ὅτι ἔμελλε σκορπίσειν τὰ μέλη τούτου: Πιστεύω τῷ Θεῷ μου, ἀντέφησεν, ὅτι οὕτω διαμεριοῦνται οἱ χριστιανοὶ τὰ λείψανά μου· καὶ ὃς ἐὰν ἐπικαλέσηται τὸν Θεὸν ἐν τῷ ὀνόματί μου, σωτηρίαν εὑρήσει· καὶ παρευθὺς τὴν γλῶτταν τέμνεται. Ὄμματα δὲ καὶ χεῖρας εἰς οὐρανὸν ἐκτείνας, καὶ καθ’ ἑαυτὸν προσευξάμενος, φωνῆς ἐξ οὐρανοῦ ἤκουσε λεγούσης: Ἡ αἴτησίς σου πεπλήρωται, καὶ ἰδοὺ ἔσῃ λαλῶν· καὶ φυείσης αὐτῷ γλώσσης ἑτέρας, ἐδόξαζε τὸν Θεόν. Ταῦτα βλέποντες οἱ λαοί, ἐξεπλήσσοντο, καὶ ἐπίστευσαν ἐπὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἄνδρες χίλιοι ἑβδομήκοντα, καὶ ἕτεροι διακόσιοι.
Ἰδὼν δὲ ὁ βασιλεύς, ὅτι πολλοὶ δι’ αὐτοῦ προσέρχονται τῷ Χριστῷ, ξίφει τὴν κεφαλὴν αὐτοῦ ἀποτμηθῆναι προσέταξεν. Ἐπεὶ δὲ καὶ ἕτεροι οὐκ ὀλίγοι ἀνεβόησαν λέγοντες: Βασιλεῦ, καὶ ἡμεῖς Χριστιανοὶ ἐσμέν· καὶ κατ’ αὐτῶν ἀπεφήνατο· καὶ λαβόντες αὐτοὺς οἱ στρατιῶται, ἀπήγαγον ἐπὶ τὸν τῆς σφαγῆς τόπον· καὶ προσευξάμενος ὁ Ἅγιος, καὶ κατασφραγίσας αὐτούς, ὄντας τὸν ἀριθμὸν ἑκατὸν εἴκοσι, αὐτὸς πρῶτος ἀπετμήθη τὴν κεφαλήν, καὶ καθεξῆς οἱ λοιποί.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μνάσωνος.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Λεόντιος ὁ φιλόσοφος, ἐν εἰρήνῃ τελειοῦται.
Σὺ καὶ λογισμοὺς ζῶν νόθους ἦγξας Πάτερ,
Καὶ συλλογισμῶν γνοὺς τέχνην ἀπηλλάγης.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Φῆλιξ πρεσβύτερος καὶ Εὐσέβιος διάκονος ξίφει τελειοῦνται.
Τομὴν κεφαλῶν Εὐσέβιος καὶ Φίληξ,
Φίλην δι’ εὐσέβειαν, ὤ πῶς ἠγάπων!

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Φριντεσγουΐντ (Frideswide) τῆς Ὀξφόρδης
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ηὔξαι μακάριε περάναι, τὴν ζωὴν αὐτοῦ συγγενικόν σου παῖδα· προεγνὼς γὰρ αὐτόν, ἄσωτον ἀποβῆναι· διὸ καὶ ὀφιόδηκτος, ἐτερμάτισε τὸν βίον.
Δέξαι μου Ὅσιε τοὺς ὕμνους, οὓς προσάγω σοι ἀπὸ βαθέων στέρνων, καὶ πρόσθητι ἐμοῦ, τοῦ κόσμου ἐκδημοῦντος, διώκων τὰ τελώνια, μακρὰν ἀπὸ τῆς ψυχῆς μου.
Ἴνδαλμα γέγονας θεόφρων, ἀκροτάτης ἀσκήσεως τοῖς πᾶσι· διόπερ ἱκέτευω Σε, γενέσθαι μου προστάτην, δωροῦντά μοι ὑπομονήν, ἐν στερήσεσι καὶ πόνοις.
Θεοτοκίον.
Ὅταν Κυρία τῶν Ἀγγέλων, ἡ τῆς Κρίσεως περιηχήσῃ σάλπιγξ, ἐν τῇ σιγῇ ἐκείνῃ τοῦ ἡμιωρίου, ἱκέτευσον τὸν Σὸν Υἱόν, ὑπὲρ τῶν μοναζουσῶν Σου.







ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Διεφημίσθης Ὅσιε, ἐν τοῖς πέριξ ὁ βίος σου, καὶ ἡ θαυμαστή σου, παῤῥησία προσάγουσα, ην ἔσχες πρὸς Κύριον· διὸ συνέῤῥεον ἐν χαρᾷ, οἱ ἐπιποθοῦντες, τὴν αὐτῶν σωτηρίαν, μεθ’ ὧν νῦν ἀναμέλπεις, ἐν οὐρανοῖς κραυγάζων· λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Εἰς δόξαν ἀνυπέρβλητον, ἡ μονή σου ἐξέλαμψε, τοῦ Χριστοῦ σὲ Πάτερ, ὥσπερ φάρον φαίνοντα, ἐν αὐτῇ προτάξαντος, τῷ θάμβει τῶν θαυματουργιῶν, τῶν διὰ σοῦ τελουμένων· καὶ γὰρ τῶν ἰωμένων, ἡ φωνὴ περιήχει, ὑμνοῦμεν εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Κάμπτων τὸ γόνυ Ὅσιε, τῆς σοροῦ σου κατέναντι, ἐν δακρύων ὄμβροις, ἐξομολογοῦμαί σοι, ἴδε τῆς ἀσθενείας τῆς ταλαιπώρου ἐμεῆς, ψυχῆς τῆς ἐκ τῶν παθῶν, κινδυνευούσης εἰς τέλος, καὶ σῶσόν με ἀῤῥήτως, ὡς μοναχὴν ἐῤῥύσω, ἀπὸ φρικτοῦ θανάτου, ἐκ τῆς αἱμοῤῥαγίας.
Θεοτοκίον.
Παρθένε πανακήρατε, παρθενίας ἀπάνθισμα, τῶν παρθένων μόνη βεβαία ἀντίληψις, ἡ στήλη ἡ ἔμψυχος, σωφροσύνης ἱκέτευε, τὸν Ἅγιον Ἁγίων, καὶ Υἱόν Σου καὶ Πλάστην, χορῷ τῷ τῶν Ἁγίων, ψυχὰς τῶν τῆς Μονῆς Σου, παρθένων κατατάξαι, φωτὶ ἐν ἀνεσπέρῳ.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Τὸν κύκλον παροδεύσας τὸν τῆς ζωῆς, Ἰωάννη τῆς Ῥίλας μακάριε, ἀπὸ παιδός, ἀγωγαῖς ἀσκήσεως παιδευθείς, μέγας ἐδείχθης πρόβολος, πᾶσι τοῖς θεόπταις ἡσυχασταῖς· διὸ προγνοὺς τὴν ὥραν, τῆς σῆς ἀποδημίας, ἀπῆλθες εὐλογῶν σου τοὺς μαθητάς.
Ἀῤῥήτου εὐωδίας πνευματικῆς, ἐπληροῦτο ἡ ἔρημος Ἅγιε, ἐπὶ πολύ, μετὰ τὴν τοῦ σκήνους σου ἐκφοράν, σημεῖον ἁγιώτατον, τῆς ἡγιασμένης σου βιοτῆς, ἡ θεία καὶ γὰρ Χάρις, τῶν ἐν Χριστῷ ζησάντων, καὶ τοῖς λειψάνοις διεκκέχυται.
Ἡ μνήμη σου τρισμάκαρ ἡ ἱερά, τῆς Χριστοῦ Ἐκκλησίας ανέτειλε, πλήρης χαρᾶς, πλήρης εὐωδίας ἀσκητικῆς, σκιρτάτωσαν οἱ πάσχοντες, κροτείτωσαν χεῖρας οἱ μονασταί, οἱ μὲν γὰρ ἰατῆρα, σωμάτων εὗρον θεῖον, οἱ δὲ ψυχῶν τὸν παρακλήτορα.
Τὴν χεῖρά σου πλουτοῦντες τὴν δεξιάν, Ἰωάννη πανθαύμαστε Ὅσιε, ἐν τοῖς δεινοῖς, πᾶσι καταφεύγομεν πρὸς αὐτήν, καὶ πόθῳ ασπαζόμενοι, ἀπαντλοῦμεν θάῤῥος τε καὶ ἰσχύν, ἐν ἀσθενείαις ῥῶσιν, ἐν τοῖς κινδύνοις ῥύσιν, καὶ ἐν ἀνάγκαις ἀνακούφισιν.
Θεοτοκίον.
Κυρία τῶν Ἀγγέλων καταφυγή, τῶν ψυχῶν ἡμῶν μόνη θεόσδοτος, ἀντιλαβοῦ, ἔκτεινον τὴν χεῖρα τὴν κραταιάν, πρὸς τὸν Υἱόν Σου ἄχραντε, ὑπὲρ ἀναπαύσεως τῶν ψυχῶν, παρθένων τῆς Μονῆς Σου, τῶν ὧδε τεθαμμένων, τῶν ζησασῶν ἐν ἁγιότητι.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τοῦ κόσμου τὴν προσπάθειαν, ἐναποῤῥίψας Ὅσιε, στενήν τε καὶ τεθλιμμένην, τρίβον διήνυσας ὅθεν, εἰς πλάτος ἀναπαύσεως, κατέστης εὐφραινόμενος, ἔνθα Ὁσίων τάγματα, σὺν ἅπασι τοῖς δικαίοις, ἀγάλλονται αἰωνίως.
Θεοτοκίον.
Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γεγεννημένη, ἐν ᾧ Πατὴρ ηὐδόκησε, καὶ ὁ Υἱός ἐσκήνωσε, καὶ Πνεῦμα τὸ πανάγιον, ἐπισκιάσαν Σοι Κόρη, ἀνέδειξε Θεοτόκον.

Αἶνοι. Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.
Ὁ τὸν Σταυρὸν τοῦ Χριστοῦ ἐπ’ ὤμων αἴρων, καὶ τούτου τοῖς ἴχνεσι, σοφῶς ἑπόμενος, τοῖς φοιτηταῖς σου ἐκέκραγες, ἐπὶ τῆς Ῥίλας, Μονὴν ἱδρύσας τὴν πολυθαύμαστον· ἐμοὶ τῷ Σταυρῷ Χριστοῦ, κόσμος ἐσταύρωται, σὺν ταῖς τρυφαῖς καὶ τερπνότησι, κἀγὼ τῷ κόσμῳ, ἐναποκόπτων πᾶσαν προσπάθειαν· ὅθεν ὁ θέλων τὴν ψυχὴν αὐτοῦ, περισῶσαι εἰς δόξαν οὐράνιον, ἐν τῷδε οὗτος τῷ κόσμῳ ἀπολέσει τὴν ψυχὴν αὐτοῦ. (Δίς)

Ὁ ἐκνικήσας λαμπρῶς καὶ θριαμβεύσας, ὥσπερ ὁ Ἀντώνιος, ἐχθροῦ τὰ ἔνεδρα, ἐν τῇ ἐρήμῳ διαβιῶν, συνῆψας πάλην, κατὰ πνευμάτων τοῦ σκότους Ὅσιε, ἅπερ σὲ κατέῤῥιπτον κατὰ τῆς πέτρας σφοδρῶς, τοῦ ἀπολέσαι τὸ σῶμά σου, πλὴν σὺ ἐπαίρων, τὸν τοῦ Κυρίου Σταυρὸν ἀνέβαινες, ἐπὶ τῆς ἄκρας· διὸ Ἄγγελος, τῶν δαιμόνων τὰ στίφη διέλυσε, καὶ οὐράνιον ἄρτον, καθ’ ἑκάστην σοὶ ἐκόμιζε.

Τὴν δεξιάν σου ἡμῖν ὁ θησαυρίσας, ἰάσεων βρύουσαν πηγὰς ἑκάστοτε, τοῖς μετὰ πόθου καὶ πίστεως, ἀσπαζομένοις, σορὸν τὴν πάντιμον ἐν ἁγνότητι, ἐρήμου ἀγλάίσμα, ταύτην νῦν ἔπαρον, καὶ ἡμᾶς πάντας εὐλόγησον, καὶ εὐωδίας, νοῦν καὶ καρδίαν Ἅγιε πλήρωσον, ὅπως ἂν χάριτι γενόμενοι, εὐωδίᾳ Χριστοῦ ἀπολαύσωμεν, τὰ εὐώδη ἐκείνα καὶ μακάρια σκηνώματα.

Δόξα. Ἦχος πλ. δ΄
Ἁγιωσύνης γυμνάσιον, ὁ βίος σου ὅλος Ἰωάννη Πατὴρ ἡμῶν ἀναδέδεικται. Κατὰ παθῶν γὰρ στήσας τὸν πόλεμον, ἀνδρειοφρόνως ἀντετάξω, τῷ φθονερῷ πολεμήτορι, ἐν νηστείαις καὶ ἀγρυπνίαις, καὶ τῇ ἄλλῃ ασκήσει, ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ δουλαγωγῶν τῆς σαρκὸς τὸ δυσδάμαστον φρόνημα. Ἐρηρεισμένος δὲ τῇ πέτρᾳ τῆς πίστεως, καὶ τῷ ὅπλῳ τοῦ Σταυροῦ περιπεφραγμένος, ἀντέστης πάσαις ταῖς προσβολαῖς τοῦ δράκοντος, προσδεχόμενος τὸν Θεόν, τὸν σώζοντα ημᾶς, ἀπὸ ὀλιγοψυχίας καὶ καταιγίδος. Καὶ οὐκ ἐψεύσω τῶν ἐλπίδων σου, φυλάττει γὰρ Κύριος τὰς ψυχὰς τῶν Ὁσίων Αὐτοῦ. Αὐτὸς δὲ ὁ πανάγαθος ἐν τῷ τέλει τοῦ ἀγῶνος, ἔφη σοι λαμπρᾷ τῇ φωνῇ · εὖ δοῦλε ἀγαθὲ καὶ πιστε, εὖ ἐργάτα τοῦ ἀμελῶνος, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. Αὐτῆς τῆς χαρᾶς καὶ ἡμεῖς οἱ πλουτήσαντές σε πρέσβυν πρὸς Χριστὸν τὸν Θεόν, ἀξιωθείημεν ταῖς ἱκεσίαις σου.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Τὸν τῆς μετανοίας καθηγητήν, καὶ τὸν τῆς ἐρήμου, πολιοῦχον καὶ οἰκιστήν, τὸν πύρινον στύλον, τὸν λύχνον τοῦ ἡλίου, τὸν μέγαν Ἰώαννην, πάντες τιμήσωμεν.
Ἰωὴλ Προφῆτα θαυματουργέ, καὶ Οὔαρε Μάρτυς, Λεόντιε καὶ Σαδώθ, Εὐσέβιε Φῆλιξ, καὶ Ῥίλας Ἰωάννη, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου