ΟΚΤΩΒΡΙΟΣ ΙΘ΄!!
ΜΝΑΣΩΝ ΤΑΜΑΣΟΥ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῶν
Κυπρίων τὸ καύχημα, τὴν κιθάραν τοῦ Πνεύματος, τοῦ Χριστοῦ τῆς πίστεως πύργον
ἄσειστον· τῆς Ἐκκλησίας τὸν ῥήτορα, τὸ πλῆκτρον τῆς χάριτος, τῶν χηρῶν καὶ
ὀρφανῶν, καὶ πτωχῶν ἀντιλήπτορα· τὸν τῆς χάριτος, εὐανθέστατον στάχυν ἐπαξίως,
ἀρετῶν ἐμπεπλησμένον, μελῳδικῶς εὐφημήσωμεν. (Δίς)
Τὸν
λιμένα τὸν εὔδιον, τῶν ἐθνῶν τὸν διδάσκαλον, ἰατρὸν νοσούντων τὸν δοκιμώτατον·
τὸν ἐπὶ γῆς τὸ πολίτευμα, οὐράνιον ἔχοντα· τοῖς Ἀγγέλοις τοῦ Χριστοῦ, τὸν
φιλάγρυπνον φύλακα· τὸ τοῦ Πνεύματος, καθαρώτατον σκεῦος· τὸν θεῖον,
εὐφημήσωμεν συμφώνως, Μνάσωνα νῦν τὸν πανεύφημον. (Δίς)
Ὡς
λαὸν ἀγαλλίαμα, ὡς τῆς πίστεως στήριγμα, ὡς ἀμπέλου θείας κλῆμα πολύκαρπον, ὡς
ἐγκρατείας διδάσκαλον, ὡς ξένων παρήγορον, ὡς ἀσώματον ἐχθρόν, τροπωσάμενον
σώματι· εὐφημήσωμεν, τὸν σοφώτατον Μνάσωνα καὶ θεῖον, ἀντιλήπτορα προστάτην,
καὶ πρεσβευτὴν τῶν ψυχῶν ἡμῶν.
Ἐν
θαλάσσῃ με πνέοντα, ἐν ὁδῷ με βαδίζοντα, ἐν νυκτὶ καθεύδοντα περιφρούρησον·
ἐπαγρυπνοῦντα διάσωσον, τὸν νοῦν μου χαρίτωσον, καὶ ἀξίωσον ποιεῖν, τοῦ Κυρίου
τὸ θέλημα, ὅπως εὕροιμι, ἐν ἡμέρᾳ τῆς δίκης τῶν ἐν βίῳ, πεπρεαγμένων μοι τὴν
λύσιν, ὁ προσδραμὼν ἐν τῇ σκέπῃ σου.
Δόξα.
Ἦχος πλ. β’.
Ὅσιε
τρισμάκαρ, ἁγιώτατε Πάτερ, ὁ ποιμὴν ὁ καλός, καὶ τοῦ Ἀρχιποίμενος Χριστοῦ
μαθητής, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων· αὐτὸς καὶ νῦν, πανεύφημε, Μνάσων
μακάριε, Πατὴρ ἡμῶν Ὅσιε, αἴτησαι πρεσβείαις σου, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον
Τίς μὴ
μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως
ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου
καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ
ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ
καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ,
καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι
ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ
προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ
γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ
δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν.
Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ
μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν
μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ
δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε
πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν
εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή.
Ἦχος α΄.
Ἐνατενίσας
ἀκλινῶς τῷ ὕψει τῆς γνώσεως, καὶ κατοπτεύσας ἀδήλως σοφίας τὸν βυθόν, σαῖς
διδαχαῖς κόσμον κατεπλούτισας, Πατὴρ ἡμῶν, ἀεὶ δυσώπει Χριστόν, Ἱεράρχα Μνάσων
Ὅσιε.
Ὁ
αὐτός.
Ἄνθρωπε
τοῦ Θεοῦ καὶ πιστὲ θεράπον, καὶ οἰκονόμε τῶν αὐτοῦ μυστηρίων, καὶ ἄνερ
ἐπιθυμιῶν τῶν τοῦ Πνεύματος, στήλη τε ἔμψυχε, καὶ ἔμπνους εἰκών· ὡς θεῖον γὰρ
θησαυρόν σε, ἡ τῆς Ταμασοῦ Ἐκκλησία, ἀγαμένη προσήκατο, καὶ πρεσβευτὴν τῶν
ψυχῶν ἡμῶν.
Ἦχος
πλ. β’.
Εὖ
δοῦλε ἀγαθὲ καὶ πιστέ· εὖ ἐργάτα τοῦ ἀμπελῶνος Χριστοῦ· σὺ καὶ τὸ βάρος τῆς
ἡμέρας ἐβάστασας· σὺ καὶ τὸ δοθέν σοι τάλαντον ἐπηύξησας, καὶ τοῖς μετὰ σὲ
ἐλθοῦσιν οὐκ ἐφθόνησας· διὸ πύλη σοι οὐρανῶν ἠνέῳκται· εἴσελθε εἰς τὴν χαρὰν
τοῦ Κυρίου σου, καὶ πρέσβευε ὑπὲρ ἡμῶν, Μνάσων Ὁσιώτατε.
Δόξα.
Ὁ αὐτός.
Ὅσιε
Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου· δι’ ὧν ἐν τοῖς
οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν
Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἐμέμπτως ἐζήλωσας. Παῤῥησίαν ἔχων πρὸς
Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Θεοτόκε,
Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· Σὲ ἱκετεύομεν·
πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἱεράρχου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς
ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος δ’. Ἔδωκας σημείωσιν.
Σπήλαιῳ
τε ᾤκησας, ἀσκητικῶς καθαιρόμενος, νοὸς τελειότητι· ὅθεν ὑπεδέξω, χάριν τῶν
θαυμάτων, καὶ τῶν τοῦ Πνεύματος σοφέ, τὰ τῶν ἀνθρώπων λύειν νοσήματα· διό σε
μακαρίζομεν, καὶ κατὰ χρέος τὴν μνήμην σου, τὴν σεπτὴν καὶ σωτήριον, ἑορτάζομεν
σήμερον.
Στ.: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Ἡ
κόνις τοῦ σώματος, μύρον εὐῶδες πηγάζουσα, τὰ δυσώδη παθήματα, διώκει μακάριε·
καὶ γὰρ εὐωδία Χριστοῦ ἀνεδείχθης, καὶ ἐν τῷ βίῳ περιών, καὶ μετὰ τέλος μάκαρ
θεόπνευστε· διό σου τὴν πανέορτον, καὶ θαυμαστὴν καὶ σωτήριον, ἐκτελοῦμεν
πανήγυριν, θεῖε Μνάσων μακάριε.
Στ.: Οἱ ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου
ἀγαλλιάσονται.
Σῶμα
τὸ δυσήνιον, καθυποτάξας τῷ πνεύματι, τὴν ψυχὴν γενναιότατε, Μνάσων παναοίδιμε,
ἀστραπὰς ἐδέξω, τὰς σωτηριώδεις, καὶ καταφλέγεις πονηράς, τὰς τῶν δαιμόνω
φάλαγγας Ὅσιε, Ἀγγέλων ἰσοστάσιε, καὶ πρεσβευτὰ τῶν τιμώντων σου, τὴν ἁγίαν
μετάστασιν, Ἱεράρχα ἀοίδιμε.
Δόξα.
Ἦχος πλ. δ’.
Τῶν
ἀνδραγαθημάτων σου, Ὅσιε Πάτερ, ὁ καρπὸς ἐφαίδρυνε τῶν πιστῶν τὰς καρδίας. Τίς
γὰρ ἀκούων τὴν ἄμετρόν σου ταπείνωσιν, τὴν ὑπομονὴν οὐκ ἐθαύμασε, τὴν πρὸς τοὺς
πένητας ἱλαρότητα, θλιβομένων τὸ συμπαθές; Πάντας θεοπρεπῶς ἐδίδαξας, Ἱεράρχα
Μνάσων πανσεβάσμιε. Καὶ νῦν τὸν ἀμαράντινον ἀναδησάμενος στέφανον, πρέσβευε
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α’.
Τῷ
θείῳ πόθῳ πυρποληθείς, τοῖς μύσταις τοῦ Χριστοῦ καταγαγείς, τοῦ θείου Πνεύματος
σκεῦος γεγονώς, ἀρχαῖος μαθητὴς ἐπικληθείς, ξενίσας τε τοὺς θείους Ἀποστόλους,
Κυπρίων ἀγλάϊσμα, τῶν Ταμασέων Ἱεράρχης, Μνάσων Πατὴρ ἡμῶν, πρέσβευε Χριστῷ τῷ
Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν
τάφον Σου Σωτήρ.
Ἀστράπτεις ἐν τῇ γῇ, τῶν θαυμάτων ἀκτῖσιν,
ὦ Μνάσων ἱερέ, καὶ κινεῖς πᾶσαν γλῶσσαν, εἰς δόξαν τε καὶ αἴνεσιν, τοῦ ἐν γῇ σε
δοξάσαντος· Ὃν ἱκέτευε, πάσης ἀνάγκης ῥυσθῆναι, τοὺς τὴν μνήμην σου, πίστει καὶ
πόθῳ τιμῶντας, Πατέρων ἀγλάϊσμα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον,
ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς βάθη, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ
θλίψεων· Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία,
καὶ σώζεις τοὺς δούλους Σου.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ἐπεφάνης
σήμερον.
Τῶν πιστῶν προΐστασαι, σκέπων φρουρῶν
ἡμᾶς μάκαρ, ἐκ παθῶν καὶ θλίψεων, ἀπολυτρούμενος σαφῶς, Ἱεραρχῶν ὡραιότατον,
κλέος καὶ δόξα, Πατὴρ ἡμῶν Ὅσιε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Προστασία ἄμαχε, τῶν ἐν ἀνάγκαις,
καὶ πρεσβεία ἕτοιμος, τῶν ἐλπιζόντων ἐπὶ Σέ, ἀπὸ κινδύνων με λύτρωσαι, καὶ μὴ
παρίδῃς, ἡ πάντων βοήθεια.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ταχὺ
προκατάλαβε.
Προστάτης θερμότατος τῆς Ἐκκλησίας
Χριστοῦ, ἐδείχθης τοῖς θαύμασι σοφῶς ἐποίμανας, τὴν ποίμνην σου Μνάσων, εἰς νομὰς
σωτηρίους· καὶ κανὼν ἀνεδείχθης, πᾶσιν θεογνωσίας, ὑπὲρ πάντων πρεσβεύων, τῶν ἐφεπομένων
σου θείαις, διδασκαλίαις καὶ εἰσηγήσεσι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ταχὺ δέξαι Δέσποινα τὰς ἱκεσίας ἡμῶν,
καὶ ταύτας προσάγαγε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, Κυρία πανάμωμε· λῦσον τὰς περιστάσεις,
τῶν εἰς Σὲ προστρεχόντων, πράϋνον μηχανίας, καὶ κατάβαλε θράσος, τῶν ὁπλιζομένων
Παρθένε πάναγνε, κατὰ τῶν δούλων Σου.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη
τῆς καρδίας μου σύνεσιν.
Στ.: Οἱ ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου
ἀγαλλιάσονται.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ
Ἰωάννην (Κεφ. Ι’, 1-9): Εἶπεν ὁ
Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους...
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεράρχου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ.
β’. Στ.:
Ἐλέησόν με ὁ Θεός...
Ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου, Ὅσιε
Πάτερ, καὶ γέγονας ποιμὴν τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκων τὰ λογικὰ
πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι.
Εἶτα, οἱ Κανόνες· τῆς
Θεοτόκου, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανὼν τοῦ Ἱεράρχου. ᾨδὴ α’. Ἦχος πλ. δ’. Ὑγρὰν
διοδεύσας.
Ὑψώθη ὁ Κύριος ἐν Σταυρῷ, καὶ
πάντας ὡς ἔφη, ἐφελκύσατο πρὸς τὸ φῶς, τῆς θεογνωσίας καὶ πιστοῦται, τὸ ἱερὸν
καὶ θειότατον κήρυγμα.
Μητρώας νηδύος ἀποτεχθείς, ὁ
μέγιστος οὗτος, θεῖος Μνάσων τὴν πατρικήν, ἀφήσας ἀγάπην σὺν τοῖς δύο, Ἡρακλειδίῳ
τε καὶ Ῥόδωνι.
Νευρούμενος Πνεύματι θεϊκῷ, ὁ μέγας
Βαρνάβας, πρὸς τὴν Κύπρον ἐκ τῆς Σιών, ἐκπλεύσας κηρύττει τοῖς ἐν πλάνῃ,
κατεχομένοις τὴν θείαν ἐπίγνωσιν.
Θεοτοκίον.
Ἰδοὺ αἱ προῤῥήσεις τῶν Προφητῶν, ἐπὶ
Σοὶ τὸ ππέρας, ἀπειλήφασιν ἀληθῶς· Λόγον γὰρ ἀσπόρως συλλαβοῦσα, Θεογεννῆτορ ἁγνὴ
ἀπεκύησας.
Ὁ β’ Κανὼν τοῦ Ἁγίου. ᾨδὴ α’. Ἦχος δ’. Θαλάσσης, τὸ Ἐρυθραῖον
πέλαγος.
Ἀνέπτης, τῷ τῆς σοφίας ἔρωτι, Θεὸν
τὸν ἄναρχον, τὸν τῶν ἁπάντων Κτίστην καὶ Θεόν, προορῶν ὡς εὐήκοος, σαῖς αἴγλαις
με καταύγασον, ὅπως ἀξίως εὐφημήσω σε.
Ἰδών σου, τὴν τῆς παιδείας ἔφεσιν, ὁ
γνώστης Κύριος· δι’ ἧς ἐγένου ὄργανον Θεοῦ, νικηφόρος γενόμενος, Παύλῳ σοφῷ ἑπόμενος,
ἱερομύστα Μνάσων ἔνδοξε.
Νοός σου, τὸ σταθερὸν θεώμενος,
μακαριώτατε, τῆς σῆς ψυχῆς εὐγένειαν Θεός, καθορῶν ἀπειργάσατο, ὡς ποιμενάρχην ἄριστον,
ὄντως δοχεῖον θείου Πνεύματος.
Θεοτοκίον.
Μαρία, Χριστιανῶν τὸ τέμενος, πόλις
ἡ ἔμψθχος, τὸν τοῦ παντὸς Δεσπότην, καὶ Θεὸν ἀπεκύησας, ἄχραντε τοῦτον ἁγνή, ἱκέτευε,
ῥυσθῆναι πάντας τοὺς ὑμνοῦντάς σε.
ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Ἱερόκλεος οἷα προοδευτὴν ἄριστον,
τούτου τὸν υἱὸν Ἡρακλείδην, θᾶττον ἐξέπεμψεν, ἀποδεικνυόντα, τὴν ζητουμένην
πορείαν, καὶ ταχέως οἴκαδε, ἐπανερχόμενον.
Συνελθὼν τοῖς αὐτόπταις τοῦ Ἰησοῦ ᾔσθετο,
θείας ἐνεργείας τὴν χάριν, ἀναπηγάζουσαν· διὸ καὶ ἔλεγεν· ὑπολειφθέντα χιτῶνα, ὑποστρέψων
λήψομαι, καὶ συνοδεύσω ὑμῖν.
Ἱερῶς τὴν Τριάδα καὶ τὸ Χριστοῦ ὄνομα,
ἐκπαιδευθέντες εἰδέναι, σεβασμιώτατοι, τῇ τοῦ βαπτίσματος, αἴγλῃ ἐφωτίσθητε,
Μνάσων Ἡρακλείδη τε, καὶ θεῖε Θεόδωρε.
Θεοτοκίον
Ἡ λαβὶς ἡ τοῦ θείου καὶ φωταυγοῦς ἄνθρακος,
βάτος ἡ πυρὶ μὴ φλεχθεῖσα, τῷ τῆς Θεότητος, τὰ φρυγανώδη μου, πάντα κατάφλεξον
πάθη, καὶ πυρὸς ἐξάρπασον, διαιωνίζοντος.
Ἕτερος. Εὐφραίνεται ἐπὶ σοί.
Ὡράθης παιδαγωγός, καὶ ποιμενάρχης ἀληθῶς
ἄριστος, ὁδὸν ζωῆς εὑράμενος, ἔσχατον σοφίας ὡς ἔνθεος.
Ἐθέλχθης πρὸς τὴν ὁδόν, τὴν ἀληθῆ
καὶ ἀῤῥαγῆ, ἄσειστον, πυρκαϊὰν θέμεννος, θύμα τῷ Θεῷ εὐωδέστατον.
Φρουρεῖται νῦν διὰ σοῦ, ἡ Ταμασέων,
σωστικὴν φέρουσα, τὴν ἱερὰν λάρνακα, σοῦ τοῦ ποιμενάρχου καὶ κήρυκος.
Θεοτοκίον.
Ἁγία Σὺ κιβωτός, πύλη καὶ τράπεζα
χρυσῆ, ἔχουσα ἄρτον, ζωῆς τὸν Κύριον, τὸν μανναδοτήσαντα τέτοκας.
Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Φωστῆρες φαεινοί, τῆς ὁδοῦ τοῦ
Κυρίου, φυτὰ ἀειθαλῆ, Ἡρακλείδη καὶ Μνάσων, τοῦ Πνεύματος γεγόνατε, ἱερὰ
καταγώγια, ἀπεχόμενοι, τῆς ἐκ προγόνων θρησκείας· ἀνεδείχθητε, ἱερομύσται καὶ ὄντως,
Ταμασοῦ τὸ καύχημα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεόνυμφε ἁγνή, Παναγία Παρθένε, ἡ
μόνη πρὸς Θεόν, σωτηρία τοῦ κόσμου, ἐφάνης πανάμωμε, ὅρμος ὄντως μετάρσιος,
σκέπων ἅπαντας, ἐκ πολυπλόκων κινδύνων, κατευνάζουσα, τρικυμιῶν ἡμῶν πάθη, βροτῶν
ἡ ἀνάκλησις.
ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Μαθητεύσαντες ἄριστα, τοὺς
παρατυχόντας καὶ νεουργήσαντες, τῷ Σταυρῷ τῆς ἀναπλάσεως, γῆν τὴν τῶν πραέων
κατελάβετε.
Ὡς πολύτιμον καύχημα, ἡ τῶν
Ταμασέων πόλις γεγένηται, δεξαμένη τὸν Ἀπόστολον, τοῦ Χριστοῦ Βαρνάβα θεῖον
κήρυκα.
Μυστικῇ τελειότητι, εἰς ἀρχιερέα θεῖον
πρωτόθρονον, προχειρίζεται τὸν Μνάσωνα, Ἡρακλείδης ψήφῳ θείας χάριτος.
Θεοτοκίον
Ὡς φρικτὸν καὶ παράδοξον, τῆς ἁγνῆς
λοχείας Σου τὸ μυστήριον! ὑπὲρ φύσιν γὰρ πανάμωμε, τὸν Δημιουργόν Σου ἀπεκύησας.
Ἕτερος. Ἐπαρθέντα σὲ ἰδοῦσα.
Ἠριθμήσω τὸν παῖδα σὺν τῇ τεκούσῃ,
ζῶντα πιστοῖς ἀνέδειξας, Ταμασέων κλέος, ἐξ ᾍδου ἀνήγειρας, πιστῶν πρὸς ἀπόδειξιν,
τοῦτον ἐνεργείᾳ τοῦ Πνεύματος.
Μεμυημένος τὰ κάλη τοῦ Παραδείσου,
οἷα ποιμὴν θεόληπτος, τὰ πεπλανημένα πρόβατα ἐζήτησας, καὶ ταῦτα προσήνεγκας, ἔνθα
τῶν δικαίων τὰ πνεύματα.
Ὡς κρήνη ἐν κοιλάσι νοητὴ ἐφάνης, ὡς
εὐκλεὴς πηγάζουσα, πόμα σωτηριῶδες, ἐν πόλει Ταμασέων, τοῖς πίστει
προστρέχουσι, δόξαν ἀναπέμπων Θεῷ ἡμῶν.
Θεοτοκίον.
Τόμον πάλαι Σε προκατήγγειλεν Ἡσαΐας,
ἐν ᾧ Πατρὸς ἐγγέγραπτο, Λόγος ἀληθείας, δακτύλῳ τοῦ Πνεύματος· ἐν Σοὶ γὰρ ἐπέφανε,
λῦσαι τῶν ἀνθρώπων τὰ πταίσματα.
ᾨδὴ ε’. Ἵνα τί με ἀπώσω.
Νυσταγμὸν
σοῖς βλεφάροις, ὕπνον δὲ σοῖς ὄμμασιν ὅλως οὐκ ἔδωκας, ἕως οὗ τὸ σῶμα,
καθυπέταξας Πάτερ τῷ πνεύματι, καὶ τοῦ Παρακλήτου, θεοπρεπὴς ναὸς ὑπῆρξας,
ἐκτελῶν τὰ φρικώδη θαυμάσια.
Ἡρακλείδης
ἐν Κύπρῳ, διὰ τοῦ Βαρνάβα τὸν θρόνον εἰσδέχεται, ἐν Σιὼν δὲ Μνάσων, τὸ λουτρὸν
διὰ Πέτρου κομίζεται, καὶ πρὸς τὴν πατρίδα, ἐπανελθὼν ὑπείκει τούτῳ, ὡς ποιμένι
τοῖς θείοις προστάγμασι.
Ῥωμαλέως
ἐν Κύπρῳ, πρὸς τὴν Ταμασέων βαδίσας ἀσπάζεται, ὁ κλειν[ος Βαρνάβας, Ἡρακλείδην
τε αὖθις καὶ Μνάσωνα, καὶ διαχαράξας, τὸν ἱερὸν οἶκον Κυρίου, ἱλαστήριον θεῖον
ἀνέδειξεν.
Θεοτοκίον
Στρατηγίαι
τῶν ἄνω πάναγνε Δυνάμεων Σὲ μακαρίζουσι, γενεαὶ δὲ πᾶσαι, τῶν ἀνθρώπων ἀξίως
δοξάζουσι· διὰ Σοῦ γὰρ μόνης, οἱ ἐπὶ γῆς τοῖς οὐρανίοις, συναφθέντες ὑμνοῦμεν
τὸν τόκον Σου.
Ἕτερος.
Σὺ Κύριέ μου φῶς.
Σωμάτων
ἰατρός, Ἀποστόλων ὁμότροπε, τοῦ Παύλου προσηγορεύθης, ἀληθὴς μυστολέκτης,
θεόφρον Μνάσων ἔνδοξε.
Ἡ
ἔμψυχος δυάς, ὦ Βαρνάβα συνέκδημε, εὑρήκατε κατοικίαν, νοητὴν Ἐκκλησίαν, Μύρωνα
τὸν ἀοίδιμον.
Ῥυσθέντες
ἐκ φθορᾶς, τοῦ Σωτῆρος γεγόνατε, ὑπέρτιμοι μαργαρῖται, τὸν Χριστὸν ἀδιστάκτως,
κηρύττοντες τοῖς πέρασι.
Θεοτοκίον.
Θαυμάτων
ἡ πηγή, καὶ ἐλέους ἡ ἄβυσσος, τὴν ἄρουραν τῆς ψυχῆς μου, Θεοτόκε Παρθένε, Σῇ
χάριτι κατάρδευσον.
ᾨδὴ
στ’. Ἱλάσθητί μοι Σωτήρ.
Κρατύνθητι
τῶν πιστῶν, ἡ Ἐκκλησία προσβλέπουσα, χερσὶν ἱεραρχικαῖς, ὑψούμενον σήμερον, ἐν
πᾶσι τοῖς πέρασιν, ὥσπερ νικηφόρον, τὸν Σταυρὸν Χριστοῦ τὸν τίμιον.
Λατρεύοντες
τῷ Χριστῷ, ἐν προσευχαῖς καὶ δεήσεσι, λατρείας εἰδωλικάς, εἰς τέλος ἐπαύσατε·
καὶ πᾶσαν ὠθήσατε, δεισιδαιμονίαν, Ταμασέων ἐκ τῆς πόλεως.
Ἐξέλαμψεν
ἀληθῶς, ἡ ἀστραπόμορφος δύναμις, τῶν θαυμασίων ὑμῶν, καὶ πάντας τοὺς κάμνοντας,
ποικίλοις νοσήμασι, καὶ δαιιμονιῶντας, νῦν ἰᾶσθε ὦ θεόληπτοι.
Θεοτοκίον
Σωτῆρα
καὶ Λυτρωτήν, τεκοῦσα καὶ πανοικτίρμονα, οἰκτείρησόν με ἁγνή, καὶ σῶσόν με
δέομαι, τῶν περικυκλούντων με, καὶ ἐπμεβαινόντων, ἀφειδῶς τῇ διανοίᾳ μου.
Ἕτερος.
Ἐβόησε, προτυπῶν τὴν ταφήν.
Ἀστράπτουσα,
ἡ σορὸς τὰς ἰάσεις ἑκάστοτε, πᾶσαν διώκουσα νόσον, ἰᾶται πάντας τοὺς
προσιόντας, καὶ παρέχει εὐρωστίαν, σωμάτων ἡ λάρναξ σου.
Κλονούμενος,
ἀλλ’ ἑδραῖος ἐσχέσθης τῇ χάριτι, Ἀποστόλων, ἐμυήθης σαφῶς τὴν εὐσέβειαν· διὰ
τοῦτο οἶκος, καὶ ναὸς τοῦ Θεοῦ ἐχρημάτισας.
Λελύτρωται,
ἐξ εἰδώλων ἡ πόλις ἡ εὔσημος, παῤῥησίᾳ, Ἱεράρχου σοφοῦ καὶ τρισμάκαρος·
θεοκῆρυξ Μνάσων, τὴν ὁδὸν σωτηρίας ἐκράτυνας.
Θεοτοκίον
Ἀνώδυνον,
τῆς ἀρχαίας ἀρᾶς τὸ ὀολίσθημα, ὁ Υἱός Σου, Θεοτόκε Παρθένε εἰργάσατο· ἐκ βυθοῦ
δουλείας, τῆς προγόνου ἀρᾶς ἐλυτρώθημεν.
Κοντάκιον.
Ἦχος β’. Τὰ ἄνω ζητῶν.
Φωτὶ
θεϊκῷ, ἐλλαμφθεὶς παμμακάριστε, φωτίζεις ἡμᾶς, τοὺς πόθῳ ἀνυμνοῦντάς σου, τὴν
σεπτὴν καὶ ἔνδοξον, καὶ ἁγίαν Μνάσων μετάστασιν, Ἱεράρχα πανεύφημε· πρεσβεύεις
γὰρ ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Ὁ
Οἶκος.
Οἴκτειρον
Κύριε, τὸν Σὸν δοῦλον, καὶ συγχώρησον πάντα τὰ ὀφειλήματα νῦν, καὶ δώρησαί μοι
τὸ ἔλεος τῆς εὐσπλαγχνίας Σου, ἵνα ὕμνοις Σὲ δοξάζων ἀπαύστως, καὶ τὸν πιστόν
Σου Μνάσωνα στέψω ᾠδαῖς, τὸν πρόεδρον Ταμασοῦ σήμερον, τῆς πόλεως τὸν φωστῆρα,
γῆς πάσης τὸ μέγα κειμήλιον, τῆς Ἐκκλησίας τὸ στήριγμα, καὶ τῆς Κύπρου τὸ θεῖον
ἀγλάϊσμα· πρεσβεύεις γὰρ ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Συναξάριον.
Τῇ
ΙΘ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μνάσωνος.
Εἴσελθε,
κέρδος ἐκ ταλάντων προσφέρων,
εἰς τὴν
χαράν, Μνάσων, τοῦ σοῦ Κυρίου.
Οὗτος,
Κύπριος ἦν τῷ γένει, καταγόμενος ἐκ τῆς πόλεως Ταμασοῦ. Οἱ γονεῖς αὐτοῦ,
Ἕλληνες ὄντως, ἔπεμψαν αὐτὸν μετὰ τοῦ φίλου αὐτοῦ Θεωνᾶ εἰς Ῥώμην, διὰ
διευθέτησιν διαφορᾶς μεταξὺ τῶν Πολιτῶν καὶ τῶν Περατιέων, περὶ τοῦ ποῖος ἐκ
τῶν ψευδωνύμων θεῶν αὐτῶν εἶναι ὁ μεγαλύτερος. Εἰς Ῥώμην συναντήσαντές τινας ἐκ
τῶν Ἑβδομήκοντα Ἀποστόλων, ἀφῆκαν τὴν πλάνην καὶ ἐδέχθησαν τὸν λόγον τοῦ Θεοῦ.
Χάριν καλυτέρας γνωριμίας τῆς νέας πίστεως, μεταβάντες εἰς Ἱερουσαλήμ,
ἐδιδάχθησαν ὑπὸ τῶν Ἀποστόλων Ἰωάννου καὶ Πέτρου λεπτομερῶς περὶ τοῦ βίου καὶ
τῆς διδασκαλίας τοῦ Χριστοῦ καὶ ἐβαπτίσαν ὑπὸ τοῦ Ἀποστόλου Πέτρου.
Τὸν
Μνάσωνα ὀνομάζει ὁ Εὐαγγελιστὴς Λουκᾶς εἰς τὰς Πράξεις τῶν Ἀποστόλων (ΚΑ’, 16)
«ἀρχαῖον μαθητήν», καὶ ἀναφέρει ὅτι εἰς τὴν οἰκίαν αὐτοῦ, κειμένην ἐπὶ τῆς ὁδοῦ
ἀπὸ Καισαρείας εἰς Ἱερουσαλήμ, ἐφιλοξένησε τὸν Ἀπόστολον Παῦλον, κατὰ τὴν
τελευταίαν ἀνάβασιν αὐτοῦ εἰς Ἱερουσαλήμ. Τῇ προτροπῇ τοῦ Παύλου ἐπανῆλθεν εἰς
Κύπρον καὶ ὑπὸ τὴν εὐθύνην τοῦ Ἡρακλειδίου, ὁρισθέντος ὑπὸ τῶν Ἀποστόλων
ἐπισκόπου Ταμασοῦ, εἰργάσθη ὡς διδάσκαλος τῆς χριστιανικῆς πίστεως, ἐπιτελῶν
μετὰ τοῦ Ἡρακλειδίου θαύματα, ἐπικυροῦντα τὴν ἀλήθειαν τοῦ Εὐαγγελίου. Ἀσθενήσαντος
τοῦ Ἡρακλειδίου καὶ προβλέποντος τὴν πρὸς Κύριον ἐκδημίαν αὐτοῦ, ἐχειροτονήθη
ὑπ’ αὐτοῦ Ἐπίσκοπος Ταμασοῦ καὶ συνέχισε μετὰ ζήλου τὸ ἔργον τῆς ἐξαπλώσεως ἐν
Κύπρῳ τῆς χριστιανικῆς πίστεως. Ὅτε δὲ ἐγήρασε, ἐχειροτόνησε ὡς διάδοχον αὐτοῦ
εἰς τὴν ἐπισκοπὴν Ταμασοῦ τὸν Ῥόδωνα καὶ ἀπῆλθεν ἐν εἰρήνῃ πρὸς τὸν Κύριον τῇ
ΙΘ’ Ὀκτωβρίου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἰωήλ.
Ὁ
γῆς Ἰωὴλ ἐκτραγῳδήσας πάθη,
Μετῆλθεν ἐκ γῆς εἰς τόπον κρείττω πάθους.
Μετῆλθεν ἐκ γῆς εἰς τόπον κρείττω πάθους.
Οὗτος
ἦτο ἀπὸ τὴν φυλὴν τοῦ Ῥουβίμ, υἱὸς Βαθουήλ, ἐκ τοῦ ἀγροῦ τοῦ καλουμένου
Μεθομοῤῥῶν. Ἑρμηνεύεται δὲ Ἰωήλ, ἀγάπη Κυρίου, ἤ ἀπαρχὴ Θεοῦ. Ἐπροφήτευσεν ὁ
Προφήτης οὗτος διὰ τὴν πεῖναν τὴν ὁποίαν ἔμελλον νὰ λάβωσιν οἱ Ἰουδαῖοι· καὶ
διὰ τὸν ἀφανισμὸν τῶν νομικῶν θυσιῶν· καὶ διὰ τὸ πάθος Δικαίου Προφήτου, διὰ τοῦ
ὁποίου μέλλει νὰ ἀνακαινισθῇ εἰς σωτηρίαν ὅλη ἡ γῆ. Καὶ ταῦτα προφητεύσας,
ἀπέθανε καὶ ἐτάφη εἰς τὴν ἰδικήν του γῆν. Προέλαβε δὲ οὗτος τὴν τοῦ Χριστοῦ
ἔλευσιν ἔτη ω΄ (800).
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Μάρτυρος Οὐάρου καὶ τῶν σὺν αὐτῷ ἐκ τῆς ἐρήμου ἕξ Ὁσιομάρτυρες.
Ξεσμοὺς
ἀπείρους καρτεροῦντος Οὐάρου,
Σατὰν πλάνης
ἔξαρχος Οὐαὶ μοι! λέγει.
Ἀσκητικῶς
ζήσαντες ἄνδρες ἅμα,
ἀθλητικῶς
θνήσκουσιν ἐκ ξίφους ἅμα.
Οὗτος, ἐπὶ Μαξιμιανοῦ τοῦ
βασιλέως ἦν, στρατευόμενος ἐν Αἰγύπτῳ, γένους ὢν ἐπισήμου καὶ λαμπροῦ καὶ εὐσεβοῦς.
Ἐγκλεισθέντων δέ τινων Ἁγίων, ἑπτὰ τὸν ἀριθμόν, ἐπὶ χρόνον πολύν, ἐπιμελεῖτο αὐτῶν
ὁ Ἅγιος καθ’ ἑκάστην. Ἑνὸς δὲ τῶν ἑπτὰ ἀναπαυσαμένου, κατέταξεν ἑαυτὸν ὁ Ἅγιος ἀντ’
ἐκείνου· καὶ πρὸς τὸν ἡγεμόνα μετὰ τῶν λοιπῶν ἀχθείς, τύπτεται ῥοπάλοις, καὶ ἐπὶ
πολὺ ξέεται τὰς πλευράς, καὶ ἐν αὐταῖς ταῖς βασάνοις ἐπὶ πέντε ὥραις
παραταθείσαις, τὴν ψυχὴν τῷ Κυρίῳ ἀποδίδωσι.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Κλεοπάτρας.
Κλέος ποθοῦσα θεϊκὸν Κλεοπάτρα,
ἀξίως εὗρε τὴν πλήρωσιν τοῦ
πόθου.
Ἡ
ὁσία Κλεοπάτρα ὕπηρξε πλουσία, καὶ τῶν ἐπισήμων πρώτη, καταγομένη ἐκ τῆς
ἀγνώστου σήμερον κωμοπόλεως Σύρα, ἤ κατ᾿ἄλλην ἔκδοσιν, Ἔδρα παρὰ τὸ Θαβώριον
ὅρος τῆς Παλαιστίνης. Αὕτη, μετὰ τὸν θάνατον τοῦ συζύγου τῆς ἦλθεν εἰς
Αἴγυπτον, εὑρεθεῖσα δὲ εἰς τὸν τόπον τοῦ μαρτυρίου τοῦ Ἁγίου Οὐάρου, ἔλαβε τὸ
Ι. Λείψανον τοῦ, τὸ ὁποῖον κατ’ ἀρχὰς ὑποκάτω τῆς κλίνης αὐτῆς ἔκρυψε. Ἔπειτα,
μετεκόμισε τοῦτο εἰς τὸ χωρίον τῆς, ὅπου τὸ ἀπέθηκεν εἰς τὸν τάφον τοῦ πάππου
τῆς, καθ᾿ ἑκάστην δὲ ἐθυμία περὶ τὸν τάφον. Πολλοὶ ἀσθενεῖς προσερχόμενοι εἰς
τὸν τάφον τοῦ μάρτυρος θεραπεύοντο. Εἰς τιμὴν τοῦ ἁγίου Ὀυάρου ἡ ὁσία Κλεοπάτρα
ἀνήγειρε ναόν, πολλὰ δαπανήσασα καὶ παντὶ τῷ κόσμῳ αὐτὸν κοσμήσασα, μετέφερε δὲ
εἰς αὐτὸν τὸ Ἱ.Λείψανον ἐπὶ παρουσία τοῦ ἐπισκόπου, τῶν ἱερέων, καὶ τοῦ λαοῦ. Ὁ
υἱὸς τῆς μακαρίας Κλεοπάτρας δωδεκαετὴς Ἰωάννης, ἐτοιμαζόμενος διὰ στρατιωτικὴν
ὑπηρεσίαν, ἐγένετο ἀντικείμενον ἰδιαιτέρας φροντίδος τῆς μητρός του, ἡ ὁποία
ἱκέτευε τὸν μάρτυρα Οὔαρον νὰ βοηθήσῃ τὸν υἱόν της, ἀλλ᾿ ὁ Ἰωάννης ἀπέθανε.
Ἡ
ὁσία Κλεοπάτρα προσέπεσεν εἰς τὸν τάφον τοῦ μάρτυρος καὶ μετὰ τίνος παραπόνου
ἀνέκραξε: «Ἐγὼ τόσους κόπους κατέβαλα διὰ σὲ τὸν μάρτυρα καὶ σύ μου ἀφήρεσες
τὸν υἱόν μου;». Καθ’ ὕπνους ὁ μάρτυς Οὔαρος κρατῶν τὴν χεῖρα τοῦ Ἰωάννου,
ἐνεφανίσθη εἰς τὴν Κλεοπάτραν καὶ εἶπε: «Διατί, ὁ γύναι, κραυγάζεις ἐναντίον
μου ; ·Ἐγὼ ἔλαβον τὸν υἱόν σου διὰ τὸν στρατὸν τοῦ οὐρανίου Βασιλέως». Ὁ δὲ
Ἰωάννης εἶπεν εἰς τὴν μητέρα τοῦ: Διατί κραυγάζεις οὕτω, μῆτέρ μου; Ἐγὼ
εὑρίσκομαι παρὰ τῷ Βασιλεῖ Χριστῷ, καὶ μετὰ τῶν Ἀγγέλων παρίσταμαι ἐνώπιόν Του.
Ἀκούσασα τοῦτο ἡ ὁσία Κλεοπάτρα ἀνέκραξε: «Λάβετε καὶ ἐμὲ διὰ νὰ εἶμαι μαζύ
σας». Ὁ μάρτυς Οὐαρος ἀπήντησεν ὅτι θὰ τελευτήσῃ μετά τινα χρόνον. Καὶ ἡ ὁσία
Κλεοπάτρα μετὰ χαρᾶς ἔθαψε τὸν υἱόν της, διένειμε τὴν περιουσίαν της εἰς τοὺς
πτωχούς, καὶ ἡ ἰδία ἐτελεύτησεν ἐν εἰρήνῃ ἐν Παλαιστίνῃ μετὰ ἑπτὰ ἔτη (μετὰ τὸ
319), ἐτάφη δὲ ἐν τῷ ναῷ τοῦ μάρτυρος Οὐάρου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ
Ἁγίου Μάρτυρος Σαδώθ, καὶ τῶν σὺν αὐτῷ εἴκοσι καὶ ἑκατὸν Μαρτύρων, ἐν Περσίδι
τελειωθέντων.
Σαδὼθ ὁ θεῖος τὴν κάραν
τμηθεὶς ξίφει,
Θεοῦ Σαβαὼθ νῦν παρίσταται θρόνῳ.
Δεκὰς δεκαπλῆ Μαρτύρων συμμαρτύρων,
Καὶ δὶς δέκα θνῄσκουσι πληγέντες ξίφει.
Θεοῦ Σαβαὼθ νῦν παρίσταται θρόνῳ.
Δεκὰς δεκαπλῆ Μαρτύρων συμμαρτύρων,
Καὶ δὶς δέκα θνῄσκουσι πληγέντες ξίφει.
Καθ’
ὅν χρόνον ἐβασίλευσεν ὁ Σαβώριος εἰς τὴν Περσίαν, ἐν ἔτει τλ΄ (330), ἦτο
Ἐπίσκοπος ὁ Ἅγιος οὗτος Σαδὼθ ἐις μίαν ἐπαρχίαν τῆς Περσίας. Ἐπειδὴ δὲ οὗτος
ἐδίδασκε μὲν τὸν λαὸν τοῦ Χριστοῦ, ἐβάπτιζε δὲ καί τινας Πέρσας· τοῦτου ἕνεκα
διεβλήθη εἰς τὸν βασιλέα Σαβώριον. Καὶ παραστὰς μὲν εἰς αὐτόν, μὴ πεισθεὶς δὲ
νὰ προσκυνήσῃ τὸν ἥλιον καὶ τὸ πῦρ καὶ τὸ ὕδωρ, δέρεται μὲ ῥαβδία. Ἔπειτα,
κόπτουσι τὸ δέρμα του ἀπὸ τὸ μέτωπον ἕως εἰς τοὺς ὄνυχας τῶν ποδῶν, καὶ οὕτως
ἀποσπῶσιν ἕν λωρίον τεσσάρων δακτύλων πλάτους. Εἶτα, δέρουσιν αὐτὸν μὲ νεῦρα
βοῶν, καὶ κυλίουσιν ἐπὶ ἀνημμένων ἀνθράκων καὶ ἐπὶ πασσάλων· μετὰ ταῦτα
σφίγγουσιν αὐτὸν εἰς μίαν γαλεάγραν, καὶ κατασυντρίβουσι τὰ κόκκαλά του. Ταῦτα
δὲ ὅλα ὑπέμεινε εὐχαρίστως ὁ γενναῖος τοῦ Κυρίου ἀγωνιστής. Ὅθεν, διὰ τὴν
ὑπομονήν του ταύτην, περισσότερον ἐξῆψε τὸν τύραννον, καὶ λοιπὸν ἐῤῥίφθη εἰς
τὴν φυλακήν. Εἶτα, ἐκβάλλεται ἀπὸ τὴν φυλακήν, καὶ πάλιν ἐρωτᾶται ἄν προσκυνῇ
τὰ ἀνωτέρω στοιχεῖα, ἐπειδὴ δὲ εὑρέθη ὑγιὴς ἀπὸ τὰς προτέρας πληγάς, διὰ τοῦτο
ἐκρέμασαν αὐτὸν κατακέφαλα καὶ κατετρύπησαν τὸ σῶμά του μὲ σουβλία.
Ἐπειδὴ
δὲ ὁ Ἅγιος ἤκουσε τοῦ βασιλέως νὰ ἀπειλῇ ἔτι αὐτόν, ὅτι θέλει διασκορπίσει καὶ
ἐξαφανίσει τελείως ὅλα τὰ μέλη τοῦ σώματός του, διὰ τοῦτο ἀπεκρίθη πρὸς αὐτόν:
Πιστεύω εἰς τὸν Θεόν μου, ὅτι ἄν μὲ διασκόρπισῃς, οἱ χριστιανοὶ θέλουσι
διαμοιρασθῇ τὰ λείψανά μου, καὶ ὅστις ἐπικαλεσθῇ τὸν Θεὸν διὰ τοὺ ὀνόματός κου,
θέλει εὕρει σωτηρίαν. Μόλις δὲ εἶπε τοὺς λόγους τούτους, ἀπέκοψαν τὴν ἱερὰν
γλῶσσάν του. Ὁ δὲ τοῦ Χριστοῦ ἀθλητής, ὑψώσας τὰ ὄμματα καὶ τὰς χεῖράς του εἰς
τὸν Οὐρανόν, προσηυχήθη νοερῶς. Καὶ τότε, ἀκούει φωνὴ ἀπὸ τὸν Ουρανὸν λέγουσα:
Ἡ αἴτησίς σου ἐξεπληρώθη, καὶ ἰδοῦ, θέλεις λαλῆ ὡς τὸ πρότερον. Ὅθεν, ἀνεφύη
πάλιν ἡ γλῶσσά του, καὶ δι’ αὐτῆς ἐλάλει καὶ ἐδόξαζε τὸν Θεόν. Ταῦτα δὲ τὰ
θαυμάσια βλέποντες οἱ λαοὶ ἐθαύμασαν, καὶ ἐπίστευσαν εἰς τὸν Χριστὸν ἄνθρωποι
χίλιοι διακόσιοι ἑβδομήκοντα. Βλέπων δὲ ὁ βασιλεύς, ὅτι πολλοὶ Πέρσαι διὰ τοῦ
Ἁγίου πιστεύουσιν εἰς τὸν Χριστόν, προσέταξε νὰ κόψωσιν τὴν κεφαλήν του. Ἐπειδὴ
δέ, καὶ ἄλλοι πολλοὶ ἐφώναξαν λέγοντες· Βασιλεῦ, καὶ ἡμεῖς διὰ τὸ ὄνομα τοῦ
Χριστοῦ ἔτοιμοι εἴμεθα νὰ ἀποθάνωμεν, διὰ τοῦτο ἐξέδωκεν ἀπόφασιν ὁ βασιλεύς,
νὰ θανατώσωσι καὶ ἐκείνους. Ἔλαβον λοιπὸν ὅλους οἱ στρατιῶται, καὶ ἀπήγαγον εἰς
τὸν τόπον τῆς καταδίκης. Ὁ δὲ Ἅγιος Σαδώθ, προσηυχήθη πρῶτον εἰς τὸν Θεόν, καὶ
ἔπειτα ἐσφράγισεν ὅλους τοὺς σὺν αὐτῷ, ὄντας ἑκατὸν εἴκοσι. Καὶ οὕτως αὐτὸς μὲν
ἀπεκεφαλίσθη πρότερον, ἀκολούθως δὲ ἀπεκεφαλίσθησαν καὶ οἱ λοιποί, καὶ ἔλαβον
ὅλοι τοὺς στεφάνους τοῦ μαρτυρίου.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Λεόντιος ὁ φιλόσοφος, ἐν εἰρήνῃ τελειοῦται.
Σὺ καὶ
λογισμοὺς ζῶν νόθους ἦγξας Πάτερ,
Καὶ
συλλογισμῶν γνοὺς τέχνην ἀπηλλάγης.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι
Ἱερομάρτυρες Φῆλιξ πρεσβύτερος καὶ Εὐσέβιος διάκονος ξίφει τελειοῦνται.
Τομὴν κεφαλῶν
Εὐσέβιος καὶ Φίληξ,
Φίλην δι’
εὐσέβειαν, ὤ πῶς ἠγάπων!
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος
Ἰωάννης ὁ θαυματουργός, ὁ κατὰ τὸ ὄρος τοῦ Ῥίλα ἀσκήσας, καὶ τὴν ἐκεῖσε μονὴν
οἰκοδομήσας, ἐν εἰρήνῃ τελειοῦται.
Κτίτωρ Μονῆς
σύ, ὦ Ἰωάννη Ῥίλας,
Δειχθεὶς
κατοικεῖς νῦν Μονὰς τὰς ἐν πόλῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Φριδεσγουΐδης (Frideswide) τῆς Ὀξφόρδης
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Νεομαρτύρων· Ἰσιδώρου
τοῦ πρεσβυτέρου καὶ τῶν τέκνων αὐτοῦ Γεωργίου καὶ Εἰρήνης.
Ὡς δῶρον Θεοῦ
φερωνύμου ὀστέα,
ἐδόθη ἡμῖν
Μάρτυρος Ἰσιδώρου.
Ἐν γῇ ἀγαθῇ
γεωργήσας, Χριστέ μου,
Γεώργιον νῦν
ὡς μεστὸν στάχυν κόπτεις.
Κλαδίῳ
κοσμεῖς εἰρηναίας ἐλαίας,
εἰρήνης Θεέ,
κόρης Εἰρήνης κάραν.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ’. Θεοῦ συγκατάβασιν.
Ἱκέσιον
δέησιν, πρὸς τὸν Δεσπότην Πάτερ ποιούμενος, τὸν πλανώμενον δῆμον,
μεταῤῥυθμίζεις πρὸς τὴν εὐσέβειαν, καὶ διεγείρεις κραυγάζειν τῷ Κτίσαντι·
εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Δεινῆς
πυρακτώσεως, ὡς ἐλυτρώσω ποτὲ Ῥοδίωνα, καὶ Τροφίμης τὸν παῖδα, ἤδη θανόντα
Πάτερ ἐζώωσας, οὕτω σαρκός μου τὴν φλόγα κατάσβεσον, καὶ ἀσθενείας ἐμάς,
ἐπίσκεψαι δέομαι.
Ἡ
θεία συμπάθεια, εἰς ἐναντίωσιν μεταβληθεῖσα, τοῖς διώκταις τοῦ Λόγου, πειρᾶται
πείθειν σέβειν τὸν Κτίσαντα, ὑπὲρ τὴν κτίσιν, καθάπερ ἐποιήσατο, ἡ Ἠλιοὺ
ἱερεῖς, τοὺς τῆς αἰσχύνης ποτέ.
Θεοτοκίον.
Νοὸς
καθαρότητι, εὐχὴν ποιήσας Πάτερ ἠνέῳξας, οὐρανῶν καταῤῥάκτας, καὶ τὴν διψῶσαν
γῆν κατεμέθυσας, ἔχων εἰς τοῦτο ἐλπίδα τὴν Δέσποιναν, τὴν τῶν ἁπάντων Ποιητήν,
σαρκὶ κυήσασαν.
Ἕτερος.
Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι.
Ἔχων
εἰς ὕψος, τὸν Φωτοδότην πυρπολούμενος, κράτιστον ποιμένα, ἔρωτι θεϊκῷ, τοὺς
πιστοὺς ἐπιστηρίζοντα· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἰάσεις
βρύων, ὡς λαμπαδοῦχος νέμεις τρόπαια· ὄντως ἐπεφάνης, πᾶσι φῶς τηλαυγές,
δᾳδουχῶν τοὺς πίστει μέλποντας· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Δῶρον
εἰσήχθης, τῶν Ἀποστόλων ἱερώτατε, κάλλει σῶν χαρίτων, τῆς ἀξιοπρεποῦς
Ἐκκλησίας· διὸ ψάλλομεν· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἰδοὺ
τὸ πέρας, τῆς προφητείας πάσης εἴληφε· Λόγος ὁ ἐκ Σοῦ, ἀῤῥεύστως ἄνευ σπορᾶς,
ἐκ γαστρός Σου προελήλυθε, καὶ καθηγίασε τῶν γηγενῶν, τὴν φύσιν πανάμωμε.
ᾨδὴ
η’. Ἑπταπλασίως κάμινον.
Τὰ
τοῦ Βαρνάβα γράμματα, καὶ τοῦ Παύλου δεξάμενος, ἔσπευδες πληροῦν, τὰ ἐν αὐτοῖς
ἐντάλματα· καὶ δὴ συλλαβόμενος τὸν συνεργάτην Ῥόδωνα, πρὸς τὴν Πάφου πόλιν,
μετὰ τοῦ Ἡρακλείδου, ἐπορεύθης διδάσκων, τοὺς λαοὺς τὴν Τριάδα, κραυγάζειν τὴν
τῶν Παίδων, ᾠδὴν εἰς τοὺς αἰῶνας.
Νεκρὰν
ὁρῶν ἐν μνήματι, ἐπηρώτας τὴν σύγγονον· ποῦ τοῦ Τιμοθέου, ἐνέχυρον τέθεικας;
Καὶ δὴ ἐπακούσασα, τῆς σῆς φωνῆς ἐδήλωσεν, ἔνθα ὃ ἐζήτεις, τὸ χρυσίον ὑπῆρχεν·
καὶ πάντας τοὺς παρόντας, ἐξεθάμβησας μέλπειν· λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς
τοὺς αἰῶνας.
Μωσαϊκοῖς
χαρίσμασιν, Ἰησοῦς κατεκόσμησεν Πάτερ, τοῦ χειμάῤῥου τὴν ὁρμὴν κατέπαυσας, καὶ
δῆμον χριστώνυμον, διὰ ξηρᾶς διήγαγες, πρὸς τὴν τοῦ Θεοῦ, πάνσεπτον Ἐκκλησίαν·
κραυγάζειν ἀσιγήτως· ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἱερωτέρα
πέφηνας, Θεοτόκε πανάμωμε, τῆς ὑπερκοσμίου, τῶν Ἀγγέλων τάξεως· τὸν τούτων γὰρ
τέτοκας, Δημιουργὸν καὶ Κύριον, ἐκ παρθενικῆς, ἀπειρογάμου νηδύος, ἐν δύο ταῖς
οὐσίαις, ἀσυγχύτως ἀτρέπτως, μιᾷ δὲ ὑποστάσει, Θεὸν σεσαρκωμένον.
Ἕτερος.
Χεῖρας ἐκπετάσας Δανιήλ.
Ὄλβος
τοῖς αἰτοῦσι τιμαλφής, ταῖς ἱκεσίαις σου ἐφάνης ἔνδοξε, φῶς ἀπρόσιτον
προσήγαγες, οἷάπερ ὅρμος φαεινός, πάντας διέπων ἀεί, εἰς τὸ μέλπειν· πάντα τὰ
ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Νοῦν
τε καὶ διάνοιαν Χριαστοῦ, πεπλουτηκώς, σύνοικον ἔχων κράτιστον· καταγώγιον
Πνεύματος, φωταγωγεῖς τοὺς ἐν νυκτί, περινοστοῦντας τρανῶς, καὶ βοῶντας· πάντα
τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Θαῦμα
ὡς θαυμάτων φοβερῶν, καταβαλὸν ἐχθρόν, τὸν πολυμήχανον, ἰσχυρῶς κατεπολέμησας,
καὶ νικηφόρος ἀψευδής, συμβασιλεύεις Χριστῷ, καὶ κραυγάζεις· πάντα τὰ ἔργα,
εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον.
Ὁ
φύσει ἀόρατος Θεός, ἐν μήτρᾳ Σου καθωράθη, σωματούμενος Παρθένε, δι’ ἄκραν
εὐσπλαγχνίαν, τοὺς πρὶν τραυματισθέντας, σῶσαι βουλόμενος, καὶ λῦσαι τῶν
βροτῶν, τὰ ἁμαρτήματα, οἷα Θεὸς ὢν καὶ πολυέλεος.
ᾨδὴ
θ’. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Ἐφθόνησε
τῇ ποίμνῃ σου ὁ ἐχθρός, καὶ μὴ φέρων ὁρᾶν ἐκ τῶν πόνων σου, τὴν ἱεράν, ποίμνην
αὐξουμένην Δαυϊτικῶς, καὶ τοὺς βωμοὺς καὶ ξόανα, ἐπιλελησμένους διὰ παντός,
πρὸς πόλεμον ὁπλίζει, τοὺς εἰδωλολατροῦντας, κατὰ τῆς σῆς μακαριότητος.
Γεννήματα
ὑπάρχοντες ἐχιδνῶν, ὁ Ταμάσιος δῆμος οὐχ εἵλοντο, τῶν ἱερῶν, πείθεσθαι Πατέρων
ταῖς διδαχαῖς· ἀλλ’ εἰς ὀργὴν ἐξάπτουσι, τοὺς Περατιδίους θηριωδῶς, ζητοῦντας
θανατῶσαι, καὶ ἄρδην καταστρέψαι, τὸ ἱερὸν θυσιαστήριον.
Ἀλγήσας
τὴν καρδίαν ὁ θαυμαστός, Ἡρακλείδης ἀρᾶται τοὺς ἄφρονας, καὶ συσχεθείς, νόσῳ
βαρυτάτῃ καὶ χαλεπῇ, τὸν ἱερέα Μνάσωνα, ὡς προωρισμένον παρὰ Θεοῦ, τῷ θρόνῳ
καθιδρύει, τῆς ἀρχιερωσύνης, καὶ μεταβαίνει πρὸς τὸν πλάσαντα.
Θεοτοκίον.
Τὴν
δέησίν μου δέξαι τὴν πενιχράν, καὶ κλαυθμὸν μὴ παρίδῃς καὶ δάκρυα καὶ
στεναγμόν· ἀλλ’ ἀντιλαβοῦ μου ὡς ἀγαθή, καὶ τὰς αἰτήσεις πλήρωσον, δύνασαι γὰρ
πάντα ὡς πανσθενοῦς, Δεσπότου Θεοῦ Μήτηρ, εἰ νεύσεις ἔτι μόνον, πρὸς τὴν ἐμὴν
οἰκτρὰν ταπείνωσιν.
Ἕτερος.
Λίθος ἀχειρότμητος ὄρους.
Ἔχων
τὸν τῶν ὅλων Δεσπότην, οἷα Θεὸν καὶ Βασιλέα, συνδημιουργήσαντα κόσμον Χριστόν,
λαλοῦντά τε καὶ ἐνισχύοντα, μυσταγωγὸς γενόμενος, ἐπὶ τὸν θρόνον τοῦ
παντάνακτος.
Ἴδοιμεν
τρισμάκαρ τὴν τρίβον, ἔνθα Χριστὸς συμβασιλεύει, ὅπου τῶν Ἀγγέλων χορεῖαι,
συναγελάζῃ περιερχόμενος, Πατριαρχῶν σκηνώματα, συναυλιζόμενος μακάριε.
Ὅλος
ἑαυτὸν τῷ Κυρίῳ, προσαναθέμενος θεόφρον, γέρα σοι δωρούμενος θεῖα, τῶν σῶν
ἀγώνων ὄντα ἀντάξια· μεθ’ ὧν συνευφραινόμενος, ἱερομύστα Μνάσων Ὅσιε.
Θεοτοκίον.
Στῆσον
τῆς ἀθλίας ψυχῆς μου, τὴν καταιγίδα Θεοτόκε, πράϋνον παθῶν μου τὸν σάλον, δεινῷ
χειμῶνι κλυδωνιζόμενος, ἐκ τρικυμίας ῥῦσαί με, ἡ τοὺς βροτοὺς φθορᾶς λυτρώσασα.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Ὡς
μάταιον ἐξέκλινας, Ταμάσου τὴν εὐλάβειαν, καὶ ἀτροφίᾳ τὴν σάρκα, μαραίνων
ἀνεκαίνισας, ψυχῆς τὸν τόνον Ἅγιε, καὶ δόξαν κατεπλούτησας, οὐράνιον ἀοίδιμε·
ὅθεν μὴ παύσῃ πρεσβεύων, ὑπὲρ ἡμῶν Ἱεράρχα.
Θεοτοκίον.
Καὶ
σχετικῶς ἀσπάζομαι, καὶ πόθῳ τὴν προσκύνησιν, προσνέμω πίστει καὶ φόβῳ, τῇ
παναχράντῳ καὶ θείᾳ, εἰκόνι Σου πανάμωμε, ἀφ’ ἧς ψυχῶν ἐκβλύζουσι, καὶ τῶν
σωμάτων Δέσποινα, ἰάματα τοῖς ὑμνοῦσι, Σὲ Θεοτόκον κυρίως.
Αἶνοι.
Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἀστραπαῖς
τοῦ κηρύγματος, τοὺς ἐν σκότει ἐφώτισας, καὶ τὴν πλάνην ἅπασαν ἀπεδίωξας·
ἱερουργὸς ἐχρημάτισας, στεῤῥὲ Μνάσων Ὅσιε, ὡς ποιμὴν ἀληθινός, ὡς ἑδραίωμα
ἄσειστον, παναοίδιμε, Ἐκκλησίας Ταμάσου· διὰ τοῦτο, συνελθόντες σὲ τιμῶμεν,
μελῳδικῶς ἀγαλλόμενοι. (Δίς)
Σὲ
ὡς ἥλιον ἄδυτον, ὡς φωστῆρα παγκύρπιον, τοὺς πιστοὺς Ταμάσου διαποιμάναντα,
Μνάσων σοφὲ ἀξιάγαστε, καὶ κόσμον φωτίζοντα, καὶ κινδύνων χαλεπῶν, τὴν ἀχλὺν
ἀπελαύνοντα, καὶ διώκοντα, ἀθεΐας χειμῶνα καὶ γαλήνην, ἐργαζόμενον βαθεῖαν,
χρεωστικῶς μακαρίζομεν.
Ἀῤῥαγῆ
σε θεμέλιον, ὁ Χριστὸς ἐπεστήριξε, τῇ Αὐτοῦ Ἐκκλησία ὦ Μνάσων Ὅσιε, τηροῦντα
ταύτην ἀσάλευτον, καὶ ἀκαταμάχητον, τῶν ἐχθρῶν ταῖς προσβολαῖς, θεοῤῥῆμον
ἀοίδιμε, καὶ πρεσβεύοντα, ἐκ παθῶν ψυχοφθόρων λυτρωθῆναι, τοὺς τιμῶντάς σου τὴν
μνήμην, καὶ ἑορτάζοντας πάντοτε.
Δόξα.
Ἦχος δ’.
Τὸν
ἱερὸν καὶ τοῦ Παύλου μαθητήν, καὶ κοινωνὸν τῶν αὐτοῦ παθημάτων, ἐν ἱεροῖς
ἔργοις καὶ λόγοις, χρεωστικῶς εὐφημήσωμεν· Ἱεράρχην, τὸν Χριστοῦ μιμητήν, νῦν
τὸν Μνάσωνα τὸν μέγιστον, τῆς Ταμασοῦ τὸ κάλλιστον θρέμμα· τὸν διὰ τοῦ Χριστοῦ
πᾶσι, κηρύξαντα τὴν εὐσέβειαν· τὸν πηγάσαντα τοῖς πιστοῖς, τὰ σωτήρια νάματα,
τὰ παρέχοντα ἄφεσιν ἁμαρτιῶν· καὶ πρεσβεύοντα ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Ἐκ
παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ
δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου