Κυριακή 1 Ιουλίου 2018

ΟΚΤΩΒΡΙΟΣ 20. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΑΡΤΕΜΙΟΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΟΚΤΩΒΡΙΟΣ Κ΄!!
ΑΡΤΕΜΙΟΣ ΜΑΡΤΥΣ
                                           ΑΚΟΛΟΥΘΙΑ                       


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ΄. Οἱ Μάρτυρές Σου Κύριε.
Ὁ ἔνδοξος Ἀρτέμιος, περιζωσάμενος ἐν αληθείᾳ, καὶ ὁπλισάμενος τὴν δυναστείαν, περιφανῶς τὴν τοῦ Σταυροῦ, πάσας ἐναντίας ετροπώσατο, φάλαγγας δαιμόνων θείᾳ χάριτι· αὐτοῦ ταῖς ἱκεσίαις, Δέσποτα πᾶσι δίδου τὸ μέγα ἔλεος. (Δίς)

Τὴν χλαῖνάν σου ἐφοίνιξας, βαφαῖς τοῦ αἵματος τοῦ σοῦ παμμάκαρ, καὶ στολισάμενος αὐτὴν ὀσίως, συμβασιλεύεις τῷ Χριστῷ, στέφος ἀφθαρσίας περικείμενος, καὶ τοῖς Ἀσωμάτοις ὁμοιούμενος· μεθ’ ὧν ὑπὲρ τοῦ κόσμου, πρέσβευε ἀεννάως, Μάρτυς Ἀρτέμιε.

Ἡ θήκη τῶν λειψάνων σου, ἀναπηγάζουσα θαυμάτων ῥεῖθρα, βυθίζει δαίμονας καὶ κατακλύζει, πάθη ἀνίατα βροτῶν· ην περικυκλοῦντες ἀσπαζόμεθα, σοῦ τὰς ἀριστείας ἐκθειάζοντες· διὸ ταῖς σαῖς πρεσβείαις, Ἅγιε πᾶσι δίδου τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. β .
Σήμερον ἡ οἰκουμένη πᾶσα, ταῖς τοῦ Ἀθλοφόρου αὐγάζεται ἀκτῖσι καί ἡ τοῦ Θεοῦ Ἐκκλησία, τοῖς ἄνθεσιν ὡραϊζομένη, Ἀρτέμιε βοᾷ σοι, θεράπον Χριστοῦ, καὶ προστάτα θερμότατε, μὴ ἐλλίπῃς πρεσβεύων, ὑπὲρ τῶν δούλων σου.














Εἰς τὸν Στίχον. Ἦχος β . Οἶκος τοῦ Ἐφραθᾶ.
Μνήμη σου ἡ φαιδρά, τὰ πλήθη συγκαλεῖται, λαμπρὰν ὡς πανδαισίαν, τοὺς ἄθλους σου προθεῖσα, Ἀρτέμιε πολύαθλε.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθησει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Πόνοι οἱ τῆς σαρκός, τὴν ἄπονόν σοι λῆξιν, προὐξένησαν ἀξίως, ἧς νῦν ἐπαπολαύων, πόνους ὑμνούντων κούφισον.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Αἱμάτων σου ῥοαῖς, πυρὰν τὴν τῶν βασάνων, κατέσβεσας τρισμάκαρ, τοῦ Πνεύματος τῇ δρόσῳ, σαφῶς περιχεόμενος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παντάναξ Βασιλεῦ, εἰρήνευσον τὸν κόσμον, πρεσβείαις τῆς ἀχράντου, Παρθένου Παντανάσσης, καὶ πάντων τῶν Ἁγίων σου.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄.
Ποικίλαις βασάνοις ἐναθλήσας μακάριε, ὠς στεῤῥὸς ἀδάμας τὸν παραβάτην κατήσχυνας· καὶ γὰρ ἐν πέτρᾳ μεγίστῃ πιεσθείς, διὰ τὴν πέτραν Χριστὸν καὶ αἰκισθείς, ἐδέξω στέφος τοῦ μαρτυρίου, Μεγαλομάρτυς Ἀρτέμιε· δόξα τῷ σὲ ἐνισχύσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
 Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.










ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’  και ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Οὐρανίαις ἐλλάμψεσι, φωτισθεὶς τὴν διάνοιαν, τὸ τῆς πλάνης ἔφυγες σκότος ἔνδοξε, καὶ τῷ φωτὶ προσεπέλασας, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ ταῖς χάρισιν αὐτοῦ, καταυγάζεις τὰ πέρατα· διὸ πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου. (Δίς)

Ἐπιπνοίᾳ τοῦ Πνεύματος, μυηθεὶς γνῶσιν ἔνθεον, τὸν τῶν ὅλων Κτίστην ἔγνως Ἀρτέμιε, καὶ τοὺς τῇ κτίσει λατρεύοντας, πανσόφως διήλεγξας, καὶ ὡδήγησας λαούς, εἰς Θεοῦ τὴν ἐπίγνωσιν· δι' ὃν ἤθλησας, καὶ τὸ στέφος ἐδέξω τῶν καμάτων, λυτρωθῆναι ἱκετεύων, διαφθορᾶς τοὺς ὑμνοῦντας σε.

Πολυτρόποις κολάσεσι, χαλεπαῖς μαστιγώσεσι, παραδοὺς αἰκίζεσθαι τὸ πολύαθλον, καὶ καρτερώτατον σῶμά σου, θεόφρον Ἀρτέμιε, οὐκ ἠρνήσω τὸν Χριστόν, οὐ ξοάνοις ἐπέθυσας, ἀλλ' ὑπέμεινας, ὥς περ πάσχοντος ἄλλου ἀναμένων, τὰς μελλούσας ἀντιδόσεις, καὶ τὴν ἀθάνατον εὔκλειαν.

Ἀναρτήσει ξεόμενος, και ταῖς πέτραις σφιγγόμενος, καὶ σιδήρῳ πάντοθεν δαπανώμενος, καὶ ὑπὸ ξίφους τεμνόμενος, ἀκλόνητος ἔμεινας, ἐπι πέτραν νοητήν, τῆς ψυχῆς σου πηξάμενος, βάσεις ἔνδοξε· διὰ τοῦτο νικήσας τοῖς Ἀγγέλοις, καὶ τοῖς Μάρτυσι συνήφθης, φωτὸς ἀῤῥήτου πληρούμενος.

Ἰαμάτων χαρίσματα, τοῖς ποθοῦσιν ἑκάστοτε, αναβλύζεις ἔνδοξε σοῦ τὰ λείψανα, καὶ κατακλύζει παθήματα, καὶ νόσους Ἀρτέμιε, καὶ συμπνίγει πονηρῶν, δαιμονίων τὰς φάλαγγας, καταρδεύει δέ, τῶν πιστῶς τὰς καρδίας βλαστανούσας, ἀρετῶν καρπους ἐνθέους, καὶ εὐσεβείας ἐπίγνωσιν.

Δόξα... Ἦχος β'. Τοῦ Στουδίτου
Τὸν νοερὸν φωστῆρα τῆς πίστεως, Ἀρτέμιον τιμήσωμεν, ὅτι ἤλεγξε Βασιλέα τὸν ἔχθιστον. καὶ τῷ αἵματι τοῦ μαρτυρίου αὐτοῦ, τὴν Ἐκκλησίαν Θεὸς ἐπορφύρωσεν· ὅθεν καὶ ἀπέλαβε, τῶν ἰαμάτων τὴν χάριν τὴν ἄφθονον, τοῦ ἰᾶσθαι τὰς νόσους, τῶν πιστῶς προστρεχόντων, ἐν τῇ σορῷ τῶν λειψάνων αὐτοῦ.


Καὶ νῦν... Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.








Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Χαῖρε καὶ εὐφραίνου, μεγαλομάρτυς Ἀρτέμιε, στρατιῶτα τοῦ μεγάλου Βασιλέως ἄριστε· Θεῷ γὰρ εὐηρέστησας, καὶ πάντων ὑπεριδῶν, ἐν οὐρανοῖς τὴν ζωὴν τὴν αιώνιον ἀπείληφας· ὅθεν, ἡ σορὸς τῶν λειψάνων σου, παντοίας νόσους ἀποσοβεῖ ἐξ ἀνθρώπων, τῶν μετὰ πίστεως προσκυνούντων, τὴν ἱεράν σου εἰκόνα· Χριστὸς γὰρ Ον ἐπόθησας, αὐτὸς ἐν πᾶσι τοῖς πέρασιν, ἐδόξασέ σε τρισόλβιε.

Ἦχος β΄.
Αὐτόκλητος ἐχώρησας πρὸς τὰ σκάμματα τῆς ἀθλήσεως, τρισμάκαρ Ἀρτέμιε· καὶ τοῖς μὲν τριβόλοις κεντούμενος, τὰς ἀκάνθας καὶ τριβόλους παρῆλθες τοῦ προπάτορος τῆς ἀρᾶς· τοῖς δὲ βουνεύροις τυπτόμενος, τὸν ἐχθρὸν ἐξενεύρισας· ὀγκίνοις τὰς πλευράς, καὶ τὰ βλέφαρα διαπαρείς, τὸν παλαιὸν πτερνιστήν, καὶ τον ἄρχοντα τοῦ σκότους τελείως κατήσχυνας· τὰ δὲ ὀστᾶ συντριβείς, πᾶσαν νόσον θεραπεύεις, τὴν κάραν δὲ ἀφαιρεθείς, ἀμαραντίνῳ στεφάνῳ κατέστεψαι, ἐκτενῶς δεόμενος, ὐπὲρ τῶν εὐφημούντων σε.

Ἦχος πλ. α΄.
Ἡ παμφαὴς τοῦ Μάρτυρος μνήμη, λάμπει ὡς ἥλιος τοῖς πέρασι, καὶ ἀπαύστως δᾳδουχεῖ τοῖς πιστοῖς τὰ ἰάματα, νόσους ἀποσοβοῦσα, καὶ πάθη θεραπεύουσα· ἱκετεύει γὰρ Ἀρτέμιος τῷ Χριστῷ, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Τίς ἐξείπη τὰς ἀριστείας σου σοφέ; ἢ τίς ἐπαινέσει τῶν ἀγώνων σου τὰ εἴδη; Διπλοῦς γὰρ ὡς ὑπάρχων ἐκ ψυχῆς ὁμοῦ καὶ σώματος, τῷ κρείττονι τὸ χεῖρον ἔσπευσας καθυποτάξαι· ὅθεν Ἀθλοφόρων ἀνεδείχθης ἀκρότης, καὶ προστάτης ἀκοίμητος τῶν εὐφημούντων σε.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Εἰς τὸν Στίχον. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Νεύροις συγκοπτόμενος, καὶ ὀφθαλμοὺς ὀρυττόμενος, καὶ ἰκρίῳ κρεμάμενος, ξυστῆρσι ξεόμενος, ἀπηνῶς τὰς σάρκας, θύειν τε εἰδώλοις, ἐγκελευόμενος σοφέ, οὐκ ἐξηρνήσω Χριστοῦ τὸ ὄνομα· ἀλλ’ ἤλεγξας στεῤῥότατα, τοῦ δυσσεβοῦς τὴν παράνοιαν, καὶ δεινὴν ματαιότητα, Ἀθλοφόρε Ἀρτέμιε.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθησει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Πρὸς τὴν ἐπουράνιον, ἀποσκοπῶν ἀξιάγαστε, κληρουχίαν Ἀρτέμιε, πληγάς τε καὶ μάστιγας, εἰς οὐδὲν ἡγήσω· ἃ τὴν εὐφροσύνην, καὶ τὴν ἀντίδοσιν σαφῶς, ἐν οὐρανίοις σκηναῖς σοι προὔθηκε· διό σου τὰ μνημόσυνα, ἐπιτελοῦντες δοξάζομεν, Ἰησοῦν τὸν φιλάνθρωπον, τὸν ἀεί σε δοξάζοντα.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Δεῦτε τὰ συστήματα, τῶν φιλεόρτων ἀθροίσθητε, ἱερῶς εὐφημήσωμεν, λαμπρῶς ἐκτελέσαντες, ᾄσμασι τὴν θείαν, καὶ πάμφωτον μνήμην, τοῦ Ἀθλοφόρου καὶ σεπτοῦ, Μεγαλομάρτυρος εὐφραινόμενοι· πρεσβεύει γὰρ ἑκάστοτε, ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον, ὅπως εὕρωμεν ἔλεος, ἐν ἡμέρᾳ τῆς κρίσεως.

Δόξα. Ἦχος δ΄.
Ἀσματικοῖς ἐγκωμίοις πιστοί, σήμερον ὁμοφρόνως τιμήσωμεν, Ἀρτέμιον ταὸν ἐνδοξότατον. Οὗτος γὰρ βασιλέα ἤλεγξε παρανομώτατον, καὶ βασάνους ὑπομείνας πολλὰς καὶ στρεβλώσεις, τὸ αἷμα αὐτοῦ προθύμως ἐξέχεεν ὑπὲρ τῆς Χριστοῦ ὁμολογίας· ὅθεν, θαυμάτων χάριν εἴληφε παρὰ Θεοῦ, θεραπεύειν νοσήματα πλουσίως, τοῖς αὐτῷ προσεδρεύουσι· διὸ Χριστὲ ὁ Θεός, ὁ τὸν Σὸν Ἀθλοφόρον ἀξίως ἐνισχύσας, διάσωσον καὶ ἡμᾶς ἐκ παντοίων πειρασμῶν καὶ θλίψεων, ταῖς αὐτοῦ ἱκεσίαις ὡς εὔσπλαγχνος.

Καὶ νῦν. Θεοτοκίον.
Ῥῦσαι ἡμᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ἡ τεκοῦσα τὸν  τῶν ὅλων Ποιητήν, ἵνα πάντες κράζομέν Σοι· Χαῖρε μόνη προστασία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄.
Ποικίλαις βασάνοις ἐναθλήσας μακάριε, ὠς στεῤῥὸς ἀδάμας τὸν παραβάτην κατήσχυνας· καὶ γὰρ ἐν πέτρᾳ μεγίστῃ πιεσθείς, διὰ τὴν πέτραν Χριστὸν καὶ αἰκισθείς, ἐδέξω στέφος τοῦ μαρτυρίου, Μεγαλομάρτυς Ἀρτέμιε· δόξα τῷ σὲ ἐνισχύσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
 Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.



























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Βασάνους ἀλγεινάς, ἀνδρικῶς ὑπομείνας, τὴν ἄπονον ζωήν, ἐκομίσω παμμάκαρ, Ἀρτέμιε ἔνδοξε, Ἀθλητῶν ἐγκαλλώπισμα· ὅθεν σήμερον, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἑορτάζουσα, τὴν σὴν πανίερον μνήμην, ἐνθέως ἀγάλλεται.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Φωτί Σου ἀγαθή, τὴν ἐν σκότει ψυχήν μου, καταύγασον ἁγνή, καὶ τὴν πόρωσιν λῦσον, καὶ δίδαξον πράττειν με, τοῦ Υἱοῦ Σου ταὸ θέλημα, ὅπως ἄφεσιν, τὴν τῶν πολλῶν μου πταισμάτων, εὕρω πάναγνε, καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου, εὐχαῖς Σου ῥυσθήσομαι.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀρτεμίου τοὺς πόνους ἀνευφημήσωμεν, ἱερῶς ἀθροισθέντες ἐν τῷ πανσέπτῳ ναῷ, τοῦ Ἀθλοφόρου ψαλμικῶς ὦ φιλέορτοι· μακαρίσωμεν πιστῶς, καὶ ἐκβοήσωμεν αὐτῷ· ὁπλῖτα τῆς εὐσεβείας, μὴ διαλλίπῃς πρεσβεύων, ἡμῖν δοθῆναι εἰρήνην καὶ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητούς, πρὸς τὴν αἰώνιον ζωήν, χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐξ οἰκείων αἱμάτων ὁ Ἀθλητής, ἐαυτῷ πορφυρίδα βάψας καλῶς, ὡραῖος τοῖς στίγμασι, τῷ Χριστῷ προσενήνεκται, τρισηλίου δόξης, φωτὶ λαμπρυνόμενος, καὶ ἡμᾶς φωτίζων, αὐτὸν μακαρίζοντας· ὅθεν τὴν φωσφόρον, καὶ σεπτὴν αὐτοῦ μνήμην, τελοῦντες λαμβάνομεν, ἰαμάτων χαρίσματα· ᾧ ἐν πίστει βοήσωμεν· πρέσβευε Χριστῷ ταῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, ἐξ ἀχράντου σου μήτρας σάρκα λαβών, προστάτιν σε ἔδειξε, τῶν ἀνθρώπων Πανάμωμε· διὰ τοῦτο πάντες πρὸς σὲ καταφεύγομεν, ἱλασμὸν πταισμάτων αἰτούμενοι Δέσποινα, καὶ αἰωνιζούσης, λυτρωθῆναι βασάνου, καὶ πάσης κολάσεως τῆς ἐκεῖσε δεόμεθα, ἵνα πίστει βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τοῦ δοθῆναι πᾶσι Κόρη ἄφεσιν, τοῖς πιστῶς προσιοῦσι τῇ σκέπῃ σου.



Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθησει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων…
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Σήμερον ἡ οἰκουμένη πᾶσα, ταῖς τοῦ Ἀθλοφόρου αὐγάζεται ἀκτῖσι καί ἡ τοῦ Θεοῦ Ἐκκλησία, τοῖς ἄνθεσιν ὡραϊζομένη, Ἀρτέμιε βοᾷ σοι, θεράπον Χριστοῦ, καὶ προστάτα θερμότατε, μὴ ἐλλίπῃς πρεσβεύων, ὑπὲρ τῶν δούλων σου.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ Κανών, οὗ ἡ Ἀκροστιχίς: Τὴν σὴν νέμοις μοι πλουσίαν χάριν Μάκαρ. Ἰωσήφ.
ᾨδὴ α' Ἦχος β'. Ἐν βυθῷ κατέστρωσε.
Τὸν ἀγῶνα Μάρτυς τὸν καλόν, ὡς ἀγωνισάμενος, καὶ τοὺς λαμπροὺς στεφάνους κομισάμενος, τῷ φωτὶ παρίστασαι, φωτιζόμενος κατὰ μέθεξιν ἄϋλον· ὅθεν δυσωποῦμεν, φώτισον ἡμᾶς ταῖς ἱκεσίαις σου.
φαιδρά σου Μάρτυς ἑορτή, πάντας συνεκάλεσε, χαρμονικῶς εἰς πανδαισίαν σήμερον, προθεῖσα τοὺς ἄθλους σου, τὰ παλαίσματα, καὶ τὴν ἀνδρείαν ἔνστασιν, ὧν κατατρυφῶντες, πίστει σε καὶ πόθῳ μακαρίζομεν.
Νεκρωθέντα μάκαρ ἐν σταυρῷ, τὸν ἀκατανόητον, σωματικῶς κατανοήσας Κύριον, τῆς ζωῆς τὸν αἴτιον, ἐθελούσιον ἐπεπόθησας νέκρωσιν, τὴν διὰ βασάνων· ὅθεν ἀθανάτου δόξης ἔτυχες.
Θεοτοκίον
Σαρκωθεὶς ἐκ σοῦ θεοπρεπῶς, Λόγος ὁ ἀσώματος, ὑπερβολῇ φιλανθρωπίας πάναγνε, πάθει προσωμίλησε, καὶ ἀπάθειαν τοῖς ἀνθρώποις ἐπήγασεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται.

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: Αἰνῶ πόθῳ μέγιστον, Ἀρτέμιον. Γερμανός.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. ᾌσωμεν τῷ Κυρίῳ.
ναξ Θεὲ τῶν ὅλων, αἴγλην οὐρανόθεν μοι κατάπεμψον, τοῦ ὑμνῆσαι ἀξίως, τὸν κλεινὸν ἀριστέα Ἀρτέμιον.
θυνον τοῦ νοός μου, τοῦ χρηστοῦ Ἀρτέμιε τὴν κίνησιν, τοῦ δοξάσαι ἀξίως, τὴν σεπτήν σου πανήγυριν ᾄσμασιν.
Νόμοις τοῖς τοῦ Δεσπότου, ἐπακολουθῶν Μάρτυς αὐτόκλητος, θαρσαλέως ἐν μέσῳ, ὑπεισῆλθες τρισμάκαρ τοῦ σκάμματος.
Θεοτοκίον
φθης ἁγιωτέρα πάντων τῶν ἀΰλων, ἱκετεύω Σε, οὐρανίων Ταγμάτων, τῶν παθῶν τῆς ἀχλύος ῥυσθῆναί με.

ᾨδὴ γ'. Ἐξήνθησεν ἡ ἔρημος.
Μαρτύρων καλλωπίζεσθαι, τοῖς στεφάνοις ἔνδοξε, ἐπιποθὼν ὑπήνεγκας, τῶν μαστίγων καὶ τῶν στρεβλώσεων, τὰς πικρὰς ἀλγηδόνας θείᾳ χάριτι.
Οὐκ ἔσεισε τὸν πύργον σου, τῆς καρδίας πάνσοφε, ἡ σφοδροτάτη πρόσρηξις, τῶν βασάνων· καὶ γὰρ ἐστήρικτο, νοητὴν ἐπὶ πέτραν τὴν ἀσάλευτον.
κρίῳ ἀναρτώμενος, καὶ νιφάσι πάντοθεν, τῶν σπαραγμῶν κυκλούμενος, σοῦ τὸ ὄμμα πρὸς τὸν δυνάμενον, ἐνητένιζες σῴζειν ἀξιάγαστε.
Θεοτοκίον
Σεσάρκωται βουλήματι, ἐξ αἱμάτων Δέσποινα, σοῦ παναχράντων Κύριος, διασῴζων τὴν ἀνθρωπότητα, καὶ Μαρτύρων τοὺς δήμους ἐπεσπάσατο.

Ἕτερος. Σὺ εἶ τὸ στερέωμα.
Πόθῳ πυρπολούμενος, τῆς εὐσεβείας Ἀρτέμιε, μέσον ἑστώς, Μάρτυς τοῦ σταδίου, τὸν βελίαρ κατήσχυνας.
γκίνοις κεντούμενος, καὶ ὀφθαλμοὺς σὺ στερούμενος, διὰ Χριστόν, μάκαρ τοῦ στεφάνου, τῆς ἀθλήσεως εἴληφας.
Θρόνῳ τοῦ παντάνακτος, μάκαρ ἀεὶ παριστάμενος, μνείαν ποιοῦ, ὑπὲρ τῶν ἐν πίστει, σοῦ τιμώντων τὴν ἄθλησιν.
Θεοτοκίον
τῶν ὑπὲρ ἔννοιαν, θεωριῶν παμμακάριστε, τῶν Προφητῶν αἱ προῤῥήσεις πᾶσαι, ἐπὶ Σοὶ γὰρ πεπλήρωνται.














Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Βασιλεῖ τῶν αἰώνων εὐαρεστῶς, βασιλέως ἀνόμου πᾶσαν βουλήν, ἐξέκλινας ἔνδοξε, καὶ γλυπτοῖς οὐκ ἐπέθυσας· διὰ τοῦτο θῦμα σαυτὸν προσενήνοχας, τῷ τυθέντι Λόγῳ, ἀθλήσας στεῤῥότατα· ὅθεν καὶ θαυμάτων, ἀναβλύζεις τὰ ῥεῖθρα, τὰ πάθη ἰώμενος, τῶν πιστῶς προσιόντων σοι, Ἀθλοφόρε Ἀρτέμιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Ἦχος δ'. Ὁ ὑψωθείς.
Τὸν στρατιώτην τοῦ Χριστοῦ τὸν ἀήττητον, καὶ καθαιρέτην τοῦ ἐχθροῦ γενναιότατον, τὸν ἐν μεγίστοις τέρασιν ἐκλάμψαντα, ἅπαντες Ἀρτέμιον, εὐφημήσωμεν πίστει· βρύει γὰρ ἰάματα, τοῖς προστρέχουσι πόθῳ, καὶ καταπαύει πάθη χαλεπά, καὶ τῶν ἐν θλίψει ἀνθρώπων προΐσταται.
Καὶ νῦν... Θεοτοκίον
Ὁ ἐπὶ θρόνου Χερουβὶμ καθεζόμενος, καὶ ἐν τοῖς κόλποις τοῦ Πατρὸς αὐλιζόμενος, ὡς ἐπὶ θρόνου κάθηται Ἁγίου αὐτοῦ, Δέσποινα ἐν κόλποις σου, σαρκικῶς· ὁ Θεός γάρ, ὄντως ἐβασίλευσεν, ἐπὶ πάντα τὰ ἔθνη, καὶ συνετῶς νῦν ψάλλομεν αὐτῷ, ὃν ἐκδυσώπει, σωθῆναι τοὺς δούλους σου.

ᾨδὴ δ'. Ἐλήλυθας, ἐκ Παρθένου.
Μιμούμενος, τὸν ταθέντα ἐν ξύλῳ θελήματι, ὑψώθης τεινόμενος, καὶ ὠμοτάτως ξεόμενος, καὶ ἀποδυόμενος, τοὺς δερματίνους χιτῶνας τῆς νεκρώσεως.
Οἱ πόνοι σου, τῆς σαρκὸς καὶ δεινῶν ἡ ἐπίτασις, τὴν ἄπονον λῆξίν σοι, Μάρτυς σαφῶς προεξένησαν, ἧς νῦν ἐμφορούμενος, ἅπαντα πόνον κουφίζεις τῶν ψυχῶν ἡμῶν.
σαγγέλῳ, γεγονότι τῶν ἄθλων λαμπρότησι, χειρὸς δι' Ἀγγέλου σοι, πέμπει τροφὴν ὁ οὐράνιος, ἄρτος ἡ ζωὴ ἡμῶν, ἐνδυναμοῦσάν σε Μάρτυς παναοίδιμε.
Θεοτοκίον
Παρθένον σε, μετὰ τόκον ἀμίαντον ἄφθορον, Θεὸς συνετήρησεν, ὁ εὐδοκήσας ἐν μήτρᾳ σου, ὅλον με τὸν ἄνθρωπον, ἀναλαβέσθαι δι' ἄκραν ἀγαθότητα.

Ἕτερος. Εἰσακήκοα Κύριε.
Μὴ πτοούμενος ἔνδοξε, τὸ τοῦ παραβάτου ἄθεον φρύαγμα, ἀποτόμως τὴν κακόνοιαν, ἤλεγξας αὐτοῦ καὶ τὴν δυσσέβειαν.
Ἐπτερώθης τῷ ἔρωτι, τῷ πρὸς τὸν Χριστὸν Μάρτυς παμμακάριστε, καὶ τυράννου τὴν ἀσέβειαν, ἀπεκρούσω ὄλως βδελυξάμενος.
Γηθοσύνως Ἀρτέμιε, καὶ γενναιοφρόνως ἐπηυτομόλησας, πρὸς τὸ σκάμμα τῆς ἀθλήσεως, καὶ τὸν ἀποστάτην ἀπεῤῥάπισας
Θεοτοκίον
λασμὸν ἡμῖν φάνηθι, τοῖς κατεγνωσμένοις Σωτὴρ ὡς εὔσπλαγχνος, ἱκεσίαις τῆς τεκούσης Σε, καὶ τοῦ Ἀθλοφόρου δυσωπούμενος.

ᾨδὴ ε'. Μεσίτης Θεοῦ.
Λαμπὰς φωταυγής, καθωράθης Πνεύματος Ἀρτέμιε, πιστοὺς καταυγάζουσα, καὶ τῆς πονηρίας ἀπελαύνουσα, τὰ ζοφώδη καὶ σκότους, πεπληρωμένα πνεύματα.
πέτρᾳ ζωῆς, τῆς ψυχῆς τὰ βήματα πηξάμενος, ταῖς πέτραις σφιγγόμενος, καὶ τοῖς ἀλγεινοῖς περικυκλούμενος, ἀληθὴς ἀθλοφόρος, ἀκλόνητος διέμεινας.
πάρχων σεπταῖς, ὡπλισμένος Πνεύματος δυνάμεσι, τριβόλων ὀξύτητος, Μάρτυς ἀθλοφόρε κατεφρόνησας, ἐν αὐτοῖς συμπατήσας, τὰ κέντρα τοῦ ἀλάστορος.
Θεοτοκίον
Σταυρὸν καὶ ταφήν, ὁ ἐκ σοῦ θελήματι τεχθεὶς δι' ἡμᾶς, ὑπομείνας Δέσποινα, Μάρτυρα στεῤῥότατον Ἀρτέμιον, τῶν αὐτοῦ παθημάτων, ὡς κραταιὸς εἰργάσατο.

Ἕτερος. Ὀρθρίζοντες βοῶμέν σοι.
Στεῤῤῶς ἀντιταξάμενος ἔνδοξε, τῷ τυράννῳω, κλέος ἀναφαίρετον, ἐδέξω Μάρτυς Ἀρτέμιε.
Τοὺς πόνους τοὺς μεγίστους θεόσοφε, καὶ στρεβλώσεις, καρτερῶς ὑπήνεγκας, τὸν στεφοδότην μιμούμενον.
λόσωμον ὑπέφερες κάκωσιν, Ἀθλοφόρε, ἤτις σοι τὴν ἄῤῥητον, λῆξιν σαφῶς προεξένησε.
Θεοτοκίον
Νοῆσαι τῶν μυστηρίων ἄχραντε, τοῦ Σοῦ τόκου, οὐρανῶν τὰ Τάγματα, καὶ τῶν ἀνθρώπων οὐκ ἴσχυσαν.















ᾨδὴ ς'. Ἐν ἀβύσσῳ.
ερεῖον καὶ θῦμα ὁλόκληρον, Μάρτυς προσενήνοχας σαυτόν, Ἀρτέμιε, τῷ ἑκουσίαν σταύρωσιν, εἰς ἡμῶν δεξαμένῳ ἀνάκλησιν.
νενδότοις πληγαῖς συντριβέντος σου, σώματος Ἀρτέμιε, τοῦ καρτεροῦ σοφέ, τὴν ψυχικὴν εὐγένειαν, διετήρησας πίστει ἀλώβητον.
Νοσημάτων ἡμᾶς ἀπολύτρωσαι, Μάρτυς καὶ παθῶν, πειρασμῶν τε καὶ θλίψεων, τοὺς ἐπὶ σοὶ προστρέχοντας, μιμητὰ τοῦ Σωτῆρος Ἀρτέμιε.
Θεοτοκίον
Χειμαζόμενον σάλῳ τῶν θλίψεων, καὶ κλυδωνιζόμενον ἐπαναστάσεσι, τρικυμιῶν διάσωσον, Θεοτόκε Παρθένε τοὺς δούλους σου.

Ἕτερος. Χιτῶνά μοι παράσχου.
κρίῳ προσπαγέντι Σοι Χριστέ, ὁ κλεινὸς θεράπων Σου, οὐκ ἐπαισχύνεται, ἀλλ’ ὡς δόξης κοινωνὸς ἐναβρύνεται.
Σεσίγηται τῆς πλάνης τὰ αἰσχρά, θεηγόρων γλώσσῃ δε, θεῖα μυστήρια, τῶν Μαρτύρων τοῦ Χριστοῦ ἐκκαλύπτεται.
νδρείως μαρτυρήσας τὸν Χριστόν, Θεόν τε καὶ ἄνθρωπον, τυράννων ἐνώπιον, δι’ αὐτὸν σοῦ καὶ τὸ αἷμα ἐξέχεας.
Λόγος τοῦ Θεοῦ Σὲ βροτοῖς, Θεοτόκε ἔδειξεν, οὐράνιον κλίμακα διὰ Σοῦ γὰρ πρὸς ἡμᾶς καταβέβηκεν.

Κοντάκιον Ἦχος β'. Τοὺς ἀσφαλεῖς.
Τὸν εὐσεβῆ καὶ στεφηφόρον Μάρτυρα, τὸν κατ' ἐχθρῶν νίκης ἀράμενον τρόπαια, συνελθόντες ἐπαξίως νῦν ἐν ὑμνῳδίαις εὐφημήσωμεν, Ἀρτέμιον τὸν μέγιστον ἐν Μάρτυσι, θαυμάτων τε δοτῆρα πλουσιώτατον· πρεσβεύει γὰρ Κυρίῳ ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἰκος
Τίς τοὺς ἀγῶνας ἐξαρκέσει ἐξειπεῖν Ἀθλοφόρε, ἢ τοὺς πόνους τοὺς σούς, οὓς περ ἀνδρείως ὑπέμεινας, διὰ τῆς πίστεως τοῦ Κυρίου, καὶ τῆς χάριτος ἧς περ κατηξιώθης; οὐκ ἐξαρκεῖ διηγήσασθαι στόμα ἀνθρώπινον· σοφίαν γὰρ ἐνδεδυμένος καὶ ἀνδρείαν, τὸν πλοῦτον ἐμίσησας καὶ τὴν ἀξίαν τὴν πρόσκαιρον, στρατιώτης φανεὶς γνησιώτατος. Καὶ νῦν πρεσβεύεις Κυρίῳ ὑπὲρ πάντων ἡμῶν.









Συναξάριον.
Τῇ Κ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀρτεμίου
Ὁ πάντα λαμπρὸς Ἀρτέμιος ἐν βίῳ,
Τμηθεὶς ἀπῆλθεν εἰς ὑπέρτατον κλέος.
Εἰκάδι Ἀρτέμιος πυκινόφρων αὐχένα τμήθη.
Οὗτος ὁ μακάριος Ἀρτέμιος, δοὺξ καὶ αὐγουστάλιος Ἀλεξανδρείας γενόμενος καὶ πατρίκιος ἐτιμήθη ὑπὸ τοῦ μεγάλου βασιλέως Κωνσταντίνου. Τοῦ δὲ ἀποστάτου Ἰουλιανοῦ δραξαμένου τὴν βασιλείαν καὶ τοὺς χριστιανοὺς τιμωρουμένου ἐν Ἀντιοχείᾳ, αὐτόκλητος εἰς τὸν ἀγῶνα ὁ μακάριος ἔρχεται· καὶ τὴν παρανομίαν αὐτοῦ διελέγξας, τύπτεται βουνεύροις ὠμοῖς καὶ τριβόλοις ὀξέσι τὸν νῶτον ξέεται καὶ ὀγκίνοις τὰς πλευρὰς καὶ τὰ βλέφαρα διαπείρεται καὶ ὑπὸ λιθοξόων μεγίστης πέτρας διαιρεθείσης μέσον ἐμβάλλεται· καὶ τῆς πέτρας μέσον ἀπολειφθείς, ὀφθαλμῶν στερεῖται, τὰ ἔγκατα τῇ γῇ συνελαύνεται καὶ τελευταῖον τὴν διὰ ξίφους δέχεται τελευτήν.
Μερικῶν θαυμάτων τοῦ Ἁγίου διήγησις
Ἀνήρ τις, διδύμους ἔχων λίαν ἐξωγκωμένους, ἦλθε πρὸς τὸν Ἅγιον κλαίων καὶ τὴν ὑγείαν ἐπιζητῶν. Ἔπεσεν οὖν ἐν στρωμνῇ μέσον τοῦ ναοῦ· καὶ μικρὸν ἀφυπνώσαντα, λέγει πρὸς αὐτὸν ὁ Ἅγιος· Ὑπόδειξόν μοι τὸ πάθος σου. Ὁ δὲ ἐσχημάτισεν ἑαυτὸν εἰς ὑπόδειξιν· καὶ τοῦ ὄγκου τῶν διδύμων ἀμφοτέραις ταῖς χερσὶ εὐφυῶς περιδραξάμενος, ἔσφιγξεν ὅσης δυνάμεως εἶχεν· ὁ δὲ ἀσθενῶν μεγάλως ὀδυνηθεὶς καὶ τό, Οὐαί! ἀνακράξας, ἔξυπνος γενόμενος, εὗρεν ἑαυτὸν ὑγιῆ, δοξάζων καὶ εὐλογῶν τὸν Θεόν.
Ἕτερος δὲ πάλιν, κήλας (σπάσιμον) ἔχων δύο ἐν τοῖς διδύμοις, ἐλθὼν πρὸς τὸν Ἅγιον καὶ παννυχίσας, ἀνεκλίθη πρὸς ὕπνον. Φανεὶς δὲ αὐτῷ ὁ Ἅγιος καὶ τὸ πάθος γυμνώσας καὶ ψηλαφήσας ταῖς χερσί, κατεσφράγισεν αὐτόν· καὶ νύξας τὴν πλευρὰν αὐτοῦ, ἀπῆλθεν. Ὁ δὲ ἀσθενῶν, ἔξυπνος γενόμενος, εὗρεν ἑαυτὸν ὑγιῆ.
Ἕτερος δὲ πάλιν, ὑδροκήλην ἔχων μεγάλην, τῷ Ἁγίῳ προσῆλθε· καὶ τούτου κατὰ τοὺς ὕπνους ὁ Ἅγιος μετὰ ξίφους τὸ πάθος περισχίσας, δυσωδίαν οὐ μικρὰν τοῦ ὑγροῦ κενωθέντος προσέφερεν. Ἔξυπνος δὲ γενόμενος ὁ ἀσθενῶν, εὗρε μὲν ἑαυτὸν ὑγιῆ, τοὺς δὲ χιτῶνας αὑτοῦ καὶ τὸ ἔδαφος δυσωδίας καὶ σήψεως πολλῆς καὶ ὑγρότητος γέμοντα.
Ἄλλος δὲ πάλιν, νεωστὶ ἀπὸ Ἀφρικῆς ἐλθών, τοῦ καταλόγου τῶν θαυμάτων τοῦ Ἁγίου, ἀπό τινος διηγουμένου αὐτά, ἠκροάσατο· καὶ ἐν τῇ Ἀφρικῇ συγγενῆ κεκτημένος, βάρει τῶν διδύμων τὸ ζῆν ἀπολεγόμενον, ἀδιστάκτως πιστεύσας καὶ τὰ πρὸς παννυχίδα ἐπιτήδεια συλλέξας, ἔδραμε πρὸς τὸν Ἅγιον· καὶ πληρώσας τὴν παννυχίδα καὶ ἔλαιον ἐκ τῆς φωταγωγοῦ λαβών, ὑπέστρεψεν, ἔνθα προσδεχθεὶς καταμένων ἦν. Ὁ δὲ Ἅγιος, τῇ νυκτὶ ἐκείνῃ καταλαβὼν τὴν Ἀφρικὴν καὶ τῇ κλίνῃ τοῦ πάσχοντος ἐπιστάς, φησὶ πρὸς αὐτόν· «Ἐπειδὴ ὁ σὸς συγγενὴς περὶ σοῦ ἐν τῷ Βυζαντίῳ με ἠξίωσεν, ἔσο ἀπὸ τοῦ νῦν ὑγιής». Ὁ δὲ διυπνισθείς, εὗρεν ἑαυτὸν ἐν ἀληθείᾳ ὑγιῆ, καὶ τῷ παντοκράτορι Θεῷ ἐδίδου δόξαν.
Μὴ γνοὺς δὲ παρὰ τίνος τὸ τοῦ θαύματος γέγονεν ἐξαίσιον, τὴν ἡμέραν σημειωσάμενος καὶ τῷ μηνυθέντι προσγενεῖ τὴν αὑτοῦ ὑγείαν δηλώσας, ἐξέπληξε τοῦτον ἀκούσαντα, ὅτι ἐν αὐτῇ τῇ νυκτί, ἐν ᾗ ἡ παννυχὶς ἐγένετο ἐν τῷ Βυζαντίῳ, ἐν Ἀφρικῇ τὸν νοσοῦντα ὁ Ἅγιος ἰάσατο. Καὶ δραμὼν πρὸς τὸν ναὸν αὐτοῦ αὖθις, ἀξίαν ἐδίδου τὴν εὐχαριστίαν· καὶ τοῖς παροῦσι τὸ θαῦμα ἐκδιηγούμενος, γράφει παρευθὺς τῷ ἰαθέντι, τήν τε ἀκολουθίαν τοῦ πράγματος καὶ τὸ τοῦ Ἁγίου ὄνομα.
Ἕτερος πάλιν, ἐν τοῖς αὐτοῖ παιδογόνοις βάρει οὐ φορητῷ πιεζόμενος καὶ προσμένων τῷ τοῦ Ἁγίου ναῷ, οὐ μικρῶς ὤχλει τὴν ἴασιν ἐπιζητῶν. Ὁ δὲ Ἅγιος φανείς, λέγει πρὸς αὐτόν· «Ἄπελθε εἰς τὸν χαλκέα Ἰωάννην τὸν γειτονοῦντά σοι, καὶ τῆς κήλης σου τῷ ἄκμονι τούτου ἐπιτεθείσης, αὐτὸς ἐκπυρώσας τὴν σφῦραν καὶ δοὺς αὐτὴν μετὰ δυνάμεως, εὐθέως ἰάσεταί σε». Τοῦ δὲ πρὸς τὴν ὀπτασίαν πάσχοντος καὶ μὴ βουλομένου τοῦτο ποιῆσαι, ὁ Ἅγιος αὖθις αὐτῷ τὰ αὐτὰ ἐπισκήπτει. Ὁ δὲ καὶ ἔτει ἐδυσχέραινε. Καὶ πάλιν φανεὶς ὁ Ἅγιος, ἔφη αὐτῷ· «Πίστευσον, ἀδελφέ, εἰ μὴ ποιήσεις ὅπερ σοι εἶπον, οὐκ ἄν ποτε ἰαθήσῃ». Ὁ δέ, καὶ μὴ θέλων, προσῆλθεν ἐξ ἀνάγκης τῷ χαλκεῖ· καὶ τῆς κήλης ἐπιτεθείσης τῷ ἄκμονι, ἐπεὶ τῇ καταβάσει τῆς πεπυρωμένης σιδηρᾶς σφύρας, συνεστάλη πρὸς ἑαυτόν, ἀφανὲς τὸ πάθος γέγομεν· ἐφ᾿ ᾧ τὸν ἄκμονα καὶ μόνον ὑπὸ τῆς σφύρας κρουσθῆναι. Κἀκεῖνοι τὸ παράδοξον ἐκπλαγέντες τοῦ θαύματος, δόξαν καὶ εὐχαριστίαν τῷ Θεῷ, τῷ δοξάσαντι τὸν Μάρτυρα, ἀνέπεμψαν.
Ἀλλὰ καὶ ἐκ πίστεώς τις κηροὺς λαβὼν καὶ ἔλαιον, τὴν πρὸς τὸν Ἅγιον διώδευε τρίβον· καὶ διερχόμενος, ἠρωτήθη παρά τινος τῶν τὴν ῥαπτικὴν τέχνην μετερχομένων· «Ποῦ πορεύῃ, προσφιλέστατέ μοι, κηροὺς φέρων καὶ ἔλαιον;». Τοῦ δὲ περιπαθῶς φήσαντος· «Εἰς τὸν ἅγιον Ἀρτέμιον ἀπέρχομαι λειτουργήσων»· μικρὸν ἐκείνου παρελθόντο, ἀνέκραξεν ὁ ῥάπτης γελοίως λέγων· «Ὁ δεῖνα, ὑποστρέφων φέρε μοι μίαν κήλην». Ὁ δέ, ἀφικόμενος πρὸς τὸν Ἅγιον καὶ τὴν θείαν ἐκτελέσας Μυσταγωγίαν, ὑπέστρεφεν οἴκαδε.
Ἐν ὅσῳ δὲ τὴν προκειμένην αὐτῷ τρίβον ὥδευε καὶ οἱ δίδυμοι τούτου ὑποχαλᾶν κάτω ἤρξαντο· καὶ διὰ τοῦ διαστήματος, δι᾿ οὗ τὸν προσφιλῆ ῥάπτην καταλαβεῖν ἔμελλε, τούτων ἐξογκωθέντων, μόλις ἠδυνήθη πρὸς αὐτὸν ἀφικέσθαι. Καὶ ἐπεὶ ἄφωνος καὶ σχεδὸν ἄπνους ἦν καὶ εἰς λόγους καὶ μάχας ἄμφω τὰ μέρη γεγόνασιν, ἐξ αἰτίας τοῦ γέλωτος, τὴν κήλην τῷ ῥάπτῃ ἀποκομίσαι, τοῦ παθόντος ἐνισταμένου τηλικούτου πάθους βάρει ὑποπεσεῖν καὶ διαβεβαιοῦντος, μὴ ἄλλως παθεῖν, εἰμὴ τὰ ληρώδη ἐκεῖνα καὶ γέλωτος ἄξια ἐξεφωνήθησαν ῥήματα· καὶ τούτων οὕτω διαμαχομένων καὶ τῶν παρευρεθέντων πυνθανομένων μαθεῖν περὶ τῆς μάχης, τοὺς διδύμους ἔχων βεβαρημένους, διηγούμενος τὸν τρόπον καὶ τὴν αἰτίαν τοῦ πάθους, εἰς βεβαίωσιν τούτου καὶ τῆς ἀληθείας, κουφίσας ἃ ἐνεδέδυτο μετὰ θυμοῦ, πρὸς τὸ ὑποδειχθῆναι τοῖς ὁρῶσιν ὃ πέπονθε, διὰ τῆς ἐπιλαλιᾶς τοῦ ῥάπτου, εὗρεν ἑαυτὸν ὑγιῆ.
Ὁ δὲ ἑταῖρος αὐτοῦ ῥάπτης τό, Οὐαί! ἀνακράξας, ὑπέδειξε πᾶσι τὴν ἀθρόως ἐξόγκωσιν ἐπελθοῦσαν τῶν διδύμων. Πάντες δὲ οἱ παρευρεθέντες τὴν ἀθρόαν μεταβολὴν καὶ διάβασιν εἰς ἐκεῖνον ἰδόντες τοῦ πάθους, ἔκθαμβοι γεγόνασιν· Ἀνέπεμψαν δὲ τῷ Θεῷ καὶ τῷ θεράποντι αὐτοῦ τὴν εὐχαριστίαν. Τῷ δὲ ἀναδεξαμένῳ τὸ πάθος· «Θάρσει, ἔλεγον, καὶ μὴ λυποῦ, ἀδελφέ· δικαία ἡ κρίσις τοῦ Θεοῦ· ὃ γὰρ ἐζήτεις, ἔλαβες».

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ὁσίου Γερασίμου του ἐν Κεφαλληνίᾳ
Γεράσιμος κάλλιστον ἤρατο στέφος,
Ἐκ τῆς ἄνωθεν δεξιᾶς τοῦ Κυρίου.
Οὗτος, ἐκ τῆς Πελοποννήσου ἀνέτειλεν ἐξορμώμενος, ἐκ κώμης λεγομένης Τρίκκης, κατὰ δὲ τὴν κοινὴν συνήθειαν Τρίκκαλα λεγομένης. Τούτου δὲ γονεῖς εὐσεβεῖς καὶ εὐγενεῖς καὶ πλούσιοι σφόδρα ἐτύγχανον, ὧν ὁ μὲν πατὴρ Δημήτριος, ἡ δὲ μήτηρ Καλὴ ὠνομάζοντο, τοὐπίκλην δὲ Νοταράδων. Γεννηθεὶς τοίνυν ὁ μακάριος ἐξ αὐτῶν, εὐθὺς εἰς τὴν τῶν ἱερῶν γραμμάτων ἐκδίδοται μάθησιν, δεξιᾶς δὲ τυχὼν φύσεως τὴν θείαν γραφὴν ἐκπεπαίδευτο. Ἀπαναστὰς δὲ τῆς πατρίδος, τῇ τῆς Ζακύνθου νήσῳ ἐπιβαίνει, ἐν ᾗ διατρίψας ὀλίγον, ἔξεισι ταύτης καὶ τὴν Ἑλλάδα πᾶσαν περινοστήσας, εἰς Θετταλίαν ἀφίκετο. Εἶτ’ ἄνεισιν ἐκεῖθεν εἰς Εὔξεινον Πόντον, μεθ’ ὅν εἰς Βυζάντιον, καὶ Προποντίδα, καὶ Χαλκηδόνα, ἀλλὰ καὶ τὰ πέριξ δὲ τοῦ Βυζαντίου εἴασε περιελθὼν ἀνιστόρητά τε καὶ ἀθεώρητα κακεῖθεν ἀπάρας, τὸ ἁγιώνυμον ὄρος τοῦ Ἄθω καταλαμβάνει, ἔνθα τὰ κάλλιστα τῆς ἀρετῆς παρὰ τῶν ἐκεῖσε ἀσκουμένων μοναχῶν ἀπεῤῥανίσατό τε καὶ ἀπεδρέψατο, ἰδίως δέ, ἐν τῷ κελλίῳ τῆς Ἁγίας Τριάδος, τὸ εὑρισκόμενον ἀποκάτω τοῦ κυριακοῦ τῆς Ἱ. Σκῆτης τῆς Ἁγίας Ἄννης. Διεγνωκὼς δὲ ἐκεῖθεν ἀπάραι, τοὺς ἱεροὺς καὶ σεβασμίους τόπους τῆς Ἱερουσαλὴμ καταλαμβάνει, προσκυνῆσαι καὶ αὐτοὺς ἐπειγόμενος, ἔπειτα καὶ τὸ ἅγιον ὄρος τὸ Σίναιον, καὶ Ἀντιόχειαν, καὶ Ἀλεξάνδρειαν, καὶ Δαμασκόν, καὶ πᾶσαν τὴν Αἴγυπτον, καὶ Λιβύην, καὶ τὴν Ἑῶαμ σχεδὸν πᾶσαν εἰπεῖν. Ἐν Ἱεροσολύμοις δὲ παροικήσας, χειροτονεῖται παρὰ τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου πατριάρχου κυρίου Γερμανοῦ, τοῦ τηνικαῦτα τὸν θρόνον τοῦ Ἁγίου Ἀποστόλου Ἰακώβου τοῦ Ἀδελφοθέου ἰθύνοντος, ὑποδιάκων, διάκων, καὶ πρεσβύτερος. Πρότερον κανδηλανάπτης ἐν τῷ Ἁγίῳ Τάφῳ χρόνον ἕνα ποιήσας, ὑπηρέτησε δὲ κἀν τούτοις, καὶ τῷ ἁγίῳ τούτῳ πατριάρχῃ ἔτη δώδεκα. Ἐποίησε δὲ καὶ ἐν τῷ Ἰορδάνῃ ποταμῶ τὸ τεσσαρακονθήμερον μύστης διατελέσας κατὰ μίμησιν τοῦ Χριστοῦ, καὶ αὖθις ἐπανῆλθεν εἰς τὸ πατριαρχεῖον. Μὴ δυνηθεὶς δὲ ἐκεῖσε διαμεῖναι μέχρι τῆς αὐτοῦ βιωτῆς, ἔκδοσιν συγχωρήσεως παρὰ τοῦ ἁγιωτάτου πατριάρχου ἠτήσατο ἀπελθεῖν ὅπου ἄν βούλοιτο. Ἐνθέντοι ἀπάρας ἐκεῖθεν τὴν τῶν Κρητῶν νῆσον, φθάσας ἀφῆκτο. Ταύτης δὲ ἐκβάς, εἰς Ζάκυνθον προσαποπλέει, ἐν καὶ τὴν ἀσκητικὴν διαγωγὴν μετιὼν ἐν πέντε τοῖς ἔτεσι παρῳκηκώς, ὡς ἄσαρκος ἐν σαρκὶ ἠγωνίζετο τῇ θείᾳ δυνάμει ῥωννύμενος. Ἐν οἷς χρόνοις τοῖς τῶν ἑβδομάδων μησὶν ἦν ἐσθίων ἄνευ ἅλατος κολοκύνθην, τὸν δὲ ἐπίλοιπον χρόνον ὅσπρια ἦν αὐτῷ ἡ τροφή, καὶ αὐτά, ἄνευ ἄρτου βεβρεγμένα. Ὁ δὲ τόπος ἐν ᾧ ἠσκεῖτο ὁ Ἅγιος, σπήλαιον ἦν, ἐν ᾧ διῆγε μονώτατος. Ἀπῆρε δὲ ἐκεῖθεν, καὶ εἰς Κεφαλληνίαν τὴν ἀντικρὺ Ζακύνθου νῆσον διεπορθμεύσατο. ᾟ καὶ ἐπιβάς, ἔνδεκα μῆνας ἔντινι τόπῳ σπηλαία καλουμένῳ πέντε ἔτεσιν παρῴκησεν. Εἶτα, προσαναβὰς εἰς τόπον τινὰ Ὁμαλὰ ὀνομαζόμενον πλησίον κωμοχώρων τυγχάνοντα, εὑρίσκει ναὸν τινὰ παλαιὸν ἐν αὐτῷ, ὅνπερ ἀνανεώσας ἐκ βάθρων, ὠκοδόμησε τοῦτον καὶ μετήγαγεν εἰς μοναστήριον γυναικεῖον. Ἐδείματο δὲ ἐν αὐτῷ καὶ οἰκίσκους, καὶ κέλλας σὺν τῷ τούτων περιτειχίσματι. Ἔνθα, κανονικὰς εἰκοσιπέντε τῷ ἀριθμῶ συνηαγήωχε καὶ νέαν Ἱερουσαλὴμ τὸν θεῖον ναὸν ἐπωνόμασε, καὶ ὁσημέραι τὰς μοναζούσας διετέλει διδάσκων τὴν πνευματικήν, καὶ ἰσάγγελον πολιτείαν. Ταύταις δὲ συνὼν καὶ αὐλιζόμενος, μεγάλους ἀγῶνας διὰ νηστείας καὶ κακουχίας τοῦ σώματος, καὶ στάσεως ὁλονύκτου ἐπεδείξατο. Ἔφθη δὲ διηνεκὼς τὶ ἐν τῇ ὑπ’ αὐτοῦ οἰκοδομηθήσῃ μονῇ, τὶ ἐν ἄλλῳ τόπῳ, πρὶν ἐκεῖσε ἐλθεῖν χρόνους τριάκοντα, ἄρτου τὸ σύνολον μὴ γευσάμενος. Καθαγιάσας οὖν ἑαυτόν, καὶ δάκρυσι ποταμηδὸν ἀποπλύνας καὶ ἐκκαθάρας, καὶ θαυμάτων χάριν παρὰ Θεοῦ εἰληφώς, τοῦ Ἁγίου Πνεύματος γέγονε καταγώγιον. Οὖ, τῇ ἐπιλάμψει καὶ αἴγλῃ ἀνομβρίας οὔσης ὕδωρ διὰ προσευχῆς καταγαγὼν ἱκανῶς τὴν γῆν κατήρδευσεν. Ἔτι δὲ καὶ δαιμονῶντας ἰάσατο, καὶ ἀσθενοῦσι τὴν ῥῶσιν ἐχαρίσατο. Φθάσας δὲ εἰς βαθύτατον γῆρας, καὶ πολλῶν θαυμάτων πλήρης γενόμενος, καὶ γνοὺς τὴν αὐτοῦ τελευτὴν πρὸ ἡμερῶν, καὶ τὰς μοναστρίας συγκαλεσάμενος, καὶ αὐταῖς συνταξάμενος, καὶ κατηχήσας αὐτάς, καὶ συγχώρησιν παρ’ αὐτῶν ἐξαιτήσας, καὶ ἐπευλογήσας αὐτάς, καὶ πᾶσι χριστιανοῖς τὴν τελείαν συγχώρησιν δεδωκώς, καὶ ἐπεὐξάμενος τῶ Θεῶ, τὸ πνεῦμα παρέθετο, ζήσας τὰ πάντα ἔτη ἑβδομήκοντα, καὶ μικρόν τι πρός. Ἔζησε δὲ ἐξότου εἰς τὴν μονὴν ἀφίκετο, ἐνιαυτοὺς δέκα πρὸ τοῖς ἐννέα. Τοὺς δὲ λοιποὺς ἔνθεν κακεῖθεν περινοστῶν διετέλεσεν, ὡς εἶπωμεν ἀνωτέρω. Τὰ δὲ ἄλλα θαύματα, καὶ τὰς ἐν γῇ αὐτοῦ ἔτι ζῶντος παλαίστρας, καὶ ἀριστείας καὶ ἀγρυπνίας καὶ κατατήξεις τοῦ σώματος, καὶ τὰς τῶν δακρύων πηγὰς καὶ ἐπιῤῥοάς, καὶ πρὸς τοὺς ὑπεναντίους ἀγῶνας καὶ παρατάξεις, ἀδύνατον γραφῇ παραδοθῆναι. Ἐκοιμήθη δὲ ὁ Ἅγιος οὗτος Γεράσιμος, ἐν ἔτει χιλιοστῷ πεντακοσιοστῷ ἑβδομηκοστῷ ἐννάτῳ, Αὐγούστου δεκάτῃ πέμπτῃ. Ἀλλ’ ἐπειδὴ ἐν ταύτῃ τῇ ἡμέρᾳ ἑορτάζεται καὶ ἡ τῆς Θεομήτορος μετάστασις, διὰ τοῦτο ἡ τοῦ Ἁγίου τοῦδε μνήμη μετετέθη τῇ ἑπομένῃ ἡμέρᾳ ιστ΄.
Τὰ δὲ μετὰ τὸν θάνατον αὐτοῦ θαύματα, ἅ τὸ ἄφθαρτον αὐτοῦ ἱερὸν λείψανον ὅσαι ὥραι τυγχάνομεν διατελεῖ, ἀφίημι ταῦτα λέγειν, καὶ ἐπεκδιηγεῖσθαι πάμπολλα ὅντα. Ἑμὸς δὲ ὅμως ἀξιομνημονεύτου μνημονεύσαντες, τὰ λοιπὰ καταλείψομεν. Γυνή τις ἐκ δαιμονικῆς ἐνεργείας ἐνδιατρίβουσα τῇ μονῇ εἰς τὸ φρέαρ κατήχθη, καὶ ἀνήχθη ἀβλαβὴς τοῦ Ἁγίου ἐπιφανέντος αὐτῇ, καὶ βαστάζοντος ταύτην. Οὗ τὴν φωνὴν τὴν συνήθη ἀκούσασαι αἱ κανονικαί, νυκτὸς οὔσης, ἠγέρθησαν κύκλῳ περισκοπούμεναι, εἴπου φωνῆς αὖθις τῆς τοῦ Ἁγίου ἀκούσαιεν. Ἐκζητήσασαι δὲ καὶ τὴν γυναῖκα εὑρεῖν ἐν ᾧ τόπῳ κατῴκει, οὐχ εὗρον. Δαίμονι γοῦν ἧν κάτοχος ἡ γυνή, μὴ εὑροῦσαι δὲ τὸ παράπαν αὐτήν, παρακύπτουσι καὶ εἴς τι φρέαρ ἐκεῖ πλησίον, ἰδεῖν μήπου ἔξ ἐπηρείας τοῦ δαίμονος καταπέπτωκε. Παρακύψασαι δέ, ὁρῶσιν αὐτὴν ἐπιφερομένην τοῖς ὕδασιν, ὥσπερ τινός ταύτην ἀοράτως βαστάζοντος, ἐξαγαγοῦσαι δὲ ταύτην τοῦ φρέατος, ἔμαθον παρ’ αὐτῆς, ὅτι ὁ Ἅγιος ἐπιφανεὶς ταύτην ἐβάσταζεν. Οὗ καὶ τῆς ἡδύστης καὶ γλυκείας φωνῆς αὐτήκοοι ἐγένοντο αἱ μονάστριαι. Αἵτινες τὸ παράδοξον τοῦτο θεασάμεναι, δόξαν τῶ πάντων δωτῆρι Θεῶ καὶ τῷ Ἁγίῳ ἀνέπεμψαν τῷ ἀντιδοξασθέντι ὑπὸ τοῦ δοξάσαντος αὐτὸν μεγάλου Θεοῦ ζῶντι καὶ τεθνεῶτι. Εἰσὶ δὲ καὶ ἕτερα ἅτα πλεῖστα ὡς προεόρηταί μοι τὰ τοπυ Ἁγίου θαύματα καὶ τεράστια. Διὰ δὲ τὸ πλῆθος, τοῦτο μόνον ὡς ἀναγκαῖον εἰς μέσον εἰς μνήμην παρήχθη. Τὰ δὲ ἄλλα παραλείφθησαν, τοῦτο μέν, ὅτι τοῖς πιστεύουσιν ἱκανὸν ἐστὶν ἐξ ὄνυχος τὸν λέοντα εἰκάσαι. Τοῦτο έ, ὅτι τοῖς ἀπιστοῦσιν οὐδ’ ὅλος ὁ λέων φαινόμενος πείσειεν. Τοῖς δὲ ἀμφιβάλλουσι, τῷ τοῦ Ἁγίου λειψάνῳ προσείτωσαν, καὶ ὄψονται οὐ μόνον σῶμα ἄφθορόν τε καὶ ἀκέραιον, ἀλλὰ καὶ πάσης εὐωδίας καὶ ἰαμάτων πηγὴν ἀνεξάντλητον. Ἦν δὲ ὁ Ἅγιος κατὰ τὴν ἰδέαν τοῦ σώματος ὅμοιος τῷ Ἁγίῳ Θεοδοσίῳ τῷ Κοινοβιάρχῃ, πλὴν τοῦ γενείου, ὑπεξάνθιζε γοῦν κατὰ τὸν πόγωνα ὁ Ἅγιος οὗτος.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ματρώνης τῆς Χιοπολίτιδος
Λιπούσα κόσμον ἐμπλέων ἀκοσμίας.
Χριστῷ προσεισὶ νυμφικὼς ἡ παρθένος.
Αὕτη ἡ Ὁσία καὶ θαυματουργὸς Μήτηρ ἡμῶν Ματρῶνα, ἦτον ἀπὸ τὴν νῆσον Χίον, ἀπὸ τὸ χωρίον τὸ καλούμενον ἔτι καὶ τὴν σήμερον Βολισσόν, τὸ ὁποῖον εἶναι εἰς τὸ ἐπάνω καὶ βόρειον μέρος τῆς Χίου. Καὶ ὁ μὲν πατὴρ αὐτῆς ὠνομάζετο Λέων, ἡ δὲ μήτηρ Ἄννα, οἱ ὁποῖοι ἦσαν εὐσεβεῖς Χριστιανοί, καὶ μὲ ὅλα τὰ Χριστιανικὰ ἤθη καὶ ἔργα κεκοσμημένοι, προσέτι καὶ εἰς τὸν πλοῦτον καὶ εἰς τὰ ἀλλὰ κοσμικὰ ἀγαθὰ ἦσαν ἐπισημότεροι τῶν ἄλλων τοῦ χωρίου. Εἶχον δὲ αὐτοὶ καὶ ἄλλας ἕξ θυγατέρας, καὶ μὲ τὴν Μαρίαν ἑπτά. (Μαρία γὰρ ὠνομάζετο ἡ Ἁγία, καὶ μετωνομάσθη ὕστερον Ματρῶνα). Αὕτη λοιπὸν ἡ Μαρία, (ἡ ὁποία ἦτον ἡ μικρότερα τῶν ἄλλων θυγατέρων) ὅταν ἦλθε καιρὸς νὰ τὴν ὑπανδρεύσουν οἱ γονεῖς τῆς, δὲν ἠθέλησεν, ἀλλ᾿ ἐπρόκρινεν, ὡς φρόνιμη, νὰ φυλάξῃ παρθενίαν καὶ καθαρότητα, διὰ νὰ γένῃ νύμφη καλῇ καὶ ἄμωμος τοῦ ἀθανάτου νυμφίου Χριστοῦ·. Ἀλλ’ ἐπειδὴ ἡ ἀληθὴς παρθενία καὶ ἀφθορία, δὲν εἶναι εὔκολον νὰ κατορθωθῇ μέσα εἰς τὸν κόσμον, εἰς τὴν συναναστροφὴν τῶν πολλῶν, ὁμοίως καὶ τὰ ἄλλα καλά, μὲ τὰ ὁποῖα φαιδρύνεται ἡ λαμπὰς τῆς παρθενίας, μέσα εἰς τὸν κόσμον, ἀπαντῶσι πολλὰ ἐμπόδια. ηιὰ τοῦτο τρωθεῖσα ἡ μακαρία ἀπὸ τὰ γλυκύτατα βέλη τοῦ θείου ἐρωτος, ἀναχωρεῖ κρυφίως ἐκ τῆς συγγενείας τῆς, ἀφίνει τὸν πατέρα καὶ τὴν μητέρα καὶ τὰς ἀδελφὰς τῆς, καὶ ἔρχεται εἰς τὰ βουνὰ τοῦ χωρίου, ὁποῦ καλεῖται Κατάβασις, καὶ ἐκεῖ ἄνοιξε τὸ στάδιον τῶν ἀσκητικῶν τῆς ἀγώνων, καὶ τὴν κατὰ τῶν παθῶν καὶ τῶν δαιμόνων ἔστησε πάλην· νηστεύουσα, ἀγρυπνοῦσα, καὶ μόνη μόνῳ τῷ Θεῷ προσευχομένη ἡ ἀοίδιμος. Πλήν, αὐτὴ μὲν ἔχαιρε καὶ ἐδόξαζε τὸν Θεόν, λυτρωθεῖσα τῶν ταραχῶν καὶ τῶν θορύβων τοῦ κόσμου, οἱ δὲ γονεῖς της ἀγνοοῦντες τί ἔγινε, καὶ ποῦ ἐκατήντησεν, ἐλυποῦντο μὲ ὑπερβολήν, καὶ δὲν ἔπαυον ἀπὸ τὸ νὰ τὴν ζητοῦν νὰ τὴν εὔρουν. Καὶ λοιπόν, εὑρόντες αὐτὴν δὲν ἔκριναν εὔλογον νὰ τὴν ἀφήσουν ἐκεῖ μόνην, ἀλλὰ τὴν ἐπαρακίνησαν νὰ ἔλθῃ εἰς τὸ ὀσπήτιόν των, καὶ αὐτὴ ὑπήκουσεν ὡς Θεοῦ δούλη, εἰς τὸ εὐλογοφανὲς πρόσταγμα τῶν γονέων τῆς, καὶ ἦλθεν εἰς τὴν πατρικήν της οἰκίαν, καὶ εἰς μὲν τὰ ἀλλὰ ὑπετάσσετο χριστομιμήτως, καὶ ὑπήκουεν εἰς αὐτοὺς μὲ πολλὴν ταπείνωσιν, εἰς τὸ νὰ ὑπανδρευθῇ ὅμως παντελῶς δὲν ὑπήκουεν· ὅθεν βλέποντες ἐκεῖνοι πῶς δὲν τοὺς ὑπακούει, καὶ γνωρίσαντες τὸ ἀμετάθετον τῆς γνώμης τῆς, καὶ τὸν πολὺν πόθον ὁποῦ εἶχε τῆς μοναδικῆς ζωῆς, τέλος πάντων τῆς ἔδωκαν τὴν ἄδειαν νὰ ὑπάγῃ νὰ ἡσυχάσῃ, καὶ νὰ πολιτεύηται τὴν κατὰ Θεὸν πολιτείαν, ὁποῦ εὐχαριστεῖται καὶ ἀρέσκεται· ἀλλὰ καὶ τὴν γονικήν της κληρονομίαν ἐξεχώρισαν, καὶ τὴν ἄφησαν εἰς τὴν ἐξουσίαν της, νὰ τὴν οἰκονομήσῃ ὡς θέλει.
Ἡ δὲ κυριώνυμος Μαρία, καὶ τῆς Ἀειπαρθένου καὶ Θεοτόκου Μαρίας ἄμωμος Νύμφη, τὰ μὲν κινητὰ πάντα τὰ ἐμοίρασε κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου εἰς χήρας καὶ ὀρφανὰ καὶ πτωχούς· τὰ δὲ ἀκίνητα, χωράφια δηλαδὴ καὶ ἀλλὰ παρόμοια, τὰ ἄφησεν εἰς τὰς ἀδελφάς της, νὰ τὰ καλλιεργούν, καὶ νὰ τὰ ἐπιμελῶνται, ἕως ὁποῦ νὰ τὴν φωτίσῃ ὁ Θεὸς νὰ τὰ οἰκονομίσῃ κατὰ τὸ θέλημά του, πρὸς ψυχικήν της ὠφέλειαν. Καὶ λοιπόν, ἀφ’ οὗ οὕτω καλῶς διετάξατο τὰ ἑαυτῆς πάντα, ἄφησε τὴν Βολισσόν, καὶ ἦλθε πάλιν εἰς τὴν Κατάβασιν, εἰς τὸ πρῶτον τῆς ἡσυχαστήριον, τὴν δὲ ὀλίγην ἐκείνην τροφήν, ὁποῦ ἦτον ἀναγκαία πρὸς σύστασιν τοῦ σώματός της, διὰ νὰ μὴν ἀποθάνῃ ἀπὸ τὴν παντελῆ ἀσιτίαν, ἐφρόντιζε καὶ τῆς τὴν ἔφερνε μία της ἀδελφή. Ἔμενε δὲ ἐκεῖ εἰς τὴν Κατάβασιν ἡσυχάζουσα καὶ ἀγωνιζομένη τρεῖς ὁλοκλήρους χρόνους, ἀλλὰ κατὰ μὲν τὸ σῶμα εὑρίσκετο εἰς τὴν Κατάβασιν, κατὰ δὲ τὴν ψυχὴν καὶ τὴν καρδίαν καὶ τὴν διάνοιαν, εὑρίσκετο εἰς τὴν ἀνάβασιν καὶ εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, φανταζομένη τὰ ἀνεκλάλητα ἐκεῖνα κάλλη καὶ τὰς ὡραιότητας καὶ ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτῆς διατιθεμένη κατὰ τὸν Προφήτην. Μετὰ δὲ τοὺς τρεῖς χρόνους, θέλων ὁ φιλάνθρωπος Θεός νὰ φανέρωσῃ τὸν κρυπτόμενον θησαυρόν, διὰ νὰ πλουτήσῃ καὶ ἄλλους μὲ τὸν οὐράνιον πλοῦτον τῶν ἀρετῶν, καὶ νὰ θσέῃ τὸν λύχνον ἐπάνω εἰς τὴν λυχνίαν, διὰ νὰ φωτίσῃ καὶ ὁδηγήσῃ καὶ ἄλλους εἰς ὁδὸν σωτηρίας, καθὼς ἔδειξαν τὰ πράγματα ὕστερον, ἐνέπνευσεν εἰς τὴν διάνοιαν τῆς λογισμὸν ἀγαθόν, καὶ πόθον ἔβαλεν εἰς τὴν καρδίαν τῆς θερμόν, νὰ καταβῇ εἰς τὴν χώραν, ὁποῦ ἦσαν τότε πολλὰ γυναικεῖα Μοναστήρια, διὰ νὰ εὔρῃ παραδείγματα ἀρετῶν, καὶ νὰ ὑποταχθῇ εἰς γερόντισσαν, κατὰ τοὺς νόμους τῆς μοναδικῆς πολιτείας.
Ἐλθοῦσα λοιπὸν εἰς τὴν χώραν, καὶ τὰ ἐν αὐτῇ γυναικεῖα Μοναστήρια θεωρήσασα, καὶ πολλῶν ἐναρέτων καλογραιῶν τὰς ἀρετὰς μιμησαμένη, ὡς πάλαι ὁ μέγας Ἀντώνιος, εὗρεν ἐν μικρὸν Μοναστήριον, καὶ τῆς ἤρεσε περισσότερον ἀπὸ τὰ ἀλλά, ἐπειδὴ ἦσαν εἰς αὐτὸ τρεῖς μόνον μονάζουσαι, μήτηρ καὶ δύω θυγατέρες, καὶ ἦτον μεγάλη ἡσυχία καὶ εἰρήνη. Ὅθεν, τὰς παρεκάλεσε νὰ δεχθοῦν καὶ αὐτὴν εἰς τὴν συνοδίαν τῶν, καὶ αὐταὶ τὴν ἐδέχθησαν, βλέπουσαι τὴν σεμνότητα καὶ εὐταξίαν της, καὶ τὸ ταπεινόν τῆς ἦθος. Καὶ ἔμενεν ὑποτασσομένη εἰς αὐτάς, καὶ δοκιμαζομένη εἰς τοὺς κόπους καὶ τὰς κακοπαθείας τῆς ἀσκήσεως. Δὲν ἀπέρασεν ὅμως πολὺς καιρὸς καὶ ἐφάνησαν, ἡ μᾶλλον εἰπεῖν ἔλαμψαν αἱ ἀρεταί της, καὶ τῶν προτέρων της ἀσκητικῶν πόνων οἱ πνευματικοὶ καρποὶ ἐγνωρίσθησαν, ὅθεν τὴν ἐκούρευσαν Καλογραίαν, καὶ τὸ μοναδικὸν σχῆμα τὴν ἐνέδυσαν, καὶ ἀντὶ Μαρίας μετωνομάσθη Ματρώνα. Καὶ ὅσον οἱ χρόνοι τῆς προέβαινον, καὶ ἡ ἡλικία τῆς ηὔξανε, τόσον καὶ αὕτη προέβαινε καὶ ἐπρόκοπτεν εἰς νέους ἀγῶνας καὶ ἀσκητικοὺς πόνους, καὶ ηὔξανε καὶ ἐπερίσσευεν εἰς τὰς ἀρετάς· ὅθεν καὶ ἐξεδόθη ἡ φήμη τῆς, καί, πολλὰς ἄλλας ἐπαρακίνησε, καὶ παρεκίνει καθ᾿ ἑκάστην καὶ ἤρχοντο εἰς τὸ Μονήδριον ἐκεῖνο καὶ ἐκοινοβίαζον. Ἀλλ᾿ ἐπειδὴ ἡ Ἐκκλησία των ἦτον πολλὰ μικρὰ (ὡσὰν ὁποῦ δὲν ἦτον ἐκκλησία Μοναστηρίου, ἀλλ᾿ ἦτον γονικὴ καὶ κτητορικὴ τῶν τριῶν ἐκείνων Μοναχῶν) ἐπειδὴ λέγω εἶχον στενοχωρίαν εἰς τὴν Ἐκκλησίαν, λέγει ἐν μία τῶν ἡμερῶν ἡ Ματρῶνα πρὸς τὴν γερόντισσαν τῆς· θέλεις κυρία μου, νὰ μεγαλύνωμεν τὸν Ναὸν τοῦτον, καὶ νὰ κτίσωμεν καὶ μερικὰ κελλία; Ναί, ἀπεκρίθη ἐκείνη, πολλὰ τὸ ἠγάπουν κυρία μου καὶ ἐγὼ νὰ γένῃ αὐτὸ ὁποῦ λέγεις, ἀλλὰ τί νὰ κάμω; Γνωρίζεις καὶ ἐσὺ ὅτι ἔξοδα δὲν ἔχω. Μὴ σὲ μέλει, τῆς λέγει ἡ Ματρῶνα, καὶ ὁ Κύριος οἰκονομεῖ, καὶ τῆς ἐφανέρωσε, πόθεν ἐδύναντο νὰ εὔγουν τὰ ἔξοδα τῆς οἰκοδομῆς· καὶ οὕτω λαβοῦσα τὴν ἄδειαν, ἐπώλησε τὰ ἀκίνητα πράγματα ὁποῦ εἶχεν εἰς τὴν Βολισσόν, καὶ πρῶτον μὲν ἔκτισεν ἕνα λουτρὸν μετὰ γνώμης καὶ ἀδείας τῆς γερόντισσας, διὰ νὰ λούονται οἱ πτωχοὶ καὶ ξένοι, κατὰ τὴν συνήθειαν, ὁποῦ εἶχον τὸν καιρὸν ἐκεῖνον οἱ ἄνθρωποι, ἔπειτα ἀρχίζει τὴν οἰκοδομὴν τοῦ Ναοῦ.
Τὶ δὲ ὁ ἀρχέκακος καὶ μισόκαλος; ἐπιχειρεῖ ὁ πονηρότατος νὰ τὴν ῥίψῃ εἰς κανὲν ἄτοπον. Ὅθεν, ἐκεῖ ὁποῦ ἤνοιγαν οἱ ἐργάται τὰ θεμέλια, νὰ καὶ φαίνεται ἔξαφνα εἷς μεγάλος θησαυρός· ἀλλ᾿ἤθελεν ἀπορήσει τίς, τί κακὸν ἐνδέχετο νὰ πάθῃ ἡ Ὁσία, ἀπὸ τὴν εὕρεσιν τοῦ θησαυροῦ; ἐκεῖνος μόνος ὁ δόλιος καὶ πανοῦργος ἠξεύρει τοὺς δόλους καὶ τὰς πανουργίας τοῦ· ἴσως ἐδοκίμασε νὰ τὴν ῥίψῃ εἰς φιλαργυρίαν, ἤ εἰς ὑψηλοφροσύνην, πῶς τάχα ἔφθασεν εἰς μεγάλα μέτρα ἀρετῆς, καὶ ὁ Θεὸς διὰ τὴν ἀρετὴν αὐτῆς, τῆς ἔδωκε τὸν ἀνέλπιστον θησαυρὸν. Ἤ διὰ τοῦτο, ἤ διὰ ἄλλο αἴτιον, ἐκεῖνος ὁ πονηρότατος ἠξεύρει τὴν πονηρίαν τοῦ. Καὶ ὁ πανάγαθος καὶ φιλάνθρωπος Θεὸς δὲν τὸν ἐμπόδισεν, ἀλλὰ τὸν ἄφησε, διὰ νὰ νικηθῇ καὶ νὰ καταισχυνθῇ ἀπὸ τὴν ἀπάθειαν τῆς Ὁσίας, καθώς ποτε ἐνικήθη καὶ ἀπὸ τὴν ἀπάθειαν καὶ ἀφιλάργυρον γνώμην τοῦ μεγάλου Ἀντωνίου, ὅταν τοῦ ἔδειξεν εἰς τὴν ἔρημον τὸν θησαυρὸν· ὅτι δὲν ἐχάρη, οὐδὲ ἐσκίρτησεν ἡ Ὁσία, ἰδοῦσα παρ᾿ ἐλπίδα τὸν θησαυρόν, καθὼς ἤθελε κάμει ἄλλος ἐμπαθὴς καὶ φιλάργυρος, ἀλλὰ τί; πίπτει παρευθὺς εἰς θερμὴν δέησιν καὶ ἱκεσίαν, καί, Κύριε Ἰησοῦ Χριστέ, ἔλεγε μετὰ δακρύων, εἰ μὲν τὸ χρυσίον τοῦτο εἶναι ἀπεσταλμένον ἀπὸ τὴν χάριν σου, φανέρωσε τὸ εἰς ἡμᾶς, εἰ δὲ εἶναι ἀπὸ πανουργίαν τοῦ δαίμονος, ἂς ἀφανισθῇ. Ταῦτα προσευξαμένης τῆς Ἁγίας, (ὢ τοῦ θαύματος! ) εὐθὺς ἐφάνη τὸ λαμπρότατον χρυσίον, ἐσβεσμένα κάρβουνα· καὶ ὅλοι οἱ ἰδόντες καὶ ἀκούσαντες τὸ παράδοξον τοῦτο, ἐδόξασαν τὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ δοξαζόμενον Θεόν. Καὶ οὕτω ἡ μὲν Ὁσία ἐδοξάσθη διὰ τὴν ἀπάθειαν καὶ τὴν πρὸς τὸν Θεὸν παῤῥησίαν της, ὁ δὲ διάβολος κατῃσχύνθη, καὶ τὸ ἐναντίον ἀπὸ ἐκεῖνα ὁποῦ ἐδολιεύθη νὰ κάμῃ, ἐγένετο. Ἐπειδὴ ἡ μὲν Ματρῶνα μετὰ τῶν συνασκουμένων, ἔλαβε θάῤῥος πολὺ εἰς τὴν οἰκοδομὴν τοῦ Ναοῦ, οἱ δὲ δουλεύοντες ἔγιναν προθυμότεροι εἰς τὸ ἔργον των, ἀπὸ τὴν θαυματουργίαν ταύτην.
Ἀφ᾿ οὑ δὲ ἐτελείωσε τὸν Ναόν (μὲ τὴν βοήθειαν τοῦ Ἁγίου μεγαλομάρτυρος Ἀρτεμίου εἰς τοῦ ὁποίου τὸ θεῖον ὄνομα ἐτιμᾶτο) τότε ἐτελείωσε καὶ ἡ γερόντισσά της τὴν πρόσκαιρον ταύτην ζωήν, καὶ ἀπῆλθεν εἰς τὴν αἰώνιον, αἱ δὲ συνασκούμεναι ἀδελφαί, παρεκάλουν θερμῶς τὴν Ματρῶνα νὰ δεχθῇ τὴν προστασίαν καὶ ἡγουμενίαν τοῦ Μονηδρίου, καὶ τέλος πάντων καὶ μὴ θέλουσαν τὴν ἐψήφισαν Ἡγουμένην, καὶ ὑπετάσσοντο εἰς αὐτήν. Ἐπειδὴ δὲ εἰς τὰ γυναικεία Μοναστήρια συνηθίζουν νὰ λέγουν τὴν Ἡγουμένην Κυράν, τὴν ἔλεγον οὕτως· ὅθεν, ἐπεκράτησεν ἔκτοτε, καὶ λέγεται ἀκόμη καὶ τὴν σήμερον Ἁγία Κυρά. Ἀγκαλὰ καὶ τὰ κύριά της ὀνόματα Μαρία καὶ Ματρῶνα, τοῦτο δηλοῦσιν, ἤγουν Κυρία, ὡς καὶ τὸ ἐπίθετον, καὶ οἰκείως καὶ καταλλήλως, καὶ ὡς ἀπὸ θείαν νεῦσίν της ἐδόθησαν ὅλα. Ὅτι, οὐ μόνον φερωνύμως ἐκυρίευσε τὰ πάθη καὶ τὸν κόσμον καὶ τοὺς κοσμοκράτορας, ἀλλὰ καὶ αὐτὸν τὸν θάνατον τὸν κυριεύοντα παντὸς τοῦ ἀνθρωπίνου γένους ἐκυρίευσε καὶ ἐνίκησε, καὶ ὡσὰν ἕνα ὕπνον τὸν ἀπέδειξε· καὶ ἀκούσατε, διὰ νὰ θαυμάσητε, καὶ νὰ πιστωθῆτε τὴν ἀλήθειαν.
Τὸν καιρὸν ὁποῦ ἐξουσίαζον οἱ Γενουβέζοι τὴν Χίον, ἦλθε πλῆθος πολύ, ἀπὸ ἕν βάρβαρον ἔθνος τῆς Δύσεως, ἄνθρωποι βάρβαροι, καὶ κατὰ τὴν γλῶσσαν, καὶ κατὰ τὸ ἦθος ἀγριώτατοι καὶ ἀπανθρωπότατοι, καὶ ἔκαμνον πολλὰς ἁρπάγας καὶ ζημίας εἰς τὴν Χίον. Ἐλθόντες δὲ καὶ εἰς τὸ Μοναστήριον τῆς Ὁσίας, ὥρμησεν εἷς ἀπὸ αὐτούς, ὁ πλέον ἀναιδέστερος καὶ ἀναισχυντότερος τῶν ἄλλων, νὰ βιάσῃ μίαν Καλογραίαν, ἀλλ᾿ ὢ τοῦ θαύματος! παρεμβαλεῖ Ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν, καὶ ῥύσεται αὐτούς· ἔφθασεν ἡ θεία δίκη τὸν ἄδικον, καὶ ἔπεσε τὴν ὥραν ἐκείνην νεκρὸς εἰς τὴν γῆν. Ἡ Ὁσία λοιπόν, ἥτις εἶχεν ὅλην τῆς τὴν ἐλπίδα καὶ τὴν πεποίθησιν εἰς τὸν Θεόν, καὶ ἐκεῖθεν ἐζήτει διὰ προσευχῆς τὴν βοήθειαν, βλέπουσα τοῦτο, ἐδόξασε τὴν ταχεῖαν τοῦ Θεοῦ ἀντίληψιν, ἀλλὰ καὶ ἐσπλαγχνίσθη τὸν ἄσπλαγχνον ἐκεῖνον βάρβαρον, καὶ προσευξαμένη εἰς τὸν Θεόν, τὸν ἔχοντα ζωῆς καὶ θανάτου τὴν ἐξουσίαν, τὸν ἀνέστησε μὲ θαῦμα καὶ ἔκπληξιν τῶν ἰδόντων καὶ ἀκουσάντων τὸ γεγονός. Ἀφ᾿ οὗ δὲ τὸν ἀνέστησε, καὶ ἐτρόμαξε μὲ τὰ δύω ταῦτα, μὲ τὸν θάνατον λέγω καὶ τὴν ἀνάστασιν, τοὺς φοβεροὺς ἐκείνους βαρβάρους, ἔχουσα τὸν καιρὸν ἐπιτήδειον, τοὺς ἐνουθέτησεν ὡς ἔπρεπε, καὶ τοὺς ἀπέλυσεν· οἱ δὲ ἀνεχώρησαν ἐκ τῆς Χίου ἔμφοβοι καὶ ἔντρομοι. Ὅθεν, ἐλθόντες καὶ δευτέραν φοράν, δὲν ἐτόλμησαν νὰ ὑπάγουν πλέον εἰς τὸ Μοναστήριον τῆς Ἁγίας, καὶ ὄχι μόνον τοῦτο, ἀλλὰ καὶ εἰς ὅλην τὴν πόλιν ἐφάνησαν ἡμερώτεροι καὶ φιλανθρωπότεροι, καὶ τὰ πρότερα δεινὰ δὲν ἐτόλμησαν πλέον να κάμουν.
Πλήν, τὸ νὰ ἀναστήσῃ διὰ προσευχῆς τὸν νεκρὸν ἡ Ὁσία, ἦτον τῆς θείας χάριτος κατόρθωμα, καὶ τῆς πρὸς Θεὸν παῤῥησίας της ἔνδειξις· τὸ δὲ νὰ ἀποθάνῃ καὶ αὐτὴ ἡ ἰδία ὡς ἄνθρωπος, εἶναι τῆς ἀνθρωπίνης φύσεως νόμος κοινός, καὶ χρέος ἀπαραίτητον. Ὅθεν, ὅταν εὐδόκησεν ὁ ἀθάνατος αὐτῆς Νυμφίος Χριστός, νὰ τὴν παραλάβῃ διὰ θανάτου εἰς τοὺς ἀθανάτους καὶ οὐρανίους νυμφῶνας αὐτοῦ, καὶ νὰ τὴν ἀναπαύσῃ ἀπὸ τοὺς ἀσκητικοὺς αὐτῆς κόπους εἰς τὴν αἰώνιον ἐκείνην μακαριότητα τοῦ οὐρανοῦ, τότε τῆς ἀπεκάλυψε πρὸ ἑπτὰ ἡμερῶν, τὸ μακάριον τέλος τῆς, καὶ τὴν πρὸς αὐτὸν ἐκδημίαν της, καὶ μικρὸν ἀσθενήσασα, ἐπροσκάλεσε τὰς ἀδελφὰς καὶ ὑποτακτιτάς της, καὶ τὰς ἐνουθέτησεν ὡς μήτηρ, καὶ τὰς ἐσυγχώρησεν, εἶτα καὶ αὕτη, συγχώρησιν λαβοῦσα παρ᾿ ἐκείνων, καὶ ὅλα τὰ Χριστιανικὰ τελέσασα, καὶ τὴν κοινωνίαν τῶν ἀχράντων Μυστηρίων δεξαμενή, παρέδωκε τὴν ἁγίαν τῆς ψυχὴν εἰς τὰς ἀχράντους χεῖρας τοῦ ψυχοσώστου Θεοῦ. Ἐκοιμήθη δὲ ἠΑγία αὕτη ἐν ἔτει ἀπὸ Χριστοῦ 1462, τῇ κ´. τοῦ Ὀκτωβρίου, καὶ ἐτάφη τὸ ἱερὸν αὐτῆς σῶμα εἰς τὸν Ναὸν ὁποῦ ἔκτισεν ἡ ἰδία. Ὁ δὲ τῶν θαυμασίων Θεός, ὃν ἐδόξασε μὲ τοὺς ἀσκητικούς της ἀγῶνας, καὶ μὲ τὰς ἀρετάς της, τὴν ἐδόξασε μετὰ θάνατον μὲ τὴν θείαν τοῦ χάριν, καὶ ἀνέδειξεν εἰς τοὺς ἀνθρώπους τὰ θεία τῆς λείψανα, καὶ τὸν ἱερὸν τῆς Ναόν, πηγὴν θαυμάτων ἀένναον, καὶ ἰατρεῖον ἄμισθον παντὸς πάθους, καὶ πάσης ἀσθενείας.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἐβόρης καὶ Ἐνόης, λιθοβοληθέντες τελειοῦνται.
Λίθοις Ἐβόρην καὶ σύναθλον Ἐνόην,
Λίθων λάτραι κτείνουσιν ἀθλητοκτόνοι.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ζεβινᾶς, Γερμανός, Νικηφόρος καὶ Ἀντωνῖνος, ξίφει τελειοῦνται.
Ξίφος Ζεβινᾶν, Γερμανόν, Νικηφόρον.
Σὺν Ἀντωνίῳ δεικνύει νικηφόρους.



Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Μαναθὼ ἡ παρθένος, πυρὶ τελειοῦται.
Τί καὶ καθαρθῇς εἰς τὸ πῦρ βεβλημένη,
Ἁγνὴ Μαναθώ, πνεῦμα σῶμα παρθένε;

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Βασιλείου, ἐπισκόπου Τραπεζούντος.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ὁσίου Γρηγορίου τοῦ Καλλίδη.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Ἀντίθεον πρόσταγμα.
ήττητον φρόνημα, ἀῤῥαγεστάτην, ψυχῆς καρτερότητα, Ἀρτέμιε κτησάμενος, ἐχθρῶν πανουργεύματα, Μάρτυς κατήργησας, μέλπων ἐμμελέστατα· Ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
οαῖς τῶν αἱμάτων σου, τὴν ἐπηρμένην, βασάνων κατέσβεσας, πυρὰν θεομακάριστε, καὶ δρόσῳ τοῦ Πνεύματος περιχεόμενος, χαίρων ἀνεκραύγαζες, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
άσεων χάριτας, ἀναπηγάζων, παθῶν ὑπεκκαύματα, σβεννύεις θείᾳ χάριτι, διώκεις δὲ πνεύματα ἐπιστασίαις σου, ἔνδοξε Ἀρτέμιε· διὸ μεγαλοφώνως σε μακαρίζομεν.
Θεοτοκίον
Νεκροῖς τὸν πηγάσαντα, ἀθανασίαν, Παρθένε πανάμωμε, θεοπρεπῶς ἐκύησας, αὐτὸν οὖν ἱκέτευε, τοῦ θανατῶσαι ἡμῶν, πάθη τὰ τοῦ σώματος ἁγνή, καὶ αἰωνίου καταξιῶσαι ζωῆς.

Ἕτερος. Παῖδες Ἑβραίων.
Μετὰ πλείστων βασάνων τρικυμίαν, καὶ τῆς κεφαλῆς ἐκτομὴν τρισμάκαρ, περὶ τὸν θρόνον τοῦ Παντάνακτος, εἰληφὼς τὰ γέρα παρίστασαι.
αμάτων ἐκβλύζει Ἀθλοφόρε, ἡ σορὸς πληθὺν τοῖς προσιοῦσι, καὶ εὐχαρίστως ψάλλουσιν· ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Οἱ τῶ θείῳ προστρέχοντες ναῷ σου, καὶ τὴν λύσιν τῶν δεινῶν ἀπαντλοῦντες· εὐλογητὸς εἶ κράζουσιν, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Νομικαί Σε προέγραψαν εἰκόνες, ὧν ὁρῶντες Παρθένε ταὰς ἐκβάσεις· εὐλογητὸς κραυγάζομεν, ὁ καρπὸς τῆς κοιλίας Σου.  






ᾨδὴ η'. Κάμινος ποτέ.
Μάστιξι σφοδραῖς, Ἀρτέμιε τὸ σῶμα, ἐκδαπανώμενος ὑπήνεγκας, ἐναποσκοπούμενος, τὴν ἀντίδοσιν τὴν μέλλουσαν, ἣν νέμει σοι κραυγάζοντι, ἔνδοξε ὁ Δεσπότης· Πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον.
Αἵμασι τοῖς σοῖς, ἡ γῆ καθηγιάσθη, καὶ ἰατρεῖον ἀναδέδεικται, σῶμα τὸ πολύαθλον, πᾶσαν νόσον, πᾶσαν κάκωσιν, πᾶσαν δαιμόνων πάντοτε, βλάβην ἀποδιῶκον, ἐκ τῶν πιστῶς προσφευγόντων σοι.
Κόσμος ἀθλητῶν, ἐδείχθης τὰ ἐν κόσμῳ, εὐσεβοφρόνως ἀπωσάμενος, καὶ τὰ ὑπερκόσμια, βραχυτάτῳ ἐξωνούμενος, τιμίῳ σου Ἀρτέμιε, αἵματι ἀνακράζων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
κλυστος λιμήν, χειμαζομένοις ὤφθης, καὶ θαλαττεύουσιν ἑκάστοτε, κινδύνοις καὶ θλίψεσι, καὶ παθήμασιν Ἀρτέμιε· ἐν ᾧ διασῳζόμενοι, χάριτι μελῳδοῦμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
εύσαντας ἡμᾶς, πικρᾷ τοῦ ξύλου βρώσει, καὶ συμπτωθέντας ὀλισθήμασι, Πάναγνε ἀνέπλασας, Πλαστουργὸν ἀποκυήσασα, καὶ Λόγον ἐνυπόστατον, Ἄχραντε, ὃν ὑμνοῦμεν, πάντα τὰ ἔργα ὡς Κύριον.

Ἕτερος. Οἱ θεοῤῥήμονες Παῖδες.
Γενναιοφρόνως τρισμάκαρ, ὑπεισῆλθες ἐν τῷ σταδίῳ, τὸν ἀλιτήριον τῇ δυνάμει τοῦ Πνεύματος κατηδάφισας, καὶ στέφος ἦρας τῆς νίκης βοῶν· ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
ρηρεισμένος τῇ τῆς πίστεως βάσει, τὰς ἀποστάτου θωπείας, καὶ τὰς αἰκίσεις ἀντ’ οὐδενὸς ἐλογίσω Ἀρτέμιε, τρανῶς βοῶν· λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
οαῖς τῶν αἱμάτων σου Ἀθλοφόρε, τὸν Φαραὼ τὸν ὀλέθριον θῆρα, καταποντίσας ἐβόας τρανότατα· ὑμνεῖτε ἱερεῖς, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Μαρτύρων καὶ Ὁσίων ὑπάρχεις δόξα, Ἱεραρχῶν σεμνολόγημα θεῖον, καὶ τῆς κτίσεως καύχημα πάσης· διό Σε ὡς Θεοῦ Μητέρα, καὶ Παρθένον ἀξίως εὐφημοῦμεν.











ᾨδὴ θ'. Ἀνάρχου Γεννήτορος.
δεῖν ἐφιέμενος, τὰ κάλλη τὰ οὐράνια, τὰ φαινόμενα κόσμου κάλλη παρέδραμες, καὶ καλλοποιΐᾳ τῶν ἄθλων, ὡραϊσθείς, Ἀρτέμιε Μάρτυς, καλῶν τὸ ἀκρότατον, εὐφραινόμενος κατείληφας.
ς ὄρθρος ὡς ἥλιος, ἡ μνήμη σου φωτίζουσα, τῶν πιστῶν τὰς καρδίας μάκαρ ἀνέτειλε· σὺ γὰρ καὶ φωτὸς καὶ ἡμέρας, φωτοειδής, ὤφθης κληρονόμος, σκεδάζων Ἀρτέμιε, τὴν ὁμίχλην τῶν ψυχῶν ἡμῶν.
Σκιρτήσωμεν σήμερον, πνευματικῶς χορεύοντες, Ἀρτεμίου τῇ μνήμῃ τοῦ θείου Μάρτυρος, ψάλλωμεν Θεῷ ἐν αἰνέσει, τῷ θαυμαστῶ, ὄντι ἐν Ἁγίοις, καὶ καθαγιάζοντι, τοὺς ἐν πίστει τοῦτον σέβοντας.
θήκη σου βρύουσα, ἀπαύστως τὰ ἰάματα, τοὺς πιστοὺς προσκαλεῖται πόθῳ ἀρύσασθαι, εἰς σωματικὴν εὐρωστίαν, εἰς ψυχικήν, ὄντως σωτηρίαν, παμμάκαρ Ἀρτέμιε, πρεσβευτὰ τῶν εὐφημούντων σε.
Θεοτοκίον
Φωτί με καταύγασον, τοῦ σοῦ προσώπου Κύριε, ῥαθυμίας τῷ σκότει συγκαλυπτόμενον, ἔχων δυσωποῦσάν σε Λόγε, τὴν ἀληθῆ, ἁγνήν σου Μητέρα, Ἀγγέλων λαμπρότητας, καὶ τὸν ἔνδοξον, Ἀρτέμιον.

Ἕτερος. Κυρίως Θεοτόκον.
νδρείᾳ καὶ φρονήσει, καὶ τοῦ μαρτυρίου, κεκοσμημένος θεόφρον λαμπρότησι, τῷ στεφοδότῃ κυρίως ἀεὶ παρίστασαι.
Νομίμως ἐναθλήσας, Μάρτυς Ἀθλοφόρε, καὶ συμμάρτυρων χοροῖς συνταξάμενος, ὑπὲρ ἡμῶν τὸν Σωτῆρα, μεθ’ ὧν ἱκέτευε.
Οἱ πόνοι τῆς σαρκός σου, τὴν ἀθανασίαν, τῶν Ἀθλητῶν κλέος Σοὶ προεξένησαν· ἧς ἐμφορούμενος μέμνησο τῶν τιμώντων σε.
Θεοτοκίον
Σὲ πᾶσαι Παναγία, γενεαὶ μερόπων, καὶ οὐρανῶν αἱ δυνάμεις ὡς ἔφησας, ἀξιοχρέως τιμῶσι καὶ μακαρίζουσι.















Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Συνὼν τῷ Παντοκράτορι, Θεῷ Μάρτυς Ἀρτέμιε, καὶ ἀστραπαῖς ταῖς ἐκεῖθεν, λαμπόμενος Ἀθλοφόρε, τῶν ἐκτελούντων μέμνησο, τὴν ἱερὰν καὶ πάμφωτον, πανήγυρίν σου ᾄσμασι, τοῦ λυτρωθῆναι παντοίων, ἐπιφορῶν σαῖς πρεσβείαις.
Ἕτερον. Τοῖς Μαθηταῖς.
Παρεστηκὼς Ἀρτέμιε, τῇ Ἁγίᾳ Τριάδι, καὶ ἀστραπαῖς λαμπόμενος, τοῖς ἐκεῖθεν πλουσίως, ἐξ οὐρανοῦ ἐποπτεύοις, τοὺς τιμῶντάς σε πόθῳ, μεγαλομάρτυς Ἔνδοξε, συμμαχῶν θείοις ὅπλοις, ὡς τοῦ Χριστοῦ, στρατιώτης ἄριστος ἀθλοφόρε, τῷ σταυροφόρῳ Ἄνακτι, κατ' ἐχθρῶν πολεμίων.
Ἕτερον. Ὅμοιον.
Ὁ τοῦ Χριστοῦ ἀήττητος, καὶ πολύαθλος Μάρτυς, ὁ ἔνδοξος Ἀρτέμιος, ἄπασαν τοῦ τυράννου, καὶ παραβάτου καθεῖλε, τὴν λυσσώδη μανίαν, καὶ τῶν εἰδώλων ἔθραυσε, τὸ ἀνίσχυρον θράσος· καὶ δὴ λαβών, τὴν τῶν ἰαμάτων χάριν ἐξ ὕψους, ἰᾶται τοὺς γεραίροντας, τὴν σεπτὴν αὐτοῦ μνήμην.
Θεοτοκίον
Εὐλογημένη πάναγνε, Θεοτόκε Παρθένε, Χριστιανῶν τὸ καύχημα, τῶν Ἀγγέλων ἡ δόξα, καὶ Ἀθλοφόρων τὸ κλέος, κράτος τεῖχος καὶ σκέπη, καὶ ὀχυρὸν προπύργιον, φύλαττε καὶ προστάτις, καὶ βοηθός, ἐν κινδύνοις φάνηθι τοῖς σοῖς δούλοις· καὶ γὰρ ἐν σοὶ καυχώμεθα, προστασία τοῦ Κόσμου.

Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες ὑμᾶς.
Μάρτυς γενναιόφρον τοῦ Χριστοῦ, τῇ στεῤῥᾷ ἀθλήσει σου, τοῦ δυσμενοῦς κατεπάτησας, τὰ μηχανήματα, προσπαλαίσας τούτῳ, καὶ Χριστῷ εὐπρόσδεκτος, θυσία προσηνέχθης Ἀρτέμιε, καὶ νῦν παρίστασαι, τῷ τῶν ὄλων βασιλεύοντι, εἰς αἰῶνας συναγαλλιώμενος. (Δίς)

Σταυρῷ ὁπλισάμενος Χριστοῦ, Μάρτυς ἀξιάγαστε, κατὰ τῆς πλάνης ἐχώρησας, καὶ πρὸς ἀντίπαλον, στεῤῤοτάτῃ γνώμῃ, καρτερῶς ἀνθέστηκας, καὶ τοῦτον ἐκνικήσας σαφέστατα, συμβασιλεύεις νῦν, τῷ Δεσπότῃ καὶ Θεῷ ἡμῶν, ἱκετεύων ὑπὲρ τῶν τιμώντων σε.

Μαρτύρων ἀγλάϊσμα σοφέ, ταῖς πέτραις σφιγγόμενος, Χριστὸν τὴν πέτραν τὴν ἄῤῥηκτον, τρανῶς ἐκήρυξας, καὶ οὐκ ἐξηρνήσω· διὸ συνηρίθμησαι, Ἀγγέλων τοῖς χοροῖς ἀγαλλόμενος· μεθ’ ὧν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.




Δόξα. Ἦχος πλ. β΄.
Ὑπὲρ Χριστοῦ νομίμως ἀθλήσας Ἀρτέμιε, καὶ τῷ αἰσθητῷ βασιλεῖ, τὸν νοητὸν συγκαθελὼν ἀντίπαλον, ἐπάξιον ἀπείληφας, παρὰ τοῦ ἀθλοθέτου Σωτῆρος τὸν στέφανον· καὶ νῦν ἐν οὐρανοῖς τῶν Ἀγγέλων συναγάλλῃ τοῖς τάγμασι, τῆς ἀνωτάτῳ φωτοχυσίας, συναπολαύων τρανῶς, καὶ τῷ τρισυποστάτῳ καὶ πρώτῳ, λαμπρυνόμενος φέγγει. Διὸ καὶ ἡμεῖς, ὁ εὐσεβὴς λαὸς καὶ φιλομάρτυς, ᾀσματικῶς ἐκβοῶμέν σοι· χαίροις, ἀδαμάντινε τὴν ψυχήν, καὶ καρτερώτατε ὀπλῖτα Χριστοῦ· χαίροις, ὁ τῆς πλάνης τῶν εἰδώλων καθαιρέτης, καὶ τῆς ἀληθείας ὑπερασπιστὴς λαμπρότατος. Ἀλλὰ πρέσβευε τῷ Κυρίῳ καὶ ἡμᾶς, διὰ πολιτείας θεοφιλοῦς, τῆς σὺν σοὶ τυχεῖν στάσεως, ἐν τῷ θρόνῳ τῆς μεγαλωσύνης Αὐτοῦ.

Καὶ νῦν. Θεοτοκίον
Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Τὸν θερμὸν προστάτην καὶ βοηθόν, τῶν ἐν τοῖς κινδύνοις, ἀπροσμάχητον τὸν κλεινόν, Ἀρτέμιον ὕμνοις, τιμήσωμεν ἐκ πόθου, τὴν πλάνην τῶν εἰδώλων καταπατήσαντα.

















ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεύς ἄρχεται τῆς Παρακλήσεως μέ τήν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μή ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδιάσεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσακουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καί ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Στίχ. β’. Πάντα τά ἔθνη ἐκύκλωσάν με καί τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Τὰ παρόντα τροπάρια. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Ποικίλαις βασάνοις ἐναθλήσας μακάριε, ὡς στεῤῥῶς ἀδάμας τὸν παραβάτην κατήσχυνας, καὶ γὰρ ἐν πέτρᾳ μεγίστῃ πιεσθείς, διὰ τὴν πέτραν Χριστὸν καὶ οἰκισθείς, στέφος ἐδέξω τοῦ μαρτυρίου, Μεγαλομάρτυς Ἀρτέμιε· δόξα τῷ ἐνισχύσαντι ἡμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τῶν αἱμάτων τῷ λύθρῳ ἐπισταζόμενος, τῷ Κυρίῳ παρέστης Μάρτυς Ἀρτέμιε, ον ἱκέτευε ἀεὶ κατοικτειρῆσαί με, τὸν ἀτόποις λογισμοῖς, καὶ ἐργασίαις πονηραῖς, ἀφρόνως κατεγνωσμένον, ἵνα πιστῶς εὐφημῶ σε, τῇ προστασίᾳ σου φρουρούμενος.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμέν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοῦ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοῦ γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μέ ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανὼν τοῦ Ἁγίου.
ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
Πολλοῖς συνεχόμενοις πειρασμοῖς, καὶ σοὶ προσιόντα ἐλευθέρωσον ἀθλητά, ἐμὲ τὸν ἱκέτην σου τῆς τούτων, ἐκδυσωπῶ τυραννίδος Ἀρτέμιε.
Παθῶν με ἐκύκλωσαν προσβολαί, Ἀρτέμιε μάκαρ, καὶ κινδύνων ἐπαγωγαί, λύτρωσαί με τούτων τάχος κράζω, σαῖς πρὸς Θεὸν εὐπροσδέκτοις δεήσεσι.
Νοσοῦντα με πάθεσι χαλεποῖς, τὸν ἄθλιον μάκαρ τῷ φαρμάκῳ τῶν πρεσβειῶν, ἴασαι Ἀρτέμιε νοσοῦντων, ὁ ἰατρὸς δυσωπῶ ὁ ὀξύτατος.
Θεοτοκίον.
Σωτῆρα τεκοῦσά σε καὶ Θεόν δυσωπῶ Παρθένε, λυτρωθῆναί με τῶν δεινῶν, σοὶ γὰρ νῦν προσφεύγω ἀνατείνω, καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Προστασίαις σου θείαις, τῶν ἀλγεινῶν ῥῦσαί με, τῶν ἐν παιδογόνοις μορίοις, Μάρτυς Ἀρτέμιε, καὶ γὰρ σὲ κέκτημαι, μετὰ Θεὸν σωτηρίαν, ὁ θερμῶς τῇ σκέπῃ σου, προσφεύγω πάντοτε.
Ἱκετεύω σε πόθῳ, τὴν ψυχικὴν κάκωσιν, καὶ τὰς τῆς σαρκὸς ἀσθενείας μου ἐξιάσασθαι, σὺ γὰρ ἐκήρυξας, τὰς ἀσθενείας τοῦ κόσμου, εὐσπλαγχία ἄραντα, Χριστὸν Ἀρτέμιε.
Χαλεπαῖς ἀῤῥωστίαις καὶ λυπηροῖς πάθεσι, ὅλον με κακῶς Ἀθλοφόρε, κατατρυχόμενον, ταῖς πρὸς τὸν Κύριον, σαῖς ἀκοιμήτοις πρεσβείαις, ἴασαι Ἀρτέμιε, ὅπως γεραίρω σε.
Θεοτοκίον.
Εὐεργέτην τεκοῦσα τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον πᾶσιν ἀνάβλυσον, πάντα γὰρ δύνασαι, ως δυνατὸν ἐν ἰσχύϊ, τον Χριστὸν κυήσασα, Θεομακάριστε.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς πιστει σοὶ προσιόντας, ὅτι πάντες ἱκετικῶς πρὸς σὲ καταφεύγομεν, Ἀρτέμιε ὡς πρὸς Θεὸν ἡμῶν πρέσβυν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πρεσβείαν τὴν σὴν ὡς ὅπλον ἀπροσμάχητον, πλουτοῦμεν ἀεὶ οἱ πίστει σοὶ προσφεύγοντες, ἐκτενῶς βοῶμέν σοι Ἀθλοφόρε Ἀρτέμιε, πρόφθασον  καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ταῖς θείαις πρεσβείαις σου πρὸς Κύριον.






ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῶν παθῶν μου τὸν βόρβορον, καὶ κηλῖδας πάσας σὺ ἀπομάκρυνον, θεραπεύσας ταῖς πρὸς Κύριον, εὐπροσδέκτοις Μάρτυς ἱκεσίαις σου.
Ἀπολαύοντες πάντοτε, τῶν θαυμάτων Μάρτυς τῶν τῆς εἰκόνος σου, προϊόντων τὸν χαρίσμασιν, ἀθανάτοις στέψαντα μεγαλύναντα.
Ἐπὶ κλίνης με κείμενον, συμφορῶν παντοίων μάκαρ ἀνάστησον, ταῖς πρὸς Κύριον πρεσβείαις σου, τεταρταῖον Λάζαρον τὸν ἐγείραντα.
Θεοτοκίον.
Εὐσπλαγχνίας τὴν ἄβυσσον, ἐπικαλουμένῳ τῆς σῆς παράσχου μοι, ἡ τὸν εὔσπλαγχνον κυήσασα, καὶ Σωτῆρα πάντων τῶν ὑμνούντων σε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἔμπλησον ἡμῶν, τὰς καρδίας θείας χάριτος, ταῖς πρὸς τὸν Κτίστην ἱκεσίαις σου, τῶν προσιόντων τῷ ναῷ σου ἀξιάγαστε.
Λύτρωσαι ἡμᾶς, ἱκεσίαις σου Ἀρτέμιε, λοιμοῦ λιμοῦ παντοίας θλίψεσι, καὶ ἀῤῥωστίας ὅπως εὐφημοῦμέν σε.
Ἴασαι ψυχῶν, καὶ σωμάτων πάθη πάμπολλα, ἀξιοθαύμαστε Ἀρτέμιε, τῶν νῦν προσκυνοῦντων τῷ σεπτῷ ναῷ σου μετὰ πίστεως.
Θεοτοκίον.
Λῦσον τὴν ἀχλύν, τῶν πταισμάτων μου Θεόνυμφε, τῷ φωτισμῷ τῆς σῆς λαμπρότητος, ἡ φῶς τεκοῦσα, τὸ θεῖον καὶ προαιώνιον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Θανάτου, καὶ συμφορῶν ἀπάλλαξον, κοσμικῶν καὶ ἀλγηδόνας παντοίας, τοὺς τῷ ναῷ τῷ πανσέπτῳ σου Μάρτυς, ἐν κατανύξει ψυχῆς προσιόντας νῦν, πάσης νόσου χαλεπῆς, καὶ δεινῶν συνεχῶν περιστάσεων.
Ὡς ὅπλον δέ, ἐν κινδύνοις πάντοτε, τὴν πρεσβείαν σου πλουτοῦμεν παμμάκαρ, τῶν λυπηρῶν ἐκλυτρούμεθα τάχος, καὶ σὲ σωτήρα καὶ ῥύστην Ἀρτέμιε, σὲ ἔχομεν μετὰ Θεόν, ἐκ ψυχῆς ὀνομάζομεν μέγιστον.
Ἐν κλίνῃ, τῶν νοσημάτων πάντοτε, κατακείμενος Ἀρτέμιε Μάρτυς, παρακαλῶ ἀπ’ ἐμοῦ τὴν σεπτήν σου, μὴ ἀντανέλης ἀντίληψιν ἔνδοξε, ἀλλ’ ἐπίβλεψόν με συμπαθῶς, καὶ λοιμώδους νοσήματος λύτρωσαι.
Θεοτοκίον.
Προστάτιν σε, τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην Παρθένε, τῶν πειρασμῶν, διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διὰ παντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς πιστει σοὶ προσιόντας, ὅτι πάντες ἱκετικῶς πρὸς σὲ καταφεύγομεν, Ἀρτέμιε ὡς πρὸς Θεὸν ἡμῶν πρέσβυν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ὡς Μαρτύρων τὸ ὑπέρκαλλες ἐγκαλλώπισμα, ὁ Χριστὸς ἀκηράτοις στεφάνοις, σε ἔστεψε, ὡς νοσούντων τὸν ἀκέστορα ἀνέδειξε, λαμπρόν, θεραπεύων ὡς μάζα τὸ πάθος τοῦ σώματος, διὸ καὶ ἡμῖν σοὶ προστρέχουσι, κούφισον τὰς ὀδυνάς, ἰώμενος πάντα πόνου, καὶ ταῖς δειναῖς ἐπιφοραῖς, θαυματόβρυτε Ἀρτέμιε.

Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ἰωάννην: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπάτε ἀλλήλους...
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Οὐδεὶς προστρέχων. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Οὐδεὶς προστρέχων επὶ σοί, κατησχυμμένος απὸ σου ἐκπορεύεται, Ἀρτέμιε θεόφρον μάκαρ, ἀλλ’ αἴτεται τὴν χάριν καὶ λαμβάνει τὸ δώρημα, παρὰ Θεοῦ ταῖς ἱκεσίαις σου.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Θελητὴν τοῦ ἐλέους ἐν σταδίῳ τυράννων ἐκήρυξας Ἅγιε, Χριστὸν τὸν ζωοδότην, ὦ πάντων ὑπερέχου, τῶν ἐν πίστει βοώντων σοί· ἐξ ἀναγκῶν χαλεπῶν, ῥῦσαι ημᾶς Ἀθλητά.
Σωμάτων ἰατήρα καὶ ψυχῶν πρεσβευτήν σε, πάντες κεκτήμεθα, Ἀρτέμιε τρισμάκαρ, διάσωσον οὖν πάντας, τοὺς Θεῷ ἀνακράζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θησαυρόν σε πλουτοῦμεν ἰαμάτων ὡς ἔχεις πηγὴν Ἀρτέμιε, καὶ πύργον ἀσφαλείας, ψυχῶν τε σωτηρίαν, οἱ ἐν πίστει κραυγάζοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.
Θησαυρὸν σωτηρίας καὶ πηγὴν ἀφθαρσίας τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.







ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν Οὐρανῶν.
Τοὺς προσφοιτῶντας, τῷ σῷ πανσέπτῳ νῦν οἴκῳ, ἐκ παντοίων λύτρωσαι κινδύνων, νόσου τε παντοίας, Ἀρτέμιε τρισμάκαρ.
Τῶν πειρασμῶν, τῶν πολυειδῶν λύτρωσαί με, σαῖς πρεσβείαις πρὸς τὸν πάντων Δεσπότην, πάντων Ἀθλοφόρων, Ἀρτέμιε ἡ δόξα.
Τῶν νοσημάτων, σὺ ἰατρεῖα ταχεῖα, ἀνεδείχθης Μάρτυς τοῖς ὑμνοῦσι, καὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Τὰς ἀσθενείας μου, τῆς ψυχῆς ἰατρεύεις, καὶ σαρκὸς τὰς οδύνας Παρθένε, ἵνα σὲ δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ῥοὴν τῶν δακρύων, πρόσδεξαι ἐκ πόθου, ἐκπεμπομένην καὶ πάντα τὸν βάρβαρον, τῶν νοσημάτων πλῦνον, Μάρτυς Ἀρτέμιε.
Χαρὰς αἰωνιζούσης, Μάρτυς σὺν Ἀγγέλοις, ἐπαπολαύων νῦν διασκέδασον, τὴν ἀθυμίαν τῶν νόσων ἡμῶν καὶ θλίψεων.
Ὁ ναός σου Μάρτυς, ἰατρεῖον πέλει πνευματικόν, ἐν αὐτῷ γὰρ προσφεύγοντες, τῶν ψυχικῶν ἀλγηδόνων ἀπολυτρούμεθα.
Θεοτοκίον.
Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη καὶ ἀγαλλίαμα.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Τὸν εν ἀθλοφόροις θαυματουργόν, καὶ τὸν ἐν ἀναγκαις ἀπροσμάχητον βοηθόν, τὸν θεῖον ὁπλίτην, καὶ Μάρτυρα Κυρίου, Ἀρτέμιον τὸν θεῖον, ὕμνοις τιμήσωμεν.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Ἀρτέμιον πάντες, τῶν Μαρτύρων τὴν καλλονήν, τῶν ὑπὲρ ἁπάντων, πρεσβεύοντα Κυρίῳ, τῶν ἐκτελούντων πίστει, αὐτοῦ τὴν ἄθλησιν.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.






Τὸ Τρισάγιον. Τὰ συνήθη τροπάρια. Εἶτα ὁ Ἱερεύς τήν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν Κύριε ἐλέησον. Ὑπό τοῦ Ἱερέως Ἀπόλυσις. Καί τῶν Χριστιανῶν ἀσπαζομένων τήν Εἰκόνα καί χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τά παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, προστατεύεις Ἀθλητά, τῶν ἀσπαζομένων ἐν πίστει, εἰκόνα θείαν τὴν σήν, καὶ ἐν κατανύξει σε, ἱκετευόντων ἀεί, ἀθλοφόρε Ἀρτέμιε, λιταῖς σου, ταῖς θεῖαις, παῦσον τὸ κλυδώνιον, τὸ καθ’ ἡμῶν καὶ δεινῶν, ῥῦσαι, καὶ πυρὸς τοὺς σοὺς δούλους, καὶ τῆς οὐρανῶν βασιλείας, ἐν μεθέξει ποίησον δεόμεθα.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου