ΟΚΤΩΒΡΙΟΣ Κ΄!!
ΓΕΡΑΣΙΜΟΣ ΟΣΙΟΣ ΚΕΦΑΛΛΗΝΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν
στίχους δ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῶν
μοναστῶν ποδηγέτης καὶ ἀσκητῶν ἡ κρηπίς, τὸ τῆς Πελοποννήσου, ἐγκαλλώπισμα
θεῖον, Γεράσιμος ὁ μέγας ὁ νῦν παρ’ ἡμῶν, εὐφημούμενος ἄριστα, πρόκειται γὰρ
πανδαισία πνευματική, τοῖς πιστοῖς πᾶσιν ἀκόρεστος.
Δεῦτε
χορὸς τῶν ἀζύγων καὶ μοναστῶν ἡ πληθύς, ἐν τῇ Μονῇ τῇ θείᾳ, Ὁμαλῶν ἔνθα κεῖται,
τὸ σκῆνος τοῦ Ὁσίου τὸ θαυμαστόν, Γερασίμου καὶ πάνσεπτον, καὶ δαψιλῶς
ἐμφορεῖσθε τῶν ἐξ αὐτοῦ, τεραστίων τὰ παράδοξα.
Ἐπὶ
τῆς γῆς ἀμυθήτους μάκαρ διήνυσας, ὡς ἀληθῶς ἀγῶνας, δυναμούμενος σθένει, ἄνωθεν
τοῦ πάντων προνοητοῦ, τοῦ καὶ σὲ ἀναδείξαντος, ἐν τοῖς καιροῖς τοῖς ἐσχάτοις ὡς
ἀληθῶς, εὐσεβείας εἰς ἀπόδειξιν.
Τῶν
Κεφαλλήνων προστάτης καὶ ὀρθοδόξων κρηπίς, σὺ ἐκ Θεοῦ ἐδόθης, ὦ Γεράσιμε ὄντως,
φάνηθι οὖν μάκαρ πᾶσιν ἡμῖν, τοῖς εἰς σὲ καταφεύγουσιν, ἀπὸ παντοίων κινδύνων
καὶ πειρασμῶν, καθεκάστην ἐκλυτρούμενος.
Δόξα.
Ἦχος δ΄.
Ὅτε,
ἐξεδήμησαν πρὸς τὸν σὸν ποθούμενον Χριστόν, τότε οἱ θεῖοι Νόες, τὴν ἱεράν σου
ψυχὴν ἀνελάμβανον, Γεράσιμε θεόληπτε, καὶ πρὸς τὰς ἐκεῖσε καταπαύσεις γηθοσύνως
κατεσκήνωσας, ἔνθα Ὁσίων πάντων τὸ πολίτευμα· ὧν καὶ τοὺς ἴσους ἀγῶνας ἐπὶ γῆς
ἐξετέλεσας! ὅθεν σὺν αὐτοῖς μὴ παύσῃ
πρεσβεύων Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων, τὸ ἱερόν σου
μνημόσυνον.
Καὶ
νῦν. Θεοτοκίον.
Ἐκ
παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ
δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις
τῶν μοναστῶν, καὶ ἱερέων κλέος, σοῦ γὰρ τὴν πολιτείαν, Γεράσιμε θεόφρον, καὶ
Ἄγγελοι ἐθαύμασαν.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Δόξα
Σοι Βασιλεῦ, ὁ τῶν ἁπάντων Κτίστης, ὁ ἀναδείξας κόσμῳ, Γεράσιμον τὸν θεῖον, ὡς
ἄλλον λαμπρὸν ἥλιον.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Μέγιστον
θησαυρόν, πλουτοῦμέν σε τρισμάκαρ, φρουρὸς γὰρ καὶ προστάτης, ἐδόθης τῇ σῇ
Νήσῳ, πηγή τε θαυματόβρυτος.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Σέλας
τὸ τριλαμπές, Πάτερ Υἱὲ καὶ Πνεῦμα, πρεσβείαις τοῦ Ὁσίου, καὶ τῆς πάναγνου
Κόρης, ἐλέησον τοὺς δούλους Σου.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν πιστῶν σε προστάτην,
καὶ ταχὺν ἀντιλήπτορα, ὁσιώτατε Πάτερ, θεοφόρε Γεράσιμε,
ἀνέδειξε Θεὸς ἐπὶ γῆς, ὁ πάντων τῶν ὄντων κηδεμών· θεραπεύεις γὰρ σωμάτων, καὶ
ψυχῶν τὰ πάθη τῇ σῇ χάριτι· δόξα τῷ σὲ δοξάσαντι λαμπρῶς, δόξα τῷ σὲ
θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Ὅμοιον.
Τῶν Τρικάλων τὸν γόνον,
Κεφαλλήνων τὸ κλέϊσμα, Ὁμαλῶν Μονῆς τῶν προστάτην, Σὲ εὐφημοῦμεν Γεράσιμε· ἐβίωσας γὰρ ἐν τῇ δὲ τῇ ζωῇ ὡς ἄγγελος
οὐράνιος Θεοῦ. Διὸ δόξης ἠξιώθη, καὶ ἀφθαρσίας σῶμά σου τὸ πάντιμον· δόξα τῷ σὲ
δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἀφθαρτώσαντι, δόξα τῷ δωρησαμένῳ σε πιστοῖς
πρέσβυν ἀκοίμητον.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος
ἀνήρ. Εἰς
δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι
μάρτυρες.
Πάτερ
Γεράσιμε τὰ σά, θεῖα κατορθώματα, ἀνθρώπων γένος ἐξέστησαν, ὅτι ἐν σώματι,
ἀσωμάτων θείαν πολιτείαν ἔνδοξε, διήνυσας ἰσχύι ῥωννύμενος τοῦ θείου Πνεύματος,
οὗ καὶ σκήνωμα περίδοξον, θεοφόρε, ὄντως ἐχρημάτισας.
Πάτερ
Γεράσιμε ἡ σή, στάσις ὁλονύκτιος, καὶ τῶν δακρύων ἡ ἔκβλυσις, πάσας κατέσβεσε
σαρκικὰς ὀρέξεις, πρὸς Θεὸν πτερούμενος, καὶ νοῦν καὶ τῆς καρδίας τὰ ὄμματα· ὃν
καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Πάτερ
Γεράσιμε φωτός, θείου ἐμφορούμενος, κατατρυφᾷς τελεώτατα, τῶν ἐπιλάμψεων,
καλλονῆς ἀῤῥήτου, καὶ θείας μεθέξεως· ᾗ νῦν λαμπροφανῶς παριστάμενος, Χριστὸν
δυσώπησον, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Ἕτερα.
Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασι.
Ποίοις,
οἱ εὐσεβεῖς ᾄσμασιν, ἐπαινέσωμεν τὸν θεοφόρον, τὸν νεοφανέντα τοῖς πέρασι, καὶ
φωτὶ θαυμάτων αὐγάζοντα, τῶν πιστῶν ψυχάς τε, καὶ καρδίας ἀστέρα, ᾀειλαμπῆ
θεῖον Γεράσιμον; Φωστῆρα, τῆς Ἐκκλησίας διαυγέστατον, τῶν μοναζόντων τὸ κλέος·
ὃν τῷ στέφει νίκης ὡς νικήσαντα τὸν ἐχθρόν, Χριστὸς ἐστεφάνωσεν, ὁ ἔχων τὸ μέγα
ἔλεος.
Ποίοις,
εὐφημιῶν στέμμασι, καταστέψων τὸν θεοφόρον, τὸν Κεφαλληνίας ὑπέρμαχον, θησαυρόν
τε ὄντως ἀσύλητον, καὶ ᾀεὶ θερμότατον προστάτην, κινδύνων, καὶ δεινῶν αὐτὴν
ῥυόμενον, λοιμοῦ τε, τὴν ἀπειλὴ ἐξαφανίζοντα, ταῖς εὐπροσδέκτοις πρεσβείαις·
δι’ ὧν ἡμῖν ἵλεον, ἀπεργάζεται τὸν Χριστόν, τὸν παρέχοντα τῷ κόσμῳ, εἰρήνην καὶ
μέγα ἔλεος.
Ποίοις,
ὑμνῳδιῶν κάλλεσιν, ἀναδύσωμεν τὸν θεοφόρον, τὸν οὐρανομύστην τῆς χάριτος, καὶ
σεπτὸν δοχεῖον τοῦ Πνεύματος, τὸν στεῤῥὸν ἀσκήσεως ὁπλίτην· τὸν πάντας, τοὺς
δαιμονῶντας σωφρονίζοντα, καὶ πάντας, τοὺς ἀσθενοῦντας θεραπεύοντα, ὀρθοδοξίας
φωστῆρα, οὗ τὸ σκῆνος βρύει ἰάματα τοῖς πιστοῖς, ψυχῆς ἀγαλλίασιν, εὐφροσύνην
τε καὶ ἔλεος.
Δόξα. Καὶ νῦν.
Ἦχος α΄.Εὐχαρίστῳ πνεύματι, χαίροντες ὦ Κεφαλλῆνες συνδράμωμεν,
ἀπὸ οἰκείων δωμάτων φερόμενοι.
Ἦχος πλ. α΄. Ἐπαπολαῦσαι ἐπισπεύσωμεν τοῦ νεοφανοῦς
φωστῆρος, Ἐκκλησίας τὰ θαύματα.
Ἦχος β΄. Τὴν δὲ πάντιμον περικυκλοῦντες θήκην, εὐφροσύνως
τῇ χάριτι εὐωχήσωμεν.
Ἦχος πλ.β΄. Τὸ θεοβράβευτον, καὶ πανσέβαστον σκῆνος θεώμενοι, τῷ
δέει κρατούμενοι, εὐσεβοφρόνως τε γεραίροντες, τὸν τοῦ Χριστοῦ ὑπηρέτην, τὸν
ὕμνον σπεύσωμεν ἐκβοῆσαι· Ἰδοὺ ὁ πανθαύμαστος Γεράσιμος προτίθεται.
Ἦχος γ. Ἄρωμεν τοίνυν τὰς χεῖρας, καὶ τοῦτον εὐχαρίστως
ὑποδεξώμεθα, ὡς οὐρανόθεν, ἡμῖν πεμφθέντα
Ἦχος βαρύς. Δι’ αὐτοῦ γὰρ πᾶσιν ἡμῖν πλουσίως εὐεργεσίαι νέμονται,
ᾧ προσπελάζειν οὐ παυσόμεθα, κᾄντι ἄξιον γέρας ἀπονέμειν ἀδύνατον·
Ἦχος δ΄. ζῶντα γὰρ καὶ μετὰ πότμον θησαυρὸν αὐτὸν κεκτήμεθα.
Ἦχος πλ. δ΄.Διὸ Ὅσιε θεοφόρε, Χριστῷ σὺν Θεοτόκῳ Μαριὰμ ἀχράντῳ Κόρη,
πρέσβευε διηνεκῶς περιφρουρῆσαι, καὶ σῷσαι ἀπὸ πάσης προσβολῆς ἐναντίας τὴν
νεολαίαν σου, τὴν γὰρ σὴν προστασίαν κεκτήμεθα.
Ἦχος α΄. Εἰς τοὺς αἰῶνας ἀγλαοφανῶς μακαρίζοντες.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν
ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ
κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’
αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις
καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι,
καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο
λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς
ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς,
καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Λιτή.
Ἦχος α'.
Τὸν
θεοειδῆ ἀσκητήν, καὶ νεοφανῆ ἐκ τῆς Ἑώας ἀστέρα, θεῖον Γεράσιμον εὐφημήσωμεν.
Οὗτος γὰρ ἔτι ζῶν, μεγάλως ἠγωνίσατο, ταῖς ἐπαγρύπνοις αὐτοῦ στάσεσιν, ἀμέσως
παριστάμενος τῷ Κυρίῳ, διὸ καὶ μετὰ θάνατον ἡ θεῖα σορὸς αὐτοῦ τοῖς προσιοῦσι
πηγάζει ἀεννάως τὰ θαύματα· ὑπὲρ ὧν καὶ πρεσβεύει ἀδιαλείπτως Χριστῷ τῷ Θεῷ
δωρηθῆναι αὐτοῖς τὸ μέγα ἔλεος.
Ὁ
αὐτός.
Ἐν
τοῖς ἐπουρανίοις σκηνώμασιν Ὄσιε, σὺν ταῖς Ἀγίων χορείαις, τὸ πνεῦμά σου
αἰωνίως ἀγάλλεται, λαμπρῶς δὲ σοῦ τὸ σῶμα, τὸ θεῖόν τε καὶ σεβάσμιον ἐν τῇ
Κεφαλληνίᾳ, διασώζεται θαυματόβρυτον· δόξης γὰρ παρὰ Θεοῦ, οἱ δοξάζοντες αὐτόν,
τῷ στέφει λαμπρύνονται· διὸ πρέσβευε τῷ Κυρίῳ, θεοφόρε Γεράσιμε, ἐλέους τυχεῖν,
τοὺς εὐσεβῶς ἐκτελοῦντας τὴν σεβάσμιον μνήμην σου
Ὁ
αὐτός.
Σὺν
ταῖς ἄνω χορείαις ἐν Οὐρανοῖς σου τὸ πνεῦμα ἀγἀλλεται Γεράσιμε Ὅσιε, σῶμα δέ
σου τὸ θεῖον ἐν τῇ τῶν Ὅμαλῶν Μονῇ διασῴζεται θαυματόβρυτον, εὐωδιάζον τοὺς
προσπελάζοντας, καὶ μετ' εὐλαβείας τοῦτο ἀσπαζομένους· οὕτω γὰρ Θεὸς τοὺς αὐτὸν
ἀντιδοξάζει δοξάζοντας· ὃν ἱκέτευε θεοφόρε ἐκ κινδύνων ἡμᾶς ῥυσθῆναι καὶ
σωθῆναι τάς ψυχὰς ἡμῶν.
Ἦχος
δ'.
Ὄτε
ἐξεδήμησας θεοφόρε Γεράσιμε, πρὸς τὸν σὸν πλάστην καὶ Δημιουργὸν Χριστὸν τὸν
Θεόν, παρῆσαν αἱ Ὄσιαι μονάζουσαι, καὶ θρηνοῦσαι καὶ λέγουσαι· Διδάσκαλε μὴ
ἐάσης ἡμᾶς ὀρφανάς, ὧν δι’ οἶκτον ἐδόμησας τὸ θεῖον Μονύδριον, ἐν ᾧ αἱ
προστρέχουσαι, τῶν βιοτικῶν θορύβων διασώζονται· διὸ πρέσβευε θεομακάριστε
Χριστῷ τῷ Θεῷ, τοῖς εὐσεβῶς ἐκτελοῦσι τὴν μνήμην σου, δωρηθῆναι ἱλασμόν, καὶ τὸ
μέγα ἔλεος.
Δόξα.
Ἦχος πλ. α'.
Βασιλεῦ
Οὐράνιε, οἶδα πόσα δύνασαι ἐκτελεῖν θαυμάσια, τὸν θεῖόν σου καταπλουτίσας
Γεράσιμον τὸν θεόφρονα· πεφυτευμένος γὰρ ἐν τῷ οἴκῳ σου, ἐξήνθησε δικαίως, καὶ
τῆς Κεφαλληνίας ἐπλήθυνε τὰ πνευματικὰ σπέρματα, ὑπογραμμός, καὶ τύπος αὐτῇ τε
καὶ ἡμῖν ταῖς θείαις ἀρεταῖς γενόμενος· διὸ ταῖς τοῦ Ὁσίου ἱκεσίαις, ὡς
παρρησίαν ἔχοντες πολλήν, τῆς Βασιλείας σου ἀξίωσον ἡμᾶς, τοὺς πίστει καὶ πόθῳ
ἐορτάζοντας, τὴν ἀεισεβάστον μνήμην αὐτοῦ.
\
Καί
νῦν... Θεοτοκίον
Μακαρίζομέν
Σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν
ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν καὶ καταφυγὴν τῶν ψυχῶν
ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Χαίροις
Κεφαλληνίας στερρόν, Θεοῦ προνοίᾳ, καὶ ἑδραῖον κραταίωμα, ὁ μύστης ὁμοῦ καὶ
φύλαξ, καὶ ἀντιλήπτωρ θερμός, παρέχων πᾶσι, τὴν βοήθειαν· ἀεὶ γὰρ πλουτοῦμέν σε
ἐν κινδύνοις ὑπέρμαχον, ἐπίκουρόν σε συμπαθῆ ἐν ταῖς θλίψεσι, περιστάσεων τοῦ
λοιμοῦ ἡμᾶς σῴζοντα, Φρούρει οὖν δυσωποῦμέν σε, Γεράσιμε Ὅσιε, τὴν νῆσον ταύτην
καὶ πάντας, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου, ἐκ πάσης ἀνάγκης, καὶ Χριστὸν ἀεὶ
δυσώπει, ὑπὲρ τῆς ποίμνης σου.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις,
τῆς Ἐκκλησίας Χριστοῦ, ἀστὴρ ὁ νέος ὁ ᾀεὶ διαυγέστατος, τῷ κάλλει ὡραϊσμένος,
τῆς ἰσαγγέλου ζωῆς, ἀρετῶν τε θείαις λαμπηδόσεσι, ψυχῇ τε καὶ σώματι, καθαρὸς
δι’ ἀσκήσεως, Τριάδος ὄντως, τῷ φωτὶ λαμπρυνόμενος· ὀ ταῖς λάμψεσι, τῶν ἐνθέων
σου πράξεων, ἅπασι τὴν ἐράσμιον, ἐμφαίνων ἀπόλαυσιν, διαγωγῆς ἐναρέτου,
εὐφραινομένης τὸν Κύριον· Αὐτὸν ἐκδυσώπει, παρασχεῖν τοῖς σὲ τιμῶσι, τὸ μέγα
ἔλεος.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Πλοῦτος
καὶ θησαυρὸς ἀρετῶν, καὶ ἀγάπης θεῖος μύστης γεγένησαι, δοξάζων μόχθοις καὶ
πόνοις τὸν ἐν ὑψίστοις Θεόν· εὐκλεῶς διό σε ἀντεδόξασε, θαυμάτων φαιδρότητι
στεφοδότης ὁ πάνσοφος, πηγὴν τοῖς πᾶσι, καθιστῶν σε ἀκένωτον, τὰ ἰάματα, τοῦ
παρέχειν τοῖς χρῄζουσιν, δαίμονας ἐκδιώκειν τε, Γεράσιμε Ὅσιε, καὶ σοῦ τὸ
πάνσεπτον σκῆνος, εἰς εὐωδίας ἀπόλαυσιν, πιστοῖς παρασχεῖν τε, πρεσβευτήν σε
καὶ προστάτην καὶ ἀντιλήπτορα.
Δόξα...
Ἦχος πλ δ΄.
Τῶν
Μοναστῶν τὰ πλήθη, τὸν καθηγητήν σε τιμῶμεν, Πατὴρ ἡμῶν Γεράσιμε· διὰ γάρ σου
τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ τῷ Χριστῷ
δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Ὁσίων ὁμόσκηνε
καὶ Δικαίων· μεθ΄ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καί
νῦν... Θεοτοκίον.
Ἀνύμφευτε
Παρθένε, ἡ τὸν Θεον ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, σῶν
ἱκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων,
νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῶν πιστῶν σε προστάτην,
καὶ ταχὺν ἀντιλήπτορα, ὁσιώτατε Πάτερ, θεοφόρε Γεράσιμε,
ἀνέδειξε Θεὸς ἐπὶ γῆς, ὁ πάντων τῶν ὄντων κηδεμών· θεραπεύεις γὰρ σωμάτων, καὶ
ψυχῶν τὰ πάθη τῇ σῇ χάριτι· δόξα τῷ σὲ δοξάσαντι λαμπρῶς, δόξα τῷ σὲ
θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα. Ὅμοιον.
Τῶν Τρικάλων τὸν γόνον,
Κεφαλλήνων τὸ κλέϊσμα, Ὁμαλῶν Μονῆς τῶν προστάτην, Σὲ εὐφημοῦμεν Γεράσιμε· ἐβίωσας γὰρ ἐν τῇ δὲ τῇ ζωῇ ὡς ἄγγελος
οὐράνιος Θεοῦ. Διὸ δόξης ἠξιώθη, καὶ ἀφθαρσίας σῶμά σου τὸ πάντιμον· δόξα τῷ σὲ
δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἀφθαρτώσαντι, δόξα τῷ δωρησαμένῳ σε πιστοῖς
πρέσβυν ἀκοίμητον.
Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὸν
νέον ἀσκητὴν καὶ Χριστοῦ ὑπηρέτην, Ὁσίων καλλονήν, Ἱερέων τὸ κλέος, Γεράσιμον
ὑμνήσωμεν, καὶ ᾠδαῖς μεγαλύνωμεν, ὡς ἀσκήσαντα καὶ τῶν δαιμόνων τὰ στίφη,
ἐκνικήσαντα τῇ τοῦ Σταυροῦ πανοπλίᾳ καὶ ῥώμῃ καὶ χάριτι.
Δόξα.
Τὸν
βίον εὐσεβῶς, ἐπὶ γῆς ἐκτελέσας, δοχεῖον καθαρόν, σὺ τοῦ Πνεύματος ὤφθης,
φωτίζων τοὺς πίστει σοι, προσιόντας μακάριε· ὅθεν αἴτησαι, τὸν σὸν Δεσπότην
φωτίσαι, τὰς ψυχὰς ἡμῶν, τῶν ἀνυμνούντων σε Πάτερ, θεόφρων Γεράσιμε.
Καὶ
νῦν. Θεοτοκίον.
Παρθένος
ἀληθῶς, πρὸ τοῦ τόκου Παρθένε, παρθένος ἀληθῶς, ἐν τῷ τόκῳ Παρθένε, παρθένος
ἀειπάρθενος, μετὰ τόκον διέμεινας· ὅθεν δέομαι, ὡς ἡγεμὼν τῶν παρθένων,
παρθενεύειν με, νοΐ ψυχῇ σώματί τε, ἐνίσχυσον Δέσποινα.
Μετὰ
τὴν β’ στιχολογίαν. Κάθισμα. Ἦχος γ'. Τὴν ὡραιότητα.
Ἅπαν
τὸ φρόνημα, σαρκὶ ἐμάρανας, βίου ὀρθότητα, ἀσκήσας ἄριστα, καὶ τῶν καμάτων
ἀμοιβήν, τὰ θαύματα ἐκομίσω, ὅθεν και τὸ σκῆνός σου, τὸ σεπτὸν καὶ σεβάσμιον,
βρύει τὰ ἰάματα, τοῖς εἰς μετὰ πίστεως προσπίπτουσι τῇ θείᾳ σκέπῃ, Πάτερ
θέοφρον Γεράσιμε.
Δόξα.
Τρίβον
διώδευσας, τοῖς πλείστοις ἄβατον, εἰς τεσσαράκοντα, ἡμέρας ἄσιτος, ὡς ὁ
Δεσπότης γὰρ καὶ σύ, διήνυσας θεοφόρε· ὅθεν καὶ ἠξίωσαι, χαρισμάτων ἀντάξια, τὸ
σκῆνος γάρ σου Ἅγιε, ἀφθαρσίᾳ δεδόξασται· διὸ εὐχαριστοῦντες βοῶμεν· δόξα Θεῷ
τῷ στεφοδότῃ.
Καὶ
νῦν. Θεοτοκίον.
Ἅπαν
τὸ φρόνημα, σαρκὸς ἐμάρανας, βίου ὀρθότητα, ἀσκήσας ἄριστα, καὶ τῶν καμάτων
ἀμοιβήν, τα θαύματα ἐκομίσω· ὅθεν καὶ τὸ σκῆνός σου, τὸ σεπτὸν καὶ σεβάσμιον,
βρύει τὰ ἰάματα, τοῖς πρὸς σὲ μετὰ πίστεως, προσπίπτουσι τῇ θείᾳ σου σκέπῃ,
Πάτερ θεόφρων Γεράσιμε.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ Λόγον.
Ἐγκρατείᾳ
καὶ πόνοις καὶ προσευχαῖς, τὴν ψυχήν σου κοσμήσας θεοπρεπῶς, γέγονας συμμέτοχος
τῶν Ἀγγέλων μακάριε, καὶ τῶν θαυμάτων ὄντως χαρίσματα ἔλαβες τοῦ ἰᾶσθαι τάς
νόσους τῶν πίστει τιμώντων σε, ὅθεν καὶ δαιμόνων, ἀπελαύνεις τὰ πλήθη, καὶ
παρέχεις ἰάματα τοῖς ἀνθρώποις Μακάριε. Θεοφόρε Γεράσιμε, πρέσβευε Χριστῷ τῷ
Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην
σου.
Δόξα.
Καὶ νῦν... Θεοτοκίον.
Τοῦ
ἡλίου νεφέλη τοῦ νοητοῦ, θείου φέγγους λυχνία χρυσοφαής, ἄσπιλε, ἀμόλυντε,
παναμώμητε Δέσποινα, τὴν σκοτεινὴν ψυχήν μου τυφλώττουσαν πάθεσι, τῆς ἀπαθείας
αἴγλῃ καταύγασον δέομαι, καὶ μεμολυσμένην, τὴν καρδίαν μου πλῦνον, ῥοαῖς κατανύξεως,
μετανοίας τε δάκρυσι, καὶ τοῦ ῥύπου με κάθαρον, ἵνα πόθῳ κραυγάζω σοι· Θεοτόκε
πανύμνητε, πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι τοῖς
εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον τόκον σου.
Εἶτα, τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου.
Προκείμενον Ἦχος δ': Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν' ψαλμός.
Δόξα... Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Γεράσιμε
Ὅσιε, τῇ πολιτείᾳ ἰσάγγελε, καὶ πιστὲ θεράπων Χριστοῦ, ὡς ἔχων παρρησίαν πρὸς
τὸν Σωτῆρα Χριστόν, περίσωζε ἡμᾶς ταῖς εὐπροσδέκτοις πρεσβείαις σου, ἀπὸ
παντοίων κινδύνων, ὅτι πρὸς σὲ καταφεύγομεν.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου (τῆς Τρίτης ἑσπέρας τοῦ α’ ἤχου,
ἐκ τοῦ Θεοτοκαρίου τοῦ Ἀγαπίου τοῦ Κρητός) εἰς στ΄ μετὰ τῶν Εἰρμῶν, καὶ τοῦ
Ἁγίου δύο εἰς η΄.
Ὁ α’ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Μέλπω γέρας
τιμῆεν ἀσκητὴν νέον. Μητροφάνους Ναυπλιώτου.
ᾨδὴ
α΄. Ἦχος α΄. Χριστὸς γεννᾶται.
Μηδείς σου ἄλλος Γεράσιμε,
νεοφανὴς ἐφάμιλλος γέγονε, βίον ἐναθλῶν ἀσκήσεως, ἔνθεον θεωρίας ἀξιωθείς,
θείας ἐπιπνοίας, ὡς ὁ θεῖος Μωϋσῆς πανσόφως ἔνδοξε.
Ἔνθους ἐγένου πανόλβιε, ἐν
θείαις προσευχαῖς σου ἱστάμενος, Θεὸν ἐνορῶν παντέλειον, ὄμματι διανοίας
καθαρτικῷ· ὅθεν συναυλίζῃ, τοῖς Ὁσίων Ἀσκητῶν Πάτερ σκηνώμασι.
Λαμπρὸς ὁ βίος σου ἔνδοξε,
εἰς ἅπαντα τὸν Κόσμον ἐξέλαμψε, φαιδρὸς καταστίλβων Ὅσιε, θείαις σου ἀριστείαις
πλουτποιεέ, τῶν ἀπαυγασμάτων, τῶν ἐκ Θεοῦ, τοῦ πάντα λόγῳ τεκτήναντος.
Θεοτοκίον.
Σαρκὸς φανεὶς ὁμοιώματι, ὁ
Λόγος τοῦ Πατρὸς παναμώμητε, ἐκ Σοῦ τεχθῆναι ηὐδόκησε, πᾶσαν τὴν ἁμαρτίαν τὴν
τοῦ Ἁδάμ, πάναγνε καὶ Εὔας ἀπέτεμε· διὰ Σοῦ θεοχαρίτωτε Δέσποινα.
Ὁ β’ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχὶς ἐν τῇ η΄ καὶ θ΄ ᾨδή: Ὁ Ἰωάννης.
ᾨδὴ
α΄. Ἦχος δ'. Θαλάσσης τὸ ἐρυθραῖον.
Τὸν
νοῦν μου, ταῖς σαῖς πρεσβείαις Ἅγιε λαμπρῶς ὁδήγησον, καὶ τὸ τῆς γλώττης
ἄμουσον σοφέ, ἵν’ ἀξίως ἀγῶνας τοὺς σούς, καὶ διαυγῆ παλαίσματα, κροτῶν αἰνέσω
ἀγαλλομενος.
Τὸν
πόθον τῶν γεννητόρων ἔνδοξε, οὐδὲν λελόγισαι τὴν πρὸς Θεὸν προκρίνας βιωτήν, ἐξ
ὀνύχων διὸ ἁπαλῶ πάντα λιπὼν Γεράσιμε, Χριστοῦ τοῖς ἴχνεσιν ἐβάδισας
Τερπνότης,
ἡ τῶν παρόντων ῥέουσα οὐδόλως ἴσχυσε, τὸ στιβαρὸν ἀμβλύνας σῆς ψυχῆς, καὶ τὸ
φίλτρον τὸ πρὸς τὸν Χριστόν, ᾧ κολληθεὶς κατέλιπες, πᾶσαν ἐπίκηρον ἀπόλαυοιν.
Θεοτοκίον.
Τὴν
μόνην, ἐν γυναιξὶν ἀπείρανδρον Ἁγνὴν τιμήσωμεν ἱκετικῶς βοῶντες πρὸς αὐτήν,
Γερασίμου λιταῖς τοῦ σεπτοῦ, καὶ σαῖς πρεσβείαις Ἄχραντε, τήνδε τὴν ποίμνην σου
διάσωσον.
ᾨδὴ
γ΄. Τῷ πρὸ τῶν αἰώνων.
Πᾶσάν σου τὴν σάρκα,
ὑπετάξω νηστείαις τῷ πνεύματι, καὶ κακουχίαις τῶν δαιμόνων, καὶ ἐνέδρας τὰς
τούτων, σαυτὸν Πάτερ καθηράμενος, ὁλοσχερῶς ἐκολλήθης Χριστῷ τῷ σὲ
καταστέψαντι.
Ὤφθης ἐκ κοιλίας,
καταγώγιον θεῖον τοῦ Πνεύματος, φωταγωγούμενος ταῖς τούτου, ἐπιπνοίαις
παμμάκαρ, ἔνθεν φωτὸς ἔμπλεος γενόμενος, καὶ θείῳ λάμψει τὸν νοῦν, Πάτερ
αὐγαζόμενος.
Γένος σου θεόφρων, καὶ
πατρίδα καὶ πλοῦτον κατέλιπες, ἀκολουθήσας ἐκ καρδίας, προσταγαῖς τοῦ Δεσπότου,
ἔνθεν τούτῳ παριστάμενος, καθικετεύεις Αὐτὸν ἐκτενῶς, ὑπὲρ τῶν ὑμνούντων σε.
Θεοτοκίον.
Ἡ ἁγιωτέρα, γενομένη τῶν
ἄνω δυνάμεων, Σὺ εἶ Παρθένε Θεοτόκε, προστασία καὶ σκέπη, τῶν Σοὶ προστρεχόντων
ἄχραντε, μὴ οὖν παρίδῃς ἡμᾶς ἐκτενῶς, αἶνόν Σοι προσάγοντας.
Ἔτερος.
Εὐφραίνεται ἐπὶ σοί.
Ὡς
ἔμπορος νουνεχής, τῶν ἐπιγείων τὰ τερπνὰ ἤλευσας, πλοῦτον ποθῶν ἔνδοξε, τὸν ἀληθινὸν
καὶ ἀἴδιον.
Τὸ
φρόνημα τῆς σαρκὸς, θεοφιλῶς δουλώσας τῷ Πνεύματι, σκεῦος ἐχρημάτισας, καὶ
λαμπρὸν δοχεῖον τοῦ Πνεύματος.
Ἐργάτης
ὡς ἀληθῶς τῆς ἀρετῆς ἐδείχθης Γεράσιμε, νοῦν καὶ τὴν διάνοιαν, ἄνω πρὸς Θεὸν
ἔχων ἄτρεπτον.
Θεοτοκίον.
Συντήρει
Μῆτερ Θεοῦ, ἐξ ἐπηρείας τήνδε τὴν ποίμνην σου, ἥτις ἐν σοὶ πέποιθε τῇ σῇ ἀρωγῇ
καταφεύγουσα.
Κάθισμα.
Ἦχος πλ.δ' . Τὴν σοφίαν καὶ λόγον.
Γεννητόρων
τὸν πόθον ὑπεριδών, καὶ Χριστὸν ἀγαπήσας ὁλοσχερῶς. αὐτῷ ἠκολούθησας, μέχρι
τέλους ἀοίδιμε· τὸν γὰρ σταυρόν σου ἄρας, ἐπ' ὤμων ἀνέδραμες, εἰς ἀβάτους;
ἐρήμους, διάγων ὡς ἄσαρκος· ὅθεν καὶ πλουσίας ἀμοιβὰς τῶν σῶν πόνων, ἐδέξω
μακάριε, ἐκ χειρὸς τοῦ Κυρίου σου, θεοφόρε Γεράσιμε. Πρέσβευε Χριστῷ τῷ Θεῷ,
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν Ἁγίαν μνήμην σου.
Δόξα.
Τὰς
εὐχάς σου σὺν δάκρυσι ταπεινοῖς, ἔτι ζῶν ἀναφέρων πρὸς τὸν Θεόν, αὐχμὸν λύεις
ἔνδοξε, τὸν τῆς γῆς ὡς φιλόστοργος, μετὰ δὲ πότμον πάλιν ἐξάγεις τὸ γύναιον, τὸ
ἐμπεσὸν εἰς φρέαρ, ὠθήσει τοῦ δαιμόνος· ὅθεν τῶν θαυμάτων, τὴν θεόπνευστον χάριν,
τοῖς πᾶσι πιστούμενος, ἐκτελεῖς τὰ τεράστια, δαιμονῶντας ἰώμενος, ἀσθενοῦντας
ῥωννύμενος, θλίψεων λοιμοῦ καὶ δεινῶν, τὴν σὴν νῆσον πάντοτε ῥυόμενος, καὶ τοῖς
θερμῶς προσιοῦσι, τὰς αἰτήσεις δωρούμενος.
Καὶ
νῦν. Θεοτοκίον.
Τὴν
Βασίλισσαν πάντες δεῦτε πιστοί, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, ἐν φωναῖς
μεγαλύνωμεν, καὶ ὑμνοῦντες βοήσωμεν· ἡ τῆς χαρᾶς αἰτία, Παρθένε πανύμνητε, τοὺς
τιμῶντάς Σε σῶζε, καὶ σκέπε πρεσβείαις Σου, ἐκ πειρασμῶν παντοίων, καὶ νόσων
καὶ θλίψεων, ἔχεις γὰρ ὡς Μήτηρ, τοῦ Θεοῦ παῤῥησίαν, οἰκτείρειν βραβεύειν τε,
νοσημάτων τὴν ἴασιν· διὰ τοῦτο βοῶέν Σοι· πρέσβευε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι τὸν πανάγιον Τόκον Σου.
ᾨδὴ
δ΄. Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί.
Ἔφθασας Ἀγγέλων τὴν πληθύν,
βιώσας ὑπὲρ ἄνθρωπον, καὶ ἀριστεύσας ἐν γῇ ὡς ἄσαρκος, ἐδείχθης τοῖς μονασταῖς,
θεῖον ὄντως ἔσοπτρον, πάσας λαμπηδόνας ἀποπέμπων, τῆς χάριτος τοῦ Θεοῦ, θείαις
ἀγλαΐαις κοσμούμενος.
Ῥάβδος σου ἡ θεία καὶ
σεπτή, θαυμάτων πλήρης γέγονε, καὶ νοσημάτων πάντων ἑκάστοτε, ἀπήλαυνε τὰ
δεινά, πάθη καὶ οἰδήματα, τῶν μετ’ εὐλαβείας προσπιπτόντων αὐτῇ, ἐξ
εἰλικρινοῦς, Πάτερ θεοφόρε ψυχῆς αὐτῶν.
Ἀγῶνας ἐνθέους ἐπὶ γῆς,
παμμάκαρ ἐκτετέλεκας, δικαιοσύνης νόμῳ ἑπόμενος, καὶ πόνων τὴν ἀμοιβήν, ἅπασαν
καρπούμενος, τοὺς τῆς ἀρετῆς καρποὺς ἐδρέψω, καὶ ἐκομίσω ἐκεῖ, τῶν θείων σου
ἄθλων τὸν στέφανον.
Θεοτοκίον.
Ἁγίων Ἀγγέλων στρατιαί,
ὑμνῆσαι οὐ δεδύνηνται, καὶ κατ’ ἀξίαν ἐγκωμιάσαι σε, τοῦ πάντων Δημιουργοῦ
Μητέρα τὴν ἄσπιλον· Ὅνπερ ἡμῶν ᾀεὶ δυσώπει, κινδύνων καὶ πειρασμῶν,
ἐλευθερωθῆναι τοὺς δούλους Σου.
Ἔτερος.
Ἐπαρθέντα σε ἰδοῦσα.
Οἱ
ἐν πίστει προσιόντες, θείῳ τεμένει, τῷ σῷ σεπτῷ Γεράσιμε θεόληπτε Μάκαρ, ῥῶσιν
ἐκ ποικίλων παθῶν, ἀφθόνως λαμβάνουσι, ὕμνον εὐγνωμόνως σοι ᾄδοντες.
Ὁ
τὰ πάντα προγιγώσκων, τὴν σὴν καρδίαν εἰδὼς εὐθεῖαν, ὅλην κεκραμένην τῷ φίλτρῳ,
ἔρωτί τε τῷ πρὸς αὐτόν, ὡς λύχνον μονάζουσιν, ἔδειξε Γεράσιμε λάμποντα.
Ὡς
ὑψίκομον ὡράθης δένδρον παμμάκαρ, σοῖς ὀχετοῖς δακρύων ἀρδευόμενος, Πάτερ
τεραστίων καρπούς, ἐκφέρων τοῖς χρῄζουσι, πάντων τῶν δεινῶν ἐξαιρούμενος.
Θεοτοκίον.
Τὴν
ὑπέραγνον Μητέρα σου εἰς πρεσβείαν, σὺν τῷ σεπτῷ και θείῳ ποιμένι Γερασίμῳ,
ἅπαντες δούλους σου πιστούς, Οἰκτίρμον δεχόμενος ταύτην σου τὴν ποίμνην
στερέωσον.
ᾨδὴ
ε΄. Θεὸς ὢν εἰρήνης.
Σαρκὸς ἔξω Πάτερ, ἐγένου
ᾀεί, ἀρετὴν ἐξασκήσας τὴν ἄϋλον, καὶ βίον ἀνεπίληπτον τελέσας ἐμφανῶς, πᾶσι
τοῖς ἐν τῷ κόσμῳ, τὰ σὰ ἐκμιμουμένοις, κατορθώματα θεῖα, μάκαρ θεόληπτε
Γεράσιμε.
Τὴν σὴν πολιτείαν,
ἀνθρώπινος νοῦς, ἐννοῆσαι θεόφρων οὐκ ἴσχυσε, καὶ τρόπους τῶν ἀγώνων σου τῶν
θείων καὶ σεπτῶν, οὕς περ ἐπολιτεύσω ἔτι ζῶν ἐν τῷ κόσμῳ, ὑπὲρ ἡμῶν πρεσβεύων
Θεῷ, τῷ πάντων βασιλεύοντι.
Ἰδών σου τὸ ἄπλαστον, ὁ
πάντων Θεός, καὶ ἡσύχιον Πάτερ καὶ ἄκακον, ἐδόξασεν, ἐτίμησε στεφάνοις ἀρετῶν·
ἔνθεν περιχορεύεις οὐρανίοις παστᾶσι, ὑπὲρ ἡμῶν πρεσβεύων Θεῷ, τῷ πάντων
βασιλεύοντι.
Θεοτοκίον.
Ὁ λόγος Παρθένε, ἐκ Σοῦ
προελθών, ἀποῤῥήτως ἀφράστως ἐπέφανε, καὶ αὖθίς Σε κατέλιπεν ἁγνὴν καὶ καθαράν,
ὧσπερ ἦς πρὸ τοῦ τόκου, καὶ ἐν τόκῳ, καὶ μᾶλλον μετὰ τόκον, μένεις ἁγία
ἀειπάρθενος.
Ἐξέστη
τὰ σύμπαντα
Ἱκέσιον
δέησιν, τῆς σῆς ποίμνης Γεράσιμε, ἔνδοξε αυτῆς θεῖε προστάτα, δέξαι καὶ ῥῦσαι
ἐκ πολεμίων ἐχθρῶν, ταῖς σαῖς πρὸς τὸν εὔσπαγχνον Θεόν, ἱεραῖς ἐντεύξεσιν,
διασώζων ἀκλόνητον.
Ἀγέλην
τὴν θείαν σου, ἣν ἐκ Θεοῦ πεπίστευσαι, ἔνδοξε Γεράσιμε παμμάκαρ, τήρει ἀπήμονα
ἐξ ἐχθρῶν δυσμενῶν, παντοίω τε ἄλλων δυσχερῶν, τὴν σεπτῶς ὑμνοῦσάν σε καὶ
πιστῶς μεγαλύνουσαν.
Ἑόρτιον
σήμερον, ἐν τῇ σεπτῇ κοιμήσει σου, πᾶσα ἡ πληθὺς ἀΰλων νόων, δῆμος Ὁσίων, καὶ
τῶν Δικαίων ὁμοῦ, κροτεῖ σὺν ἡμῖν χαρμονικῶς, αἶνόν σοι προσάγοντες, καὶ τῷ
Κτίστῃ Γεράσιμε.
Θεοτοκίον.
Χριστὸν
ἡ κυήσασα, αὐτὸν ἡμῖν εὐΐλατον, ποίησον ὡς Μήτηρ τοῦ ἐλέους, ἄφεσιν δοῦναι, τῶν
ἐπταισμένων Ἁγνή, καὶ θείας ἀξίωσον τρυφῆς, τοὺς εἰς σὲ ἐλπίζοντας, καὶ πρὸς σὲ
καταφεύγοντας.
ᾨδὴ
στ΄. Σπλάγνων Ἰωνᾶν.
Μέγα ἀληθῶς, νεόδμητον ἔρεισμα,
ἐδόθης ἡμῖν, θεῖε Γεράσιμε, Ἐκκλησία δέ, Ὀρθοδόξῳ ἐτέθης ὡς θεῖος πυρσός,
διαλάμπων ἀενάως ἐν τοῖς θαύμασιν· οὕτω γὰρ ὁ πλουσιόδωρος, βραβεύειν οἶδε,
τοὺς αὐτοῦ θεράποντας.
Ἤρθης ἀπὸ γῆς, εἰς ὕψος
αἰθέριον, Ἀγγέλοις σκυὼν καὶ ἀγαλλόμενος, καὶ κατέλιπες, μοναζούσαις τὴν θείαν
εὐλόγησιν· εἰρηνεύειν ταύτας, καὶ τὴν μνήμην σου, μάκαρ ἐκτελεῖν σοι πάντοτε,
ἵνα εὕροιεν χάριν καὶ ἔλεος.
Ἔδυ σου εἰς γῆν, τὸ σκῆνος
θεόπνευστε, καὶ ἐν Οὐρανοῖς τὸ θεῖον πνεῦμά σου, μεταβέβηκεν ἐκ φθορᾶς εἰς
ἀθάνατον εὔκλειαν, καὶ Τριάδι τῇ Ἁγίᾳ, νῦν παρίσταται, ᾗπερ καὶ πρεσβεύεις
πάντοτε, ὑπὲρ πάντων τῶν πίστει ὑμνούντων σε.
Θεοτοκίον.
Λάμψον ἐν ἐμοί, τὸ φῶς τὸ
ἀπρόσιτον, Παρθένε ἁγνὴ ἀειμακάριστε, καὶ πανάμωμε, μεσιτείαις Σὸν Υἱὸν
ἱκέτευσον, καὶ δυσώπησον Αὐτὸν θεοχαρίτωτε, δοῦναί μοι τελείαν ἄφεσιν, τῶν
κακῶν, οἷς αὐτὸν παρεπίκρανα.
Ἔτερος.
Θύσω σοι μετὰ φωνῆς.
Ἄνωθεν,
παρὰ Θεοῦ, τὴν χάριν δεξάμενος, τοῦ ἐκτελεῖν τάς ἰάσεις, τοὺς πρὸς σὲ ἐκ
πίστεως προσιόντας σε, διασῴζεις παντοίας βλάβας θεῖε Γεράσιμε.
Ἠμβλυνας,
τὰς τοῦ ἐχθροῦ ἐπάρσεις Γεράσιμε, τὰς τούτου παγίδας συνθλάσας, συμμαχίᾳ θείᾳ
ἐνισχυμένος, καὶ διέβης πρὸς γαληνούς, λιμένας, γηθόμενος.
Φύλαττε
τοὺς σὲ ὑμνοῦντας πόθῳ Γεράσιμε, καὶ τὴν σὴν μνήμην τελοῦντας, ἐπηρείας πάσης
ἀπηλλαγμένους, καὶ ἀξίους ἡμᾶς οὐρανίου δόξης ποίησον.
Θεοτοκίον.
Ὕψιστε
παμβασιλεῦ Θεὲ πολυέλεε, τῆς σῆς Μητρὸς ἱκεσίαις, καὶ τοὺ θείου δούλου σου
Γερασίμου, ἡμᾶς πάντας, σοὺς δούλους ῥῦσαι πἀσης κακώσεως.
Κοντάκιον. Ἦχος
γ΄. Ἡ παρθένος σήμερον.
Εὐχαρίστοις
ᾄσμασι τῶν Κεφαλήνων ἡ Νῆσος, προσκαλεῖται σήμερον τῶν Ὀρθοδόξων τὰ πλήθη,
μέγιστον νεοφανέντα ἐγκωμιάσαι, καύχημα Ὀρθοδοξίας ἀναφανέντα τὸν Γεράσιμον τὸν
θεῖον, τὸν ῥὑστην ταύτης ὁμοῦ καὶ πρόμαχον.
Ἕτερον.
Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Ἐγκρατείας
Ὅσιε τὸν νοῦν καθάρας, καὶ ἁγνείᾳ σώματος καταλαμπρύνας τὴν ψυχήν, ἀνεπτερώθης
πρὸς ἄληκτον καὶ θείαν δόξαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
Ό
Οἶκος.
Σὲ
τὸν ἐπὶ γῆς νεοφανέντα ἀστέρα καὶ βίῳ ἀγγελικῶν παραδόξως πολιτευσάμενον, καὶ
ταῖς φεγγοβόλοις τῶν θαυμάτων ἀκτῖσι τηλαυγῶς ἀναλάμψαντα καὶ σεπτὸν δοχεῖον
τοῦ Πνεύματος χρηματίσαντα, καὶ τῷ νοητῷ στερεώματι τῆς Ἐκκλησίας τεθέντα καὶ
πᾶσιν ἄφθονος τὰ ἰάματα ἀναβλύζοντα, στέμμασιν εὐφημιῶν ἀναδύομεν καὶ
ἀνυμνοῦντες κράζομεν· τὴν Μονήν, καὶ τὴν Νῆσόν σου, Ἅγιε περίσῳζε ἀεὶ ταῖς
πρεσβείαις σου, παντὸς κινδύνου ἀπήμονας· σὲ γὰρ φρουρὸν καὶ φύλακα καὶ
προστάτην θερμότατον κέκτηται· καὶ τὸ θεῖόν σου σκῆνος σέβουσαι πόθῳ τὸ
θαυματόβρυτον ἀκαταπαύστως βοῶσί σοι· Χαίροις τὸ ἡμῶν καύχημα Ὅσιε, ὁ
ἀναπτερωθεὶς πρὸς τὴν ἄληκτον, καὶ θείαν δόξαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.
Συναξάριον.
Τῇ Κ΄ τοῦ αὐτοῦ Μηνός, ἡ
ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν
λειψάνων τοῦ Ὁσίου Γερασίμου του ἐν Κεφαλληνίᾳ
Γεράσιμος
κάλλιστον ἤρατο στέφος,
Ἐκ τῆς ἄνωθεν
δεξιᾶς τοῦ Κυρίου.
Οὗτος
ὁ Ὅσιος καὶ νεοφανὴς ἀστὴρ Γεράσιμος, ἐκ τῆς περιφήμου Πελοποννήσου ἀνέτειλεν
ἐξορμώμενος, ἐκ κώμης λεγομένης Τρίκκης, κατὰ δὲ τὴν κοινὴν συνήθειαν Τρίκκαλα
λεγομένης. Τούτου δὲ γονεῖς εὐσεβεῖς καὶ εὐγενεῖς καὶ πλούσιοι σφόδρα
ἐτύγχανον, ὧν ὁ μὲν πατὴρ Δημήτριος, ἡ δὲ μήτηρ Καλὴ ὠνομάζοντο, τοὐπίκλην δὲ
Νοταράδων. Γεννηθεὶς τοίνυν ὁ μακάριος ἐξ αὐτῶν, εὐθὺς εἰς τὴν τῶν ἱερῶν
γραμμάτων ἐκδίδοται μάθησιν, δεξιᾶς δὲ τυχὼν φύσεως τὴν θείαν γραφὴν
ἐκπεπαίδευτο. Ἀπαναστὰς δὲ τῆς πατρίδος, τῇ τῆς Ζακύνθου νήσῳ ἐπιβαίνει, ἐν ᾗ
διατρίψας ὀλίγον, ἔξεισι ταύτης καὶ τὴν Ἑλλάδα πᾶσαν περινοστήσας, εἰς
Θετταλίαν ἀφίκετο. Εἶτ’ ἄνεισιν ἐκεῖθεν εἰς Εὔξεινον Πόντον, μεθ’ ὅν εἰς
Βυζάντιον, καὶ Προποντίδα, καὶ Χαλκηδόνα, ἀλλὰ καὶ τὰ πέριξ δὲ τοῦ Βυζαντίου
εἴασε περιελθὼν ἀνιστόρητά τε καὶ ἀθεώρητα κακεῖθεν ἀπάρας, τὸ ἁγιώνυμον ὄρος
τοῦ Ἄθω καταλαμβάνει, ἔνθα τὰ κάλλιστα τῆς ἀρετῆς παρὰ τῶν ἐκεῖσε ἀσκουμένων
μοναχῶν ἀπεῤῥανίσατό τε καὶ ἀπεδρέψατο, ἰδίως δέ, ἐν τῷ κελλίῳ τῆς Ἁγίας
Τριάδος, τὸ εὑρισκόμενον ἀποκάτω τοῦ κυριακοῦ τῆς Ἱ. Σκῆτης τῆς Ἁγίας Ἄννης.
Διεγνωκὼς δὲ ἐκεῖθεν ἀπάραι, τοὺς ἱεροὺς καὶ σεβασμίους τόπους τῆς Ἱερουσαλὴμ
καταλαμβάνει, προσκυνῆσαι καὶ αὐτοὺς ἐπειγόμενος, ἔπειτα καὶ τὸ ἅγιον ὄρος τὸ
Σίναιον, καὶ Ἀντιόχειαν, καὶ Ἀλεξάνδρειαν, καὶ Δαμασκόν, καὶ πᾶσαν τὴν
Αἴγυπτον, καὶ Λιβύην, καὶ τὴν Ἑῶαμ σχεδὸν πᾶσαν εἰπεῖν. Ἐν Ἱεροσολύμοις δὲ
παροικήσας, χειροτονεῖται παρὰ τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου πατριάρχου κυρίου
Γερμανοῦ, τοῦ τηνικαῦτα τὸν θρόνον τοῦ Ἁγίου Ἀποστόλου Ἰακώβου τοῦ Ἀδελφοθέου
ἰθύνοντος, ὑποδιάκων, διάκων, καὶ πρεσβύτερος. Πρότερον κανδηλανάπτης ἐν τῷ
Ἁγίῳ Τάφῳ χρόνον ἕνα ποιήσας, ὑπηρέτησε δὲ κἀν τούτοις, καὶ τῷ ἁγίῳ τούτῳ
πατριάρχῃ ἔτη δώδεκα. Ἐποίησε δὲ καὶ ἐν τῷ Ἰορδάνῃ ποταμῶ τὸ τεσσαρακονθήμερον
μύστης διατελέσας κατὰ μίμησιν τοῦ Χριστοῦ, καὶ αὖθις ἐπανῆλθεν εἰς τὸ
πατριαρχεῖον. Μὴ δυνηθεὶς δὲ ἐκεῖσε διαμεῖναι μέχρι τῆς αὐτοῦ βιωτῆς, ἔκδοσιν
συγχωρήσεως παρὰ τοῦ ἁγιωτάτου πατριάρχου ἠτήσατο ἀπελθεῖν ὅπου ἄν βούλοιτο.
Ἐνθέντοι ἀπάρας ἐκεῖθεν τὴν τῶν Κρητῶν νῆσον, φθάσας ἀφῆκτο. Ταύτης δὲ ἐκβάς,
εἰς Ζάκυνθον προσαποπλέει, ἐν καὶ τὴν ἀσκητικὴν διαγωγὴν μετιὼν ἐν πέντε τοῖς
ἔτεσι παρῳκηκώς, ὡς ἄσαρκος ἐν σαρκὶ ἠγωνίζετο τῇ θείᾳ δυνάμει ῥωννύμενος. Ἐν
οἷς χρόνοις τοῖς τῶν ἑβδομάδων μησὶν ἦν ἐσθίων ἄνευ ἅλατος κολοκύνθην, τὸν δὲ
ἐπίλοιπον χρόνον ὅσπρια ἦν αὐτῷ ἡ τροφή, καὶ αὐτά, ἄνευ ἄρτου βεβρεγμένα. Ὁ δὲ
τόπος ἐν ᾧ ἠσκεῖτο ὁ Ἅγιος, σπήλαιον ἦν, ἐν ᾧ διῆγε μονώτατος. Ἀπῆρε δὲ
ἐκεῖθεν, καὶ εἰς Κεφαλληνίαν τὴν ἀντικρὺ Ζακύνθου νῆσον διεπορθμεύσατο. ᾟ καὶ
ἐπιβάς, ἔνδεκα μῆνας ἔντινι τόπῳ σπηλαία καλουμένῳ πέντε ἔτεσιν παρῴκησεν.
Εἶτα, προσαναβὰς εἰς τόπον τινὰ Ὁμαλὰ ὀνομαζόμενον πλησίον κωμοχώρων
τυγχάνοντα, εὑρίσκει ναὸν τινὰ παλαιὸν ἐν αὐτῷ, ὅνπερ ἀνανεώσας ἐκ βάθρων,
ὠκοδόμησε τοῦτον καὶ μετήγαγεν εἰς μοναστήριον γυναικεῖον. Ἐδείματο δὲ ἐν αὐτῷ
καὶ οἰκίσκους, καὶ κέλλας σὺν τῷ τούτων περιτειχίσματι. Ἔνθα, κανονικὰς
εἰκοσιπέντε τῷ ἀριθμῶ συνηαγήωχε καὶ νέαν Ἱερουσαλὴμ τὸν θεῖον ναὸν ἐπωνόμασε,
καὶ ὁσημέραι τὰς μοναζούσας διετέλει διδάσκων τὴν πνευματικήν, καὶ ἰσάγγελον
πολιτείαν. Ταύταις δὲ συνὼν καὶ αὐλιζόμενος, μεγάλους ἀγῶνας διὰ νηστείας καὶ
κακουχίας τοῦ σώματος, καὶ στάσεως ὁλονύκτου ἐπεδείξατο. Ἔφθη δὲ διηνεκὼς τὶ ἐν
τῇ ὑπ’ αὐτοῦ οἰκοδομηθήσῃ μονῇ, τὶ ἐν ἄλλῳ τόπῳ, πρὶν ἐκεῖσε ἐλθεῖν χρόνους
τριάκοντα, ἄρτου τὸ σύνολον μὴ γευσάμενος. Καθαγιάσας οὖν ἑαυτόν, καὶ δάκρυσι
ποταμηδὸν ἀποπλύνας καὶ ἐκκαθάρας, καὶ θαυμάτων χάριν παρὰ Θεοῦ εἰληφώς, τοῦ
Ἁγίου Πνεύματος γέγονε καταγώγιον. Οὖ, τῇ ἐπιλάμψει καὶ αἴγλῃ ἀνομβρίας οὔσης
ὕδωρ διὰ προσευχῆς καταγαγὼν ἱκανῶς τὴν γῆν κατήρδευσεν. Ἔτι δὲ καὶ δαιμονῶντας
ἰάσατο, καὶ ἀσθενοῦσι τὴν ῥῶσιν ἐχαρίσατο. Φθάσας δὲ εἰς βαθύτατον γῆρας, καὶ
πολλῶν θαυμάτων πλήρης γενόμενος, καὶ γνοὺς τὴν αὐτοῦ τελευτὴν πρὸ ἡμερῶν, καὶ
τὰς μοναστρίας συγκαλεσάμενος, καὶ αὐταῖς συνταξάμενος, καὶ κατηχήσας αὐτάς,
καὶ συγχώρησιν παρ’ αὐτῶν ἐξαιτήσας, καὶ ἐπευλογήσας αὐτάς, καὶ πᾶσι
χριστιανοῖς τὴν τελείαν συγχώρησιν δεδωκώς, καὶ ἐπεὐξάμενος τῶ Θεῶ, τὸ πνεῦμα
παρέθετο, ζήσας τὰ πάντα ἔτη ἑβδομήκοντα, καὶ μικρόν τι πρός. Ἔζησε δὲ ἐξότου
εἰς τὴν μονὴν ἀφίκετο, ἐνιαυτοὺς δέκα πρὸ τοῖς ἐννέα. Τοὺς δὲ λοιποὺς ἔνθεν
κακεῖθεν περινοστῶν διετέλεσεν, ὡς εἶπωμεν ἀνωτέρω. Τὰ δὲ ἄλλα θαύματα, καὶ τὰς
ἐν γῇ αὐτοῦ ἔτι ζῶντος παλαίστρας, καὶ ἀριστείας καὶ ἀγρυπνίας καὶ κατατήξεις
τοῦ σώματος, καὶ τὰς τῶν δακρύων πηγὰς καὶ ἐπιῤῥοάς, καὶ πρὸς τοὺς ὑπεναντίους
ἀγῶνας καὶ παρατάξεις, ἀδύνατον γραφῇ παραδοθῆναι. Ἐκοιμήθη δὲ ὁ Ἅγιος οὗτος
Γεράσιμος, ἐν ἔτει χιλιοστῷ πεντακοσιοστῷ ἑβδομηκοστῷ ἐννάτῳ, Αὐγούστου δεκάτῃ
πέμπτῃ. Ἀλλ’ ἐπειδὴ ἐν ταύτῃ τῇ ἡμέρᾳ ἑορτάζεται καὶ ἡ τῆς Θεομήτορος
μετάστασις, διὰ τοῦτο ἡ τοῦ Ἁγίου τοῦδε μνήμη μετετέθη τῇ ἑπομένῃ ἡμέρᾳ ιστ΄.
Τὰ
δὲ μετὰ τὸν θάνατον αὐτοῦ θαύματα, ἅ τὸ ἄφθαρτον αὐτοῦ ἱερὸν λείψανον ὅσαι ὥραι
τυγχάνομεν διατελεῖ, ἀφίημι ταῦτα λέγειν, καὶ ἐπεκδιηγεῖσθαι πάμπολλα ὅντα.
Ἑμὸς δὲ ὅμως ἀξιομνημονεύτου μνημονεύσαντες, τὰ λοιπὰ καταλείψομεν. Γυνή τις ἐκ
δαιμονικῆς ἐνεργείας ἐνδιατρίβουσα τῇ μονῇ εἰς τὸ φρέαρ κατήχθη, καὶ ἀνήχθη
ἀβλαβὴς τοῦ Ἁγίου ἐπιφανέντος αὐτῇ, καὶ βαστάζοντος ταύτην. Οὗ τὴν φωνὴν τὴν
συνήθη ἀκούσασαι αἱ κανονικαί, νυκτὸς οὔσης, ἠγέρθησαν κύκλῳ περισκοπούμεναι,
εἴπου φωνῆς αὖθις τῆς τοῦ Ἁγίου ἀκούσαιεν. Ἐκζητήσασαι δὲ καὶ τὴν γυναῖκα
εὑρεῖν ἐν ᾧ τόπῳ κατῴκει, οὐχ εὗρον. Δαίμονι γοῦν ἧν κάτοχος ἡ γυνή, μὴ
εὑροῦσαι δὲ τὸ παράπαν αὐτήν, παρακύπτουσι καὶ εἴς τι φρέαρ ἐκεῖ πλησίον, ἰδεῖν
μήπου ἔξ ἐπηρείας τοῦ δαίμονος καταπέπτωκε. Παρακύψασαι δέ, ὁρῶσιν αὐτὴν
ἐπιφερομένην τοῖς ὕδασιν, ὥσπερ τινός ταύτην ἀοράτως βαστάζοντος, ἐξαγαγοῦσαι
δὲ ταύτην τοῦ φρέατος, ἔμαθον παρ’ αὐτῆς, ὅτι ὁ Ἅγιος ἐπιφανεὶς ταύτην
ἐβάσταζεν. Οὗ καὶ τῆς ἡδύστης καὶ γλυκείας φωνῆς αὐτήκοοι ἐγένοντο αἱ
μονάστριαι. Αἵτινες τὸ παράδοξον τοῦτο θεασάμεναι, δόξαν τῶ πάντων δωτῆρι Θεῶ
καὶ τῷ Ἁγίῳ ἀνέπεμψαν τῷ ἀντιδοξασθέντι ὑπὸ τοῦ δοξάσαντος αὐτὸν μεγάλου Θεοῦ
ζῶντι καὶ τεθνεῶτι. Εἰσὶ δὲ καὶ ἕτερα ἅτα πλεῖστα ὡς προεόρηταί μοι τὰ τοπυ
Ἁγίου θαύματα καὶ τεράστια. Διὰ δὲ τὸ πλῆθος, τοῦτο μόνον ὡς ἀναγκαῖον εἰς
μέσον εἰς μνήμην παρήχθη. Τὰ δὲ ἄλλα παραλείφθησαν, τοῦτο μέν, ὅτι τοῖς
πιστεύουσιν ἱκανὸν ἐστὶν ἐξ ὄνυχος τὸν λέοντα εἰκάσαι. Τοῦτο έ, ὅτι τοῖς
ἀπιστοῦσιν οὐδ’ ὅλος ὁ λέων φαινόμενος πείσειεν. Τοῖς δὲ ἀμφιβάλλουσι, τῷ τοῦ
Ἁγίου λειψάνῳ προσείτωσαν, καὶ ὄψονται οὐ μόνον σῶμα ἄφθορόν τε καὶ ἀκέραιον,
ἀλλὰ καὶ πάσης εὐωδίας καὶ ἰαμάτων πηγὴν ἀνεξάντλητον. Ἦν δὲ ὁ Ἅγιος κατὰ τὴν
ἰδέαν τοῦ σώματος ὅμοιος τῷ Ἁγίῳ Θεοδοσίῳ τῷ Κοινοβιάρχῃ, πλὴν τοῦ γενείου,
ὑπεξάνθιζε γοῦν κατὰ τὸν πόγωνα ὁ Ἅγιος οὗτος.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀρτεμίου
Ὁ
πάντα λαμπρὸς Ἀρτέμιος ἐν βίῳ,
Τμηθεὶς ἀπῆλθεν εἰς ὑπέρτατον κλέος.
Τμηθεὶς ἀπῆλθεν εἰς ὑπέρτατον κλέος.
Οὗτος
ὁ μακάριος Ἀρτέμιος, δοὺξ καὶ αὐγουστάλιος Ἀλεξανδρείας γενόμενος καὶ πατρίκιος
ἐτιμήθη ὑπὸ τοῦ μεγάλου βασιλέως Κωνσταντίνου. Τοῦ δὲ ἀποστάτου Ἰουλιανοῦ
δραξαμένου τὴν βασιλείαν καὶ τοὺς χριστιανοὺς τιμωρουμένου ἐν Ἀντιοχείᾳ,
αὐτόκλητος εἰς τὸν ἀγῶνα ὁ μακάριος ἔρχεται· καὶ τὴν παρανομίαν αὐτοῦ
διελέγξας, τύπτεται βουνεύροις ὠμοῖς καὶ τριβόλοις ὀξέσι τὸν νῶτον ξέεται καὶ
ὀγκίνοις τὰς πλευρὰς καὶ τὰ βλέφαρα διαπείρεται καὶ ὑπὸ λιθοξόων μεγίστης
πέτρας διαιρεθείσης μέσον ἐμβάλλεται· καὶ τῆς πέτρας μέσον ἀπολειφθείς,
ὀφθαλμῶν στερεῖται, τὰ ἔγκατα τῇ γῇ συνελαύνεται καὶ τελευταῖον τὴν διὰ ξίφους
δέχεται τελευτήν.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ματρώνης τῆς Χιοπολίτιδος
Λιπούσα
κόσμον ἐμπλέων ἀκοσμίας.
Χριστῷ προσεισὶ νυμφικὼς ἡ παρθένος.
Χριστῷ προσεισὶ νυμφικὼς ἡ παρθένος.
Αὕτη
ἡ Ὁσία καὶ θαυματουργὸς Μήτηρ ἡμῶν Ματρῶνα, ἦτον ἀπὸ τὴν νῆσον Χίον, ἀπὸ τὸ
χωρίον τὸ καλούμενον ἔτι καὶ τὴν σήμερον Βολισσόν, τὸ ὁποῖον εἶναι εἰς τὸ ἐπάνω
καὶ βόρειον μέρος τῆς Χίου. Καὶ ὁ μὲν πατὴρ αὐτῆς ὠνομάζετο Λέων, ἡ δὲ μήτηρ
Ἄννα, οἱ ὁποῖοι ἦσαν εὐσεβεῖς Χριστιανοί, καὶ μὲ ὅλα τὰ Χριστιανικὰ ἤθη καὶ
ἔργα κεκοσμημένοι, προσέτι καὶ εἰς τὸν πλοῦτον καὶ εἰς τὰ ἀλλὰ κοσμικὰ ἀγαθὰ
ἦσαν ἐπισημότεροι τῶν ἄλλων τοῦ χωρίου. Εἶχον δὲ αὐτοὶ καὶ ἄλλας ἕξ θυγατέρας,
καὶ μὲ τὴν Μαρίαν ἑπτά. (Μαρία γὰρ ὠνομάζετο ἡ Ἁγία, καὶ μετωνομάσθη ὕστερον
Ματρῶνα). Αὕτη λοιπὸν ἡ Μαρία, (ἡ ὁποία ἦτον ἡ μικρότερα τῶν ἄλλων θυγατέρων)
ὅταν ἦλθε καιρὸς νὰ τὴν ὑπανδρεύσουν οἱ γονεῖς τῆς, δὲν ἠθέλησεν, ἀλλ᾿
ἐπρόκρινεν, ὡς φρόνιμη, νὰ φυλάξῃ παρθενίαν καὶ καθαρότητα, διὰ νὰ γένῃ νύμφη
καλῇ καὶ ἄμωμος τοῦ ἀθανάτου νυμφίου Χριστοῦ·. Ἀλλ’ ἐπειδὴ ἡ ἀληθὴς παρθενία
καὶ ἀφθορία, δὲν εἶναι εὔκολον νὰ κατορθωθῇ μέσα εἰς τὸν κόσμον, εἰς τὴν
συναναστροφὴν τῶν πολλῶν, ὁμοίως καὶ τὰ ἄλλα καλά, μὲ τὰ ὁποῖα φαιδρύνεται ἡ
λαμπὰς τῆς παρθενίας, μέσα εἰς τὸν κόσμον, ἀπαντῶσι πολλὰ ἐμπόδια. ηιὰ τοῦτο
τρωθεῖσα ἡ μακαρία ἀπὸ τὰ γλυκύτατα βέλη τοῦ θείου ἐρωτος, ἀναχωρεῖ κρυφίως ἐκ
τῆς συγγενείας τῆς, ἀφίνει τὸν πατέρα καὶ τὴν μητέρα καὶ τὰς ἀδελφὰς τῆς, καὶ
ἔρχεται εἰς τὰ βουνὰ τοῦ χωρίου, ὁποῦ καλεῖται Κατάβασις, καὶ ἐκεῖ ἄνοιξε τὸ
στάδιον τῶν ἀσκητικῶν τῆς ἀγώνων, καὶ τὴν κατὰ τῶν παθῶν καὶ τῶν δαιμόνων
ἔστησε πάλην· νηστεύουσα, ἀγρυπνοῦσα, καὶ μόνη μόνῳ τῷ Θεῷ προσευχομένη ἡ
ἀοίδιμος. Πλήν, αὐτὴ μὲν ἔχαιρε καὶ ἐδόξαζε τὸν Θεόν, λυτρωθεῖσα τῶν ταραχῶν
καὶ τῶν θορύβων τοῦ κόσμου, οἱ δὲ γονεῖς της ἀγνοοῦντες τί ἔγινε, καὶ ποῦ
ἐκατήντησεν, ἐλυποῦντο μὲ ὑπερβολήν, καὶ δὲν ἔπαυον ἀπὸ τὸ νὰ τὴν ζητοῦν νὰ τὴν
εὔρουν. Καὶ λοιπόν, εὑρόντες αὐτὴν δὲν ἔκριναν εὔλογον νὰ τὴν ἀφήσουν ἐκεῖ
μόνην, ἀλλὰ τὴν ἐπαρακίνησαν νὰ ἔλθῃ εἰς τὸ ὀσπήτιόν των, καὶ αὐτὴ ὑπήκουσεν ὡς
Θεοῦ δούλη, εἰς τὸ εὐλογοφανὲς πρόσταγμα τῶν γονέων τῆς, καὶ ἦλθεν εἰς τὴν
πατρικήν της οἰκίαν, καὶ εἰς μὲν τὰ ἀλλὰ ὑπετάσσετο χριστομιμήτως, καὶ ὑπήκουεν
εἰς αὐτοὺς μὲ πολλὴν ταπείνωσιν, εἰς τὸ νὰ ὑπανδρευθῇ ὅμως παντελῶς δὲν
ὑπήκουεν· ὅθεν βλέποντες ἐκεῖνοι πῶς δὲν τοὺς ὑπακούει, καὶ γνωρίσαντες τὸ ἀμετάθετον
τῆς γνώμης τῆς, καὶ τὸν πολὺν πόθον ὁποῦ εἶχε τῆς μοναδικῆς ζωῆς, τέλος πάντων
τῆς ἔδωκαν τὴν ἄδειαν νὰ ὑπάγῃ νὰ ἡσυχάσῃ, καὶ νὰ πολιτεύηται τὴν κατὰ Θεὸν
πολιτείαν, ὁποῦ εὐχαριστεῖται καὶ ἀρέσκεται· ἀλλὰ καὶ τὴν γονικήν της
κληρονομίαν ἐξεχώρισαν, καὶ τὴν ἄφησαν εἰς τὴν ἐξουσίαν της, νὰ τὴν οἰκονομήσῃ
ὡς θέλει.
Ἡ
δὲ κυριώνυμος Μαρία, καὶ τῆς Ἀειπαρθένου καὶ Θεοτόκου Μαρίας ἄμωμος Νύμφη, τὰ
μὲν κινητὰ πάντα τὰ ἐμοίρασε κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου εἰς χήρας καὶ ὀρφανὰ
καὶ πτωχούς· τὰ δὲ ἀκίνητα, χωράφια δηλαδὴ καὶ ἀλλὰ παρόμοια, τὰ ἄφησεν εἰς τὰς
ἀδελφάς της, νὰ τὰ καλλιεργούν, καὶ νὰ τὰ ἐπιμελῶνται, ἕως ὁποῦ νὰ τὴν φωτίσῃ ὁ
Θεὸς νὰ τὰ οἰκονομίσῃ κατὰ τὸ θέλημά του, πρὸς ψυχικήν της ὠφέλειαν. Καὶ
λοιπόν, ἀφ’ οὗ οὕτω καλῶς διετάξατο τὰ ἑαυτῆς πάντα, ἄφησε τὴν Βολισσόν, καὶ
ἦλθε πάλιν εἰς τὴν Κατάβασιν, εἰς τὸ πρῶτον τῆς ἡσυχαστήριον, τὴν δὲ ὀλίγην
ἐκείνην τροφήν, ὁποῦ ἦτον ἀναγκαία πρὸς σύστασιν τοῦ σώματός της, διὰ νὰ μὴν
ἀποθάνῃ ἀπὸ τὴν παντελῆ ἀσιτίαν, ἐφρόντιζε καὶ τῆς τὴν ἔφερνε μία της ἀδελφή. Ἔμενε
δὲ ἐκεῖ εἰς τὴν Κατάβασιν ἡσυχάζουσα καὶ ἀγωνιζομένη τρεῖς ὁλοκλήρους χρόνους,
ἀλλὰ κατὰ μὲν τὸ σῶμα εὑρίσκετο εἰς τὴν Κατάβασιν, κατὰ δὲ τὴν ψυχὴν καὶ τὴν
καρδίαν καὶ τὴν διάνοιαν, εὑρίσκετο εἰς τὴν ἀνάβασιν καὶ εἰς τὸ ὕψος τοῦ
οὐρανοῦ, φανταζομένη τὰ ἀνεκλάλητα ἐκεῖνα κάλλη καὶ τὰς ὡραιότητας καὶ
ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτῆς διατιθεμένη κατὰ τὸν Προφήτην. Μετὰ δὲ τοὺς τρεῖς
χρόνους, θέλων ὁ φιλάνθρωπος Θεός νὰ φανέρωσῃ τὸν κρυπτόμενον θησαυρόν, διὰ νὰ
πλουτήσῃ καὶ ἄλλους μὲ τὸν οὐράνιον πλοῦτον τῶν ἀρετῶν, καὶ νὰ θσέῃ τὸν λύχνον
ἐπάνω εἰς τὴν λυχνίαν, διὰ νὰ φωτίσῃ καὶ ὁδηγήσῃ καὶ ἄλλους εἰς ὁδὸν σωτηρίας,
καθὼς ἔδειξαν τὰ πράγματα ὕστερον, ἐνέπνευσεν εἰς τὴν διάνοιαν τῆς λογισμὸν
ἀγαθόν, καὶ πόθον ἔβαλεν εἰς τὴν καρδίαν τῆς θερμόν, νὰ καταβῇ εἰς τὴν χώραν,
ὁποῦ ἦσαν τότε πολλὰ γυναικεῖα Μοναστήρια, διὰ νὰ εὔρῃ παραδείγματα ἀρετῶν, καὶ
νὰ ὑποταχθῇ εἰς γερόντισσαν, κατὰ τοὺς νόμους τῆς μοναδικῆς πολιτείας.
Ἐλθοῦσα
λοιπὸν εἰς τὴν χώραν, καὶ τὰ ἐν αὐτῇ γυναικεῖα Μοναστήρια θεωρήσασα, καὶ πολλῶν
ἐναρέτων καλογραιῶν τὰς ἀρετὰς μιμησαμένη, ὡς πάλαι ὁ μέγας Ἀντώνιος, εὗρεν ἐν
μικρὸν Μοναστήριον, καὶ τῆς ἤρεσε περισσότερον ἀπὸ τὰ ἀλλά, ἐπειδὴ ἦσαν εἰς
αὐτὸ τρεῖς μόνον μονάζουσαι, μήτηρ καὶ δύω θυγατέρες, καὶ ἦτον μεγάλη ἡσυχία
καὶ εἰρήνη. Ὅθεν, τὰς παρεκάλεσε νὰ δεχθοῦν καὶ αὐτὴν εἰς τὴν συνοδίαν τῶν, καὶ
αὐταὶ τὴν ἐδέχθησαν, βλέπουσαι τὴν σεμνότητα καὶ εὐταξίαν της, καὶ τὸ ταπεινόν
τῆς ἦθος. Καὶ ἔμενεν ὑποτασσομένη εἰς αὐτάς, καὶ δοκιμαζομένη εἰς τοὺς κόπους
καὶ τὰς κακοπαθείας τῆς ἀσκήσεως. Δὲν ἀπέρασεν ὅμως πολὺς καιρὸς καὶ ἐφάνησαν,
ἡ μᾶλλον εἰπεῖν ἔλαμψαν αἱ ἀρεταί της, καὶ τῶν προτέρων της ἀσκητικῶν πόνων οἱ
πνευματικοὶ καρποὶ ἐγνωρίσθησαν, ὅθεν τὴν ἐκούρευσαν Καλογραίαν, καὶ τὸ
μοναδικὸν σχῆμα τὴν ἐνέδυσαν, καὶ ἀντὶ Μαρίας μετωνομάσθη Ματρώνα. Καὶ ὅσον οἱ χρόνοι
τῆς προέβαινον, καὶ ἡ ἡλικία τῆς ηὔξανε, τόσον καὶ αὕτη προέβαινε καὶ
ἐπρόκοπτεν εἰς νέους ἀγῶνας καὶ ἀσκητικοὺς πόνους, καὶ ηὔξανε καὶ ἐπερίσσευεν
εἰς τὰς ἀρετάς· ὅθεν καὶ ἐξεδόθη ἡ φήμη τῆς, καί, πολλὰς ἄλλας ἐπαρακίνησε, καὶ
παρεκίνει καθ᾿ ἑκάστην καὶ ἤρχοντο εἰς τὸ Μονήδριον ἐκεῖνο καὶ ἐκοινοβίαζον.
Ἀλλ᾿ ἐπειδὴ ἡ Ἐκκλησία των ἦτον πολλὰ μικρὰ (ὡσὰν ὁποῦ δὲν ἦτον ἐκκλησία
Μοναστηρίου, ἀλλ᾿ ἦτον γονικὴ καὶ κτητορικὴ τῶν τριῶν ἐκείνων Μοναχῶν) ἐπειδὴ
λέγω εἶχον στενοχωρίαν εἰς τὴν Ἐκκλησίαν, λέγει ἐν μία τῶν ἡμερῶν ἡ Ματρῶνα
πρὸς τὴν γερόντισσαν τῆς· θέλεις κυρία μου, νὰ μεγαλύνωμεν τὸν Ναὸν τοῦτον, καὶ
νὰ κτίσωμεν καὶ μερικὰ κελλία; Ναί, ἀπεκρίθη ἐκείνη, πολλὰ τὸ ἠγάπουν κυρία μου
καὶ ἐγὼ νὰ γένῃ αὐτὸ ὁποῦ λέγεις, ἀλλὰ τί νὰ κάμω; Γνωρίζεις καὶ ἐσὺ ὅτι ἔξοδα
δὲν ἔχω. Μὴ σὲ μέλει, τῆς λέγει ἡ Ματρῶνα, καὶ ὁ Κύριος οἰκονομεῖ, καὶ τῆς
ἐφανέρωσε, πόθεν ἐδύναντο νὰ εὔγουν τὰ ἔξοδα τῆς οἰκοδομῆς· καὶ οὕτω λαβοῦσα
τὴν ἄδειαν, ἐπώλησε τὰ ἀκίνητα πράγματα ὁποῦ εἶχεν εἰς τὴν Βολισσόν, καὶ πρῶτον
μὲν ἔκτισεν ἕνα λουτρὸν μετὰ γνώμης καὶ ἀδείας τῆς γερόντισσας, διὰ νὰ λούονται
οἱ πτωχοὶ καὶ ξένοι, κατὰ τὴν συνήθειαν, ὁποῦ εἶχον τὸν καιρὸν ἐκεῖνον οἱ
ἄνθρωποι, ἔπειτα ἀρχίζει τὴν οἰκοδομὴν τοῦ Ναοῦ.
Τὶ
δὲ ὁ ἀρχέκακος καὶ μισόκαλος; ἐπιχειρεῖ ὁ πονηρότατος νὰ τὴν ῥίψῃ εἰς κανὲν
ἄτοπον. Ὅθεν, ἐκεῖ ὁποῦ ἤνοιγαν οἱ ἐργάται τὰ θεμέλια, νὰ καὶ φαίνεται ἔξαφνα
εἷς μεγάλος θησαυρός· ἀλλ᾿ἤθελεν ἀπορήσει τίς, τί κακὸν ἐνδέχετο νὰ πάθῃ ἡ
Ὁσία, ἀπὸ τὴν εὕρεσιν τοῦ θησαυροῦ; ἐκεῖνος μόνος ὁ δόλιος καὶ πανοῦργος
ἠξεύρει τοὺς δόλους καὶ τὰς πανουργίας τοῦ· ἴσως ἐδοκίμασε νὰ τὴν ῥίψῃ εἰς
φιλαργυρίαν, ἤ εἰς ὑψηλοφροσύνην, πῶς τάχα ἔφθασεν εἰς μεγάλα μέτρα ἀρετῆς, καὶ
ὁ Θεὸς διὰ τὴν ἀρετὴν αὐτῆς, τῆς ἔδωκε τὸν ἀνέλπιστον θησαυρὸν. Ἤ διὰ τοῦτο, ἤ
διὰ ἄλλο αἴτιον, ἐκεῖνος ὁ πονηρότατος ἠξεύρει τὴν πονηρίαν τοῦ. Καὶ ὁ
πανάγαθος καὶ φιλάνθρωπος Θεὸς δὲν τὸν ἐμπόδισεν, ἀλλὰ τὸν ἄφησε, διὰ νὰ νικηθῇ
καὶ νὰ καταισχυνθῇ ἀπὸ τὴν ἀπάθειαν τῆς Ὁσίας, καθώς ποτε ἐνικήθη καὶ ἀπὸ τὴν
ἀπάθειαν καὶ ἀφιλάργυρον γνώμην τοῦ μεγάλου Ἀντωνίου, ὅταν τοῦ ἔδειξεν εἰς τὴν
ἔρημον τὸν θησαυρὸν· ὅτι δὲν ἐχάρη, οὐδὲ ἐσκίρτησεν ἡ Ὁσία, ἰδοῦσα παρ᾿ ἐλπίδα
τὸν θησαυρόν, καθὼς ἤθελε κάμει ἄλλος ἐμπαθὴς καὶ φιλάργυρος, ἀλλὰ τί; πίπτει
παρευθὺς εἰς θερμὴν δέησιν καὶ ἱκεσίαν, καί, Κύριε Ἰησοῦ Χριστέ, ἔλεγε μετὰ
δακρύων, εἰ μὲν τὸ χρυσίον τοῦτο εἶναι ἀπεσταλμένον ἀπὸ τὴν χάριν σου, φανέρωσε
τὸ εἰς ἡμᾶς, εἰ δὲ εἶναι ἀπὸ πανουργίαν τοῦ δαίμονος, ἂς ἀφανισθῇ. Ταῦτα
προσευξαμένης τῆς Ἁγίας, (ὢ τοῦ θαύματος! ) εὐθὺς ἐφάνη τὸ λαμπρότατον χρυσίον,
ἐσβεσμένα κάρβουνα· καὶ ὅλοι οἱ ἰδόντες καὶ ἀκούσαντες τὸ παράδοξον τοῦτο,
ἐδόξασαν τὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ δοξαζόμενον Θεόν. Καὶ οὕτω ἡ μὲν Ὁσία
ἐδοξάσθη διὰ τὴν ἀπάθειαν καὶ τὴν πρὸς τὸν Θεὸν παῤῥησίαν της, ὁ δὲ διάβολος
κατῃσχύνθη, καὶ τὸ ἐναντίον ἀπὸ ἐκεῖνα ὁποῦ ἐδολιεύθη νὰ κάμῃ, ἐγένετο. Ἐπειδὴ
ἡ μὲν Ματρῶνα μετὰ τῶν συνασκουμένων, ἔλαβε θάῤῥος πολὺ εἰς τὴν οἰκοδομὴν τοῦ
Ναοῦ, οἱ δὲ δουλεύοντες ἔγιναν προθυμότεροι εἰς τὸ ἔργον των, ἀπὸ τὴν
θαυματουργίαν ταύτην.
Ἀφ᾿
οὑ δὲ ἐτελείωσε τὸν Ναόν (μὲ τὴν βοήθειαν τοῦ Ἁγίου μεγαλομάρτυρος Ἀρτεμίου εἰς
τοῦ ὁποίου τὸ θεῖον ὄνομα ἐτιμᾶτο) τότε ἐτελείωσε καὶ ἡ γερόντισσά της τὴν
πρόσκαιρον ταύτην ζωήν, καὶ ἀπῆλθεν εἰς τὴν αἰώνιον, αἱ δὲ συνασκούμεναι
ἀδελφαί, παρεκάλουν θερμῶς τὴν Ματρῶνα νὰ δεχθῇ τὴν προστασίαν καὶ ἡγουμενίαν
τοῦ Μονηδρίου, καὶ τέλος πάντων καὶ μὴ θέλουσαν τὴν ἐψήφισαν Ἡγουμένην, καὶ
ὑπετάσσοντο εἰς αὐτήν. Ἐπειδὴ δὲ εἰς τὰ γυναικεία Μοναστήρια συνηθίζουν νὰ
λέγουν τὴν Ἡγουμένην Κυράν, τὴν ἔλεγον οὕτως· ὅθεν, ἐπεκράτησεν ἔκτοτε, καὶ
λέγεται ἀκόμη καὶ τὴν σήμερον Ἁγία Κυρά. Ἀγκαλὰ καὶ τὰ κύριά της ὀνόματα Μαρία
καὶ Ματρῶνα, τοῦτο δηλοῦσιν, ἤγουν Κυρία, ὡς καὶ τὸ ἐπίθετον, καὶ οἰκείως καὶ
καταλλήλως, καὶ ὡς ἀπὸ θείαν νεῦσίν της ἐδόθησαν ὅλα. Ὅτι, οὐ μόνον φερωνύμως
ἐκυρίευσε τὰ πάθη καὶ τὸν κόσμον καὶ τοὺς κοσμοκράτορας, ἀλλὰ καὶ αὐτὸν τὸν
θάνατον τὸν κυριεύοντα παντὸς τοῦ ἀνθρωπίνου γένους ἐκυρίευσε καὶ ἐνίκησε, καὶ
ὡσὰν ἕνα ὕπνον τὸν ἀπέδειξε· καὶ ἀκούσατε, διὰ νὰ θαυμάσητε, καὶ νὰ πιστωθῆτε
τὴν ἀλήθειαν.
Τὸν
καιρὸν ὁποῦ ἐξουσίαζον οἱ Γενουβέζοι τὴν Χίον, ἦλθε πλῆθος πολύ, ἀπὸ ἕν βάρβαρον
ἔθνος τῆς Δύσεως, ἄνθρωποι βάρβαροι, καὶ κατὰ τὴν γλῶσσαν, καὶ κατὰ τὸ ἦθος
ἀγριώτατοι καὶ ἀπανθρωπότατοι, καὶ ἔκαμνον πολλὰς ἁρπάγας καὶ ζημίας εἰς τὴν
Χίον. Ἐλθόντες δὲ καὶ εἰς τὸ Μοναστήριον τῆς Ὁσίας, ὥρμησεν εἷς ἀπὸ αὐτούς, ὁ
πλέον ἀναιδέστερος καὶ ἀναισχυντότερος τῶν ἄλλων, νὰ βιάσῃ μίαν Καλογραίαν,
ἀλλ᾿ ὢ τοῦ θαύματος! παρεμβαλεῖ Ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν, καὶ
ῥύσεται αὐτούς· ἔφθασεν ἡ θεία δίκη τὸν ἄδικον, καὶ ἔπεσε τὴν ὥραν ἐκείνην
νεκρὸς εἰς τὴν γῆν. Ἡ Ὁσία λοιπόν, ἥτις εἶχεν ὅλην τῆς τὴν ἐλπίδα καὶ τὴν
πεποίθησιν εἰς τὸν Θεόν, καὶ ἐκεῖθεν ἐζήτει διὰ προσευχῆς τὴν βοήθειαν,
βλέπουσα τοῦτο, ἐδόξασε τὴν ταχεῖαν τοῦ Θεοῦ ἀντίληψιν, ἀλλὰ καὶ ἐσπλαγχνίσθη
τὸν ἄσπλαγχνον ἐκεῖνον βάρβαρον, καὶ προσευξαμένη εἰς τὸν Θεόν, τὸν ἔχοντα ζωῆς
καὶ θανάτου τὴν ἐξουσίαν, τὸν ἀνέστησε μὲ θαῦμα καὶ ἔκπληξιν τῶν ἰδόντων καὶ
ἀκουσάντων τὸ γεγονός. Ἀφ᾿ οὗ δὲ τὸν ἀνέστησε, καὶ ἐτρόμαξε μὲ τὰ δύω ταῦτα, μὲ
τὸν θάνατον λέγω καὶ τὴν ἀνάστασιν, τοὺς φοβεροὺς ἐκείνους βαρβάρους, ἔχουσα
τὸν καιρὸν ἐπιτήδειον, τοὺς ἐνουθέτησεν ὡς ἔπρεπε, καὶ τοὺς ἀπέλυσεν· οἱ δὲ
ἀνεχώρησαν ἐκ τῆς Χίου ἔμφοβοι καὶ ἔντρομοι. Ὅθεν, ἐλθόντες καὶ δευτέραν φοράν,
δὲν ἐτόλμησαν νὰ ὑπάγουν πλέον εἰς τὸ Μοναστήριον τῆς Ἁγίας, καὶ ὄχι μόνον
τοῦτο, ἀλλὰ καὶ εἰς ὅλην τὴν πόλιν ἐφάνησαν ἡμερώτεροι καὶ φιλανθρωπότεροι, καὶ
τὰ πρότερα δεινὰ δὲν ἐτόλμησαν πλέον να κάμουν.
Πλήν,
τὸ νὰ ἀναστήσῃ διὰ προσευχῆς τὸν νεκρὸν ἡ Ὁσία, ἦτον τῆς θείας χάριτος
κατόρθωμα, καὶ τῆς πρὸς Θεὸν παῤῥησίας της ἔνδειξις· τὸ δὲ νὰ ἀποθάνῃ καὶ αὐτὴ
ἡ ἰδία ὡς ἄνθρωπος, εἶναι τῆς ἀνθρωπίνης φύσεως νόμος κοινός, καὶ χρέος
ἀπαραίτητον. Ὅθεν, ὅταν εὐδόκησεν ὁ ἀθάνατος αὐτῆς Νυμφίος Χριστός, νὰ τὴν
παραλάβῃ διὰ θανάτου εἰς τοὺς ἀθανάτους καὶ οὐρανίους νυμφῶνας αὐτοῦ, καὶ νὰ
τὴν ἀναπαύσῃ ἀπὸ τοὺς ἀσκητικοὺς αὐτῆς κόπους εἰς τὴν αἰώνιον ἐκείνην
μακαριότητα τοῦ οὐρανοῦ, τότε τῆς ἀπεκάλυψε πρὸ ἑπτὰ ἡμερῶν, τὸ μακάριον τέλος
τῆς, καὶ τὴν πρὸς αὐτὸν ἐκδημίαν της, καὶ μικρὸν ἀσθενήσασα, ἐπροσκάλεσε τὰς
ἀδελφὰς καὶ ὑποτακτιτάς της, καὶ τὰς ἐνουθέτησεν ὡς μήτηρ, καὶ τὰς ἐσυγχώρησεν,
εἶτα καὶ αὕτη, συγχώρησιν λαβοῦσα παρ᾿ ἐκείνων, καὶ ὅλα τὰ Χριστιανικὰ
τελέσασα, καὶ τὴν κοινωνίαν τῶν ἀχράντων Μυστηρίων δεξαμενή, παρέδωκε τὴν ἁγίαν
τῆς ψυχὴν εἰς τὰς ἀχράντους χεῖρας τοῦ ψυχοσώστου Θεοῦ. Ἐκοιμήθη δὲ ἠΑγία αὕτη
ἐν ἔτει ἀπὸ Χριστοῦ 1462, τῇ κ´. τοῦ Ὀκτωβρίου, καὶ ἐτάφη τὸ ἱερὸν αὐτῆς σῶμα
εἰς τὸν Ναὸν ὁποῦ ἔκτισεν ἡ ἰδία. Ὁ δὲ τῶν θαυμασίων Θεός, ὃν ἐδόξασε μὲ τοὺς
ἀσκητικούς της ἀγῶνας, καὶ μὲ τὰς ἀρετάς της, τὴν ἐδόξασε μετὰ θάνατον μὲ τὴν
θείαν τοῦ χάριν, καὶ ἀνέδειξεν εἰς τοὺς ἀνθρώπους τὰ θεία τῆς λείψανα, καὶ τὸν
ἱερὸν τῆς Ναόν, πηγὴν θαυμάτων ἀένναον, καὶ ἰατρεῖον ἄμισθον παντὸς πάθους, καὶ
πάσης ἀσθενείας.
Τῇ
αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἐβόρης καὶ Ἐνόης, λιθοβοληθέντες
τελειοῦνται.
Λίθοις Ἐβόρην
καὶ σύναθλον Ἐνόην,
Λίθων λάτραι
κτείνουσιν ἀθλητοκτόνοι.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες
Ζεβινᾶς, Γερμανός, Νικηφόρος καὶ Ἀντωνῖνος, ξίφει τελειοῦνται.
Ξίφος
Ζεβινᾶν, Γερμανόν, Νικηφόρον.
Σὺν Ἀντωνίῳ δεικνύει νικηφόρους.
Σὺν Ἀντωνίῳ δεικνύει νικηφόρους.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Μαναθὼ ἡ παρθένος, πυρὶ τελειοῦται.
Τί καὶ
καθαρθῇς εἰς τὸ πῦρ βεβλημένη,
Ἁγνὴ Μαναθώ,
πνεῦμα σῶμα παρθένε;
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Βασιλείου, ἐπισκόπου Τραπεζούντος.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις
τῆς ἀνακομιδῆς τῶν
λειψάνων τοῦ Ὁσίου Γρηγορίου τοῦ Καλλίδη.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οἰ παῖδες εὐσεβείᾳ συντραφέντες.
Νηφάλιος καὶ φρόνιμος
ἐγένου θεοφόρε, πρὸς Θεὸν πτερούμενος, θείαις ἐμπρέπων καλλοναῖς, μὴ πτοούμενος
παγίδας, ἀνεβόας μάκαρ τοῦ ἀλάστορος· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Ἀνέβης εἰς ὕψος, προτιμήσας
τῶν ἐνύλων, καὶ γηΐνων πάνσοφε, τὰ δι’ αἰῶνος ἀγαθά, καὶ τὴν ἄῤῥητον
τερπνότητα, ἀνεβόας ψάλλων Ἅγιε· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Στενὴν καὶ τεθλιμμένην,
διοδεύσας τρίβον Ὅσιε, τὴν λίαν εὗρες καὶ φαιδράν, τὴν ἀνάγουσαν εἰς ὕψος
μετάρσιον, καὶ βοῶν ὁλοψύχως τῷ Δεσπότῃ Σου· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
Καὶ γλώσσῃ καὶ καρδίᾳ, σοὶ
προσφέρω τὴν ᾠδὴν θεσπέσιε, τὴν ταπεινήν τε καὶ οἰκτράν, καὶ θερμῶς ταύτην
ὑπόδεξαι, καὶ Χριστὸν ὑπὲρ ἡμῶν ᾀεὶ δυσώπησον, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι
θεοφόρε.
Θεοτοκίον.
Φιλάγαθε Παρθένε Θεοτόκε,
τὴν ψυχήν μου κεκακωμένην πάθεσι, σῶσον καὶ ἴασαι αὐτήν, μεσιτείαις
εὐπροσδέκτοις Σου, καὶ ἐκ πάσης ἁμαρτίας ἔκπλυνον, ἡ τὸν Θεὸν ἀσπόρως
συλλαβοῦσα.
Οὐκ
ἐλάτρευσαν.
Τοῖς
κροτάφοις σου ἀνάπαυσιν οὐκ ἔδωκας, Πάτερ Γεράσιμε, οὐδὲ τοῖς σοῖς νυσταγμόν,
βλεφάροις Μακάριε, οὐ σαρκὸς ἄνεσιν, καταγώγιον, ἕως σαυτὸν ἐτέλεσας, τῆς
Τριάδος Θεοφόρε.
Τοὺς
ἀγῶνας οὕσπερ ἔτλης, ἔτι ζῶν μετὰ σαρκὸς Γεράσιμε, οὐκ ἐξαρκεῖ ἀνθρωπίνη,
γλῶσσα προσφέγξασθαι· δι΄ὧν σοι Κύριος, εἰς ἀντάμειψιν, χάριν θαυμάτων δέδωκεν,
ἰατρεύειν πᾶσαν νόσον.
Ἀκεσώδυνον
τὸ σῶμά σου τὸ πάνσεπτον, Θεὸς ἀνέδειξε, διατηρήσας αὐτὸ ἀκέραιον, ἄφθορον
Πάτερ Γεράσιμε, τοῖς ὁρῶσιν, εὐωδίαν βλύξον ἄρρητον, καὶ διῶκον πᾶσαν νόσον.
Θεοτοκίον.
Ἀπειρόγαμε
τὸν ὕμνον ἡμῶν πρόσδεξαι, ὅν σοι προσάγομεν, καὶ ῥῦσαι πάσης ὀργῆς, λοιμοῦ τε
κακώσεως, πόρρωθεν βάλλουσα, τὴν δαιμόνιον πληθύν, τῆς θείας ποίμνης σου,
εὐλαβῶς σε ἀνυμνούσης.
ᾨδὴ
η΄. Θαύματος ὑπερφυοῦς.
Ἤστραψεν ἡ φαεινή σου Πάτερ
μνήμη, ἀπαυγάζουσα τοῖς ἐν τῷ κόσμῳ, φωτισμὸν καὶ ἔλεος πᾶσι χριστιανοῖς,
παῤῥησίᾳ σου παμμάκαρ εὐπροσδέκτῳ ᾀεί· διὸ ἀνυμνοῦντές σου τὴν μνήμην Θεὸν
σέβομεν, καὶ ὑπερυψοῦμεν Αὐτὸν εἰς τοὺς αἰῶνας.
Τάγματα καὶ σύστημα ἀζύγων,
ἱερέων καὶ μοναζουσῶν ἅμα Θεότητα, τοὺς ἱδρῶτας Ὅσιε, καὶ καμάτους ἐπὶ τῆς γῆς,
οὓς ὑπέστης καθορῶντα, σὲ τιμῶσιν ᾀεί· διὸ ἀνυμνοῦντές σε κραυγάζομεν·
εὐλογεῖτε ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
Ἥκει σου ἡ πάνσεπτος, καὶ
θείᾳ μνήμῃ τοῦ τιμίου σου θείου λειψάνου, συγκαλοῦσα ἅπαντας εἰς ἑστίασιν
πνευματικήν, καὶ θαυμάτων προσπηγάζουσα ἐνέργειαν· διὸ εὐφροσύνως σὲ
γεραίρομεν, εὐλογοῦντες τοὺς ἀγῶνάς σου θαυμάσιε, καὶ ὑπερυψοῦντες αὐτοὺς εἰς
τοὺς αἰῶνας.
Θεοτοκίον.
Σέσωσται ἡ πεπτωκυῖα πάλαι
φύσις, τῶν ἀνθρώπων διὰ Σοῦ Παρθένε, καὶ Θεῷ διήλακκτε τῷ σεπτῷ Σου τοκετῷ, καὶ
τὰ κάτω σὺν τοῖς ἄνω ἀναμίγνυνται· διὸ ἀνυμνοῦντές Σε δοξάζομεν, τὴν Μητέρα τοῦ
Δεσπότου καὶ πανύμνητον, καὶ ὑπερυψοῦμέν Σε πάντες εἰς αἰῶνας.
Ἕτερος.
Παῖδας εὐαγεῖς.
Ὅλον
σου τὸν βίον διανύσας, ἐν κόποις καὶ κακουχίαις ταῖς τοῦ σώματος, εὗρες τὴν
αἰώνιον, ὄντως πανευφρόσυνον, ἐν οὐρανοῖς ἀπόλαυσιν, Ἄγγέλοις σύσκηνος, καὶ
πάντων τῶν Ὁσίων τοῖς δήμοις, συνδοξάζων τούτοις Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἴσον σου τὸν δρόμον
ἐκτελέσας, Ὁσίοις καὶ Ἱεράρχαις, καὶ Δικαίοις τε, ἴσον καὶ τὸν στέφανον, πρὸς
Χριστοῦ ἀπείληφας, ἐν οὐρανοῖς ἐπάξιον τῆς σῆς ἀσκήσεως συγχαίρων, συνυμνῶν τὴν
Τριάδα· ἣν καθικετεύων ὑπὲρ ἡμῶν μὴ παύσῃ.
Ὥσπερ σου τὸ σῶμα διεσώσω
ἀμόλυντον ἡδονῆς θεῖε Γεράσιμε, οὕτω καὶ ἀφθάρτισε, σώσας τε ἀκέραιον,
εὐωδιάσας Κύριος, καὶ απειργάσατο, νοσοῦσιν ἀμισθὶ ἰατρεῖον, πᾶσι προσιοῦσιν
αὐτῷ μετ΄ εὐλαβείας.
Θεοτοκίον.
Ἄχραντε Παρθένε Θεοτόκε,
ἁπάντων ἁμαρτωλῶν τὸ καταφύγιον, καὶ τὸ ἱλαστήριον, τοὺς εἰς σὲ προστρέχοντας,
μετ' εὐλαβείας ἅπαντας, καὶ σοὶ κραυγάζοντας, ἀσπόρως ὡς Χριστὸν τετοκυῖα,
τοῦτον δυσωποῦσα ὑπὲρ ἡμῶν μὴ παύσῃ.
ᾨδὴ
θ΄. Μυστήριον ξένον.
Νεότητος ἄνθος, καὶ κάλλος
ἐμάρανας, τῆς σαρκὸς πανόλβιε τὰς ἀτάκτους ἀναπαύσεις, καὶ κινήσεις ὑπεριδών,
ἐν οἷς ἐλαμπρύνθη σου ὁ νοῦς πρὸς Θεόν, καὶ ἡ ψυχή, ὃν ἀνυμνοῦντες μεγαλύνομεν.
Ἐξαίσιον βίον, ὁρῶντές σου
Πάτερ, οἱ καλῶς ἀσκουμένοι, σὺν ἅμα κανονικαῖς, ἀπεθαύμασάν σε ἐξιστάμενοι, ἐν
ᾧ ὥσπερ τις αἰθέριος, ἀνέπτης εὐκλεῶς, Θεὸν γεραίρων τὸν παντάνακτα.
Ὁλόφωτον αἴγλην, λαβὼν καὶ
ἀθάντον, ἐκ Θεοῦ θεόληπτε, ἀπεφάνθης ζῶν, καὶ μετὰ τέλος θαυμάτων ὑπουργός, ἐν
οἷς ὑπὲρ πάντων ἱκέτευσον Θεόν, τὸν ἐπὶ γῆς, καὶ οὐρανοῦ σὲ καταστέψαντα.
Ναὸν καθαρόν, Θεός σε
εὑράμενος, μεγάλως ἐδόξασε, καὶ χαρισμάτων χάριν ἐπλούτισε, καὶ ἐστεφάνωσεν, ἐν
ᾧ μεσιτεύεις τοῦτον ἐκτενῶς, καταπεμφθῆναι τοῖς πιστοῖς τὸ μέγα ἔλεος.
Θεοτοκίον.
Ἀπόῤῥητον τόκον ὁρῶν, καὶ
παράδοξον, οὐρανὸν τὴν μήτραν Σου, θρόνον Χερουβικὸν τὴν νηδύν Σου, Παρθένε
Μαρία, ἐν ᾗ ἀνεκλήθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, Ὃν ἀνυμνοῦντες μεγαλύνομεν.
Ἕτερος.
Ἅπας γηγενής.
Νεῦσον
πρὸς ἡμᾶς, πιστῶς ἀθροισθέντας τῷ σῷ Ναῷ, προσψαύοντας, ἐν πίστει καὶ πόθῳ,
σορόν σου τὴν θείαν μάκαρ Γεράσιμε, καὶ ἐξ αὐτῆς παντὸς κακοῦ ῥῶσιν
λαμβάνοντας, ταῖς λιταῖς σου ταῖς σεπταῖς πρὸς Κύριον, ἃς προσφέρων μὴ παύσῃ
δεόμεθα.
Νάουσαν
πηγήν, σορόν σου Γεράσιμε, Χριστὸς ἀνέδειξε ἥνπερ καὶ ἀφθάρτισεν, εἰς δόξαν
ὄντως λαμπρὰν ὁρώντων σε, τῶν ἰαμάτων χάριν τοῖς πάσχουσι βλύζουσαν, καὶ
δαιμόνων φάλαγγας ἐλαύνουσαν, ἐξ ἀνθρώπων πιστῶς προσιόντων σοι.
Ηὔγασαν
φαιδρῶς, καθάπερ ὁ Ἥλιος, θεῖοι ἀγῶνές σου, καὶ τὰ κατορθώματα, ἅπερ εἰργάσω
πάτερ Γεράσιμε, δι' ἃ Χριστὸς ἀμείβων σε λαμπρῶς ἐδόξασε, σὺν Ἁγίοις ὅν περ καὶ
δυσώπησον δι΄ἡμᾶς τοὺς τελοῦντας τὴν μνήμην σου.
Θεοτοκίον.
Σὺ
ὡς ἀληθῶς δοχεῖον τοῦ πνεύματος ἐδείχθης Δέσποινα, ὃν γὰρ οὐρανὸς καὶ γῆ
χωρῆσαι ὅλως Θεὸν οὐ δύνανται, ἐν σῇ γαστρὶ ἐχώρησας· ὃν ἐξευμένισον, Γερασίμου
καὶ ταῖς σαῖς δεήσεσι, δι' ἡμῶν τῶν πιστῶς ἀνυμνούντων σε.
Ἐξαποστειλάριον.
Ἐν Πνεύματι τῷ ἱερῷ.
Ἐν
ἀρετῇ διέπρεψας, καὶ ἀσκήσει παμμάκαρ, σημειοφόρος γέγονας, καὶ λαμπρὸς
ὑπηρέτης, Χριστοῦ τοῦ παμβασιλέως, καὶ Θεοῦ τῶν ἁπάντων, ᾧ καὶ πρεσβεύεις
θεόφρων, ὑπὲρ ἡμῶν τῶν σῶν δούλων, τῶν ἐκ πόθου τὴν σεπτήν, θείαν σου μνήμην
τελοῦντων.
Ἕτερον.
Γυναῖκες ἀκουτίσθητε.
Προστάτην
σε θερμοτατον, Κεφαλληνία κέκτηται, φρουρόν τε φύλακα ῥύστην, διὸ λαμπρῶς τὴν
σὴν μνήμην, πανηγυρίζει κράζουσα· ἀεὶ σκέπε τὴν Νῆσόν σου, καὶ φύλαττε ἀπήμονα
λοιμοῦ λιμοῦ, καὶ κινδύνων Γεράσιμε θεοφόρε.
Θεοτοκίον.
Μαρία
καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γεγενημένη, ἐν
ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ πανάγιον, ἐπισκιάσαν Σοι
Κόρη, ἀνέδειξε Θεοτόκον.
Αἶνοι.Ἦχος
πλ. δ'. Τί σε νῦν καλέσωμεν.
Τί
σε νῦν προσείπω θαυμάσιε; ὁδηγὸν τῆς εὐσεβείας ἀρετῆν ὑπογραμμόν; ἀσκητήν; ὅτι
γενναίως παρετάξω τοὺς ἐχθρούς. Προφήτην; ὅτι προύλεγες τὰ μέλλοντα. ἀλείπτην;
ὅτι πᾶσιν ἐχορήγησας. Πολλά σου τὰ κατορθώματα, καὶ μείζονα τὰ χαρίσματα,
ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τί
σε ὀνομάσω Γεράσιμε; χορηγὸν τοῖς ἐνδεέσι, καὶ προστάτην ὀρφανῶν, καὶ
διδάσκαλον παντοίων νοημάτων εὐσεβῶν, καὶ πέλεκυν, ἐκκόπτοντα ζιζάνια, τῆς
πλάνης, καὶ ἀπάτης τῶν αἱρέσεων· πολλά σου τὰ προτερήματα, καὶ ἄξια τὰ
χαρίσματα, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχάς ἡμῶν.
Τί
σε νῦν προσφθέγξομαι Ὅσιε; Οὐρανόν; ὅτι τὴν δόξαν διηγήσω τοῦ θεοῦ. Ποταμόν;
ὅτι ἠρδεύσω πᾶσαν ἄγονον ψυχήν. Ναμάτων, ζωηῤῥύτων πηγὴν ἄφθονον, καὶ κῆπον,
εὐωδέστατον καὶ πάγκαλον, τῆς ἀρετῆς καὶ τῆς χάριτος, ἣν ἐκ Θεοῦ πιστῶς
εἴληφας, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τί
σε νῦν καλέσω Γεράσιμε; εὐφροσύνην μοναστῶν, καὶ γλυκασμὸν μοναζουσῶν,
μεσιτείαν εὐσεβῶν, καὶ ἱερέων καλλονήν, φωστῆρα, νοητὸν φῶς ἀπαστράπτοντα,
κρατῆρα, θεῖα νάματα προχέοντα, τῆς πολιτείας σου Ἅγιε, ὑπέρλαμπρε, καὶ
θεόπνευστε· ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Ἦχος πλ. δ'
Τάδε
εἶπεν ὁ Ἀββᾶς ταῖς Μοναστρίαις· τεκνία εἰρηνεύετε ἐν ἑαυταῖς καὶ μὴ τὰ ὑψηλὰ
φρονῆτε· ἀλλὰ ταπεινώσατε ἑαυτάς, διὰ τὸν μέχρι καὶ δούλου μορφῆς, ταπεινωθέντα
δι΄ἡμᾶς Χριστὸν τὸν Θεὸν ἡμῶν· τὸ ἱερὸν αὐτοῦ πνεῦμα παρέδωκεν· ὃ συνὸν καὶ
συζῶν καὶ συνδιαμένον Χριστῷ, πρέσβευε ἀπαύστως, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ
σωτηρίας τῶν ἐτησίως τελούντων τὴν μνήμην αὐτοῦ.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου
Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας
προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις
Ἐκκλησίας νέος ἀστήρ, ἱερέων δόξα Μοναζόντων ὑπογραμμός, ἀσκητῶν λαμπρότης, τῆς
χάριτος δοχεῖον, προστάτης δὲ καὶ σκέπη ὑμῶν Γεράσιμε.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί ψάλλεται
τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῷ θεοφόρῳ Γερασίμῳ
προσπέσωμεν, οἱ ταῖς τοῦ βίου τρικυμίαις ποντούμενοι, ἀπὸ βαθέων κράζοντες
ψυχῆς πρὸς αὐτόν· Ἅγιε Γεράσιμε, τῇ θερμῇ σου πρεσβείᾳ, σπεῦσον ἐξελοῦ ἡμᾶς,
πειρασμῶν καὶ κινδύνων, καὶ Βασιλείας πάντων Οὐρανῶν, ἀξιωθῆναι, ἱκέτευε Ὅσιε.
Δόξα.
Οἱ ὑπ’ ὀδύνων χαλεπῶν
κατεχόμενοι, καὶ συμφοραῖς καὶ ἀσθενείαις τρυχόμενοι, μετὰ κλαυθμῶν στενάζοντες
ἐκ βάθους ψυχῆς, δράμωμεν δακρύοντες, Γερασίμου τεμένει, κράζοντες ἐκ πίστεως·
ἰατρὲ τῶν νοσούντων, ταῖς σαῖς πρεσβείαις μάκαρ πρὸς Θεόν, ῥῦσαι ἡμᾶς
πολυτρόπων κακώσεων.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Τρισμάκαρ Γεράσιμε ἐκτενῶς,
δέησιν προσάγων, μὴ ἐλλείπῃς τῷ Λυτρωτῇ, κινδύνων παντοίων διασῶσαι, τοὺς
ἀδιστάκτῳ τῇ πίστει τιμῶντάς σε.
Ἡ θεία σορός σου Πάτερ
πιστοῖς, βρύει τὰς ἰάσεις, προσιοῦσι τῷ σῷ ναῷ, καὶ πάθη ψυχῶν τε καὶ σωμάτων,
ὡς ἰατρὸς θεραπεύεις πανάριστος.
Νοσοῦσάν μου ἴασαι τὴν
ψυχήν, Γεράσιμε μάκαρ, τῶν νοσούντων ὁ ἰατρός, καὶ βαίνειν τὰς τρίβους τοῦ
Κυρίου, σῇ μεσιτείᾳ παμμάκαρ ἐνίσχυσον.
Θεοτοκίον.
Δυσώπει Παρθένε τὸν Σὸν
Υἱόν, σὺν τῷ Γερασίμῳ, νεκρωθεῖσάν μου τὴν ψυχήν, ζωῶσαι ὁ πάλαι τὸν τῆς χήρας,
υἱὸν ζωώσας τῷ θείῳ προστάγματι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἔχοντές σε προστάτην πρὸς
τὸν Θεὸν ἔνδοξε, οἱ Κεφαλληναῖοι τιμῶμεν καὶ ἱκετεύομεν, Πάτερ Γεράσιμε, τοὺς
σὲ πιστῶς εὐφημοῦντας, πειρασμῶν ἀπάλλαξον τῇ μεσιτείᾳ σου.
Ἱκετεύομεν Πάτερ τὰ τῆς
ψυχῆς ἴασαι, πάθη καὶ τὰ τραύματα ταήυτης τάχος θεράπευσον, τῶν εὐφημούντων σε,
καὶ γεραιρόντων ἐκ πόθου, μοναζόντων καύχημα μάκαρ Γεράσιμε.
Εὐμενῆ σε προστάτην πρὸς
τὸν Θεὸν Ὅσιε, πάντες προβαλλόμεθα Πάτερ, θεῖε Γεράσιμε, καθικετεύοντες,
πειρατηρίων παντοίων, λυτρωθῆναι ἅπαντας τῇ μεσιτείᾳ σου.
Θεοτοκίον.
Παναγία Παρθένε τὸν
Λυτρωτὴν τέξασα, λύτρωσαι παντοίων κινδύνων τοὺς Σοὶ προστρέχοντας, καὶ
ἀνυμνοῦντάς Σε, Θεοκυήτορ Μαρία, τῶν πιστῶν βοήθεια μόνη πανύμνητε.
Διάσωσον, ἀπὸ κινδύνων
Γεράσιμε τὴν σὴν νῆσον, καὶ τὴν ποίμνην ἧς ἐκ Θεοῦ προστάτης γεγένησαι, καὶ
ἄγρυπνος φύλαξ τούτων καὶ ῥύστης.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ
πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς
ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Προστάτης θερμὸς ὑπάρχεις ὦ
Γεράσιμε, τοῖς πόθῳ τῷ σῷ τεμένει προσπελάζουσι, καὶ πιστῶς γεραίρουσι, καὶ
βοῶσί σοι πανσεβάσμιε· ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς μέγας ἡμῶν φύλαξ καὶ
πρόμαχος.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Θεοφόρε Γεράσιμε, λύτρωσαι
κινδύνων τοὺς σὲ γεραίροντας, καὶ προστρέχοντας τῇ σκέπῃ σου, ὅπως σὲ ἀπαύστως
μακαρίζομεν.
Ἱκετεύομεν Ὅσιε, τὴν
νενεκρωμένην ψυχὴν ἡμῶν ζώωσον, καὶ ἀνάστησον πρεσβείαις σου, ἐκ βυθοῦ θανοῦσαν
ἀπογνώσεως.
Ὃν ἐπόθησας Ὅσιε, σάρκα δι’
ὃν ἔτηξας καθικέτευε, τοῖς ὑμνοῦσί σε δωρήσασθαι, τῶν πλημμελημάτων τὴν
συγχώρησιν.
Θεοτοκίον.
Ταῖς Μητρός Σου δεήσεσι,
καὶ τοῦ Σοῦ Ὁσίου Κύριε δώρησαι, τοῖς οἰκέταις Σου τὴν ἄφεσιν, τῶν
πλημμελημάτων ὑπεράγαθε.
ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Γερασίμου τοῦ θείου, ταῖς
πανευπροσδέκτοις ὁ Θεὸς δεήσεσι, σκότους ἐξωτέρου, καὶ γεέννης τοὺς δούλους Σου
λύτρωσαι, καὶ τῆς Βασιλείας τῶν Οὐρανῶν ἀξιωθῆναι, καταξίωσον μόνε μακρόθυμε.
Παρεστὼς τῇ Τριάδι, Πάτερ
παμμακάριστε θεῖε Γεράσιμε, ὑπὲρ τῶν σῶν δούλων, καθικέτευε ταύτην μακάριε, τοῦ
ῥυσθῆναι πάντας, βιωτικῶν πειρατηρίων, τοὺς προστρέχοντας πίστει τῇ σκέπῃ σου.
Ἀναιμάκτους θυσίας,
λειτουργῶν προσέφερες Θεῷ τρισόλβιε, ἱερεὺς ὐπάρχων, τοῦ Ὑψίστου Γεράσιμε
πάντιμε· ἀλλὰ τοῦτον Πάτερ, ἐκδυσωπῶν μὴ διαλείπῃς, ὑπὲρ πάντων τῶν πίστει
τιμώντων σε.
Θεοτοκίον.
Θεοτόκε Παρθένε, καύχημα
καὶ στήριγμα πιστῶν πανάμωμε, ἡ Θεογεννήτωρ, καὶ τῆς κτίσεως πάσης Βασίλισσα,
τοὺς ὑμνολογοῦντας, τὸν Σὸν Υἱὸν λύτρωσαι πάσης, ἐπηρείας δεινοῦ πολεμήτορος.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἡ σὴ παμμάκαρ ψυχῇ, τοῖς
οὐρανοῖς ἐγκατώκησε, τὸ σῶμά σου δὲ τῇ γῇ, ὑπάρχον ἐξαίσια, τελεῖ τὰ τεράστια,
ψυχῶν καὶ σωμάτων, θεραπεῦον τὰ νοσήματα.
Σαῖς εὐπροσδέκτοις εὐχαῖς,
συντήρει μάκαρ Γεράσιμε, τοὺς πόθῳ εἰλικρινεῖ, ψυχῆς τε ἁγνότητι, τιμῶντάς σε
ἔνδοξε, καὶ προσκαλουμένους, σοῦ τὴν ἄμαχον ἀντίληψιν.
Μεσίτην πρὸς τὸν Θεόν, σὲ
εὐμενῆ προβαλλόμεθα, Γεράσιμε ἱερέ, ὑπάρχεις γὰρ στήριγμα, καὶ καύχημα Ὅσιε,
τῶν πιστῶν καὶ κλέος, ἡμῶν Πάτερ πανσεβάσμιε.
Θεοτοκίον.
Ἡ βάτος τῷ Μωϋσῇ, Σὲ
προετύπου πανάμωμε· ἐκ Σοῦ γὰρ ὁ Λυτρωτής, τεχθεὶς ὡς ἠυδόκησε, διέσωσεν
ἄχραντε, τοὺς προσκαλουμένους, Σοῦ τὴν ἄμαχον βοήθειαν.
Διάσωσον, ἀπὸ κινδύνων
Γεράσιμε τὴν σὴν νῆσον, καὶ τὴν ποίμνην ἧς ἐκ Θεοῦ προστάτης γεγένησαι, καὶ
ἄγρυπνος φύλαξ τούτων καὶ ῥύστης.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Οἱ ποθοῦντες τῶν ἀσθενειῶν
ἀναῤῥώσασθαι, Γερασίμου τῷ σεπτῷ τεμένει προσδράμωμεν, καὶ ἐγγίζοντες εὐλαβῶς
τῇ θείᾳ αὐτοῦ σορῷ, μετὰ πόθου κράξωμεν αὐτῷ, ὡς ἐκ Θεοῦ χάριν λαβὼν τοὺς
νοσοῦντας ἰάσασθαι· τάχυνον ἐξελέσθαι, παντοίων πειρατηρίων, καὶ τῶν ἐχθίστων
δυσμενῶν, τοὺς ἐν πίστει ἀνυμνοῦντάς σε.
Εἶτα, οἱ
Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον
Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Τί
ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ
Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ
Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν
Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν
βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ
πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’
ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς
ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν
με ὁ Θεός...
Μάκαρ θεοφόρε Γεράσιμε, σὲ
καὶ ζῶντα περιχαρῶς ἐπλουτήσαμεν, καὶ μετὰ θάνατον ἔχειν σε, ἠξιώθημεν
πανθαύμαστε· διὸ τὸ θεῖόν σου, καὶ σεβάσμιον σκῆνος εὐλαβῶς ἀσπαζόμενοι,
δυσωποῦμέν σε, τὸν Θεὸν ἱκετεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῶν Ἀγγέλων ὑπάρχων
ἰσοστάσιος ὄντως Πάτερ τρισόλβιε, Γεράσιμε θεόφρων, ἐκλυτρώσας κινδύνων, τοὺς
ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σεαυτὸν τῷ Κυρίῳ
προσενήνοχας Πάτερ θῦμα εὐπρόσδεκτον, Γεράσιμε θεόφρων, καὶ νῦν μὴ διαλείπῃς,
ἐποπτεύων τοὺς μέλποντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἀμυθήτους ἀγῶνας ἐπὶ γῆς
ἠγωνίσω Πάτερ Γεράσιμε, καὶ νῦν ταῖς οὐρανίαις, συνῶν χοροστασίαις, περιφρούρει
τοὺς μέλποντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Πανύμνητε Παρθένε ἡ Θεὸν
σαρκωθέντα κόσμῳ κυήσασα, παντοίων ἀλγηδόνων, ἀπάλλαξον τοὺς πίστει, τῷ Υἱῷ Σου
κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῇ σῇ πρεσβείᾳ, τὰς τῶν
ψυχῶν ἀῤῥωστίας, τῶν σὲ τιμώντων θεραπεύεις τρισμάκαρ· ὅθεν σὲ τιμῶμεν,
Γεράσιμε θεόφρων.
Πρὸς τὸν Δεσπότην, σὲ
προβάλλοντες πρέσβυν, ἀπὸ κινδύνων ἐκλυτρούμεθα μάκαρ, σαῖς πανευπροσδέκτοις,
πρὸς τὸν Θεὸν πρεσβείαις.
Τὰ τῆς ψυχῆς μου,
ἀποκάθαρον πάθη, σῇ μεσιτείᾳ θεοφόρε τρισμάκαρ, ὅπως σε γεραίρω, Γεράσιμε
θεόφρων.
Θεοτοκίον.
Τὴν ἐκτακεῖσαν, ἁμαρτίαις
ψυχήν μου, Σῇ μεσιτείᾳ καταδρόσιον Κόρη, ὅπως Σὲ δοξάζω, εἰς πάντας τοὺς
αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Εἰρήνην οὐρανόθεν, Ὅσιε
τρισμάκαρ, καταπεμφθῆναι δυσώπει πανόλβιε, τοῖς καθαρᾷ διανοίᾳ σὲ μακαρίζουσιν.
Χαρᾶς καὶ εὐφροσύνης, ἔμπλησον
θεόφρων, τοὺς προσιόντας τῷ θείῳ τεμένει σου, καὶ τὸν Δεσπότην ᾀεὶ μεγαλύνουσι.
Καταύγασον τὰς κόρας, μάκαρ
τῆς ψυχῆς μου, πεπορωμένας καὶ τρέχειν ἐνίσχυσον, πρὸς τρίβους θείας τὸν σὲ
μακαρίζοντα.
Θεοτοκίον.
Τὴν ὄντως Θεοτόκον, πάντες
Σὲ τιμῶμεν, καὶ ἀσιγήτως τὸ χαῖρέ Σοι κράζομεν· σὺ γὰρ ἐκύησας κόσμῳ τὴν
ἀγαλλίασιν.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Τῆς Πελοποννήσου θεῖος
βλαστός, καὶ Κεφαλληνίας ὁ ἀσύλητος θησαυρός, καὶ πάσης Ἑλλάδος, τὸ καύχημα τὸ
μέγα, Γεράσιμε θεόφρων, σκέπε τὴν νῆσόν σου.
Τίς μὴ ἐκπλαγῇ τοὺς σοὺς πολλούς,
ἀγῶνας παμμάκαρ, καὶ τὰ θαύματα τὰ σεπτά, ἅπερ διετέλεις, Γεράσιμε θεόφρων· διὸ
λιταῖς σου θείαις, ἡμᾶς περίσωζε.
Μέγιστος ὑπάρχεις ἡμῶν
φρουρός, φύλαξ καὶ προστάτης, ἀντιλήπτωρ καὶ πρεσβευτής, ἐν κινδύνοις ῥύστης,
λοιμοῦ τε καθαιρέτης, Γεράσιμε τρισμάκαρ· διὸ τιμῶμέν σε.
Χαίροις Ἐκκλησίας νέος
ἀστήρ, ἱερέων δόξα, μοναζόντων ὑπογραμμός, ἀσλητῶν λαμπρότης, τῆς χάριτος
δοχεῖον, προστάτης δὲ καὶ σκέπη, ἡμῶν Γεράσιμε.
Πηγὴν θαυματόβρυτον τὸ
σεπτόν, σκῆνός σου παμμάκαρ, κεκτημένοι παρὰ Θεοῦ, ἐν σοὶ χαρμοσύνως, ἡ νῆσός
σου καυχᾶται, Γεράσιμε ἣν φρούρει, σαῖς εὐχαῖς πάντοτε.
Χαίροις ὁ Τρικάλων γόνος
λαμπρός, χαίροις Κεφαλλήνων, ἀπροσμάχητος βοηθός, χαίροις ἱερέων, τὸ σέμνωμα
καὶ κλέος, Γεράσιμε τρισμάκαρ, πιστῶν τὸ καύχημα.
Τὸν φωστῆρα πάντες τὸν
παμφαῆ, τὸν ἐκ τῶν Τρικάλων, ἀπαστράψαντα φαεινῶς, τῶν Ὁσίων δόξα, καὶ κλέος
ἱερέων, Γεράσιμον τὸν θεῖον, πάντες ὑμνήσωμεν.
Δόξα Σοι Παράκλητε ἀγαθέ,
ὅτι καταισχύνεις, τοὺς τολμῶντας καινοτομεῖν, ἐν τῷ μυστηρίῳ, τῆς θείας
μετουσίας, δοξάζων τοὺς ἐμμένοντας τῇ ἐμπνεύσει σου.
Ποίμνης σου παμμάκαρ ἧς ἐκ
Θεοῦ, φύλαξ ἐπιστεύθης, τοῦ ἡγεῖσθαι αὐτῆς θερμῶς, σκέπε φρούρει ταύτην,
ἐχθίστων ἀοράτων, παντοίων ὁρατῶν τε, θεῖε Γεράσιμε.
Κόπους τε καὶ πόνους οὓς
δι’ αὐτήν, ἤνυσας παμμάκαρ, περιόντος σου ἐν τῇ γῇ, πρέσβευε τηρεῖσθαι, τοὶς
θήρας ἐκδιώκων, συλῆσαι τοὺς ζητοῦντας, καὶ ἀφανίσαι σπεύδοντας.
Ἐκτενῶς ἱκέτευε πρὸς Θεόν,
ὑπὲρ τῆς σῆς νήσου, εἰρηναίαν ταύτην τηρεῖν, καὶ λυτροῦσθαι πάντων, δεινῶν τε
καὶ κινδύνων, Ὁσίων νέων δόξα, θεῖε Γεράσιμε.
Δέχου ταῖς πρεσβείαις
Παμβασιλεῦ, τοῦ θεράποντός σου, Γερασίμου νῦν τοῦ σεπτοῦ, καὶ τὴν ποίμνην
ταύτην, ἀπήμονα συντήρει, ἐχθίστων πάσης βλάβης, ὅπως δοξάζῃ Σε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε,
ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς
Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ
γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’
ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ
Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην
ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν
διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντες, οἱ ἐκ νόσων
χαλεπῶν, καὶ κινδύνων ἄλλων παντοίων, δεινῶς θλιβόμενοι νῦν, ἔνθα τὰ ἰάματα,
θαυματοβρύτου σοροῦ, Γερασίμου ἐκβλύζουσιν, ὡς ῥεῖθρα Νειλῷα, σπεύδοντες
προσπέσωμεν, γονυκλιτῶς ἐν κλαυθμῷ, ῥῦσαι ἐκβοῶντες σοὺς δούλους, ἐκ
πειρατηρίων καὶ νόσων, καὶ παντοίων θλίψεων Γεράσιμε.
Ὄντως, ἀνεδείχθης ἐκ Θεοῦ,
ἄκρος ἀκεστὴρ ἀντιλήπτωρ, τὰ πάθη πάντων πρὸς σέ, πόθου τε καὶ πίστεως,
προσπεφευγόντων θερμῶς, ἀναργύρως ἰώμενος, Γεράσιμε θεῖε· ὅθεν σοῦ δεόμεθα,
περιπτυσσόμενοι νῦν, θείαν σου σορὸν καὶ βοῶντες, οἴκτειρον ἡμᾶς ταῖς λιταῖς
σου, καὶ δεινῶν παντοίων ἐλευθέρωσον.
Πάντας, ἡμᾶς οἴκτειρον
ἁγνή, Μῆτερ τοῦ Θεοῦ καὶ Παρθένε, προσπεφευτόντας ἐν Σοί, καὶ Σοῦ τὴν ἀντίληψιν
ἐπιζητοῦντας θερμῶς, Σὸν οἰκέτην προβάλλοντες, Γεράσιμε θεῖον, πρέσβυν νῦν
πανάριστον, οὗ ταῖς εὐχαῖς τῶν δεινῶν, ῥῦσαι καὶ φθορᾶς καὶ κινδύνων, καὶ
ἐπιτυχεῖν Βασιλείας, Σοῦ Υἱοῦ ἀξίωσον δεόμεθα.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου