ΤΗ Κ´ ΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ
ΤΗΣ ΟΣΙΑΣ ΜΑΤΡΩΝΗΣ ΤΗΣ ΧΙΟΠΟΛΙΤΙΔΟΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν, ψάλλομεν τὸ Μακάριος ἀνήρ.
Εἰς τὸ Κύριε
ἐκέκραξα, ἱστῶμεν στίχ. ς´ καὶ ψάλλομεν Στιχηρὰ
τῆς Ὁσίας δευτεροῦντες αὐτά. Ἦχος δ´. Ὁ ἐξ Ὑψίστου κληθείς.
Τοὺς
σοὺς ἀγῶνας Ματρῶνα πανολβία, καὶ
κατορθώματα τίς ἐξειπεῖν πρεπωδῶς, καὶ ἀνυμνῆσαι δυνήσεται; βροτείαν φύσιν, καὶ
γὰρ παρήνεγκε παναοίδιμε. Ἀγγέλων ἠγάσθητε, ταῦτα πληθὺς καὶ Θεόν, τὸ ἀσθενὲς
τὸ τῆς φύσεως ἐνδυναμοῦντα, μεγάλως ᾔνεσε καὶ ἐδόξασεν, ἀλλ᾿ οἱ τρυφῶντες τῶν
καλῶν τῶν σῶν ἐκ πόθου πάντες σὲ μέλπομεν, τὸ πρὸς δύναμιν χρέος, ὡς εἰκὸς
ἀφοσιούμενοι.
Τῆς
ἐγκρατείας πυρὶ πῦρ θεοφόρε, παθῶν ἐναπέσβεσας, καὶ πῦρ ἀνήφθησοι, τοῦ θείου
πάνσεμνε ἔρωτος, ὃς πᾶσαν ὕλην, φιλοκοσμίας ἐναπετέφρωσε, καὶ ὅλην σὲ ἔπεισε
μετατεθῆναι ἐκ γῆς, πρὸς οὐρανὸν τῷ φρονήματι, καὶ ἰσαγγέλως, ἐν γῆ βιωταὶ
μικροῦ πανθαύμαστε· καὶ νῦν Ἀγγέλοις συγχωρεύουσα, ὧν καὶ τὸν βίον ἐζήλωσας,
σὺν αὐτοῖς ἐκδυσώπει, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Χριστὸν
ἐξ ὅλης ποθήσασα καρδίας, καὶ τούτου τῷ ἔρωτι τρωθεῖσα πάνσεμνε, ἐνεγκαμένην
κατέλιπες, καὶ κόσμου σχέσιν, καὶ τὰ τερπνὰ τοῦ βίου ἀοίδιμε· βοῶσα νυμφίε μου,
σὲ ἐπεπόθησα, καὶ τετρωμένη τῷ ἔρωτι, τῷ σῷ ὀπίσω, σοῦ διὰ βίου παντὸς
ἐφέψομαι· ὃς καὶ ὡς νύμφην ἀδιάφθορον εἰς οὐρανίους μετέστησε, σὲ Ματρῶνα νυμφῶνας· ὃν ἡμῖν ἵλεων ἔργασαι.
Δόξα.
Ἦχος πλ. β´.
Ἀσκητικὴν
ὀδεύσασα ὁδόν, παθῶν σαρκὸς ἐνέκρωσας ὁρμάς, ὦ Ματρῶνα θεόσοφε· τοῦ κόσμου γὰρ
ὅλως τὴν ἡδύτητα ἀπειπαμένη θεόφρον, μόνον τὸ ἀόρατον κάλλος ἐπόθησας, καὶ
παστάδα τὴν ἐν γῇ καταλιποῦσα προθύμως, οὐρανίων μετὰ τέλος παναοίδιμε θαλάμων
ἠξίωσαι· ἐν ὃς νοητῶς τῷ σῷ νυμφίῳ Χριστῷ, μετὰ τῶν φρονίμων παρθένων, ὡς
παρθένος ἀδιάφθορος συγχαίρεις, καὶ γέγηθας ἀκορέστως, ὡραιότητος αὐτοῦ
κατατρυφώσα τῆς ἀκηράτου· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Τίς μὴ
μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως
ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος,
Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία
σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς
αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ
Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ
ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ
ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ
Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ
κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι
ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν
εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν
εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς,
καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος,
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον,
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία
γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς
τὴν Λιτὴν ψάλλομεν. Ἦχος α΄.
Ἀραμένη
τὸν σταυρὸν ἐπὶ τῶν ὤμων, προθύμως τῷ καλοῦντι Χριστῷ ἠκολούθησας, καὶ διὰ
βίου, πόνοις τῆς ἀσκήσεως συσταυρωθεῖσα αὐτῷ, ἀξιοπρεπὼς συνδοξάζῃ σεμνή· καὶ
τῶν ἀπ᾿ αἰῶνος Ἁγίων τοῖς τιμίοις συνηδομένη ἀοίδιμε πνεύμασιν, ἱκέτευε σωθῆναι
τὰς ψυχὰς ἡμῶν.
Ὁ
αὐτός.
Ἐν
τῇ πέτρα τῇ στεῤῥᾷ τῆς εἰς τὸν Χριστὸν πεποιθήσεως, τὸν τῆς ἀσκήσεως
πανθαύμαστε πηξαμένη οἶκον, προσβολαῖς οὑ σεσάλευσαι τῶν ἐναντίων, καὶ
προσρήξεσιν ἀλλ᾿ ἀκράδαντος ἔμεινας, ἐν ὅλῳ τῷ βίῳ ἀτίνακτος·διὸ ᾔσχυνας τῇ
καρτερία σου ἀξιάγαστε τὸν ἀόρατον ὄφιν, ταῖς αὐτοῦ ἀνάλωτος ἐνέδραις ὀφθεῖσα
ἐπιβουλαῖς· καθ᾿ οὗ ταῖς σαῖς πρεσβείαις τοὺς εὐφημοῦντας σὲ ἐνίσχυσον.
Ὁ
αὐτός.
Αὔραις
θείου Πνεύματος, οἷα τις νοητὴ ναῦς, κυβερνώμενη θεόφρον, ἀκινδύνως τὸ τοῦ βίου
πολυτάραχον διέπλευσας πέλαγος· πόνοις τε καὶ ἱδρῶσι τοῖς ἀσκητικοῖς, καὶ ἱστίῳ
πτερουμένη θεωριῶν θείων ἀοίδιμε· διὸ πρὸς λιμένα καταντήσασα πανολβία τῆς τοῦ
Χριστοῦ Βασιλείας, ὑπὲρ ἡμῶν αὐτὸν ἱλέωσαι.
Δόξα.
Ἦχος πλ. α.
Μῆτερ
Ὁσία, ἐκρότησε στῖφος Ἀγγέλων ἐν σοι, φάλαγξ δὲ ἀνῴμωξε τοῦ Σατάν, φύσιν γὰρ
ὑπερέβησαν βροτείαν, οἱ σοι ἆθλοι ἀοίδιμε, καὶ οἱ σοι πόνοι, σώματος τοὺς ὅρους
ὑπερηκόντησαν διὸ ὄντως ἰσαγγέλως ἐν γῇ, σαρκὸς καὶ τοι μετασχοῦσα θνητότητος
βεβιωκυῖα, ὤφθης Ἀγγέλων συνόμιλος ἐν οὐρανοῖς παναοίδιμε, ἵλεων οὖν ἡμῖν
Χριστὸν ἀπέργασα.
Καὶ
νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου σὲ νεκρόν.
Κράτος
κατ᾿ ἐχθρῶν τῶν ἀφανῶν, ᾔρω πανολβία καὶ νίκην, λαμπρὰν νικήσασα, τὰς ἐκείνων
φάλαγγας, καὶ ἐπηρμένην ὀφρύν, τοῦ πτερνίσαντος ἔνδοξε, εἰς γῆν καθελοῦσα· ὅθεν
νῦν ἀπάρασα, πρὸς οὐρανίους σκηνάς, νίκης τὰ βραβεῖα κομίζῃ, τῆς ἀνεκλαλήτου
καὶ θείας, δόξης καὶ τρυφῆς ἐπαπολαύουσα.
Στίχ.: Ὑπομενὼν ὑπέμεινα τὸν Κύριον...
Κλίμαξ
πρὸς οὐράνιον σαφῶς, ἄνοδον ὑπῆρξάν σοι πόνοι, οἱ τῆς ἀσκήσεως· τούτοις
χρησαμένη γάρ, καὶ ὄγκον τὸ τῆς σαρκὸς ὦ Ματρῶνα λεπτύνασα, ψυχῆς τε τὰ πτίλα
βάρους ἐκτεινάξασα, τοῦ τῶν παθῶν εὐχερῆ εὗρες κομιδῇ τὴν ἐκεῖσε, πτῆσιν καὶ
Ἀγγέλοις ἐγένου, μετὰ τὴν ἐντεῦθεν ἄρσιν σύσκηνος.
Στίχ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου...
Κλέος
ἀναφαίρετον ἡ σή, κέκτηται σὲ πόλις Ματρῶνα, καὶ ὄλβον ἄσυλον, τῶν σῶν
ἀπολαύουσα, καλῶν ἑκάστοτε, καὶ καρποὺς τῶν ἰάσεων, ᾀεὶ δρεπομένη, ἐκ᾿ τῆς
ὑπερτίμου σου σοροῦ καὶ λάρνακος· ἥνπερ σαῖς πρεσβείαις παντοίας, ῥῦσαι
ὡρωμένων ἐχθρῶν τε, καὶ τῶν ἀοράτων ἐπιθέσεως.
Δόξα.
Ἦχος πλ. δ´.
Τὸ
κατ᾿ εἰκόνα Μῆτερ, καθαρὸν τηροῦσα Θεοῦ, καὶ ὁμοιῶσιν, ἔμψυχος ὤφθης στήλη ζωῆς
τῆς ἐνθέου, καὶ θεῖον ἐκφράγισμα· διὸ μιμητὰς τοῦ σοῦ βίου δεῖξον καὶ ἡμᾶς,
τοὺς ἐκ πόθου σου μέλποντας, τοὺς ἄθλους, τὰ σκάμματα, καὶ τὴν πρὸς τοὺς
δαίμονας ἀνένδοτον πάλην καθ᾿ ὧν παράσχου καὶ ἡμῖν, σαῖς πρεσβείαις, τὴν νίκην
ἀοίδιμε.
Καὶ
νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε,
ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη,
δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ’. Τὴν ὡραιότητα.
Χριστοῦ τοῖς ἴχνεσιν, ἀκολουθήσασα, κόσμου τερπνότητα, Ὁσία
ἔλιπες, καὶ ἐμιμήσω ἐν σαρκί, Ἀγγέλων τὴν πολιτείαν· ὅθεν ταῖς τοῦ Πνεύματος,
δωρεαῖς κατεφαίδρυνας, τὴν ἐνεγκαμένην σε, νῆσον Χίον πανεύφημε· διὸ χαρμονικῶς
ἐκβοᾷ σοι· χαίροις Ματρῶνα πανολβία.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
Εἰς τὸν Ὄρθρον.
Εἰς
τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.
Τὴν
ῥοώδη ἀπείπω Μῆτερ σκηνήν, τῆς ἀσκήσεως ᾔρω χρηστὸν ζυγόν, Ματρῶνα ἀοίδιμε, καὶ
ὀπίσω εἰσέδραμες, τοῦ Νυμφίου τοῦ κάλλει, ὡραίου καὶ ἔκραζες, ἀποθάνω ὡς ἴδω,
τὴν σὺν ὡραιότητα· ὅθεν σὺν Ἀγγέλοις ἐντρυφᾷν ἠξιώθης, τῆς αἴγλης καὶ
λαμπρότητος, τῆς Τριάδος θεόληπτε· δι’ ὅ πίστει βοῶμέν σοι· πρόσδεξαι ὕμνους
ἡμῶν ὦ σεμνή, τῶν πταισμάτων ἄφεσιν ἀμείβουσα, ταῖς πρὸς Θεὸν σοῦ πρεσβείαις
δεόμεθα.
Δόξα
καὶ νῦν. Θεοτοκίον.
Παναγία
Παρθένε Μῆτερ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, ἴασαι δέομαι, καὶ συγγνώμην
παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα· τὴν ψυχὴν καὶ τὸ σῶμα,
μολύνας ὁ ἄθλιος· οἴμοι τί ποιήσω; ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα οἱ Ἄγγελοι, τὴν
ψυχήν μοι χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; τότε Δέσποινα, βοήθειά μοι
γενοῦ, καὶ προστάτις θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.
Μετὰ
τὴν β΄. Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τὰ
φρικτά σου σκάμματα, Μῆτερ Ματρῶνα, εὐφημεῖν οὑ δύναται, φύσις βροτεία
πρεπωδώς· πῶς οὖν ἡμεῖς εὐπορήσαιμεν, ὕμνοις ἀξίοις τὸ χρέος ἀφοσιώσασθαι.
Δόξα.
Ὅμοιον.
Ὀσηκὸς
ὁ πάνσεπτος, σοῦ θείου σκήνους, ἐκπηγάζει θαύματα, καὶ τὰ πανίερα ὀστᾶ, τοῖς
εὐλαβῶς ἐξαιτοῦσί σου, τὴν θείαν χάριν, Ματρῶνα ἣν εἴληφας.
Καὶ
νῦν, Θεοτοκίον.
Χρυσωθεῖσα
πνεύματι, κιβωτὸς ὤφθης ἡ τὸν κόσμον σῴζουσα, τῆς καταιγίδος τῆς πικράς, καὶ
εἰς λιμένα ἀπάγουσα, τῆς σωτηρίας, τοὺς θέλοντας σῴζεσθαι.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Ἐξιστᾶ
τὰ σὰ σεμνή, πᾶσαν βροτείαν ἀκοήν, καὶ διάνοιαν καὶ νοῦν, ἐκπλήττει μέγεθος τῶν
σῶν, ἀγωνισμάτων Ματρῶνα καὶ παλαισμάτων, ἐκ πρώτης ἡλικίας γάρ, ἀκολουθοῦσα
Χριστῷ, προθέσει ὁλικῇ, ἀσκητικαῖς ἀγωγαῖς, τὰς τῆς σαρκὸς ἐνέκρωσας, ἁπάσας,
ἐπαναστάσεις πανθαύμαστε, καὶ διαβόλου, τὴν ἐπηρμένην, ὀφρὺν καθεῖλες καὶ
ᾔσχυνας.
Δόξα
καὶ νῦν. Θεοτοκίον.
Τὸ
μυστήριον τῆς σῆς, κυοφορίας Προφητῶν, θείῳ πνεύματι χοροί, μεμυημένοι Μαριάμ,
ποικιλοτρόπως ἐτράνωσαν τοῦτο Κόρη, λυχνίαν τε καὶ στάμνον ὀνομάσαντες, καὶ
ῥάβδον καὶ χρυσοῦν θυμιατήριον, καὶ κιβωτὸν καὶ τράπεζαν, καὶ πλάκα· ὅρος δασὺ
καὶ κατάσκιον, καὶ κεκλεισμένην, Παρθένε πύλην, τῷ Θεῷ τηρουμένην.
Οἱ ἀναβαθμοί, τὸ α΄ ἀντίφωνον τοῦ δ´. ἦχου.
Προκείμενον: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον...
Στίχ.: Καὶ ἔστησε ἐπὶ πέτραν τοὺς πόδας μου...
Εὐαγγέλιον: Εἶπεν ὁ Κύριος· πάντα μοι παρεδόθη...
Ὁ Ν´.
Δόξα: Ταῖς τῆς σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλεῆμον, ἐλέησὸν μὲ ὁ Θεός...
Σήμερον
ἡ Παρθένος, συγκαλεῖ Ματρῶνα ἅπαντας, πρὸς λαμπρὰν ἑστίασιν τῶν αὐτῆς
παλαισμάτων, αἱ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ ἐκείνης πρὸς τοὺς πόνους
ἀνένδοτον, Σατᾶν ἡ ἰσχὺς τεθριάμβευται, καὶ δαιμόνων ἡ πληθὺς διωλόλυξεν, ἡμεῖς
δὲ τῷ ἐνδυναμώσαντι αὐτήν, δόξαν δῶμεν πάντες Χριστῷ, ὃς φύσεως τὸ χαῦνον
δυναμοῖ οἰκείῳ σθένει.
Κανὼν τῆς Θεοτόκου εἰς στ΄, καὶ τῆς Ὁσίας εἰς η΄, οὗ ἡ
ἀκροστιχίς: Ματρῶναν ὑμνῶ τῆς Χίου τὴν προστάτιν. Νικήτας.
ᾨδὴ
α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ματρῶναν τιμήσωμεν, τὴν
ἱερὰν ὦ θεόφρονες, καμάτους γεραίροντες τοὺς ὑπὲρ φύσιν αὐτῆς, καὶ τὰ σκάμματα,
καὶ τὴν πρὸς ἀοράτους, ἀνένδοτον ἔνστασιν, ἐχθροὺς ἀλάστορας.
Ἀβέβαιον ἄστατον, ἅπαν
εἰδυῖα πανθαύμαστε, τερπνὸν τὸ ὁρώμενον, μόνα ἐπόθησας, τὰ ἀόροτα, Ματρῶνα καὶ ἐμφρόνως, τὰ ἄνω Βασίλεια, κτήσασθαι ἔσπευσας.
Τηρῆσαι ποθήσασα, τὸ κατ᾿
εἰκόνα ἀλώβητον, καὶ τὸ καθ᾿ ὁμοίωσιν θεόσοφε, πάσης ἔσπευσας, ἐξ ἁπαλῶν
ὀνύχων, κακίας ὑπέρτερον, δείξαι τὸ φρόνημα.
Ῥᾳστώνην μισήσασα, πᾶσαν
τοῦ βίου καὶ εὔκλειαν, συντόνως ἐβάδισας τῆς ἀρετῆς τὴν ὁδόν, καὶ ἀνέδραμες,
πρὸς ὃν θερμῶς ἐπόθεις· ὃν ἵλεων ἔργασαι τοῖς εὐφημοῦσί σε.
Ὡς κρίνον σὲ εὔοσμον, ὡς
ῥόδον εὔχρουν ὑπέρτιμε, Θεὸς μέσον εὕρηκε, τῶν ἀκανθῶν καὶ αὐτοῦ, κατηγλάϊσε,
ταῖς χάρισι Ματρῶνα, καὶ Χίοις σε ἔδειξε
δόξαν καὶ καύχημα.
Θεοτοκίον.
Ναὸς καὶ παλάτιον,
εὐρυχωρότατον πέφηνας, Θεοῦ παναμώμητε, μόνη χωρήσασα, καθαρότητος, ἁγνὴ
περιουσία, χωρεῖν ὃν οὐ δύναται, εὗρος οὐράνιον.
ᾨδὴ
γ΄. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε.
Ἀσμάτων καὶ κρότων
πανολβία, τὰ σὰ ὄντως ἄξια τελεῖ, Θεὸν γὰρ τοῖς σοῖς μέλεσι, τοῖς ἱεροῖς
ἐδόξασας καὶ τούτῳ θῦμα γέγονας, καὶ ἱερὸν καλλιέρημα.
Νυκτὸς ἀποστέρξασα τὰ ἔργα,
ἡμέρας ἐγένου καὶ φωτός, τέκνον Ματρῶνα
γνήσιον τοῦ βίου εὐσχημόνως ὁδόν, ὡς ἐν ἡμέρᾳ τέμνουσα, καὶ φῶς πρὸς ἄδυτον
σπεύδουσα.
Ὕδατος στενώσασα καὶ ἄρτου,
ἐνδείᾳ Ματρῶνα κομιδῇ, γαστέρα πᾶσαν ἔφεσιν,
τὴν ταύτης ἐχαλίνωσας· διὸ εὐρυχωρότατον, ἐν οὐρανοῖς πλάτος ἔφθασας.
Μεγάλως ἀσκήσασα καὶ
πόνοις, μεγάλοις τιμήσασα Χριστόν, μεγάλα ὄντως εὕρηκας, ἐν οὐρανίοις τὰ
ἔπαθλα, καὶ τὰ βραβεῖα ἔνδοξε, τῶν ὑπὲρ φύσιν καμάτων σου.
Θεοτοκίον.
Νεκρὸς χρηματίζων οὐ
γινώσκω, κακίας τῷ κάρῳ συσχεθείς, καὶ μέθη ἀπογνώσεως, βεβαπτισμένος Δέσποινα·
ἀλλ᾿ ἡ νεκροὺς ζῳώσαντα τεκοῦσα, αὕτη μὲ ζώωσον.
Κάθισμα
τῆς Ὁσίας. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ λόγον.
Ἀγλαΐαις
ἐκλάμψασα ἀρετῶν, κατηγλάϊσας κόσμον ταῖς ἀστραπαῖς, τῶν θείων θαυμάτων σου, ὦ Ματρῶνα θεόπνευστε, καὶ ῥαθύμων ἐγείρεις, ψυχὰς
εἰς ἐγρήγορσιν, ἐντολῶν τοῦ Κυρίου, καὶ ζῆλον τὸν ἔνθεον, μέγα παρασχοῦσα, πρὸς
ἐκμίμησιν ὄντως, ὑπόδειγμα πάνσοφε, σεαυτὴν οἷς ὑπέρτερον, τῆς τοῦ θήλεως
φύσεως, τὸ φρόνημα ἀνέδειξας σεμνή, καὶ ἀνδρικὰ διήνυσας πανεύφημε, ἔνσαρκος
ἀσθενείᾳ, ἐπὶ γῆς ἀγωνίσματα.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ
πολύφωτον ὄχημα τοῦ Θεοῦ, τοῦ νοός μου τὰ νέφη τὰ σκοτεινά, Δέσποινα, διάλυσον,
τῷ φωτὶ τοῦ προσώπου σου· καὶ μετανοίας φέγγει, τὰ ὄμματα φώτισον, τῆς ζοφερᾶς
ψυχῆς μου, παθῶν ἀμαυρότητι, τὰ πεπωρωμένα, καὶ τυφλώττοντα πάντῃ, τῶν φαύλων
μου πράξεων, θολεραῖς ἐπιχύσεσιν, ἵνα πίστει κραυγάζω σοι· Θεοτόκε Ἀειπάρθενε,
πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν κακῶν μου δοῦναί μοι τὴν ἄφεσιν, σὲ γὰρ ἔχω ὁ δοῦλός
σου, ὀξυτάτην βοήθειαν.
ᾨδὴ
δ´. Ὁ καθήμενος ἐν δόξῃ.
Ὢ τῆς ὑπερφυεστάτης, καὶ
γενναίας ἐνστάσεως! ἐν θηλείᾳ φύσει, ἣν ἀῤῥενωπῷ τῷ φρονήματι, πρὸς τὰς ἀρχὰς
ἐπεδείξω παναοίδιμε, ἐξουσίας τε καὶ τοὺς δεινοὺς κοσμοκράτορας.
Τέμνεις ξένην ὁδὸν βίου,
καὶ σαφῶς ὑπερκόσμιον, μέσον Κόσμου Μῆτερ, τῆς ἐπιμιξίας μηδ᾿ ὅλως γε, τῆς τῶν
πολλῶν δυνηθείσης, ἐκχαυνῶσαί σου τὸ ἀνένδοτον, καὶ πρὸς τὰ κρείττονα εὔτονον.
Ἡ κρατίστη πρὸς τὸ θεῖον,
καὶ ἀνένδοτος νεῦσίς σου, ὅλην θεοφόρε, σὲ θεοειδῆ ἀπεργάσατο, καὶ τηλαυγῆ τοῖς
ὁρῶσι, τὰ γνωρίσματα, τὰ τῆς χάριτος, τῆς θείας ὄντως παρέχουσαν.
Σαρκὸς κτείνασα τὰ πάθη,
τὴν ψυχὴν δὲ ζῳώσασα· εὐχὴ τὸν θανόντα, σῇ ζωοποιεῖει καὶ προστράγματι. Καὶ
τοῦτο ἄρα τὸ θαῦμα, ἐναπέδειξεν, ἥν πεπλούτηκας, παρὰ Θεοῦ χάριν ἔνδοξε.
Θεοτοκίον.
Χαλινὰ τοῦ θείου νόμου,
πάντα ῥήξας ὁ δείλαιος, ἀκρατῶς ἐλαύνω, πρὸς κακίας οἴμοι τὰ βάραθρα, οἷα
δυσύνιος ἵππος, ἀλλὰ σὺ σεμνή, τῷ τοῦ σοῦ Υἱοῦ χρηστῷ ζυγῷ μὲ ὑπόταξον.
ᾨδή
ε΄. Νῦν ἀναστήσομαι.
Ἰδοὺ προσώζεσαν οἱ τῆς
ἐμῆς, μώλωπες ψυχῆς, κατεσάπησαν ὦ παναοίδιμε, οὓς ὑπέστην ἐκ πολλῆς τῆς
ἀφροσύνης, ἀλλὰ σὺ ταῖς ἱεραῖς σοῦ σεμνή, προσευχαῖς με ἴασαι.
Οὐδὲν ὁ πόλεμος ὁ τοῦ
ἐχθροῦ, πρὸς τὸ ἐμβριθές, τοῦ σοῦ φρονήματος, οὐδὲν ἡ ἔνστασις, οὐδὲν πᾶσα, ἡ
αὐτοῦ πανστρατιά τε, καὶ παράταξις, ἱστὸς πάντα γὰρ ἀράχνης ἠλέγχθη σοι.
Ὑπερφυῶς τῆς σῆς ψυχῆς, ὁ
πρὸς τὸν Θεόν, ἔρως θεόσοφε κρατήσας ἔπεισε, πᾶσαν ἔφεσιν σαρκὸς ἐναποστέρξα,
καὶ τὸ πῦρ τῶν πειρασμῶν, ὑπελθεῖν λίαν ἐκθυμώτατα.
Τὴν τῶν παθῶν σεμνὴ πυρκαΐαν,
ἔσβεσας τοῖς σοῖς δάκρυσι· ὅθεν σε, δρόσος τοῦ Πνεύματος ἐπανέψυξε, καὶ φῶς, ἐν
τῇ ψυχῇ σου, ἐπανῆψε νοητόν, ἐμπιπλὼν θείας εὐφροσύνης σε.
Θεοτοκίον.
Ἡ ῥῆσις δέδεκται, πέρας ἐν
σοι ἡ προφητικὴ ἐν παρθενίᾳ γὰρ ἁγνὴ συνέλαβες, παραδόξως οὐρανοῦ τὸν συνοχέα,
καὶ ἐκύησας σαρκί, γενεὰν οὗ τίς διηγήσεται;
ᾨδὴ
ς΄. Ἐβόησε προτύπων.
Νεφέλην σέ, δροσερὰν ἡ τοῦ
Πνεύματος ἔδειξε, χάρις Μῆτερ, νοσημάτων ἑξαιροῦσαν καύσωνας, καὶ παθῶν
ὁμίχλην, πρεσβειῶν σου τῷ φέγγει σκεδάζουσαν.
Πεπλήρωται, καὶ ἐν σοι
ψαλμικὼς προαγόρευσις. Βασιλεῖ γάρ, τῷ τῶν ὅλων παρθένος ἐξόπισθεν, τῆς
Ἀειπαρθένου, οὖν σεμναῖς ἀπηνέχθης νεάνισι.
Ῥοῦν ἔστησας, ἀνιάτων παθῶν
ταῖς πρεσβείαις σου, τοῖς τῷ τάφῳ, προσιοῦσι τῷ σῷ μετὰ πίστεως· καὶ ψυχῶν Ματρῶνα, σηπεδόνα δεινῶν ἀπεξήρανας.
Θεοτοκίον.
Ὁ ἄχρονος, ὑπὸ χρόνον ἐκ
σοῦ Κόρη γίνεται, καὶ ὁρᾶται, ὁ Ἀγγέλοις αὐτοῖς ἀθεώρητος, φύσεως βροτείας ὑπελθὼν
φιλανθρώπως τὸ φύραμα.
Κοντάκιον.
Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Οὐδαμῶς
τὸ θῦλύ σοι, ἐμποδὼν ὤφθη Ματρῶνα, πρὸς τοὺς
ὑπὲρ ἄνθρωπον, ἀγῶνας ὄντως καὶ ἄθλους· ᾔσχυνας διὸ τὸν μέγαν νοῦν θεοφόρε,
εὔφρανας, τὸ γυναικεῖον μεγάλως γένος· τὸ ἐκείνων ταῖς σαῖς νίκαις, προσαφελοῦσα
τῆς ἧττης ὄνειδος.
Ὁ
Οἶκος.
Τοὺς
γενναίους ἁγνὴ ἀγῶνας, οὓς διήνυσας, οὐ πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς
ἀρχὰς τοῦ σκότους, καὶ τὰς ἐξουσίας πυκτεύουσα, τίς ἀξίως θαυμάσειε; καὶ γὰρ
ὑπερβαίνει πάντα λόγον καὶ διάνοιαν τὰ σὰ προτερήματα· πῶς σὰρξ οὖσα καὶ αἷμα,
γῆ καὶ σποδός, οὑ πρὸς τὴν κάτω ἔβλεψας φύσιν, οὑ τῇ τῶν ὁρωμένων ἐθέλχθης ἠδύτητι,
ἀλλ᾿ ἀπεῖδες ὅλῳ τῷ νοΐ πρὸς τὸν οὐρανόν, καὶ μόνον τὸ ἀμήχανον ἐκεῖνο κάλλος
ἐπόθησας, καὶ τοῖς σοῖς ὑπερφύεσιν ὡς ἀληθῶς σπουδάσμασιν, Ἀγγέλων εὔφρανας
συστήματα· ἀνθρώπους ἐξέπληξας· δαίμονας ᾔσχυνας· τὸ θῆλυ γένος τετίμηκας, τὸ
ἐκείνων ταῖς σαῖς νίκαις, προσαφελοῦσα τῆς ἥττης ὄνειδος.
Συναξάριον.
Τῇ
Κ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ὁσίας
Ματρώνης τῆς Χιοπολίτιδος
Λιπούσα
κόσμον ἐμπλέων ἀκοσμίας.
Χριστῷ προσεισὶ νυμφικὼς ἡ παρθένος.
Χριστῷ προσεισὶ νυμφικὼς ἡ παρθένος.
Εἰκάδι
Ματρώνης δέμας γαῖα κάλυψε θανούσης.
Αὕτη
ἡ Ὁσία καὶ θαυματουργὸς Μήτηρ ἡμῶν Ματρῶνα, ἦτον ἀπὸ τὴν νῆσον Χίον, ἀπὸ τὸ
χωρίον τὸ καλούμενον ἔτι καὶ τὴν σήμερον Βολισσόν, τὸ ὁποῖον εἶναι εἰς τὸ ἐπάνω
καὶ βόρειον μέρος τῆς Χίου. Καὶ ὁ μὲν πατὴρ αὐτῆς ὠνομάζετο Λέων, ἡ δὲ μήτηρ
Ἄννα, οἱ ὁποῖοι ἦσαν εὐσεβεῖς Χριστιανοί, καὶ μὲ ὅλα τὰ Χριστιανικὰ ἤθη καὶ
ἔργα κεκοσμημένοι, προσέτι καὶ εἰς τὸν πλοῦτον καὶ εἰς τὰ ἀλλὰ κοσμικὰ ἀγαθὰ
ἦσαν ἐπισημότεροι τῶν ἄλλων τοῦ χωρίου. Εἶχον δὲ αὐτοὶ καὶ ἄλλας ἕξ θυγατέρας,
καὶ μὲ τὴν Μαρίαν ἑπτά. (Μαρία γὰρ ὠνομάζετο ἡ Ἁγία, καὶ μετωνομάσθη ὕστερον
Ματρῶνα). Αὕτη λοιπὸν ἡ Μαρία, (ἡ ὁποία ἦτον ἡ μικρότερα τῶν ἄλλων θυγατέρων)
ὅταν ἦλθε καιρὸς νὰ τὴν ὑπανδρεύσουν οἱ γονεῖς τῆς, δὲν ἠθέλησεν, ἀλλ᾿ ἐπρόκρινεν,
ὡς φρόνιμη, νὰ φυλάξῃ παρθενίαν καὶ καθαρότητα, διὰ νὰ γένῃ νύμφη καλῇ καὶ
ἄμωμος τοῦ ἀθανάτου νυμφίου Χριστοῦ·. Ἀλλ’ ἐπειδὴ ἡ ἀληθὴς παρθενία καὶ
ἀφθορία, δὲν εἶναι εὔκολον νὰ κατορθωθῇ μέσα εἰς τὸν κόσμον, εἰς τὴν
συναναστροφὴν τῶν πολλῶν, ὁμοίως καὶ τὰ ἄλλα καλά, μὲ τὰ ὁποῖα φαιδρύνεται ἡ
λαμπὰς τῆς παρθενίας, μέσα εἰς τὸν κόσμον, ἀπαντῶσι πολλὰ ἐμπόδια. ηιὰ τοῦτο
τρωθεῖσα ἡ μακαρία ἀπὸ τὰ γλυκύτατα βέλη τοῦ θείου ἐρωτος, ἀναχωρεῖ κρυφίως ἐκ
τῆς συγγενείας τῆς, ἀφίνει τὸν πατέρα καὶ τὴν μητέρα καὶ τὰς ἀδελφὰς τῆς, καὶ
ἔρχεται εἰς τὰ βουνὰ τοῦ χωρίου, ὁποῦ καλεῖται Κατάβασις, καὶ ἐκεῖ ἄνοιξε τὸ
στάδιον τῶν ἀσκητικῶν τῆς ἀγώνων, καὶ τὴν κατὰ τῶν παθῶν καὶ τῶν δαιμόνων
ἔστησε πάλην· νηστεύουσα, ἀγρυπνοῦσα, καὶ μόνη μόνῳ τῷ Θεῷ προσευχομένη ἡ ἀοίδιμος.
Πλήν, αὐτὴ μὲν ἔχαιρε καὶ ἐδόξαζε τὸν Θεόν, λυτρωθεῖσα τῶν ταραχῶν καὶ τῶν
θορύβων τοῦ κόσμου, οἱ δὲ γονεῖς της ἀγνοοῦντες τί ἔγινε, καὶ ποῦ ἐκατήντησεν,
ἐλυποῦντο μὲ ὑπερβολήν, καὶ δὲν ἔπαυον ἀπὸ τὸ νὰ τὴν ζητοῦν νὰ τὴν εὔρουν. Καὶ
λοιπόν, εὑρόντες αὐτὴν δὲν ἔκριναν εὔλογον νὰ τὴν ἀφήσουν ἐκεῖ μόνην, ἀλλὰ τὴν
ἐπαρακίνησαν νὰ ἔλθῃ εἰς τὸ ὀσπήτιόν των, καὶ αὐτὴ ὑπήκουσεν ὡς Θεοῦ δούλη, εἰς
τὸ εὐλογοφανὲς πρόσταγμα τῶν γονέων τῆς, καὶ ἦλθεν εἰς τὴν πατρικήν της οἰκίαν,
καὶ εἰς μὲν τὰ ἀλλὰ ὑπετάσσετο χριστομιμήτως, καὶ ὑπήκουεν εἰς αὐτοὺς μὲ πολλὴν
ταπείνωσιν, εἰς τὸ νὰ ὑπανδρευθῇ ὅμως παντελῶς δὲν ὑπήκουεν· ὅθεν βλέποντες
ἐκεῖνοι πῶς δὲν τοὺς ὑπακούει, καὶ γνωρίσαντες τὸ ἀμετάθετον τῆς γνώμης τῆς,
καὶ τὸν πολὺν πόθον ὁποῦ εἶχε τῆς μοναδικῆς ζωῆς, τέλος πάντων τῆς ἔδωκαν τὴν
ἄδειαν νὰ ὑπάγῃ νὰ ἡσυχάσῃ, καὶ νὰ πολιτεύηται τὴν κατὰ Θεὸν πολιτείαν, ὁποῦ
εὐχαριστεῖται καὶ ἀρέσκεται· ἀλλὰ καὶ τὴν γονικήν της κληρονομίαν ἐξεχώρισαν,
καὶ τὴν ἄφησαν εἰς τὴν ἐξουσίαν της, νὰ τὴν οἰκονομήσῃ ὡς θέλει.
Ἡ
δὲ κυριώνυμος Μαρία, καὶ τῆς Ἀειπαρθένου καὶ Θεοτόκου Μαρίας ἄμωμος Νύμφη, τὰ
μὲν κινητὰ πάντα τὰ ἐμοίρασε κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου εἰς χήρας καὶ ὀρφανὰ
καὶ πτωχούς· τὰ δὲ ἀκίνητα, χωράφια δηλαδὴ καὶ ἀλλὰ παρόμοια, τὰ ἄφησεν εἰς τὰς
ἀδελφάς της, νὰ τὰ καλλιεργούν, καὶ νὰ τὰ ἐπιμελῶνται, ἕως ὁποῦ νὰ τὴν φωτίσῃ ὁ
Θεὸς νὰ τὰ οἰκονομίσῃ κατὰ τὸ θέλημά του, πρὸς ψυχικήν της ὠφέλειαν. Καὶ
λοιπόν, ἀφ’ οὗ οὕτω καλῶς διετάξατο τὰ ἑαυτῆς πάντα, ἄφησε τὴν Βολισσόν, καὶ
ἦλθε πάλιν εἰς τὴν Κατάβασιν, εἰς τὸ πρῶτον τῆς ἡσυχαστήριον, τὴν δὲ ὀλίγην
ἐκείνην τροφήν, ὁποῦ ἦτον ἀναγκαία πρὸς σύστασιν τοῦ σώματός της, διὰ νὰ μὴν
ἀποθάνῃ ἀπὸ τὴν παντελῆ ἀσιτίαν, ἐφρόντιζε καὶ τῆς τὴν ἔφερνε μία της ἀδελφή.
Ἔμενε δὲ ἐκεῖ εἰς τὴν Κατάβασιν ἡσυχάζουσα καὶ ἀγωνιζομένη τρεῖς ὁλοκλήρους
χρόνους, ἀλλὰ κατὰ μὲν τὸ σῶμα εὑρίσκετο εἰς τὴν Κατάβασιν, κατὰ δὲ τὴν ψυχὴν
καὶ τὴν καρδίαν καὶ τὴν διάνοιαν, εὑρίσκετο εἰς τὴν ἀνάβασιν καὶ εἰς τὸ ὕψος
τοῦ οὐρανοῦ, φανταζομένη τὰ ἀνεκλάλητα ἐκεῖνα κάλλη καὶ τὰς ὡραιότητας καὶ
ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτῆς διατιθεμένη κατὰ τὸν Προφήτην. Μετὰ δὲ τοὺς τρεῖς
χρόνους, θέλων ὁ φιλάνθρωπος Θεός νὰ φανέρωσῃ τὸν κρυπτόμενον θησαυρόν, διὰ νὰ
πλουτήσῃ καὶ ἄλλους μὲ τὸν οὐράνιον πλοῦτον τῶν ἀρετῶν, καὶ νὰ θσέῃ τὸν λύχνον
ἐπάνω εἰς τὴν λυχνίαν, διὰ νὰ φωτίσῃ καὶ ὁδηγήσῃ καὶ ἄλλους εἰς ὁδὸν σωτηρίας,
καθὼς ἔδειξαν τὰ πράγματα ὕστερον, ἐνέπνευσεν εἰς τὴν διάνοιαν τῆς λογισμὸν
ἀγαθόν, καὶ πόθον ἔβαλεν εἰς τὴν καρδίαν τῆς θερμόν, νὰ καταβῇ εἰς τὴν χώραν,
ὁποῦ ἦσαν τότε πολλὰ γυναικεῖα Μοναστήρια, διὰ νὰ εὔρῃ παραδείγματα ἀρετῶν, καὶ
νὰ ὑποταχθῇ εἰς γερόντισσαν, κατὰ τοὺς νόμους τῆς μοναδικῆς πολιτείας.
Ἐλθοῦσα
λοιπὸν εἰς τὴν χώραν, καὶ τὰ ἐν αὐτῇ γυναικεῖα Μοναστήρια θεωρήσασα, καὶ πολλῶν
ἐναρέτων καλογραιῶν τὰς ἀρετὰς μιμησαμένη, ὡς πάλαι ὁ μέγας Ἀντώνιος, εὗρεν ἐν
μικρὸν Μοναστήριον, καὶ τῆς ἤρεσε περισσότερον ἀπὸ τὰ ἀλλά, ἐπειδὴ ἦσαν εἰς
αὐτὸ τρεῖς μόνον μονάζουσαι, μήτηρ καὶ δύω θυγατέρες, καὶ ἦτον μεγάλη ἡσυχία
καὶ εἰρήνη. Ὅθεν, τὰς παρεκάλεσε νὰ δεχθοῦν καὶ αὐτὴν εἰς τὴν συνοδίαν τῶν, καὶ
αὐταὶ τὴν ἐδέχθησαν, βλέπουσαι τὴν σεμνότητα καὶ εὐταξίαν της, καὶ τὸ ταπεινόν
τῆς ἦθος. Καὶ ἔμενεν ὑποτασσομένη εἰς αὐτάς, καὶ δοκιμαζομένη εἰς τοὺς κόπους
καὶ τὰς κακοπαθείας τῆς ἀσκήσεως. Δὲν ἀπέρασεν ὅμως πολὺς καιρὸς καὶ ἐφάνησαν,
ἡ μᾶλλον εἰπεῖν ἔλαμψαν αἱ ἀρεταί της, καὶ τῶν προτέρων της ἀσκητικῶν πόνων οἱ
πνευματικοὶ καρποὶ ἐγνωρίσθησαν, ὅθεν τὴν ἐκούρευσαν Καλογραίαν, καὶ τὸ
μοναδικὸν σχῆμα τὴν ἐνέδυσαν, καὶ ἀντὶ Μαρίας μετωνομάσθη Ματρώνα. Καὶ ὅσον οἱ
χρόνοι τῆς προέβαινον, καὶ ἡ ἡλικία τῆς ηὔξανε, τόσον καὶ αὕτη προέβαινε καὶ
ἐπρόκοπτεν εἰς νέους ἀγῶνας καὶ ἀσκητικοὺς πόνους, καὶ ηὔξανε καὶ ἐπερίσσευεν
εἰς τὰς ἀρετάς· ὅθεν καὶ ἐξεδόθη ἡ φήμη τῆς, καί, πολλὰς ἄλλας ἐπαρακίνησε, καὶ
παρεκίνει καθ᾿ ἑκάστην καὶ ἤρχοντο εἰς τὸ Μονήδριον ἐκεῖνο καὶ ἐκοινοβίαζον.
Ἀλλ᾿ ἐπειδὴ ἡ Ἐκκλησία των ἦτον πολλὰ μικρὰ (ὡσὰν ὁποῦ δὲν ἦτον ἐκκλησία
Μοναστηρίου, ἀλλ᾿ ἦτον γονικὴ καὶ κτητορικὴ τῶν τριῶν ἐκείνων Μοναχῶν) ἐπειδὴ
λέγω εἶχον στενοχωρίαν εἰς τὴν Ἐκκλησίαν, λέγει ἐν μία τῶν ἡμερῶν ἡ Ματρῶνα
πρὸς τὴν γερόντισσαν τῆς· θέλεις κυρία μου, νὰ μεγαλύνωμεν τὸν Ναὸν τοῦτον, καὶ
νὰ κτίσωμεν καὶ μερικὰ κελλία; Ναί, ἀπεκρίθη ἐκείνη, πολλὰ τὸ ἠγάπουν κυρία μου
καὶ ἐγὼ νὰ γένῃ αὐτὸ ὁποῦ λέγεις, ἀλλὰ τί νὰ κάμω; Γνωρίζεις καὶ ἐσὺ ὅτι ἔξοδα
δὲν ἔχω. Μὴ σὲ μέλει, τῆς λέγει ἡ Ματρῶνα, καὶ ὁ Κύριος οἰκονομεῖ, καὶ τῆς
ἐφανέρωσε, πόθεν ἐδύναντο νὰ εὔγουν τὰ ἔξοδα τῆς οἰκοδομῆς· καὶ οὕτω λαβοῦσα
τὴν ἄδειαν, ἐπώλησε τὰ ἀκίνητα πράγματα ὁποῦ εἶχεν εἰς τὴν Βολισσόν, καὶ πρῶτον
μὲν ἔκτισεν ἕνα λουτρὸν μετὰ γνώμης καὶ ἀδείας τῆς γερόντισσας, διὰ νὰ λούονται
οἱ πτωχοὶ καὶ ξένοι, κατὰ τὴν συνήθειαν, ὁποῦ εἶχον τὸν καιρὸν ἐκεῖνον οἱ
ἄνθρωποι, ἔπειτα ἀρχίζει τὴν οἰκοδομὴν τοῦ Ναοῦ.
Τὶ
δὲ ὁ ἀρχέκακος καὶ μισόκαλος; ἐπιχειρεῖ ὁ πονηρότατος νὰ τὴν ῥίψῃ εἰς κανὲν
ἄτοπον. Ὅθεν, ἐκεῖ ὁποῦ ἤνοιγαν οἱ ἐργάται τὰ θεμέλια, νὰ καὶ φαίνεται ἔξαφνα
εἷς μεγάλος θησαυρός· ἀλλ᾿ἤθελεν ἀπορήσει τίς, τί κακὸν ἐνδέχετο νὰ πάθῃ ἡ
Ὁσία, ἀπὸ τὴν εὕρεσιν τοῦ θησαυροῦ; ἐκεῖνος μόνος ὁ δόλιος καὶ πανοῦργος
ἠξεύρει τοὺς δόλους καὶ τὰς πανουργίας τοῦ· ἴσως ἐδοκίμασε νὰ τὴν ῥίψῃ εἰς
φιλαργυρίαν, ἤ εἰς ὑψηλοφροσύνην, πῶς τάχα ἔφθασεν εἰς μεγάλα μέτρα ἀρετῆς, καὶ
ὁ Θεὸς διὰ τὴν ἀρετὴν αὐτῆς, τῆς ἔδωκε τὸν ἀνέλπιστον θησαυρὸν. Ἤ διὰ τοῦτο, ἤ
διὰ ἄλλο αἴτιον, ἐκεῖνος ὁ πονηρότατος ἠξεύρει τὴν πονηρίαν τοῦ. Καὶ ὁ
πανάγαθος καὶ φιλάνθρωπος Θεὸς δὲν τὸν ἐμπόδισεν, ἀλλὰ τὸν ἄφησε, διὰ νὰ νικηθῇ
καὶ νὰ καταισχυνθῇ ἀπὸ τὴν ἀπάθειαν τῆς Ὁσίας, καθώς ποτε ἐνικήθη καὶ ἀπὸ τὴν
ἀπάθειαν καὶ ἀφιλάργυρον γνώμην τοῦ μεγάλου Ἀντωνίου, ὅταν τοῦ ἔδειξεν εἰς τὴν
ἔρημον τὸν θησαυρὸν· ὅτι δὲν ἐχάρη, οὐδὲ ἐσκίρτησεν ἡ Ὁσία, ἰδοῦσα παρ᾿ ἐλπίδα
τὸν θησαυρόν, καθὼς ἤθελε κάμει ἄλλος ἐμπαθὴς καὶ φιλάργυρος, ἀλλὰ τί; πίπτει
παρευθὺς εἰς θερμὴν δέησιν καὶ ἱκεσίαν, καί, Κύριε Ἰησοῦ Χριστέ, ἔλεγε μετὰ
δακρύων, εἰ μὲν τὸ χρυσίον τοῦτο εἶναι ἀπεσταλμένον ἀπὸ τὴν χάριν σου, φανέρωσε
τὸ εἰς ἡμᾶς, εἰ δὲ εἶναι ἀπὸ πανουργίαν τοῦ δαίμονος, ἂς ἀφανισθῇ. Ταῦτα
προσευξαμένης τῆς Ἁγίας, (ὢ τοῦ θαύματος! ) εὐθὺς ἐφάνη τὸ λαμπρότατον χρυσίον,
ἐσβεσμένα κάρβουνα· καὶ ὅλοι οἱ ἰδόντες καὶ ἀκούσαντες τὸ παράδοξον τοῦτο,
ἐδόξασαν τὸν ἐν τοῖς Ἁγίοις αὐτοῦ δοξαζόμενον Θεόν. Καὶ οὕτω ἡ μὲν Ὁσία
ἐδοξάσθη διὰ τὴν ἀπάθειαν καὶ τὴν πρὸς τὸν Θεὸν παῤῥησίαν της, ὁ δὲ διάβολος
κατῃσχύνθη, καὶ τὸ ἐναντίον ἀπὸ ἐκεῖνα ὁποῦ ἐδολιεύθη νὰ κάμῃ, ἐγένετο. Ἐπειδὴ
ἡ μὲν Ματρῶνα μετὰ τῶν συνασκουμένων, ἔλαβε θάῤῥος πολὺ εἰς τὴν οἰκοδομὴν τοῦ
Ναοῦ, οἱ δὲ δουλεύοντες ἔγιναν προθυμότεροι εἰς τὸ ἔργον των, ἀπὸ τὴν
θαυματουργίαν ταύτην.
Ἀφ᾿
οὑ δὲ ἐτελείωσε τὸν Ναόν (μὲ τὴν βοήθειαν τοῦ Ἁγίου μεγαλομάρτυρος Ἀρτεμίου εἰς
τοῦ ὁποίου τὸ θεῖον ὄνομα ἐτιμᾶτο) τότε ἐτελείωσε καὶ ἡ γερόντισσά της τὴν
πρόσκαιρον ταύτην ζωήν, καὶ ἀπῆλθεν εἰς τὴν αἰώνιον, αἱ δὲ συνασκούμεναι
ἀδελφαί, παρεκάλουν θερμῶς τὴν Ματρῶνα νὰ δεχθῇ τὴν προστασίαν καὶ ἡγουμενίαν
τοῦ Μονηδρίου, καὶ τέλος πάντων καὶ μὴ θέλουσαν τὴν ἐψήφισαν Ἡγουμένην, καὶ
ὑπετάσσοντο εἰς αὐτήν. Ἐπειδὴ δὲ εἰς τὰ γυναικεία Μοναστήρια συνηθίζουν νὰ
λέγουν τὴν Ἡγουμένην Κυράν, τὴν ἔλεγον οὕτως· ὅθεν, ἐπεκράτησεν ἔκτοτε, καὶ
λέγεται ἀκόμη καὶ τὴν σήμερον Ἁγία Κυρά. Ἀγκαλὰ καὶ τὰ κύριά της ὀνόματα Μαρία
καὶ Ματρῶνα, τοῦτο δηλοῦσιν, ἤγουν Κυρία, ὡς καὶ τὸ ἐπίθετον, καὶ οἰκείως καὶ
καταλλήλως, καὶ ὡς ἀπὸ θείαν νεῦσίν της ἐδόθησαν ὅλα. Ὅτι, οὐ μόνον φερωνύμως
ἐκυρίευσε τὰ πάθη καὶ τὸν κόσμον καὶ τοὺς κοσμοκράτορας, ἀλλὰ καὶ αὐτὸν τὸν
θάνατον τὸν κυριεύοντα παντὸς τοῦ ἀνθρωπίνου γένους ἐκυρίευσε καὶ ἐνίκησε, καὶ
ὡσὰν ἕνα ὕπνον τὸν ἀπέδειξε· καὶ ἀκούσατε, διὰ νὰ θαυμάσητε, καὶ νὰ πιστωθῆτε
τὴν ἀλήθειαν.
Τὸν
καιρὸν ὁποῦ ἐξουσίαζον οἱ Γενουβέζοι τὴν Χίον, ἦλθε πλῆθος πολύ, ἀπὸ ἕν
βάρβαρον ἔθνος τῆς Δύσεως, ἄνθρωποι βάρβαροι, καὶ κατὰ τὴν γλῶσσαν, καὶ κατὰ τὸ
ἦθος ἀγριώτατοι καὶ ἀπανθρωπότατοι, καὶ ἔκαμνον πολλὰς ἁρπάγας καὶ ζημίας εἰς
τὴν Χίον. Ἐλθόντες δὲ καὶ εἰς τὸ Μοναστήριον τῆς Ὁσίας, ὥρμησεν εἷς ἀπὸ αὐτούς,
ὁ πλέον ἀναιδέστερος καὶ ἀναισχυντότερος τῶν ἄλλων, νὰ βιάσῃ μίαν Καλογραίαν,
ἀλλ᾿ ὢ τοῦ θαύματος! παρεμβαλεῖ Ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν, καὶ
ῥύσεται αὐτούς· ἔφθασεν ἡ θεία δίκη τὸν ἄδικον, καὶ ἔπεσε τὴν ὥραν ἐκείνην
νεκρὸς εἰς τὴν γῆν. Ἡ Ὁσία λοιπόν, ἥτις εἶχεν ὅλην τῆς τὴν ἐλπίδα καὶ τὴν
πεποίθησιν εἰς τὸν Θεόν, καὶ ἐκεῖθεν ἐζήτει διὰ προσευχῆς τὴν βοήθειαν,
βλέπουσα τοῦτο, ἐδόξασε τὴν ταχεῖαν τοῦ Θεοῦ ἀντίληψιν, ἀλλὰ καὶ ἐσπλαγχνίσθη
τὸν ἄσπλαγχνον ἐκεῖνον βάρβαρον, καὶ προσευξαμένη εἰς τὸν Θεόν, τὸν ἔχοντα ζωῆς
καὶ θανάτου τὴν ἐξουσίαν, τὸν ἀνέστησε μὲ θαῦμα καὶ ἔκπληξιν τῶν ἰδόντων καὶ ἀκουσάντων
τὸ γεγονός. Ἀφ᾿ οὗ δὲ τὸν ἀνέστησε, καὶ ἐτρόμαξε μὲ τὰ δύω ταῦτα, μὲ τὸν
θάνατον λέγω καὶ τὴν ἀνάστασιν, τοὺς φοβεροὺς ἐκείνους βαρβάρους, ἔχουσα τὸν
καιρὸν ἐπιτήδειον, τοὺς ἐνουθέτησεν ὡς ἔπρεπε, καὶ τοὺς ἀπέλυσεν· οἱ δὲ
ἀνεχώρησαν ἐκ τῆς Χίου ἔμφοβοι καὶ ἔντρομοι. Ὅθεν, ἐλθόντες καὶ δευτέραν φοράν,
δὲν ἐτόλμησαν νὰ ὑπάγουν πλέον εἰς τὸ Μοναστήριον τῆς Ἁγίας, καὶ ὄχι μόνον
τοῦτο, ἀλλὰ καὶ εἰς ὅλην τὴν πόλιν ἐφάνησαν ἡμερώτεροι καὶ φιλανθρωπότεροι, καὶ
τὰ πρότερα δεινὰ δὲν ἐτόλμησαν πλέον να κάμουν.
Πλήν,
τὸ νὰ ἀναστήσῃ διὰ προσευχῆς τὸν νεκρὸν ἡ Ὁσία, ἦτον τῆς θείας χάριτος
κατόρθωμα, καὶ τῆς πρὸς Θεὸν παῤῥησίας της ἔνδειξις· τὸ δὲ νὰ ἀποθάνῃ καὶ αὐτὴ
ἡ ἰδία ὡς ἄνθρωπος, εἶναι τῆς ἀνθρωπίνης φύσεως νόμος κοινός, καὶ χρέος
ἀπαραίτητον. Ὅθεν, ὅταν εὐδόκησεν ὁ ἀθάνατος αὐτῆς Νυμφίος Χριστός, νὰ τὴν
παραλάβῃ διὰ θανάτου εἰς τοὺς ἀθανάτους καὶ οὐρανίους νυμφῶνας αὐτοῦ, καὶ νὰ
τὴν ἀναπαύσῃ ἀπὸ τοὺς ἀσκητικοὺς αὐτῆς κόπους εἰς τὴν αἰώνιον ἐκείνην
μακαριότητα τοῦ οὐρανοῦ, τότε τῆς ἀπεκάλυψε πρὸ ἑπτὰ ἡμερῶν, τὸ μακάριον τέλος
τῆς, καὶ τὴν πρὸς αὐτὸν ἐκδημίαν της, καὶ μικρὸν ἀσθενήσασα, ἐπροσκάλεσε τὰς
ἀδελφὰς καὶ ὑποτακτιτάς της, καὶ τὰς ἐνουθέτησεν ὡς μήτηρ, καὶ τὰς ἐσυγχώρησεν,
εἶτα καὶ αὕτη, συγχώρησιν λαβοῦσα παρ᾿ ἐκείνων, καὶ ὅλα τὰ Χριστιανικὰ τελέσασα,
καὶ τὴν κοινωνίαν τῶν ἀχράντων Μυστηρίων δεξαμενή, παρέδωκε τὴν ἁγίαν τῆς ψυχὴν
εἰς τὰς ἀχράντους χεῖρας τοῦ ψυχοσώστου Θεοῦ. Ἐκοιμήθη δὲ ἠΑγία αὕτη ἐν ἔτει
ἀπὸ Χριστοῦ 1462, τῇ κ´. τοῦ Ὀκτωβρίου, καὶ ἐτάφη τὸ ἱερὸν αὐτῆς σῶμα εἰς τὸν
Ναὸν ὁποῦ ἔκτισεν ἡ ἰδία. Ὁ δὲ τῶν θαυμασίων Θεός, ὃν ἐδόξασε μὲ τοὺς
ἀσκητικούς της ἀγῶνας, καὶ μὲ τὰς ἀρετάς της, τὴν ἐδόξασε μετὰ θάνατον μὲ τὴν
θείαν τοῦ χάριν, καὶ ἀνέδειξεν εἰς τοὺς ἀνθρώπους τὰ θεία τῆς λείψανα, καὶ τὸν
ἱερὸν τῆς Ναόν, πηγὴν θαυμάτων ἀένναον, καὶ ἰατρεῖον ἄμισθον παντὸς πάθους, καὶ
πάσης ἀσθενείας.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Μάρτυρος Ἀρτεμίου
Ὁ
πάντα λαμπρὸς Ἀρτέμιος ἐν βίῳ,
Τμηθεὶς ἀπῆλθεν εἰς ὑπέρτατον κλέος.
Τμηθεὶς ἀπῆλθεν εἰς ὑπέρτατον κλέος.
Οὗτος
ὁ μακάριος Ἀρτέμιος, δοὺξ καὶ αὐγουστάλιος Ἀλεξανδρείας γενόμενος καὶ πατρίκιος
ἐτιμήθη ὑπὸ τοῦ μεγάλου βασιλέως Κωνσταντίνου. Τοῦ δὲ ἀποστάτου Ἰουλιανοῦ
δραξαμένου τὴν βασιλείαν καὶ τοὺς χριστιανοὺς τιμωρουμένου ἐν Ἀντιοχείᾳ,
αὐτόκλητος εἰς τὸν ἀγῶνα ὁ μακάριος ἔρχεται· καὶ τὴν παρανομίαν αὐτοῦ
διελέγξας, τύπτεται βουνεύροις ὠμοῖς καὶ τριβόλοις ὀξέσι τὸν νῶτον ξέεται καὶ
ὀγκίνοις τὰς πλευρὰς καὶ τὰ βλέφαρα διαπείρεται καὶ ὑπὸ λιθοξόων μεγίστης
πέτρας διαιρεθείσης μέσον ἐμβάλλεται· καὶ τῆς πέτρας μέσον ἀπολειφθείς,
ὀφθαλμῶν στερεῖται, τὰ ἔγκατα τῇ γῇ συνελαύνεται καὶ τελευταῖον τὴν διὰ ξίφους
δέχεται τελευτήν.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις
τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ὁσίου Γερασίμου του ἐν
Κεφαλληνίᾳ
Γεράσιμος κάλλιστον
ἤρατο στέφος,
Ἐκ τῆς ἄνωθεν
δεξιᾶς τοῦ Κυρίου.
Οὗτος,
ἐκ τῆς Πελοποννήσου ἀνέτειλεν ἐξορμώμενος, ἐκ κώμης λεγομένης Τρίκκης, κατὰ δὲ
τὴν κοινὴν συνήθειαν Τρίκκαλα λεγομένης. Τούτου δὲ γονεῖς εὐσεβεῖς καὶ εὐγενεῖς
καὶ πλούσιοι σφόδρα ἐτύγχανον, ὧν ὁ μὲν πατὴρ Δημήτριος, ἡ δὲ μήτηρ Καλὴ
ὠνομάζοντο, τοὐπίκλην δὲ Νοταράδων. Γεννηθεὶς τοίνυν ὁ μακάριος ἐξ αὐτῶν, εὐθὺς
εἰς τὴν τῶν ἱερῶν γραμμάτων ἐκδίδοται μάθησιν, δεξιᾶς δὲ τυχὼν φύσεως τὴν θείαν
γραφὴν ἐκπεπαίδευτο. Ἀπαναστὰς δὲ τῆς πατρίδος, τῇ τῆς Ζακύνθου νήσῳ ἐπιβαίνει,
ἐν ᾗ διατρίψας ὀλίγον, ἔξεισι ταύτης καὶ τὴν Ἑλλάδα πᾶσαν περινοστήσας, εἰς
Θετταλίαν ἀφίκετο. Εἶτ’ ἄνεισιν ἐκεῖθεν εἰς Εὔξεινον Πόντον, μεθ’ ὅν εἰς
Βυζάντιον, καὶ Προποντίδα, καὶ Χαλκηδόνα, ἀλλὰ καὶ τὰ πέριξ δὲ τοῦ Βυζαντίου
εἴασε περιελθὼν ἀνιστόρητά τε καὶ ἀθεώρητα κακεῖθεν ἀπάρας, τὸ ἁγιώνυμον ὄρος
τοῦ Ἄθω καταλαμβάνει, ἔνθα τὰ κάλλιστα τῆς ἀρετῆς παρὰ τῶν ἐκεῖσε ἀσκουμένων
μοναχῶν ἀπεῤῥανίσατό τε καὶ ἀπεδρέψατο, ἰδίως δέ, ἐν τῷ κελλίῳ τῆς Ἁγίας
Τριάδος, τὸ εὑρισκόμενον ἀποκάτω τοῦ κυριακοῦ τῆς Ἱ. Σκῆτης τῆς Ἁγίας Ἄννης.
Διεγνωκὼς δὲ ἐκεῖθεν ἀπάραι, τοὺς ἱεροὺς καὶ σεβασμίους τόπους τῆς Ἱερουσαλὴμ
καταλαμβάνει, προσκυνῆσαι καὶ αὐτοὺς ἐπειγόμενος, ἔπειτα καὶ τὸ ἅγιον ὄρος τὸ
Σίναιον, καὶ Ἀντιόχειαν, καὶ Ἀλεξάνδρειαν, καὶ Δαμασκόν, καὶ πᾶσαν τὴν
Αἴγυπτον, καὶ Λιβύην, καὶ τὴν Ἑῶαμ σχεδὸν πᾶσαν εἰπεῖν. Ἐν Ἱεροσολύμοις δὲ
παροικήσας, χειροτονεῖται παρὰ τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου πατριάρχου κυρίου
Γερμανοῦ, τοῦ τηνικαῦτα τὸν θρόνον τοῦ Ἁγίου Ἀποστόλου Ἰακώβου τοῦ Ἀδελφοθέου
ἰθύνοντος, ὑποδιάκων, διάκων, καὶ πρεσβύτερος. Πρότερον κανδηλανάπτης ἐν τῷ
Ἁγίῳ Τάφῳ χρόνον ἕνα ποιήσας, ὑπηρέτησε δὲ κἀν τούτοις, καὶ τῷ ἁγίῳ τούτῳ
πατριάρχῃ ἔτη δώδεκα. Ἐποίησε δὲ καὶ ἐν τῷ Ἰορδάνῃ ποταμῶ τὸ τεσσαρακονθήμερον
μύστης διατελέσας κατὰ μίμησιν τοῦ Χριστοῦ, καὶ αὖθις ἐπανῆλθεν εἰς τὸ
πατριαρχεῖον. Μὴ δυνηθεὶς δὲ ἐκεῖσε διαμεῖναι μέχρι τῆς αὐτοῦ βιωτῆς, ἔκδοσιν
συγχωρήσεως παρὰ τοῦ ἁγιωτάτου πατριάρχου ἠτήσατο ἀπελθεῖν ὅπου ἄν βούλοιτο.
Ἐνθέντοι ἀπάρας ἐκεῖθεν τὴν τῶν Κρητῶν νῆσον, φθάσας ἀφῆκτο. Ταύτης δὲ ἐκβάς,
εἰς Ζάκυνθον προσαποπλέει, ἐν καὶ τὴν ἀσκητικὴν διαγωγὴν μετιὼν ἐν πέντε τοῖς
ἔτεσι παρῳκηκώς, ὡς ἄσαρκος ἐν σαρκὶ ἠγωνίζετο τῇ θείᾳ δυνάμει ῥωννύμενος. Ἐν
οἷς χρόνοις τοῖς τῶν ἑβδομάδων μησὶν ἦν ἐσθίων ἄνευ ἅλατος κολοκύνθην, τὸν δὲ
ἐπίλοιπον χρόνον ὅσπρια ἦν αὐτῷ ἡ τροφή, καὶ αὐτά, ἄνευ ἄρτου βεβρεγμένα. Ὁ δὲ
τόπος ἐν ᾧ ἠσκεῖτο ὁ Ἅγιος, σπήλαιον ἦν, ἐν ᾧ διῆγε μονώτατος. Ἀπῆρε δὲ
ἐκεῖθεν, καὶ εἰς Κεφαλληνίαν τὴν ἀντικρὺ Ζακύνθου νῆσον διεπορθμεύσατο. ᾟ καὶ
ἐπιβάς, ἔνδεκα μῆνας ἔντινι τόπῳ σπηλαία καλουμένῳ πέντε ἔτεσιν παρῴκησεν.
Εἶτα, προσαναβὰς εἰς τόπον τινὰ Ὁμαλὰ ὀνομαζόμενον πλησίον κωμοχώρων
τυγχάνοντα, εὑρίσκει ναὸν τινὰ παλαιὸν ἐν αὐτῷ, ὅνπερ ἀνανεώσας ἐκ βάθρων,
ὠκοδόμησε τοῦτον καὶ μετήγαγεν εἰς μοναστήριον γυναικεῖον. Ἐδείματο δὲ ἐν αὐτῷ
καὶ οἰκίσκους, καὶ κέλλας σὺν τῷ τούτων περιτειχίσματι. Ἔνθα, κανονικὰς
εἰκοσιπέντε τῷ ἀριθμῶ συνηαγήωχε καὶ νέαν Ἱερουσαλὴμ τὸν θεῖον ναὸν ἐπωνόμασε,
καὶ ὁσημέραι τὰς μοναζούσας διετέλει διδάσκων τὴν πνευματικήν, καὶ ἰσάγγελον
πολιτείαν. Ταύταις δὲ συνὼν καὶ αὐλιζόμενος, μεγάλους ἀγῶνας διὰ νηστείας καὶ
κακουχίας τοῦ σώματος, καὶ στάσεως ὁλονύκτου ἐπεδείξατο. Ἔφθη δὲ διηνεκὼς τὶ ἐν
τῇ ὑπ’ αὐτοῦ οἰκοδομηθήσῃ μονῇ, τὶ ἐν ἄλλῳ τόπῳ, πρὶν ἐκεῖσε ἐλθεῖν χρόνους
τριάκοντα, ἄρτου τὸ σύνολον μὴ γευσάμενος. Καθαγιάσας οὖν ἑαυτόν, καὶ δάκρυσι
ποταμηδὸν ἀποπλύνας καὶ ἐκκαθάρας, καὶ θαυμάτων χάριν παρὰ Θεοῦ εἰληφώς, τοῦ
Ἁγίου Πνεύματος γέγονε καταγώγιον. Οὖ, τῇ ἐπιλάμψει καὶ αἴγλῃ ἀνομβρίας οὔσης
ὕδωρ διὰ προσευχῆς καταγαγὼν ἱκανῶς τὴν γῆν κατήρδευσεν. Ἔτι δὲ καὶ δαιμονῶντας
ἰάσατο, καὶ ἀσθενοῦσι τὴν ῥῶσιν ἐχαρίσατο. Φθάσας δὲ εἰς βαθύτατον γῆρας, καὶ
πολλῶν θαυμάτων πλήρης γενόμενος, καὶ γνοὺς τὴν αὐτοῦ τελευτὴν πρὸ ἡμερῶν, καὶ
τὰς μοναστρίας συγκαλεσάμενος, καὶ αὐταῖς συνταξάμενος, καὶ κατηχήσας αὐτάς,
καὶ συγχώρησιν παρ’ αὐτῶν ἐξαιτήσας, καὶ ἐπευλογήσας αὐτάς, καὶ πᾶσι
χριστιανοῖς τὴν τελείαν συγχώρησιν δεδωκώς, καὶ ἐπεὐξάμενος τῶ Θεῶ, τὸ πνεῦμα
παρέθετο, ζήσας τὰ πάντα ἔτη ἑβδομήκοντα, καὶ μικρόν τι πρός. Ἔζησε δὲ ἐξότου
εἰς τὴν μονὴν ἀφίκετο, ἐνιαυτοὺς δέκα πρὸ τοῖς ἐννέα. Τοὺς δὲ λοιποὺς ἔνθεν
κακεῖθεν περινοστῶν διετέλεσεν, ὡς εἶπωμεν ἀνωτέρω. Τὰ δὲ ἄλλα θαύματα, καὶ τὰς
ἐν γῇ αὐτοῦ ἔτι ζῶντος παλαίστρας, καὶ ἀριστείας καὶ ἀγρυπνίας καὶ κατατήξεις
τοῦ σώματος, καὶ τὰς τῶν δακρύων πηγὰς καὶ ἐπιῤῥοάς, καὶ πρὸς τοὺς ὑπεναντίους
ἀγῶνας καὶ παρατάξεις, ἀδύνατον γραφῇ παραδοθῆναι. Ἐκοιμήθη δὲ ὁ Ἅγιος οὗτος
Γεράσιμος, ἐν ἔτει χιλιοστῷ πεντακοσιοστῷ ἑβδομηκοστῷ ἐννάτῳ, Αὐγούστου δεκάτῃ
πέμπτῃ. Ἀλλ’ ἐπειδὴ ἐν ταύτῃ τῇ ἡμέρᾳ ἑορτάζεται καὶ ἡ τῆς Θεομήτορος
μετάστασις, διὰ τοῦτο ἡ τοῦ Ἁγίου τοῦδε μνήμη μετετέθη τῇ ἑπομένῃ ἡμέρᾳ ιστ΄.
Τὰ
δὲ μετὰ τὸν θάνατον αὐτοῦ θαύματα, ἅ τὸ ἄφθαρτον αὐτοῦ ἱερὸν λείψανον ὅσαι ὥραι
τυγχάνομεν διατελεῖ, ἀφίημι ταῦτα λέγειν, καὶ ἐπεκδιηγεῖσθαι πάμπολλα ὅντα.
Ἑμὸς δὲ ὅμως ἀξιομνημονεύτου μνημονεύσαντες, τὰ λοιπὰ καταλείψομεν. Γυνή τις ἐκ
δαιμονικῆς ἐνεργείας ἐνδιατρίβουσα τῇ μονῇ εἰς τὸ φρέαρ κατήχθη, καὶ ἀνήχθη
ἀβλαβὴς τοῦ Ἁγίου ἐπιφανέντος αὐτῇ, καὶ βαστάζοντος ταύτην. Οὗ τὴν φωνὴν τὴν
συνήθη ἀκούσασαι αἱ κανονικαί, νυκτὸς οὔσης, ἠγέρθησαν κύκλῳ περισκοπούμεναι,
εἴπου φωνῆς αὖθις τῆς τοῦ Ἁγίου ἀκούσαιεν. Ἐκζητήσασαι δὲ καὶ τὴν γυναῖκα
εὑρεῖν ἐν ᾧ τόπῳ κατῴκει, οὐχ εὗρον. Δαίμονι γοῦν ἧν κάτοχος ἡ γυνή, μὴ
εὑροῦσαι δὲ τὸ παράπαν αὐτήν, παρακύπτουσι καὶ εἴς τι φρέαρ ἐκεῖ πλησίον, ἰδεῖν
μήπου ἔξ ἐπηρείας τοῦ δαίμονος καταπέπτωκε. Παρακύψασαι δέ, ὁρῶσιν αὐτὴν
ἐπιφερομένην τοῖς ὕδασιν, ὥσπερ τινός ταύτην ἀοράτως βαστάζοντος, ἐξαγαγοῦσαι
δὲ ταύτην τοῦ φρέατος, ἔμαθον παρ’ αὐτῆς, ὅτι ὁ Ἅγιος ἐπιφανεὶς ταύτην
ἐβάσταζεν. Οὗ καὶ τῆς ἡδύστης καὶ γλυκείας φωνῆς αὐτήκοοι ἐγένοντο αἱ
μονάστριαι. Αἵτινες τὸ παράδοξον τοῦτο θεασάμεναι, δόξαν τῶ πάντων δωτῆρι Θεῶ
καὶ τῷ Ἁγίῳ ἀνέπεμψαν τῷ ἀντιδοξασθέντι ὑπὸ τοῦ δοξάσαντος αὐτὸν μεγάλου Θεοῦ
ζῶντι καὶ τεθνεῶτι. Εἰσὶ δὲ καὶ ἕτερα ἅτα πλεῖστα ὡς προεόρηταί μοι τὰ τοπυ
Ἁγίου θαύματα καὶ τεράστια. Διὰ δὲ τὸ πλῆθος, τοῦτο μόνον ὡς ἀναγκαῖον εἰς
μέσον εἰς μνήμην παρήχθη. Τὰ δὲ ἄλλα παραλείφθησαν, τοῦτο μέν, ὅτι τοῖς
πιστεύουσιν ἱκανὸν ἐστὶν ἐξ ὄνυχος τὸν λέοντα εἰκάσαι. Τοῦτο έ, ὅτι τοῖς
ἀπιστοῦσιν οὐδ’ ὅλος ὁ λέων φαινόμενος πείσειεν. Τοῖς δὲ ἀμφιβάλλουσι, τῷ τοῦ
Ἁγίου λειψάνῳ προσείτωσαν, καὶ ὄψονται οὐ μόνον σῶμα ἄφθορόν τε καὶ ἀκέραιον,
ἀλλὰ καὶ πάσης εὐωδίας καὶ ἰαμάτων πηγὴν ἀνεξάντλητον. Ἦν δὲ ὁ Ἅγιος κατὰ τὴν
ἰδέαν τοῦ σώματος ὅμοιος τῷ Ἁγίῳ Θεοδοσίῳ τῷ Κοινοβιάρχῃ, πλὴν τοῦ γενείου,
ὑπεξάνθιζε γοῦν κατὰ τὸν πόγωνα ὁ Ἅγιος οὗτος.
Τῇ
αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἐβόρης
καὶ Ἐνόης, λιθοβοληθέντες τελειοῦνται.
Λίθοις Ἐβόρην
καὶ σύναθλον Ἐνόην,
Λίθων λάτραι
κτείνουσιν ἀθλητοκτόνοι.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ζεβινᾶς, Γερμανός, Νικηφόρος καὶ Ἀντωνῖνος,
ξίφει τελειοῦνται.
Ξίφος
Ζεβινᾶν, Γερμανόν, Νικηφόρον.
Σὺν Ἀντωνίῳ δεικνύει νικηφόρους.
Σὺν Ἀντωνίῳ δεικνύει νικηφόρους.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Μαναθὼ ἡ
παρθένος, πυρὶ τελειοῦται.
Τί καὶ
καθαρθῇς εἰς τὸ πῦρ βεβλημένη,
Ἁγνὴ Μαναθώ,
πνεῦμα σῶμα παρθένε;
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Βασιλείου, ἐπισκόπου Τραπεζούντος.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις
τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ὁσίου Γρηγορίου τοῦ
Καλλίδη.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Ὁ διασώσας ἐν πυρί.
Σοῦ ἐπὶ πέτραν τὴν στεῤῥάν,
τῆς ἐπὶ τὸν Κτίστην ἐλπίδος, στήσασα πόδας τῆς ψυχῆς, κατηυθύνθην τὰ σὰ
διαβήματα, εἰς ὁδὸν τὴν σωτήριον, ἐντολῶν τῶν τοῦ Δεσπότου Ὁσία Μῆτερ.
Τῆς Ἰουδὶθ τὰ κατὰ σέ,
καθυπερτεροῦντα ὁρᾶται· οὐχ᾿ Ὁλοφέρνην κτείνεις γάρ, ἀλλ’ αὐτοῦ τοῦ τὴν Εὔαν
πτερνίσαντος, ξίφει τέμνεις ἀσκήσεως κεφαλήν, καὶ θριαμβεύεις αὐτοῦ τὴν ἧτταν.
Ἄκλυστος πέφηνας λιμήν,
τοῖς ἐν τῇ θαλάσσῃ τοῦ βίου, ναυτιλλομένοις καὶ πολλῶν, συμφορῶν ποντουμένοις
τῷ κλύδωνι, εἰς γαλήνην μετάγουσα, πειρασμῶν τὴν καταιγίδα σῇ ἀντιλήψει.
Θεοτοκίον.
Τὴν τῆς προμήτορος ἁγνή,
πτῶσιν θεραπεύεις τῷ τόκῳ, καὶ ἀπογόνους τὰ αὐτῆς, πρὸς τὴν πάλην καὶ νίκην
διήγειρας, τοῦ ἐκείνην πτερνίσαντος, ἁμαρτίας ἐνηδύνου φυγούσας γεῦσιν.
ᾨδὴ
η´. Παῖδας εὐαγεῖς.
Ἵνα τῆς πατρίδος ἐπιτύχῃς,
τῆς ἄνω τὴν κάτω Μῆτερ καταλέλοιπας, καὶ τοῖς μὴ προσήκουσι, ξένη ξένοις
ἔκρινας, χριστομιμήτως πάνσοφε συναναστρέφεσθαι· τὸν Κύριον ὑμνεῖτε βοῶσα, καὶ
ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Νοῒ καθαρῷ τε καὶ τελείῳ,
τὸν μόνον ἐν τοῖς Ἁγίοις παμμακάριστε, ἐπαναπαυόμενον, Κύριον ζητήσασα, καὶ
τούτου μεθ᾿ ἡμέραν τε καὶ νύκτωρ ἔνδοξε, ὁρῷσα τὸ ἀμήχανον κάλλος, ἐμελπες ὑμνεῖτε,
Χριστὸν εἰς τοὺς αἰῶνας.
Νικάται καὶ πίπτει σοῖς
ἀγῶσιν, ὁ πάλαι φυσῶν μεγάλα τύραννος, καὶ κατεπεφρόνηται, ὁ γῆν καταλήψεσθαι,
μεγαλαυχῶν καὶ θάλασσαν, ὢ θείας χάριτος, τῆς σὲ ἐνισχυσάσης Ματρῶνα! ὢ προθέσεώς σου καὶ γνώμης τῆς ἀτρέπτου!
Θεοτοκίον.
Ἰδού σοι παρθένοι μέχρι
τέλους, αἰῶνος ὦ μητροπάρθενε ἐφέπονται, καὶ τῷ σῷ προσάγονται, τόκῳ
θεονύμφευτε, καὶ σὲ τὴν τούτου πρόξενον πόθῳ γεραίρουσι· μεθ᾿ ὧν καὶ ἡ θεόφρων Ματρῶνα, πόνοις προσηνέχθη ἀσκητικοῖς ἐκείνῳ,
ᾨδὴ
θ´. Ἅπας γηγενής.
Κρήνη σὴ σορός, καὶ τάφος
γνωρίζεται θαυμάτων ἔνδοξε, καὶ τῶν ἰαμάτων δέ, πηγὴ τυγχάνει οὖσα ἀκένωτος,
πρὸς ὃν οἱ καταφεύγοντες, παντοίων ῥύονται, νοσημάτων, εἰς δόξαν καὶ αἴνεσιν
τοῦ τὸ σὸν μεγαλύνοντος ὄνομα.
Ἤδη πρὸς αὐτά, τὰ ἄνω
σκηνώματα, μεταχωρήσασα, ὑπὲρ δι᾿ ἐσόπτρου σοι, ὠρατο πάλαι, καὶ ἐν αἰνίγματι,
νῦν καθορᾷς τρανώτερον καὶ καθαρώτερον, πανολβία ἤδη λελυμένων σοι, τῶν ἐσόπτρων
τὸ κάλλος τοῦ κτίσαντος.
Τέλους οἵου σύ, Ματρῶνα τετύχηκας, πλοῦτον συλλέξασα, ἐναρέτων
πράξεων, ὡς ναῦς Ὁσία τίς μυριάγωγος, καὶ ἐν λιμένι, φθάσασα τῆς ἀναπαύσεως,
προσωρμίσθης, ἐκ τῆς γῆς ἀπάρασα, ὡς ἐκ ζάλης φυγοῦσα καὶ κλύδωνος.
Ἄθλους σοὺς σεμνή, καὶ τὰ
ὑπὲρ ἄνθρωπον θεία παλαίσματα, ἔγωγε τετόλμηκα ὁ σὸς ὁ ἱκέτης ἁγνὴ πανεύφημε,
γλώσσῃ ῥυπώσῃ χείλεσι, βεβήλοις ᾄσαι νῦν, ἀλλ᾿ αὐτή μοι, σύγγνωθι καὶ δίδου μοι
συμπαθῶς τὰ τοῦ πόθου ἐπίχειρα.
Θεοτοκίον.
Στόμα τὸ ἐμόν, αἰνέσεως
πλήρωσον τῆς σῆς ὦ Δέσποινα, καὶ ὡς ἄλλο δεῖξόν με, τὸν σὸν οἰκέτην ἁγνὴ
ψαλτήριον, ἐπὶ τῆς γῆς δεκάχορδον, διπλῆς αἰσθήσεως, τῆς πεντάδος, τῇ καθάρσει
ἵνα σε, μεγαλύνω ᾀεὶ παναμώμητε.
Ἐξαποστειλάριον.
Ἐπεσκέψατο ἡμᾶς.
Τῆς
ψυχῆς τὸ τριμερές, εἰς ἀπαθείας ἄβυσσον, κατέδυσας ὦ Ματρῶνα,
καὶ ἁβρόχως τῆς ζωῆς, διαγαγοῦσα πέλαγος, πρὸς γῆν τῆς ἐπαγγελίας τῆς ἄνω
κατήντησας.
Θεοτοκίον.
Ἀκρασίας
τῷ καρπῷ, ὁ ὄφις δελεάζων με, ἡδοναῖς θέλγει τοῦ βίου, καὶ παραβάτην ἐντολῶν,
τῶν θείων ἀπεργάζεται, ἀλλὰ σὺ τῷ Θεῷ μεε, Παρθένε κατάλλαξον.
Εἰς
τοὺς Αἴνους. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ
τοῦ παραδόξου θαύματος! πῶς καὶ γυναῖκες ὀφρύν, τοῦ μεγάλα, αὐλήσαντος,
καθαιροῦσιν ὄφεως! πῶς ἰσχὺν ἐνεδύσατο, τὴν κατ᾿ ἐκείνου, τὸ ἀσθενέστατον, τῷ
ὄντι φῦλον! πῶς εἰς ἀγῶνας χωρεῖ, τοὺς ὑπὲρ ἄνθρωπον, ἡ τὸ πρὶν εὐόλισθος,
φύσις διό, Χριστὸν μεγαλύνομεν τὸν τούτου πρόξενον.
Ὢ
τῆς γενναίας ἐνστάσεως, καὶ παλαισμάτων τῶν σῶν, ὦ Ματρῶνα θεόληπτε, δι᾿ ὧν
ἐκνικήσασα, τὴν δαιμόνων παράταξιν, τὸ κατ᾿ ἐκείνων ἔστησας τρόπαιον, καὶ
στεφανίτις ὤφθης ἀναίμακτος, τῆς προαιρέσεως, τὸ σεπτὸν μαρτύριον διὰ παντός,
ὑπελθοῦσα πάνσοφε, στεῤῥῶς τοῦ βίου σου.
Στῦλον
πυρὸς προηγούμενον, θεοφιλέσι ψυχαῖς, πρὸς οὐράνιον ἄνοδον, σὲ καλοῦμεν ἔνδοξε,
καὶ νεφέλην σκιάζουσαν, τῶν πρεσβειῶν σου νοτίσι καύσωνα, παθῶν παντοίων
ἐναπελαύνουσαν, ἄγαλμα ἔμψυχον, καὶ σεπτὸν κειμήλιον καὶ ἱερόν, τοῖς πιστοῖς
θησαύρισμα, μῆτερ ἀείμνηστε.
Σὲ
ὄλβον ἔσχεν ἀσύλητον, ἡ σὴ Ματρῶνα πατρίς, καὶ σεπτὸν ἀγαλλίαμα, καὶ λιμένα
ἄκλυστον, καὶ στεῤῥὸν περιτείχισμα, καὶ κατ᾿ ἐχθροῦ παντὸς ἀμυντήριον, ψυχῆς
καὶ σώματος φυλακτήριον, ἢν καὶ περίσωζε, διὰ τέλους πάνσεμνε ταῖς σαῖς εὐχαῖς,
πᾶν τὸ πρὸς ἐπήρειαν ἀποτειχίζουσα.
Δόξα.
Ἦχος πλ. δ´.
Ἄσμασί
τε καὶ κρότοις, ἐπὶ γῆς σεμνὴ ἡμᾶς τοὺς σὲ γεραίροντας, ἄμειψαι οὐρανόθεν Ὁσία,
ἐκμειλίσουσα τὸν Δεσπότην ἡμῖν τῶν πταισμάτων τὴν λύσιν πρυτανεύουσα, καὶ τὰς
ἐναντίας περιστάσεις ἐναπείργουσα, ἵνα ἤρεμον ἐπὶ γῆς βιοῦντες βίον, ἐν εἰρήνῃ
τὸν σὲ ἐν δόξῃ στέψαντα Χριστόν, μεγαλύνωμεν.
Καὶ
νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως
συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε,
ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη,
δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Δοξολογία
μεγάλη, Καὶ ἀπόλυσις.
Μεγαλυνάρια
τῆς Ὁσίας.
Χαίροις
ὦ Ματρῶνα Νύμφη Χριστοῦ, χαίροις τῶν παρθένων τῶν φρονίμων ἡ εὐκλεής, προσθήκη
Ὁσία, ἡ ἐν φαιδρᾷ λαμπάδι Χριστῷ προσυπαντήσασα τῷ Νυμφίῳ σου.
Χαίροις
ὁ τῆς Χίου θεῖος βλαστός· χαίροις τυφλωττόντων βακτηρία καὶ ἰατρός· χαίροις ἡ
τὴν νῆσον τῆς Χίου ῥυσαμένη, τῶν ἀντιμαχομένων Ματρῶνα ἔνδοξε.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα
τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀνευφημήσωμεν
Ματρῶναν ἐν ὕμνοις, καὶ ἐγκωμίοις καταστέψωμεν πάντες, τὴν ἐν ἀσκήσει λάμψασαν ἐν
Χίῳ λαμπρῶς· αὕτη γὰρ τὴν ὑπερκόσμιον, βιοτὴν ἀγαπήσασα, πάντα τὰ ἐπίκηρα ἐν
χαρᾷ ἀπηρνήθη, καὶ ἐν ἀσκήσει ὄντως θαυμαστῇ, χάριν θαυμάτων, ἡ ἔνθεος ἔλαβεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών, οὗ ἡ ἀκροστιχίς: Ματρώνῃ, τῇ Χιοπολιτίσσῃ, λιτή. Νικοδήμου.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ματρῶναν τῆς Χίου ἐπιποθῶν, τιμῆσαι ἐν ὕμνοις,
Παρακλήτου ἐπιζητῶ, ἐπίσκεψιν χάριτος ἁγίας, ἐγκωμίασαι Ὁσίας τὴν ἄθλησιν.
Ἁγνεύουσα Μῆτερ διὰ Χριστόν, τοῦ κόσμου ἠρνήθης,
ματαιότητα καὶ φθαρτά, καὶ πόθῳ ἁγίῳ ὡς στρουθίον, ἐν ἐρημίᾳ Ματρῶνα κατώκησας.
Τὰ ἄνω ποθήσασα ἐν χαρᾷ, νεότητος ἄνθος, καὶ εὐφρόσυνα
τῆς ζωῆς, ἐμφρόνως κατέλιπες Ματρῶνα, καὶ ἐνυμφεύθης Χριστὸν τὸν Θεάνθρωπον.
Θεοτοκίον.
Ῥητόρων ἐστόμωσας τὰς φωνάς, ἀφράστως τεκοῦσα, Θεοτόκε
Λόγον Θεοῦ, περίσωζε πλάνης καὶ κινδύνων, τοὺς ἀνυμνοῦντάς Σου Κόρη τὰ θαύματα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὡραΐσασα Μῆτερ τὴν σὴν
ψυχὴν χάριτι, σπεύδεις πρὸς Νυμφίον ὡς νύμφη, καταλιποῦσα τερπνά, καὶ ἐν
ἀσκήσει πολλῇ, τὴν σὴν ἀγάπην δεικνύεις, ἣν λιταῖς σου πάντιμε, ἡμῖν
κατάπεμψον.
Νεαρὸν ἡλικίας καὶ εὐπαθὲς
θήλεος, καὶ τῆς ἐρημίας τὸν φόβον, παρεῖδες πάνσεμνε, καὶ ἐν ἀγάπῃ Χριστοῦ,
ἀντιπαρῆλθες ἀνδρείως, ὦ Ματρῶνα πάντιμε, παγίδας δαίμονος.
Ἡλιόμορφος ὤφθης καὶ
ἀριστεὺς ἔνθεος, τῇ τοῦ Παρακλήτου δυνάμει, Ματρῶνα ἔνδοξε, καὶ τῶν θαυμάτων
πηγή, ἐν νήσῳ Χίῳ ἐδείχθης, μοναχῶν δὲ πρότυπον, καὶ ἐγκαλλώπισμα.
Θεοτοκίον.
Ταπεινώσει ἐγένου Μήτηρ
Θεοῦ πάναγνε, καὶ τῆς Ἐκκλησίας ἡ σκέπη, πιστῶν δὲ πρέσβειρα, χειμαζόμενων
λιμήν, καὶ ἰατρὸς ἀσθενούντων, ἀσκουμένων πρόμαχος, πάντων βοήθεια.
Διάσωσον,
τῶν μοναχῶν τὰς χορείας Ματρῶνα θεία, ἀπὸ πάσης τοῦ βελίαρ δεινῆς ἐπιθέσεως,
λιταῖς σου πρὸς Χριστὸν τὸν Σωτῆρα
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Νυμφίον Χριστὸν ποθοῦσα τὸν
Θεάνθρωπον, ἠρνήθης σοφῶς, τοῦ κόσμου ματαιότητα, καὶ ἐν ἐρήμῳ ᾤκησας, ὡς
στρουθίον ἔνθεε, τῶν Ὁσίων ὄντως συνόμιλε·
διὸ πρέσβευε διηνεκῶς, σωθῆναι ἡμᾶς Ματρῶνα σεμνή.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ Ματρῶνα τὸν Κύριον, ὑπὲρ πάντας λίαν θερμῶς ἠγάπησεν,
ἣν μεσίτριαν προβάλλομεν, τοῦ φιλεῖν ἡμᾶς Χριστὸν Θεάνθρωπον.
Χάριν ἔλαβες Πνεύματος, ὄμματα Ματρώνα πρὸς ἄνω
στρέψασα, ἐν ἀσκήσει καὶ δεήσεσι, Λόγον σὸν Νυμφίον κατευφραίνουσα.
Ἰσχυρῶς κατεπάλαισας, τῆς σαρκὸς θελήματα καὶ τοῦ
πνεύματος, ἠξιώθης καταπαύσεως, ἐν αὐλαῖς Ἁγίων θεοτίμητε.
Θεοτοκίον.
Οὐρανὸς οὖσα ἔμψυχος, Λόγον σαρκωθέντα ἐν μήτρᾳ ἔφερες,
ὑπὲρ δούλων Σου ἱκέτευε, ἵνα συγχωρήσῃ Κόρη ἅπαντας.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Πλοῦτον ἀρετῶν, δι’ ἀγώνων Μῆτερ κέκτησαι, καὶ ἀσκητῶν
τὴν νῆψιν τὴν ἀληθῆ, καὶ τῶν θαυμάτων τὴν χάριν τὴν θεοδώρητον.
Ὅπλον κραταιόν, τὸν Σταυρὸν Ματρῶνα ἔφερες, καὶ προσευχῆς
τὴν δύναμιν κατ’ ἐχθρῶν· διὸ λιταῖς σου διάσωσον τοὺς ὑμνοῦντάς σε.
Λῦσον τὴν ἡμῶν, ἀκηδίαν καὶ ἀπόνοιαν, καὶ ἀθυμίας δίνην
φοβεράν, σαῖς ἱκεσίαις πρὸς Λόγον Ματρῶνα ἔνθεε.
Θεοτοκίον.
Ἴασιν ψυχῶν, Σαῖς λιταῖς παράσχου πάναγνε, τοῖς
προσκυνοῦσι Λόγον τὸν τοῦ Θεοῦ, τὸν σαρκωθέντα ἐν χρόνῳ ἐκ Σοῦ πανάμωμε.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Τηρήσασα, ἐν Χριστῷ πανεύφημε, ὦ Ματρῶνα καθορὰν σὴν
καρδίαν, τῆς αἰωνίου ζωῆς ἀπολαύεις, μετὰ Ὁσίων ἀεὶ σαββατίζουσα, πρεσβεύεις δὲ
πρὸς τὸν Θεόν, τοῦ ῥυσθῆναι ἡμᾶς τῆς κολάσεως.
Ἰάτρευσον, τὰ ἐκ πλάνου τραύματα, καὶ ψυχῆς τὴν
δυσθυμίαν ἐν τάχει, καὶ τῶν πιστῶν, τὰς καρδίας ἐκ πλάνης, σαῖς ἱκεσίαις πρὸς
Λόγον διάσωσον, καὶ λύτρωσαι ἐκ τῶν δεσμῶν, ὦ Ματρῶνα θανάτου καὶ δράκοντος.
Συνέτισον, τῆς ψυχῆς τὸ φρόνημα, ταῖς λιταῖς σου πρὸς
Θεὸν ὦ Ματρῶνα, καὶ τὴν χαράν, τῆς εἰρήνης παράσχου, καὶ τὴν ἐλπίδα Θεοῦ τὴν
σωτήριον, καὶ πόθον τοῦ σαββατισμοῦ, καὶ ζωὴν Παραδείσου τὴν ἄληκτον.
Θεοτοκίον.
Σωτήριος, ὁ Σὸς Τόκος ἄχραντε, ὑπὲρ φύσιν τε καὶ λόγον
ἀνθρώποις, Ὃν ἐν χερσί, θαυμαστῶς ἠγκαλίσω, καὶ ἐκ μαζῶν Σου ἁγνὴ ἐγαλούχησας·
διὸ ὡς Μήτηρ τοῦ Χριστοῦ, ὑπὲρ πάντων Αὐτὸν καθικέτευε.
Διάσωσον,
τῶν μοναχῶν τὰς χορείας Ματρῶνα θεία, ἀπὸ πάσης τοῦ βελίαρ δεινῆς ἐπιθέσεως,
λιταῖς σου πρὸς Χριστὸν τὸν Σωτῆρα
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Τῶν Ὁσίων Ματρῶνα ὑπάρχεις
τὸ πρότυπον, καὶ πιστῶν τῆς Χίου λαμπρὸν μέγα καύχημα, ἑκουσίως ὑπὲρ Χριστοῦ
ἀθλήσασα στεῤῥῶς· διὸ ἔλαβες ἐν οὐρανοῖς, τῶν ἀσκητῶν τὴν χαρμονήν, καὶ τῆς
νίκης τὸν στέφανον· σκέπε ταῖς σαῖς πρεσβείαις, τοὺς σὲ πιστῶς εὐφημοῦντας, καὶ
μοναχῶν θείους χορούς, καὶ Χριστοῦ τῆς Χίου ποίμνιον.
Προκείμενον: Ὑπομένων
ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν
ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς·
Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ,
οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.
Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε
τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ
καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ
τὸ φορτίον μου ἐλαφρὸν ἐστί.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν
με...
Δεῦτε ἀνυμνήσωμεν, ἐν ἐγκωμίοις
Ματρῶναν, τὸ τῆς Χίου βλάστημα, ἀσκητῶν ἀγλάϊσμα τὸ ἐντρύφημα, ἐν χαρᾷ ἔσπευσε,
πρὸς Χριστὸν ὡς νύμφη, ἀρνηθεῖσα τὰ ἐγκόμια, ψευδῆ καὶ μάταια, καὶ φθαρτὰ καὶ
πάντα ἐπίκηρα, δεικνύουσα ἐν θαύμασι, χάριν ἣν παρέχει ἡ ἄσκησις, ὄντως
ἀνεδείχθη, ἀντίτυπον Ὁσίων τοῦ Χριστοῦ, καὶ ἀσκουμένων ὑπόδειγμα, ἡ
θεομακάριστος.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡ χάρις σου Ματρῶνα μοναχὰς ἐνισχύει ἐν τῷ ἀγῶνι αὐτῶν,
καὶ δύναμιν παρέχει, πιστοῖς ἐνασκουμένοις, καὶ βοῶσιν ἐκ πίστεως· ὁ τῶν
Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Λιμὴν καὶ προστασία σὺ πέλεις ὦ Ματρῶνα τῶν ἐν τῇ Χίῳ
πιστῶν, καὶ πάντων τῶν τιμώντων, τὴν μνήμην σου ἐν ὕμνοις, καὶ βοώντων πρὸς
Κύριον· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἱκέτευε Ματρῶνα Χριστὸν τὸν σὸν Νυμφίον τοῦ οἰκτειρῆσαι
ἡμᾶς, καὶ σῶσαι ἐκ παγίδων, ἀλάστορος τοὺς πίστει, ὁμολογοῦντας καὶ ψάλλοντας·
ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Τὸ τεῖχος μοναζόντων Σὺ πέλεις Θεοτόκε καὶ ὁδηγὸς
ἀσκητῶν, ἱκέτευε Παρθένε, ὑπὲρ τῶν Σὲ ὑμνούντων, καὶ φαιδρῶς συμψαλλόντων Σοι·
ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἠγλαϊσμένη, ὁσιακῶς νῦν εὐφραίνῃ, ἐν σκηναῖς τῶν Ὁσίων
Ματρῶνα, τὸν Χριστὸν ὑμνοῦσα, εἰς πάντας τοὺς αἰῶνας.
Νῦν σαββατίζει, ἐν οὐρανοῖς ἡ Ματρῶνα, προσκαλοῦσα ἡμᾶς
ἀνυμνῆσαι, τῆς Τριάδος δόξαν, εἰς πάντας τοὺς αἰῶνας.
Ἰσχύϊ Λόγου, τὰ ἐν τῷ κόσμῳ ἠρνήθη, καὶ Ἀγγέλων τοῦ
βίου ἠράσθη, μεθ’ ὧν αἰωνίως, ὑμνεῖ τὸν πάντων Κτίστην.
Θεοτοκίον.
Καταστεφθεῖσα, ὡς οὐρανῶν πλατυτέρα, ἀενάως πρεσβεύεις
Σῷ τόκῳ, ὑπὲρ τῶν ὑμνούντων, Αὐτὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁ βίος σου Ματρῶνα, πιστοῖς νῦν κηρύττει, τοῖς τὴν σὴν
μνήμην τιμῶσι ζωὴν τοῦ Χριστοῦ, καὶ ἀρετῶν εὐκαρπίαν θείοις ἐν θαύμασιν.
Δεχθεῖσα θείαν κλῆσιν, ἀπηρνήθης Ματρῶνα, πάντα ζωῆς
τῆς προσκαίρου φθαρτὰ καὶ τερπνά, ἵνα ἀγάλλῃ ἐν θείοις δώμασιν ᾄδουσα.
Ἡ χάρις σου Ματρῶνα, τὴν ὁδὸν δεικνύει, ἐν ἀρετῆς τοῖς
ἀγῶσι σεπταῖς μοναχαῖς, ποδηγετοῦσα ἀπαύστως πρὸς τὴν τελείωσιν.
Θεοτοκίον.
Μαρίαν Θεοτόκον, Λόγου τὴν Μητέρα, ἐν ἐγκωμίοις τιμῶμεν
καὶ ὕμνοις πιστοί, σὺν Ἀσωμάτοις χορείαις αὐτὴν γεραίροντες.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις τῆς ἀσκήσεως
καλλονή, Ματρῶνα τῆς Χίου, ἐγκαλλώπισμα καὶ φρουρός· χαίροις τῶν θαυμάτων,
κρουνὸς τοῖς προσιοῦσιν, ἐν πίστει τῷ ναῷ σου, καὶ εὐφημοῦσί σε.
Δεῦτε εὐφημήσωμεν ἐν ᾠδαῖς,
Ματρῶναν τῆς Χίου, τὴν ἀσκήτριαν τοῦ Χριστοῦ, τῶν παρθένων κλέος, καὶ τῶν Ὁσίων
τύπον, πιστῶν δὲ Ὀρθοδόξων, τὸ περιτείχισμα.
Ὁσίαν Ματρῶναν πανευλαβῶς,
τιμήσωμεν ὕμνοις, ἐκαμγεῖον τῶν ἀρετῶν, τὴν ὑπὲρ τοῦ Λόγου, τοῦ κόσμου
ἀρνηθεῖσαν, ἡδύτητα καὶ πλοῦτον, καὶ ματαιότητα.
Ματρῶναν λιποῦσαν ὑπὲρ
Χριστοῦ, ῥέοντα τοῦ κόσμου, καταστέψωμεν ἐν ᾠδαῖς, καὶ γὰρ ἠξιώθη, τιμῆς τῆς
τῶν θαυμάτων, σαββατισμοῦ τε θείου, ἐν θείοις δώμασιν.
Ματρῶνα τῆς Χίου κλεινὴ
Κυρά, ἀεὶ σαββατίζεις, μετ’ Ὁσίων περιχαρῶς, ὡς ζήσασα Μῆτερ, ὁσίως ἐν ἀσκήσει,
ἱκέτευε τὸν Κτίστην, ὑπὲρ τῶν δούλων σου.
Τήρησον Ματρῶνα τὰς
μοναχάς, Μονῆς σου ἁγίας, ἐν ἀσκήσει πνευματικῇ, φρούρησον τοὺς πίστει,
τιμῶντας τὴν σὴν μνήμην, ἐν Ὕδρᾳ καὶ ἐν Χίῳ, ἐκ πάσης θλίψεως.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντες, τῆς Ματρώνης τῆς
σεπτῆς, βίαν ἐν ἐρήμῳ τιμῶντες, ἐν εὐφροσύνῃ πολλῇ, ὕμνοις εὐφημήσωμεν αὐτῆς
τὴν ἄσκησιν, τὸν Χριστὸν γὰρ ἠγάπησεν, ἐν βίᾳ ἁγίᾳ, ἔρημον οἰκήσασα, θείᾶ τῇ
χάριτι· ὅθεν, ἐπαξίως τιμᾶται, δόξαν ἀφθαρσίας λαβοῦσα, καὶ ἐν οὐρανοῖς θείαν
κατάπαυσιν.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου