Δευτέρα 2 Ιουλίου 2018

ΟΚΤΩΒΡΙΟΣ 21. ΑΓΙΑ ΟΣΙΟΜΑΡΤΥΣ ΘΕΟΔΟΤΗ ΑΚΟΛΟΥΘΙΑ

ΟΚΤΩΒΡΙΟΣ 21!!
ΘΕΟΔΟΤΗ ΟΣΙΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ

ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἔρωτι θελχθεῖσα τοῦ Χριστοῦ, πάντα τὰ παρόντα ἡγήσω, καθάπερ σκύμβαλα, Θεοδότη πάνσεμνε, ἀσκήσει πρότερον, τῆς σαρκὸς τὰ σκιρτήματα, νεκρώσασα σθένει, τοῦ Ἁγίου Πνεύματος, παρ’ οὗ καὶ δύναμιν, ἔλαβες πλουσίαν ἐξ ὕψους, καὶ ἀθλητικῶς ἐδοξάσθης, σὺν τοῖς Ἀσωμάτοις νῦν χορεύουσα. (Δίς)

Ἤνθησας ὡς ῥόδον εὐθαλές, ἐξ ἁγίας ῥίζης καὶ κόσμον, τοῖς θείοις ἔργοις σου, Μάρτυς εὐωδίασας, τὴν δυσωδίαν παθῶν, καὶ εἰδώλων μειώσασα, σεμνὴ Θεοδότη, ὅθεν τὸ μνημόσυνον τῆς σῆς ἀθλήσεως, μένει, εἰς ἀπείρους αἰῶνας, χάριν καὶ εἰρήνην παρέχον, τοῖς ἀνευφημοῦσιν τοῦτο πάντοτε. (Δίς)

Ὅλη προσηνέχθης τῷ Θεῷ, φερωνύμως ὦ Θεοδότη, σεμνῶς βιώσασα, καὶ ἀπονεκρώσασα, ὄφιν τὸν δόλιον, τῇ συντόνῳ ἀσκήσει σου, καὶ τοῖς θείοις ἄθλοις, διὸ ἐστεφάνωσαι δόξῃ τῇ κρείττονι, εἰς τὸν φωτοφόρον νυμφῶνα, σὺν τοῖς ἀπ’ αἰῶνος Ἁγίοις, εἰσελθοῦσα Μάρτυς ἀξιάγαστε.

Χαίρει Ἐκκλησίᾳ τοῦ Χριστοῦ, ὥσπερ μήτηρ εὐφραινομένη, ἐπὶ τῇ μνήμῃ σου, Θεοδότη πάνσεμνε, ἀνακραυγάζουσα· σύ μου δόξα καὶ καύχημα, ὑπάρχεις καὶ κλέος, καὶ μεσίτις ἔνθεος πρὸς τὸν Φιλάνθρωπον, μόνον Ζωοδότην Σωτῆρα, τὸν ἡμᾶς λυτρώσαντα πάσης, φθορᾶς τῶν εἰδώλων καὶ σκαιότητος.

Δόξα. Ἦχος πλ. α΄.
Τρωθεῖσα τῷ τοῦ Σωτῆρος γλυκυτάτῳ ἔρωτι, καὶ καταθελχθεῖσα, τῷ κάλλει τοῦ σοῦ Νυμφίου Χριστοῦ, κόσμου ὑπερεῖδες τὰ ἡδεα, νουνεχῶς καταλείψασα, ἀσκητικοῖς παλαίσμασιν, τοῖς ἔμπροσθεν ἐπεκτεινομένῃ, τῇ ἐλπίδι τῆς ζωῆς, τῆς αἰωνίου καὶ κρείττονος, ὅθεν καὶ εἰδώλων τὰ σεβάσματα ἐμφρόνως, ἐβδελύξω χάριτι, τοῦ δυναμοῦντός σε Θεοῦ, ἐν τοῖς ἄθλοις καὶ στεῤῥοῖς παλαίσμασιν, σεμνὴ Θεοδότη, πιστῶν τ’ ἀγλάϊσμα, Ἀθλητῶν εγκαλλώπισμα, καὶ πάσης τῆς Ἐκκλησίας, ἄνθος τὸ εὐωδέστατον. Πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ἐκτελούντων τὴν πανέορτον μνήμην σου, ὡς ἂν περιγενώμεθα παθῶν, καὶ πάσης θλίψεως ἀδοκήτου, μαρτυρικῇ παῤῥησίᾳ σου.

Καὶ νῦν. Θεοτοκίον.
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος, τότε τὸν βυθόν ἐπέζευσεν ἀβρόχως, Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος, ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος, ὁ ὢν καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.

Εἴσοδος. Φῶς Ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (λα´ 10, 13-18, 20, 25).
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.




Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὴν Λιτὴν ψάλλομεν. Ἦχος α΄.
Χαῖρε καὶ εὐφραίνου ἐν Κυρίῳ, ἡ τοῦ Σωτῆρος Χριστοῦ Ἐκκλησία, ἡ τῷ Νυμφίῳ προσαγαγοῦσα, ὥσπερ ἁγίαν ἀπαρχήν, χοροὺς πολλῶν Μαρτύρων, καταβαλλόντων τὸν ἐχθρόν, ἰσχύϊ τῆς ἀμωμήτου πίστεως, ἐν οἷς ὥσπερ ἀστὴρ διαλάμπει ἐν δόξῃ, ἡ καλλιμάρτυς Θεοδότη, τὸ ἄνθος τὸ τίμιον, ἡ χελιδὼν ἡ ἡδύλαλος, ἡ προμηνύσασα τοῖς πᾶσι, τὸ ἔαρ τῆς χάριτος, ἀθλητικῇ παῤῥησίᾳ. Ταύτην οὖν μακαρίζοντες εἴπομεν· ὑπὲρ ἡμῶν ἀπαύστως πρέσβευε, τῶν προστρεχόντων τῇ σκέπῃ σου.

Ἦχος β΄.
Τὴν τοῦ Κυρίου ἄσπιλον ἄμναδα, καὶ νύμφη ἀκήρατον, τὴν διαπρέψασαν ἐν πόνοις ἀθλήσεως, καὶ καθελοῦσα εἰδώλων τὴν πλάνην, Θεοδότην μακαρίσωμεν, μιμούμενοι ταύτης τὸν βίον, τὸν ἀληθῶς ἰσάγγελον, καὶ τῷ Σωτῆρι βοῶντες ἀπαύστως· Φιλάνθρωπε δόξα Σοι.

Ἦχος δ΄.
Τῆς εὐσεβείας αὐγασθεῖσα τῷ φέγγει, κατελάμπρυνας τῆς ψυχῆς τὸ τριμερές, δι’ ἐγκρατείας συντόνου καὶ μετανοίας, ἀναδειχθεῖσα σκεῦος ἀρετῶν, Θεοδότη πανθαύμαστε, ἁγνείας ὀσφράδιον, ὅθεν καὶ μαρτυρικῆς εὐκλείας κατηξιώθης, κηρύξασα Χριστοῦ τὸ πανάγιον ὄνομα, ἐναντίον τυράννων, καὶ ἀσεβῶν δικαστῶν, διὸ καὶ τὴν κεφαλὴν ἀποτμηθεῖσα, πρὸς οὐρανὸν ἀνέδραμες, ὑπὲρ ἡμῶν πρεσβεύουσα, τῶν ἐκτελούντων τὴν μνήμην σου, τὴν ἱερὰν πανεύφημε.





Δόξα. Ἦχος πλ. α΄.
Ὁ Νυμφίος ὁ ὡραῖος κάλλει, παρὰ πάντας τοὺς βροτούς, εἰδὼς τῆς ψυχῆς σου τὸ ἄπλαστον, πρὸς ἀκήρατον παστάδα προσεκάλεσεν, εἰς οὐρανίους νυμφῶνας, ὅπου δῆμοι τῶν Ἁγίων, δοξολογοῦσιν τὸν Κύριον. Οὗ τοῖς παραγγέλμασιν καλῶς πεισθεῖσα, ἀσκητικῶς ἐλαμπρύνθης, καὶ μαρτυρικῶς ἠνδραγάθησας, συνεισελθοῦσα εἰς τοὺς γάμους, ὡς φρονίμη παρθένος, Θεοδότη ἔνδοξε, σὺν τοῖς Ἀσωμάτοις ἐκδυσωποῦσα, ὑπὲρ ἡμῶν τὸν Φιλάνθρωπον.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Ὁσιομάρτυς Χριστοῦ, ἡ ἀγαπήσασα καὶ μόνον ποθήσασα, Θεὸν τὸν πεφιλημένον, ἐν ὁλοψύχῳ σπουδῇ, καὶ προθύμως τοῦτο ὑπακούσασα, ἀσκήσεως ἔρεισμα, σωφροσύνης κειμήλιον, τῆς ἐγκρατείας, ἄνθος τὸ εὐωδέστατον, θείου ἔρωτος, τὸ ταμεῖον τὸ ἄσυλον, καύχημα περιβόητον, Μαρτύρων ἀγλάϊσμα, τῆς Ἐκκλησίας τὸ ῥόδον, τὸ διαπνέον τοῖς πέρασιν, ὀσμὴν εὐωδίας, Θεοδότη μακαρία, ἡμῶν τὸ στήριγμα.

Στ.: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τὴν φωνὴν τῆς δεήσεώς μου.
Χαίροις, Ὁσιομάρτυς σεμνή, ἡ τὸν Νυμφίον σου ἀνδρείως κηρύξασα, ἐνώπιον τῶν τυράννων, καὶ καθελοῦσα ἐχθροῦ, φρύαγμα καὶ θράσος ἀσεβέστατον, τῆς πλάνης καθαίρεσις, καὶ τῆς πίστεως ἔγερσις, ὁμολογίας στόμα τὸ διαπρύσιον, θείας χάριτος, φωτοφόρον κειμήλιον, κλέος τῶν εὐφημούντων σε, νοσούντων ἡ ἴασις, τῶν ἀσθενούντων ἡ ῥῶσις, καὶ θλιβομένων παράκλησις, Χριστὸν ἐκδυσώπει, Θεοδότη μακαρία, ὑπὲρ τῶν δούλων σου.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ῥώμῃ, τοῦ παντεπόπτου Χριστοῦ, καὶ τῇ ἰσχύϊ τῇ ἀμάχῳ τῆς πίστεως, ἐνθέως δυναμωθεῖσα, πρὸς ἀοράτων εχθρῶν, συμπλοκὴν γενναίως προσεχώρησας, ῥαδίως πατήσασα, τὰ δεινὰ μηχανήματα, καὶ ἀκήρατον εὔκλειαν, ὅθεν σὲ μακαρίζομεν, πιστῶν τὰ συστήματα, χαρμονικῶς ἐκτελοῦντες, τὴν ἀεισέβαστον μνήμην σου, σεμνὴ Θεοδότη, ἡ πρεσβεύουσα ἀπαύστως, ὑπὲρ τῶν δούλων σου.


Δόξα. Ἦχος πλ. δ΄.
Ἀσκήσεως τοῖς πόνοις, τῶν παθῶν τὸ κλυδώνιον, ἡμερώσασα ῥαδίως, τὸ χεῖρον καθυπέταξας τῷ κρείττονι, Χριστοῦ ἀναδειχθεῖσα ἐνδιαίτημα, καὶ παλάτιον ἔμψυχον. Διὸ καὶ τῶν βασάνων καθυπέστης τὰς ὀδύνας, μὴ δειλιάσασα ἐχθροῦ, τοῦ βροτοκτόνου τὰ βουλεύματα, ἀλλὰ παῤῥησίᾳ ἀμέτρῳ τοῦ Σωτῆρος, ἀνεκήρυξας τὸ ὄνομα, καὶ ξίφει τὴν κεφαλὴν ἀποτμηθεῖσα, ὡς βασιλὶς παρέστης, πεποικιλμένη τοῖς στίγμασιν, τῷ θρόνῳ τῆς Ἁγίας Τριάδος, Θεοδότη καλλίνικε, ὡς ἔχουσα οὖν παῤῥησίαν πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Θεῷ προσενήνοχας τὴν καθαράν σου ζωήν, ὡς δόσιν πολύολβον, ὦ Θεοδότη σεμνή, στεῤῥῶς ἐναθλήσασα, ὅθεν ἀποτμηθεῖσα, τὴν σὴν κάραν μετέστης, ἔνθα εὐφραινομένων, κατοικία ἐν δόξη, ἀπαύστως ἱκετεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.















ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς δόσις ἱερά, ὥσπερ σφάγιον θεῖον, θυμίαμα δεκτόν, καὶ πολύτιμον μῦρον, τῷ Κτίστῃ προσενήνεξαι, διὰ πόνων ἀθλήσεως, συγχορεύουσα, τῶν Ἀθλοφόρων τοῖς δήμοις, καὶ βραβεύουσα, ὦ Θεοδότη πταισμάτων, τὴν λύσιν πρεσβείαις σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πανύμνητε ἁγνή, τοῦ Θεοῦ ἡμῶν Μήτηρ, περίσωζε φθορᾶς, καὶ παθῶν ἀνιάτων, τοὺς Σὲ μεγαλύνοντας, καὶ πιστῶς μακαρίζοντας, ὡς προέφησας, Θεογεννῆτορ Μαρία, θεῖον καύχημα, τῆς οἰκουμένης καὶ κλέος, ἡμῶν τῶν τιμώντων σε.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος β΄. Ἐπεφάνης σήμερον.
Τοῦ Χριστοῦ τῇ χάριτι, κραταιωθεῖσα, εὐχερῶς διέλυσας, τὰς ἐπινοίας τοῦ ἐχθροῦ, καὶ πρὸς νυμφῶνα ἀνέδραμες, ὦ Θεοδότη, τμηθεῖσα τὴν κάραν σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν Σὴν ποίμνην φύλαττε, ἐκ τῶν βελῶν τοῦ δολίου, Θεοτόκε Δέσποινα, τὴν Σὴν ταχείαν ἀρωγήν, καὶ προστασίαν παρέχουσα, ὡς τοῦ Ὑψίστου, παλάτιον ἔμψυχον.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσηφ.
Τῶν βασάνων τὰς σειράς, καὶ τὰς ὀδύνας καρτερῶς, καθυπέμεινας σεμνή, ἀνδρειωθεῖσα νοητῶς, τῇ τοῦ Ὑψίστου ἰσχύϊ καὶ προστασίᾳ, ὅθεν τοῦ ἐχθροῦ τὰ βουλεύματα, καὶ πᾶσαν μηχανὴν διεσκέδασας, ὦ Θεοδότη Μάρτυς γενναιόφρον, εἰς βασιλείαν οὐράνιον, εἰσωκισθεῖσα, καὶ δυσωποῦσα, ὑπὲρ ἡμῶν τον Φιλάνθρωπον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σὺ ἐλπίς μου καὶ ἰσχύς, καὶ προστασία ἀῤῥαγής, Θεοτόκε Μαριάμ, ἁμαρτωλῶν καταλλαγή, καὶ θλιβομένων παράκλησις καὶ σκέπη, ἐν Σοὶ γὰρ πεποιθώς, βουλὰς ἐκτρέπομαι, ἐχθροῦ τοῦ δυσμενοῦς, καὶ ἀπαλλάτομαι, παντοίων νόσων καὶ πειρατηρίων, ἀκαταπαύστως δοξάζων Σε, τὴν σωτηρίαν, παντὸς τοῦ κόσμου, καὶ τοῦ γένους ἀνάκλησιν.

Οἱ Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον μαρτυρικόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Καταλιποῦσα λογισμῷ ἐνθέῳ, πάντα τὰ ἐπίκηρα, πρὸς ἀσκητικοὺς ἀγῶνας ἐχώρησας, νευρώσασα σαρκὸς τὴν ἀσθένειαν, τῇ ἐλπίδι τῶν μελλόντων, Θεοδότη πανένδοξε. Διὸ καὶ ὁ Νυμφίος Χριστός, ἐρασθεὶς τοῦ κάλλους σου, πρὸς μαρτυρικοὺς στεφάνους, καὶ δόξαν προσεκάλεσεν, μεταστήσας σε εἰς παστάδα οὐράνιον, μετὰ τὸ ἅγιον τέλος, σὺν τοῖς Ἀγγέλων χοροῖς, ἀΰλως εὐφραινόμενη, καὶ δυσωποῦσα ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἷτα οἱ Κανόνες· ὁ Κανὼν τῆς Θεοτόκου· καὶ τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχίς: Τὴν Θεοδότην μέλπω ἐκ πόθου.
ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ.
Τὸ τοῦ νοός μου ζοφῶδες, Μάρτυς Χριστοῦ, ταῖς λιταῖς σου λάμπρυνον, καὶ παράσχου φωτισμόν, ἵνα μέλψω ἐν ᾠδαῖς, τὴν φαιδράν σου ἑορτὴν καὶ πολυσέβαστον.
οὐράνιος γνῶσις τῶν τοῦ Χριστοῦ, ἐντολῶν κατηύγασεν, ἐκ παιδὸς τὸ τῆς ψυχῆς, τριμερὲς καὶ ἔδειξεν ναόν, τοῦ Ἁγίου Πνεύματος σεπτὸν καὶ ἱερώτατον.
Νοητῶς καθορῶσα τὸ τοῦ Θεοῦ, κάλλος τὸ ἐράσμιον, Θεοδότη, τὰ τερπνά, καταλέλιπας ἐμφρόνῳ λογισμῷ, ὁμιλοῦσα μόνη μόνῳ τῷ Νυμφίῳ σου.
Θεοτοκίον.
Φωτοπάροχε Κόρη, Μήτηρ Θεοῦ, τὸ τερπνὸν παλάτιον τοῦ παντάνακτος Θεοῦ, καταλάμπρυνον ψυχήν μου δυσωπῶ, τὴν δεινῶς ἀμαυρωθεῖσαν ἁμαρτήμασιν.

ᾨδὴ γ΄. Οὐκ ἔστιν Ἅγιος.
Θεραπεύουσα ἐν ἔργοις ἐναρέτοις, τὸν φιλάνθρωπον Λόγον διανοίᾳ καθαρᾷ, ἐπλουτίσθης σεπτοῖς, Θεοδότη, παρ’ Αὐτοῦ χαρίσμασιν.
ν ἀμέτροις, προσευχαῖς καὶ νηστείαις, ταπεινώσασα ὄφιν, Θεοδότην θαυμαστή, ἀπαθείας τῷ φωτί, ἐλαμπρύνθης Κύριον δοξάζουσα.
Οἱ ἱδρῶτες, τῶν πολλῶν σου ἀγώνων, ὥσπερ μῦρον εὐῶδες κατεμύρισαν πιστῶν, τὰς διανοίας καὶ ψυχάς, Θεοδότη, Χριστοῦ θείᾳ χάριτι.
Θεοτοκίον.
λασμὸν ἡμῖν δίδου, ὦ Θεοτόκε, τοῖς προστρέχουσιν πίστει τῇ Σῇ σκέπῃ τῇ σεπτῇ, καὶ ἐκβοῶσιν ἀεί· χαῖρε θεῖον, τῶν βροτῶν διάσωσμα.





Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἐν σεμνῇ πολιτείᾳ καλῶς βιώσασα, κατεπλουτίσθης ἐνθέους, πολλοῖς χαρίσμασιν, ἐναθλήσασα γενναίως, ἀξιάγαστε, καὶ καθελοῦσα τὸν ἐχθρόν, κατεσκήνωσας εἰς γῆν, τῶν πραέων αἰτοῦσα, ὦ Θεοδότη, εἰρήνην καὶ ἱλασμόν, τοῖς σὲ γεραίρουσιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πειρασμοῖς ἀδοκήτοις καὶ περιστάσεσιν, περιέπεσα Κόρη καὶ τετραυμάτισμαι, τὴν ψυχήν, ὁ Σὸς οἰκέτης, ἀλλὰ δέομαι· χεῖρά μοι δίδου Ἀγαθή, καὶ ἀνάγαγε πρὸς φῶς, τῆς ἀληθοῦς μετανοίας, τῆς εἰσαγούσης πρὸς δόξαν, καὶ Βασιλείαν ἐπουράνιον.

ᾨδὴ δ΄. Χριστός μου δύναμις.
Δοχεῖον γέγονας, τοῦ θείου Πνεύματος, Θεοδότη θεόφρον, ἀσκητικαῖς, ἀγωγαῖς τὸ σῶμά σου, ὑποτάξασα στεῤῥῶς, τῷ θείῳ νόμῳ τῆς χάριτος.
πάντων Κύριος, νύμφην προσήκατο, σὲ ἀκήρατον ὄντως καὶ εὐκλεῆ, παρθενίας κάλλεσι, καὶ ἁγνείας κροσσωτοῖς, κεκοσμημένην λαμπρῶς πανεύφημε.
Τυράννων ἔλυσας τὸ θράσος πάνσεμνε, τῇ δυνάμει τοῦ μόνου Δημιουργοῦ, τοῦ σὲ ἐνισχύσαντος, Θεοδότη θαυμαστή, τοῖς τοῦ μαρτυρίου παλαίσμασιν.
Θεοτοκίον.
Λιμὴν πανεύδιος, καὶ ὅρμος ἄκλυστος, τοῖς δεινῶς θαλαττεύουσιν Μαριάμ, τοῖς τοῦ βίου κύμασιν, ἀναδέδειξαι Χριστόν, ἐν σαρκὶ ἀσπόρως κυήσασα.

ᾨδὴ ε΄. Τῷ θείῳ φέγγει σου.
ἰσχὺς ἡ ἀήττητος τοῦ Σταυροῦ, ἀσινῆ καὶ ἄφλεκτος τοῦ πυρός, Θεοδότη σεμνή, διεφύλαξεν, πρὸς ὕμνον καὶ δόξαν τοῦ Παντοκράτορος, τοῦ τὴν κτίσιν τῷ λόγῳ δημιουργήσαντος.
Νίκης στέφος ἀπείληφας ἐκ Θεοῦ, μαρτυρίου τὴν στενὴν ὁδόν, καλῶς θεόφρον βαδίσασα, καὶ τὴν πίστιν ἄμεμπτον καὶ ἀμόλυντον, τηρήσασα εἰς τέλος θεομακάριστε.
Μαστίγων πεῖραν ὀδυνηράν, καὶ τὴν δοκιμὴν τῶν ἀλγεινῶν, φέρεις γενναίῳ φρονήματι, Θεοδότη Μάρτυς ἀξιοθαύμαστε, διὸ ἀντεδοξάσθης, ἐνθέοις χάρισιν.
Θεοτοκίον.
πονεκρώσας με ὁ δεινός, ὄφις ὁ παμπόνηρος, ἁγνή, εἰς λάκκον μέγα κατέῤῥαξε, ἀλλα σοὶ προστρέχω τῇ προστασίᾳ μου, ἵνα τῆς κακίας τοῦτου ῥυσθῶ ὁ δείλαιος.



ᾨδὴ στ΄. Τοῦ βίου τὴν θάλασσαν.
νέκρωσας πάνσεμνε, τῶν παθῶν ἐπαγωγάς, τῇ μαχαίρᾳ τῆς πίστεως, Θεοδότη ἔνδοξε, ἀπαθείας φωτοφόρῳ αὐγῇ, ἀῤῥήτως φωτισθεῖσα, Χριστοῦ θείᾳ χάριτι.
Λειμὼν ὤφθης πάντερπνος, εὐωδίᾳ ἀρετῶν, τὸν κόσμον εὐωδιάσασα, καὶ παθῶν τὸ δυσῶδες, ἀπομειώσασα, σεμνὴ παμμακάριστε, Θεοδότη κλέος τῶν δούλων σου.
Ποικίλων κολάσεων, τὸν δριμύτητα σεμνή, ὥσπερ ἄσαρκος ἔφερας, πρὸς οὐρανίους σκηνὰς τὸν λογισμόν σου, ὑψώσασα καὶ ἔρωτα, τοῦ Νυμφίου Χριστοῦ ἀξιάγαστε.
Θεοτοκίον.
υπώδη καὶ βέβηλος, ὅλως πέλω ὁ δεινός, τὸ κρεῖττον τῷ χείρονι, ὑποτάξας ἀφρόνῳ λογισμῷ Θεοτόκε, ἀλλὰ Σοὶ προστρέχω, τῇ μόνῃ ἐλπίδι καὶ σκέπῃ μου.

Κοντάκιον. Ἡ Παρθένος σήμερον.
Ὡς θυμίαμα δεκτόν, Θεῷ προσῆξας, Θεοδότην θαυμαστή, τὴν βιοτήν σου, σκάμμασιν, τῆς ἐγκρατείας ὡραϊσθεῖσα, αἵματι τοῦ μαρτυρίου καθηγνισθεῖσα, διὰ τοῦτο ἠξιώθης, τῆς ἄνω δόξης, Χριστὸν δοξάζουσα.
Ὁ Οἶκος.
Ἐκ ῥίζης θεοφιλοῦς καὶ εὐσεβοῦς βλαστήσασα, ὡς δένδρον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ηὐξήθης μακαρία, ἐγκρατείᾳ, ταπεινώσει καὶ πάσῃ ἄλλῃ ἀρετῇ κατακοσμηθεῖσα, τῇ τοῦ Σταυροῦ παντοδυνάμῳ ἰσχύϊ, ὅθεν καὶ θείου ἔρωτος ἠνδραγάθησας, ὡς ἰστὸν ἀράχνης διαλύσασα ἐχθροῦ τὰ πανουργεύματα, τὰ δεινῶς κατὰ σοῦ ἐπιφερόμενα, Θεοδότη πολύαθλε. Διὰ τοῦτο ἠξιώθης, τῆς ἄνω δόξης, Χριστὸν δοξάζουσα.

















Συναξάριον.
Τῇ ΚΑ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης, καὶ Σωκράτους Πρεσβυτέρου.
Τὴν Θεοδότην, ἐκ ξίφους τετμημένην,
Θεῷ δοτὴν ἔγνωμεν ἁγνὴν θυσίαν.
Ὁ Σωκράτης ἔσπευδεν ὀφθῆναι, Λόγε,
Τετμημένος σοι Σωκράτης στεφοκράτης.
Ἡ Ἁγία Θεοδότη, ὑπῆρχεν ἐπὶ Ἀλεξάνδρου τοῦ βασιλέως, εὐγενῶν γονέων ὑπάρχουσα, ἐκ τῆς χώρας τοῦ Πόντου. Ἐν ἀσκητηρίῳ δέ τινι ἀπελθοῦσα, καὶ ἡσυχάζουσα, διεγνώσθη. Καὶ κρατηθεῖσα παρὰ τοῦ ἄρχοντος τῆς Καππαδοκίας, διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν, ἐκ δευτέρου κρεμασθεῖσα, ξέεται, καὶ εἰς φοῦρνον ἐκπυρωθέντα ἐμβάλλεται. Τῇ τοῦ Χριστοῦ δὲ χάριτι διασωθεῖσα, ἄγεται παρὰ τοῦ ἄρχοντος ἐπὶ τὸ Βυζάντιον. Εἶταν ἐν Ἀγκύρᾳ, ἔνθα ἦν ὁ Πρεσβύτερος Σωκράτης. Ὃς τῶν Ἑλλήνων πάνδημον ἑορτὴν ἐκτελούντων τοῖς δαίμοσι, καὶ προσκυνούντων τοῖς εἰδώλοις, ζήλου πλησθείς, καὶ τὸν βωμὸν καταστρέψας τῶν θυσιῶν, ἀπετμήθη τὴν κεφαλήν. Ἡ δὲ Ἁγία Θεοδότη, ἀναγκασθεῖσα θῦσαι τοῖς εἰδώλοις, καὶ μὴ πεισθεῖσα, διὰ ξίφους τρωθεῖσα, τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Φιλοθέου, τοῦ ἀσκήσαντος ἐν τῷ Ὄρει τοῦ Ἄθῳ, καὶ δὴ ἐν τῇ ἐκεῖσε Ἱερᾷ Μονῆ τοῦ Ὁσίου Διονύσιου, τῇ ἐπ’ ὀνόματι τοῦ Προδρόμου τιμωμένη, καταγομένου ἐκ Χρυσουπόλεως τῆς Μακεδονίας.
Ζήσας ο Φιλόθεος ως Θεώ φίλον,
Ζωήν άληκτον εύρε συν Θεού φίλοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τοῦ μεγάλου.
Ἐν δάκρυσι πρὶν καὶ πόνοις σπείρας κάτω,
Ἱλαρίων θέριζε νῦν χαίρων ἄνω.
Ὁ Ὅσιος οὗτος ἦ ἐπὶ τῆς βασιλείας Κωνσταντίνου τοῦ Μεγάλου, ἐν τῇ Γαζέων Πόλει γεννηθείς, καὶ ἀνατραφείς, υἱὸς γεννητόρων ἀπίστων. Ἔρωτι δὲ παιδεύσεως, ἀφίκετο εἰς Ἀλεξάνδρειαν. Καὶ παιδευθείς, καὶ τὴν εἰς Χριστὸν πίστιν δεξάμενος, ζηλωτὴς τοῦ Μεγάλου Ἀντωνίου γέγονε, καὶ ἔμεινε παρ’ αὐτῷ χρόνους οὐκ ὀλίγους. Καὶ ὑποστρέψας ἐν τῇ πατρίδι, μετὰ τὴν τῶν πατέρων αὐτοῦ τελευτήν, τὰ προσόντα αὐτῷ πάντα, τοῖς πτωχοῖς διένειμεν. Εἶτα δὲ καταλαβὼν τὴν ἔρημον καὶ ἄκραν ἄσκησιν ὑπελθών, πολλῶν θαυμάτων γέγονεν αὐτουργός. Καὶ πολλὰς διαμείψας πόλεις καὶ τόπους καὶ χώρας, οὓτω τὸν βίον διήνυσε, βίους τὰ ὅλα ἔτη ὀγδοήκοντα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Γαΐου, Δασίου καὶ Ζωτικοῦ.
Εἰς ἁλμυρὸν θανόντες ἄνδρες τρεῖς ὕδωρ,
Γλυκὺν τρυφῆς πίνουσι χειμάῤῥουν ἄνω.
Οὗτοι οἱ Ἅγιοι, ἐν Νικομηδείᾳ διάγοντες, καὶ παῤῥησιασάμενοι, τὰ ἐν τοῖς βωμοῖς ἐπικείμενα κατέστρεψαν. Ὡς δὲ ἐγνώσθησαν, πᾶσαν πεῖρα βασάνων ὑπέμειναν, ἐπὶ ξύλου ἀναρτηθέντες, καὶ τὰς πλευρὰς καταξανθέντες τριχίνοις ὑφάσμασιν, εἶθ’ οὕτως λίθων ἐν τοῖς τραχήλοις αὐτῶν ἐξαρτηθέντων, ἐν τῇ θαλάσσῃ ἀπεῤῥίφθησαν.


Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Ἀνδρέας, Στέφανος, Παῦλος καὶ Πέτρος, ξίφει τελειοῦνται.
Τρεῖς ὁ Στέφανος σὺ στεφανίτας ἔχεις,
Τοὺς σοὶ συναθλήσαντας ἐξ ἑνὸς ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐκράτης ξίφει τελειοῦται.
Αἷμα τραχήλου τοῖς πρὶν ὄμβροις δακρύων,
Κιρνῶν, συνιστᾷς εὔκρατον κρᾶσιν Μάκαρ.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ὁσιομάρτυς Ζαχαρίας, διὰ πνιγμοῦ τελειοῦται.
Tρίβους θαλασσῶν ψαλμικῶς Ζαχαρία,
Διεκπορευθείς Oὐρανοῦ φθάνεις τρίβους.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βαρούχ.
Bαρούχ ὁ θείος ἐκλιπών σκήνους βάρος,
ἐκεῖ κατεσκήνωσεν εἰς τόπον χλόης.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἄζης, διὰ πυρὸς τελειοῦται.
Ἔζησεν Ἄζης κἄν τέθνηκεν εἰς φλόγα,
Ζωὴν ἀληθή μη γινώσκουσαν τέλος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Πλαντίνου καὶ Εἰρήνη.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Μαρίνης τῆς ἐν Ῥαϊθῷ, τοῦ Σινᾶ.
Αὓτη ἡ Μαρίνα ἡ πάνσεμνος παρθένος, σήμερον πρὸς τὴν ἄνω εἰσάγεται ζωήν· τῶν δαιμόνων τὰς ὁρμὰς καταβαλοῦσα, καὶ πόνους διὰ τὸν Χριστὸν ὑπομείνασα, τὸν σκολιὸν δράκοντα τελείως ἀπώλεσε, τὴν λαμπάδα ἄσβεστον τηρήσασα· ἔνθα νῦν μετ’ Ἁγίων Ἀγγέλων εὐφραίνεται, ἡ δὲ λάρνακα ἔχει τὴν τιμίαν αὐτῆς σορὸν τῶν λειψάνων· ἣν ἐν τῷ μετοχίῳ ἔνθα νῦν κατοικοῦσιν οἱ Πατέρες οἱ Σιναΐται, εἰς τὴν Μονὴν τῆς Ὑπεραγίας Θεοτόκου, σιμὰ τῆς θαλάσσης· ἔνθα καὶ φιλόχρηστοι κοσμικοὶ κατοικούσιν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰακώβου τοῦ γενομένου οἰκονόμου τῆς Μονῆς τοῦ Σωτῆρος Χριστοῦ τοῦ Βαθέος Ρύακος, ὃς ὤρμητο ἐκ τῆς δευτέρας τῶν Καππαδόκων ἐπαρχίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Βαρνάβα καὶ Ἱλαρίωνος, τῶν ἐν Κύπρῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φιλίππου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τῆς Λαύρας τοῦ Σπηλαίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἱλαρίωνος τοῦ ἐκ Ῥωσσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Φινὰν τοῦ Ἰρλανδοῦ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Οὔρσουλας τῆς βασιλόπαιδος καὶ τῶν σὺν αὐτῇ ἐν Κολωνίᾳ Γερμανίας Παρθενομαρτύρων· Μάρθας, Μπρικτόλας, Σαούλας, Γρηγορίας, Σατουρνίνας, Σαββατίας, Σεντίας, Παλλαντίας, Σατουρίας και Πιννόζας.
Τῆς Κολωνίας στέφω ἐν ὕμνοις Ἀθληφόρους,
ἕνδεκα τὰς στεφθεῖσας χειρὶ Θεοῦ παρθένους.
Οὔρσουλα βασιλόπαις χαῖρε ἐν Παραδείσῳ,
Τάγματος δεκαρίθμων Μαρτύρων προεστῶσα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἠμῶν Ἱλαρίωνος ἐπισκόπου Μογλένων, τῶν εὑρισκομένων ἐν τῇ Ἀριδαίᾳμ τῆς Πέλης.
Ὅσιος ὁμοῦ καὶ ποιμενάρχη θεῖος·
ἐν τοῖς Μογλενοῖς ἐφάνης Ἰλαρίων,
Οὗτος ἦν τὸν 12ον αἰῶνα, γεννηθεὶς ὑπό τινων ἐναρέτων γονέων, φοβουμένων τὸν Θεόν, ζώντων ἐν πάσῃ εὐσεβείᾳ καὶ πορευομένων ἐν τοῖς δικαιώμασι τοῦ Κυρίου. Μὴ ἔχοντες τέκνα, ἐδέοντο τῆς Μητρὸς τοῦ Κυρίου, ὅπως ταῖς πρεσβείαις Αὐτῆς χαρίσηται αὐτοῖς ὁ Θεὸς καρπὸν κοιλίας. Κατ’ ὄναρ οὖν ἐν μιᾷ νυκτί, ἐφάνη τῇ εὐσεβεστάτῃ αὐτοῦ μητρί, ἠ Κυρία Δέσποινα Θεοτόκος καὶ ἀνήγγειλε τὴν σύληψιν τέκνου, ὅπερ καὶ ἐγένετο. Τούτου γεννηθέντος ἔδωκαν αὐτῷ ὄνομα Ἰλαρίων, ἐπειδήπερ χαρὰν καὶ παραμυθίαν αὐτοῖς ἤνεγκεν μεγίστην. Τὸ παιδίον ἠνδροῦτο ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, σχολάζων ἐξ ἀπαλῶν ὀνύχων ταῖς προσευχαῖς καὶ νηστείαις. Ὅτε ἐγένετο ἐτῶν 18 κατέλιπε τὰ ῥέοντα τοῦ κόσμου καὶ εἰσῆλθεν εἴς τινα τῶν μονῶν καὶ τόπων αὐτοῦ ὐπακούων τῷ πνευματικῷ Πατρί, ὡς εἰς Θεόν, καὶ ἐκκόπτων τὸ θέλημα αὐτοῦ. Ὁ μακάριος Ἱλαρίων, ἐγένετο ἐν τῇ Μονῇ διάδοχος τοῦ πνευματικοῦ αὐτοῦ γεννήτορος, διακριθεὶς ἐπὶ συνέσει, φωτισμῷ καὶ θαυματουργίαις. Προϊόντος τοῦ χρόνου, ὁ Ἀρχιεπίσκοπος Ἀχρίδος Εὐστάθιος, κατ’ ὄναρ καὶ αὐτὸς ἔλαβε μήνυμα τῆς Ὑπεραγίας Θεοτόκου ὅπως ἀναβιβάσῃ ἐπὶ τοῦ θρόνου τῆς Ἐπισκοπῆς Μογλένων τὸν Ἱλαρίωνα, σκεῦος ὄντα ἐκλογῆς τοῦ Κυρίου. Ἐν τῇ αὐτῇ δὲ νυκτί, καὶ ὀ ἀξιάγαστος Ἰλαρίων ἔλαβεν πληροφορίαν ὑπὸ τοῦ Θεοῦ, ὅπως μὴ ἀρνηθῇ τὴν ἐκλογὴν αὐτοῦ εἰς Ἐπίσκοπον. Ἀμφότεροι ὑπήκουσαν τῷ θελήματι τοῦ Θεοῦ καὶ ὁ Ἱλαρίων ἐγένετο Ἀρχιερεὺς τῆς πόλεως Μογλένων. Ἅπασα ἡ λαχοῦσα αὐτῷ Ἐπαρχίᾳ ἐμαστίζετο ὑπὸ τῆς δεινῆς Χριστομάχου αἱρέσεως τῶν Βογομίλων. Ὁ Ὅσιος ἀναλαβὼν τοὺς οἴακας τῆς νοητῆς νηὸς τῶν Μογλένων, τοῖς θεοπνεύστοις αὐτοῦ λόγοις καὶ τῇ διδασκαλίᾳ, τοῖς τρόποις καὶ τοῖς σημείοις αὐτοῦ, πολλοὺς ἐκ τῆς πλάνης ἀνέσπασε καὶ σφοδρῶς τοὺς σκοτεινομόρφους αἱρετικοὺς ἐταπείνωσε. Ζήσας χρόνους ἱκανούς, ἵδρυσε μονὴν φέρουσα τὸ ὄνομα τῶν Ἁγίων Ἀποστόλων, προσελκύσας ἐν αὐτῇ πολλοὺς μονάχούς. Ἐκοιμήθη ἐν εἰρήνῃ. Πολλὰς δὲ θαυματουργίας μετὰ τὴν θανὴν αὐτοῦ ἐποιήσατο διὰ τῶν μυρόῤῥοων αὐτοῦ λειψάνων καὶ τῆς ὀξυτάτης ὑπὲρ τῶν ἐπικαλουμένων αὐτὸν πρὸς τὸν Χριστὸν αὐτοῦ πρεσβείας.






Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἰωάννου, τοῦ ἐκ Μονεμβασίας.
Nόμους φυλάττων νηστίμου καιρού πόθω,
Ζωήν έθυσας ω Iωάννη μάκαρ.
Οὗτος , ἦτον ἐκ τῶν μερῶν τῆς Μονεμβασίας τῆς Πελοποννήσου, νέος τὴν ἡλικίαν ἕως 15 ἐτῶν, πεπαιδευμένος τὰ ἱερὰ γράμματα. Καὶ ὀ μὲν πατὴρ αὐτοῦ κατήγετο ἀπὸ ἕν χωρίον, καλούμενον Γεράκι, τιμώμενον μὲ ἐπισκοπικὸν θρόνον, ἡ δὲ μήτηρ αὐτοῦ ἀπὸ ἕν χωρίδιον τῆς Μονεμβασίας, Γοῦβες ἐπιλεγόμενον. Εἰς δὲ τὸν καιρὸν τῆς αἰχμαλωσίας τῆς Πελοποννήσου, τῆς γενομένης κατὰ τὸ 1770, ἐλθόντες Ἀλβανοὶ πολλοὶ καὶ αἰχμαλωτίζοντες τοὺς ἐκεῖ χριστιανούς, ἠχμαλώτισαν καὶ τὸ χωρίον τοῦ Μάρτυρος. Καὶ τὸν μὲν πατέρα αὐτοῦ ἀπέκοψαν ἐν μαχαίρᾳ, αὐτὸν δὲ καὶ τὴν μητέρα αὐτοῦ αἰχμαλωτίσαντες ἐπῆραν μαζί των, καὶ τοὺς ἐπῆγαν εἰς τὴν Λάρισαν, καὶ ἐκεῖ ἐπωλήθησαν δίς, καὶ τρίς, ὁ καθ’ εἷς ξεχωριστά, ὕστερον δὲ ἐπωλήθησαν καὶ οἱ δύο ὁμοῦ, εἰς ἕνα Ἀγαρηνὸν Θεσσαλονικέα, ὃστις ἐπειδὴ παιδίον δὲν εἶχεν, ἠγάπα πολὺ τόσον αὐτὸς ὅσον καὶ ἡ γυνὴ αὐτοῦ, νὰ κάμωσιν ὡς ψυχοπαῖδι τὸν εὐλογημένον Ἰωάννην. Ὅθεν καθημερινῶς δὲν ἔπαυε νὰ τὸν ἐνοχλῇ δοκιμάζων νὰ τὸν διαστρέψῃ ἀπὸ τὴν πίστιν τῶν χριστιανῶν, καὶ νὰ τὸν ἐπιστρέψῃ εἰς τὴν ἰδικήν του θρησκείαν, πότε μὲ κολακείας καὶ ὑποσχέσεις τιμῶν καὶ ἀξιωμάτων, πότε μὲ φοβέρας τιμωριῶν καὶ βασάνων· ἀλλ’ ὁ τοῦ Χριστοῦ Μάρτυς ἔστεκε στερεός, καὶ ἀκλόνητος εἰς τὴν εὐσέβειαν, καὶ ταῦτα πάντα ἐνόμιζε ὡς οὐδέν. Ἐν μιᾷ δὲ τῶν ἡμερῶν κουρασθεὶς ὁ Ἀγαρηνος ἀπὸ τοῦ νὰ παρακινῇ τὸν Ἅγιον διὰ νὰ ἀρνηθῇ τὴν εὐσέβειαν, καὶ μὴ δυνηθείς, εἰς ὅλον τὸ ὕστερον ἐθυμώθη, καὶ βάλλοντάς τον ἐμπρὸς μὲ τὸ σπαθίον, τὸν ἐπῆγε δέρονοντας ἕως εἰς τὴν αὐλὴν τοῦ τζαμίου καὶ ἐκεῖ ἐσυνάχθησαν καὶ ἄλλοι πολλοὶ Ἀγαρηνοί, οἳτινες ἐβίαζον τὸν Μάρτυρα νὰ τουρκίσῃ, σπαθίζοντες, λακτίζοντες, βάλλοντες τὰς πιστόλας εἰς τὸ στῆθός του, καὶ ἄλλα πολλὰ ποιοῦντες, ἀλλ’ εἰς μάτην ἐκοπίαζον, ἐπειδὴ ὁ γενναῖος Ἰωάννης, χωρὶς νὰ δειλιάσῃ ἔλεγε: Δὲν γίνομαι Τοῦρκος, ἐγὼ Χριστιανὸς εἶμαι καὶ Χριστιανὸς θέλω νὰ ἀποθάνω. Ἀφήνω νὰ λέγω τὰς μαγείας καὶ τὰ σατανικὰ γοητεύματα, ὅπου καθημερινῶς ἔκαμνεν ἡ γυνὴ τοῦ αὐθέντου του, ἀλλ’ ἠ χάρις τοῦ Θεοῦ τὸν ἐφύλαττεν. Ἔφθασε καὶ ἠ νηστεία τῆς Κυρίας Θεοτόκου, τοῦ δεκαπενταυγούστου λεγομένη, καὶ ἐπειδὴ ὁ ἀοίδιμος Ἰωάννης, δὲν ἠθέλησεν κατ’ οὐδένα τρόπον νὰ ἀρτυθῇ καὶ νὰ χαλάσῃ τὴν ἁγίαν νηστείαν, ἐκλείσθη ὑπὸ τοῦ αὐθέντου ὑποκάτω εἰς ἕνα κατώγειον, ὅπου ἦτον τόπος τῶν ἀλόγων, καὶ ἐκεῖ εἰς τὸ διάστημα τῶν 15 ἡμερῶν πότε τὸν ἐκρέμα καὶ τὸν εκάπνιζε μὲ ἄχυρα, πότε τὸν ἐκτύπα μὲ τὸ σπαθίον εἰς ὅλον τὸ κορμίον, πότε τὸν ἄφηνε ἐντελῶς νηστικὸν δύο καὶ τρεῖς ἡμέρας, βιάζοντας αὐτὸν διὰ νὰ φάγῃ ἀπὸ τὰ μυσαρὰ φαγητά των. Ἡ δὲ μήτηρ αὐτοῦ, μὴ ἀντέχουσα να βλέπῃ τὰς κακοπαθίας τοῦ υἱοῦ του, τὸν ἐπαρακίνει διὰ νὰ φάγῃ. Ὁ δὲ Μάρτυς, τῆς ἔλεγε: Εἶμαι παπᾶ υἰός, καὶ πρέπει νὰ φυλάττω καλλίτερα ἀπὸ τοὺς υἱοὺς τῶν λαϊκῶν τοὺς νόμους τῆς Ἁγίας μας Ἐκκλησίας. Τέλος πάντων, βλέποντας ὁ αὐθέντης του, ὅτι δὲν δύναται νὰ τὸν καταπείσῃ, ἐθυμώθη καὶ τοῦ ἐκτύπησε μίαν θανατηφόρον μαχαιριὰν εἰς τὴν καρδίαν, καὶ οὕτω μετὰ δύο ἠμέρας ἐτελεύτησε ὁ ἀοίδιμος, τὴν 21η Ὀκτωβρίου, τοῦ 1773 σωτηρίου ἔτους.
Ἀποθνήσκων δὲ ὁ Μάρτυς, παρήγγειλεν εἰς τὴν μητέρα του, νὰ στάθῃ νὰ κάμῃ τὴν ἀνακομιδὴν τῶν λειψάνων του, καὶ νὰ τὰ πάρῃ νὰ τὰ ὑπάγῃ εἰς τὴν πατρίδα του. τελευτήσαντος δὲ τοῦ Ἁγίου, ὁ Ἀγαρηνὸς ἐκεῖνος αὐθέντης του, ἔῤῤιψε τὸ ἅγιον αὐτοῦ λείψανον ἔξω τῆς αὐλῆς εἰς ἕναν κῆπον, διὰ νὰ καταφαγωθῇ ὑπὸ τῶν σκύλων ἀποβαλὼν καὶ τὴν μητέρα τοῦ Μάρτυρος. Ἀλλ’ ὦ τῶν θαυμασίων Σου Χριστέ. Ὄχι μόνον ἔμεινεν ἀβλαβὲς τὸ ἱερὸν αὐτοῦ λείψανον, ἀλλὰ καὶ τὸ πρόσωπον αὐτοῦ ἤστραπτεν ὡς ὁ ἥλιος, πολλοὶ δὲ τῶν χριστιανῶν τῆς Λαρίσης, εἶδον εἰς τὰς 2 ἐκείνας ἡμέρας ὅπου ἦτον ἐῤῥιμένον τὸ λείψανον, φῶς οὐρανόθεν ὡς ἀστέρα καταβάντα ἐπάνω τοῦ λειψάνου. Αὐτὰ ταῦτα πληροφορηθεὶς ὁ τότε Μητροπολίτης Λαρίσης, ἐζήτησε τὴν ἄδειαν καὶ λαβὼν ἐνταφίασεν αὐτὸ μετ’εὐλαβείας. Ἡ δὲ μήτηρ τοῦ Ἁγίου ἐνθυμουμένη πάντοτε τὴν παραγγελίαν τοῦ υἱοῦ της, ἔμεινε εἰς Λάρισαν καὶ περιπλανωμένη ἀπὸ οἰκίαν εἰς οἰκίαν, ἐζήτει τὸ ἐπιούσιον ἄρτον. Ὁ οὖν αὐτάδελφός της μαθὼν ὅτι εὑρίσκονται σκλάβοι εἰς τὴν Λάρισαν, ἐπῆγεν διὰ νὰ τοὺς ἐλευθερώσῃ. Φθάσας δὲ ἐκεῖ καὶ εὐρὼν αὐτὴν τὴν παρεκίνει πολυειδῶς διὰ νὰ ἔλθῃ εἰς τὴν πατρίδα των. Τότε αὐτὴ ἐδιηγήθη τὰ γεγονότα διὰ τον υἱόν της, καὶ ὁ αὐτάδελφός της ἐπέστρεψεν εἰς τὰ ἴδια. Πληρωθέντος δὲ χρόνου ἱκανοῦ ἐγένετο παρὰ τοῦ Μητροπολίτου Λαρίσης ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ Ἁγίου, ἡ δὲ μήτηρ αὐτοῦ λαβοῦσα τὰ ἅγια λείψανα καὶ περιπλανωμένη ἀπὸ τόπον εἰς τόπον ἔφθασεν εἰς τὴν πατρίδας της καὶ κατώκησεν εἰς τὸ χωρίον της. Ἐδιηγήθη εἰς πάντας περὶ τοῦ ὐιοῦ της, καὶ ὅταν ἦλθεν ἡ ὥρα τοῦ θανάτου της, παρήγγειλεν ὅπως βάλωσιν εἰς τὸν τάφο καὶ τὰ λείψανα τοῦ υἱοῦ της. Μετὰ παρέλευσιν 13 ἐτῶν ἐτελεύτησε ἡ γυνὴ τοῦ αὐταδέλφου της καὶ ἔσκαψαν τὸν τάφον, καὶ εὐθὺς εὐγῆκεν ἄῤῥητον εὐωδία. Τότε ἐνεθύμηθησαν ὅτι εὐρίσκοντο ἐκεῖ καὶ τὰ ἅγια λείψανα τοῦ Ἰωάννου. Ὅθεν μετὰ φόβου καὶ εὐλαβείας ἀνοίξαντες τὸν τάφον, εὗρον, τὴν σακκούλαν, ἣτις εἶχε τὰ ἅγια λείψανα ἀβλαβῆ καὶ ὡς νὰ ἦτον ἐκείνην τὴν ἰδίαν ὥραν τεθειμένα εἰς τὸν τάφον. Θαύματα πλείστα ἐποίησε, καὶ ὅτι πρὸς τοῖς ἄλλοις θαύμασι, ἰάτρευσε παραδόξως τὴν ἐξηραμμένην καὶ παράλυτον χεῖρα μιᾶς γυναικός.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν ἰερῶν λειψάνων τοῦ Ὁσίου Πατρὸς ἡμῶν Χριστοδούλου τοῦ ἐν Πάτμῳ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Δροσοβόλον μέν.
ς τοῦ Λόγου νύμφη ὄντως ἀδιάφθορος, τὰ τῶν τυράννων δεινὰ βουλεύματα, διεσκέδασας γενναίῳ λογισμῷ, μηδὲν πτοηθεῖσα ἀληθῶς, τῶν βασάνων τῶν ἀμέτρων, παμμακάριστε.
Ἐν ἀσκήσει διαλάμψασα τὸ πρότερον, Θεοδότη σκεῦος τῆς θείας χάριτος, ἀνεδείχθης καὶ Μαρτύρων κοινωνός, μειώσασα τὴν ἀχλύν, τῶν εἰδώλων τῶν ψευδῶν, ἀξιοθαύμαστε.
Καρτερίᾳ τῶν βασάνων καὶ τῶν θλίψεων, κατεκάλυνας τῆς ψυχῆς τὴν εὐγένειαν, ὡς ἥλιος ἀστράψασα φαιδρός, Θεοδότη παρθένων καλλονή, τῷ ἀθανάτῳ Βασιλεῖ συμβασιλεύουσα.
Θεοτοκίον.
λευθέρωσον Παρθένε παναμώμητε, πάσης φθορᾶς καὶ θλίψεως, τοὺς οἰκέτας Σου, τοὺς προστρέχοντας τῇ σκέπῃ Σου, καὶ μέλποντας Κόρη εὐλαβῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η΄. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Πολυτρόπους κολάσεις στεῤῤῶς ἐνέγκασα, δι’ ἀγάπην τοῦ μόνου σεμνή, Νυμφίου σου, ὅλη ηὐγάσθης τῆς Τριάδος τῇ χάριτι, Μάρτυς Θεοδότη, Χριστὸν ὑπερυψοῦσα.
ρθοδόξων τὰ πλήθη σὲ μακαρίζομεν, τὴν μνήμην σου σέβομεν τὴν ὑπέρφωτον, Μάρτυς Θεοδότη, τὸν Σωτῆρα δοξάζοντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
Θεωροῦσα τὸ κάλλος τοῦ Παντοκράτορος, καὶ Ἀγγέλοις τοῖς θείοις νῦν συγχορεύουσα, μέμνησο ἡμῶν, Θεοδότη πανσέβαστε, τῶν ὑπερυψούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Τετρωμένος τῷ βέλει τοῦ πολεμήτορος, εἰς βυθὸν ἀπωλείας ὄντως κατήντησα, Κόρη Παναγία, δυσωπῶ Σε οἰκτείρησον, τὸν ὑπερυψοῦντα, Σὸν τόκον εἰς αἰῶνας.


ᾨδὴ θ΄. Θεὸν ἀνθρώποις.
Οἱ σοὶ ἀγῶνες καὶ τὰ παλαίσματα, τὴν Ἐκκλησίαν πᾶσαν Θεοδότη, κατήρδευσαν, ἥτις εὐσεβῶς μεγαλύνει τὴν μνήμην σου, πόθῳ ἀναβοῶσα· χαῖρε πανθαύμαστε, πάντων τῶν πιστῶν τὸ ἐγκαλλώπισμα.
Ὑμνοῦμεν πίστει τὴν πολιτείαν σου, τὴν θαυμαστὴν καὶ θείαν, Θεοδότη πανεύφημε, ἐξαιτοῦντες λύσιν, πολυτρόπων δεινῶν, ἡμῖν ἐπερχομένων, θείαις πρεσβείαις σου, πρὸς τὸν Ζωοδότην καὶ Φιλάνθρωπον Κύριον.
πὲρ ἡλίου τὸ φῶς ἐξήστραψας, ἐν τῇ Σιὼν τῇ ἄνῳ Θεοδότη καλλίνικε, διὸ φώτισον ἡμῶν τὰς ψυχάς, ἱκεσίαις σου, ἵνα ἐν θείοις ὕμνοις, σὲ μακαρίζομεν, τὸν ἀγωνοθέτην Χριστὸν μεγαλύνοντες.
Θεοτοκίον.
νοίχθη Κόρη Θεοχαρίτωτε, ὁ κεκλεισμένος πάλαι τοῖς ἀνθρώποις Παράδεισος, τῷ Σῷ θείῳ τόκῳ καὶ  ἀσπόρῳ ἁγνή, διὸ εὐχαριστοῦντες, καὶ μεγαλύνοντες, τὴν Σὴν χάριν πόθῳ οἱ πιστοί, ἐξαιτούμεθα.

Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Χριστὸν ἀκολουθήσασα ἐκ ψυχῆς Θεοδότη, δοχεῖον ἀναδέδειξαι, ἀρετῶν θεοσδότων, καὶ δι’ ἀθλήσεως πόνων, κοινωνὸς τῶν Μαρτύρων, μεθ’ ὧν ἀπαύστως πρέσβευε, ἡμῖν δοῦναι εἰρήνην, καὶ τῶν δεινων, ἐγκλημάτων ἄφεσιν τοῖς τελοῦσιν, τὴν φωτοφόρον μνήμην σου, καλλιπάρθενε νύμφη.
Θεοτοκίον.
Παρθένε παναμώμητε, παρθενίας τὸ ῥόδον, παρθένων ἀγαλλίαμα, παρθενόφυτον ἄνθος, ἡ μετὰ τόκον Παρθένος, ὡς πρὸ τόκου κυρίως, ἐν παρθενίᾳ στήριξον, τοὺς Σοὺς δούλους τοὺς πόθῳ, ἀπὸ ψυχῆς, ὕμνοις μακαρίζοντας ἀσιγήτοις, τὴν μόνην Σε ἀκήρατον, ἀειπάρθενον Κόρην.
















Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῷ τμητικῷ ἐγκρατείας ξίφει ἀπέκοψας, παθῶν ἐπαναστάσεις, Θεοδότη θεόφρον, στεῤῥῶς καθοπλισθεῖσα τῇ τοῦ Σταυροῦ, θείᾳ χάριτι ἔνδοξε, καὶ τῶν ἐχθρῶν τῶν ἀσάρκων τὰς μηχανάς, τῇ ἀσκήσει διεσκέδασας.

Ὥσπερ ἀστὴρ ἑωσφόρος ἡμῖν ἐπέλαμψεν, ἡ φωταυγής σου μνήμη, σκοτασμὸν καὶ ὀμίχλην, διώκουσα τῶν νόσων καὶ τῶν παθῶν, Θεοδότη πολύαθλε, ἣν ἐκτελοῦντες δοξάζομεν τὸν Χριστόν, τὸν πλουσίως σὲ δοξάσαντα.

Ἡ τοῦ Χριστοῦ Ἐκκλησία σκίρτα καὶ χόρευε, ἐπὶ τῇ πανηγύρει, τῆς σεμνῆς Θεοδότης, ἐν ὕμνοις ἐτησίαις τιμῶσα φαιδρῶς, ταύτης τὰ κατορθώματα, καὶ τὸ γενναῖον μαρτύριον καὶ σεπτόν, δι’ οὗ πέπτωκεν ὁ δόλιος.

Ἀποτμηθεῖσαν τὴν κάραν πλάνην ἀπέτεμες, ἀκάνθας καὶ προῤῥίζους, Θεοδότη θεόφρον, καὶ ὤφθης ἰσοστάσιος τῶν κλεινῶν, Ἀθλητῶν παμμακάριστε, μεθ’ ὧν δυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν, τὸν Φιλάνθρωπον Σωτῆρα Θεόν.

Δόξα. Ἦχος πλ. α΄.
Ὥσπερ φρονίμη, μακαρία παρθένος, τῷ ἐλαιῳ τῆς ἐγκρατείας, τὴν τῆς ψυχῆς διετήρησας λαμπάδαν, ἀκοίμητον καὶ ἄσβεστον γρηγοροῦσα, καὶ τὸν Νυμφίον εὐφραινομένη, ἐν ἀδοκήτῳ ὥρᾳ προσδοκοῦσα, διαπαντὸς εὐτρεπιζομένη, ἐν προσευχαῖς καὶ δεήσεσιν, ὅθεν καὶ προθύμως σεαυτήν, παρέδωκας εἰς ἀμετρήτους βασάνους, καὶ θάνατον ἐκούσιον, τὰ ἄνω ποθοῦσα ἀκήρατα Βασίλεια, ὅπου τῶν Ἁγίων οἱ δῆμοι. Μεθ’ ὧν συναυλιζομένη, Θεοδότη πανεύφημε, δώρησαι ταῖς ψυχαῖς ἡμῶν, εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις τῶν Μαρτύρων κλέος λαμπρόν, χαίροις τοῦ Σωτῆρος, νύμφη πάνσεμνος καὶ σεπτή, χαίροις Θεοδότη, ἡμῶν ἡ προστασία, ἡ πᾶσι χορηγοῦσα, πταισμάτων ἄφεσιν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου