ΙΟΥΝΙΟΣ ΙΘ΄!!
ΠΑΪΣΙΟΣ ΜΕΓΑΣ ΟΣΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἁγίου
Νικοδήμου Ἁγιορείτου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν
οὐρανίων ταγμάτων.
Τῶν
φιλεόρτων τὰ πλήθη δεῦτε συνέλθωμεν, καὶ τὴν παμφαεστάτην, ἑορτὴν Παϊσίου, τελέσωμεν
ἐκ πόθου· οὗτος καὶ γάρ, ὡς Μωσῆς ὁ θεόκριτος, κατηξιώθη συμφθέγγεσθαι τῷ
Χριστῷ, οἷα φίλος πρὸς τὸν φίλον αὐτοῦ.
Τῶν
οὐρανίων ἁψίδων περιϊπτάμενος, διὰ ζωῆς ἐνθέου, ὦ Παΐσιε Πάτερ, ὑπέδυς ἐν τῷ
γνώφῳ δι’ ἧς ἀληθῶς, οὐκ ἐν αἰνίγμασιν Ὅσιε, ἀλλ’ ἐν τῇ χάριτι ὤφθης τῇ τοῦ
Θεοῦ, τὰς ἐλλάμψεις εἰσδεχόμενος.
Ἀνακαθάρας
τὸ ὄμμα Πάτερ τοῦ Πνεύματος, τὰ μετὰ ταῦτα ὥσπερ, ἑνεστῶτα ἑώρας· διόπερ καὶ Ποιμένος
τοῦ θαυμαστοῦ, ἔτι νέου ὑπάρχοντος, καὶ προσελθόντος σοι πόθῳ διακαεῖ, τὸ
ἰσάγγελον προείρηκας.
Σὺ
τὰ ἐπίκηρα πάντα λόγῳ παρέδραμες, ἐκ βρέφους γὰρ τὴν τούτων, καταφρονήσας
δόξαν, προσέδραμες ἐμφρόνως τῷ πάντων Θεῷ, ὡς διψῶσά τις ἔλαφος· ὅθεν ναμάτων
ἐκεῖθεν ἐμφορηθείς, καὶ ἡμῖν μετάδος Ἅγιε.
Δόξα.
Ἦχος πλ. β΄.
Ὁ
ἐπὶ γῆς ἄγγελος, καὶ ἐν οὐρανοῖς ἄνθρωπος Θεοῦ, τῶν μοναστῶν τὸ σεμνολόγημα,
καὶ τοῦ κόσμου ἡ χαρά, Παΐσιος ὁ πανθαύμαστος, σήμερον συγκαλεῖ ἡμᾶς, πρὸς πανδαισίαν
πνευματικήν, τοὺς ὑπὲρ φύσιν ἀγῶνας αὐτοῦ, καὶ τῶν θαυμάτων τὸ μέγεθος
προτιθεὶς ἡμῖν, ὡς ἐδέσματα πανευφρόσυνα. Πάντες οὖν πνευματικῶς εὐφρανθέντες,
τοῦτον ἀνευφημήσωμεν, ὡς πρεσβεύοντα ἐκτενῶς τῷ Κυρίῳ, ὑπὲρ τῶν πίστει καὶ
πόθῳ, ἐκτελούντων τὴν μνήμην αὐτοῦ.
Καὶ
νῦν. Θεοτοκίον.
Θεοτόκε
Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν·
πρέσβευε Δέσποινα, μετὰ τοῦ Σοῦ Ὁσίου καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς
ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε
χρεωστικῶς, οἱ παῖδες τὸν πατέρα, ἡμῶν τὸν κατὰ πνεῦμα, Παΐσιον τὸν μέγαν, ἐν
ὕμνοις εὐφημήσωμεν.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Τύπος
τῆς ἀρετῆς, ἀσκήσεως κανών τε, τῆς ἡσυχίας στάθμη, πᾶσι τοῖς ἐν ἐρήμῳ, ἐδείχθης
Πάτερ Ὅσιε.
Στ.: Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Ψυχῆς
τὸ τριμερές, καθάραντος ἀσκήσει, ἐν ἐρημίαις τόποις, ἠράσθη ὁ Νυμφίος, τοῦ
κάλλους σου Παΐσιε!
Δόξα.
Ἦχος β΄.
Εὐφράνθητι
ἔρημος διψῶσα, Ἡσαΐας προορῶν, τὸν ἁγιόλεκτον συνασπισμόν, τῶν ἐν ἐρήμοις
ἀβάτοις διαλαμψάντων ἔλεγεν· ὡς πολιστὴς καὶ ἔξαρχος, ὁ μέγας Παΐσιος
ἀναδέδεικται, ὁ νῦν παρ’ ἡμῶν εὐφημούμενος. Οὗτος γὰρ ἐν σημείοις καὶ θαύμασι
διαλάμψας, τὴν ἔρημον ὡς πόλιν ἀνέδειξε, καὶ τὴν οἰκουμένην, ταῖς διδασκαλίαις
αὐτοῦ κατεφώτισεν. Οὗ ταῖς λιταῖς, ὁ Θεός, ἐν εἰρήνῃ ἡμᾶς διαφύλαξον, καὶ σῶσον
τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Τὴν
πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην
Σου.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὁ
ἔνσαρκος ἄγγελος, τῶν Μοναστῶν κορωνίς, ὁ ἄσαρκος ἄνθρωπος, τῶν οὐρανῶν οἰκιστής,
ὁ θεῖος Παΐσιος, χαίρει τῇ αὐτοῦ μνήμη, σὺν ἡμῖν ἑορτάζων, νέμει τοῖς κοπιώσι,
δι' αὐτὸν θεῖαν χάριν· διὸ ἐν προθυμίᾳ πολλὴ τοῦτον τιμήσωμεν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΜΕΓΑΣ
ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως,
ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε
ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου. Ἦχος β΄. Ποίοις εὐφημιῶν στέμμασιν.
Ποίοις, εὐφημιῶν στέμμασι,
καταστέψωμεν τὸν θεοφόρον; Τὸν ἀσκητικοῖς ἀγωνίσμασι, καὶ μοναδικοῖς τοῖς
παλαίσμασι, τὸν ἀντίπαλον καταβαλόντα· τὸν μέγαν, ἐν ἀσκηταῖς θεῖον Παΐσιον· αὐτόπτην,
καὶ μιμητὴν Χριστοῦ τὸν γνήσιον· τὸν ὀλετῆρα δαιμόνων, καὶ παθῶν διώκτην,
μονοτρόπων τὸν στρατηγόν, ἐρήμου τὸ καύχημα, οἰκουμένης τὸ ἐντρύφημα.
Ποίοις, ἀσκητικοῖς ᾄσμασι, τὸν
Παΐσιον αἰνέσωμεν τὸν μέγαν; Τὸν τῆς ἡσυχίας διδάσκαλον, καὶ τῆς ἐγκρατείας
παράδειγμα, τὸν λαμπρὸν τῆς χάριτος δοχεῖον, τὸν πράξει, καὶ θεωρίᾳ
καταστρέψαντα, τὸ θαῦμα, τὸ τῆς ἑώας τὸ καινότατον, τὸ ταπεινώσεως βάθον,
πρεσβευτήν τε ὄντα τὸν ἀκοίμητον πρὸς Χριστόν· διὸ καὶ γεραίρομεν, τὴν αὐτοῦ
θείαν πανήγυριν.
Ποίοις, ὑμνῳδιῶν κάλλεσι, εὐφημήσωμεν
νῦν σε ἐν ὕμνοις, Πάτερ θεοφόρε Παΐσιε, λύχνε τῆς ἐρήμου μακάριε; Τὸν προστάτην
τε ἡμῶν καὶ ῥύστην, ἀλείπτην, τῶν μοναζόντων σε δεικνύμενον, καὶ πρέσβυν, τῶν εὐφημούντων
σε καὶ πρόμαχον, τῶν φερωνύμων σου ἅμα, καὶ τῶν προστρεχόντων, σοῦ τῇ σκέπῃ τῇ
κραταιᾷ, τοῖς πᾶσι δωρούμενον, τὴν συγχώρησιν πρεσβείαις σου.
Ἕτερα. Ἦχος ὁ αὐτός. Ὅτε ἐκ τοῦ ξύλου.
Ὥσπερ, τὸν μικρότερον Δαβίδ, πάντων
τῶν αὐτοῦ αὐταδέλφων, ὁ ἱερὸς Σαμουήλ, τῷ Θεῷ προέκρινεν, οὕτω καὶ σὲ ὁ φανείς,
τῇ μητρί σου Ἀσώματος, Παΐσιε πάντων, ἐκ παιδὸς ἀφώρισε, τῶν συναιμόνων σου, ὅπως,
τοῦ Δεσπότου δοξάσῃς, σοῦ ταῖς θαυμασταῖς ἀριστείαις, ὄνομα τὸ θεῖον καὶ
πανένδοξον.
Δεῦρο, ὁ χορὸς τῶν μοναστῶν, νῦν τὸν
πολιστὴν τῆς ἐρήμου, ἀνευφημήσωμεν, ἡσυχίας ἔνθερμον, ὡς ἀληθῶς ἐραστήν, ἀρετῆς
ἐξεικόνισμα, ἀζύγων ἀλείπτην, τούτων καὶ ἀγλάϊσμα, δικαιοσύνης ζυγόν, κλεῖθρον,
σωφροσύνης τελείας, θήκην ἀσφαλῆ τῆς ἀνδρείας, καὶ λαμπρὸν φρονήσεως
θησαύρισμα.
Χαίρων, τῇ μελέτῃ τῇ πυκνῇ, τοῦ Ἱερεμίου
λογίων, τοῦτον ἑώρας σαφῶς, Πάτερ ἀναπτύσσοντα, τὰς προφητείας αὐτοῦ· ἀλλὰ δὴ
καὶ τὸν Κύριον, κατεῖδες φιλίως, ἄγαν προσφθεγγόμενον· εἰρήνη σοὶ τῷ ἐμῷ, δούλῳ,
τῷ πολλὰ ποθουμένῳ· Σὺ γάρ με δοξάζεις ἀθροίσας, ἀσκητῶν πληθὺν εἰς εὐδοκίμησιν
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἐπέλαμψεν ἡμῖν, ἡ
χαρμόσυνος μνήμη, τοῦ ἐν ἀσκηταῖς ἀσκητοῦ, καὶ τῶν ἀσκητῶν περισσοτέρου
Παϊσίου, οὗ καὶ ἐν τῷ μετὰ σώματος βίῳ, ἡ παῤῥησία πρὸς Θεὸν ἀμύθητος, καὶ αἱ
παρ’ ἐκείνου χάριτες ἄπεροι. Περὶ τίνος γὰρ ἄλλου, εὐαρεστήσαντος Θεῷ ἤκουσται,
καταβῆναι πρὸς αὐτὸν ὁ Χριστός, καὶ καταδέξασθαι νιφθῆναι τοὺς οἰκείους πόδας,
οἷον παρ’ αὐτοῦ τοῦ μεγάλου τετέλεται; ἤ τίνι ἄλλῳ διὰ προσευχῆς ἐξεγένετο,
κατενεγκεῖν τὸν Χριστὸν ἐξ οὐρανοῦ, ἐν νεφέλαις καὶ σάλπγξιν, ὡς ἂν ἐξ ᾍδου ψυχὴν
ἀπολύσῃ; Ξενήκουστα ταῦτα καὶ φρικωδέστατα· διὸ αὐτόν, ὡς δυνατόν, ἐν παῤῥησίᾳ
πρέσβυν πρὸς Κύριον προβαλλώμεθα, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον
Τίς μὴ
μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως
ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μετ’
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου
καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ
ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ
καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ,
καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι
ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ
προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ
γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ
δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν.
Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ
μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν
μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ
δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ
στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν.
Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε
πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία
γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ
αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Ὁ ἐκ τῆς ἑώας ἀστὴρ φαεινότατος,
Παΐσιος ὁ μεγαλώνυμος, σήμερον ἀνέτειλεν ἡμῖν, ἐν τῷ τῆς Ἐκκλησίας νοητῷ
στερεώματι, τὸν νοῦν ἡμῶν φωτίζων, καὶ τὰς ψυχὰς καθαγιάζων, ἐν τῇ ἁγίᾳ μνήμῃ αὐτοῦ.
Δεῦτε οὖν, φιλέορτοι, τὰς τῶν μοναστῶν καὶ μιγάδων συστήματα, ὕμνοις αὐτὸν ἐνθέοις,
καταστέψωμεν λέγοντες· καθηγητὰ τῆς ἐρήμου ὑπέρτιμε, καὶ Χριστοῦ θεράπον
γνήσιε, Αὐτῷ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος β΄.
Ὁ ἐπὶ γῆς ἄγγελος, καὶ ἐν οὐρανοῖς ἄνθρωπος
Θεοῦ, τῶν μοναστῶν τὸ σεμνολόγημα, καὶ τοῦ κόσμου ἡ χαρά, Παΐσιος ὁ
πανθαύμαστος, σήμερον συγκαλεῖ ἡμᾶς, πρὸς πανδαισίαν πνευματικήν, τοὺς ὑπὲρ
φύσιν ἀγῶνας αὐτοῦ, καὶ τῶν θαυμάτων τὸ μέγεθος προτιθεὶς ἡμῖν, ὡς ἐδέσματα
πανευφρόσυνα. Πάντες οὖν πνευματικῶς εὐφρανθέντες, τοῦτον ἀνευφημήσωμεν, ὡς
πρεσβεύοντα ἐκτενῶς τῷ Κυρίῳ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ, ἐκτελούντων τὴν μνήμην
αὐτοῦ.
Ἦχος δ΄.
Ἐνδυναμωθεὶς ἐν Κυρίῳ τῷ Θεῷ, κατὰ
τὸν ἔξοχον φημί, Ἀπόστολε, θεοφόρε Πατὴρ ἡμῶν Παΐσιε, καὶ ἐνδυθεὶς τὴν
πανοπλίαν τοῦ Θεοῦ, ἐξῆλθες εἰς ἄμυναν τὴν κατὰ τῶν ἐχθρῶν. τὴν γὰρ ὀσφὺν
περιζωσάμενος, καὶ εὐαγγελικῶς ὑποδησάμενος τοὺς πόδας, τὸν τῆς δικαιοσύνης
θώρακα ἐνέβαλες, καὶ τὴν τοῦ σωτηρίου περικεφαλαίαν, καὶ ὡς στρατιώτης εὐσθενής,
εἰς τὴν συμπλοκὴν καθώρμησας τοῦ διαβόλου, τὸν θυρεὸν ἐν ταῖς χερσὶ κατέχων τῆς
πίστεως. Ἀλλὰ σπεῦσον καὶ ἡμᾶς ἐκ τῶν χειρῶν, τοῦ ἀνθρωποκτόνου ἀπάλλαξον, ταῖς
πρὸς Θεὸν πρεσβείαις σου, Ὅσιε Πάτερ, τοὺς τὴν μνήμην σου δοξάζοντας.
Ἦχος πλ. δ΄.
Τάδε λέγει ὁ καθηγητὴς τῆς ἐρήμου,
πρὸς τοὺς φοιτητὰς αὐτοῦ· τεκνία, εἰρηνεύετε ἐν ἑαυτοῖς, καὶ μὴ τὰ ὑψηλὰ φρονεῖτε,
ἀλλὰ ταπεινώσατε ἑαυτούς, διὰ τὸν ταπεινώσαντα ἑαυτὸν δι’ ἡμᾶς· αὐτὸς γὰρ ἔφη,
ταπεινοῖς διδόναι χάριν. Μνήσθητε, ὅτι τοῖς τοῦ κόσμου ἀποταξάμενοι, Χριστῷ
συνετάχθητε, τῷ ὡραίῳ κάλλει παρὰ πάντας βροτούς, τῷ καὶ τὴν Βασιλείαν Αὐτοῦ ἐπαγγειλαμένῳ,
τοῖς σταυρώσασιν ἑαυτοὺς σὺν τοῖς παθήμασι, καὶ ὀπίσω αὐτοῦ ἑπομένοις ἐν ἀληθείᾳ.
Γρηγορεῖτε γοῦν, προσευχόμενοι ἐκφυγεῖν, τὰς πάγας καὶ τὰ θήρατρα τοῦ
ψυχοφθόρου, ἐξ ὧν αὐτὸς φυλάξει ὑμᾶς ὡς φιλάνθρωπος, παρέχων ἡμῖν ἱλασμὸν ἁμαρτιῶν,
δι’ ἐμοῦ τοῦ ταπεινοῦ ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.
Δόξα. Ἦχος πλ. β΄.
Εἰς ὄρος ὑψηλῆς ἐπιβὰς πολιτείας, τὰς
ἐρήμους κατέλαβες Παΐσιε, ἵν’ ἔχῃς ὡς εἰκόνα τῶν ἀοράτων τὰ ὁρώμενα. Δέονται γὰρ
πόνων καὶ καμάτων, τὰ τραχέα καὶ ὑψηλά. Καὶ τὰ πόῤῥω ὡς ἐγγὺς προέβλεπες, καὶ ὡς
παρόντα τὰ μέλλοντα προεθέσπεις· ἐδήλου γάρ σοι ταῦτα, τὸ ἐνοικοῦν σοι Πνεῦμα.
Καὶ ὡς εἰς ἅρμα τοῖς πόνοις σου, ἀμφοτέρωθεν τροχοῖς ἀναπτερούμενος, τῇ ἀγάπῃ
πρὸς Χριστόν, πρός τε τὸν πέλας ἀκριβῶς, εἰς οὐρανοὺς ἀνυψώθης· ἔχων οὖν παῤῥησίαν
πρὸς Χριστόν· δι’ Ὃν τοὺς μεγίστους ἀγῶνας διήνυσας, πρέσβευε ἐκτενῶς, ὑπὲρ τῶν
πίστει τελούντων σου τὰ μνημόσυνα.
Καὶ
νῦν. Θεοτοκίον.
Θεοτόκε
Σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς, Σὲ ἱκετεύομεν·
πρέσβευε Δέσποινα, μετὰ τοῦ Σοῦ Ὁσίου καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς
ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Χαίροις,
ὁ ἐκλεχθεὶς ἐκ Θεοῦ, εἰς ὑπουργίαν βιοτῆς τε τῆς κρείττονος, Παΐσιε θεοφόρε,
ἀσκητικῆς ἀγωγῆς, τοῦ Παμβὼ φυτεία σὺ γενόμενος· διὸ καὶ ἐξήστραψας, ὡς ἀστὴρ
διαυγέστατος, ἐκ τῆς Ἑώας, καὶ τὴν κτίσιν ἐφώτισας, τοῖς πυρσεύμασι, τῶν πολλῶν
θαυμασίων σου· ὅθεν καὶ τοῖς ἐθέλουσι, βιοῦσθαι ἐν πνεύματι, ἔσοπτρον Πάτερ
ἐδείχθης, ὑπακοῆς καὶ ἀσκήσεως· διὸ καὶ ἁπάντων, μοναστῶν τε καὶ μιγάδων, Πατὴρ
ὠνόμασαι.
Στ.:
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ
ὁσίου Αὐτοῦ.
Χαίροις,
ὁ τῆς χαρᾶς κοινωνός, τῆς οὐρανίου θεοφόρε Παΐσιε, φανείς τε μέτοχος ταύτης, ἐν
τῇ προσκαίρῳ ζωῇ, ὡς ὑπὸ Κυρίου εὐθυνόμενος· διὸ θεῖος Ἄγγελος, σοὶ προώφθη καὶ
ὕστερον, αὐτὸς ἀμέσως, ὁ Δεσπότης τῆς κτίσεως, σοὶ παρίσταται, εὐχομένῳ πρὸς
Κύριον· εἶτα καὶ τὴν εἰρήνην σοι, αὐτὸς καὶ τὰ δέοντα, σοὶ παρασχὼν ἀνελήφθη,
καὶ αὖθις οὕτω παρίσταται, τετράκις εἰσέτι, ὁ αὐτὸς Ὅσιε Πάτερ. Ὢ θείου
θαύματος!
Στ.: Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Χαίροις,
ὁ ἐκλεκτὸς τοῦ Θεοῦ, ὁ θεωρήσας νοερῶς τὰ οὐράνια, ὁ ζήσας ἐν ἀσιτίᾳ, εἰς
περιόδους καιρῶν, καὶ αἰσχύνας ὅλως τὸν ἀλάστορα· διὸ Πάτερ Ὅσιε, τοῖς πιστοῖς
λύχνος γέγονας, Ὀρθοδοξίας, καὶ ἀλείπτης εὐθύτατος, τοῖς μονάζουσιν, ἐν μοναῖς
τε καὶ ὄρεσιν, ὤφθης κανὼν καὶ ἔσοπτρον, θεόφρον Παΐσιε, καθηγητὰ τῆς ἐρήμου,
τῶν ἀσκητῶν κρηπὶς βάσιμος. Θεῷ μὴ ἐλλίπῃς, τοῦ πρεσβεύειν ὑπὲρ πάντων τῶν
εὐφημούντων σε.
Δόξα.
Ἦχος δ΄.
Ἀκραιφνῶς
ἀνέφηνας Σωτήρ, καὶ ἐν τῷ γνησίῳ θεράποντι Παϊσίῳ, τὴν ἐν Εὐαγγελίοις ὑπόσχεσιν
ἀληθεύουσαν. Καὶ γὰρ καὶ αὐτῷ, παραμείβοντι, τὸν δόλιχον τῆς ἀσκήσεως, χαίρειν
προσειπών, καὶ τὴν χάριν διδόανι ἔφησθα, τοῦ λαμβάνειν ὅ,τι ἂν αἰτήσηται, ἐν τῷ
ὀνόματί σου, ἐπιδαψιλευσάμενος, καὶ τὴν τῶν ἁμαρτιῶν ἄφεσιν, ὑπὲρ ὧν ἐκεῖνος
σοῦ δεηθείη. Χάρισαι οὖν δι’ αὐτοῦ ἡμῖν, τὴν λύσιν τῶν ἀμπλακημάτων, ὡς
ὑπεράγαθος.
Καὶ
νῦν. Θεοτοκίον.
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε,
παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην
ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν
Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε
Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ὁ
ἔνσαρκος ἄγγελος, τῶν Μοναστῶν κορωνίς, ὁ ἄσαρκος ἄνθρωπος, τῶν οὐρανῶν οἰκιστής,
ὁ θεῖος Παΐσιος, χαίρει τῇ αὐτοῦ μνήμη, σὺν ἡμῖν ἑορτάζων, νέμει τοῖς κοπιώσι,
δι' αὐτὸν θεῖαν χάριν· διὸ ἐν προθυμίᾳ πολλὴ τοῦτον τιμήσωμεν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Παθῶν
κατεδούλωσας σαρκὸς τὸ φρόνημα, τὸ χεῖρον ὑπέταξας Πάτερ τῷ κρείττονι, Παΐσιε
Ὅσιε· ἔθραυσας τῶν δαιμόνω, τὴν ὀφρὺν ἐν ἀσκήσει· ἔλαμψας ἐν ἐρήμῳ, ὥσπερ ἥλιος
ἄλλος· καὶ νῦν τῷ φωτί σου τοὺς σέ, τιμῶντας λάμπρυνον.
Δόξα.
Ζωῆς
ἐφιέμενος τῆς ἀκηράτου σοφέ, τοῦ κόσμου τερπνότητα ὥσπερ ἐπίβουλον, παρεῖδες
Παΐσιε· ὅθεν ἐν εὐφροσύνῃ, ὁσιώτατε Πάτερ, ἦλθες πρὸς τὰς ἀΰλους, τῶν Ἀγγέλων
σκηνώσεις· ἐν αἷς τῶν μεμνημένων σου, μέμνησο πάντοτε.
Καὶ
νῦν. Θεοτοκίον.
Ταχὺ
δέξαι Δέσποινα τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε τῷ Σῷ Υἱῷ καὶ Θεῷ, Κυρία
πανάμωμε· λῦσον τὰς περιστάσεις, τοῦ δολίου βελίαρ· πράϋνον μηχανίας, καὶ
κατάβαλε θράσος, τῶν ὁπλιζομένων ἀθέων, κατὰ τῶν δούλων Σου.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐξ
Αἰγύπτου ἤστραψας, ὡς Ἑωσφόρος, καὶ τὸν κόσμον ἔλαμψας, ταῖς φαειναῖς σου
ἀρεταῖς, ἠγλαϊσμένε Παΐσιε, πᾶσιν ἐκλάμψας, τὸ φῶς τῆς ἀσκήσεως.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἐν
τῇ σκέπῃ πάναγνε, τῇ Σῇ Παρθένε, προσφυγόντων δέησιν, προσδεξαμένη παρ’ ἡμῶν,
μὴ διαλίπῃς πρεσβεύουσα, τῷ φιλανθρώπῳ, σωθῆναι τοὺς δούλους Σου.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ὑπερέβης
τοὺς πάντας ἐν ἀρετῆς, ἀγωνίσμασι μάκαρ ὡς καὶ Χριστόν, αὐτοῖς ἀσμενίζοντα,
συνεχῶς σοι ὀπτάνεσθαι, καὶ ὁμιλεῖν ὡς φίλος, πρὸς φίλον εὐνούσατα· ὃ κομιδῇ
βραχέσιν, Ἁγίων εὐτύχισται· ὅθεν καὶ τοὺς πόδας, ἀπονίψαι ἐκείνου, ἐνδόξως
ἠξίωσαι, καὶ ψυχὴν τελευτήσαντος, ἐκ τοῦ ᾍδου λυτρώσασθαι· ἱλέωσαι ἀλλ’ οὖν καὶ
ἡμῖν, τὸν Δεσπότην πλεῖστα ἁμαρτάνουσιν, ὡς παῤῥησίαν μεγίστην, πρὸς Αὐτὸν
εὑράμενος.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν
Βασίλισσα πάντες δεῦτε πιστοί, τὴν Μητέρα τοῦ πάντων Δημιουργοῦ, ᾠδαῖς
μεγαλύνωμεν, καὶ ὑμνοῦντες βοήσωμεν· ἡ τῆς χαρᾶς αἰτία, Παρθένε πανύμνητε, τοὺς
τιμῶντάς Σε σῷζε, καὶ σκέπε πρεσβείαις Σου· ἔχεις γὰρ ὡς Μήτηρ, τοῦ Θεοῦ
παῤῥησίαν, οἰκτείρειν βραβεύειν τε, νοσημάτων τὴν ἴασιν· διὰ τοῦτο βοῶμέν Σοι· πρέσβευε
τῷ Σῷ Υἱῷ καὶ Θεῷ, τοῦ δοθῆναι ἄφεσιν τοῖς δούλοις Σου, τοῖς προσκυνοῦσιν ἐν
πίστει, τὸν ἄφθορον τόκον Σου.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου
Αὐτοῦ.
Στ.: Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Εὐαγγέλιον, Ὁσιακόν
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλέησόν με ὁ Θεός...
Εὐφρανθήσονται
ἔφη γηγενεῖς, ἐγκωμιαζομένου δικαίου, Σολομὼν ὁ σοφώτατος. Τούτου γὰρ ἡ μνήμη,
ἀθανασίας ὑπάρχει πλήρης· διὸ καὶ ἡμεῖς, Ὁσίων ἀγλάϊσμα, Παΐσιε πανθαύμαστε,
σήμερον γηθόμενοι τιμῶμέν σε, καὶ βοῶμέν σοι δεόμενοι· ἱκέτευε ῥυσθῆναι ἡμᾶς,
ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ, ὅπως κατὰ χρέος γεραίρωμεν, ὡς πλουτοῦντες ῥύστην
καὶ πρόμαχον.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ὁσίου δύο.
Ὁ
α’ Κανών τοῦ Ὁσίου. ᾨδὴ α’. Ἦχος β’. Ἐν βυθῷ κατέστρωσε ποτέ.
ᾎσαι
ἐγχειρήσαντι τὴν σήν, μάκαρ νῦν πανήγυριν, παρεστηκὼς τῇ Τριάδι ὁλόφωτος, ἔνθεν
ἀκροώμενος, θεῖα ᾄσμαστα, Σεραφεὶμ ὥσπερ ἄνθρακας, χάριν μοι μετάδος, πρέπον
ἵνα πλέξον σοι μελώδημα.
Πόῤῥωθεν
προγνώσει θεϊκῇ, τοῦ παντὸς ὁ Πρύτανις, κατανοήσας Παΐσιε μέγιστε, ἃς τελέσειν
ἔμελλες, ὑπὲρ ἄνθρωπον, ἀρετὰς ἔτι νήπιον, πέλον ἑαυτῷ σε, ἐκ τῶν ἀδελφῶν σου
πρὶν ἐχώρισε.
Πάτερ
μοι ἱλέωσαι Χριστόν, Ὃν ἀπὸ νεότητος, οὐκ ἐπαυσάμην πικραίνων ὁ ἄθλιος, ταῖς
αἰσχραῖς μου πράξεσι· παῤῥησίαν γάρ, πρὸς Αὐτὸν πλείστην κέκτησαι, Ὃν σὺ
τοὐναντίον, ηὔφρανας ἐκ βρέφους τῇ ἀσκήσει σου.
Θεοτοκίον.
ᾙκέ
Σοι ἁγνὴ τὸν ἀσπασμόν, φέρων ὁ Ἀρχάγγελος, λαμπροφανῶς ἐσταλμένος καὶ ἔξαλλος·
συναντήσας ὅμως δέ, τοῖς πυρσεύμασι τοῖς ἐκ Σοῦ ὑπὲρ σύγκρισιν, σελαγιζομένοις,
μᾶλλον κατηυγάσθη ἢ κατηύγασε.
Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχὶς κατ’ ἀλφάβητον.
ᾨδὴ
α’. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἀνευφημῆσαι τοὺς λαμπροὺς
ἀγῶνάς σου, τοὺς ἐξ ἀσκήσεως, θέλοντι τρισμάκαρ, λόγον μοι πρυτάνευσον, ταῖς
πρὸς Θεὸν πρεσβείαις σου, τῷ πιστῷ σου ἱκέτῃ, Παΐσιε θεοδόξαστε, καὶ ἐγκωμιάσαι
σὲ σπεύσαντι.
Βίου μονήρους ἐκλογὴ
γενόμενος, ὁ ἐξ Αἰγύπτου βλαστός, τῷ Θεῷ ἐδόθη, δῶρον ἐκ νεότητος, Ἀγγέλου
προστατεύοντος, οὐρανίου τε θείου, Πατὴρ ὁ μέγας Παΐσιος, ὁ περιφανὴς καὶ
περίδοξος.
Γεῶδες ἅπαν καὶ σαρκὸς τὸ
φρόνημα, ῥίψας προσέδραμεν, εἰς ἐρήμο πλάτος, ὁ θεομακάριστος, καὶ κοινωνὸς
ἐγένετο, καὶ ἀκόλουθος ὅλως, Παμβὼ τοῦ θείου τε Γέροντος, ἆραι τὸν ζυγὸν
ἐπωμάδιον.
Θεοτοκίον.
Ὡς
Θεοῦ Μήτηρ παῤῥησίαν ἔχουσα, πρὸς τὸν τεχθέντα ἐκ Σοῦ, μονογενῆ Λόγον, τῷ Πατρὶ
συνάναρχον, καὶ συμφυῆ τῷ Πνεύματι, δυσωποῦσα μὴ παύσῃ, κινδύνων σῶσαι
πανάμωμε, τοὺς Σὲ Θεοτόκον δοξάζοντας.
ᾨδὴ
γ’. Ἐξήνθησεν ἡ ἔρημος.
Οὐράνιος
ἐπέφανε, τῇ μητρί σου Ἄγγελος, τὸ ἐκ παιδὸς εὐδόκιμον, προαγγέλλων ταύτῃ
πανόσιε, ὡς ὅ γε Σαμουὴλ τοῦ Προφητάνακτος.
Ἐπέβης
Πάτερ κλίμακι, νοερᾷ ἣν ἔπηξας, δι’ ἀρετῆς σε φέρουσαν, ἔτι ζῶντα εἰς τὰ
οὐράνια, ἐν οἷς μετὰ Ἀγγέλων συνδιέτριβες.
Συνέτισόν
με Ἅγιε, εἰς τὰ θεῖα νοήματα, ὡς ἂν αὐτοῖς μὴ σφάλλωμαι, οἷα καὶ σὲ πρὶν εἰς τὰ
ἴδια, αὐτὸς Ἱερεμία προφητεύματα.
Θεοτοκίον.
Ταπεινοφθόγγῳ
ῥήματι, πρὸς τὸν Ἀρχιστράτηγον, τὴν ταπεινὴν ὑπέραγνε, τῶν ἀνθρώπων φύσιν
ἀνύψωσας· διό Σε καὶ ἡμεῖς ὑψοῦμεν ᾄσμασιν.
Ἕτερος.
Ὁ στερεώσας κατ’ ἀρχάς.
Δι’ ἀρετῆς τὴν ἐντολήν, τὴν
πατρικὴν διετήρεις, ὡς τὰς θείας ἐντολὰς θεοφόρε, μὴ εἰς πρόσωπον ἀνδρός,
ἐνατενίζων Ὅσιε, μηδὲ ποιῶν τι ἄλλο, ἰδίῳ μόνῳ θελήματι.
Ἐπὶ τὰ πρόσω προχωρῶν,
ἐπέσπευδεν ὁ θεόφρων, μεταστάντος τῶν προσκαίρων αὐτοῦ τε, τοῦ πνευματικοῦ
πατρός· διὸ καὶ νῆστις ἔμεινεν, ἐπὶ πολλὰς ἡμέρας, ὁ θεοφόρος Παΐσιος.
Ζωῆς τῆς κρείττονος σοφέ,
Παΐσιε ὡδηγήθης, δι’ Ἀγγέλου ἐκ Θεοῦ θεῖε Πάτερ, εἰς τὸ πλάτος τῆς αὐτῆς,
ἐρήμου ὡς ὁ Πρόδρομος, ὡς Μωϋσῆς ὁ μέγας, καὶ Ἠλιοὺ ὁ ἐξάκουστος.
Θεοτοκίον.
Νενεκρωμένον
μου τὸν νοῦν, τῇ τῆς ζωῆς ἐνεργείᾳ, τῆς ἐκ Σοῦ φανερωθείσης τῷ κόσμῳ,
διανάστησον οὐλάς, καὶ τύπους ἐξαλείφουσα, τῆς ἁμαρτίας μόνη, Θεογεννῆτορ
πανάμωμε.
Κάθισμα.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Συνελθόντες
Παΐσιε σὲ γεραίρομεν, ἐπιβὰς ὡς εἰς ἅρμα καὶ γὰρ τοὺς πόνους σου, ἀμφοτέρωθεν
τροχοῖς οἷα πτερούμενος, τῇ ἀγάπῃ πρὸς Χριστόν, πρός τε τὸν πέλας ἀκριβῶς, εἰς
οὐρανοὺς ἀνυψώθης, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ, ἀεὶ πρεσβεύων θεομακάριστε.
Δόξα.
Τὰς
φροντίδας τοῦ βίου ἀπαρνησάμενος, καὶ Ἀγγέλων τὸν βίον ἀναλαβόμενος, ἐγκρατείᾳ
τὴν ψυχήν σου κατελάμπρυνας, καὶ θαυμάτων ἐκ Θεοῦ, χάριν ἐδέξω δαψιλῶς, Παΐσιε
θεοφόρε, ὑπὲρ ἡμῶν ἱκετεύων, τῶν εὐσεβῶς εὐφημούντων σε.
Καὶ
νῦν. Θεοτοκίον.
Παναγία
Παρθένε ἡμᾶς ἐλέησον, τοὺς προσφεύγοντας πίστει πρὸς Σὲ τὴν εὔσπλαγχνον, καὶ
αἰτουμένους τὴν θερμήν Σου νῦν ἀντίληψιν· δύνασαι γὰρ ὡς ἀληθῶς, τοὺς πάντας
σώζειν ὦ ἁγνή, Μῆτερ Θεοῦ τοῦ Ὑψίστου, ταῖς μητρικαῖς Σου πρεσβείαις, ἀεὶ
χρωμένη Θεοχαρίτωτε.
ᾨδὴ
δ’. Ἐλήλυθας ἐκ Παρθένου.
Ἐπέδωκας,
τῇ ἀσκήσει θεόφρον ὑπέρμετρα, ὡς αὐτὸν τὸν Κύριον, συγκαταβαίνειν πυκνότερον,
καὶ σοὶ ὀπτανόμενον, τρανῶς προσφθέγγεσθαι, πλήθη δι’ αὐτοῦ σωθησόμενα.
Προείρηται,
Ἰωάννης ὁ θεῖος Ἀπόστολος, εἰδικῶς τῶν Δώδεκα, ἠγαπημένος τῷ Κτίσαντι, ὡς καὶ ὁ
Παΐσιος, αὐτῷ ὠνόμασται, πάντων ἀσκητῶν ὑπερέκεινα.
Ὡς
ἔτυχες, ἐκ τῶν πόνων σου Πάτερ φιλότητος, τῆς πρὸς τοῦ παντάνακτος,
ὑπερβαλλούσης ἱκέτευσον, ταύτης κἀμὲ τεύξασθαι, ὅπως κηρύττω σε, μέγα τῷ
Δεσπότῃ δυνάμενον.
Θεοτοκίον.
Ἁγίασον,
Παναγία βεβήλως βιοῦντά με, ἐναγῆ τε πράττοντα, ἔργα φεῦ τὸν ἐναγέστατον, ἵνα
ὑμνῶ πάναγνε, Σὲ ἁγνοῖς χείλεσι, καὶ τὴν ἁγιότητα μέλπω Σου.
Ἕτερος.
Σύ μου ἰσχύς, Κύριε.
Ἡ ποθητή, καὶ θαυμαστὴ τοῦ
Δεσπότου σου, θεοφόρε, παρουσία ἔδειξε, σὲ πρὸς Αὐτὸν ὑπὲρ τοὺς λοιπούς, γνήσιον
καὶ φίλον, ὡς ἀσκητὴν ὑπερτέλειον, Παΐσιε· διό σοι, τὴν εἰρήνην βραβεύσας, ὁ
Αὐτός σε χαρᾶς ἐπληρώσατο.
Θέλων ποτέ, ὁ πονηρὸς
δελεάσαι σε, καὶ δουλῶσαι, ὡς πολλοὺς δεδούλωκεν, ἐν ὑπουλότητι τοῦ καλοῦ,
θησαυρὸν χρυσίου, καὶ ἀργυρίου προσφέρει σοι, διά τινος πλουσίου, ἄρχοντος ὅπως
κτήσῃ, σὲ τὸν ὄντως ἀκτήμονα Ὅσιε.
Ἵνα ζωῆς, κατατρυφήσῃς
Παΐσιε, τῆς ἀμείνω, ἤδη μετὰ σώματος, ὡς ἐκλεκτὸς δοῦλος τοῦ Θεοῦ, διὰ
συνεργείας, Θεοῦ ἡρπάγης θεάσασθαι, τὰ ἀγαθὰ ἐκεῖνα, ἃ ὀφθαλμὸς καὶ οὖς
ἀνθρώπου, ἐπὶ γῆς οὔτε εἶδεν οὔτ’ ἤκουσε.
Θεοτοκίον.
Διὰ
παντός, μὴ διαλίπῃς με σκέπουσα· Σὲ γὰρ ἔχω, μόνην καταφύγιον, ἐν πειρασμοῖς
ὑπερασπιστήν, ῥύστην ἐν κινδύνοις, ἐν συμφοραῖς παραμύθιον, προστάτιν ἐν
ἀνάγκαις, εὐθυμίαν ἐν λύπαις, καὶ χαρὰν ἐν ταῖς θλίψεις Δέσποινα.
ᾨδὴ
ε’. Μεσίτης Θεοῦ.
Δολίου
ἐχθροῦ, οὐδαμῶς σε ἔλαθεν, ἀπάτη σοφέ· Ὃν γάρ σοι ἀπέστειλεν, χρυσοφόρον
ἄρχοντα ἀπήλασας, σὺν αὐτῷ ἀποπέμψας, τὸν πλεονέκτην δαίμονα.
Ἠπόρει
δεινῶς, ὁ δεινὸς πολέμιος, ὁρῶν τὰ αὐτοῦ, κατὰ σοῦ θηρεύματα, ὡς ἱστὸν ἀράχνης
σοι λυόμενα, καὶ ἐφώνει· ὢ βία! τί δράσω σε Παΐσιε.
Πλουτῶν
δυνατῶν, τὴν ἰσχὺν παγκράτιστε, κατὰ τοῦ ἐχθροῦ, ἐξ αὐτοῦ με λύτρωσαι, ὅλον
εἰσωθήσαντος εἰς βάραθρον, καὶ μικροῦ θανατῶσαι, κατὰ ψυχὴν σφαδάζοντος.
Θεοτοκίον.
Ἐκ
πλήθους ἁγνή, ἐγκλημάτων ἤγγισα, εἰς θάνατον, καὶ ἐκτός Σου ἕτερον, μὴ εἰδὼς
εὑρέσθαι ἀντιλήπτορα, ἱκετεύω Σε· μόνη, προφθάσασά με λύτρωσαι.
Ἕτερος.
Ἵνα τί με ἀπώσω.
Κατεκόσμησας μάκαρ, σεαυτὸν
ἐν νηστείᾳ τῇ ὑπὲρ ἄνθρωπον, ἐν τῷ θείῳ ζήλῳ, τῆς ἀσκήσεως Πάτερ Παΐσιε· διὰ
γὰρ τῆς θείας, τῶν Μυστηρίων κοινωνίας, ἐνετρύφας ψυχῇ τε καὶ σώματι.
Λαϊκοὶ καὶ μιγάδες,
μονασταί τε συνέτρεχον πρὸς σὲ ἅπαντες, θέλοντες ἰδεῖν σε, καὶ ἀκοῦσαι φωνῆς
σου καὶ ἅψασθαι, σοῦ τῶν ἱματίων, καὶ ἰαθῆναι ἐκ τῶν νόσων, εὐλογίας τε σῆς
ἀπολαύσασθαι.
Μεγαλύνει σε μάκαρ, ἀσκητῶν
ἡ χορεία καὶ ἡ Αἰγύπτιος, γῆ ἡ τῆς ἐρήμου, ὅτι θείας φωνῆς σου ἀκήκοε, καὶ ταῖς
προσευχαῖς σου, καὶ τῇ ῥοῇ τῶν σῶν δακρύων, πιανθεῖσα ἡγίασται ἅπασα.
Θεοτοκίον.
Ἀληθῆ
Θεοτόκον, πάντες Σε κηρύττομεν θεοχαρίτωγτε, οἱ τῇ Σῇ γεννήσει, τῆς φθαρτῆς
λυτρωθέντες γεννήσεως, καὶ πρὸς τὴν ἀμείνω, πάλιν ζωὴν ἀνακληθέντες, διὰ
σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν.
ᾨδὴ
στ’. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος.
Ὦ
τιμῆς Παϊσίου, ἧς ἔτυχεν, ἔτι ἐν τῷ σώματι πρὸς τὴν οὐράνιον, ἀνυψωθέντος
ἄντυγα, παραδείσου τὰ κάλη θεάσασθαι.
Συνεχῶς
γαστριζόμενος Ἅγιε, Βὴλ τῷ νοητῷ ὑποσπένδω ὁ ἄθλιος, σὺ νηστευτὴς ὡς ἄριστος,
Δανιὴλ οἷα τούτου με λύτρωσαι.
Τὸ
λαμπρόν σου ἐν βρώσει κατόρθωμα, οὔ τις ἄλλος ἄνθρωπος σοφὲ διήνυσε· καὶ γὰρ
νηστείαν ἄτρωτον, δεκαπλαῖς Ἑβδομάσι παρέτεινας.
Θεοτοκίον.
Ἀληθῶς
τρισμακάριστον ἄχραντε, γένος τὸ ἡμέτερον ὡς εὐμοιρῆσάν Σε, πρὸς τὸν Χριστὸν
μεσίτριαν, τὸν Υἱόν Σου καὶ Κτίστην, κᾂν πταίωμεν.
Ἕτερος.
Ἱλάσθητί μοι Σωτήρ.
Νεκρώσας τὸ τῆς σαρκός,
κατεπαιρόμενον φρόνημα, ἐζώωσας τὴν ψυχήν, εὐχῇ τῇ ἀλήκτῳ σου· διὸ καὶ ὁ
Κύριος, ἐπεσκέψατό σε, τὴν εἰρήνην σοι δωρούμενος.
Ξένα σοφὲ καὶ φρικτά, τὰ
περὶ σοῦ διηγήσασθαι, ὑπάρχει ὡς ἀληθῶς, θεόφρον Παΐσιε· ὁ γὰρ Κτίστης Ὅσιε,
συνεχῶς ὡμίλει, ὁ πρὸς σὲ ἐμφανιζόμενος.
Ὁ ξενοτρόπως ποτέ, τῷ Μωϋσῇ
ὀπτανόμενος, αὐτὸς καὶ νῦν ἐπὶ σέ, κατήρχετο Ὅσιε, διδάσκων σε ἄριστα, καὶ
δωρούμενός σοι, κατ’ ἐξαίρετον τὰς χάριτας.
Θεοτοκίον.
Λαμψάτω
νῦν ἐπ’ ἐμοί, ἡ ἄφατος εὐσπλαγχνίᾳ Σου, βυθοῦ με ἁμαρτιῶν, καὶ τῆς ἀπογνώσεως,
ἁγνὴ ἀπαλλάττουσα, καὶ πρὸς μετανοίας, τοὺς λιμένας ἐμβιβάζουσα.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν
τῆς ἐρήμου πολιοῦχον καὶ κοσμήτορα, ἀνευφημήσωμεν πιστοὶ ἐνθέοις ᾄσμασιν, ὡς
ἰσάγγελον καὶ γνήσιον Χριστοῦ φίλον, τὸν θεόσοφον φημὶ θεῖον Παΐσιον, μοναστῶν
καὶ ἀσκητῶν τὸ θεῖον καύχημα, τούτῳ κράζοντες· Χαίροις Πάτερ Παΐσιε.
Ὁ
Οἶκος.
Ἄγγελος
ἐν ἀνθρώποις, καὶ βροτὸς ἐν Ἀγγέλοις, Παΐσιε τῷ κόσμῳ ἐφάνης· ὁ γὰρ βίος σου
ἀγγελικός, καὶ ἡ τελευτή σου πλήρης ἁγιότητος· διὸ ἐπαγαλλόμενοι, βοῶμέν σοι τὸ
χαῖρε οὕτω·
Χαῖρε,
Αἰγύπτου ὁ θεῖος γόνος·
χαῖρε,
ἑώας ὁ ἑωσφόρος.
Χαῖρε,
εὐσεβείας ὁ λύχνος ὁ πάμφωτος·
χαῖρε,
Ἐκκλησίας ὁ μέγας διάκοσμος.
Χαῖρε,
ὅτι μέγας γέγονας τῆς μονήρους βιοτῆς·
χαῖρε,
ὅτι ὑπερήσκησας ὡς ὁ θεῖος Βαπτιστής.
Χαῖρε,
ὁ τῆς ἐρήμου πολιοῦχος ὁ μέγας·
χαῖρε,
ὁ τῆς Τριάδος ὑμνολόγος ὁ θεῖος.
Χαῖρε,
Χριστοῦ ὁ φίλος ὁ γνήσιος·
χαῖρε,
Αὐτοῦ θεράπων ὁ μέγιστος.
Χαῖρε,
δι’ οὗ ὁ σατὰν κατῃσχύνθη·
χαῖρε,
δι’ οὗ ὁ Χριστὸς ἐδοξάσθη.
Χαίροις, Πάτερ Παΐσιε.
Συναξάριον.
Τῇ
ΙΘ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Παϊσίου τοῦ
Μεγάλου.
Ἐγώ σε Παΐσιε
ἄγγελον λέγω,
φύσει μὲν
οὐχί, ἀλλὰ τῷ ξένῳ βίῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰούδα τοῦ Ἀποστόλου
Καὶ συγγενείᾳ
καὶ χορῷ αὐχεῖν ἔχεις.
Χριστοῦ
μαθητῶν ὦ Ἰούδα, καὶ πάθει.
Οὗτος,
ἐν μὲν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ καὶ ταῖς Πράξεσιν, Ἰούδας Ἰακώβου ἐπονομάζεται.
Παρὰ δὲ Ματθαίῳ καὶ Μάρκῳ, Θαδδαῖος, καὶ Λεββαῖος, ἀδελφὸς κατὰ σάρκα
χρηματίζων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ υἱὸς Ἰωσὴφ τοῦ Μνήστορος, ἀδελφὸς
δὲ γνήσιος Ἰακώβου τοῦ Ἀδελφοθέου, ὁ καὶ τὴν φωτιστικὴν καὶ δογματικὴν ἔμπλεων
τοῦ Πνεύματος ἅπασιν ἐπιστείλας ἐπιστολήν.
Οὗτος,
παρ’ αὐτοῦ τοῦ Χριστοῦ εἰς τὸ κήρυγμα τοῦ Εὐαγγελίου, ἀποσταλεὶς, καὶ ὡς
ἀδελφὸς καὶ μυσταγωγὸς, πυρωθεὶς ταῖς αὐτοῦ λαμπρότησιν ὡς ἄνθραξ, πᾶσαν πλάνην
κατέφλεξε, καὶ τοὺς πιστοὺς κατεφώτισεν. Ἕλκων γὰρ τὸν ζυγὸν τοῦ Σωτῆρος, καὶ
τὴν αὔλακα τέμνων, καὶ σπείρας τὸν σπόρον τῆς εὐσεβείας εἰς πᾶσαν τὴν
οἰκουμένην, πολὺν ἤνεγκε τὸν καρπόν. Διὸ τῇ τε μέσῃ τῶν ποταμῶν, [τῇ
Μεσοποταμίᾳ δηλαδή] καὶ τὰ ὅμορα ἔθνη καταφωτίσας τῷ λόγῳ, καὶ κηρύξας τὸ
Εὐαγγέλιον, τῇ Ἐδεσσηνῶν πόλει ἐνδημήσας, καὶ πρὸς Αὔγαρον τὸν Τοπάρχην
πορευθεὶς τοῦ θεραπεῦσαι αὐτὸν, ὕστερον κατέλαβεν ἐν Ἀραρᾷ τῇ πόλει. Καὶ ὑπὸ
τῶν ἀπίστων ἀναρτηθεὶς, καὶ τοξευθεὶς, τὸ πνεῦμα αὐτοῦ τῷ Θεῷ παρέθετο.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ζωσίμου
Εὕρατο ζωὴν
Ζώσιμος αἰωνίαν,
Τῆς αὐτοζωῆς
ἕνεκεν θανὼν ξίφει.
Οὗτος
ὁ ἅγιος ὕπηρχε στρατιώτης ἐπὶ Τραϊανοὺ τοῦ βασιλέως ἐξ Ἀπολλωνιάδος τῆς ἐν
Σωζοπόλει, ἠγεμονεύοντος τῆς ἐν Πισιδία Ἀντιοχείας Δομετιανού· ῥίψας δὲ αὐτοῦ
τὰ ὅπλα καὶ προσφυγῶν τῇ του Χριστοῦ Ἐκκλησίᾳ, τοῦ ἐν Χριστῷ κατηξιώθη
βαπτίσματος. Ὅθεν ἀχθεὶς πρὸς τὸν Ἡγεμόνα καὶ ἑαυτὸν εἶναι χριστιανὸν
ὁμολογήσας, ἐπὶ κραββάτῳ χαλκῷ πυρωθέντι ἐπτιτίθεται ἐκ τεσσάρων ταθείς.
Μεταβληθέντος οὖν τοῦ πυρὸς εἰς δρόσον, πολλοὶ τῶν παρόντων καταπλαγεντες τὸ
θαῦμα, πρόσηλθον τῷ Χριστῷ· ὃ δὲ ἅγιος Ζώσιμος, κρηπῖσι καθηλωθείς, καὶ πώλοις
προσδεθείς, συνδραμεῖν ἠναγκάσθη τῷ Ἡγεμόνι, ἐπὶ τῶν Κανανιτὼν πόλιν ἐλαύνοντι,
ἐπὶ τρισὶν ἡμέραις ἄσιτος διαμενών. Θεόθεν δύο παίδων ἐπιφανέντων αὐτῷ, καὶ τοῦ
μὲν ἄρτον τοῦ δὲ ἐν ἀγγείῳ ὕδωρ κομίζοντος, εὐχαριστήσας τῷ Θεῷ τούτων
μετέλαβεν. Ἀχθεὶς δὲ εἰς ἐξέτασιν, πάλιν, κρεμασθεὶς ξεεται, καὶ λαμπάσι πυρὸς
κατακαίεται, καὶ σιδήροις ὀξέσι κατακενταται τὸν νῶτον, καὶ ξυρῶ τέμνεται τὰ
νεῦρα, καὶ τὰ ὀστᾶ συντρίβεται σιδηραῖς σφαίραις· καὶ οὕτω τὸν αὐχένα τμηθείς,
τὸν τοῦ μαρτυρίου κομίζεται στέφανον.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ζήνωνος
Ζήνων τί
κοινόν, σοί τε καὶ θνητῷ βίῳ;
πρὸς Ἀγγέλους
ἄπελθε τοὺς ὑπὲρ βίον.
Οὗτος,
ἀποταξάμενος τὸν κόσμον, καὶ μαθητεύσας τῷ μεγάλῳ γέροντι Σιλουανῷ, διὰ τῆς
ὑπερβαλλούσης αὐτῷ ὑπακοῆς, καὶ ἄκρας ἀσκήσεως, καὶ ἀκτημοσύνης, γέγονε
σημειοφόρος. Καὶ γὰρ πολλοὺς ἐξ ἀνθρώπων ἀπήλασε δαίμονας. Οὕτως ὁσίως βιώσας
τοῖς ἀγγελικοῖς ἀγωνίσμασιν, ἐπὶ χρόνοις δυσὶ καὶ ἑξήκοντα, πρὸς Κύριον
ἐξεδήμησεν.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς
Ἀσύγκριτος, μαχαίρᾳ τελειοῦται
Ἀσύγκριτον
σφαγέντα Kυρίου πόθῳ,
ἀσύγκριτα
στέφουσιν ἀξίως στέφη.
Τῇ
αὐτῇ ἡμέρα, ἡ Ἁγία Μάρτυς Ἀλίνα ἐκ Βελγίου, ἐν ἔτει 640 τελειοῦται
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Παϊσίου τοῦ Χιλανδαρίνου τοῦ Βουλγάρου
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βαρλαάμ τοῦ Βάζσκυ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰώβ, Μητροπολίτου Μόσχας.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ’. Ἀντίθεον πρόσταγμα.
Ἀπείληφας
ἕνεκα τῶν σῶν ἀγώνων, τὸ θᾶττον ἀκούεσθαι, ἐφ’ ᾧ ἂν ἧς αἰτούμενος, παρὰ τοῦ
Δεσπότου σου, καθὼς ἀμέσως αὐτός, Πάτερ καθυπέσχετο, πρὸς σὲ ἐποιφητήσας· ὢ τοῦ
χαρίσματος!
Τὸν
Παῦλον μιμούμενος ἀφαιρεθῆναι, μισθοῦ τῶν καμάτων σου, προείλου παμμακάριστε,
εἰ μόνον ὁ ἔξαρχος, διασωθῇ μοναχός, λύμης τῶν Ἑβραίων τε, ὃς δὴ καὶ σεσωσμένος
ὕμνει τὸν Κύριον.
Πρὸ
ὥρας ἐξήρπασας ἐκ τῶν κευθμώνων, τοῦ ᾏδου Παΐσιε, ψυχὴν τὴν ἀνυπότακτον, καὶ
ἔθου εἰς αἴνεσιν, ἐξιλεώσας Χριστόν· Ὅνπερ ἐκδυσώπησον, ἡμᾶς τε ἀπαλλάξαι τῆς
κατακρίσεως.
Θεοτοκίον.
Καλὴν
ἐν γυναίοις Σε τὸ ᾆσμα κράζει, ὡραίαν αὖ πάλιν τε, θεόπαις ἐν νεάνισι, καὶ
νύμφην ἀνύμφευτον, ἐν ταῖς παρθένοις ἁγνή· οὐ γὰρ ἰσοστάσιος, σταθμὸς τῆς
καλλονῆς Σου πέλει καὶ χάριτος.
Ἕτερος.
Θεοῦ συγκατάβασιν.
Ποθῶν ὁ Παΐσιος, τὸ τοῦ
ἑτέρου ἢ τὸ συμφέρον αὐτοῦ, τὴν ψυχὴν ἐκ τοῦ ᾏδου, διασωθῆναι καθικετεύει Θεόν,
καὶ δι’ αὐτὴν τῷ Σωτῆρι συνέθετο, ὑστερηθῆναι αὐτός, τῶν ἐξ αὐτοῦ δωρεῶν.
Ῥωσθεὶς ὁ ἡμίθνητος, ὡς ἀπὸ
νόσου ὁ πλανηθεὶς μοναχός, τῇ αἱρέσει ἐνόσει, ὃς διεσώθη τῇ διδαχῇ σου σοφέ,
καὶ τῷ Σωτῆρι ἐβόα γηθόμενος· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Συνέβη κατέρχεσθαι, τῷ
Παϊσίῳ ὁ Κωνσταντῖνός ποτε, μακαρίζων ἐνθέως, τὴν πολιτείαν τῶν μοναχῶν, ὡς
εἰκός, ἢ τῆς ἐκείνου τε δόξης ἐπέκεινα, τῆς ἐπιγείου φημί, εἰ καὶ θεράπων Θεοῦ.
Θεοτοκίον.
Νενέκρωμαι
πάναγνε, τῆς ἁμαρτίας πιὼν τὸ φάρμακον, καὶ προστρέχω Σοι πίστει, τῇ τετοκυίᾳ
τὸν ἀρχηγὸν τῆς ζωῆς· ταῖς Σαῖς πρεσβείαις τὸν δοῦλόν Σου ζώωσον, καὶ πειρασμῶν
καὶ παθῶν, λύτρωσαι μόνη ἁγνή.
ᾨδὴ
η’. Κάμινός ποτε.
Ὤφθη
σοι Χριστός, Ἀγγέλων ἐν δυάδι, σχηματιζόμενος τοῦ δεῖξαί σοι, ξενίαν
σκευάσασθαι· σὺ δ’ αὐτὸν προθύμως δέδεξαι, ὡς Ἀβραὰμ μακάριε, καὶ τοὺς πόδας
ἐκπλύνας, Πάτερ ἐγεύσω τὸ ἀπόνιπτρον.
Χάριτος
πολλῆς, σοφὲ κατηξιώθης, τῷ μαθητῇ σου γὰρ μὴ πράττοντι, τὰ σὰ ἐπιτάγματα,
ἀναστὰν Ἁγίου λείψανον, τῇ προσταγῇ σου ἔφησεν· ἐπιτέλει ὦ τέκνον, λόγους τοῦ
σοῦ προστατεύοντος.
Ζώωσον
ἡμᾶς, τῇ πλάνῃ νεκρωθέντας, καὶ πεπτωκότας παραβάσεσι, παντοίαις διέγειρον,
μολυνθέντας τε πανάγιε, ταῖς ἡδοναῖς ἐκκάθαρον, ἀμυθήτῳ παῤῥησίᾳ, ἣν ἔχεις σὺ
πρὸς τὸν Κύριον.
Θεοτοκίον.
Κόρη
Μαριάμ, ἡ κτίσις ἐποφείλει, ὁμολογεῖν Σοι πλείστας χάριτας· καὶ γὰρ Ὃν
ἐγέννησας, φωτουργὸς καταγγελλόμενος, ἐσκοτισμένην πάθεσιν, οἰκτειρήσας ὡς
Κτίστης, θείῳ φωτὶ κατελάμπρυνεν.
Ἕτερος.
Ἑπταπλασίως κάμινον.
Τοὺς ὑποτασσομένους σοι, ἐν
ἐρήμῳ Παΐσιε, Ἄγγελος Κυρίου, μοναχοὺς ἐφὐλαττε, σὲ δὲ ἐπεσκέπτετο, αὐτὸς ὁ
Κύριος συνεχῶς, καὶ ἐν τῷ καθεύδειν σε ὁ Ἄγγελος μάκαρ, ἐφύλαττεν εἰκότως, τὸν
ἄγγελον τῇ πράξει, καὶ ἄνθρωπον τῇ φύσει, τὸν μέγαν ἐν Ὁσίοις.
Ὑπὸ Ἑβραίου Ὅσιε,
πλανηθέντα τὸν μύστην σου, λίαν διόρθωσας, τὸν ἐχθρὸν κατήσχυνας, ὡς αὖθις
διώρθησας, τὸν δουλωθέντα τε μοναχόν, ὑπὸ τοῦ ἐχθροῦ εἰς βλαβερὰς ἐνθυμήσεις,
καὶ ἔπεισας κραυγάζειν· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς
αἰῶνας.
Φωτολαμπὴς γενόμενος,
προεώρας τὰ μέλλοντα, καὶ τὰς διανοίας, τῶν βροτῶν ἐγίνωσκες· διὸ καὶ τὸν
πάσχοντα, ἐν ἀπιστίᾳ καὶ μιασμῷ, ἔπεισας ἁγνεύειν καὶ πιστεύειν καὶ κράζειν· οἱ
Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Νύμφη
Θεοῦ πανάμωμε, τοὺς πρὸς Σὲ καταφεύγοντας, τῆς αἰχμαλωσίας, τῶν παθῶν
ἐξάρπασον, καὶ τὴν αὐτοδέσποτον, ἐλευθερίαν Δέσποινα, ταῖς τῶν Ὀρθοδόξων
Ἐκκλησίαις παράσχου, ταῖς πίστει μελῳδούσαις· Ἱερεῖς εὐλογεῖτε, λαὸς
ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ
θ’. Ἀνάρχου Γεννήτορος.
Μεγάλυνον
ψυχή μου, τὸν ἐν τοῖς Ὁσίοις, Παΐσιον τὸν Μέγαν.
Ἀνέπτης
Παΐσιε, ἔνθα Ἀγγέλων τὰ τάγματα, Προφητῶν προεδρίαι, Μαρτύρων στέφανοι, θείων
Ἀποστόλων τε θρόνοι, καὶ ἀσκητῶν λαμπραὶ πανήγυρεις· μεθ’ ὧν τὸν τρισάγιον,
μελῳδεῖς τῷ Παντοκράτορι.
Μεγάλυνον
ψυχή μου, τὸν ἐκ τῆς Αἰγύπτου, ὑπέρλαμπρον φωστῆρα.
Ὢ
φάους ὑπερίσχυσις! ὢ ἄνθεα πανεύοσμα! ὠ καρποὶ γλυκότροφοι! ὢ ἦχος πάντερπνος!
ὢ ὑπερουράνια κάλλη! ὧν ἐντρυφᾷς Παΐσιε Πάτερ, ἀφράστως ἑνούμενος, τῇ Τριάδι
παμμακάριστε.
Μεγάλυνον
ψυχή μου, τὸν ἐκ τῆς Ἑώας, φωστῆρα παμμεγέθη.
Ἐφέσεως
ἔληξας, τῆς σῆς Ὁσίων μέγιστε, ὀρεκτῶν ἀπολαύσας, τὸν ὑπερούσιον, ὃς
συγκαταβαίνων ἐφάνη, ὑπερφυῶς βροτός τε Θεὸς ὤν, δυσὶ ταῖς οὐσίαις τε,
ἐνεργείαις καὶ θελήσεσιν.
Θεοτοκίον.
Μεγάλυνον
ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.
Καλῶν
Σὺ ἐχώρησας, Παρθένε τὸ αὐτόκαλον, τεξαμένη ἀφράστως, τὸν ὑπερούσιον, ὃς
συγκαταβαίνων ἐφάνη, ὑπερφυῶς βροτός τε Θεὸς ὤν, δυσὶ ταῖς οὐσίαις τε,
ἐνεργείαις καὶ θελήσεσιν.
Ἕτερος.
Ἐξέστη ἐπὶ τούτῳ.
Μεγάλυνον
ψυχή μου, τὸν ἐκ τῆς Αἰγύπτου, ὑπέρλαμπρον φωστῆρα.
Χορεῦεις μετ’ Ἀγγέλων ἐν
οὐρανοῖς, θαυμαστὸς ἐπὶ γῆς τε γενόμενος, τὸν γὰρ ποτέ, θύτην ἐπαιρόμενον κατὰ
σοῦ, κατήρτισας τοῖς λόγοις σου· ὅθεν ἠξιώθης κατ’ ἐξοχήν, ξενίσαι τὸν
Δεσπότην, Παΐσιε καὶ νίψαι, Αὐτοῦ τοὺς πόδας! ὢ τοῦ θαύματος!
Μεγάλυνον
ψυχή μου, τὸν ἐκ τῆς Ἑώας, φωστῆρα παμμεγέθη.
Ψυχῆς τε τὴν ἀνάκαμψιν σαῖς
λιταῖς, ἀπειργάσω Παΐσιε Ὅσιε, διὰ τὸν σόν, μύστην μὴ πειθόμενον σῇ στοργῇ, καὶ
τὸν ὑποκρινόμενον, πεπαλαιωμένον τῶν ἡμερῶν, ὡς ἔχοντα προφήτου, ἀξίαν
οὐρανόθεν, τοῦτον κἀκεῖνον σὺ διόρθωσας.
Μεγάλυνον
ψυχή μου, τῆς τρισυπόστατου, Θεότητος τὸ κράτος.
Ὡς μέγιστον τὸ κλέος σου
ἀληθῶς, ἀξιάγαστε Πάτερ Παΐσιε, καὶ γὰρ αὐτός, πλήρης ἁγιότητος γεγονώς, καὶ
ἡμερῶν παρέδωκας, πνεῦμά σου τὸ θεῖον τῷ Ποιητῇ· δεξάμενος οὖν τοῦτο, τὸ
πενιχρόν μου δῶρον, ὑπὲρ ἡμῶν Χριστὸν ἱκέτευε.
Θεοτοκίον.
Μεγάλυνον
ψυχή μου, τὴν λυτρωσαμένην, ἡμᾶς ἐκ τῆς κατάρας.
Σωτῆρα
ὡς τεκοῦσα καὶ Λυτρωτήν, σωτηρίας με Κόρη ἀξίωσον, ἐπιτυχεῖν, πάναγνε
πταισμάτων μου τὰς σειράς, ταῖς σαῖς πρεσβείαις λύουσα· πάντα γὰρ ὡς θέλεις νῦν
κατορθοῖς, ὡς φέρουσα ἐν κόλποις, τὸν πάντων Βασιλέα, τὸν ἀγαθότητι ἀσύγκριτον.
Ἐξαποστειλάριον.
Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τῶν
ἀσκητῶν ὡς μείζονι, Κωνσταντῖνος ὁ μέγας, ἐν βασιλεῦσιν ὤφθη σοι, καταπτὰς
οὐρανόθεν, τὴν βιοτὴν τῶν ἀζύγων, ἔφασκε μακαρίζειν· ἐξόχως δέ σε μέγιστε, ὡς
ἐκείνων ἀλείπτην, ὧνπερ αὐτός, δυσχεραίνων ἔλεγε στερηθῆναι, τὴν παῤῥησίαν
καίτοι γε, τετευχὼς θείας δόξης.
Θεοτοκίον.
Μετὰ
Θεὸν πανάμωμε, Σὺ θεὸς ἀνεδείχθης, τὰ δευτερεῖα ἔχουσα, τῆς Ἁγίας Τριάδος, τῆς
πίστεως ἀρχὴ πρώτη, καὶ ἐλπίδος ἡ βάσις, ἔρεισμά τε τῆς πράξεως, καὶ κρηπὶς
θεωρίας, ἀκροστιχίς, Προφητῶν ἁπάντων καὶ γραφῶν πίναξ, πόλου καὶ γῆς
τεράστιον, καὶ στοιχεῖον τοῦ κόσμου.
Αἶνοι.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὅσιε
Πάτερ Παΐσιε, σὺ τὸν ζυγὸν τοῦ Χριστοῦ, ἐπὶ ὤμων ἀράμενος, τοῖς Αὐτοῦ
ἀκλόνητος, ἠκολούθησας ἴχνεσι, καὶ ἐν ἐρήμοις οἰκήσας γέγονας, τῆς ἐγκρατείας,
μέγας διδάσκαλος· ὢ τίς ἰσχύσει σου, ἀριθμῆσαι Ἅγιε τὰς ἀρετάς, πάσας ἃς
κατώρθωσας, Χριστοῦ τῇ χάριτι;
Ὅσιε
Πάτερ Παΐσιε, ἐν ἀσιτίᾳ πολλῇ, καὶ δεήσει ἐζήτησας, τὸν Θεὸν Ὃν ἔσχηκας, ὁδηγὸν
πρὸς τὰ κρείττονα, Ὃν θεωρήσας σοὶ κατερχόμενον, χαρᾶς ἐπλήσθης, ἐπαγαλλόμενος·
ὢ οἷον θέαμα, κατιδεῖν ἠξίωσαι καὶ ἔτι ζῶν, ὡς Αὐτοῦ ἐξαίρετος, ὡς φίλος
γνήσιος!
Πάτερ,
θεόφρον Παΐσιε, σὺ ὡς αὐτόπτης Χριστοῦ, ἰσαπόστολος γέγονας, καὶ Θεὸν ἐδόξασας,
τῇ ἐνθέῳ ἀσκήσει σου· διὸ καὶ χαίρει ἐπὶ τῇ μνήμῃ σου, τῶν μοναζόντων, θεῖα
συστήματα, σοὶ ἀνακράζοντα· σῶσον ταῖς πρεσβείαις σου, πάντας ἡμᾶς, ὡς ποτὲ
διέσωσας, τὸν ἀπολλύμενον.
Πάτερ,
θεόφρον Παΐσιε, ταῖς τῶν θαυμάτων βολαῖς, διδαχῶν τῇ πλημμύρᾳ σου, ἐν ἐρήμοις
ἤθροισας, λαϊκοὺς καὶ μονάζοντας, ἰδεῖν σε πάντας, καὶ ἐπακοῦσαί σου, θέλοντας
ἅμα, Θεοῦ ὡς φίλον σε· ὢ οἵας χάριτος, λέγοντας ἀξίωσον παρὰ Θεοῦ! Δι’ ἧς σῶσον
Ἅγιε, τοὺς σοὶ προσπίπτοντας.
Δόξα.
Ἦχος πλ. α΄.
Στῦλος
φωτοφανὴς πᾶσιν ἐφάνης· ἁπάσῃ γὰρ ἀρετῇ κοσμούμενος, σοφίᾳ τε καὶ γνώσει
καλλυνόμενος, καὶ τῇ πραότητι ἐμπρέπων, ἀγάπῃ τῇ πρὸς τὸν πέλας ἐκκαιόμενος,
καὶ ταῖς λοιπαῖς ἀρεταῖς ἐγκοσμούμενος, τῇ οἰκουμένῃ ἐξήστραψας, ἡλίου δίκην,
Παΐσιε, καθοδηγῶν τοὺς φοιτητάς σου, καὶ μονοτρόπων τὰ συστήματα πρὸς ἀνέσπερον
κατάπαυσιν. Ἀλλὰ καὶ ἡμᾶς, τοὺς ἐκ πόθου τελοῦντας νῦν, τὸ ἱερόν σου μνημόσυνον
δυσώπησον, ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις
τῶν Ὁσίων ἡ ἀπαρχή, καὶ τῶν μοναζόντων ἀντιλήπτωρ καὶ βοηθός, καὶ τῶν ἐν
κινδύνοις, ταχύτατος προστάτης, καὶ τῶν νοσύντων ῥῶσις, Πάτερ Παΐσιε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου