Δευτέρα 4 Ιουνίου 2018

ΙΟΥΝΙΟΣ 14. ΠΡΟΦΗΤΗΣ ΕΛΙΣΣΑΙΟΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ





ΙΟΥΝΙΟΣ ΙΔ΄!!

ΕΛΙΣΣΑΙΟΣ ΠΡΟΦΗΤΗΣ

ΑΚΟΛΟΥΘΙΑ

(Ἀλεξάνδρου Μωραϊτίδη)

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ’. Τί ὑμᾶς καλέσωμεν.

Ὅτε, ὦ Προφῆτα θεσπέσιε, Ἠλιοὺ ὁ ζηλωτής, ἐκάλεσέ σε ἐπ’ αὐτόν, τὸν ἀγρὸν καταλιπών, καὶ ἀροτῆρας ἐνταυτῷ, συντόνως, τούτῳ μάκαρ ἠκολούθησας, καὶ ἔσχες πνευματέμφορον διδάσκαλον, μυοῦντά σε τὰ ἀπόῤῥητα, τοῦ θείου Πνεύματος λόγια, καὶ ἔνθεον, ἀνυψοῦντά σου τὸ φρόνημα. (Δίς)

 

Ὅτε, ἐν πυρίνῳ τῷ ἅρματι, διφρηλάτης ὁ Ἠλίας, ἀπέχωρει ἐκ τῆς γῆς, ἠξιώθης θεομάκαρ, Ἐλισσαῖε κατιδεῖν, μετάρσιον, τὸν θεῖόν σου διδάσκαλον, δωροῦντα, μηλωτήν σοι τὴν ἀοίδιμον, πρὸς δὲ διπλῆν τὴν τοῦ Πνεύματος, χάριν δι’ ἧς καὶ διέτεμες, Ἰορδάνην, καὶ ἀβρόχως διεπέρασας.

 

Δεῦτε, φιλεόρτων τὸ σύστημα, τῷ ναῷ συναθροισθέντες, τοῦ Προφήτου εὐλαβῶς, καταστέψωμεν ἐν ὕμνοις, καὶ τιμήσωμεν αὐτόν, θαυμάτων, καὶ γὰρ βρύει θεῖα νάματα, ψυχάς τε καὶ τὰ σώματα ἰώμενος, τῶν προσιόντων ἐκ πίστεως, καὶ αἰτουμένων τὴν ἴασιν· καὶ θανὼν γὰρ ὡς ζῶν, ἐποπτεύει ἡμᾶς πάντοτε.

 

Δόξα. Ἦχος α’.

Λαμπρὰ καὶ φωτοφανὴς ἀνέτειλεν, ἡ μνήμη σου Προφῆτα, ἐν τῷ στερεώματι τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, τῶν πιστῶν τὰς καρδίας καταυγάζουσα· ἐν ᾗ συνελθόντες οἱ φιλέορτοι, τοῖς ᾄσμασι καταστέφομεν, σὲ τὸν ἀοίδιμον καὶ πανέντιμον, ἔχοντες τὸν ναόν του θαυμάτων καὶ ἰάσεων πλουσιόβρυτον κρήνην, προχέοντα ὡς νάματα, τῶν ψυχικῶν ἡμῶν καὶ σωματικῶν τραυμάτων τὴν ἰατρείαν. Δεῦτε οὖν ἅπαντες ἱκετικῶς πρὸς αὐτὸν ἀνακράξωμεν· θεηγόρε Προφῆτα τοῦ Χριστοῦ, ὁ τῷ θρόνῳ τῆς μεγαλωσύνης τοῦ Θεοῦ παρεστώς, μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν... Θεοτοκίον

Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.

 

Εἰς τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.

Εὗρεν ἐν σοὶ καλήν, ἀνάπαυσις ἡ χάρις, τοῦ Πνεύματος· διό σοι, διπλῆ Θεοῦ Προφῆτα, Ἐλισσαιὲ ἐσκήνωσε.

 

Στ.: Μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς Προφήταις μου μὴ πονηρεύεσθε.

Ὡς ᾤκτειράς ποτε, τὴν Σωμανῖτιν οὕτω κἀμὲ νεκρὸν τοῖς ἔργοις, τῶν ἀρετῶν οἰκτείρας, Προφῆτα διανάστησον.

 

Στ.: Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.

Κλέος τῶν Προφητῶν, Ἐλισσαιὲ τρισμάκαρ, ἡμᾶς τοὺς σὲ τιμῶντας, ἀξίωσον εὐχαῖς σου, ἰδεῖν ἄνω τὴν δόξαν σου.

 

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε τῶν Προφητῶν, τὸ κήρυγμα Παρθένε, τῶν Ἀποστόλων δόξα, καὶ ἡμῶν τῶν Σῶν δούλων, τὸ μόνον καταφύγιον.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Ὁ ἔνσαρκος Ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος, τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισσαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει· διὸ καὶ τοῖς τιμῶσιν αὐτόν, βρύει ἰάματα.

Δόξα. Καὶ νῦν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Προφήτου. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος

Χαίροις Ἐλισαῖε πάνσοφε· σὺ γὰρ καθάρας τὸν νοῦν, ἡδονῶν τῶν τοῦ σώματος, ὑπεδέξω ἔνδοξε, τὰς αὐγὰς τὰς τοῦ Πνεύματος, τοῖς ἐφεξῆς τε, πᾶσι μετέδωκας, καὶ ὅλος ὤφθης, φωτοειδέστατος· ὅθεν ἐσκήνωσας, πρὸς τὸ φῶς τὸ ἄδυτον, ὑπὲρ ἡμῶν, πάντοτε δεόμενος, τῶν εὐφημούντων σε.

 

Σὲ Ἐλισαῖε μακάριε, ὁ ζηλωτὴς Ἠλιού, ἐν διπλῷ τῷ χαρίσματι, καταλαμπρυνόμενον, καταλείψας αἰθέριος, ἁρματηλάτης ὄντως ἐδείκνυτο, οὗ τῇ μιμήσει, ῥεῖθρα ποτάμια, χάριτι ἔστησας, καὶ διῆλθες ἔνδοξε, περιχαρῶς, καταγλαϊζόμενος, καὶ μεγαλύνων Χριστόν.

 

Πάλαι πιστῇ Σωμανίτιδι, παῖδα χαρίζῃ εὐχῆς, ὃν θανόντα ἐξήγειρας, ὡς Προφήτης ἔνθεος, ἱερῶς θαυμαζόμενος, ἁλσὶ δὲ πάλιν, ὕδατα ἄγονα, σαφῶς μετάγεις εἰς γονιμότητα, θαύματα ἄπειρα, ἐκτελεῖς τῇ χάριτι τοῦ παντουργοῦ, Πνεύματος μακάριε· ὅθεν ὑμνοῦμέν σε.

 

Ἕτερα. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Ἀντιλήπτορα μέγιστον, καὶ προστάτην θερμότατον, σὲ ἐπιγινώσκοντες πανσεβάσμιε, Ἐλισσαιὲ κραταιούμεθα, ἐν θλίψεσι πάντοτε, καὶ δεινῶν ἐπαγωγαῖς, πειρασμῶν ἐπιτάσεσιν, ἀσθενείαις τε, καὶ νοσήμασι τοῖς σωματοφθόροις, μεγαλύνοντες τὸν δόντα, διπλῆν τὴν χάριν σοι ἔνδοξε.

 

Ὁ ναός σου ὁ ἅγιος, ἰατρεῖον ἐνδέδεικται, ἱερὸν πανεύφημε, ἔνδον γὰρ αὐτοῦ, ἐν ἀστραπαῖς καταυγάζουσα, ἡ χάρις τοῦ Πνεύματος, ἐνοικεῖ ποταμηδόν, κενουμένη τοῖς πέρασι, καὶ ἀκένωτος, δεικνυμένη Προφῆτα θεηγόρε, τοῦ Θεσβίτου κληρονόμε, Ἐλισσαιὲ μεγαλώνυμε.

 

Οἱ τῷ θείῳ τεμένει σου, ἀγρυπνοῦντες ἑκάστοτε, σὲ καθικετεύομεν πανσεβάσμιε, Ἐλισσαιὲ αὖθις εἴλησον, τὴν θεοχαρίτωτον, τοῦ Θεσβίτου μηλωτήν, καὶ τὴν θάλασσαν πάταξον, τῶν παθῶν ἡμῶν, ὅπως σῶοι περάσωμεν ἐντεῦθεν, πρὸς λιμένας ἀπαθείας, καὶ τὴν ἐκεῖσε κατάπαυσιν.

 

Δόξα. Ἦχος πλ. β'

Προφῆτα κήρυξ Χριστοῦ, τοῦ θρόνου τῆς μεγαλωσύνης, οὐδέποτε χωρίζῃ, καὶ ἑκάστῳ ἀσθενοῦντι ἀεὶ παρίστασαι, ἐν τοῖς ὑψίστοις λειτουργῶν, τὴν οἰκουμένην εὐλογεῖς, πανταχοῦ δοξαζόμενος. Αἴτησαι ἱλασμὸν ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

 

Βασιλειῶν Γ’ τὸ Ἀνάγνωσμα (Κεφ. 19, 15-21, Βασιλειῶν Δ’, 1-15, )

Εἶπε Κύριος πρὸς Ἠλιού· πορεύου, ἀνάστρεφε εἰς τὴν ὁδόν σου καὶ ἥξεις εἰς τὴν ὁδὸν ἐρήμου Δαμασκοῦ καὶ ἥξεις καὶ χρίσεις τὸν Ἀζαὴλ εἰς βασιλέα τῆς Συρίας· καὶ τὸν Ἰοὺ υἱὸν Ναμεσσὶ χρίσεις εἰς βασιλέα ἐπὶ Ἰσραήλ· καὶ τὸν Ἐλισαιὲ υἱὸν Σαφὰτ χρίσεις εἰς προφήτην ἀντὶ σοῦ. καὶ ἔσται τὸν σῳζόμενον ἐκ ρομφαίας Ἀζαήλ, θανατώσει ᾿Ιού, καὶ τὸν σῳζόμενον ἐκ ρομφαίας Ἰοὺ θανατώσει Ἑλισαιέ. καὶ καταλείψεις ἐν Ἰσραὴλ ἑπτὰ χιλιάδας ἀνδρῶν, πάντα γόνατα, ἃ οὐκ ὤκλασαν γόνυ τῷ Βάαλ, καὶ πᾶν στόμα, ὃ οὐ προσεκύνησεν αὐτῷ. Καὶ ἀπῆλθεν ἐκεῖθεν καὶ εὑρίσκει τὸν Ἐλισαιὲ υἱὸν Σαφάτ, καὶ αὐτὸς ἠροτρία ἐν βουσὶ —δώδεκα ζεύγη ἐνώπιον αὐτοῦ, καὶ αὐτὸς ἐν τοῖς δώδεκα— καὶ ἀπῆλθεν ἐπ᾿ αὐτὸν καὶ ἐπέῤῥιψε τὴν μηλωτὴν αὐτοῦ ἐπ᾿ αὐτόν. καὶ κατέλιπεν Ἑλισαιὲ τὰς βόας καὶ κατέδραμεν ὀπίσω Ἠλιοὺ καὶ εἶπε· καταφιλήσω τὸν πατέρα μου καὶ ἀκολουθήσω ὀπίσω σου· καὶ εἶπεν Ἠλιού· ἀνάστρεφε, ὅτι πεποίηκά σοι. καὶ ἀνέστρεψεν ἐξόπισθεν αὐτοῦ καὶ ἔλαβε τὰ ζεύγη τῶν βοῶν καὶ ἔθυσε καὶ ἥψησεν αὐτὰ ἐν τοῖς σκεύεσι τῶν βοῶν καὶ ἔδωκε τῷ λαῷ, καὶ ἔφαγον· καὶ ἀνέστη καὶ ἐπορεύθη ὀπίσω Ἠλιοὺ καὶ ἐλειτούργει αὐτῷ.

Καὶ ἐγένετο ἐν τῷ ἀνάγειν Κύριον ἐν συσσεισμῷ τὸν Ἠλιοὺ ὡς εἰς τὸν οὐρανὸν καὶ ἐπορεύθη Ἠλιοὺ καὶ Ἐλισαιὲ ἐκ Γαλγάλων. καὶ εἶπεν Ἠλιοὺ πρὸς Ἐλισαιέ· κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με ἕως Βαιθήλ· καὶ εἶπεν Ἐλισαιέ· ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς Βαιθήλ. καὶ ἦλθον οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Βαιθὴλ πρὸς Ἐλισαιὲ καὶ εἶπον πρὸς αὐτόν· εἰ ἔγνως, ὅτι Κύριος σήμερον λαμβάνει τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπε· κἀγὼ ἔγνωκα, σιωπᾶτε. καὶ εἶπεν Ἠλιοὺ πρὸς Ἐλισαιέ· κάθου δὴ ἐνταῦθα, ὅτι Κύριος ἀπέσταλκέ με εἰς Ἱεριχώ· καὶ εἶπεν Ἑλισαιέ· ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἦλθον εἰς Ἱεριχώ. καὶ ἤγγισαν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ἱεριχὼ πρὸς Ἐλισαιὲ καὶ εἶπαν πρὸς αὐτόν· εἰ ἔγνως ὅτι σήμερον λαμβάνει Κύριος τὸν κύριόν σου ἐπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπε· καί γε ἐγὼ ἔγνων, σιωπᾶτε. καὶ εἶπεν αὐτῷ Ἠλιού· κάθου δὴ ὧδε, ὅτι Κύριος ἀπέσταλκέ με ἕως εἰς τὸν Ἰορδάνην· καὶ εἶπεν Ἐλισαιέ· ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἐπορεύθησαν ἀμφότεροι· καὶ πεντήκοντα ἄνδρες υἱοὶ τῶν προφητῶν καὶ ἔστησαν ἐξεναντίας μακρόθεν· καὶ ἀμφότεροι ἔστησαν ἐπὶ τοῦ Ἰορδάνου. καὶ ἔλαβεν Ἠλιοὺ τὴν μηλωτὴν αὐτοῦ καὶ εἵλησε καὶ ἐπάταξε τὸ ὕδωρ, καὶ διῃρέθη τὸ ὕδωρ ἔνθα καὶ ἔνθα, καὶ διέβησαν ἀμφότεροι ἐν ἐρήμῳ. καὶ ἐγένετο ἐν τῷ διαβῆναι αὐτοὺς καὶ Ἠλιοὺ εἶπε πρὸς Ἐλισαιέ· αἴτησαι τί ποιήσω σοι πρὶν ἢ ἀναληφθῆναί με ἀπὸ σοῦ. καὶ εἶπεν Ἐλισαιέ· γενηθήτω δὴ διπλᾶ ἐν πνεύματί σου ἐπ᾿ ἐμέ. καὶ εἶπεν Ἠλιού· ἐσκλήρυνας τοῦ αἰτήσασθαι· ἐὰν ἴδῃς με ἀναλαμβανόμενον ἀπὸ σοῦ, καὶ ἔσται σοι οὕτως· καὶ ἐὰν μή, οὐ μὴ γένηται. καὶ ἐγένετο αὐτῶν πορευομένων, ἐπορεύοντο καὶ ἐλάλουν· καὶ ἰδοὺ ἅρμα πυρὸς καὶ ἵπποι πυρὸς καὶ διέστειλαν ἀνὰ μέσον ἀμφοτέρων, καὶ ἀνελήφθη Ἠλιοὺ ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν. καὶ Ἐλισαιὲ ἑώρα καὶ ἐβόα· πάτερ, πάτερ, ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ· καὶ οὐκ εἶδεν αὐτὸν ἔτι καὶ ἐπελάβετο τῶν ἱματίων αὐτοῦ καὶ διέῤῥηξεν αὐτὰ εἰς δύο ρήγματα. καὶ ὕψωσε τὴν μηλωτὴν Ἠλιού, ἣ ἔπεσεν ἐπάνωθεν Ἐλισαιέ, καὶ ἐπέστρεψεν Ἐλισαιὲ καὶ ἔστη ἐπὶ τοῦ χείλους τοῦ Ἰορδάνου· καὶ ἔλαβε τὴν μηλωτὴν Ἠλιού, ἣ ἔπεσεν ἐπάνωθεν αὐτοῦ, καὶ ἐπάταξε τὸ ὕδωρ καὶ οὐ διέστη· καὶ εἶπε· ποῦ ὁ Θεὸς Ἠλιοὺ ἀφφώ; καὶ ἐπάταξε τὰ ὕδατα, καὶ διεῤῥάγησαν ἔνθα καὶ ἔνθα, καὶ διέβη ῾Ελισαιέ. καὶ εἶδον αὐτὸν οἱ υἱοὶ τῶν προφητῶν οἱ ἐν Ἱεριχὼ ἐξεναντίας καὶ εἶπον· ἐπαναπέπαυται τὸ πνεῦμα Ἠλιοὺ ἐπὶ Ἐλισαιέ· καὶ ἦλθον εἰς συναντὴν αὐτοῦ καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν.

 

Βασιλειῶν Δ’ τὸ Ἀνάγνωσμα (Κεφ. ε΄, 1-14)

Καὶ Ναιμὰν ὁ ἄρχων τῆς δυνάμεως Συρίας ἦν ἀνὴρ μέγας ἐνώπιον τοῦ κυρίου αὐτοῦ καὶ τεθαυμασμένος προσώπῳ, ὅτι ἐν αὐτῷ ἔδωκε Κύριος σωτηρίαν Συρίᾳ· καὶ ὁ ἀνὴρ ἦν δυνατὸς ἰσχύϊ, λελεπρωμένος. καὶ Συρία ἐξῆλθον μονόζωνοι καὶ ᾐχμαλώτευσαν ἐκ γῆς Ἰσραὴλ νεάνιδα μικράν, καὶ ἦν ἐνώπιον τῆς γυναικὸς Ναιμάν. ἡ δὲ εἶπε τῇ κυρίᾳ αὐτῆς· ὄφελον ὁ κύριός μου ἐνώπιον τοῦ προφήτου τοῦ Θεοῦ τοῦ ἐν Σαμαρείᾳ, τότε ἀποσυνάξει αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ. καὶ εἰσῆλθε καὶ ἀπήγγειλε τῷ κυρίῳ ἑαυτῆς καὶ εἶπεν· οὕτως καὶ οὕτως ἐλάλησεν ἡ νεᾶνις ἡ ἐκ γῆς Ἰσραήλ. καὶ εἶπε βασιλεὺς Συρίας πρὸς Ναιμάν· δεῦρο εἴσελθε, καὶ ἐξαποστελῶ βιβλίον πρὸς βασιλέα Ἰσραήλ· καὶ ἐπορεύθη καὶ ἔλαβεν ἐν τῇ χειρὶ αὐτοῦ δέκα τάλαντα ἀργυρίου καὶ ἑξακισχιλίους χρυσοῦς καὶ δέκα ἀλλασσομένας στολάς. καὶ ἤνεγκε τὸ βιβλίον πρὸς τὸν βασιλέα Ἰσραὴλ λέγων· καὶ νῦν ὡς ἂν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς σέ, ἰδοὺ ἀπέστειλα πρός σε Ναιμὰν τὸν δοῦλόν μου, καὶ ἀποσυνάξεις αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ. καὶ ἐγένετο ὡς ἀνέγνω βασιλεὺς Ἰσραὴλ τὸ βιβλίον, διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν· ὁ Θεὸς ἐγὼ τοῦ θανατῶσαι καὶ ζωοποιῆσαι, ὅτι οὖτος ἀποστέλλει πρός με ἀποσυνάξαι ἄνδρα ἀπὸ τῆς λέπρας αὐτοῦ; ὅτι πλὴν γνῶτε δὴ καὶ ἴδετε ὅτι προφασίζεται οὗτός μοι. καὶ ἐγένετο ὡς ἤκουσεν Ἐλισαιὲ ὅτι διέῤῥηξεν ὁ βασιλεὺς Ἰσραὴλ τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπέστειλε πρὸς τὸν βασιλέα Ἰσραὴλ λέγων· ἱνατὶ διέῤῥηξας τὰ ἱμάτιά σου; ἐλθέτω δὴ πρός με Ναιμὰν καὶ γνώτω ὅτι ἐστὶ προφήτης ἐν Ἰσραήλ. καὶ ἦλθε Ναιμὰν ἐν ἵππῳ καὶ ἅρματι καὶ ἔστη ἐπὶ θύρας οἴκου Ἐλισαιέ. καὶ ἀπέστειλεν Ἐλισαιὲ ἄγγελον πρὸς αὐτὸν λέγων· πορευθεὶς λοῦσαι ἑπτάκις ἐν τῷ Ἰορδάνῃ, καὶ ἐπιστρέψει ἡ σάρξ σού σοι, καὶ καθαρισθήσῃ. καὶ ἐθυμώθη Ναιμὰν καὶ ἀπῆλθε καὶ εἶπεν· ἰδοὺ εἶπον ὅτι πρός με πάντως ἐξελεύσεται καὶ στήσεται καὶ ἐπικαλέσεται ἐν ὀνόματι Θεοῦ αὐτοῦ καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν τόπον καὶ ἀποσυνάξει τὸ λεπρόν· οὐχὶ ἀγαθὸς Ἀβανὰ καὶ Φαρφὰρ ποταμοὶ Δαμασκοῦ ὑπὲρ πάντα τὰ ὕδατα Ἰσραήλ; οὐχὶ πορευθεὶς λούσομαι ἐν αὐτοῖς καὶ καθαρισθήσομαι; καὶ ἐξέκλινε καὶ ἀπῆλθεν ἐν θυμῷ. καὶ ἤγγισαν οἱ παῖδες αὐτοῦ καὶ ἐλάλησαν πρὸς αὐτόν· μέγα λόγον ἐλάλησεν ὁ προφήτης πρὸς σέ· οὐχὶ ποιήσεις; καὶ ὅτι εἶπε πρὸς σέ, λοῦσαι καὶ καθαρίσθητι. καὶ κατέβη Ναιμὰν καὶ ἐβαπτίσατο ἐν τῷ Ἰορδάνῃ ἑπτάκις κατὰ τὸ ρῆμα Ἐλισαιέ, καὶ ἐπέστρεψεν ἡ σάρξ αὐτοῦ ὡς σάρξ παιδαρίου μικροῦ, καὶ ἐκαθαρίσθη.

 

Βασιλειῶν Δ’ τὸ Ἀνάγνωσμα (Κεφ. δ΄, 8-37)

Ἐγένετο ἡμέρα καὶ διέβη Ἐλισαιὲ εἰς Σωμάν, καὶ ἐκεῖ γυνὴ μεγάλη καὶ ἐκράτησεν αὐτὸν φαγεῖν ἄρτον. καὶ ἐγένετο ἀφ᾿ ἱκανοῦ τοῦ εἰσπορεύεσθαι αὐτὸν ἐξέκλινε τοῦ ἐκεῖ φαγεῖν. καὶ εἶπεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτῆς· ἰδοὺ δὴ ἔγνων ὅτι ἄνθρωπος τοῦ Θεοῦ ἅγιος οὗτος διαπορεύεται ἐφ᾿ ἡμᾶς διὰ παντός. ποιήσωμεν δὴ αὐτῷ ὑπερῷον τόπον μικρὸν καὶ θῶμεν αὐτῷ ἐκεῖ κλίνην καὶ τράπεζαν καὶ δίφρον καὶ λυχνίαν. καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι πρὸς ἡμᾶς καὶ ἐκκλινεῖ ἐκεῖ. καὶ ἐγένετο ἡμέρα καὶ εἰσῆλθεν ἐκεῖ καὶ ἐξέκλινεν εἰς τὸ ὑπερῷον καὶ ἐκοιμήθη ἐκεῖ. καὶ εἶπε πρὸς Γιεζὶ τὸ παιδάριον αὐτοῦ· κάλεσόν μοι τὴν Σωμανῖτιν ταύτην· καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη ἐνώπιον αὐτοῦ. καὶ εἶπεν αὐτῷ· εἰπὸν δὴ πρὸς αὐτήν· ἰδοὺ ἐξέστησας ἡμῖν πᾶσαν τὴν ἔκστασιν ταύτην· τί δεῖ ποιῆσαί σοι; εἰ ἔστι λόγος σοι πρὸς τὸν βασιλέα ἢ πρὸς τὸν ἄρχοντα τῆς δυνάμεως; ἡ δὲ εἶπεν· ἐν μέσῳ τοῦ λαοῦ ἐγώ εἰμι οἰκῶ. καὶ εἶπε πρὸς Γιεζί· τί δεῖ ποιῆσαι αὐτῇ; καὶ εἶπε Γιεζὶ τὸ παιδάριον αὐτοῦ· καὶ μάλα υἱὸς οὐκ ἔστιν αὐτῇ, καὶ ὁ ἀνὴρ αὐτῆς πρεσβύτης. καὶ ἐκάλεσεν αὐτήν, καὶ ἔστη παρὰ τὴν θύραν. καὶ εἶπεν Ἐλισαιὲ πρὸς αὐτήν· εἰς τὸν καιρὸν τοῦτον, ὡς ἡ ὥρα, ζῶσα σὺ περιειληφυῖα υἱόν. ἡ δὲ εἶπε· μὴ Κύριε, μὴ διαψεύσῃ τὴν δούλην σου. καὶ ἐν γαστρὶ ἔλαβεν ἡ γυνὴ καὶ ἔτεκεν υἱὸν εἰς τὸν καιρὸν τοῦτον, ὡς ἡ ὥρα, ζῶσα, ὡς ἐλάλησε πρὸς αὐτὴν Ἐλισαιέ. καὶ ἡδρύνθη τὸ παιδάριον· καὶ ἐγένετο ἡνίκα ἐξῆλθε πρὸς τὸν πατέρα αὐτοῦ πρὸς τοὺς θερίζοντας, καὶ εἶπε πρὸς τὸν πατέρα αὐτοῦ· τὴν κεφαλήν μου, τὴν κεφαλήν μου· καὶ εἶπε τῷ παιδαρίῳ· ἆρον αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ. καὶ ᾖρεν αὐτὸν πρὸς τὴν μητέρα αὐτοῦ, καὶ ἐκοιμήθη ἐπὶ τῶν γονάτων αὐτῆς ἕως μεσημβρίας καὶ ἀπέθανε. καὶ ἀνήνεγκεν αὐτὸν καὶ ἐκοίμισεν αὐτὸν ἐπὶ τὴν κλίνην τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ ἀπέκλεισε κατ᾿ αὐτοῦ καὶ ἐξῆλθε. καὶ ἐκάλεσε τὸν ἄνδρα αὐτῆς καὶ εἶπεν· ἀπόστειλον δή μοι ἓν τῶν παιδαρίων καὶ μίαν τῶν ὄνων, καὶ δραμοῦμαι ἕως τοῦ ἀνθρώπου τοῦ Θεοῦ καὶ ἐπιστρέψω. καὶ εἶπε· τί ὅτι σὺ πορεύῃ πρὸς αὐτὸν σήμερον; οὐ νεομηνία οὐδὲ σάββατον. ἡ δὲ εἶπεν· εἰρήνη. καὶ ἐπέσαξε τὴν ὄνον καὶ εἶπε πρὸς τὸ παιδάριον αὐτῆς· ἄγε πορεύου, μὴ ἐπίσχῃς μοι τοῦ ἐπιβῆναι, ὅτι ἐὰν εἴπω σοι· δεῦρο καὶ πορεύσῃ καὶ ἐλεύσῃ πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ εἰς ὄρος τὸ Καρμήλιον. καὶ ἐπορεύθη καὶ ἦλθεν ἕως τοῦ ἀνθρώπου τοῦ Θεοῦ εἰς τὸ ὄρος. καὶ ἐγένετο ὡς εἶδεν Ἐλισαιὲ ἐρχομένην αὐτήν, καὶ εἶπε πρὸς Γιεζὶ τὸ παιδάριον αὐτοῦ· ἰδοὺ δὴ ἡ Σωμανῖτις ἐκείνη· νῦν δράμε εἰς ἀπαντὴν αὐτῆς καὶ ἐρεῖς· εἰ εἰρήνη σοι; εἰ εἰρήνη τῷ ἀνδρί σου; εἰ εἰρήνη τῷ παιδαρίῳ; ἡ δὲ εἶπεν· εἰρήνη. καὶ ἦλθε πρὸς Ἐλισαιὲ εἰς τὸ ὄρος καὶ ἐπελάβετο τῶν ποδῶν αὐτοῦ. καὶ ἤγγισε Γιεζὶ ἀπώσασθαι αὐτήν, καὶ εἶπεν Ἐλισαιέ· ἄφες αὐτήν, ὅτι ἡ ψυχὴ αὐτῆς κατώδυνος αὐτῇ, καὶ Κύριος ἀπέκρυψεν ἀπ᾿ ἐμοῦ καὶ οὐκ ἀνήγγειλέ μοι. ἡ δὲ εἶπε· μὴ ᾐτησάμην υἱὸν παρὰ τοῦ Κυρίου μου; ὅτι οὐκ εἶπα· οὐ πλανήσεις μετ᾿ ἐμοῦ; καὶ εἶπεν Ἐλισαιὲ τῷ Γιεζί· ζῶσαι τὴν ὀσφύν σου καὶ λαβὲ τὴν βακτηρίαν μου ἐν τῇ χειρί σου καὶ δεῦρο· ὅτι ἐὰν εὕρῃς ἄνδρα, οὐκ εὐλογήσεις αὐτόν, καὶ ἐὰν εὐλογήσῃ σε ἀνήρ, οὐκ ἀποκριθήσῃ αὐτῷ· καὶ ἐπιθήσεις τὴν βακτηρίαν μου ἐπὶ πρόσωπον τοῦ παιδαρίου. καὶ εἶπεν ἡ μήτηρ τοῦ παιδαρίου· ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ ἐγκαταλείψω σε· καὶ ἀνέστη Ἐλισαιὲ καὶ ἐπορεύθη ὀπίσω αὐτῆς. καὶ Γιεζὶ διῆλθεν ἔμπροσθεν αὐτῆς καὶ ἐπέθηκε τὴν βακτηρίαν ἐπὶ πρόσωπον τοῦ παιδαρίου, καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις· καὶ ἐπέστρεψεν εἰς ἀπαντὴν αὐτοῦ καὶ ἀπήγγειλεν αὐτῷ λέγων· οὐκ ἠγέρθη τὸ παιδάριον. καὶ εἰσῆλθεν Ἐλισαιὲ εἰς τὸν οἶκον καὶ ἰδοὺ τὸ παιδάριον τεθνηκὸς κεκοιμισμένον ἐπὶ τὴν κλίνην αὐτοῦ. καὶ εἰσῆλθεν Ἐλισαιὲ εἰς τὸν οἶκον καὶ ἀπέκλεισε τὴν θύραν κατὰ τῶν δύο ἑαυτῶν καὶ προσηύξατο πρὸς Κύριον· καὶ ἀνέβη καὶ ἐκοιμήθη ἐπὶ τὸ παιδάριον καὶ ἔθηκε τὸ στόμα αὐτοῦ ἐπὶ τὸ στόμα αὐτοῦ καὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ διέκαμψεν ἐπ᾿ αὐτόν, καὶ διεθερμάνθη ἡ σάρξ τοῦ παιδαρίου. καὶ ἐπέστρεψε καὶ ἐπορεύθη ἐν τῇ οἰκίᾳ ἔνθεν καὶ ἔνθεν καὶ ἀνέβη καὶ συνέκαμψεν ἐπὶ τὸ παιδάριον ἕως ἑπτάκις, καὶ ἤνοιξε τὸ παιδάριον τοὺς ὀφθαλμοὺς αὐτοῦ. καὶ ἐξεβόησε Ἐλισαιὲ πρὸς Γιεζὶ καὶ εἶπε· κάλεσον τὴν Σωμανῖτιν ταύτην· καὶ ἐκάλεσε, καὶ εἰσῆλθε πρὸς αὐτόν. καὶ εἶπεν Ἐλισαιέ· λάβε τὸν υἱόν σου. καὶ εἰσῆλθεν ἡ γυνὴ καὶ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν καὶ ἔλαβε τὸν υἱὸν αὐτῆς καὶ ἐξῆλθε.

 

 

 

 

 

 

Λιτή. Ἦχος α’.

Πνευματικοῖς ᾄσμασι, τοὺς Προφήτας τοῦ Χριστοῦ, ἅπαντες εὐφημήσωμεν. Ἠλίας γὰρ ὁ Θεσβίτης, οὐρανοδρόμος γέγονε, καὶ μηλωτῇ Ἐλλισαῖος τὴν χάριν ἐδέξατο διπλῆν παρὰ Θεοῦ. Καὶ φωστῆρες φαιδροί, τῇ οἰκουμένῃ ἀνεδείχθησαν, πρεσβεύοντες ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Προφῆτα τοῦ Χριστοῦ, καὶ προόπτα τῶν Αὐτοῦ μυστηρίων, ὁ μεγαλουργήσας τοῖς θαύμασιν ἐν τῷ Ἰσραήλ, τὴν ποίμνην σου, τὴν ἐξόχως σὲ τιμῶσαν περιφύλαττε, ῥυόμενος αὐτὴν ἀπὸ πάσης νόσου καὶ βλάβης τῶν ἐναντίων· ὁ ἰασάμενος τὰ ἄγονα ὕδατα, καὶ τὰς ἀκάρπους ψυχὰς ἡμῶν ἴασαι, πρεσβεύων ἀπαύστως πρὸς τὸν φιλάνθρωπον Θεόν, ὑπὲρ ἡμῶν Ἐλισσαιὲ πανσεβάσμιε.

 

Ὁ τῶν ἀῤῥήτων μυστηρίων ἐπόπτης, Ἐλισσαῖος ὁ μεγαλώνυμος, ἐπέφανεν ἡμῖν σήμερον ἐν τῇ φαιδρᾷ αὐτοῦ μνήμῃ, διανέμων τὰς αὐτοῦ δωρεὰς ἀπὸ τῶν πλουσίων χαρισμάτων τοῦ Πνεύματος· ἀγαλλιασώμεθα οὖν φιλέορτοι καὶ εὐφρανθῶμεν, καὶ ἐν φωναῖς ᾀσμάτων μελῳδικῶν, τῇ δόξῃ αὐτοῦ προσπελάσωμεν, τὰ πρὸς σωτηρίαν αἰτούμενοι. Φιλάνθρωπος γὰρ ὤν, ἐλεεῖ τοὺς μετὰ πίστεως καὶ εὐλαβείας, τὴν μνήμην αὐτοῦ ἑορτάζοντας.

 

Ἦχος β’.

Ἠλίας ὁ θεόπτης καὶ ζηλωτής, ἐν πυρίνῳ τεθρίππῳ ὡς εἰς οὐρανοὺς ἀνέβαινεν. Ἐλισσαῖος δὲ τῆς μηλωτῆς ἐκείνου κληρονόμος, καὶ μυστιπόλος τῶν θείων ἐμφάσεων, λαμπρὰν ὁδὸν ἐν τῷ Ἰσραὴλ ἐστέλλετο, καταγλαΐζων τὸν κόσμον ταῖς τῶν θαυμάτων ἀστραπαῖς. Πρὸς ὃν καὶ ἡμεῖς νῦν, οἱ τελοῦντες τὴν μνήμην αὐτοῦ τὴν πανέορτον, ἀναβοήσωμεν· Ἐλισσαιὲ πανένδοξε, ἐπίβλεψον καὶ ἐπὶ τὴν ἡμῶν ἀσθένειαν, καὶ παράσχου ταῖς σαῖς πρεσβείαις, εἰρήνην τῷ λαῷ, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

 

Δόξα. Ἦχος πλ. α’.

Σαλπίσωμεν ἐν σάλπιγξιν ᾀσμάτων, χορεύσωμεν φιλέορτοι, καὶ σκιρτήσωμεν ἀγαλλόμενοι, ἐν τῇ εὐσήμῳ προφητικῇ πανηγύρει, τῆς Ἐκκλησίας Χριστοῦ. Σήμερον γὰρ ὁ χορὸς τῶν Προφητῶν, συνεορτάζων τοῖς πιστοῖς ἀοράτως ἐφέστηκε, καὶ τὸν τὴν χάριν τοῦ Πνεύματος διπλῆν λαβόντα, ἔνδοξον Προφήτην Κυρίου, τοῖς ᾄσμασιν ὡς ἐν στέμμασι καταστέφει. Τὸν ἰσαγγέλων ἐπὶ γῆς βιώσαντα ὡς ἄσαρκον, τὸν ἄσκευον καὶ ἀκτήμονα, καὶ τῆς παρθενίας τὸ οὐρανόπεμπτον κειμήλιον. Τὸν καταλιπόντα τὰ πάντα, καὶ τῷ καλέσαντι ἀκολουθήσαντα Θεσβίτῃ. Τὸν ποταμὸν τὸν ἀείῤῥοον τῶν θαυμάτων, τὴν πηγὴν τῶν ἰάσεων, τὸν τὴν δύναμιν καὶ ἐπὶ τῶν στοιχείων λαβόντα. Αὐτὸν οὖν σήμερον καὶ ἡμεῖς ἐγκωμιάζοντες, οὕτως εἴπωμεν· Προφητῶν ἐξαίρετον ἀγλάϊσμα, Ἐλισσαιὲ μεγαλώνυμε, μὴ διαλίπῃς δεόμενος ὑπὲρ ἡμῶν πρὸς Κύριον, τῶν τελούντων ἐν πίστει, τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.

Σαλπίσωμεν ἐν σάλπιγξιν ᾀσμάτων· ἰδοὺ γὰρ ἡ Παντάνασσα Μητροπάρθενος, ἐν τῷ ναῷ αὐτῆς παραγέγονε, σκέπουσα τοὺς πιστοὺς ἡμᾶς, τῇ ἀστραπομόρφῳ αὐτῆς θείᾳ Σκέπῃ. Πρὸς ἣν μετὰ δέους ἐνατενίζοντες, χαιρετισμὸν ἀρχαγγελικὸν ἐκβοήσωμεν· χαῖρε, τῶν ἁμαρτωλῶν ἡ καταλλαγή, τῶν ἑστώτων ἡ ἀσφάλεια, τῶν πιπτόντων ἡ ἀνάστασις· χαῖρε, ἡ ἔγερσις τῶν ῥαθυμούντων, τῶν ἀδυνάτων ἡ ἰσχύς, τῶν νοσούντων ἡ ἴασις, καὶ ἡ χαρὰ τῶν θλιβομένων· χαῖρε, τῶν ἀδικουμένων ἡ προστασία, ἡ βακτηρία τῶν τυφλῶν, ἁπάντων τῶν ἀγαθῶν ἡ χορηγία. Δεόμεθά Σου ἐκτενῶς, πανάχραντε οἱ δοῦλοί Σου, σκέπασον ἡμᾶς, τῇ θαυματοβρύτῳ Σου πανάγνῳ σκέπῃ, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος α’. Τῶν οὐρανίων Ταγμάτων.

Ἐν τῷ ναῷ τοῦ Προφήτου δεῦτε συνδράμωμεν, τὴν θείαν αὐτοῦ μνήμην, γεραίροντες ἐν πίστει, καὶ πόθῳ θερμοτάτῳ βοῶντες αὐτῷ· Ἐλισσαῖε θεσπέσιε, μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν τὴν μνήμην σου τελούντων φαιδρῶς.

 

Στ.: Μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς Προφήταις μου μὴ πονηρεύεσθε.

Ὥσπερ τὰ ὕδατα μάκαρ τὰ ἀγονώτατα, ἁλσὶν ἰάσω πάλαι, οὕτω καὶ νῦν τὰς στείρας, ψυχὰς ἡμῶν εὐχαῖς σου Προφῆτα Χριστοῦ, καρποφόρους ἀνάδειξον, ἐν ἀρεταῖς Ἐλισσαῖε τερατουργέ, τῆς Τριάδος καταγώγιον.

 

Στ.: Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.

Διπλῆν τὴν χάριν ἐδέξω τοῦ Ἠλιοὺ θαυμαστῶς, μεγαλυνθεὶς ὡς φοῖνιξ, εὐθαλὴς τῆς ἐρήμου, θαυμάτων καὶ γὰρ βρύεις ἀείῤῥους κρουνούς, νέμων πᾶσιν ἰάματα, τοῖς προσαιτοῦσι τὴν χάριν σου πολλαχῶς, Ἐλισσαῖε μεγαλώνυμε

 

Δόξα... Ἦχος πλ. δ'

Τῶν Προφητῶν τοὺς ἀκραίμονας, καὶ παμφαεῖς φωστῆρας τῆς οἰκουμένης, ἐν ὕμνοις τιμήσωμεν πιστοί, Ἠλίαν καὶ Ἐλισαῖον, καὶ Χριστῷ ἐκβοήσωμεν μελῳδικῶς· Εὔσπλαγχνε Κύριε, παράσχου τῷ λαῷ σου, ἱκεσίαις τῶν Προφητῶν σου, ἄφεσιν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

 

 

Καὶ νῦν. Θεοτοκίον

Τὰ οὐράνια ὑμνεῖ σε, κεχαριτωμένη Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν, Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Ὁ ἔνσαρκος Ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος, τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισσαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει· διὸ καὶ τοῖς τιμῶσιν αὐτόν, βρύει ἰάματα.

Δόξα. Ὁ αὐτός. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.

Ὡς ὑποφήτην ἀληθῆ τοῦ Σωτῆρος, καὶ τῶν ἐν νόμῳ παιδευτὴν καὶ φωστῆρα, τοῖς πόῤῥω σὲ ἐδήλωσεν ὁ τόκος σου σοφὲ σὺ γὰρ κληρωσάμενος, τοῦ Θεσβίτου τὴν χάριν, θαύμασι διέπρεψας, καὶ δυνάμεσι πλείσταις. Καὶ νῦν ἀπαύστως φύλαττε ἠμᾶς, ὢ Ἐλισσαῖε, Προφῆτα θεσπέσιε.

Καὶ νῦν... Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Ἀπόλυσις.

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.

Ῥεῖθρα ποτάμια, τῇ μηλωτῇ Ἠλιού, μάκαρ διέτεμες, καὶ διεπέρασας, ἀβρόχος ἴχνεσί ποτε, Ἐλισσαιὲ Προφῆτα, παῖδα δὲ ἀνέστησας, γυναικὸς Σωμανίτιδος, ἁλσὶν ἰάσω τὰ πικρά, Ἰεριχοῦντος ὕδατα· διὸ σὲ μακαρίζομεν πόθῳ, τὴν μνήμην τὴν σὴν ἐπιτελοῦντες.

Δόξα. Καὶ νῦν... Θεοτοκίον

Τὰ ἐπουράνια, φόβῳ ἠγάλλοντο, καὶ τὰ ἐπίγεια, τρόμῳ ηὐφραίνοντο, ὅτε ἡ ἄχραντος φωνή, ὑπῆλθέ Σοι Θεοτόκε· μία γὰρ πανήγυρις, ἀμφοτέροις ἐπέλαμψεν, ὅτε τὸν Πρωτόπλαστον, ὁ Δεσπότης ἐῤῥύσατο· διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν Σοι· χαῖρε ἡ κεχαριτωμένη.

 

 

 

 

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Προφήτην θαυμαστόν, ἔδειξέ σε τῷ κόσμῳ, διπλῆ ἐν σοὶ σοφέ, ἐνοικήσασα ἄφνω, ἡ χάρις τοῦ Πνεύματος, εὑραμένη ἀμόλυντον, καὶ ἀκήρατον, τὴν σὴν καρδίαν θεόφρον· ὅθεν ἔλαμψας, ταῖς ἀστραπαῖς τῶν θαυμάτων, εἰς κόσμον τὸν ἄπαντα.

Δόξα. Καὶ νῦν... Θεοτοκίον

Κυβέρνησον Ἁγνή, τὴν ἀθλίαν ψυχήν μου, καὶ οἴκτειρον αὐτήν, ὑπὸ πλήθους πταισμάτων, βυθῷ ὀλισθαίνουσαν, ἀπωλείας Πανάμωμε, καὶ ἐν ὥρᾳ με, τῇ φοβερᾷ τοῦ θανάτου, σὺ ἐξάρπασον, κατηγορούντων δαιμόνων, καὶ πάσης κολάσεως.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ὁ ὑψωθείς.

Τὴν κορυφὴν τῶν Προφητῶν συνελθόντες, ἀνευφημήσωμεν γεραίροντες πόθῳ, μνήμην αὐτοῦ τὴν ἔνδοξον ψαλμοῖς καὶ ᾠδαῖς, πίστει ἀνακράζοντες· Ἐλισσαῖε τρισμάκαρ, σκέπε φρούρει φύλαττε, τοὺς τιμῶντάς σε ὕμνοις, καὶ ἀγρυπνοῦντας ἐν τῷ σῷ ναῷ, καὶ προσκυνοῦντας, τὴν θείαν εἰκόνα σου.

Δόξα. Καὶ νῦν... Θεοτοκίον

Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς Σοὺς δούλους κενούς, Σὲ γὰρ καὶ μόνην, ἐλπίδα κεκτήμεθα.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς Προφήταις μου μὴ πονηρεύεσθε.

Στ.: Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.

Εὐαγγέλιον, κατὰ Ματθαῖον: Εἶπεν ὁ Κύριος πρὸς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους... (ζήτει τῇ Τετάρτῃ τῆς ΙΑ’ Ἑβδομάδος).

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Σοῦ Προφήτου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...

Προφῆτα Κυρίου μεγαλώνυμε, ὁ τοῖς ἀπείροις σου θαύμασι τὴν ὑφήλιον δᾳδουχῶν, καὶ ἡμᾶς τοὺς ἐπιτελοῦντάς σου τὴν μνήμην ἐπίσκεψαι, λυτρούμενος τῆς τῶν παθῶν τυραννίδος, ὡς ἐλυτρώσω τῆς λέπρας Νεεμὰν τὸν ἄρχοντα. Καὶ ἀξίωσον τυχεῖν ταῖς πρεσβείαις σου, τῆς οὐρανίου χαρᾶς, εἰς τὴν Βασιλείαν Χριστοῦ τὴν ἀσάλευτον.

 

 

 

 

Εἶτα, οἱ Κανόνες δύο.

Ὁ α’ Κανών, οὗ ἡ Ἀκροστιχίς: Χαῖρε Προφῆτα τοῦ Θεοῦ πανόλβιε. Ἄνευ τῶν Θεοτοκίων. Ἰωάννου Μοναχοῦ.

ᾨδὴ α', τοῦ Προφήτου. Ἦχος πλ. δ'. ᾌσωμεν τῷ Κυρίῳ.

Χαίροις ὦ Ἐλισαῖε, ἐπιδεδειγμένος τὴν ἰσάγγελον, ἐπὶ γῆς πολιτείαν, ἐν σαρκί τε βιώσας ὡς ἄριστος.

Ἄϋλόν σου τὸ ὄμμα, τῆς ψυχῆς Προφῆτα φυλαξάμενος, τῇ τοῦ Πνεύματος αἴγλῃ, προορᾶν ἠξιώθης τὰ μέλλοντα.

Ἴαμα τοῖς νοσοῦσι, καὶ πλημμελημάτων καθαρτήριον, ἐκ Θεοῦ Ἐλισαῖε, τοῖς γνησίως ὑμνοῦσί σε αἴτησαι.

Θεοτοκίον

ᾌσωμεν τῷ Κυρίῳ τῷ ἐκ τῆς Παρθένου εὐδοκήσαντι, σαρκωθῆναι ἀσπόρως, εἰς ἡμῶν σωτηρίαν καὶ λύτρωσιν.

 

Ὁ β’ Κανών, οὗ ἡ ἀκροστιχίς: ᾌδω γεγηθὼς τὴν Ἐλισσαίου χάριν.

ᾨδὴ α΄. Ἦχος πλ. α΄. Τῷ Σωτῆρι Θεῷ.

Ἀπαρχὴ ἐν Θεῷ, τῶν ἐφυμνίων ᾠδῶν, δι’ ὧν κροτεῖται, ὁ ὑμνούμενος, προφητικοῖς ἐξαστράπτων, τοῖς αὐχήμασιν, ὑμνῶν τὸν δοξάσαντα, ὅτι δεδόξασται.

Δεδεγμένος δοράν, προφητικῆς ἐκ χειρός, συναπεδέξω, τὸ ἀξίωμα, ἐξ ἀροτῆρος Προφήτης, μεταποιούμενος, τῇ αἴγλῃ τοῦ Πνεύματος, ὅτι δεδόξασται.

Ὡς προέγνως Χριστέ, τὴν πρὸς τὸ κρεῖττον ῥοπήν, τῆς Ἐλισσαίου, διαθέσεως, ἐπαισθηθεὶς ἀδιστάκτως, ἧς προώρισας, ἐνδόξου σου κλήσεως, ἐπηκολούθησεν.

Θεοτοκίον

Ἄχραντε Μήτηρ Θεοῦ, τὸν σαρκωθέντα ἐκ Σοῦ, καὶ ἐκ τῶν κόλπων, τοῦ Γεννήτορος, μὴ ἐκφοιτήσαντα Θεόν, ἀπαύστως πρέσβευε, ἐκ πάσης περιστάσεως, σῶσαι οὓς ἔπλασεν.

 

ᾨδὴ γ'. Σὺ εἶ τὸ στερέωμα.

Ῥήσει θεοπνεύστῳ, σὲ χρηματισθεὶς σαφῶς ἔχρισεν, Ἐλισαῖε, ἔνδοξε Προφήτην, Ἠλιοὺ ὁ θεσπέσιος.

Εὗρε τὴν ἀνάπαυσιν, καὶ ἐνεσκήνωσεν ἄφθονος, χάρις ἐν σοί, Πνεύματος Ἁγίου, Ἐλισαιέ, ἀοίδιμε.

Πόνοις σε νεώσαντα, τὴν τῆς ψυχῆς εὑρὼν αὔλακα, προφητικήν, χάριν ὁ Δεσπότης, Ἐλισαῖε, ἐνέσπειρεν.

Θεοτοκίον

Σὲ πάντες κεκτήμεθα, καταφυγὴν καὶ τεῖχος ἡμῶν, Χριστιανοί, σὲ δοξολογοῦμεν, ἀσιγήτως ἀνύμφευτε.

 

 

 

Ἕτερος. Δυνάμει τοῦ Σταυροῦ Σου Χριστέ.

Γεώδους προσπαθείας ἐκτός, τῷ πυριπνόῳ, ἐλειτούργησας, τοῦ λειτουργοῦ τῇ θεραπείᾳ, τὸν Δεσπότην μειλισσόμενος.

Ἐν πνεύματι ἐδέξω διπλᾶ, τοῦ διδασκάλου, τὰ αὐχήματα, οὐκ ἀστοχήσας ῥαθυμίᾳ, τῆς ἐκείνου ἀναβάσεως.

Γοερῶς Ἠλιοὺ διαστάς, καὶ διαῤῥήξας, τὸ χιτώνιον, τῇ μηλωτῇ συνδιαῤῥήσσεις, καὶ τὸν ῥοῦν τὸν Ἰορδάνειον.

Θεοτοκίον

Ἱκέτευε ἀπαύστως ἁγνή, τὸν προελθόντα, ἐκ λαγόνων Σου, ῥυσθῆναι πλάνης διαβόλου, τοὺς ὑμνοῦντάς Σε Μητέρα Θεοῦ.

 

Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ

Προβλέψει θεϊκῇ, Ἠλιού σε ὁ μέγας, σοφὲ Ἐλισαῖε, φοιτητὴν ἐπισπᾶται, Προφήτην δεικνύων σε, ἐλλαμπόμενον Πνεύματι· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζομεν, εὐσεβοφρόνως τιμῶντες, σὺν τούτῳ σε ἔνδοξε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.

 

ᾨδὴ δ', τοῦ Προφήτου. Εἰσακήκοα Κύριε

Ῥιζότομον ἀνέδειξε, πάσης σε κακίας Πνεῦμα τὸ Ἅγιον, φυτοκόμον Ἐλισαῖε δέ, ἀρετῆς ἁπάσης παμμακάριστε.

Ὁ προγνώστης τοῦ μέλλοντος, καὶ καλῶν ὡς ὄντα τὰ μὴ ὑπάρξαντα, Ἐλισαῖέ σε ἐπάξιον, προειδὼς Προφῆτα προωρίσατο.

Ἠκολούθει τῷ βίῳ σου, ἡ τῶν ἀρετῶν Προφῆτα ὁμήγυρις· ὅθεν νῦν πανηγυρίζουσιν, οἱ λαοὶ καὶ δῆμοι ἐν τῇ μνήμῃ σου.

Θεοτοκίον

Τὸν Θεὸν ὃν ἐκύησας, ἄχραντε Παρθένε τοῦτον δυσώπησον, τοῖς ἱκέταις σου δωρήσασθαι, τῶν πλημμελημάτων τὴν συγχώρησιν.

 

Ἕτερος. Ἀκήκοα Κύριε.

Ἡ πάλαι τὰ νάματα, καὶ νῦν τὴν ἄκαρπον φρένα μου, θεραπεύει χάρις, ταῖς Ἐλισσαίου ἐντεύξεσιν.

Θεόθεν πεπλούτηκας, τῶν ἐσομένων τὴν δήλωσιν, καὶ θηρσὶ τῶν παίδων, συναναιρεῖς τὸ κακότροπον.

Ὡράθης ἀοίδιμε, τῇ παρθενίᾳ κοσμούμενος, τοῖς ἐν ζόφῳ πλάνης, οἷα φωστὴρ τηλαυγέστατος.

Σιγᾶν οὐ δεδύνηται, ἡ πνευματοκίνητος γλῶσσά σου, τὰ φρικτὰ ἐν βίῳ, Ἐλισσαιὲ κατορθώματα.

Θεοτοκίον

Κυρίως δοξάζομεν, Σὲ Θεοτόκε ἀνύμφευτε, καὶ τῷ Σῷ λιμένι, οἱ πιστοὶ καταφεύγομεν.

 

ᾨδὴ ε', τοῦ Προφήτου. Φώτισον ἡμᾶς

Τίς τὰς πρακτικάς, ἀρετάς σου διηγήσεται; τὰς ἀναβάσεις δὲ τοῦ Πνεύματος, τὶς καταγγεῖλαι Προφῆτα, Θεοῦ δυνήσεται;

Ἄβυσσον εὑρών, Ἐλισαῖε χαρισμάτων Θεοῦ, τοῖς προσιοῦσί σοι ἐπήγασας, προῤῥήσεις θείας, ἰάσεις ψυχῆς καὶ σώματος.

Τάφος τὰ τῶν σῶν, ἀρετῶν οὐκ ἐπεκάλυψεν, Ἐλισαῖε νῦν κατορθώματα, ἀλλ' ὑπὸ πάντων ὑμνούμενα καταγγέλλεται.

Θεοτοκίον

Δυσώπησον ἀεί, τὸν Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἀπειρόγαμε Μαρία ἁγνή, τοῦ καταπέμψαι τοῖς πιστοῖς τὸ μέγα ἔλεος.

 

Ἕτερος. Ὀρθρίζοντες βοῶμέν Σοι Κύριε.

Τὸ ἥσυχον τὸ πρᾶον τὸ ὅσιον, τῆς ψυχῆς σου, Προφήτην σε ἔδειξεν, Ἐλισσαιὲ διὰ πνεύματος.

Ἡ θεία σου τῶν λόγων ἐνέργεια, φωτιεῖ με, ῥήσεσι τοῦ πνεύματος, Ἐλισσαιὲ παμμακάριστε.

Νεκρὰ ἡ ἁμαρτία ὡς ζῶντι, παρισταμένῳ, Κυρίῳ Προφῆτα σοι, Ἐλισσαιὲ ἐλελόγιστο.

Θεοτοκίον

Μὴ παύσῃ δυσωποῦσα Ὃν ἔτεκες, Θεοτόκε, σῶσαι τὰς ψυχὰς ἡμῶν, τῶν ἀνυμνούντων Σε ἄχραντε.

ᾨδὴ ς'. Ἱλάσθητί μοι Σωτήρ

Ὁ νοῦς σου εἰλικρινής, ὁ λόγος σου διειδέστατος· πηγῆς γὰρ ἐκ καθαρᾶς, ἀθόλωτοι βρύουσι, Προφῆτα μακάριε, προχοαὶ ὑδάτων, θριαμβεῦσαί σου τὰ κρύφια.

Ὑπέστης μὴ χωρισθείς, τοῦ διδασκάλου πανεύφημε, καὶ ξένην ἑωρακώς, πορείαν ποιούμενον, ὑψώθης τῷ ἔρωτι, Ἐλισαῖε μάκαρ, συμμετέωρος γενόμενος.

Θροῇ μὲν Ἐλισαιέ, ὁρώμενος τὸν διδάσκαλον, τεθρίππῳ τῶν ἀρετῶν, πυρίνῳ τῷ ἅρματι, καὶ ἵπποις αἰρόμενον, ἀλλ' ἐδέξω κλῆρον, μηλωτὴν σὺν τοῖς χαρίσμασι.

Θεοτοκίον

Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.

 

 

 

 

Ἕτερον. Ἐκύκλωσέ με ἄβυσσος.

Ἐνέπλησε χειμάῤῥουν ποτέ, οὐκ ὄμβρος, οὐ πνεῦμα ἀέριον, αἰθρία δὲ ἄχραντος, Προφῆτα καὶ λόγος σου, δι’ ἐνεργείας, τοῦ Πνεύματος πληρούμενος.

Λιβάδος ἐξ ὀλίγης ποτέ, Προφῆτα, ὡς ἔπλησας ἀφθόνως, ἐλαίου τὸ γύναιον, κἀμοὶ θεῖον ἔλεος, νῦν ἐπιβλύσαι, Ἐλισσαιὲ ἱκέτευε.

Ἱερώτατον γύναιον, Προφήτου, τῇ πίστει νευρούμενον, ἐν γήρᾳ στειρώσεως, τὴν λύσιν κομίζεται, τῇ εὐξενίᾳ, τὸ εὔτεκνον δρεπόμενον.

Θεοτοκίον

Βάτον σε ἀκατάφλεκτον, καὶ ὄρος, καὶ κλίμακα ἔμψυχον, καὶ πύλην οὐράνιον, ἀξίως δοξάζομεν, Μαρία ἔνδοξε, Ὀρθοδόξων καύχημα.

 

Κοντάκιον. Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ

Διπλῆν τὴν χάριν εἰληφὼς παρὰ τοῦ Πνεύματος, Προφήτης ὤφθης θαυμαστὸς πᾶσι τοῖς πέρασι, τοὺς ὑμνοῦντάς σε λυτρούμενος ἐκ κινδύνων, καὶ δωρούμενος τὴν χάριν τῶν θαυμάτων σου, τοῖς προστρέχουσιν ἐν ταύτῃ μετὰ πίστεως, καὶ βοῶσί σοι· Χαίροις Προφῆτα θεσπέσιε.

Ὁ Οἶκος

Ἥλιος καταλάμψας ὁ τῆς δικαιοσύνης ἐν τῇ πεφωτισμένῃ ψυχῇ σου, ἀπεδίωξε πᾶσαν ἀχλὺν ἁμαρτίας ἐξ αὐτῆς, καὶ Θεοῦ ἔδειξε Προφήτην σε φαιδρότατον· ἐντεῦθεν καὶ ἡμεῖς κράζομεν οὕτως·

Χαῖρε, Θεοῦ ὁ μηδὲν προτιμήσας·

χαῖρε, βοῶν κατασφάξας τὰ ζεύγη.

 

Χαῖρε, ὁ καταλείψας τὸν βίον σου ἅπαντα·

χαῖρε, ὁ πλουτήσας τὸν πλοῦτον τὸν ἄσυλον.

Χαῖρε, ὅτι ἠκολούθησας τῷ καλέσαντι Θεῷ·

χαῖρε, ὅτι νῦν ἀπείληφας παρ' αὐτοῦ τὰς δωρεάς.

Χαῖρε, ὅτι τὴν μηλωτὴν Ἠλιοὺ ἐκομίσω·

χαῖρε, ὅτι ἐν τάχει διασχίζεις τὸ ὕδωρ.

Χαῖρε, περῶν ἀβρόχως τὰ ὕδατα·

χαῖρε, ψυχῶν πολλῶν ὁ ἐπίκουρος.

Χαῖρε, μαθὼν τὴν ἀπόκρυφον γνῶσιν·

χαῖρε, θανὼν καὶ ὡς ζῶν ἐποπτεύων.

Χαίροις, Προφῆτα θεσπέσιε.

 

Συναξάριον.

Τῇ ΙΔ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ Προφήτου Ἐλισσαίου

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

 

ᾨδὴ ζ'. Παῖδες Ἑβραίων

Εἴληφας μάκαρ Ἐλισσαῖε, ἐν τῷ Πνεύματι διπλᾶ τοῦ διδασκάλου, καὶ ἐν τούτῳ θεοφορούμενος ἐβόας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Ὅλον τὸν βίον ἐκαρπώσω, καὶ τὴν ἄφθονον χάριν τοῦ διδασκάλου, παρθενίας δειχθεὶς κειμήλιον καὶ μέλπων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Ὕδωρ διῆλθες, Ἰορδάνου, ὃ ἐπάταξας μνησθεὶς τοῦ διδασκάλου, καὶ διέβης ἀνίκμοις ἴχνεσι κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Χαίροις πανάμωμε Παρθένε, ὅτι ἔτεκες Θεὸν σαρκὶ τῷ κόσμῳ, τὸν ἐκ πλάνης ἁγνὴ λυτρούμενον τοὺς πίστει, σὲ Θεοτόκον Δέσποιναν, ἀληθῆ δοξολογοῦντας.

 

Ἕτερος. Ὁ ἐν καμίνῳ πυρός.

Σοφίας κρείττονος, Ἐλισσαιὲ πλησθεὶς ἐβόας· εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Σὺ ὡς ζωῆς λειτουργός, τῇ κυησάσῃ αὖθις ζῶντα, τὸν νεκρωθέντα υἱόν, Προφῆτα δέδωκας.

Ἀπορουμένους ποτέ, τῶν Προφητῶν ἐκτρέφων παῖδας, ὀλεθροτόκου βορᾶς, τελεῖς ἀπήμονας.

Ἱερὸν ἔμψυχον, καὶ ἀρεταῖς ἠγλαϊσμένον, Ἐλισσαιὲ τῷ Θεῷ, σαυτὸν ἀνέθηκας.

Θεοτοκίον

Ὁ ἐκ Παρθένου τεχθείς, ἣν Θεοτόκον ἀπειργάσω, εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η'. Τὸν ἐν ὄρει, ἁγίῳ

Ἅλας θεῖον, ἐν Πνεύματι Ἁγίῳ, Ἐλισαῖε ὑπῆρξας θεοφόρε, καὶ ἐν ἁλσὶ ἰάσω νάματα ἄτεκνα· Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, βοῶν εἰς τοὺς αἰῶνας.

Νέων παίδων, τὴν ἄτακτον κακίαν, ἀναστέλλων θηρσὶ τοῖς αἱμοβόροις, Ἐλισαῖε Προφῆτα βορὰν δέδωκας· Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, βοῶν εἰς τοὺς αἰῶνας.

Λελουμένος, Ναιμὰν δι' Ἐλισαίου, καὶ τῆς λέπρας πλυθεὶς ἐν Ἰορδάνῃ, τὴν τοῦ βαπτίσματος ἐδήλου θείαν κάθαρσιν, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, βοῶν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Τὸν ἐν κόλποις, Πατρὸς ἀκαταλήπτου, καὶ ἀγκάλαις Μητρὸς ἀπειρογάμου, ἀνερμηνεύτως ἐμφανισθέντα ἅπασι· Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Ἕτερος. Τὸν διαδροσίσαντα τὴν κάμινον.

Ὁ τῷ πειθαρχήσαντι τὴν κάθαρσιν, Προφήτου προστάγματι, ἐν ῥείθροις Ἰορδάνου νείμας, παῖδές σε ἀνυμνοῦσιν, ἱερεῖς θεολογοῦσιν, λαοὶ ὑπερυψοῦσιν, Χριστὲ εἰς τοὺς αἰῶνας.

Ὕλης ἐκκαθάρας τὴν διάνοιαν, ἀΰλως τὸν ἄϋλον, πόθῳ κραθεὶς τεθέασαι· ὅθεν σκιρτῶν ἐβόας, θεοδίδακτε Προφῆτα· Χριστὸν ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Χάριτι προβλέπων τὰ ἐσόμενα, ἐν ξύλῳ τὸν ἄχραντον, σταυρὸν ὁρᾷς τυπούμενον· ὅθεν ἐβόας χαίρων, ὡς θεόπνευστος Προφήτης· Χριστὸν ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ἅρμασι πληθὺν ἐπιθεμένην σοι, πατάξας θεσπέσιε, ζόφῳ ἀφθόνως ἔθρεψας, ταύτης εὐεργεσίᾳ, τὴν παράνοιαν ἐλέγχων· Χριστὸν ὑπερυψοῦτε, βοῶν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Ἄγγελοι θαυμάζουσι τὸν τόκον Σου, ἁγνὴ καὶ Θεόνυμφε, καὶ σὺν ἡμῖν κραυγάζουσι· Παῖδες θεολογεῖτε, ἱερεῖς ὑμνολογεῖτε, λαοὶ ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ'. Κυρίως Θεοτόκον

Βοῶσαν κατοικτίρας, καὶ ὀδυνωμένην, τὴν Σωμανῖτιν τὸν παῖδα ἀνέστησας, μετὰ τὴν στείρωσιν λύσας, Μάκαρ τὴν νέκρωσιν.

Ἰθύνετο ὁ βίος, λόγῳ ἀληθείας, ἐδυναμοῦτο ὁ λόγος δὲ Πνεύματι, δι' ἐναρέτου σου βίου, Προφῆτα ἔνδοξε.

Ἐν λήξει πανολβίῳ, μάκαρ Ἐλισαῖε, ἀναπαυόμενος νῦν καθικέτευε, τῆς τῶν ψυχῶν σωτηρίας, ἀξιωθῆναι ἡμᾶς.

Θεοτοκίον

Ἐνήργησας ἀφράστως, Δέσποτα Σωτήρ μου, καθ' ἑκατέρας τῶν δύο σου φύσεων, αὐτεξουσίῳ θελήσει, τὴν σωτηρίαν μου.

 

Ἕτερος. Σὲ τὴν ὑπὲρ νοῦν καὶ λόγον.

Ῥάβδῳ τιμητικὸν ἀνέλκων σιδήριον, ὁ Προφήτης τὴν ἔνυλον, ἀνθρώπων ὑπόστασιν, τῷ σταυρῷ ὑψουμένην, ἐδιδάσκετο.

Ἵνα τῶν σωμάτων δείξῃ ἀνάστασιν, ὁ ζωάρχης ἀνίστησι, νεκροὺς καὶ δι’ ἄπνου σαρκός, τοῦ Προφήτου μηνύων, τὸ ὑπέρτιμον.

Νῦν ἐν μακαρίᾳ λήξει γενόμενος, ἱκετεύοις θεσπέσιε, τῆς μακαριότητος, μετασχεῖν τοὺς ἀεί σε, μεγαλύνοντας.

Θεοτοκίον

Χαῖρε Θεοτόκε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, Ὃν ἐκύησας αἴτησαι, πταισμάτων τὴν ἄφεσιν, δωρηθῆναι τοῖς πίστει, ἀνυμνοῦσί Σε.

 

 

 

 

Ἐξαποστειλάριον τοῦ Προφήτου. Ἦχος γ'. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ἐξ ἀροτῆρος ὤφθης, προφήτης ὦ Ἐλισαῖε· καὶ Ἠλιοὺ δεδεγμένος, τὴν μηλωτὴν καὶ τὸ αὐτοῦ, πνεῦμα δισσῶς ἐπεσπάσω, καὶ σὺν αὐτῷ σε τιμῶμεν.

Ἕτερον.

Τανῦν εἰς ἄληκτον δόξαν, ἀπάρας ὦ Ἐλισσαῖε, μὴ διαλίπῃς πρεσβεύων, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ· ἀλλ’ ἴσθι φύλαξ ἐν πᾶσι, καὶ δεξιὸς παραστάτης ὡς ζῶν ἡμᾶς ἐποτεύων

Θεοτοκίον

Ἡμεῖς ἐν Σοὶ καυχώμεθα Θεοτόκε, καὶ εἰς Θεὸν Σὲ ἔχομεν προστασίαν· ἔκτεινον τὴν χεῖρά σου τὴν ἄμαχον, καὶ θραῦσον τοὺς ἐχθροὺς ἡμῶν· Σοῖς ἐξαπόστειλον δούλοις, βοήθειαν ἐξ Ἁγίου.

 

Αἶνοι. Ἦχος β’. Ποίοις εὐφημιῶν.

Ποίοις, μελῳδικοῖς ᾄσμασιν, ἀνυμνήσωμεν τὸν Ἐλισσαῖον, μύστην καὶ προόπτην καὶ κήρυκα, καὶ Θεοῦ μυστηρίων ἐκφάντορα· τὸν διπλῆν τὴν χάριν εἰληφότα, Θεσβίτου, τοῦ διφρηλάτου τοῦ ἐν ἅρματι, πυρίνῳ, τὸν οὐρανὸν ἐπιδιφρεύσαντος, τὸν κληρωσάμενον ἄφνω, μηλωτὴν τὴν ἐκείνου· δι’ ἧς Ἰορδάνην περᾷ, ἀβρόχοις τοῖς ἴχνεσιν, ἄλλος Μωϋσῆς ἐνδεικνύμενος. (Δίς)

 

Ποίοις, πνευματικοῖς στέμμασι, στεφανώσωμεν τὸν Ἐλισσαῖον, τὸν τὴν οἰκουμένην τοῖς θαύμασιν, ὡς ἐν ἀστραπαῖς καταυγάσαντα· τὸ γὰρ ἄγονον καὶ πικρὸν ὕδωρ, γλυκύ τε καὶ εὔτεκνον ἁλσὶν ἐποίησε, τὸν παῖδα, τῆς Σωμανίτιδος ἀνέστησε, καὶ τὸν λεπρὸν Νεεμὰν δέ, ἐξαισίως ἰάσατο, τὸν ἄφρονα δὲ Γιεζί, λεπρὸν διὰ φιλαργυρίαν κατέστησε.

 

Ποίοις, πνευματικοῖς ἄνθεσιν, ἀναδήσωμεν νῦν τὸν Προφήτην, τῷ ναῷ αὐτοῦ ἀθροιζόμενοι, καὶ ἐπαγρυπνοῦντες ἑκάστοτε, τῆς Τριάδος εἰς τιμὴν καὶ αἶνον· ἣ δόξῃ, καὶ τιμῇ αὐτὸν κατέστεψε, καὶ ὅλη, συνελθοῦσα κατεσκήνωσε, τῇ καθαρᾷ αὐτοῦ καρδίᾳ, καὶ Προφήτην Κυρίου, ἀνέδειξε τῷ λαῷ, τοῦ Πνεύματος χάριτι, ἐκ τῶν ἀγρῶν αὐτὸν καλέσαντα.

 

Δόξα. Ἦχος δ΄.

Ἐνθέοις ἐν ᾄσμασι, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τὴν μνήμην σου σήμερον εὐφήμως γεραίρει, Προφῆτα θεσπέσιε. Σὺ γὰρ τὰ πάντα καταλιπών, τῷ Θεσβίτῃ διδασκάλῳ ἐκθύμως ἠκολούθησας, καὶ σεαυτὸν αὐτῷ ἀνατέθεικας· διὸ καὶ τὴν χάριν τοῦ Πνεύματος διπλῆν ἐκομίσω, καὶ τὸ πύρινον τέθριππον κατιδεῖν ἠξιώθης· δι’ οὗ ὡς εἰς οὐρανὸν ἀνέβαινεν ὁ ἔμπυρος ἁρματηλάτης, καὶ τὴν θαυματόβρυτον ἐκείνου μηλωτήν, ἄνωθεν πεσοῦσάν σοι, γνησίως ἐκληρονόμησας· ὅθεν φωτοειδέστατος γενόμενος, ἐλάμπρυνας τὴν οἰκούμενην, ταῖς αὐγαῖς τῶν θαυμάτων σου· ὧν καὶ ἡμεῖς πεῖραν λάβοιμεν, δεόμεθά σου παμμάκαρ Ἐλισσαῖε, Προφητῶν ἀκροθίνιον, οἱ τὴν πανέορτόν σου τελοῦντες νῦν πανήγυριν, καὶ τῷ πανσέπτῳ ναῷ σου, εἰς δόξαν Χριστοῦ, ἀγρυπνοῦντες ἑκάστοτε.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις ὁ τὴν χάριν διπλῆν λαβών, Πνεύματος Ἁγίου, καὶ Θεσβίτου τὴν μηλωτήν· χαίροις ὁ πληρώσας, τὴν γῆν ἐκ τῶν θαυμάτων, Προφῆτα Ἐλισσαῖε, ἡμῶν τὸ στήριγμα.

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ΠΑΡΑΚΛΗΣΙΣ

 

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

 

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

 

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν…

Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῷ τοῦ Προφήτου ἱερῷ ναῷ συνδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν ἱκεσίαις κράζοντες ἐκ βάθους ψυχῆς· Προφητῶν ἐγκαλλώπισμα, Ἐλισσαῖε τρισμάκαρ, δὸς ἡμῖν βοήθειαν, τοῖς τιμῶσί σε πόθῳ, χειμαζομένοις ἐν θλίψεσι δεινῶς· σὲ γὰρ προστάτην καὶ ῥύστην κεκτήμεθα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ψαλμός ν’ (50).

Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

 

 

 

 

 

Εἶτα, ὁ Κανών.

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Παθῶν ἐπικλύσεσι συσχεθείς, ἐξ ἁμαρτιῶν μου, ὦ Προφῆτα Ἐλισσαιέ, πρὸς σὲ καταφεύγω ἀπὸ βάθους, ἐμῆς καρδίας ὀδυνώμενος.

Ἀβύσσῳ ἐλέους καὶ οἰκτιρμῶν, προσπέλασας μάκαρ, διανοίᾳ ἐν καθαρᾷ, ἐκεῖθεν τὴν ἄβυσσον ἠρύσθης, τῆς εὐσπλαγχνίας παναοίδιμε.

Τῇ θείᾳ εἰκόνι σου προσδραμών, ἐν τῷ σῷ τεμένει, κλίνων γόνυ πανευλαβῶς, Προφῆτα Κυρίου Ἐλισσαῖε, ἐπικαλοῦμαι θερμῶς σὴν ἀντίληψιν.

Θεοτοκίον

Τοὺς θρήνους μου δέξαι καὶ στεναγμούς, Παντάνασσα Μήτηρ, θλιβομένων καὶ ὀρφανῶν, καὶ ἴασιν χάρισαι Σῷ δούλῳ, συνεχομένῳ ἀῤῥωστήμασιν.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Ὡς τὰ ὕδατα πάλαι Ἐλισσαῖε ἔνδοξε, τῆς Ἰεριχοῦντος ἰάσω, ἁλσὶ τὰ ἄγονα, οὕτω πρεσβείαις σαῖς, θεράπευσον τὴν ψυχήν μου, ἐν ἐνθέοις πράξεσιν, ἄκαρπον μένουσαν.

Ποντισθέντα τρισμάκαρ βυθῷ τῶν πταισμάτων μου, καὶ πλημμελημάτων ἀφρόνως, οἷσπερ συνέζησα, τῇ εὐσπλαγχνίᾳ τῇ σῇ, ἀνάγαγέ με ὡς πάλαι, τὸ σιδήριον ἐκ τῶν ῥέιθρων ἀνήγαγες.

Σὲ προστάτην μου μάκαρ ἐν τῇ ζωῇ τίθημι, καὶ καθηγεμόνα ἐν πᾶσι, σύ με ὁδήγησον, ἐν τῷ ἐλέει τῷ σῷ, πρὸς τὰς ὁδοὺς τοῦ Κυρίου, ὅπως ὑμνῶ σε ἀεί, τὸν θεοδόξαστον.

Θεοτοκίον

Παναγία Παρθένε τῶν πιστῶν τὸ στήριγμα, τὸν περιτρεπόμενον νοῦν μου, καλῶς στερέωσον, ἐν τῇ ἀγάπῃ ἁγνή, τῶν ἐντολῶν τοῦ Κυρίου, Ὅνπερ ἐσωμάτωσας, εἰς ἡμῶν λύτρωσιν.

Διάσωσον, ἀπὸ κινδύνων τὰ τέκνα σου ὦ Προφῆτα, ὅτι πάντες μετὰ Θεὸν πρὸς σὲ καταφεύγομεν, ὡς τὸν μέγαν ἡμῶν προστάτην.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Προφῆτα Χριστοῦ, Ἐλισσαῖε πανεύφημε, ἰάσεων πηγή, καὶ κρήνη ἀκένωτος, ἱκετικῶς βοῶμέν σοι· πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ὁ μέγας φρουρὸς ἡμῶν καὶ πρόμαχος.

 

 

 

 

 

 

ᾨδὴ δ΄. Σύ μου ἰσχύς, Κύριε.

Χρηματισθείς, ὁ Καρμηλίτης Ἠλίας σέ, οὐρανόθεν, Ἐλισσαῖε ἔνδοξε, χρίει Προφήτην τῷ Ἰσραήλ, νοῦν κεκαθαρμένον, θεοφανείαις τε χαίροντα, ᾯ καὶ κατηκολούθεις, καὶ ᾭπερ ἐλειτούργεις, σαφῶς τῶν ὑπεράνω μυούμενος.

Ἀϋλωθείς, τῇ ἀπαθείᾳ θεόπνευστε, ὑπεδέξω, χάριν τὴν τοῦ Πνεύματος, ἥπερ ἐκχεῖται καὶ ἐνοικεῖ, τοῖς αὐτὴν ποθοῦσι, καὶ καθαρῶς ἐποπτεύουσι· ποθεῖ γὰρ τὸν ποθοῦντα, καὶ τὸν βλέποντα βλέπει, ἡ ἀΐδιος χάρις τοῦ Πνεύματος.

Ταῖς ἀρεταῖς, κεκοσμημένος φανότατα, ὁ σὸς βίος, ἔλαμψε τοῖς πέρασιν, οἷα λαμπτὴρ φέγγει οὐρανοῦ, κατηγλαϊσμένος ταῖς φωτοβόλοις λαμπρότησι· διό σε ἱκετεύω, Προφῆτα θεηγόρε, τοῦ νοός μου τὸν ζόφον διάλυσον.

Θεοτοκίον

Σὲ οἱ πιστοί, τεῖχος κεκτήμεθα ἄῤῥηκτον, προστασίαν, πύργον ἀκαθαίρετον, ἐν τοῖς κινδύνοις καὶ πειρασμοῖς, καὶ ἐν Σοὶ Παρθένε, οἱ πεποιθότες σωζόμεθα, ἐν πάσῃ περιστάσει, κραυγάζοντες ἐν ὕμνοις· τῇ δυνάμει Σου δόξα πανύμνητε.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

Ὥσπερ Νεεμάν, ἰάσω λεπρὸν ἀοίδιμε, ταῖς Ἰορδάνου προχοαῖς καὶ ἐμοῦ, λεπρὰν τὴν ψυχήν, καθάρισον ταῖς πρεσβείαις σου.

Τὸ τοῦ Γιεζί, ὁλόφρον καὶ φιλάργυρον, ἦθος τῇ λέπρᾳ ἐμάστιξας σφοδρῶς, ἡμᾶς διδάσκων, νόσον φεύγειν τὴν ἐπάρατον.

Ἄσκευον ζωήν, καὶ ἀκτήμονα διήγαγες, ἐν σαρκὶ ὡς ἄσαρκος βιῶν σοφέ, ἡμᾶς διδάσκων, τὰ ἀνω ποθεῖν ἀείποτε.

Θεοτοκίον

Δέσποινα ἁγνή, φώτισόν μου τὴν διάνοιαν, ἐσκοτισμένην δεινῶς τοῖς γεηροῖς, ὅπως τὰ κάλλη τὰ οὐράνια φαντάζομαι.

 

ᾨδὴ στ΄. Τὴν δέησιν.

Ἐλάμπρυνας, τῶν πιστῶν τὸ σύστημα, τῶν θαυμάτων σου τῇ αἴγλῃ Προφῆτα· διὸ κἀμέ, λάμπρυνον ἐν τοῖς ἔργοις, τῆς σωτηρίας μου ὅπως σωθεὶς ὑμνῶ, τὸν δόντα σοι Ἐλισσαῖε, τῶν θαυμάτων τὴν χάριν τὴν ἄφθονον.

Ἀστὴρ παμφαέστατος τρισένδοξε, καταυγάζεις Χριστοῦ τὴν Ἐκκλησίαν· διὸ κἀμοῦ, καταύγασον τὸ σκότος τῆς διανοίας, τῶν πρεσβειῶν σου ἐλέει θεόληπτε, σοῦ δέομαι διακαῶς, ὅπως βλέψω τὴν τρίβον τὴν ἔνθεον.

Καλέσαντι, μάκαρ ἠκολούθησας, τῷ Ἠλίᾳ καὶ προφρόνως διηκόνεις, οὕτω κἀμέ, τὸν ῥαθύμως βιοῦντα, ἀκολουθεῖν τῷ Χριστῷ ἐνδυνάμωσον, καὶ πράττειν καὶ ἐπιτελεῖν, τὰ σωτήρια τούτου ἐντάλματα.

Θεοτοκίον

Τὰ κύματα, τῶν πλημμελημάτων μου, κατεκάλυψαν τὴν ψυχήν μου Παρθένε· διὸ προφθάσασα σῶσόν με Κόρη, καθικετεύω τὴν εὐσπλαγχνίαν Σου, καὶ χεῖρα δός μοι ἀρωγός, πρὶν εἰς τέλος ὁ ᾍδης ἐκπίῃ με.

Διάσωσον, ἀπὸ κινδύνων τὰ τέκνα σου ὦ Προφῆτα, ὅτι πάντες μετὰ Θεὸν πρὸς σὲ καταφεύγομεν, ὡς τὸν μέγαν ἡμῶν προστάτην.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Ἰατρεῖον τῶν Χριστιανῶν ἑτοιμότατον, ὁ ναός σου ἀνεδείχθη παναοίδιμε· διὸ οἱ ἀῤῥωστήμασι κυκλούμενοι δεινῶς, ἐν αὐτῷ ἀθροιζόμενοι, τὴν σὴν βοήθειαν θερμῶς, ἐξαιτούμεθα κράζοντες· ἔνδοξε Ἐλισσαῖε, Προφῆτα Θεοῦ τρισμάκαρ, μὴ ὑπερίδῃς νῦν ἡμᾶς, κινδυνεύοντας εἰς θάνατον.

 

Προκείμενον: Μὴ ἅπτεσθε τῶν χριστῶν μου καὶ ἐν τοῖς Προφήταις μου μὴ πονηρεύεσθε.

Στ.: Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.

Εὐαγγέλιον. Κατὰ Λουκᾶν (Κεφ. δ’, 22-30)

Τῷ καιρῷ ἐκείνῳ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ υἱὸς Ἰωσήφ; καὶ εἶπε πρὸς αὐτούς· πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην· ἰατρέ, θεράπευσον σεαυτόν· ὅσα ἠκούσαμεν γενόμενα ἐν τῇ Καπερναούμ, ποίησον καὶ ὧδε ἐν τῇ πατρίδι σου. εἶπε δέ· ἀμὴν λέγω ὑμῖν ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ. ἐπ᾿ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλιοὺ ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας εἰ μὴ εἰς Σάρεπτα τῆς Σιδωνίας πρὸς γυναῖκα χήραν. καὶ πολλοὶ λεπροὶ ἦσαν ἐπὶ Ἐλισαίου τοῦ προφήτου ἐν τῷ Ἰσραήλ, καὶ οὐδεὶς αὐτῶν ἐκαθαρίσθη εἰ μὴ Νεεμὰν ὁ Σύρος. καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ ἀκούοντες ταῦτα, καὶ ἀναστάντες ἐξέβαλον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἤγαγον αὐτὸν ἕως ὀφρύος τοῦ ὄρους, ἐφ᾿ οὗ ἡ πόλις αὐτῶν ᾠκοδόμητο, εἰς τὸ κατακρημνίσαι αὐτόν. αὐτὸς δὲ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο.

Δόξα: Ταῖς τοῦ Σοῦ Προφήτου...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Προφῆτα θεσπέσιε, ὁ ἰατρὸς τῶν νοσούντων, θλιβομένων ἡ χαρά, καὶ τελεία λύτρωσις καὶ ἀπάλλαξις, πάσης κακώσεως, πάσης στενώσεως, τὰς δεήσεις νῦν ἐπάκουσον, ἅς περ οἱ δοῦλοί σου, ἐν ψυχῆς ὀδύνῃ σοὶ προσάγομεν, πάντοθεν πολεμούμενοι, ὁρατῶν ἐξ ἐχθρῶν τε καὶ ἀοράτων, ἔνδοξε Προφῆτα, ἐν τῷ ναῷ σου πάντες ἐν κλαυθμῷ, γονυπετοῦντες αἰτούμενοι, τὸ σὸν μάκαρ ἔλεος.

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἠλιού σε ὁ μέγας νεύσει θείᾳ Προφήτην ἐν τῷ λαῷ ἔχρισε, θεόφρον Ἐλισσαῖε, Θεῷ ἱερωμένον, ἀνυμνοῦντα καὶ ψάλλοντα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἠξιώθης ἰδέσθαι τὸν σὸν θεῖον διδάσκαλον πυρίνῳ ἐν ἅρματι, αἰθέριον πορείαν, ποιούμενον ἐνδόξως, καὶ ἐνθέως ἐκραύγαζες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Καὶ ἡμᾶς Ἐλισσαῖε τοὺς ἐν τῷ τεμένει σου ἀγρυπνοῦντας ἐπίσκεψαι, καὶ ἴασιν ἐν νόσοις, καὶ θάῤῥος ἐν κινδύνοις, παράσχου τοῖς κραυγάζουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον

Παναγία Παρθένε ἠθικαῖς τρικυμίαις περιστατούμενον, οἰκτείρησον καὶ σῶσον, ἐμὲ τὸν Σὸν ἱκέτην, τὸν ἐν πίστει κραυγάζοντα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Τὰς σηπεδόνας, τῆς ψυχῆς μου ὦ Προφῆτα, καὶ τὰ πάθη τοῦ σώματος ὁμοίως, θεράπευσον ἐν ὕμνοις, ὅπως σὲ μεγαλύνω.

Τοὺς πειρασμοὺς, διασκέδασον καὶ ἐνέδρας, τῶν δαιμόων Προφῆτα Κυρίου· κατ’ ἐμοῦ γὰρ φθόνῳ, κεκίνηνται ἀπαύστως.

Ἐπάκουσόν μου, ἐν ὀδυρμοῖς σοὶ βοῶντος, καὶ παράσχου γαλήνην τῇ ψυχῇ μου, ὅπως ἀνυμνῶ σε, Προφῆτα εἰς αἰῶνας.

Θεοτοκίον

Τὴν δέησίν μου, μὴ παρίδῃς Θεοτόκε, ἣν ἐμπόνως νῦν Σοὶ ἀναφέρω· Σὺ γὰρ θλιβομένων, παράκλησις ὑπάρχεις.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Διπλῆν παρὰ Κυρίου, ἔνδοξε Προφῆτα, λαβὼν τὴν χάριν διπλᾶ καὶ τὰ χαρίσματα, ἡμῖν παρέχεις ψυχαῖς ἅμα τε καὶ σώμασι.

Τὴν θείαν μηλωτήν σου, εἴλησον καὶ πάλιν, καὶ τῶν παθῶν ἡμῶν τὴν θάλασσαν ξήρανον, τῶν ἀγρυπνούντων Προφῆτα ἐν τῷ τεμένει σου.

Νυκτός τε καὶ ἡμέρας, σὲ ἐπικαλοῦμαι, τὸν ἀγαθόν μου προστάτην Προφῆτα Θεοῦ, παντὸς κινδύνου καὶ βλάβης με λύτρωσαι.

Θεοτοκίον

Υἱὲ Θεοῦ παντάναξ, ἀνάπαυσον πάντας, οὓς προσελάβου ἐκ τῆς δε τῆς ποίμνης Σου, πρεσβείαις τῆς Μητρός Σου, καὶ τοῦ Προφήτου Σου.

 

 

 

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις ὁ τὴν χάριν διπλῆν λαβών, Πνεύματος Ἁγίου, καὶ Θεσβίτου τὴν μηλωτήν· χαίροις ὁ πληρώσας, τὴν γῆν ἐκ τῶν θαυμάτων, Προφῆτα Ἐλισσαῖε, ἡμῶν τὸ στήριγμα.

Ἔχοντες ναόν σου τὸν ἱερόν, Προφῆτα Κυρίου, ἰατρεῖον θαυματουργόν, εἰς τοῦτον ἐν πίστει, προσφεύγομεν καὶ πόθῳ, καὶ ἴασιν καὶ ῥῶσιν, ἀπαρυόμεθα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

 

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα Πατρί…

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν…

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

 

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντων, θλιβομένων ἡ χαρά, σὺ Θεοῦ Προφῆτα ὑπάρχεις, καὶ τῶν πεινώντων τροφή, σκέπη καὶ ἀντίληψις, τῶν ἀδυνάτων ἡμῶν, ἀσθενούντων ἡ ἴασις, ὑγιῶν ἡ ῥώμη, ἀναπήρων ἔρεισμα, καὶ βακτηρία τυφλῶν· ὅθεν σοὶ προσφεύγομεν πόθῳ, καὶ ἐν εὐλαβεῖ παῤῥησίᾳ, τὴν σὴν εὐσπλαγχνίαν ἐκδεχόμεθα.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

Δι’ εὐχῶν.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου