Δευτέρα 4 Ιουνίου 2018

ΙΟΥΝΙΟΣ 12. ΟΣΙΟΙ ΟΝΟΥΦΡΙΟΣ & ΠΕΤΡΟΣ ΑΘΩΝΙΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΝΙΟΣ ΙΒ΄!!
ΟΝΟΥΦΡΙΟΣ & ΠΕΤΡΟΣ ΑΘΩΝΙΤΗΣ ΟΣΙΟΙ
ΑΚΟΛΟΥΘΙΑ



ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου Ὀνουφρίου. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ, θεόφρον Ὀνούφριε, ἐν ἐρημίᾳ με νῦν, τῶν παθῶν αὐλιζόμενον, εἰς ὁδὸν εὐθεῖάν με, ἀρετῶν χειραγώγησον, πρὸς μετανοίας, τρίβον πρεσβείαις σου, πρὸς θελημάτων, Θεοῦ ἐκπλήρωσιν, πρὸς ἀδαπάνητον, τῶν καλῶν ἀπόλαυσιν, ὅπως τὸ σόν, χαίρων παναοίδιμε, τελῶ μνημόσυνον.

Πάτερ, θεόφρον Ὀνούφριε, τὸν παγετὸν τῆς νυκτός, καὶ ἡμέρας τὸν καύσωνα, τῇ ἐλπίδι Ὅσιε, τῶν μελλόντων ὑπέμεινας· τὰ ἐπὶ γῆς σου μέλη νεκρώσας γάρ, τῆς οὐρανίου, ζωῆς ἐπέτυχες, ἔνδον γενόμενος, τῆς παστάδος Ἅγιε περιχαρῶς, κάλλος τὸ ἀμήχανον, ὁρῶν τοῦ Κτίστου σου.

Πάτερ, θεόφρον Ὀνούφριε, τῆς κοσμικῆς σεαυτόν, ἀποστήσας συγχύσεως, πρὸς τὴν ὑπερκόσμιον, ἀνηνέχθης ἀκρότητα, αὐτὴν ποθήσας τῶν ἀγαθῶν τὴν πηγήν, αὐτὸ τὸ ὄντως ἐφετὸν ἔφθασας, οὗ ταῖς ἐλλάμψεσι, μάκαρ πυρσευόμενος ἁμαρτιῶν, ζόφου ταῖς πρεσβείαις σου, ἡμᾶς ἐξάρπασον.

Καὶ ἕτερα, ὅμοια, τοῦ Ὁσίου Πέτρου.
Πέτρου, τοῦ θείου συνώνυμον, καὶ ὁπαδὸν ἀληθῶς, καὶ τοῦ ζήλου τῆς πίστεως, εὐσεβῶς σε Ὅσιε, κοινωνήσαντα ἔγνωμεν· τὸν ἀγαθὸν γὰρ μόνον ἠγάπησας, καὶ τὰ ἐκείνου θεῖα προστάγματα, Πάτερ ἐπόθησας, καὶ ψυχὴν ἐκάλλυνας ταῖς ἀρεταῖς· ὅθεν σε γεραίρομεν, καὶ μακαρίζομεν.

Ὅσιε Πάτερ πανόλβιε, ὑπομονὴν ἀληθῆ, καὶ ἀγάπην ἀνόθευτον, καὶ ἐλπίδα ἄθραυστον, καὶ τελείαν ταπείνωσιν, ἐν κατανύξει ψυχῆς κτησάμενος, τοῦ θείου οἶκος Πνεύματος γέγονας, οὗ τὰς λαμπρότητας, καθαρῶς εἰσδέδεξαι καὶ τοῖς βροτοῖς, φῶς ὡράθης δεύτερον, βίον σεμνότητι.

Ὅσιε Πάτερ θεόπνευστε, χρόνοις πολλοῖς ἐπὶ γῆς, ἀφανίᾳ κρυπτόμενος, ἐπεγνώσθης πνεύματι, ἐν σημείοις καὶ θαύμασι, εὐώδη μύρα καὶ γὰρ ἀνέβλυσας, τὴν ἐνοικοῦσαν, ἐν σοὶ λαμπρότητα, καὶ ἁγιότητα, καὶ τοῦ θείου Πνεύματος ὡς ἀληθῶς, χάριν τοῖς ποθοῦσίν σε, ἐπιδεικνύμενος.

Δόξα. Τοῦ Ὁσίου Ὀνουφρίου. Ἦχος πλ. β'
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν, ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου· διὸ ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου· τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παῤῥησίαν ἔχων πρὸς Κύριον, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε Παναγία Παρθένε; Τίς μὴ ἀνυμνήσει Σου τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ Αὐτὸς ἐκ Σοῦ τῆς Ἀγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Φῶς ἱλαρόν· τὸ Προκείμενον τῆς ἡμέρας· καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (κέφ. Γ΄, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Ε΄. 15-23 & ΣΤ΄, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέξει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. Δ΄. 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικίᾳ γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος δ'. Ἔδωκας σημείωσιν.
Τῆς μακαριότητος τῆς ὑπὲρ νοῦν ὀρεγόμενος, ἐλογίσω θεσπέσιε, τρυφὴν τὴν ἐγκράτειαν, τὴν πτωχείαν πλοῦτον, τὴν ἀκτημοσύνην, περιουσίαν ἀληθῆ, καὶ εὐδοξίαν τὴν μετριότητα· διὸ καὶ τῆς ἐφέσεως, τῆς κατὰ γνώμην ἐπέτυχες, ἐν σκηναῖς αὐλιζόμενος τῶν Ἁγίων Ὀνούφριε.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Δρόμον τῆς ἀσκήσεως, ἀπεριτρέπτως τετέλεκας, καὶ τὴν πίστιν τετήρηκας, ἐντεῦθεν καὶ στέφανον, ἐκομίσω Πάτερ, τῆς δικαιοσύνης· ὃν σοι ἡτοίμασε Χριστὸς ὁ κατ' ἀξίαν νέμων τὰ ἔπαθλα, καὶ γέρα χαριζόμενος καὶ τὴν τῶν πόνων ἀντίδοσιν, ὃν καὶ νῦν ἡμᾶς ῥύσασθαι, ἐκ κινδύνων δυσώπησον.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Πᾶσαν ἡδυπάθειαν, ὑπωπιάζων τὸ σῶμά σου, ἀπηρνήσω θεόσοφε, πικραίνων τὴν αἴσθησιν, ἐγκρατείας πόνοις, καὶ σκληραγωγίας, ὑπομονῇ τε πειρασμῶν, καὶ καρτερίᾳ τῶν περιστάσεων, ἀνθ' ὧν τὴν ἀτελεύτητον, ἀντιλαμβάνεις ἀπόλαυσιν, καὶ τρυφὴν ἀδιάδοχον, καὶ χαρὰν ἀνεκλάλητον.
Δόξα... Ἦχος πλ. δ'
Τῶν μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σὲ τιμῶμεν Ὀνούφριε· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Ὁσίων συμμέτοχε καὶ Δικαίων· μεθ' ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον Ἦχος πλ. δ'
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῶν Ἀγγέλων τὸν βίον ἐν σαρκὶ μιμησάμενοι, ὤφθητε ἐρήμου πολῖται, καὶ χαρίτων κειμήλια, Ὀνούφριε Αἰγύπτου καλλονή, καὶ Πέτρε τῶν ἐν Ἄθῳ ὁ φωστήρ· διὰ τοῦτο τοὺς ἀγῶνας ὑμῶν ἀεί, τιμῶμεν ἀναμέλποντες· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι' ὑμῶν πᾶσιν ἰάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.
















ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα τοῦ Ἁγίου Ὀνουφρίου. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Ἀστὴρ φαεινός, ἐδείχθης τοῖς μονάζουσιν, ὡς φέγγος νυκτί, αὐγάζεις ἐν τοῖς πέρασιν, οὕτω Πάτερ ἔλαμψας ἐν ἀσκήσει, καθάπερ ἥλιος· διὰ τοῦτο Ὀνούφριε, μὴ παύσῃ πρεσβεύων ὑπὲρ πάντων ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τῷ θείῳ φωτὶ τὸ σκότος τῆς καρδίας μου, μακρὰν Ἀγαθὴ ἀπέλασον διδοῦσά μοι, ὀχετοὺς εἰς ἔκπλυσιν τῶν κακῶν μου· δι’ ὧν ἐλύπησα, τὸν Ὑπεράγαθον Κύριον· ἐν Σοὶ γάρ μοι μόνῃ ἡ παράκλησις.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα τοῦ αὐτοῦ. Ἦχος γ΄. Ἠ Παρθένος σήμερον.
Ἐπιλάμψει Πνεύματος, τοῦ παναγίου θεόφρον, φωτισθεὶς κατέλιπες, τοὺς ἐν τῷ κόσμῳ θορύβους· ἔρημον καταλαβὼν δὲ Ὅσιε Πάτερ, εὔφρανας τὸν ἐπὶ πάντων Θεὸν καὶ Κτίστην· διὰ τοῦτο καὶ δοξάζει, Χριστός σε μάκαρ, ὁ μεγαλόδωρος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐκ θερμῆς Σοι πίστεως, ἀναβοῶ Θεοτόκε, ἀναξίῳ στόματι, καὶ ῤυπαρᾷ τῇ καρδίᾳ· σῶσόν με βεβυθισμένον ταῖς ἁμαρτίαις· οἴκτειρον, τῇ ἀπογνώσει θανατωθέντα· ἵνα κράζω σεσωσμένος· χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.




















Ὁ Ν΄ ψαλμός, καὶ οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῶν Ἁγίων.
Τοῦ Ἁγίου Ὀνουφρίου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς: Ὀνουφρίῳ τὸν αἶνον ἐξᾴδω πόθῳ.
ᾨδὴ α' Ἦχος β'. Δεῦτε λαοί.
λον Χριστόν, εἰσοικισάμενος ἔνδοξε, καὶ κόσμον παρωσάμενος, δόξαν τὴν ἄστατον, τῆς Αὐτοῦ ἀπολαύεις, Ὀνούφριε ἀξίως, χαρᾶς ἀοίδιμε.      
Νόμῳ Χριστοῦ, ἐμμελέτησας θεσπέσιε, δένδρον ζωῆς κατάκαρπον, ἀρεταῖς δέδειξαι, προβαλλόμενος χάριν, τῶν θείων ἰαμάτων, τοῖς κατορθώμασι.
Θεοτοκίον
Οἶκος ἁγνή, ὁ τῆς σοφίας ἐγνώρισαι· ἐκ τῶν αἱμάτων σάρκα γάρ, τῶν σῶν ἁγνῶν λαβών, καὶ σταυρῷ ὁμιλήσας, Θεὸς τῆς ἀπαθείας, ἡμῖν μετέδωκεν.

Καὶ τοῦ Ἁγίου Πέτρου, οὗ ἠ ἀκροστιχίς: Ἄλλον σε Πέτρον εἰκότως σέβω μάκαρ. Ἰωσήφ.
ᾨδὴ α΄. Ἦχος καὶ εἱρμός, ὁ αὐτός.
λλον ἠμῖν, Πέτρον σε νέον προβάλλεται, ἡ Ἐκκλησία σήμερον καταλαμπρύνουσα, τὰς ἡμῶν διανοίας, τῇ μνήμῃ σου τῇ θείᾳ, Πάτερ πανόλβιε.
Λήμης παθῶν, ἀποκαθάρας τὰ ὅμματα, τῆς διανοίας Ὅσιε, τρανῶς διέβλεψας, τὸ ἀμήχανον κάλλος, Χριστοῦ τοῦ Βασιλέως, τοῦ σὲ δοξάσαντος.
Λάμψαν ἐν σοί, τῆς τρισηλίου Θεότητος, παμμάκαρ τὸ ἀνέσπερον, φῶς ἀπειργάσατο, καθαρόν σε δοχεῖον, τῶν θείων χαρισμάτων Πάτερ θεόσοφε.
Θεοτοκίον
δι’ ἡμᾶς ἐκ Σοῦ Παρθένε τὸν ἄνθρωπον, ὑπερβολῇ χρηστότητος ἐπενδυσάμενος, τῶν Ὁσίων τοὺς δήμους, Αὐτὸν ἠγαπηκότας ὑπερεδόξασεν.












ᾨδὴ γ'. Στερέωσον ἡμᾶς.
πῆλθες τὸν Χριστοῦ ζυγόν, Ὀνούφριε, ἐρήμοις ἀβάτοις σὺ καταμόνας, ὁμιλεῖν ἐπιποθῶν Αὐτῷ, καὶ τοῦ κάλλους τρυφᾷν, δόξης τῆς θείας Αὐτοῦ.
Φωτίσας σεαυτὸν φωτὶ τῆς γνώσεως, καὶ γνόφον σκεδάσας τῶν παθημάτων, ἐν πλαξὶ ταῖς τῆς καρδίας σου, ἀπαθείας τὸν νόμον Πάτερ εἴληφας.
Θεοτοκίον
ανίδι συμπαθῶς τῇ τῆς πρεσβείας σου, τὴν φλόγα κατάσβεσον τῆς ψυχῆς μου, Θεοτόκε ἀειπάρθενε, συμπαθείας πηγήν μοι ἐπαρδεύουσα.

Τοῦ Ὁσίου Πέτρου.
Νεκρώσας ἐπὶ γῆς τὰ μέλη Ὅσιε, μελέταις ἐζώωσας τὴν ψυχήν σου, ταῖς ἐνθέοις καὶ ἐπέτυχες, αἰωνίου ζωῆς τε καὶ λαμπρότητος.
Συνήφθης ὡς καλῶς πολιτευσάμενος, ταῖς ἄνω παμμάκαρ χοροστασίαις, ἡσυχίᾳ διαιτώμενος, καὶ τὸ κάλλος τὸ θεῖον φανταζόμενος.
ν ὄρεσι σοφὲ κατακρυπτόμενος, ἀνθρώπων συνουσίας ἐμακρύνθης, καὶ τὸν νοῦν ὅλον ἐπτέρωσας, πρὸς οὐράνια κάλλη εὐφραινόμενος.
Θεοτοκίον
Παλάτιον τερπνὸν τῆς ἀποῤῥήτου Σε, οὐσίας Παρθένε ἐπεγνωκότες, κατὰ χρέος μεγαλύνομεν, οἱ σωθέντες τῷ Τόκῳ Σου Πανάμωμε.

Κοντάκιον τοῦ Ὀσίου Πέτρου. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Μακρύνας σεαυτόν, ἀνθρώπων συνδυάσματος, τρώγλας τῶν πετρῶν, καὶ φάραγγας κατώκησας, διὰ πόθον ἔνθεον, καὶ ἀγάπην Πέτρε τοῦ Κυρίου σου, παρ’ οὗ στέφος ἀπείληφας, πρεσβεύων ἀπαύστως τοῦ σωθῆναι ἠμᾶς.
Ὁ Οἶκος.
Τοὺς κοσμικοὺς θορύβους ἐκφυγών, καὶ τὴν ζάλην τοῦ βίου ὡς φευκτὴν καὶ ψεκτήν, ἀβάτους τόπους κατέλαβες, καὶ κατὰ μόνας ὥσπερ στρουθίον ἔτεσι πλείστοις ἐκαρτέρησας, ἐν ταῖς ὀπαῖς καὶ τρώγλαις καὶ φάραγξι κρυπτόμενος, Κυρίῳ ἐνατενίζων, καὶ Αὐτοῦ ἐκπληρῶν τὰ προστάγματα· παρ’ οὗ εἴληφας χάριν Ὅσιε, καὶ ὡς ἥλιος Πάτερ ἐξέλαμψας πρεσβεύων ἀπαύστως τοῦ σωθῆναι ἡμᾶς.









Κάθισμα τοῦ Ὁσίου Πέτρου. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἐνθάψας τῶν παθῶν, ἐπανάστασιν πᾶσαν, νεκρώσει τῆς σαρκός, ἱερώτατε Πάτερ, ζωὴν ἀτελεύτητον, μετὰ θάνατον ἔλαβες. Ὅθεν σήμερον, ἠ τοῦ Χριστοῦ Ἐκκλησία, ἐορτάζει σου, τὴν ἀξιάγαστον μνήμην, Ὁσίων ἀγλάϊσμα.
Δόξα... Κάθισμα τοῦ Ὁσίου Ὀνουφρίου. Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Ἐμάκρυνας Ὅσιε καὶ ἐν ἐρήμοις σαφῶς, ηὐλίσθης τὸν Κύριον ῥυόμενόν σε δεινῶν, ἀεὶ ἐκδεχόμενος. Ὅθεν εὐαρεστήσας, τῷ Δεσπότῃ παμμάκαρ, εἴληφας τὴν ἀγήρω, οὐρανῶν Βασιλείαν, ἐν ᾗ νῦν αὐλιζόμενος, μνήσθητι τῶν τιμώντων σε.
Καὶ νῦν... Θεοτοκίον
Ἐκαίνισας ἄχραντε, τῷ θείῳ τόκῳ Σου, φθαρεῖσαν ἐν πάθεσι, τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν Σε κατὰ χρέος, μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.

ᾨδὴ δ'. Εἰσακήκοα Κύριε.
δρυμένος ἀκλόνητος, παρὰ Χριστοῦ δαιμόνων τρικυμίας, ὡς ἀφρὸν Ὀνούφριε διαλέλυκας.
ς ἀδάμας τοῖς θάλπεσι, καὶ τοῖς κρυμοῖς στεῤῥῶς ἐγκαρτερήσας, τῶν δαιμόνων ἔλυσας τὰ παλαίσματα.
Θεοτοκίον
Τῆς ψυχῆς μου τὴν κάκωσιν, τοῦ Σοῦ Υἱοῦ τῇ λάμψει Θεοτόκε, ἀφελοῦσα σύναψον σωτηρίᾳ με.

Τοῦ Ὁσίου Πέτρου. Ἐλήλυθας ἐκ Παρθένου.
ν ὄρεσι καὶ σπηλαίοις, σοφὲ διαιτώμενος, θείας ἀναβάσεις τε ἐν τῇ καρδίᾳ τιθέμενος, πάσας ἀπεξήρανας, τὰς τῶν παθῶν ἀναβλύσεις θείᾳ χάριτι.
Τοξεύματα τῶν δαιμόνων καὶ βέλη καὶ θήρατρα, τελείως διέφυγες, τῷ θυρεῷ τῷ τῆς πίστεως, Ὅσιε σκεπόμενος, καὶ τοῦ Κυρίου τῷ φόβῳ συντηρούμενος.
ηγνύμενος πρὸ ποδῶν σου, τὸν δόλιον δράκοντα, καὶ γέλωτα βλέποντες, τὸν ἀπηνῶς φρυταττόμενον, Πέτρε παναοίδιμε, μεγαλωσύνην Κυρίῳ ἀναπέμπομεν.
Θεοτοκίον
Κύριός Σου τεχθεὶς τῆς Κυρίας Πανάχραντε, κατακυριεύοντος ἐχθροῦ τὸν κόσμον ἐῤῥύσατο, πάντας τοὺς Ὁσίους τε, ὡς ἀγαπήσαν τὰς τοῦτον ἐμεγάλυνεν.




ᾨδὴ ε'. Ὁ τοῦ φωτὸς χορηγός.
λοκαυτώσας τὸν νοῦν, τῷ δι' ἡμᾶς ὑπὲρ ἡμῶν θάνατον, διὰ Σταυροῦ κεκαρτερηκότι, ἀξίως κοινωνός, καὶ συγκληρονόμος τῆς δόξης γεγένησαι.
Ναὸν εἰργάσω σαυτόν, ὁλολαμπῆ ταῖς ἀρεταῖς Ὅσιε, διαφανεῖς βολίδας ἐνθέους, ἀστράπτων τηλαυγῶς, θείων θαυμασίων παμμάκαρ Ὀνούφριε.
Θεοτοκίον
γαθοδότην Χριστόν, Θεοκυήτρια ἁγνὴ τέξασα, τὸν πονηραῖς παθῶν τρικυμίαις, κλονούμενόν με νῦν, τῇ Σῇ εὐσπλαγχνίᾳ Παρθένε θεράπευσον.

Τοῦ Ὁσίου Πέτρου.
ρει σεπτῶν ἐντολῶν, ἀναδραμὼν ὡς Μωϋσῆς Ὅσιε, εἶδες Θεὸν σαφῶς ὡς ἐχώρεις, καὶ πάσας φωτισθεὶς ψυχῆς, τὰς αἰσθήσεις μεγάλως δεδόξασαι.
Νεύσεσι θείαις ἀεὶ καλλωπιζόμενος σοφὲ ἔμεινας, πάθους παντὸς ἀμέτοχος Πάτερ, καὶ τὴν ἀπάθειαν, ὥσπερ διπλοΐδα, ὁσίως ἐνδέδυσαι.
τεσι πλείστοις σοφέ, κατακρυπτόμενον τὸ σὸν λείψανον, εἰς φωτισμὸν ἡμῶν φανεροῦται, ἐβλύζον ποταμοὺς ἡμῖν ἰαμάτων, καὶ μύρα τῆς χάριτος.
 Θεοτοκίον
ερωτάταις φωναῖς, Σὲ καλλονὴν τοῦ Ἰακὼβ μέλπομεν, σωματικῶς γεννήσασαν κόσμῳ, τὸ φῶς τὸ ἐκ φωτός, τὸ καταφαιδρύνον Ὁσίων τὸν σύλλογον.


















ᾨδὴ ς'. Ἐν ἀβύσσῳ πταισμάτων.
θυνόμενος αὔραις τοῦ Πνεύματος, ὅρμῳ γαληνῷ προσεπέλασας Ὅσιε, τὸ βάρος παρωσάμενος, τῆς σαρκὸς ἐγκρατείᾳ Ὀνούφριε.
Νεύσει θείᾳ θεούμενος γέγονας, ἄγγελος ἐπίγειος· τὴν Ἰωάννου γάρ, καὶ Ἠλιοὺ ἐζήλωσας, πολιτείαν παμμάκαρ Ὀνούφριε.
Θεοτοκίον
δυνώμενος πάθεσιν Ἄχραντε, καὶ συμποδιζόμενος τοῖς παραπτώμασιν, ἡ τὴν χαρὰν κυήσασα, τῶν κακῶν μοι λύσιν παράσχου δέομαι.

Τοῦ Ὁσίου Πέτρου.
Κρατυνθεὶς τῇ ἰσχύϊ τοῦ πνεύματος, πᾶσαν τοῦ ἐχθροῦ τὴν ἰσχὺν ἐταπείνωσας, καὶ νικητὴς γενόμενος, πρὸς Χριστὸν στεφηφόρος ἀνέδραμες.
παδὸς ἐχρημάτισας Ὅσιε, Πέτρου κορυφαίου τῆς πέτρας τῆς πίστεως, οὗ καὶ τὴν κλῆσιν ἔσχηκας, καὶ τὴν πίστιν πλουσίως ἐπλούτησας.
Τὸν ἀγῶνα τὸν θεῖον ἠγώνισαι, Πάτερ καὶ τὴν πίστιν ὁσίως ἐτήρησας, λοιπόν σοι ἐναπόκειται, τῆς καλῆς ἐργασίας ὁ στέφανος.
Θεοτοκίον
Θεὸς ἐν γαστρί Σου κατώκησε, καὶ πᾶσαν βροτῶν τὴν οὐσίαν ἐθέωσε, καὶ τῶν Ὁσίων Ἄχραντε, τὴν πληθὺν ἱερῶς ἐπεσπάσατο.

Κοντάκιον Ἦχος πλ. δ'. Πίστιν Χριστοῦ.
Φῶς νοητὸν καὶ οὐράνιον, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τῆς ἀκηράτου Τριάδος δοχεῖον ὤφθης Ὀνούφριε, καὶ νῦν μετὰ Ἀγγέλων ἠρίθμησαι, κραυγάζων· Ἀλληλούϊα.
Ὁ Οἶκος
Ὦ ἀγάπη, τὸ φῶς τὸ ὑπέρλαμπρον! ὦ πασῶν ἀρετῶν τὸ κεφάλαιον! ἡ ἀεὶ τὰ οὐράνια τάγματα εὐφροσύνης πληροῦσα καὶ χάριτος, ἡ ἐνοικήσασα τοῖς Ἁγίοις, Πατριάρχαις Προφήταις καὶ Ἀποστόλοις, ὧν ταῖς εὐχαῖς καὶ ἡμῖν ἐνοίκησον, ἵνα σὺν αὐτοῖς μελῳδῶμεν τῷ Θεῷ, Ἀλληλούϊα.










Συναξάριον
Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Ὀνουφρίου τοῦ Αἰγυπτίου.
Καὶ τὴν ἑνὸς χιτῶνος ἐντολήν, Πάτερ,
Ὑπερβέβηκας, γυμνητεύσας εἰς τέλος.
Δωδεκάτῃ ἀχίτωνα Ὀνούφριον ἐκ βίου ἦραν.
Οὗτος ἦν ἐξ Αἰγύπτου, ἐν κοινοβίῳ κειμένῳ ἐν Ἑρμουπόλει Θηβῶν. Καὶ ἀκούσας Ἠλιοὺ καὶ Ἰωάννου τοῦ Προδρόμου τὸν βίον, ἐξῆλθε τοῦ κοινοβίου, καὶ τὴν ἔρημον ᾤκησεν ἐπὶ ἑξήκοντα ἔτη, ἄνθρωπον μὴ ἑωρακὼς τὸ σύνολον. Ὅν εὗρεν ὁ μέγας Παφνούτιος, εἰς τὰ ἐνδότερα τῆς ἐρήμου χωρήσας, τοῦ εὐλογηθῆναι ὑπὸ Ἁγίων ἀνδρῶν. Ἑπτακαίδεκα οὖν ἡμέρας διηνυκώς, καὶ τὸν τόπον, ἔνθα ἦν ὁ Ἅγιος, καταλαβών, καὶ πλησίον αὐτοῦ γεγονώς, παρεκάλεσε τό τε ὄνομα αὐτοῦ εἰπεῖν, καὶ πάντα τὰ περὶ αὐτοῦ ἐξηγησασθαι. Ἅ καὶ μαθών, ὕστερον τοῖς ἐν τῇ ἀσκήσει μοναχοῖς ἀνήγγειλεν, οὐ μόνον περὶ αὐτοῦ τοῦ θεοφόρου Πατρὸς Ὀνουφρίου, ἀλλὰ καὶ περὶ ἑτέρων, οὕς διοδεύων εὗρε παρὰ τὴν ἔρημον.
Τότε δέ, ἐν τῷ παρεῖναι αὐτόν, τοῦ Ὁσίου πρὸς Κύριον ἐκδημήσαντος, διελὼν τὸ ἑαυτοῦ τριβώνιον εἰς δύο μέρη, τὸ ἕν ἐπέβαλε τῷ Ἁγίῳ λειψάνῳ (καὶ γὰρ γυμνὸν ἦν, θριξὶ μόναις λευκαῖς σκεπόμενον), τὸ δὲ ἕτερον εἰς τὴν ἑαυτοῦ ἐπικάλυψιν παρακατέσχε. Θάπτει οὖν τὸ Ἅγιον Λείψανον ἐν αὐτῷ τῷ τόπῳ, καὶ παραχρῆμα ἡ καλλύβη κατέπεσε, καὶ ὁ φοίνιξ ἐξηράνθη, καὶ τὸ ὕδωρ ἀπέσχε. Τελεῖται δὲ ἡ αὐτοῦ σύναξις ἐν τῷ Ἁγιωτάτῳ αὐτοῦ εὐκτηρίῳ, τῷ ὄντι ἐν τῇ Μονῇ τοῦἉγίου Ἀλυπίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πέτρου τοῦ ἐν τῷ Ἄθῳ.
Καὶ σοὶ προτείνει δεξιὰν Χριστός, Πέτρε,
σωθέντι γυμνῷ ἐκ θαλάσσης τοῦ βίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀντωνίνης.
Θάλαμος ἡ θάλασσα νυμφικὸς γίνῃ,
Ἀντωνῖναν κρύπτουσα νύμφην Κυρίου.
Αὕτη ἦν ἐκ πόλεως Νικαίας τῆς κατὰ Βιθυνίας, κατὰ τοὺς χρόνους Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ, καὶ Πρισκιλλιανοῦ ἄρχοντος. Πρὸς ὅν ἀχθεῖσα, διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν, τύπτεται μάστιξι κατὰ μαζῶν. Καὶ τότε μὲν τίθεται ἐν φυλακῇ· αὖθις δὲ ἀχθεῖσα ἀναρτᾶται ἐν ξύλῳ καὶ τὰς πλευρὰς κατακαίεται, καὶ ἐπὶ πυρακτωθείσης ἐσχάρας τίθεται, καὶ διαπείρεται σούβλαις πεπυρακτωμέναις τὰς χεῖρας, ἐξ ὧν εὐωδία ὥσπερ ἐκ Στύρακος ἀπεπέμπετο. Διατρηθεῖσα δὲ ὁμοίως καὶ τοὺς ἀστραγάλους ὀβελίσκοις ἐκκαυθεῖσιν, ἀπήχθη πάλιν ἐν τῇ φρουρᾷ· καὶ ἐν δυσὶ χρόνοις ἐν αὐτῇ ταλαιπωρεῖν ἐαθεῖσα αὖθις ἐξάγεται. Καὶ ἐν θαλάσσῃ ῥιφεῖσα, βαρύτατον λίθον κατὰ τοῦ αὐχένος περιδεθεῖσα, ἀπεδόθη τῇ γῇ ἀβλαβής. Συλληφθεῖσα δὲ καὶ προσαχθεῖσα τῷ ἄρχοντι, λίθοις βληθῆναι κελεύεται· εἰθ’ οὕτω τὴν κεφαλὴν ἀποτμηθῆναι, και οὕτω τὸν τοῦ μαρτυρίου κομίζεται στέφανον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάννου τοῦ Στρατιώτου.
Ὁ στρατιώτης νῦν χορεύει ἐν πόλῳ,
ὅπου στρατιαί Ἀγγέλων Ἰωάννης.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Ζήνων, ἐν εἰρήνῃ τελειοῦται.
Θεῷ σύνεστιν ὥσπερ ἤλπιζε Ζήνων.
τὸ τῆς Γραφῆς γάρ, ἐλπίς οὐ καταισχύνει.



Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ὅσιος Ἰουλιανός, ὁ ἐν τοῖς Δαγάτου (ἢ Δαγάζου) ἐν εἰρήνῃ τελειοῦται.
Ἰουλιανός, θάπτεται Πατήρ μέγας,
τάφου τὸν οὐδόν, ἡμερῶν πλήρης φθάσας.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης ὁ ἐκ Τραπεζούντας, καὶ ἐν Ἀσπροκάστρῳ ξίφει μαρτυρήσας, ἐν ἔτει 1642.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Βενεδίκτου τοῦ Κωνσταμονίτου, του ἐξ Ἐζεβῶν Σεῤῥῶν καὶ ἐν Θεσσαλονίκῃ ἐν ἔτει 1821 ἀποκεφαλισθείς, μαρτυρήσας.
Βενέδικτε νέε Ὅσιε καὶ Μάρτυς·
κεφαλὴν ἐτμήθης, Ἐζεβῖτα, χαίρων.
Οὗτος κατήγετο ἐξ Ἐζεβῶν, νῦν Δάφνης, τῆς ἐπαρχίας Βισαλτίας τοῦ νομοῦ Σεῤῥῶν. Ἐκ νεότητος ποθήσας πολιτείαν καὶ ἀρετῆς ὁλοκλήρωσιν ἦλθεν εἰς τὴν ἐν Ἄθωνι Μονὴν τοῦ Κωνσταμονίτου, ἐξ ἧς ἀπεστάλη εἰς Πολύγυρον διὰ τὴν ἐκμάθησιν τῶν ἱερῶν γραμμάτων. Θεαρέστως καὶ ὁσίως πολιτευσάμενος καὶ χειροτονηθεὶς ἱερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου ταπεινῶς ἱεράτευσεν ἐν τῇ Μονῇ τῆς αὐτοῦ μετανοίας. Ἐν τοῖς χρόνοις τῆς τῶν ὑποδούλων χριστωνύμων ἐξεργέσεως κατὰ τῶν τῆς Ἄγαρ ἐκγόνων συλληφθεὶς μετ’ ἄλλων πολλῶν ὡδηγήθη εἰς Θεσσαλονίκην, ἔνθα πολλὰς ὑπομείνας βασάνους ἐν τέλει τὴν κεφαλὴν ἐτμήθη καὶ στέφος ἀπείληφε μαρτυρίου χρυσόπλοκον. Ἐν τῇ ἐπελθούσῃ νυκτί, ἕπερθεν τοῦ μαρτυρικοῦ αὐτοῦ λειψάνου ἀνεφάνη φωτολαμπὴς ὡς ἥλιος σταυρός, φαίνων αὐτῷ καὶ δεικνύων τοῖς πᾶσι τὴν εὐαρέσκειαν τοῦ ἀγωνοθέτου Κυρίου τοῖς ἀθλητικοῖς τοῦ Ὁσιομάρτυρος σκάμμασι.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ὁσιομάρτυρος Συνεσίου τοῦ Κωνσταμονίτου, του ἐκ Τριγλίας Προύσης καὶ ἐν Θεσσαλονίκῃ ἐν ἔτει 1821 ἀποκεφαλισθεὶς μαρτυρήσαντος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ὁσιομάρτυρος Τιμοθέου τοῦ Ἁγιορείτου, του ἐκ Βεῤῥοίας καὶ ἐν Θεσσαλονίκῃ ἐν ἔτει 1821 ἀποκεφαλισθεὶς μαρτυρήσαντος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ὁσιομάρτυρος Πέτρου τοῦ Κωνσταμονίτου, του ἐξ Ἰωαννίνων καὶ ἐν Θεσσαλονίκῃ ἐν ἔτει 1821 ἀποκεφαλισθεὶς μαρτυρήσαντος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀρσενίου Κονεζίας τοῦ Ῥώσσου τοῦ θαυματουργοῦ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.





ᾨδὴ ζ'. Εἰκόνος χρυσῆς.
Νεώσας ψυχήν, τῷ ἀρότρῳ προσευχῆς Πάτερ Ὀνούφριε, καὶ κατασπείρας τὴν ἐγκράτειαν, στάχυν ἁγνείας ἐθέρισας, ᾗ συνδιαιτώμενος μάκαρ, σὺν Ἀγγέλοις ἐκραύγαζες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
μάκρυνας μέν, σεαυτὸν ἐκ κοσμικῆς διαίτης Ὅσιε, ἐν ἐρημίαις δ' αὐλιζόμενος, ἄρτον οὐράνιον εἴληφας· εἶχες γὰρ Χριστὸν σιτοδότην, ᾧ γεγηθὼς ἀνεκραύγαζες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ξενίζει βροτούς, καὶ ἀΰλους Πάναγνε τῆς Σῆς λοχείας, θεῖον μυστήριον· μόνη γάρ, ἄνευ σπορᾶς Λόγον τέτοκας, σάρκα γεγονότα δι' οἶκτον, ᾧ σωθέντες κραυγάζομεν· Εὐλογημένη, ἡ Θεὸν σαρκὶ κυήσασα.

Τοῦ Ὁσίου Πέτρου.
Στεῤῥῷ λογισμῷ, ἐπὶ ὤμων τὸν σταυρὸν Πάτερ ἀράμενος, τῷ Σταυρωθέντι ἠκολούθησας ὡς μοναστὴς ἱερώτατος, φλέγων ὥσπερ ὕλην τὰ πάθη, καὶ βοῶν παμμακάριστε· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Σὲ χρόνοις πολλοῖς, κεκρυμμένον φανεροῖ, ὡς θησαυρὸν μυστικόν, ὁ θεῖος Λόγος Πέτρε Ὅσιε, εἰς φανερὰ περιποίησιν, πάντων τῶν κρυφῇ κεκτημένων, ἁμαρτιῶν σπίλους Ὅσιε, καὶ φανερόν σε πρεσβευτήν, εὐμοιρηκότων τρανῶς.
Εὐῶδες Χριστοῦ τῇ συνθέσει ὤφθης θυμίαμα, μύρον προχέεις εὐωδέστατον, ἐκ τῶν τιμίων λειψάνων σου, πάντας τοὺς ὁρῶντας εἰς θαῦμα συγκινῶν Πάτερ Ὅσιε, μετὰ σαρκὸς ἀγγελικὸν βίον γὰρ ἔζησας.
Θεοτοκίον
ραίαν εὑρών, καὶ καλὴν ἐν γυναιξί, Σὲ Παναγία, ὁ ὡραιότατος Λόγος ᾤκησε τὴν παναγίαν κοιλίαν Σου, πάντας τοὺς χοροὺς τῶν Ὁσίων, καθαγιάσας κραυγάζοντας· Εὐλογημένη, ἡ Θεὸν σαρκὶ κυήσασα.














ᾨδὴ η'. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Αἴγλῃ τοῦ Πνεύματος σαφῶς, πυρσευόμενος τὸν νοῦν φωστῆρος δίκην, θεωριῶν ἀκτῖνας, καὶ ἰαμάτων αὐγάς, ἀστράπτεις Παμμάκαρ Ὀνούφριε, τοῖς ὑπερυψοῦσι, Χριστόν εἰς τοὺς αἰῶνας.
Δυνάμει θείᾳ εὐσθενής, γνωριζόμενος ἀεὶ δαιμόνων θράσος, καθελὼν τῶν ἀλόγων, ζώων τὴν φύσιν σαφῶς, κραυγάζων ὑπέταξας, ὅσιε· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
σπερ νεφέλη φωτεινή, τὸν ὑπέρθεον Χριστὸν ἥλιον φέρεις, ἐν ἀγκάλαις Σου Μῆτερ, δι' οὗ τὸν ζόφον παθῶν, ψυχῆς μου λαμπρύνασα αὔγασον, τῷ τῆς ἀπαθείας, φωτὶ Θεογεννῆτορ.

Τοῦ Ὁσίου Πέτρου.
Μακαρισμοῦ τοῦ θεϊκοῦ, ἠξιώθης ἀληθῶς Πέτρε θεόφρον, ἑκουσίως πτωχεύσας, καὶ ἐπιμόνως σοφέ, πενθήσας καὶ πρᾷος  γενόμενος, καὶ κληρονομήσας τὴν γὴν τὴν τῶν πραέων.
γρυπνον ἔχων λογισμόν, κατεκοίμησας παθῶν ἐπαναστάσεις, καὶ ὑπνώσας τὸν ὕπνον τὸν ὀφειλόμενον νῦν, δικαίοις ἅπασι πανόβιε, ἀκοίμητος ὤφθης τῶν σὲ τιμώντων πρέσβυς.
Κρύει καὶ καύσωνι σοφέ, προσπαλαίσας τὸν κρυμὸν τὸν τῶν δαιμόνων, τῇ τοῦ Πνεύματος θάλψει, ἐξαφανίζει σαφῶς, καὶ πάθη νεκροῖς τὰ τοῦ σώματος, τῷ τῆς ἀπαθείας ἐναπαστράπτων φέγγει.
θωνος ὄρος κατοικεῖς, ὡς τὸν Κάρμηλον ποτὲ Πέτρε θεόφρων, ὁ θεσβίτης Ἠλίας, ἐν ἡσυχίᾳ Θεόν, προθύμως ζητῶν ἀξιάγαστε, καὶ τῆς τούτου θέας, ὡς θέμις ἠξιώθης.
Θεοτοκίον
άθυμον ἔχων λογισμόν, καὶ ψυχὴν ταῖς ἡδοναῖς βεβαρυμένην, ἐπὶ Σὲ καταφεύγω Θεοκυῆτορ Ἁγνή, βοῶν Σοι· Διέγειρον σῶσόν με, τὸν ἀπεγνωσμένον καὶ κατακεκριμένον.














ᾨδὴ θ'. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Πυρὶ Θεοῦ τῆς ἀγάπης, ἡδονὰς καταφλέξας σαρκός, καὶ ὡραΐσας τὴν ψυχήν, οἷα ἀστὴρ Πάτερ ἔλαμψας, ἐν ἐρήμῳ, φωτίζων τὴν πᾶσαν οἰκουμένην ἐμφανῶς, τοῦ σοῦ βίου ἀκτῖσι, καὶ φέγγει τῶν ἰάσεων.
λος Θεῷ κεκραμένος, δι' ἀγάπης τρισμάκαρ, μετέσχες Βασιλείας τῆς Αὐτοῦ, καὶ τῆς τρυφῆς τὴν ἀπόλαυσιν, καὶ ζωῆς τὸν χειμάῤῥουν, καὶ τῶν ἑορταζόντων τόν χορόν, καὶ χαρὰν τὴν ἀγήρω, ἀπείληφας Ὀνούφριε.
Θεὸν εὐΐλατον ἔχων, τῆς ἀσκήσεως πόνοις, ἱδρῶσί τε καμάτων νῦν τῶν σῶν, τοῦτον ἡμῖν ἐξευμένισαι, τοῖς ὑμνοῦσί σε πᾶσι, λυτρούμενος σοφὲ ἐκ συμφορῶν, καὶ παθῶν καὶ ὀδύνης, Ὀνούφριε ἀοίδιμε.
Θεοτοκίον
ς προστασίαν Σε μόνην, καὶ ἰσχὺν Θεοτόκε, καὶ τεῖχος καὶ προπύργιον στεῤῥόν, ἔχων τροποῦμαι ἐχθρῶν προσβολάς, καὶ παθῶν ἐπικλύσεις· ἐν Σοὶ γὰρ τὰς ἐλπίδας μου ἀεί, ἀνεθέμην τῇ μόνῃ, φθορᾶς ἀπαλλαττούσῃ με.

Τοῦ Ὁσίου Πέτρου.
σχὺν καὶ κράτος Χριστός σε, ὁ Θεὸς περιζώσας ἐνίσχυσε, νικῆσας μηχανάς, τὰς τῶν δαιμόνων πανόλβιε, ὡς ποθήσαντα Τοῦτον, ἐξ ὅλης τῆς καρδίας καὶ ψυχῆς, διὰ τοῦτό σε πίστει καὶ πόθῳ μακαρίζομεν.
φθης ἐν οἴκῳ Κυρίου, ὡς ἐλαία θεόφρον, ἐλαίῳ τῶν ἱδρώτων σου ἡμῶν, καθιλαρύνων τὰ πρόσωπα, τῶν τελούντων σου ταύτην, τὴν ἔνδοξον καὶ θείαν ἑορτήν, μοναστῶν ὡραιότης, Ὁσίων ἀκροθίνιον.
Σοῦ παραδόξως ἐκβλῦσαν, παναοίδιμε Πέτρε, τὸ λείψανον εὐώδες καὶ τερπνόν, μύρον πιστοὺς εὐωδίασεν, εὐωδία Θεοῦ γὰρ καὶ ζῶν καὶ μετὰ τέλος αἰσθητῶς, ἀνεδείχθης· διό σε, ἀξίως μακαρίζομεν.
γιασμένον Κυρίου, τοῦ Θεοῦ ἡμῶν σκεῦος, Μαρτύρων Ἀποστόλων Προφητῶν, καὶ τῶν Αγγέλων συνόμιλε, ὑπὲρ πάντων δυσώπει, τῶν πίστει σε τιμώντων ἐπὶ γῆς, ἵνα εὕρωμεν πάντες, πταισμάτων ἀπολύτρωσιν.
Θεοτοκίον
Φεῖσαί μου Κύριε φεῖσαι, ὅταν μέλλῃς με κρῖναι, καὶ μὴ καταδικάσῃς με εἰς πῦρ, μὴ τῷ θυμῷ Σου ἐλέγξῃς με, δυσωπεῖ Σε Παρθένος, ἡ Σὲ κυοφορήσασα Χριστέ, Ἀποστόλων ὁ δῆμος, καὶ τῶν Ὁσίων σύλλογος.










Ἐξαποστειλάριον τοῦ Ὁσίου Ὀνουφρίου. Γυναῖκες ἀκουτίσθητε.
Ἀγγέλων κατεπλάγησαν, αἱ τάξεις τοὺς ἀγῶνάς σου, οὕς ἐν ἐρήμῳ ἐτέλεις, Ὀνούφριε θεοφόρε, τρισὶ γὰρ πρὸς ἑξήκοντα, ἔτεσι Πάτερ ἤσκησας, καὶ νῦν παμμάκαρ Ὅσιε, σὺν τῷ Χριστῷ βασιλεύεις, εἰς ἀπεράντους αἰῶνας.
Τοῦ Ὁσίου Πέτρου, ὅμοιον.
Τοῦ Πέτρου τὸν συνώνυμον, τοῦ Κορυφαίου ἅπαντες, τῶν Ἀσκητῶν τὸ καύχημα, καὶ τῶν Ὁσίων τὴν δόξαν, τὸν στύλον τὸν οὐράνιον, τὸ ἄνθος τὸ τοῦ Ἄθωνος, μεγαλοφώνως ᾄσμασι, γεραίρομεν κατὰ χρέος, ὡς πρεσβευτὴς ἡμῶν πάντων.
Θεοτοκίον. Ὅμοιον
Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον ὄντως ἐγένου, ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ πανάγιον, ἐπισκιάσαν Σοι Κόρη, ἀνέδειξε Θεοτόκον

Εἰς τοὺς Αἴνους. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ θεόφρον Ὀνούφριε, τοῦ Ἠλιοὺ μιμητής, χρηματίσας ἐν πνεύματι, μετανάστης γέγονας, τῆς τοῦ κόσμου συγχύσεως, σαρκὸς ὀρέξεις ἀπαρνησάμενος, καὶ ἐν ἐρήμῳ συναυλιζόμενος, χαίρων μακάριε, τὴν ψυχὴν ἐπτέρωσας, πρὸς οὐρανόν, ἔνθα τὸ πολίτευμα, σαφῶς ἐκέκτησο. (Δίς)

Ὅσιε Πάτερ Ὀνούφριε, ἱερωτέραν ψυχήν, θεοφρόνως κτησάμενος, πειρασμοὺς ὑπήνεγκας, θείᾳ πίστει ῥωννύμενος, καὶ δι' ἀγάπης Θεῷ ἑνούμενος, τῇ τῶν πραέων γῇ κατεσκήνωσας, ὡραϊζόμενος, ἀρετῶν λαμπρότησιν· ὅθεν τὴν σήν, μνήμην εὐφραινόμενοι, πανηγυρίζομεν.

Πάτερ παμμάκαρ Ὀνούφριε, τὰς ὑπὲρ νοῦν δωρεάς, οὐρανόθεν δεξάμενος, εὐσεβῶς μετέδωκας, τοῖς ποθοῦσι τρισόλβιε, τῆς σῆς ἀσκήσεως τὰ γνωρίσματα, εὐλογημένης φωνῆς ἀκήκοας, ἔνδον γενόμενος, τοῦ νυμφῶνος ἔνθα νῦν, περιπολεῖς, θρόνῳ τοῦ Παντάνακτος, ἀξιοθαύμαστε.

Δόξα... Ἦχος β'
Ἐζήτησας θεοφόρε, τοῦ θεωρεῖν τοῦ Κυρίου τὴν τερπνότητα, καὶ μόνος αὐτῷ μόνῳ, προσομιλεῖν ἐπεπόθησας. Ὅθεν κόσμον κατέλιπες φυγαδεύων, καὶ διαιτώμενος ἐν ἐρήμοις καὶ ὄρεσι, καὶ τὸν Χριστὸν ἐνδεδυμένος, χιτῶνος οὐκ ἐφρόντιζες, τῆς ἀφθαρσίας χιτῶνα σεαυτῷ ἐμπορευόμενος, μεθ' οὗ εἰσῆλθες εἰς τὸν οὐράνιον νυμφῶνα, αἰωνίως ἀγαλλόμενος, Ὀνούφριε Ὅσιε.



Καὶ νῦν... Θεοτοκίον Ἦχος β'
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.






Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου