Δευτέρα 4 Ιουνίου 2018

ΙΟΥΝΙΟΣ 11. ΠΑΝΑΓΙΑ ΑΞΙΟΝ ΕΣΤΙ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΙΟΥΝΙΟΣ ΙΑ.
ΠΑΝΑΓΙΑ ΑΞΙΟΝ ΕΣΤΙ
ΑΚΟΛΟΥΘΙΑ
(+ Νικοδήμου Μητροπολίτου πρώην Πατρῶν)


ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στ΄ προσόμοια. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος, μελῳδία καινὴν οὐρανόθεν ἤκουσται, φωνῇ ἀρχαγγελικῇ ὕμνον προσάδουσα, Παρθένε Μήτηρ Θεοῦ τιμιωτέρα ὑπάρχεις τῶν Χερουβίμ, ἀΰλων δὲ Σεραφεὶμ ἐνδοξοτέραν Θεὸν ὑπερύψωσεν· Ἄξιόν ἐστίν Σοι ψάλλειν ἀληθῶς Πανάχραντε.

Βαβαὶ τοῦ Σου μυστηρίου ἁγνή, τῆς βουλῆς Ὑψίστου ὑπήκοος γέγονας, καὶ ὤφθης κυοφορεῖν Υἱὸν Θεοῦ ἐν σαρκί, ἡ δόξα Σου εὐκλεὴς ἐν οὐρανῷ καὶ ἐν γῇ Θεονύμφευτε, νενίκηνται δὲ ἐν Σοὶ φύσεως ὅροι Παρθένε τῷ Τόκῳ Σου· Ἄξιόν ἐστιν ὦ Μῆτερ τῆς ζωῆς ἀείζωε, μακαρίζειν Σε πάντες οἱ λατρεύοντες Ὃν ἔτεκες.

Τὴν Σὴν Εἰκόνα πανάμωμε, ἀκλινῇ τῇ πίστει προσκυνεῖν προστρέχομεν, αἰτοῦντες πανευλαβῶς τὴν Σὴν βοήθειαν, ὁρῶντες δὲ ἐν αὐτῇ τὸν Σὸν Υἱὸν δεξιᾷ ἐν ἀγκάλῃ Σου, βαστάζουσα μητρικῶς ἀναβοῶμέν Σοι ὕμνον ἐξαίρετον· Ἄξιόν ἐστιν Παρθένε Παναγία Δέσποινα, ἐνδοξάζειν Σε πάντες ἐν ναῷ Σου οἱ φιλέορτοι.

 Ἄξιόν ἐστιν ὡς ἀληθῶς τῶν Ἀγγέλων τάξεις, καὶ ἀνθρώπων οἱ χοροί, δοξάζει καὶ ἀνυμνεῖν Σὲ τὴν πανάχραντον, τὴν πύλην τοῦ οὐρανοῦ καὶ οἰκουμένης ἁπάσης ἀγλάϊσμα, πρεσβεύεις γὰρ συμπαθῶς, ὑπὲρ ἡμῶν Παναγία πρὸς Κύριον, καὶ ἀπὸ παντοίων νόσων ῥύστιν Σε γινώσκομεν, οἱ πιστῶς προσκυνοῦντες, σαρκωθέντα τὸν Θεάνθρωπον.

Ἄξιόν ἐστὶ ὡς ἀληθῶς Σὲ ὑμνεῖν Παρθένε, πάντα γῆς τὰ πέρατα, τὴν μόνην ἐν γυναιξὶν ἀειμακάριστον, ἐξ ὕψους Ἀνατολὴν καὶ φῶς ἀνέσπερον κόσμῳ ἐκλάμψασαν, Υἱὸν γὰρ τὸν τοῦ Θεοῦ δικαιοσύνης τὸν Ἥλιον ἀπεκύησας, Κεχαριτωμένη Χαῖρε Σοὶ βοῶμεν Δέσποινα· στοργικῶς παρεστῶσα ἐκ κινδύνων ἡμᾶς λύτρωσαι.

Ἄξιόν ἐστὶ ὡς ἀληθῶς ὑπερτέρα πάντων, τῶν Ἁγίων ἄχραντε, ἐν ὕμνοις τε καὶ ᾠδαῖς αἰνεῖν Σε οἴδαμεν, τὴν ἔμψυχον κιβωτόν, τὴν τὸν ἀχώρητον Λόγον χωρήσασαν, τὸ μάννα ἐξ οὐρανοῦ, ἄρτον ζωῆς τὸν Χριστὸν βρῶσιν μένουσαν, καὶ λαοῖς δοθεῖσαν διὰ Σοῦ Μητρόθεε, μεγαλύνομεν πάντες οἱ γευσάμενοι τῆς χάριτος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ἦχος πλ. α΄.
Δεῦτε τῇ Εἰκόνι τῆς Θεομήτορος εὐλαβῶς προσπέσωμεν, καὶ τὴν τοῦ Θεοῦ Μητέρα ἑορτίως ἀνυμνήσωμεν, Ἀρχαγγέλου δὲ τὴν ᾠδὴν Αὐτῇ προσάδοντες οὕτως εἴπωμεν· Ἄξιόν ἐστι ὡς ἀληθῶς μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν· καὶ ἐν πίστει προσκυνήσωμεν τῇ Αὐτῆς χάριτι, Ἧς ταῖς πρεσβείαις σῶσον Κύριε τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Γενέσεως τὸ Ἀνάγνωσμα. (Κεφ. κγ΄ 10)
Ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥάν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη. Καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν· καὶ οἱ Ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτήν, ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ’ αὐτῆς, καὶ εἶπεν: Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ. Ἡ γῆ, ἐφ’ ἧς σὺ καθεύδεις ἐπ’ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡσεὶ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται ἐπὶ Θάλασσαν, καὶ Λίβα, καὶ Βοῤῥᾶν, καὶ ἐπὶ Ἀνατολάς· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιήσαι με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν: Ὅτι ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη καὶ εἶπεν: Ὡς φοβερὸς ὁ τόπος οὗτος! οὐκ ἔστι τοῦτο, ἀλλ᾿ ἤ οἶκος Θεοῦ· καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.







Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα. (Κεφ. μγ΄ 27)
Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπεκεῖνα, ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὰ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος Κύριος. Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας, τῆς βλεπούσης κατὰ ἀνατολάς· καὶ αὕτη ἧν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρός με: Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ δι᾿ αὐτῆς, ὅτι Κύριος ὁ Θεὸς Ἰσραήλ, εἰσελεύσεται δι’ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ ἡγούμενος οὗτος κάθηται ἐπ’ αὐτήν, τοῦ φαγεῖν ἄρτον. Κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς Βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον, καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. θ΄ 1)
Ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα, καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον, καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν. Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα: Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν: Ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον, καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν. Ἀπολείπετε ἀφροσύνην, καὶ ζήσεσθε, καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσητε σύνεσιν ἐν γνώσει. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν. Ἐλέγχων δὲ τὸν ἀσεβῆ, μωμήσεται ἑαυτόν, οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ μώλωπες αὐτῷ. Μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, γνωρίζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας, φόβος Κυρίου· καὶ βουλὴ Ἁγίων σύνεσις, τὸ δὲ γνῶναι νόμον, διανοίας ἐστὶν ἀγαθῆς. Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.

Εἰς τὴν Λιτήν, Ἰδιόμελον. Ἦχος β΄.
Ἡ τὸν ἀχώρητον Θεὸν ἐν γαστρὶ χωρήσασα, Ἄξιόν ἐστι μεγαλύνεσθαι ὑπ’ Ἀγγέλων καὶ ἀνθρώπων, ἐν Ἐκκλησίᾳ λαοῦ μετὰ πρωτοτόκων ἐν οὐρανοῖς ἀπογεγραμμένων, διὸ βοῶμέν Σοι· Παναγία Μητροπάρθενε καὶ ὑπερένδοξε, ἐξ ἧς Χριστὸς σάρκα περιέθετο, Κεχαριτωμένη Χαῖρε ἡ μόνη ἐν γυναιξὶν εὐλογημένη





Ἀπόστιχα. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, σάρκα Αὐτῷ ἐκ τῆς σαρκός Σου δανείσασα, τοῦ Πνεύματος ἐπελεύσει καὶ τῇ δυνάμει Θεοῦ, ὅ τε ὑπὲρ φύσιν ἐνηνθρώπησε, σεπταῖς δὲ ἀγκάλαις Σου, τὸν Σωτῆρα ἐβάστασας, ὡς θεῖον βρέφος, καὶ Σῷ γάλακτι ἔθρεψας, τὸν Θεάνθρωπον, ἐν σαρκὶ νηπιάσαντα, ὅθεν Σε μακαρίζουσιν, Ἀγγέλων τὰ τάγματα, καὶ τῶν ἀνθρώπων τὸ γένος, ὡς ἀληθῶς Ἄξιόν ἐστι, πρεσβείαις Σου Μῆτερ, καὶ ἡμεῖς ἐνθέου δόξης ἀξιωθείημεν.

Στ.: Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι.
Χαίρει, ὁ οὐρανὸς καὶ ἡ γῆ, δόξαν Θεοῦ διὰ παντὸς διηγούμενοι, καὶ Ἄγγελοι σὺν ἀνθρώποις, τὴν εὐδοκίαν Θεοῦ, ἀνομολογοῦσι καὶ θαυμάζουσι, δι’ ἧς τὸ ἀνθρώπινον, ἐν Χριστῷ Ὃν ἐγέννησας, ἀπελυτρώθη, Παναγία Θεόνυμφε, ἐκδεχόμενον, Βασιλείαν οὐράνιον, ὅθεν ὡς Ἄξιόν ἐστιν, ἀεὶ μακαρίζομεν, καὶ ἀνυμνοῦμέν Σε Μῆτερ, τιμιωτέρα τῶν Χερουβίμ, εὐχαῖς Σου ἁγίαις, καὶ ἡμεῖς ἀξιωθείημεν τῆς λυτρώσεως.

Στ.: Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, ἀχθήσονται εἰς ναὸν τοῦ βασιλέως.
Ἆρον, Σοῦ τὴν φωνὴν ἀληθῶς, ἡ Ἐκκλησία τοῦ Θεοῦ ἀναμέλπουσα, τὸν ὕμνον τῇ Θεοτόκῳ τῇ παναχράντῳ Μητρί, Χριστοῦ τοῦ Σωτῆρος Ὃν ἀπέστειλε, Πατὴρ ὁ οὐράνιος, συνεργίᾳ τοῦ Πνεύματος, σῶσαι τὸν κόσμον, ἁμαρτίαις ὑπεύθυνον, καὶ εἰς κόλασιν, αἰωνίαν φερόμενον, ὅθεν Σε Ἄξιόν ἐστιν, ἀεὶ μακαρίζεσθαι, καὶ ἀνυμνεῖσθαι ἐν δόξῃ, ὡς Πλατυτέρα τῶν Οὐρανῶν, Αὐτῆς ταῖς πρεσβείαις καὶ ἡμεῖς, τοῦ Παραδείσου ἀξιωθείημεν.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ΄.
Ἔσχηκεν ἡ θειοτάτη Σου ψυχὴ πανάχραντε Δέσποινα, τὴν οὐράνιον Ἱερουσαλὴμ κατοικητήριον, ὅτι ὁ Υἱός Σου καὶ Θεὸς παραλαβὼν αὐτήν, συνεκάθισε παρὰ τὸν θρόνον τῆς Αὐτοῦ Θεότητος, ὡς γὰρ ζωῆς μητέρα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν, Ἄγγελοι δὲ ὑπεδέξαντο, Κυρίαν Σε αὐτῶν ὁμολογοῦντες, καὶ ἀναμέλποντες· Ἄξιόν ἐστιν ὡς ἀληθῶς, Θεοτόκε μακαρίζειν Σε εἰς τοὺς αἰῶνας.






Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκια. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Παρθένε Θεοτόκε τοῦ κόσμου προστασία, καὶ χριστιανῶν ὀρθοδόξων, μεσίτρια καὶ σκέπη, προσδέχου τὴν δέησιν ἡμῶν, καὶ ταύτην προσάγαγε Χριστῷ, τῷ Υἱῷ Σου καὶ Σωτῆρι ἡμῶν Θεῷ. Ἄξιόν ἐστι ψάλλειν· δόξα τῷ ἐν Εἰκόνι τῇ σεπτῇ, ὡς βρέφος ἐν δεξιᾷ τῆς Μητρός, προσκυνουμένῳ καὶ εὐλογοῦντι ἡμᾶς.
Δόξα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
ᾨδήν Σου μιμούμενοι ἀγαλλιῶμεν φαιδρῶς, καὶ Σὲ μεγαλύνομεν Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, ἡμεῖς οἱ ἀνάξιοι, ὅθεν σὺν τῷ Ἀγγέλῳ, Θεοτόκιον ὕμνον, ψάλλομεν ἐκ βαθέων, μακαρίζειν μαθόντες, ὡς Ἄξιόν ἐστι ἀειμακάριστε.
Καὶ νῦν. Ἦχος δ’. Ταχὺ προκατάλαβε. (Τὸ παλαιό.)
Πατέρων ἀθροίσθητε πᾶσα τοῦ Ἄθω πληθύς, πιστῶς ἑορτάζοντες σήμερον χαίροντες, καὶ φαιδρῶς ἀλαλάζοντες, πάντες ἐν εὐφροσύνῃ, τοῦ Θεοῦ γὰρ ἡ Μήτηρ, νῦν παρὰ τοῦ Ἀγγέλου, παραδόξως ὑμνεῖται, διὸ ὡς Θεοτόκον ἀεί, ταύτην δοξάζομεν.

Ἀπόλυσις.




















ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἀπὸ καρδίας μου, λόγον ἐρεύξομαι, ἵνα ὑμνήσω Σε, τὴν ἀειπάρθενον, τοῦ Βασιλέως ἐκλεκτὴν τῷ κάλλει διαλάμπουσαν, ἄκουσον δὲ Θύγατερ, κλῖνον οὖς Σου εὐήκοον, ὅτι Ἄξιόν ἐστι μακαρίζειν καὶ ψάλλειν Σοι· Μεγάλη Σου ἡ δόξα Παρθένε, Χαῖρε ἡ Κεχαριτωμένη.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἐν ἀγκάλαις τῆς Μητρός, Υἱὸς Θεοῦ ὁ σαρκωθείς, προσηνέχθη τῷ Ναῷ, καθάπερ οἴκῳ τοῦ Πατρός, καὶ Συμεὼν ὑπεδέξατο ὁ πρεσβύτης, στέργειν τελευτᾶν, ἑωρακὼς τὸν Χριστόν, ὡς ἦν αὐτῷ γνωστὸν ὑπὸ τοῦ Πνεύματος, χρηματισμὸν ὡς ἔλαβε μηνῦσαι, πτῶσιν πολλῶν καὶ Ἀνάστασιν, δόξα Κυρίου, φῶς ἐν τῷ  κόσμῳ, ἐφάνη ὡς Ἄξιόν ἐστι.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. α΄. Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος.
Τοῦ Ἀγγέλου τῷ ῥήματι πειθαρχήσαντες, ἐν τῷ τόπῳ τοῦ ᾌδειν αὐτοῖς λαλήσαντος, οἱ ἐν τῷ Ὄρει τῷ Ἁγίῳ μονάζοντες, καὶ ὡς Ἄξιόν ἐστι τὴν Θεοτόκον οἱ πιστοί, διδάξαντος μακαρίζειν, Τιμιωτέραν εἰδότες, τῶν Χερουβὶμ ἐμεγάλυνον.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.

Οἱ ἀναβαθμοί, τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ.: Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ Πατρός σου, καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν. (Κεφ. α´ 39-49, 56): Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ...
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῆς Θεοτόκου...
Και νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν Σου Κύριε, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη, καὶ ὑπὲρ λαοῦ πρεσβεύουσα ἡμαρτηκότος καὶ ἀπεγνωσμένου. Ταύτῃ ἐκβοήσωμεν ὡς ὁ Ἄγγελος· Εὐλογημένη Σὺ ἐν γυναιξίν, Ἄξιόν ἐστι μακαρίζειν Σε τὴν Θεοτόκον, τῇ σεπτῇ Σου Εἰκόνι προσπίπτοντες.

Εἶτα· ὁ Μικρὸς Παρακλητικός Κανὼν τῆς Θεοτόκου, καὶ τῆς Ἑορτῆς, οὗ ἡ ἀκροστιχίς: Δόξα τῷ Ποιητῇ τῶν αἰώνων. Νικοδήμου Μ(ητροπολίτου) Π(ατρῶν)
ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.
ξίως ὑμνῆσαι οὐκ εὐπορῶ, Δέσποινα τοῦ κόσμου Παναγία Μήτηρ Θεοῦ, ἀλλ’ ἐπάκουσόν μου καὶ προσδέχου, τὴν ταπεινὴν καὶ θερμήν μου παράκλησιν.
Ξένον τὸ μυστήριον τὸ ἐν Σοί, Μῆτερ καὶ Παρθένε ἡ τεκοῦσα τὸν Λυτρωτήν, ἀλλ’ οἰκτήρισόν με καὶ παράσχου, ὡς ἀληθῶς πολυεύσπλαγχνος ἔλεος.
λεον γενέσθαι μοι τὸν Χριστόν, δέομαι Παρθένε καὶ προστρέχω ταῖς Σαῖς εὐχαῖς, Σὲ τὴν Θεοτόκον μακαρίζων, πᾶσαν δ’ ἐλπίδα εἰς Σὲ ἀνατίθημι.
πάντων Δεσπότης καὶ πλαστουργός, θείᾳ εὐδοκίᾳ ὁ σκηνώσας ἐν Σῇ γαστρί, ἄξιόν ἐστιν Σοι δι’ Ἀγγέλου, ὡς ἀληθῶς μακαρίζειν ἐκέλευσεν.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Ναὸς ἔμψυχος οὖσα τοῦ ἀχωρήτου Μητρόθεε, διὰ τὴν ἡμῶν σωτηρίαν ἐνανθρωπήσαντος, Αὐτὸν ἱκέτευε νῦν, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ ἡμῶν εἰσάκουσον τῶν παρακλήσεων.
πὶ γῆς ἐν ἀνθρώποις τὴν εὐδοκίαν Θεοῦ Πατρός, Ἄγγελοι ὑμνοῦσιν ὡς εἶδον Χριστοῦ τὴν Γέννησιν, Σὲ τὴν τεκοῦσαν δέ, παρακαλοῦμεν Παρθένε, σκέπε φρούρει φύλαττε νῦν τὴν ζωὴν ἡμῶν.
Σωτηρίαν εἰργάσω ἐν μέσῳ γῆς Κύριε, ὅθεν Σὲ ὑμνοῦμεν οἱ δοῦλοί Σου καὶ δοξάζομεν, ἐν τῇ ἀγάπῃ τῇ Σῇ, τῶν δωρεῶν Σου τυχόντες, τὴν ἀειμακάριστον σχόντες μεσίτριαν.
Τὴν ἡμῶν σωτηρίαν οἰκονομῶν ὁ Πατήρ, τὸν Υἱὸν Αὐτοῦ εἰς τὸν κόσμον διὰ Σοῦ ἔπεμψε, σάρκα λαβεῖν ἐκ γαστρός, τῆς ἀκηράτου Σου Μῆτερ, ἵνα σώσῃ ἅπαντας τοὺς ὑμνολόγους Σου

Κάθισμα. Ἦχος β΄.
Πρεσβείαις ταῖς Σαῖς προσφεύγοντες πανάχραντε, ἐλέους πηγὴν γινώσκομεν ἐν θλίψεσι, καὶ θερμῶς αἰτούμεθα, τῷ Υἱῷ καὶ Θεῷ Σου μεσίτευσον, ἐκ τῶν κινδύνων ῥύσασθαι ἡμᾶς, ὁ μόνος ὑπάρχων πολυέλεος.
Δόξα. Καὶ νῦν. Τὸ αὐτό.



ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
κετεύομεν Δέσποινα, ἐκ τοῦ οὐρανοῦ ἐφ’ ἡμᾶς ἐπίβλεψον, καὶ ἐλέους Σου ἀξίωσον, τοὺς ἐν Σοὶ πεποιθότας ἐκ πίστεως.
Νέαν κτίσιν εἰσήνεγκεν, κόσμῳ ὁ Υἱός Σου Παρθένε ἄχραντε, ἀναγέννησιν ἐκ Πνεύματος, τοῦ Ἁγίου δὸς ἡμῖν σωτήριον.
πανύμνητε πρόσδεξαι, ὕμνον Σοι ὃν ψάλλομεν ἄξιόν ἐστι, Θεοτόκε μακαρίζειν Σε, τὴν τιμιωτέρα τῶν Χερουβίμ.
Σκέπην Σὴν ἐφαπλώσασα, ἐπὶ τὰ Σὰ τέκνα Μῆτερ Θεόνυμφε, ἐκ παντοίων νῦν διάσωσον, δεινῶν περιστάσεων τοὺς δούλους Σου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μέγα ἀληθῶς, τὸ μυστήριον τοῦ Τόκου Σου, συνέλαβες ἀφράστως ἐν Σῇ γαστρί, τὸν Ζωοδότην Χριστὸν Παναγία Δέσποινα.
ξιόν ἐστιν, τὴν τεκοῦσαν τὸν Θεάνθρωπον, τῷ θρόνῳ τῆς Τριάδος ἐν οὐρανῷ, παρισταμένην τιμᾶν Σε ὡς Θεομήτορα.
Κάλλους Σου ἁγνή, ὁ Βασιλεὺς τοῦ παντὸς ἐπεθύμησε, Θύγατερ θεοδόξαστε Μαριάμ, κλῖνον τὸ οὖς Σου ἡμῶν ἐπακούουσα.
γγελος Θεοῦ, παρεστὼς εὐηγγελίσατο, αὐτὸς δὲ πάλιν ἔφη τῷ ὑμνωδῷ, Σὲ μακαρίζειν ὡς ἄξιον ἀληθῶς ἐστιν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
υόμενος, ἐκ φθορᾶς καὶ πτώσεων, ὁ Υἱός Σου Θεοτόκε Παρθένε, τοῖς Σοῖς ἱκέταις ὁ δοὺς σωτηρίαν, εὐγνωμοσύνης πληροῖ τὰς ψυχὰς ἡμῶν, πρὸς Σὲ μεσίτριαν θερμή, καὶ ἡμῶν κραταιὸν καταφύγιον.
λάσθητι, πανοικτίρμον Κύριε, τοῖς δεινῶς ἡμαρτηκόσι Σοι δούλοις, ἐπικαμπτόμενος θείαις πρεσβείαις, τῆς Παναγίας ἀχράντου Ἣν ἄξιόν ἐστιν, ἐν παῤῥησίᾳ μητρικῇ, αἰτουμένην εὑρεῖν Σε εὐήκοον.
Ζωὴν ἡμῶν, ἐν κινδύνοις ἔκθετον, τῇ Σῇ Σκέπῃ ἀσφαλῇ θεωροῦμεν, Ὑπεραγία Θεοτόκε βοήθει, καὶ ἀῤῥωστίας φυγάδευσον τάχιον, ὅτι ἐν Σοὶ μετὰ Θεόν, τὰς ἐλπίδας ἡμῶν ἀνεθέμεθα.
νώτισαι, Παναγία Δέσποινα, προσευχὴν ἡμῶν τῶν Σοὶ προσφευγόντων, καὶ τῶν πενήτων Σου μὴ ἐπιλάθη, Σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα, ἀναξιότητα ἡμῶν, ἐν πολλοῖς συνειδότες οἱ δοῦλοί Σου.







Κοντάκιον. Ἦχος γ΄. Ἠ Παρθένος σήμερον.
Ἑορτίως σήμερον, τῇ Θεοτόκῳ τὸν ὕμνον, τοῦ Ἀγγέλου ᾄσωμεν, θερμῶς Αὐτῇ ἐκβοῶντες· Ἄξιόν ἐστιν ἀπαύστως, Σὲ μακαρίζειν, ἄχραντε ἀειμακάριστε, καὶ δοξάζειν, τὸν πανάγιόν Σου Τόκον, Παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.
Ὁ Οἶκος.
Ἄγγελος οὐρανόθεν, μοναχῶν ἐπεφάνη, διδάξαι Θεοτόκιον ὕμνον, καὶ ἐν τῷ τόπῳ ᾌδειν παρεστώς, ὑφηγεῖται εὔηχον ᾠδήν. ἐγκώμιον θεόλεκτον προσάδων τῇ Ἀειπαρθένῳ·
Χαῖρε, ὅτι ἄξιόν ἐστι ἀνυμνεῖν Σε·
χαῖρε, ἣν ἀληθῶς μακαρίζειν προσήκει.
Χαῖρε, ἡ ἀειμακάριστος Μήτηρ οὖσα τοῦ Θεοῦ·
χαῖρε, ὅτι παναμώμητος ἐκηρύχθης τοῦ Θεοῦ.
Χαῖρε, ὅτι τιμιωτέρα τῶν Χερουβὶμ ἀνεδείχθης·
χαῖρε, ὅτι ἐνδοξοτέρα τῶν Σεραφὶμ ἐγνωρίσθης.
Χαῖρε, ἡ ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσα·
χαῖρε, ἡ πνευματοφόρως ἐν γαστρὶ συλλαβοῦσα.
Χαῖρε, ὅτι δυνάμεως τοῦ Ὑψίστου ἐπλήσθης·
χαῖρε, ὅτι τῇ χάριτι Παρακλήτου ἐστέφθης.
Χαῖρε, ὅτι τὰ οὐράνια ἐπαγάλλονται ἐν Σοί·
χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς.
Χαῖρε Νύμφη Ἀνύμφευτε.

Συναξάριον
Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, ἀνάμνησιν τελοῦμεν τῆς ἐν Ἁγίῳ Ὄρει, ἐν τοποθεσίᾳ τῇ καλουμένῃ ᾌδειν ἀγγελικῆς παρουσίας καὶ διδαχῆς τοῦ προϋμνίου· Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν τὴν Θεοτόκον, προτασσομένου τῆς ᾨδῆς· Τὴν τιμιωτέρα τῶν Χερουβίμ.
Ἄξιόν ἐστιν, Ἄγγελος ὑφηγεῖται,
Σεπτὴν Μητρόθεον Μαριὰμ μεγαλύνειν.
Ἐνδεκάτῃ Ἄγγελος ὑμνολόγος παρέστη Θεοτοκίον προσθῆναι.
Εἰς τὴν πρωτεύουσαν τοῦ Ἁγιωνύμου Ὄρους τοῦ Ἄθωνος, τὰς Καρεάς, ἐν τῇ άριστερᾷ ὄχθῃ τοῦ κατιόντος χειμάρρου τοῦ Λιβαδογένη, κάτωθεν τῆς ῥωσσικῆς σκήτεως τοῦ Ἁγίου Ἀνδρέου, εἰς τὰ ὅρια τῆς Ι. Μ. Παντοκράτορος, εὑρίσκεται μεγάλος τις λάκκος, ὁ ὁποῖος ἔχει κελλία διάφορα. Εἰς ἕνα τῶν κελλίων τούτων ἐπ’ ὀνόματι τιμώμενον τῆς Κοιμήσεως τῆς Θεοτόκου, κατὰ τὸ ἔτος 982, κατῴκει γέρος τις ἱερομόναχος ἐνάρετος μετὰ τοῦ ὑποτακτικοῦ αὐτοῦ. Ἦτο δὲ συνήθεια τότε νὰ γίνεται ἀγρυπνία καθ’ ἑκάστην Κυριακὴν εἰς τὸν Ι. Ν. τοῦ Πρωτάτου. Κατὰ τὸ ἑσπέρας τοῦ Σαββάτου λοιπὸν τῆς 10ης Ἰουνίου, θέλοντας νὰ ὑπάγει ὁ προῤῥηθεὶς Γέρων εἰς τὴν ἀγρυπνίαν μόνος, λέγει τῷ μαθητῇ αὐτοῦ: Τέκνον, ἐγὼ μὲν ὑπάγω εἰς τὴν ἀγρυπνίαν ὡς συνήθως, σὺ δὲ μεῖνον εἰς τὸ κελλίον, καὶ ἀνάγνωσον ὡς δύνασαι τὴν ἀκολουθίαν σου. Καὶ οὕτως εἰπών, ἀπῆλθε. Παρελθούσης δὲ τῆς ἑσπέρας, ἰδού, κρούει τις τὴν θύραν τοῦ κελλίου· ὁ δὲ ὑποτακτικὸς τοῦ Γέροντος ἀνοίξας, εἶδεν ὅτι ἦτο ξένος τις μοναχός, ἄγνωστος εἰς αὐτόν· ὁ ὁποῖος εἰσελθὼν κατὰ τὴν αἴτησιν αὐτοῦ, ἔμεινεν τὴν νύκτα ἐκείνην εἰς τὸ κελλίον. Ἐν δὲ τῷ μεσονυκτίῳ ἀναστάντες, ἔψαλλον ὁμοῦ τὴν καθορισμένην ἀκολουθίαν· καὶ ὅταν ἔφθασαν εἰς τὴν Τιμιωτέραν, ὁ μὲν ὑποτακτικὸς ἔψαλλε μόνον· τὴν Τιμιωτέραν τῶν Χερουβίμ· καὶ καθ’ ἑξῆς ἕως τέλους, τὸν συνήθη δηλαδὴ παλαιὸν ὕμνον τοῦ Ἁγίου Κοσμᾶ τοῦ Ποιητοῦ· ὁ δὲ ξένος ἐκεῖνος μοναχός, σταθεὶς ἔμπροσθεν τῆς Ἱ. Εἰκόνος τῆς Θεοτόκου μετὰ περισσῆς εὐλαβείας καὶ φόβου, ἔκαμεν ἀρχὴν ἑτέραν τοῦ ὕμνου, ψάλλων μελιῤῥύτῳ φωνῇ οὕτως: Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Ὅθεν θαυμάζων ὁ ὑποτακτικός, λέγει τῷ φαινομένῳ ξένῳ: Ὁσιώτατε ἀδελφέ, ἡμεῖς μόνον τὴν τιμιωτέραν ψάλλομεν, τὸ δὲ Ἄξιόν ἐστιν οὐδέποτε ἠκούσαμεν, οὔτε ἡμεῖς, οὔτε οἱ πρότεροι ἡμῶν. Ἀλλὰ παρακαλῶ σε, ποίησον ἀγάπην καὶ γράψον καὶ εἰς ἐμὲ τὸν θαυμαστὸν τοῦτον ὕμνον, ὅπως καὶ ἐγὼ ψάλλω εἰς τὴν Θεοτόκον. Ὁ δὲ ἀποκριθείς: φέρε μοι, λέγει, μελάνι καὶ χαρτὶ διὰ νὰ τὸν γράψω. Οὗτος ἀντέφη: Δὲν ἔχω οὔτε μελάνι, οὔτε χαρτί. Φέρε μοι τότε μίαν πλάκα, εἶπεν ὁ ξένος. Δραμὼν λοιπόν, προσεκόμισεν πλάκα τινά, τὴν ὁποίαν προχείρως εὗρε. Λαβὼν οὖν ταύτην ὁ ξένος, ὦ τοῦ παραδόξου θαύματος! διὰ τοῦ δακτύλου αὐτοῦ, ἔγραψεν ἐπάνω αὐτῆς τὸν ῥηθέντα ὕμνον τοῦ Ἄξιόν ἐστιν. Τοσοῦτον δὲ βαθέως τὰ γράμματα ἐκεῖνα ἐχαράχθησαν ἐπάνω εἰς τὴν σκληρὰν πλάκα, ὥς αὕτη νὰ ἦτο πηλὸς ἁπαλώτατος: Λέγων δέ: Ἀπὸ σήμερον καὶ εἰς τὸ ἑξῆς, οὕτω νὰ ψάλλετε καὶ ἐσεῖς καὶ ἅπαντες οἱ Ὀρθόδοξοι τῇ Κυρίᾳ ἡμῶν Θεοτόκῳ. Καὶ ταῦτα εἰπών, ἔγινεν ἄφαντος. Ἐπιστρέψαντος τοῦ γέροντος ἐκ τῆς ἀγρυπνίας, πάντα ἀκούσας ὑπὸ τοῦ ὑποτακτικοῦ του, ἰδὼν δὲ καὶ τὸ ἱερὸν πλακίδιον, ἔμεινεν ἐκστατικὸς διὰ τὸ τοιοῦτον θαυμάσιον. Λαβόντες λοιπὸν ὁμοῦ Γέρων καὶ μαθητὴς τοῦτο, ἀπῆλθον εἰς τὸ Πρωτάτον. Ὁ δὲ πρῶτος τοῦ Ἁγίου Ὄρους καὶ οἱ λοιποὶ Γέροντες τῆς κοινῆς συνάξεως, ἀκούσαντες ὑπ’ αὐτῶν τὰ περὶ τοῦ γενομένου θαύματος, ἐθαύμασαν, ἐδόξασαν τὸν Θεὸν καὶ τὴν Κυρίαν Θεοτόκον καὶ τὸν Ἀρχιστράτηγο Γαβριήλ. Εὐθὺς δὲ ἀπέστειλαν τὴν Ἀγγελοχάρακτον πλάκα εἰς Κωνσταντινούπολιν πρὸς τὸν Πατριάρχη καὶ τὸν Βασιλέα. Ἀπεφάσισαν δέ, ὅπως μεταθέσωσι τὴν ἱερὰν τῆς Θεοτόκου εἰκόνα, καὶ καταθέσωσιν αὐτὴν ἐντὸς τοῦ Ἁγίου Βήματος τοῦ Ι. Ν. τοῦ Πρωτάτου. Ἐνθρόνισαν δὲ αὐτὴν εἰς τὸ μέσον τοῦ ἱεροῦ συνθρόνου, ὄπισθεν τῆς Ἁγίας Τραπέζης, ἔνθα καὶ μέχρι σήμερον κεῖται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Βαρθολομαίου καὶ Βαρνάβα.
Καὶ σὸς μαθητής, Χριστέ, Βαρθολομαῖος,
Μιμούμενός σε, σταυρικὸν φέρει πάθος.
Ὑπὲρ λίθον σάπφειρον, ὡς γραφὴ λέγει,
Τοὺς συντρίβοντας εἶχε Βαρνάβας λίθους.
Τούτων μὲν ὁ Ἅγιος Βαρθολομαῖος εἷς ἦν τῶν δώδεκα μαθητῶν, ὃς Ἰνδοῖς τοῖς καλουμένοις Εὐδαίμοσι κηρύξας, καὶ τὸ κατὰ Ματθαῖον αὐτοῖς παραδοὺς Εὐαγγέλιον, Σταυρῷ παραδοθεὶς ἐν Ἀλβανουπόλει, τελειοῦται ἐνδόξως· καὶ ἐν μολυβδίνῃ λάρνακι τεθείς, τῇ θαλάσσῃ ἐναποῤῥίπτεται. Ὑπὸ δὲ θείας προνοίας, μέχρι Σικελίας, ἐν Λιπάρει τῇ νήσῳ κομισθείς, καὶ φανερωθείς, ἐκεῖ θάπτεται, πολλῶν θαυμάτων, ὡς ἔκ τινος πηγῆς, ἐκ τῆς ἁγίας καὶ τιμίας αὐτοῦ σοροῦ ἀναδιδομένων, καὶ πᾶσι τοῖς πιστῶς προσερχομένοις, ταχεῖαν διδόντων τὴν ἴασιν, καὶ πρὸς τὰ οἰκεῖα μετ’ εὐφροσύνης καὶ θυμηδίας ἐπανιέναι ποιούντων.
Ὁ δέ γε Βαρνάβας, ὅς καὶ Ἰωσῆς ἐν ταῖς τῶν Ἀποστόλων πράξεσιν ἀναγέγραπται, εἷς τῶν ἑβδομήκοντα ὑπάρχων, συνέκδημος Παύλου χειροτονεῖται. [Ἑρμηνεύεται τοῦτο τὸ ὄνομα, Υἱὸς παρακλήσεως], ἐκ φυλῆς μὲν Λευΐ ὁρμώμενος, κατὰ τὴν Κύπρον δὲ νῆσον γεννηθὴς καὶ τραφείς. Οὗτος πρῶτον ἐν Ἱερουσαλήμ, εἶτα καὶ ἐν Ῥώμῃ καὶ Ἀλεξανδρείᾳ ἐκήρυξε τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Καὶ ἐπελθὼν ἐν Κύπρῳ, ὑπό τε Ιουδαίων καὶ Ἑλλήνων λίθοις κτείνεται, καὶ πυρὶ παραδίδοται. Ὅν Μάρκος ὁ Ἀπόστολος καὶ Εὐαγγελιστὴς συγκομίσας, ἔθετο ἐν σπηλαίῳ, καὶ ἐκπλεύσας εἰς Ἔφεσσον πρὸς Παῦλον, ἀνήγγειλεν αὐτῷ τὴν τελείωσιν Βαρνάβα· ἔκλαυσε δὲ αὐτὸν Μάρκος ἐπὶ πολύ. Οὗτος λέγεται τεθάφθαι ἅμα τῷ ὑπ’ αὐτοῦ γραφέντι κατὰ Μάρκος Εὐαγγελίῳ, τῷ καὶ ἐσύστερον εὑρεθέντι μετὰ τοῦ άποστολικοῦ σώματος. Ὅθεν καὶ προνόμιον ἔλαβον οἱ πιστοί, μὴ ὑποκεῖσθαι τινὶ τῶν ἄλλων Επισκόπων ταύτην τὴν νῆσον, ἀλλ’ ὑπὸ τοῦ ἰδίου Ἐπισκόπου χειροτονεῖσθαι.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόπεμπτος, μετὰ καὶ ἑτέρων τεσσάρων, ξίφει τελειοῦται.
Ὁ Θεόπεμπτος τέσσαρας διὰ ξίφους,
Εὑρὼν συνάθλους πέμπτος αὐτὸς εὑρέθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βαρνάβα, τοῦ ἐν Βάσῃ ἀσκήσαντος.
Ὄφιν νεκρώσας δι’ ἀσκήσεων πόνων,
Εὗρες βραβεῖα βίον φθαρτὸν ἐξεπέρησεν.
Οὗτος, ἦν εἷς τῶν Τριακοσίων Ἀλαμάνων, τῶν εἰς Κύπρον ἐλθόντων ἐκ Παλαιστίνης, διὰ τὸν φόβον τῶν μιαρῶν Ἀγαρηνῶν. Ἀφιχθεὶς ἐν Κύπρῳ, προσῆλθεν εἰς τὸ παρὰ τὴν κώμην Βάσαν σπήλαιον, ἔνθα διῆγεν ἀσκητικῶς ἀγωνιζόμενος, ἐν προσευχαῖς, νηστείαις καὶ ἐν πάσῃ κακοπαθείᾳ. Ἀσκήσας οὖν ἐνταῦθα πλείστους χρόνους καὶ καθάρας ἑαυτὸν ταῖς ἀρεταῖς, πλήρης ἡμερῶν ἐκοιμήθη ὁσιακῶς, τῶν Βασέων παρισταμένων αὐτῷ, οἵτινες κατεῖδον τὸ πρόσωπον αὐτοῦ, ὑπὲρ ἡλίου ἀκτίνας ἐξαστράπτων ἐν τῇ ὥρᾳ τῆς κοιμήσεώς του. Τὸ τίμιον αὐτοῦ σκῆνος ἐνεταφιάσθη ἔνδον τοῦ σπηλαίου του. Μετὰ δὲ παρέλευσιν χρόνων ἱκανῶν εὑρέθησαν τὰ λείψανά του καὶ μετεκομίσθησαν ἐν τῇ κώμῃ τῆς Βάσης.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Ζαφείριος, ἐν ἔτει 1821, ἐν Θεσσαλονίκῃ, τελειοῦται.
Χριστοῦ κηρύξας θεότητα γενναίως,
Μαρτύρων εὗρες Ζαφείριε, τὴν δόξα.
Οὗτος, ἔφηβος ἔτι ὤν, καὶ ἐργαζόμενος ἐν Ἁγίῳ Ὄρει, κατὰ τὴν ἐπανάστασιν τοῦ 1821, συνελήφθη καὶ ἤχθη εἰς Θεσσαλονίκην μεθ’ ἑτέρων 69 συνομηλίκων. Ἐκεῖ, μετὰ βιαίους προπηλακισμοὺς καὶ ἀπειλάς, οἱ μὲν συνομήλικοι ἅπαντες ἐδέξαντο τὴν τοῦ Μωάμεθ ψευδοθρησκείαν περιτμηθέντες· μόνος δὲ ἀπομείνας ὁ Ἅγιος Ζαφείριος, τὸν Χριστὸν Θεάνθρωπον ὡμολόγησε καὶ μὴ δεξάμενος τὸν ἐξισλαμισμόν, μετὰ καὶ πλήθους Ἁγιορειτῶν Πατέρων, μαρτυρικῶς τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Μητροφάνους Τσὶ-Τσούνγκ, ἱερέως τῆς ὀρθοδόξου ἱεραποστολῆς ἐν Πεκίνῳ, τῆς Μάρτυρος συζύγου αὐτοῦ πρεσβυτέρας Τατιανής, τῶν υἱῶν αὐτοῦ Ἰωάννου καὶ Ἡσαΐου μετὰ τῆς μνηστῆς αὐτοῦ Μαρίας, τοῦ Παύλου Οὐὰν κατηχητοῦ τῆς ἱεραποστολῆς, τοῦ Ματθαίου Χάϊ-Τσούγη, καὶ ἀδελφοῦ του Βίτου, τοῦ Κλήμεντος Κούϊ-Κίν, τῆς Ἄννης Τσού, καὶ ἑτέρων Νεομαρτύρων, ἐν συνόλῳ 222, σφαγιασθέντων ὑπὸ τῶν ἀθέων ἐν ἔτει 1900 μ. Χ.
Ὡς ὀπτοηθέντες ἐν βασάνων κλιβάνῳ,
δόξης δοχεῖα ἡ σποδὸς ἡμῶν ὤφθη,
τράπεζα σινικοῖς Χριστοῦ,
σκεύεσιν κοσμηθεῖσα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Λουκᾶ ἀρχιεπισκόπου Συμφερουπόλεως τῆς Κριμαίας, τοῦ ἰατροῦ.
Λουκᾶς Συμφερουπόλεως ἀρχιθύτης,
καὶ ἰατρὸς σωμάτων τιμάσθω ὕμνοις.
Οὗτος, ὑπῆρχεν ἐκ πόλεως Κὲρτς τῆς Χερσονήσου τῆς Κριμαίας, πατρὸς Φέλικος Στανισλάβοβιτς, ῥωμαιοκαθολικοῦ ἐν τῇ πίστει καὶ μητρὸς Μαρίας Δημητρίεβνα, πιστῆς Ὀρθοδόξου. Ἐγεννήθη ἐν ἔτει 1877ῳ. Πολλάκις εὑρέθη προσφοιτῶν τοῖς ἁγίοις λειψάνοις ἐν τῇ Λαύρᾳ τοῦ Κιέβου ἔνθα καὶ τὰ σπέρματα ἔλαβεν τῆς θείας χάριτος αὐξήσας ταῦτα ἱκανῶς ἐν τῇ καρδίᾳ αὐτοῦ. Ἀνδρωθεὶς ἐσπούδασεν τὴν τῶν ἰατρῶν ἐπιστήμην ἐν τῷ Πανεπιστημίῳ τοῦ Κιέβου ἀριστεύσας ἐν ταῖς ἐπιδόσεσιν αὐτοῦ. Εἶτα ἐνυμφεύθη τὴν Ἄννα Βασιλιγίεβνα, ἀποκτήσας μετ’ αὐτῆς τέσσαρα τέκνα. Τῆς ἰδίας αὐτοῦ γυναικὸς θανούσης προώρως, ἐχειροτονήθη ἱερεύς, και μετ’ οὐ πολὺ ἐπίσκοπος, καρεὶς πρότερον μοναχός, καὶ εἰληφὼς πρὸς τοῦτο τοὔνομα Λουκᾶς, τοῦ προτέρου ὀνόματος, ἤγουν τοῦ Βαλεντίνου καταλιπόντος. Ὡς ἰατρὸς καὶ ἱεράρχης, ἐνισχυθεὶς ὑπὸ τῆς ἄνωθεν ῥοπῆς ὡμολόγησε θαρσαλέως το τοῦ Χριστοῦ ὄνομα πρὸ τῶν δικαστικῶν βημάτων καὶ ἀθέων ἀνδρῶν. Διῆλθεν ἱκανὸν χρόνον τοῦ βίου αὐτοῦ ἐν ταῖς φυλακαῖς καὶ ὑπέστη διὰ τὴν πίστιν  αὐτοῦ διωγμούς, καὶ μαρτύρια, μὴ δειλανδρίσας πρὸ τῶν ἀπειλῶν και τῶν μηχανημάτων τοῦ ἀρχεκάκου ἐχθροῦ. Διαμείβων ὁ μακάριος ἐκ πόλεως εἰς πόλιν διὰ τὴν κατ’ αὐτοῦ μανίαν τῶν διωκτῶν ἀθέων ὡς ἐπίσκοπος θεοφιλῶς ἐστήριξε τὸ τοῦ λαοῦ πλήρωμα εν ταῖς ἐπισκοπαῖς Τασκένδης, Ταμπώφ, και Συμφερουπόλεως τῆς Κριμαίας καὶ ἀλλαχοῦ καὶ ὡς ἰατρὸς ἐν πλείστοις τόποις της Ῥωσίας διέσωσεν ἐκ τοῦ θανάτου πολλοὺς τῶν νενοσηκότων. Ἐχαρίσατο αὐτῷ ὁ Θεός, καὶ ἐν ζωῇ και μετὰ τὸ θανεῖν αὐτὸν ἐνεργήματα ὑπερφυσικῶν δυνάμεων. Ἐκοιμήθη ἐν εἰρήνῃ ἐν τῇ Συμφερουπόλει ἐν ἔτει 1961.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βαρνάβα, τοῦ ἐν ποταμῷ Βετολοῦγκα, τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
ερέων δεήσεις καὶ τῶν πιστῶν ἱκεσίας πρόσδεξαι Δέσποινα, Εἰκόνα Σου τὴν θείαν, ἐν τῷ σεπτῷ ναῷ Σου, ἀσπαζόμενοι ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ναὸς ἔμψυχος οὖσα τοῦ ἐκ Σοῦ σαρκωθέντος θείῳ βουλήματι, Παρθένε Θεοτόκε, Λόγου Θεοῦ γεννῆτορ, ἐκδυσώπει Ὃν ψάλλομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σὸν ναὸν περιέπει τῶν πιστῶν Ἐκκλησία Μῆτερ Θεοῦ ἡμῶν, ἐν τούτῳ τῷ τεμένει, τῶν θείων κηρυγμάτων, ἔνθα ὕμνον ἐξάδομεν·  ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ν τῷ θείῳ ναῷ Σου ὑμνωδίαν προσδέχου ὡς ἄξιόν ἐστιν, ἀεὶ Σὲ μακαρίζειν, ἅμα τῇ παρακλήσει, πρὸς Χριστὸν ᾯ προσάδομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.




ᾨδὴ η΄. Τὸν Βασιλέα.
Θεογεννῆτορ, καὶ ἀειπάρθενε Κόρη, κεχαρίτωσαι ὑπὸ τοῦ Ὑψίστου, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογημένη, ἐν γυναιξὶ Θεοτόκε, Ἣν ὑμνοῦσι στρατιαὶ τῶν Ἀγγέλων, Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ἐν Τριάδι, Θεὸς ὁ κτίσας τὸν κόσμον, προορῶν Σε Παναγία Παρθένε, Μητέραν Θεοτόκον, γινώσκειν εἰς αἰῶνας.
Τιμιωτέρα, τῶν Χερουβὶμ ἀνυψώθης, Σεραφὶμ ἐνδοξοτέρα Παρθένε, ὅθεν Σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἄγγελος τὸ Χαῖρε, ἐβόα Θεοτόκε, ἡμεῖς δὲ Σὲ μεγαλύνομεν παμμακάριστε, ἐπικαλούμενοι πάντες τὴν Σὴν βοήθειαν.
Κλέος τῶν ὀρθοδόξων, ὡράϊσμα καὶ δόξα, τῆς Ἐκκλησίας τὸ καύχημα καὶ εἰκόνισμα, Σὲ δυσωποῦμεν Παρθένε καὶ μεγαλύνομεν.
Οἰκτίρμονα Υἱόν Σου, αἰνοῦμεν εὐλογοῦμεν, καὶ σὺν Πατρὶ προσκυνοῦμεν καὶ θείῳ Πνεύματι, Σὲ Θεομῆτορ τιμῶντες καὶ μεγαλύνοντες.
Ναμάτων Σου τὰ ῥεῖθρα, ἔκχυσον Θεοτόκε, καὶ ἰατρείαν παράσχου ψυχῆς καὶ σώματος, ἵνα συμφώνως ἐν πίστει Σὲ μεγαλύνωμεν.

Ἐξαποστειλάρια. Ὀ οὐρανὸν τοῖς ἄστροις.
Πρὸς Μαριὰμ ἀπεστάλη, παρὰ Θεοῦ ὁ Γαβριήλ, εὐαγγελίσασθαι ταύτῃ, ὡς εὗρε χάριν παρ’ Αὐτῷ, κυοφορῆσαι ἀφράστως, Χριστὸν Σωτῆρα τοῦ κόσμου.
Ἰδοὺ ἡ δούλη Κυρίου, ἀποκριθεῖσα ἡ ἁγνή, κατὰ τὸ ῥῆμά Σου ἔφη, ὡς ἀληθῶς γένοιτό μοι, νικᾷ δὲ φύσεως τάξιν, ἡ ἄχραντος Θεοτόκος.














Αἶνοι. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἔχοντες μεσίτριαν, τὴν Παναγίαν Μητέρα Σου, ὑπερύμνητε Κύριε, Θεόλεκτον Ἄνασσαν, Δέσποιναν τοῦ κόσμου, Σοὶ παρεστηκυῖαν καὶ αἰτουμένη δι’ ἡμᾶς, τὴν θείαν χάριν καὶ μέγα ἔλεος, Αὐτὴν ἀεὶ δοξάζομεν, καὶ εὐλαβῶς μακαρίζομεν, παναμώμητον ἄχραντον, τῶν ψυχῶν ἡμῶν πρέσβειραν.

Ἄσπιλε ἀμόλυντε, ἄφθορε ἄχραντε Δέσποινα, Θεοτόκε πανύμνητε, ἑόρτιον πρόσδεξαι, παρ’ ἡμῶν τὸν ὕμνον, ἄξιόν ἐστιν Σοι ὡς ἀληθῶς Θεοῦ Μητρί, τὸ μεγαλύνειν καὶ μακαρίζειν Σε, διὸ ἀεὶ δοξάζομεν, καὶ ἱκεσίαν ποιούμεθα, Σαῖς πρεσβείαις πρὸς Κύριον, τῶν Σῶν δούλων μνημόνευε.

Ἔδωκας Φιλάνθρωπε, τοῖς Σοῖς οἰκέταις βοήθειαν, ἐν ἀνάγκαις καὶ θλίψεσιν, Μητέρα Θεόνυμφον, Σοῦ τοῦ σαρκωθέντος, Θεοῦ τοῦ Ὑψίστου, εἰς ἀναγέννησιν βροτῶν, καὶ ἀπολύτρωσιν τῇ Σῇ χάριτι, Αὐτὴν ἀεὶ δοξάζομεν, ὡς ἀληθῶς μακαρίζοντες, καὶ πιστῶς προσκυνοῦμέν Σε, τὸν Σωτῆρα καὶ Κύριον.

Ἄξιον καὶ δίκαιον, ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, τῶν Ἀγγέλων τὰ τάγματα, ἀνθρώπων συστήματα καὶ πᾶσα ἡ κτίσις, ὕμνον Σοι προσφέρειν, τὴν πλατυτέρα οὐρανῶν, καὶ Θεοῦ Λόγου Μητρὶ πανάχραντε, διὸ ἐν ἐκκλησίᾳ Σε, ἀξιοχρεώς δοξάζομεν, ἐπὶ Σοὶ χαίρειν ψάλλοντες, Ὀρθοδόξων τὸ πλήρωμα.

Δόξα. Καὶ νῦν. Ἦχος πλ. β΄.
Σήμερον ἐπέλαμψεν ἡμέρα εὐφρόσυνος, ἐπὶ λαμπρᾷ Συνάξει τῆς Παναγίας Παρθένου, Ἄγγελος γὰρ ἐξ οὐρανοῦ, ἐν φερωνύμῳ τόπῳ ἐπιστάς, ὕμνον Αὐτῇ καινὸν ᾌδειν ἐξηρεύξατο· Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν Σε, τὴν ἀειμακάριστον καὶ παναμώμητον Μητέρα τοῦ Θεοῦ ἡμῶν. Ἣν καὶ ἡμεῖς, Χερουβὶμ καὶ Σεραφὶμ ὑπερτέραν γινώσκοντες, λόγον ἀγαθὸν προσειπόντες, μεγαλύνομεν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Ἄξιόν ἐστίν Σοι ὡς ἀληθῶς, ἄχραντε Παρθένε Θεοτόκε ἐλπὶς ἡμῶν, τὸν μακαρισμόν Σου, ἐν ὕμνοις ἀναμέλπειν, καὶ δέησιν προσάγειν, ἐν ὥραις θλίψεων.
Παράκλησιν δέξαι ὡς ἀγαθή, Μῆτερ τοῦ Σωτῆρος καὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ὅπως ἐπιβλέψῃς, διδοῦσα προστασίαν, ὡς ἄξιόν ἐστίν Σοι φιλανθρωπεύεσθαι.
ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψης Σοὺς δούλους κενούς, Σὲ γὰρ καὶ μόνην, ἐλπίδα κεκτήμεθα
Δόξα. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Παρθένε Θεοτόκε τοῦ κόσμου προστασία, καὶ χριστιανῶν ὀρθοδόξων, μεσίτρια καὶ σκέπη, προσδέχου τὴν δέησιν ἡμῶν, καὶ ταύτην προσάγαγε Χριστῷ, τῷ Υἱῷ Σου καὶ Σωτῆρι ἡμῶν Θεῷ. ᾯ Ἄξιόν ἐστι ψάλλειν· δόξα τῷ ἐν Εἰκόνι τῇ σεπτῇ, ὡς βρέφος ἐν δεξιᾷ τῆς Μητρός, προσκυνουμένῳ καὶ εὐλογοῦντι ἡμᾶς.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε Θεοτόκον.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
ξίως ὑμνῆσαι οὐκ εὐπορῶ, Δέσποινα τοῦ κόσμου Παναγία Μήτηρ Θεοῦ, ἀλλ’ ἐπάκουσόν μου καὶ προσδέχου, τὴν ταπεινὴν καὶ θερμήν μου παράκλησιν.
Ξένον τὸ μυστήριον τὸ ἐν Σοί, Μῆτερ καὶ Παρθένε ἡ τεκοῦσα τὸν Λυτρωτήν, ἀλλ’ οἰκτήρισόν με καὶ παράσχου, ὡς ἀληθῶς πολυεύσπλαγχνος ἔλεος.
λεων γενέσθαι μοι τὸν Χριστόν, δέομαι Παρθένε καὶ προστρέχω ταῖς Σαῖς εὐχαῖς, Σὲ τὴν Θεοτόκον μακαρίζων, πᾶσαν δ’ ἐλπίδα εἰς Σὲ ἀνατίθημι.
πάντων Δεσπότης καὶ Πλαστουργός, θείᾳ εὐδοκίᾳ ὁ σκηνώσας ἐν Σῇ γαστρί, ἄξιόν ἐστίν Σοι δι’ Ἀγγέλου, ὡς ἀληθῶς μακαρίζειν ἐκέλευσεν.

ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Ναὸς ἔμψυχος οὖσα τοῦ Ἀχωρήτου Μητρόθεε, διὰ τὴν ἡμῶν σωτηρίαν ἐνανθρωπήσαντος, Αὐτὸν ἱκέτευε νῦν, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ ἡμῶν εἰσάκουσον τῶν παρακλήσεων.
πὶ γῆς ἐν ἀνθρώποις τὴν εὐδοκίαν Θεοῦ Πατρός, Ἄγγελοι ὑμνοῦσι ὡς εἶδον Χριστοῦ τὴν Γέννησιν, Σὲ τὴν τεκοῦσαν δέ, παρακαλοῦμεν Παρθένε, σκέπε φρούρει φύλαττε, νῦν τὴν ζωὴν ἡμῶν.
Σωτηρίαν εἰργάσω ἐν μέσῳ γῆς Κύριε, ὅθεν Σε ὑμνοῦμεν οἱ δοῦλοί Σου καὶ δοξάζομεν, ἐν τῇ ἀγάπῃ τῇ Σῇ, τῶν δωρεῶν Σου τυχόντες, τὴν ἀειμακάριστον σχόντες μεσίτριαν.
Τὴν ἡμῶν σωτηρίαν οἰκονομῶν ὁ Πατήρ, τὸν Υἱὸν Αὐτοῦ εἰς τὸν κόσμον διὰ Σοῦ ἔπεμψε, σάρκα λαβεῖν ἐκ γαστρός, τῆς ἀκηράτου Σου Μῆτερ, ἵνα σώσῃ ἅπαντας τοὺς ὑμνολόγους Σου.
Διάσωσον, ἀπὸ κινδύνους τοὺς δούλους Σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς Σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.




Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαις ταῖς Σαῖς προσφεύγοντες πανάχραντε, ἐλέους πηγὴν γινώσκομεν ἐν θλίψεσι, καὶ θερμῶς αἰτούμεθα, τῷ Υἱῷ καὶ Θεῷ Σου μεσίτευσον, ἐκ τῶν κινδύνων ῥύσασθαι ἡμᾶς, ὁ μόνος ὑπάρχων πολυέλεος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
κετεύομεν Δέσποινα, ἐκ τοῦ οὐρανοῦ ἐφ’ ἡμᾶς ἐπίβλεψον, καὶ ἐλέους Σου ἀξίωσον, τοὺς Σοὶ πεποιθότας ἐκ πίστεως.
Νέαν κτίσιν εἰσήνεγκε, κόσμῳ ὁ Υἱός Σου Παρθένε ἄχραντε, ἀναγέννησιν ἐκ Πνεύματος, τοῦ Ἁγίου δοὺς ἡμῖν σωτήριον.
πανύμνητε πρόσδεξαι, ὕμνον Σοι ὃν ψάλλομεν ἄξιόν ἐστι, Θεοτόκε μακαρίζει Σε, τὴν τιμιωτέρα τῶν Χερουβίμ.
Σκέπην Σὴν ἐφαπλώσασα, ἐπὶ τὰ Σὰ τέκνα Μῆτερ Θεόνυμφε, ἐκ παντοίων νῦν διάσωσον, δεινῶν περιστάσεων τοὺς δούλους Σου.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μέγα ἀληθῶς, τὸ μυστήριον τοῦ Τόκου Σου, συνέλαβες ἀφράστως ἐν Σῇ γαστρί, τὸν Ζωοδότην Χριστὸν Παναγία Δέσποινα.
ξιόν ἐστιν, ἡ τεκοῦσα τὸν Θεάνθρωπον, τῷ θρόνῳ τῆς Τριάδος ἐν οὐρανῷ, παρισταμένη ἰσχύειν ὡς Θεομήτορα.
Κάλλους Σου ἁγνή, ὁ Βασιλεὺς τοῦ παντὸς ἐπεθύμησε, Θύγατερ θεοδόξαστε Μαριάμ, κλῖνον τὸ οὖς Σου ἡμῶν ἐπακούουσα.
γγελος Θεοῦ, ὤφθη Σοι εὐαγγελισάμενος, αὐτὸς δὲ πάλιν ἔφη τῷ ὑμνωδῷ, Σὲ μακαρίζειν ὡς ἄξιον ἀληθῶς ἐστιν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
ύομενος, ἐκ φθορᾶς καὶ πτώσεως, ὁ Υἱός Σου Θεοτόκε Παρθένε, τοὺς Σοὺς ἱκέτας διδοὺς σωτηρίαν, εὐγνωμοσύνης πληροῖ τὰς ψυχὰς ἡμῶν, πρὸς Σὲ μεσίτρια θερμή, καὶ ἡμῶν κραταιὸν καταφύγιον.
λάσθητι, Πανοικτίρμων Κύριε, τοῖς δεινῶς ἡμαρτηκόσι Σοι δούλοις, ἐπικαμπτόμενος θείαις πρεσβείαις, τῆς Παναγίας Ἀχράντου Ἧς ἄξιόν ἐστιν, ἐν παῤῥησίᾳ μητρικῇ, αἰτουμένης εὑρεῖν Σε εὐήκοον.
Ζωὴν ἡμῶν, ἐν κινδύνοις ἔκθετον, τῇ Σῇ σκέπῃ ἀσφαλῇ θεωροῦμεν, Ὑπεραγία Θεοτόκε βοήθει, καὶ ἀῤῥωστίας φυγάδευσον τάχιον, ὅτι ἐν Σοὶ μετὰ Θεόν, τὰς ἐλπίδας ἡμῶν ἀνεθέμεθα
νώτισαι, Παναγία Δέσποινα, προσευχὴν ἡμῶν τῶν Σοὶ προσφευγόντων, καὶ τῶν πενήτων Σου μὴ ἐπιλάθη, Σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα, ἀναξιότητα ἡμῶν, ἐν πολλοῖς συνειδότες οἱ δοῦλοί Σου.
Διάσωσον, ἀπὸ κινδύνους τοὺς δούλους Σου Θεοτόκε, ὅτι πάντες μετὰ Θεὸν εἰς Σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχος καὶ προστασίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασίαν Σε ἀπὸ τῶν κινδύνων κεκτήμεθα, παῤῥησίαν δὲ πρὸς τὸν Ὑπεράγαθον ἔχομεν, Παναγία Μῆτερ Θεοῦ ἐλέησον ἡμᾶς, μεσιτεύουσα τῷ Λυτρωτῇ, τὰς ἁμαρτίας παριδεῖν, τῶν πιστῶς κραυγαζόντων Σοι· πρόφθασον ἐν ἀνάγκαις, καὶ σπεῦσον ἐν ἀσθενείαις, ἀπὸ δεινῶν καὶ συμφορῶν, ῥυσθῆναι τοὺς τιμῶντάς Σε.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν Σου, ἐν ἱματισμῷ διαχρύσῳ, περιβεβλημένη, πεποικιλμένη.
Στ.: Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.
Εὐαγγέλιον, κατὰ Ματθαῖον (Ι΄, 11-13, 20)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἄξιός ἐστιν ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ, εἰς ἣν δ’ ἂν πόλιν ἢ κώμη εἰσέλθητε, ἐξετάσατε τὶς ἐν αὐτῇ, ἄξιός ἐστι, κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε· εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν ἀσπάσασθε αὐτὴν λέγοντες· Εἰρήνη τῷ οἴκῳ τούτῳ. Καὶ ἐὰν μὲν ᾗ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ’ αὐτήν, ἐὰν δὲ μὴ ᾗ ἡ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ πατρὸς ὑμῶν, τὸ λαλοῦν ἐν ὑμῖν.
Δόξα: Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Παναγία Δέσποινα, παρακαλοῦμέν Σε σῶσον, ἡμᾶς καὶ κατεύνασον, τῶν παθῶν τὸν τάραχον τῇ Σῇ χάριτι, δωρεὰν δὸς ἡμῖν, ἐκ πηγῆς ζωήῤῥυτα, τοῦ ἐλέους Σου τὰ νάματα, τοῦ Ἰησοῦ Χριστοῦ, θείᾳ εὐδοκίᾳ Θεόνυμφε, ὅπως διὰ βίου, δοξάζομεν τὸ Ὄνομα Αὐτοῦ, καὶ Σὲ πιστῶς μακαρίζομεν, τὴν ἀειμακάριστον.










ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
ερέων δεήσεις καὶ τῶν πιστῶν ἱκεσίας πρόσδεξαι Δέσποινα, Εἰκόνα Σου τὴν θείαν, ἐν τῷ σεπτῷ ναῷ Σου, ἀσπαζόμενοι ψάλλομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ναὸς ἔμψυχος οὖσα τοῦ ἐκ Σοῦ σαρκωθέντος θείῳ βουλήματι, Παρθένε Θεοτόκε, Λόγου Θεοῦ γεννῆτορ, ἐκδυσώπει ᾧ ψάλλομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σὸν ναὸν περιέπει τοῦ λαοῦ Ἐκκλησία Μῆτερ Θεοῦ ἡμῶν, ἐν τούτῳ τῷ τεμένει, τῶν θείων κηρυγμάτων ἔνθα ὕμνον ἐξάδομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ν τῷ θείῳ ναῷ Σου ὑμνωδίαν προσδέχου ὡς ἄξιόν ἐστιν, ἀεὶ Σὲ μακαρίζει, ἅμα τῇ παρακλήσει, πρὸς Χριστὸν ᾧ προσάδομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Θεογεννῆτορ, καὶ ἀειπάρθενε Κόρη, κεχαρίτωσαι ὑπὸ τοῦ Ὑψίστου, Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογημένη, ἐν γυναιξὶ Θεοτόκε, Ἣν ὑμνοῦμεν στρατιαὶ τῶν Ἀγγέλων, Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ἐν Τριάδι, Θεὸς ὁ κτίσας τὸν κόσμον, προορῶν Σε Παναγία Παρθένε, Μητέρα Θεοτόκον, γεραίρει εἰς αἰῶνας.
Τιμιωτέρα, τῶν Χερουβὶμ ἀνυψώθης, Σεραφὶμ ἐνδοξοτέρα Παρθένε, ὅθεν Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἄγγελος τὸ Χαῖρε, ἐβόα Θεοτόκε, ἡμεῖς δὲ Σὲ μεγαλύνομεν παμμακάριστε, ἐπικαλούμενοι πάντες τὴν Σὴν βοήθειαν.
Κλέος τῶν Ὀρθοδόξων, ὡράϊσμα καὶ δόξα, τῆς Ἐκκλησίας τὸ καύχημα καὶ εἰκόνισμα, Σὲ δυσωποῦμεν Παρθένε καὶ μεγαλύνομεν.
Οἰκτίρμονα Υἱόν Σου, αἰνοῦμεν εὐλογοῦμεν, καὶ σὺν Πατρὶ προσκυνοῦμεν καὶ Θείῳ Πνεύματι, Σὲ Θεομῆτορ τιμῶντες καὶ μεγαλύνοντες.
Ναμάτων Σου τὰ ῥεῖθρα, ἔκχυσον Θεοτόκε, καὶ ἰατρείαν παράσχου ψυχῆς καὶ σώματος, ἵνα συμφώνως ἐν πίστει Σὲ μεγαλύνομεν.






Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Ἄξιόν ἐστίν Σοι ὡς ἀληθῶς, ἄχραντε Παρθένε, Θεοτόκε ἐλπὶς ἡμῶν, τὸν μακαρισμόν Σου ἐν ὕμνοις ἀναμέλπειν, καὶ δέησιν προσάγειν ἐν ὥραις θλίψεων.
Ἄξιον καὶ πάλιν Μήτηρ Θεοῦ, τὴν εὐχαριστίαν ἀναγράψαι Σοι υἱϊκῶς, οἱ ἐν ἀσθενείαις, ἀνάγκαις καὶ κινδύνοις, τὴν λύτρωσιν εὑρόντες τῇ μεσιτείᾳ Σου.
Παράκλησιν δέξαι ὡς ἀγαθή, Μήτηρ τοῦ Σωτῆρος καὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ὅπως ἐπιβλέψῃς, διδοῦσα προστασίαν, ὡς ἄξιόν ἐστίν Σοι φιλανθρωπεύεσθαι.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον. Τὰ συνήθη τροπάρια. Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, ἡ ἐλπὶς χριστιανῶν, τῶν ὑπὸ τὴν Σὴν προστασίαν, τελούντων Μῆτερ Χριστοῦ, καὶ τὴν μεσιτείαν Σου, ἐκδεχομένων θερμῶς, δὸς ἡμῖν θεῖον ἔλεος, καὶ μὴ ἀποῤῥίψης, ἀπὸ τοῦ προσώπου Σου, τοὺς Σοὶ προσπίπτοντας, Ἄξιόν ἐστι Παναγία, τὸ Σὲ ἀληθῶς μεγαλύνει, τὴν πολλὰ πρὸς Κύριον ἰσχύουσαν.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου