ΙΟΥΝΙΟΣ ΙΑ΄!!
ΤΩΝ ΑΓΙΩΝ 222 ΝΕΟΜΑΡΤΥΡΩΝ ΤΗΣ ΚΙΝΑΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος
ἀνήρ. Εἰς δὲ τό· Κύριε
ἐκέκραξα, ἱστῶμεν
στίχους στ΄, καὶ ψάλλομεν τὰ κάτωθι. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Χαίροις
ὦ Πάτερ Μητρόφανες μεγάλως, ὡς καλῶς
ποιμάνας σύ, ποίμνην Χριστοῦ ποτέ, καιρῷ εἰρήνης καὶ οὐ φυγών, ἐμφανισθέντων,
λύκων καθάπερ ποιοῦσι μισθωτοί, ᾗ συμπαριστάμενος, πολλὰς συνέταξας, περὶ σὲ
πρόβατα ὅτε δέ, ἄγριοι λύκοι, καὶ κατεσπάρασσον ὡς καλὸς ποιμήν, ἦρχες ἐκείνων
ἑπομένων σοι, ἔνθα μία ἡ ποίμνη καὶ εἷς ποιμήν, ὁ ζωῆς αἰωνίου, δοὺς λειμῶνος
τὴν ἀπόλαυσιν. (Δίς)
Ὁ
παλαιὸς πάλαι δράκων Νεομάρτυς, λόγχη ἀληθείας σύ, ὃν ἐξεκέντησας, τῇ ἀπωλείᾳ
ἐῤῥίφθη ὡς, οἰκεῖν τῷ σκότει, αἱρετισάμενος καὶ θαμβούμενος, σοῦ ἐκ θείας
λάμψεως, καὶ γὰρ οὐκ ἔφερεν, εἰς κόσμον ὃν ὑπετόπασεν, ἴδιον κτῆμα, Σταυρὸν
Χριστοῦ τε καὶ τὴν ἀλήθειαν, ἀξιωθῆναι τοῦ σεβάσματος, προσκυνῆσαι βιάζων σὲ
εἴδωλα, καὶ σὲ κτείνας ἐκτάνθη, τῇ στεῤῥᾷ ὁμολογίᾳ σου. (Δίς)
Ὅτε
ἀθλήσας ἐν Κίνᾳ σου τὸ αἷμα, Μάρτυς σὺ ἐξέχεας, νέα καὶ ἄφθαρτος, ἡ δυναστεία
τῆς χάριτος, Χριστοῦ ἀνῆλθε, σὺ δ’ ἀνακτόροις ναίεις παντάνακτος, τοῖς
ἀχειροτεύκτοις τε, χρυσῷ καὶ χρώμασι, λίθοις τιμίοις ὁ Ὕψιστος, οἷς ἐφίδρυσας,
ὡς θεμελίοις ἐν οἷς τ’ ἐνώκησε, δικαιοσύνη καὶ ἀλήθεια, ὁ ἑσμὸς ἔνθα μέλπει
τρισάγιον, τῶν στολὰς ἐκπλυνάντων, ἑαυτῶν Ἀμνοῦ τῷ Αἵματι.
Προσενεγκεῖν
μὴ θελήσαντες εἰδώλοις, Μάρτυρες θυμίαμα, σώματα ἴδια, Χριστῷ θυσίαν
εὐπρόσδεκτον, ὥσπερ εὐῶδες, ὑμεῖς θυμίαμα προσηνέγκατε, μὴ καταπτοούμενοι,
πάσας τὰς ἀπειλάς, ἀξιωθέντες ᾀσμάτων τε, θείων Ἀγγέλων, μεθ’ ὧν πρεσβεύετε
πρὸς τὸν Κύριον, ἐλεηθῆναι τοὺς γεραίροντας, χοϊκῇ ἡμᾶς γλώσσῃ τὴν εἴσοδον, τὴν
ὑμῶν φωτοστέπτων, Ἀθλοφόρων εἰς παράδεισον.
Δόξα.
Ἦχος γ΄.
Σκιρτῶσα
αἰνεσάτω τὸν Κύριον πᾶσα ἡ γῆ, ᾄσατε τῷ ἀποκαλύψαντι τὴν ἀλήθειαν Αὐτοῦ, πάντα
τὰ ἔθνη. Χαῖρε ὦ γῆ τῆς Κίνας, σὺ γὰρ τὴν σωτηρίαν Αὐτοῦ ἑώρακας, ὁ χοῦς σου τῷ
αἵματι, τῶν γηγενῶν Μαρτύρων σου ἐβράχη, καὶ τὸ πένθος κατεστάλη, ὑπὸ τῆς
ἀληθείας τοῦ Χριστοῦ. Τὰ τέκνα σου τὰ ἄρτι, ὑπὲρ Χριστοῦ μαρτυρήσαντα, νῦν
αὐλίζονται, εἰς τὰς αὐλὰς τοῦ Κυρίου, καὶ μεσιτεύουσι τῷ παντοδυνάμῳ, ὑπὲρ τοῦ
κόσμου ὃν ἔπλασε.
Καὶ
νῦν. Θεοτοκίον.
Πῶς μὴ
θαυμάσωμεν, τὸν Θεανδρικόν σου Τόκον Πανσεβάσμιε; πεῖραν γὰρ ἀνδρὸς μὴ
δεξαμένη
Πανάμωμε,
ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί,
τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα ἀμήτορα,
μηδαμῶς
ὑπομείναντα τροπήν, ἢ φυρμόν,
ἢ διαίρεσιν, ἀλλ'
ἑκατέρας οὐσίας τὴν ἰδιότητα,
σώαν φυλάξαντα. Διὸ
Μητροπάρθενε
Δέσποινα,
αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως,
Θεοτόκον
ὁμολογούντων σε.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα. (ι´ 7, γ´ 13-16, ἐκλογή).
Μνήμη
δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος,
ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι,
ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ
τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται
δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ
τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ
ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο
παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία
κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ
ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ
ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι
ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ
χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ
χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς
σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς
εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν,
καὶ πλησθήσεσθε Πνεύματος.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος,
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον,
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι, φρόνησις ἀνθρώποις, καὶ ἡλικία
γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος.
Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ
ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων
ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα
εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ.
Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο
αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ
διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος
εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν
ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς
τὴν Λιτήν. Ἦχος α΄.
Κύριε,
ἐκπληρωθήτω ὁ ψαλμὸς ὁ λέγων· εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς, τὸ σωτήριον τοῦ
Θεοῦ ἡμῶν. Σὺ γὰρ προσελάβου, καὶ ἐκ γῆς τῆς Κίνας, νέους ὁμολογητὰς καὶ
Μάρτυρας, τῆς πρὸς Σὲ ἀμωμήτου ὀρθοδόξου πίστεως, πρὸς οὓς ἀθροισθέντες νῦν
βοῶμεν· χαῖρε ὦ Μητρόφανες, καλὲ τοῦ Χριστοῦ καὶ πιστὲ θεράπον, ὁ φιλοπόνως
ἐργασάμενος, ἐν τῷ τοῦ Κυρίου σου ἀμπελῶνι, ὃν καὶ τῷ αἵματί σου κατήρδευσας·
χαῖρε, ὦ στρατιῶτα Ἡσαΐα, ὁ πλῆγμα ξίφους δεξάμενος, καὶ πεσεῖν ἀναγκάσας, τὰ
τοῦ ἀνθρωποκτόνου ἐχθροῦ, μισάνθρωπα τάγματα· χαῖρε ὦ Ἰωάννη, ὁ ἐν τῷ ἁπαλῷ
νεανικῷ σου σώματι, καθυποστὰς βασάνους, και μυκτηρίσας τῇ καρτερίᾳ σου, τὸν ἀρχέκακον
ἐχθρόν. Σὺν τοῖς συνάθλοις σου τῷ Χριστῷ, μεσίτευσον ὑπὲρ ἡμῶν.
Ὁ
αὐτός.
Πεπλήρωται
Κύριε, ὁ ψαλμὸς ὁ λέγων· ταραχθήσονται ἔθνη, καὶ φοβηθήσονται τα πέρατα, ἀπὸ
τῶν σημείων σου. ᾨκονόμησας τῇ προνοίᾳ σου, ἔνδοξον γενέσθαι, τὴν ἐκ τοῦ βίου
ἔξοδον, τῶν σῶν Νεομαρτύρων, καὶ τοῖς πιστοῖς σου πανευφρόσυνον. Δι’ ὃ καὶ
ἡμεῖς αὐτοῖς νῦν βοῶμεν· χαῖρε ὦ Μαρία, μετὰ γὰρ τῶν παρθένων ἠκολούθησας, τῇ
Ἀειπαρθένῳ Θεοτόκῳ, καὶ προσήχθης Χριστῷ, τῷ Βασιλεῖ καὶ Θεῷ· χαῖρε ὦ Παῦλε,
ὅτι τῆς ἀγάπης τοῦ Χριστοῦ, οὐδὲν σὲ χωρίσαι ἴσχυσε· χαῖρε ὦ Ἴα, ἡ τῇ ὀρθῇ
ὁμολογίᾳ σου, τὸν σινικὸν δολιχόσχημον δράκοντα, ὥσπερ ξίφει κατασφάξασα.
Χριστῷ σὺν τοῖς συνάθλοις σου, μεσίτευε ὑπὲρ ἡμῶν.
Δόξα.
Ὁ αὐτός.
Ἀληθὴς
ὁ λόγος Σου Κύριε ὁ λέγων· καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς
ταύτης. Ταῦτα γὰρ τῆς φωνῆς σου ἤκουσαν, καὶ ὡς γνωρίμῳ Σοι ἠκολούθησαν,
τυθέντα Σοι προθύμως, πρὸς ἃ βοῶμεν λέγοντες· χαῖρε ὦ Κλήμη, ὁ τῆς ἀγάπης σου
πρὸς Χριστόν, σοφώτερος ὅλων τῶν σοφῶν, τῶν ὑπὸ τῶν προγόνων σου τιμωμένων
γεγονώς· χαῖρε ὦ Ἄννα, ἡ μὴ φοβηθεῖσα, ὡς εἶπεν ὁ Κύριος, ἀπὸ τῶν ἀποκτεινόντων
τὸ σῶμα, τὴν δὲ ψυχὴν ἀποκτεῖναι μὴ δυναμένων· χαίρετε ὦ Ματθαῖε καὶ Βίτε, οἱ
ὁμομήτριοι ἀδελφοί, ὑπὲρ Χριστοῦ τῷ ξίφει οἱ σφαγέντες, οὗ καὶ κατὰ τὴν χάριν,
διὰ τοῦ μαρτυρίου, ἀδελφοὶ γεγόνατε, ἀεὶ πρὸς Χριστὸν πρεσβεύετε, ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Χαῖρε
ἁγνὴ Θεοτόκε καὶ ἀειπάρθενε, ἡ τὸν Θεὸν ἀσπόρως, θαυμαστῶς συλλαβοῦσα, ὃν σαρκὶ
ἀπέτεκες Λυτρωτήν, τὸ διεῖργον μεσότειχον, ἀπὸ Θεοῦ τοὺς πεσόντας ἡμᾶς βροτούς,
καθελόντι καὶ ῥυσάμενον.
Εἰς
τὸν Στίχον. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ὦ
Κίνα πεπλήρωται ἐν σοί, ἡ εὐχὴ παντάνακτος, Χριστοῦ τοῦ κόσμου τοῦ αἴροντος, τὰ
πταίσματα παντός, προνενοηκότος, ἀμητοῦ πρὸς ἔκβασιν, ἐργάτας δὲ Πατρὸς
ἐξαιτήσαντο, Μαρτύρων στάχυας, ἐκ σπορᾶς θείου κηρύγματος, τοῦ θερῖσαι, ὑπὲρ
ἡμῶν πρεσβεύων.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ὡς
ξένοι τοῖς ξένοις τῷ Θεῷ, παρεπιδημήσαντες, ἐξωτικὴν χώραν Ἅγιοι, οἰκοῦντες
εὐσεβῶς, Χριστοῦ δι’ ἀγάπην, ὡς Αὐτὸς ᾐκίσθητε, καὶ πᾶσαν λοιδορίαν ὑπέστητε,
πρὸς Ὃν πρεσβεύετε, Ἀβραὰμ ἐν κόλποις μένοντες, τοῦ σωθῆναι, τοὺς ὑμᾶς
γεραίροντας.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Πτωχὴ
Γαλιλαία ἀπὸ σοῦ, ὡς μακρὰν ἡπλώθησαν, σῶν αλιέων τὰ δίκτυα, ἴδε εἰς πέρατα,
γῆς ἁπάσης ἄχρι, Σινικῆς θαλάσσης τε, Μαρτύρων τοὺς ἰχθύας συγκλείσαντα, νέων
ἐκ Κίνας νῦν, δυσωποῦντων τὸν Χριστὸν ἡμῖν, δωρηθῆναι, πᾶσι μέγα ἔλεος.
Δόξα.
Ἦχος ὁ αὐτός.
Χαίροις
ὦ Κίνα, ἡ τῇ πονηρᾷ πλάνη τῶν εἰδώλων γηράσασα, ἀνεκαινίσθη γὰρ ὡς ἀετοῦ ἡ
νεότης σου, διὰ τοῦ θαυματοβρύτου ῥείθρου τῶν αἱμάτων, τῶν τοῦ Χριστοῦ τοῦ
μόνου Θεοῦ, ἐκ σοῦ ἀναδειχθέντων Νεομαρτύρων, ὧν τὴν μνήμην σήμερον
γεραίροντες, πρὸς αὐτοὺς εὐφήμως βοῶμεν· χαίρετε πάντες, οἱ τῆς Κίνας Μάρτυρες,
ἐν ὑμῖν γὰρ πεπλήρωται, ὁ ἐν τοῖς ψαλμοῖς ὕμνος λέγων· ὅτι κρίνει Κύριος τὸν
λαὸν αὐτοῦ, καὶ ἐπὶ τοῖς δούλοις Αὐτοῦ παρακληθήσεται. Γενναιοτάτῃ τῇ ἀθλήσει,
τὰ εἴδωλα τῶν ἐθνῶν λογχίσαντες, εὐλογεῖτε νῦν τὸν Θεόν, σὺν παντὶ τῷ νέῳ
Ἰσραήλ. Πρεσβεύετε οὖν ἀπαύστως πρὸς Αὐτόν, ὑπὲρ τῶν πίστει ἐκτελούντων, τὴν
ἀεισέβαστον μνήμην ὑμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόῤῥησις·
Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ
τεχθείς· διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ’ ὦ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ τεμένει
προσφερομένας σοι, μὴ παρίδῃς· ἀλλ’ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα,
σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ὕμνους
αἰνέσωμεν, τοὺς μαρτυρήσαντας, ἐν Κίνᾳ Μάρτυρας, Χριστοῦ οἱ ποίμνιον, ὄντες
δοξάζοντες αὐτούς, σεβόμενοι ἐν ἀγάπῃ, πίστιν ὡς κηρύξαντας, την Ὀρθόδοξον
ῥήμασιν, ἔργους γενομένους τε, ἀθλητὰς γενναιόφρονας, κραυγάζοντες· Χριστὸν
δυσωπεῖτε, σώζεσθαι τοὺς ὑμᾶς τιμῶντας.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν,
ἀνυμνοῦμεν
Θεοτόκε Παρθένε· ἐν τῇ
σαρκὶ γὰρ τῇ
ἐκ σοῦ προσληφθείσῃ,
ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ
διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο
ἡμᾶς,
ἐκ φθορᾶς
ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν· κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀθλήσαντες
στεῤῥῶς, ὑπὲρ πίστεως θείας, ἐλάβετε λαμπρῶς, τῶν ἀγώνων τὰ γέρα, διὸ καὶ τὰ
πανένδοξα, ὑμῶν θεῖα σκηνώματα, πᾶσι πνέουσι, διηνεκῆ εὐωδίαν, καὶ παρέχουσι
ψυχῶν ὁμοῦ καὶ σωμάτων, ἰάσεις ἑκάστοτε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Μαρία
τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότα εἰς χάος, δεινῆς
ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ
βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους Σου.
Μετὰ
τὴν β΄ στιχολογίαν· κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσὴφ.
Κατεπλάγησαν
ποτέ, τῶν ἀνομούντων ὁ λαός, τὸ ἀνδρεῖον τῶν ψυχῶν, βλέποντες Μάρτυρες ὑμῶν,
καὶ ὑμεῖς οἱ πιστεύοντες κραυγάζομεν· Δόξα Σοι Χριστὲ παντοδύναμε· Σὺ γὰρ εἶ
Θεὸς καὶ οὐκ οἴδαμεν, ὁ ἐνεργῶν παράδοξα θαυμάσια, ἐν τοῖς Ἁγίοις Σου Μάρτυσιν·
Ὧν ταῖς πρεσβείαις, Σωτὴρ τοῦ κόσμου, φώτισον τοὺς ὑμνοῦντάς Σε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγησαν
Ἁγνὴ, πάντες Ἀγγέλων οἱ χοροὶ, τὸ μυστήριον τῆς Σῆς, κυοφορίας τὸ φρικτὸν, πῶς ὁ
τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς Σαῖς συνέχεται, καὶ
δέχεται ἀρχὴν ὁ προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν, ὁ τρέφων, πνοὴν ἀφάτῳ
χρηστότητι; Καὶ Σὲ ὡς ὄντως, Θεοῦ Μητέρα εὐφημοῦντες δοξάζουσι.
Μετὰ
τὸν Πολυέλεον· Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῶν
βασάνων τὰ νέφη τὰ χαλεπά, Ἀθληταὶ παριδόντες μαρτυρικῶς, ὥς ἥλιοι χάριτι, τοῦ
Σωτῆρος ἐλάμψατε· καὶ θεϊκῇ στοργῇ δέ, ἐνθέως συνδούμενοι, ἐφ’ ὁμοίοις πόνοις,
λαμπρῶς ἐδοξάσθητε· ὅθεν μετὰ τέλος, ἀτελεύτητον χάριν, ἐξ ὕψους ἐδέξασθε,
θεραπεύειν νοσήματα, Ἀθλοφόροι πανεύφημοι· πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἐνθυμοῦμαι
τὴν κρίσιν καὶ δειλιῶ, ἔργα πράξας αἰσχύνης ὁ ῥυπαρός, ἄξια καὶ δέομαι, Θεοτόκε
πανύμνητε, πρὸ τοῦ τὰς πύλας φθάσαι, θανάτου ἐπίστρεψον, πρὸς τὴν τῆς
μετάνοιας, ὁδὸν ὁδηγοῦσά με, ἵνα εὐχαρίστως προσκυνῶν ἀνυμνῶ Σου, τὴν ἄμετρον
δύναμιν, καὶ τὴν θείαν ἀντίληψιν, Παναγία Θεόνυμφε, πρεσβεύουσα τῷ Σῷ Υἱῷ καὶ
Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει τὸν πανάγιον
Τόκον Σου.
Εἶτα οἱ Ἀναβαθμοί· τὸ ἀ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον· ἦχος δ΄: Ἰδοὺ δὴ τὶ καλὸν ἤ τὶ τερπνόν, ἀλλ’ ἤ τὸ
κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό.
Στ.: Ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων...
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον· ἦχος πλ. β΄. Στ.:
Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Κύριε,
ἐκπληρωθήτω ὁ ψαλμὸς ὁ λέγων· εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς, τὸ σωτήριον τοῦ
Θεοῦ ἡμῶν. Σὺ γὰρ προσελάβου, καὶ ἐκ γῆς τῆς Κίνας, νέους ὁμολογητὰς καὶ
Μάρτυρας, τῆς πρὸς Σὲ ἀμωμήτου ὀρθοδόξου πίστεως, πρὸς οὓς ἀθροισθέντες νῦν
βοῶμεν· χαῖρε ὦ Μητρόφανες, καλὲ τοῦ Χριστοῦ καὶ πιστὲ θεράπον, ὁ φιλοπόνως
ἐργασάμενος, ἐν τῷ τοῦ Κυρίου σου ἀμπελῶνι, ὃν καὶ τῷ αἵματί σου κατήρδευσας·
χαῖρε, ὦ στρατιῶτα Ἡσαΐα, ὁ πλῆγμα ξίφους δεξάμενος, καὶ πεσεῖν ἀναγκάσας, τὰ
τοῦ ἀνθρωποκτόνου ἐχθροῦ, μισάνθρωπα τάγματα· χαῖρε ὦ Ἰωάννη, ὁ ἐν τῷ ἁπαλῷ
νεανικῷ σου σώματι, καθυποστὰς βασάνους, και μυκτηρίσας τῇ καρτερίᾳ σου, τὸν
ἀρχέκακον ἐχθρόν. Σὺν τοῖς συνάθλοις σου τῷ Χριστῷ, μεσίτευσον ὑπὲρ ἡμῶν.
Οἱ
Κανόνες· τῆς Θεοτόκου· καὶ τῶν Ἁγίων.
ᾨδὴ
α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Διαπρυσίως
ὑμῖν πάθῳ ᾄδομεν Μάρτυρες νέοι Χριστοῦ, τοῖς ἐν Κίνᾳ δόξαν, θείων προσπορίσασι,
καὶ φῶς δι’ οὗ φωτίσατε, νοῦν ἡμῶν καὶ τὴν γλῶσσαν, εἰς τὸ ὑμνεῖν ὑμᾶς ἔνδοξοι,
ὡς θεοφιλῶς ἐναθλήσαντας.
Νῦν
ὄντως τέκνα τοῦ ἐδείχθητε ἐν διωγμοῖς χαλεποῖς, ὡς δοκιμασθέντες, μέλη
ἀφαιρούμενοι, ζῶντες πυρὶ ῥιπτόμενοι, ἄλλοι κάραν τμηθέντες, προεικισθέντες και
χαίρετε, σὺν τοῖς προαθλήσασι Μάρτυσι.
Θεοῦ
σοφίας ἐρασταὶ ὑπάρχοντες οἶκον ὑμῶν τῆς ψυχῆς, ἐπὶ πέτραν ὄντως, ὀρθοδόξου
πίστεως, καὶ οὐκ ἐπ’ ἄμμου Μάρτυρες, ἀνηγείρατε ὅνπερ, οὐ κατηδάφισαν λαίλαπες,
αἱ τῶν διωγμῶν ὡς ἀκλόνητον.
Θεοτοκίον.
Οὐκ
ἐξισχύει νοῦς νοεῖν ἀνθρώπων Θεογεννῆτορ Ἁγνή, πῶς Παρθένος μένεις, καὶ σαρκὶ
ἐκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, πρὸ αἰώνων τεχθέντα, Λόγον ἐκ Σοῦ προσλαβόμενον,
σάρκα τῆς ἀρᾶς ἡμᾶς λύσαντα.
ᾨδὴ
γ΄. Οὐρανίας ἀψίδος.
Ἱερεὺς
τοῦ Ὑψίστου καὶ ταπεινὸν φρόνημα, ἔχων ὦ Μητρόφανες ὤφθης, ὑπὲρ εἰρήνης τε, καὶ
ὁμονοίας καλῆς, πάντων ἀνθρώπων εἰργάσω, τῇ σφαγῇ διδοὺς σαὐτόν, ὑπὲρ τῆς
ποίμνης σου.
Ὦ
σεμνὴ Τατιάνα ὡς τὸν Χριστὸν ἔξω σε, σύραντες οἱ θῆρες τοῦ τείχους, καὶ
κατασφάξαντες, τοῦτον ὡς ἔξω πυλῶν, ὑπὲρ ἡμῶν πεπονθότα, συναντῆσαι χαίρουσαν,
Μάρτυς ἠξίωσαν.
Ἡσαΐα
γενναῖε τῷ τοῦ Χριστοῦ αἵματι, προαγιασθεὶς στρατιώτης, τούτου γεγένησαι, καὶ
Ἰωάννης σὺν σοί, σοφὸς κᾂν μείραξ ἐδείχθη, ὡς ἀμνὸς σφαττόμενος, χαίρων ὑπὲρ
Αὐτοῦ.
Θεοτοκίον.
Ποταμούς
μοι δακρύων χάρισαι οἷς πλῦναί μου, τὴν ψυχὴν Πανάμωμε Κόρη, εἴ πως δυνήσωμαι,
ῥύπου πταισμάτων δεινῶν, ὠκεανὸν τοῦ ἐλέους, ἐξ ἀφθόρου μήτρας Σου, Χριστὸν ἡ
τέξασα.
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐξ
εἰδώλων ἡ Κίνα ζόφου τοῦ πρίν, ἀληθείας νῦν εἶδε φῶς τοῦ Χριστοῦ, δι’ οὗ
κατηυγάσθησαν, καὶ ὡς Μάρτυρες ἔλαμψαν, ἱερεὺς Μητροφάνης, αὐτοῦ σὺν συνάθλοις
τε, οὓς ἐρασταὶ τοῦ σκότους, ἀνεῖλον οἰόμενοι, φῶς τὸ τούτων σβέσαι, ἀλλὰ
μείζονα φλόγα, ἀνῆψαν ξηράνασαν, ὑετοὺς τῶν διώξεων, καὶ τὸν κόσμον φωτίζουσαν,
ἀληθείας πυρσεύμασι, τῶν ὑπὲρ Χριστοῦ τὴν σφαγήν, ὑπενεγκόντων πρὸς ὃν
πρεσβεύουσι, ἱλασμὸν ἡμῖν, τῶν πταισμάτων δωρήσασθαι.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε
θρόνε πυρίμορφε τοῦ Θεοῦ, χαῖρε Κόρη καθέδρα βασιλική, κλίνη πορφυρόστρωτε,
χρυσοπόρφυρε θάλαμε, χλαμὺς ἀλουγόχροε, τιμαλφέστατον τέμενος, ἀστραπηφόρον
ἅρμα, λυχνία πολύφωτε, χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις, καὶ πύλη χρυσήλατε,
καὶ παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε τράπεζα, θεοκόσμητον σκήνωμα, χαῖρε ἔνδοξε
Νύμφη ἡλιοστάλακτε, χαῖρε μόνη, ψυχῆς μου εὐπρέπεια.
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Τὴν
πρωΐαν ὡς ἥλιος, ἐν Ἑώᾳ Μάρτυρες ἐξανέτειλον, ὧν ἐν γῇ κᾂν ὦσι σώματος, αἱ
ψυχαὶ οἰκοῦσι φῶς ἀνέσπερον.
Μιμητὴς
ὢν Μητρόφανες, τοῦ καλοῦ ποιμένος πιστὸς καὶ δίκαιος, ὑπὲρ ποίμνης Χριστοῦ
τέθυσαι, εἰς Ἐδὲμ λειμῶνας ἣν ὡδήγησας.
Εἰ
σοφὴ Κίνα πέφυκας, σκίρτα νῦν λυθεῖσα τῆς πρὶν στειρώσεως, ὡς καρπὸν γαστρὸς
γεννήσασα, τῶν Χριστοῦ Μαρτύρων θεῖα σφάγια.
Θεοτοκίον.
Εἰς
χαρὰν λύπην ἔτρεψας, τὴν ἀπελπισίαν ἡ καταργήσασα, καὶ ἀρὰν ἐξαφανίσασα, τῶν
ἡμῶν Σωτῆρα Χριστὸν τέξασα.
ᾨδὴ
ε΄. Ἵνα τί μὲ ἀπώσω.
Ἐν
στολαῖς βασιλείοις, ὡς κεκοσμημένοι νῦν, οἰκεῖτε Μάρτυρες, ἐν τῇ ἄνῳ πόλει,
προσκυνοῦντες ὑμᾶς τὸν δοξάσαντα, Κύριον τῆς δόξης, οὗ πρὸς ἡμᾶς τὴν
εὐσπλαγχνίαν, ταῖς ὑμῶν ἱκεσίαις κινήσατε.
Οἷον
ἄῤῥητον κάλλος, οἷα χάρις Μάρτυρες, ὑμῖν δεδώρηται, ὑφ’ ἡμῶν τοῦ πλάστου,
ὡραιότης ἣν βλέπειν οὐδεὶς ποτέ, κόρον οὐκ ἄν λάβοι, ὡς ἀγαστοῖς καὶ τοῖς
Ἀγγέλοις, θεοστέπτοις ὑμῖν τοῖς προσβλέπουσι.
Δεδωκότες
ὀλίγα, νῦν πολλὰ ἐλάβετε, ὦ Νεομάρτυρες, καὶ γὰρ δόντες αἷμα, βασιλείαν
ἐκτήσασθε ἄληκτον, οὕτω παρ’ ἡμῶν νῦν, τοὺς πενιχροὺς ὕμνους δεχθέντες,
δυσωπεῖτε Χριστὸν ἡμᾶς ῥύσασθαι.
Θεοτοκίον.
Οὔποτε
ἄλλη παρθένος, Σοῦ ὡραιοτέρα τις, οὐδ’ ἁγνοτέρα τε, θεοφιλεστέρα, οὐδαμῶς οὐδὲ
Μήτηρ ἀπείρανδρος, πλὴν τῆς μόνης ὄντως, ἀειπαρθένου Θεοτόκου, Σοῦ ἐγένετο Σὲ
μεγαλύνομεν.
ᾨδὴ
στ΄. Τὴν δέησιν.
Ὁ
δράκων με, ἐφαμάρτου ἔξεως, ἑαυτοῦ με ζοφερᾷ ἐν κοιλίᾳ, καταπιών, Ἰωνᾶν ὡς τὸ
κῆτος, κρατεῖ ὦ Μάρτυρες ἀλλὰ δεήσεσι, πρὸς Κύριον ὑμῶν θερμαῖς, κολαφίζοντες
τοῦτόν με ῥύσασθε.
Ὦ
Ἴα σύ, δὶς βασάνους ἤλγησας, τὸν Χριστὸν διπλοῦν ταῖς φύσεσι γνοῦσα, πρὸ
ἀσεβῶν, ὃν ἐκήρυξας οὗπερ, ἐνεργειῶν τῶν ἀκτίστων μετείληφας, ἀμείψαντός σου
τὰς πληγάς, δι’ Αὐτὸν ὃς ὑπέμεινον.
Ὡς
σύγγονοι, τῇ σαρκὶ καὶ αἵματι, νῦν ὁμαίμονες καὶ τῷ μαρτυρίῳ, οἱ ἀδελφοί, ὁ
Ματθαῖος καὶ Βίτος, τῆς αἰωνίου ζωῆς μετεσχήκασι, Ἁγίων Πάντων σὺν χοροῖς, ὧν
λιταῖς πρὸς Θεὸν λυτρωθείημεν.
Θεοτοκίον.
Ὁ
πλάνος με, τῆς αἰσχύνης ἔνδυμα, καὶ τῶν θλίψεων ἀπάτῃ ἐνδύσας, δι’ ἡδονῆς,
δελεάσας καὶ δόξης, ἀπογυμνώσας στολῆς καὶ ἁγνότητος, ἀλλ’ ὡς τὸν ἄσωτον
Χριστέ, Σῆς Μητρὸς ταῖς πρεσβείαις μὲ ἔνδυσον.
Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Μητροφάνης ἤθλησε, σὺν τῷ ποιμνίῳ, καὶ τὴν Κίνα ἔστεψε,
ῥείθροις αἱμάτων ἱερῶν, ὃν ὕμνοις ὅθεν γεραίρομεν, ἄχρι θανάτου, Χριστῷ πιστὸν μείναντα.
Ὁ
Οἶκος.
Παρωχημένοις
ἐν καιροῖς, ὦ Θεέ μου καὶ πλάστα, ἔμποροι Βαβυλῶνος, ἀρώματα μετάξας, καὶ
καρυκεύματα ὁμοῦ, σύν τε ληκύθοις ἀργυραῖς, ἔφερον εἰς Δύσιν, ἀλλ’ οὐκ ἔμπορος
Σὺ εἶ, ὁ μαργαρίτης Κύριε, ὃν καὶ ὁ Ζαχαρίας, ἐκάλεσε πάλαι Ἀνατολήν τε, ὃς
ἐλθὼν οὐ φθαρτὸν πλοῦτον, ἐκόμισας ἀλλὰ θεῖον ὄλβον, τοὺς Μάρτυράς σου τοὺς
κλεινούς, τοὺς ἐν Κίνᾳ, Σὲ κηρύξαντα Θεόν, σφαγῇ κτοινθέντας, καὶ ἐν οὐρανοῖς,
Ἀγγέλους συνοικισθέντας, ἄχρι θανάτου, Χριστῷ
πιστοὺς μείναντας.
Συναξάριον
Τῇ
ΙΑ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Νέου
Ἱερομάρτυρος Μητροφάνους Τσὶ-Τσούνγκ, ἱερέως τῆς ὀρθοδόξου ἱεραποστολῆς ἐν
Πεκίνῳ, τῆς Μάρτυρος συζύγου αὐτοῦ πρεσβυτέρας Τατιανής, τῶν υἱῶν αὐτοῦ Ἰωάννου
καὶ Ἡσαΐου μετὰ τῆς μνηστῆς αὐτοῦ Μαρίας, τοῦ Παύλου Οὐὰν κατηχητοῦ τῆς
ἱεραποστολῆς, τοῦ Ματθαίου Χάϊ-Τσούγη, καὶ ἀδελφοῦ του Βίτου, τοῦ Κλήμεντος
Κούϊ-Κίν, τῆς Ἄννης Τσού, καὶ ἑτέρων Νεομαρτύρων, ἐν συνόλῳ 222, σφαγιασθέντων
ὑπὸ τῶν ἀθέων ἐν ἔτει 1900
μ. Χ.
Ὡς
ὀπτοηθέντες ἐν βασάνων κλιβάνῳ,
δόξης δοχεῖα
ἡ σποδὸς ἡμῶν ὤφθη,
τράπεζα
σινικοῖς Χριστοῦ,
σκεύεσιν
κοσμηθεῖσα.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Βαρθολομαίου
καὶ Βαρνάβα.
Καὶ σὸς
μαθητής, Χριστέ, Βαρθολομαῖος,
Μιμούμενός
σε, σταυρικὸν φέρει πάθος.
Ὑπὲρ λίθον σάπφειρον,
ὡς γραφὴ λέγει,
Τοὺς
συντρίβοντας εἶχε Βαρνάβας λίθους.
Τούτων
μὲν ὁ Ἅγιος Βαρθολομαῖος εἷς ἦν τῶν δώδεκα
μαθητῶν, ὃς Ἰνδοῖς τοῖς καλουμένοις Εὐδαίμοσι κηρύξας, καὶ τὸ κατὰ Ματθαῖον
αὐτοῖς παραδοὺς Εὐαγγέλιον, Σταυρῷ παραδοθεὶς ἐν Ἀλβανουπόλει, τελειοῦται
ἐνδόξως· καὶ ἐν μολυβδίνῃ λάρνακι τεθείς, τῇ θαλάσσῃ ἐναποῤῥίπτεται. Ὑπὸ δὲ
θείας προνοίας, μέχρι Σικελίας, ἐν Λιπάρει τῇ νήσῳ κομισθείς, καὶ φανερωθείς,
ἐκεῖ θάπτεται, πολλῶν θαυμάτων, ὡς ἔκτινος πηγῆς, ἐκ τῆς ἁγίας καὶ τιμίας αὐτοῦ
σοροῦ ἀναδιδομένων, καὶ πᾶσι τοῖς πιστῶς προσερχομένοις, ταχεῖαν διδόντων τὴν
ἴασιν, καὶ πρὸς τὰ οἰκεῖα μετ’ εὐφροσύνης καὶ θυμηδίας ἐπανιέναι ποιούντων.
Ὁ
δέ γε Βαρνάβας, ὅς καὶ Ἰωσῆς ἐν ταῖς τῶν
Ἀποστόλων πράξεσιν ἀναγέγραπται, εἷς τῶν ἑβδομήκοντα ὑπάρχων, συνέκδημος Παύλου
χειροτονεῖται. [Ἑρμηνεύεται τοῦτο τὸ ὄνομα, Υἱὸς παρακλήσεως], ἐκ φυλῆς μὲν
Λευΐ ὁρμώμενος, κατὰ τὴν Κύπρον δὲ νῆσον γεννηθὴς καὶ τραφείς. Οὗτος πρῶτον ἐν
Ἱερουσαλήμ, εἶτα καὶ ἐν Ῥώμῃ καὶ Ἀλεξανδρείᾳ ἐκήρυξε τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ.
Καὶ ἐπελθὼν ἐν Κύπρῳ, ὑπό τε Ιουδαίων καὶ Ἑλλήνων λίθοις κτείνεται, καὶ πυρὶ
παραδίδοται. Ὅν Μάρκος ὁ Ἀπόστολος καὶ Εὐαγγελιστὴς συγκομίσας, ἔθετο ἐν
σπηλαίῳ, καὶ ἐκπλεύσας εἰς Ἔφεσσον πρὸς Παῦλον, ἀνήγγειλεν αὐτῷ τὴν τελείωσιν
Βαρνάβα· ἔκλαυσε δὲ αὐτὸν Μάρκος ἐπὶ πολύ. Οὗτος λέγεται τεθάφθαι ἅμα τῷ ὑπ’
αὐτοῦ γραφέντι κατὰ Μάρκος Εὐαγγελίῳ, τῷ καὶ ἐσύστερον εὑρεθέντι μετὰ τοῦ
άποστολικοῦ σώματος. Ὅθεν καὶ προνόμιον ἔλαβον οἱ πιστοί, μὴ ὑποκεῖσθαι τινὶ
τῶν ἄλλων Επισκόπων ταύτην τὴν νῆσον, ἀλλ’ ὑπὸ τοῦ ἰδίου Ἐπισκόπου χειροτονεῖσθαι.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τοῦ Ἀρχαγγέλου Γαβριὴλ ἐν τῷ
ᾌδειν.
ᾞσας Γαβριὴλ
πρὶν τὸ Χαῖρε τῇ Κόρῃ.
ᾌδεις δὲ καὶ
νῦν, Ἄξιόν σε ὑμνέειν.
Εἰς
τὴν πρωτεύουσαν τοῦ Ἁγιωνύμου Ὄρους τοῦ Ἄθωνος, τὰς Καρεάς, ἐν τῆ άριστερᾷ ὄχθῃ
τοῦ κατιόντος χειμάρρου τοῦ Λιβαδογένη, κάτωθεν τῆς ῥωσσικῆς σκήτεως τοῦ Ἁγίου
Ἀνδρέου, εἰς τὰ ὄρια τῆς Ι. Μ. Παντοκράτορος, εὑρίσκεται μεγάλος τις λάκκος, ὁ
ὁποῖος ἔχει κελλία διάφορα. Εἰς ἔνα τῶν κελλίων τούτων ἐπ’ ὀνόματι τιμώμενον
τῆς Κοιμήσεως τῆς Θεοτόκου, κατὰ τὸ ἔτος 982, κατῴκει γέρος τις ἱερομόναχος
ἐνάρετος μετὰ τοῦ ὑποτακτικοῦ αὐτοῦ. Ἦτο δὲ συνήθεια τότε νὰ γίνεται ἀγρυπνία
καθ’ ἑκάστην Κυριακὴν εἰς τὸν Ι. Ν. τοῦ Πρωτάτου. Κατὰ τὸ ἑσπέρας τοῦ Σαββάτου
λοιπὸν τῆς 10ης Ἰουνίου, θέλοντας νὰ ὑπάγει ὁ προῤῥηθεὶς Γέρων εἰς
τὴν ἀγρυπνίαν μόνος, λέγει τῷ μαθητῇ αὐτοῦ: Τέκνον,
ἐγὼ μὲν ὑπάγω εἰς τὴν ἀγρυπνίαν ὡς συνήθως, σὺ δὲ μεῖνον εἰς τὸ κελλίον, καὶ
ἀνάγνωσον ὡς δύνασαι τὴν ἀκολουθίαν σου. Καὶ οὕτως εἰπών, ἀπῆλθε.
Παρελθούσης δὲ τῆς ἑσπέρας, ἰδού, κρούει τις τὴν θύραν τοῦ κελλίου· ὁ δὲ
ὑποτακτικὸς τοῦ Γέροντος ἀνοίξας, εἶδεν ὅτι ἦτο ξένος τις μοναχός, ἄγνωστος εἰς
αὐτόν· ὁ ὁποῖος εἰσελθὼν κατὰ τὴν αἴτησιν αὐτοῦ, ἔμεινεν τὴν νύκτα ἐκείνην εἰς
τὸ κελλίον. Ἐν δὲ τῷ μεσονυκτίῳ ἀναστάντες, ἔψαλλον ὁμοῦ τὴν καθωρισμένην ἀκολουθίαν·
καὶ ὅταν ἔφθασαν εἰς τὴν Τιμιωτέραν, ὁ μὲν ὑποτακτικὸς ἔψαλλε μόνον· τὴν Τιμιωτέραν τῶν Χερουβίμ· καὶ καθ’
ἑξῆς ἕως τέλους, τὸν συνήθη δηλαδὴ παλαιὸν ὕμνον τοῦ Ἁγίου Κοσμὰ τοῦ Ποιητοῦ· ὁ
δὲ ξένος ἐκεῖνος μοναχός, σταθεὶς ἔμπροσθεν τῆς Ἱ. Εἰκόνος τῆς Θεοτόκου μετὰ
περισσῆς εὐλαβείας καὶ φόβου, ἔκαμεν ἄρχὴν ἑτέραν τοῦ ὕμνου, ψάλλων μελιῤῥύτῳ
φωνῇ οὕτως: Ἄξιόν ἐστιν ὡς ἀληθῶς
μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ
Θεοῦ ἡμῶν. Ὅθεν θαυμάζων ὁ ὑποτακτικός, λέγει τῷ φαινομένῳ ξένῳ: Ὁσιώτατε ἀδελφέ, ἡμεῖς μόνον τὴν
τιμιωτέραν ψάλλομεν, τὸ δὲ Ἄξιόν ἐστιν οὐδέποτε ἠκούσαμεν, οὔτε ἡμεῖς, οὔτε οἱ
πρότεροι ἡμῶν. Ἀλλὰ παρακαλῶ σε, ποίησον ἀγάπην καὶ γράψον καὶ εἰς ἐμὲ τὸν
θαυμαστὸν τοῦτον ὕμνον, ὅπως καὶ ἐγὼ ψάλλω εἰς τὴν Θεοτόκον. Ὁ δὲ
ἀποκριθείς: φέρε μοι, λέγει, μελάνι καὶ χαρτὶ διὰ νὰ τὸν γράψω. Οὗτος
ἀντέφη: Δὲν ἔχω οὔτε μελάνι, οὔτε χαρτί.
Φέρε μοι τότε μίαν πλάκα, εἶπεν ὁ ξένος. Δραμὼν λοιπόν, προσεκόμισεν πλάκα
τινά, τὴν ὁποίαν προχείρως εὗρε. Λαβὼν οὖν ταύτην ὁ ξένος, ὦ τοῦ παραδόξου
θαύματος! διὰ τοῦ δακτύλου αὐτοῦ, ἔγραψεν ἐπάνω αὐτῆς τὸν ῥηθέντα ὕμνον τοῦ
Ἄξιόν ἐστιν. Τοσοῦτον δὲ βαθέως τὰ γράμματα ἐκεῖνα ἐχαράχθησαν ἐπάνω εἰς τὴν
σκληρὰν πλάκα, ὥς αὕτη νὰ ἦτο πηλὸς ἁπαλώτατος: Λέγων δέ: Ἀπὸ σήμερον καὶ εἰς τὸ ἑξῆς, οὕτω νὰ ψάλλετε καὶ ἐσεῖς καὶ ἅπαντες οἱ
Ὀρθόδοξοι τῇ Κυρίᾳ ἡμῶν Θεοτόκῳ. Καὶ ταῦτα εἰπών, ἔγινεν ἄφαντος.
Ἐπιστρέψαντος τοῦ γέροντος ἐκ τῆς ἀγρυπνίας, πάντα ἀκούσας ὑπὸ τοῦ ὑποτακτικοῦ
του, ἰδὼν δὲ καὶ τὸ ἱερὸν πλακίδιον, ἔμεινεν ἐκστατικὸς διὰ τὸ τοιοῦτον
θαυμάσιον. Λαβόντες λοιπὸν ὁμοῦ Γέρων καὶ μαθητὴς τοῦτο, ἀπῆλθον εἰς τὸ
Πρωτάτον. Ὁ δὲ πρῶτος τοῦ Ἁγίου Ὄρους καὶ οἱ λοιποὶ Γέροντες τῆς κοινῆς
συνάξεως, ἀκούσαντες ὑπ’ αὐτῶν τὰ περὶ τοῦ γενομένου θαύματος, ἐθαύμασαν,
ἐδόξασαν τὸν Θεὸν καὶ τὴν Κυρίαν Θεοτόκον καὶ τὸν Ἀρχιστράτηγο Γαβριήλ. Εὐθὺς
δὲ ἀπέστειλαν τὴν Ἀγγελοχάρακτον πλάκα εἰς Κωνσταντινούπολιν πρὸς τὸν Πατριάρχη
καὶ τὸν Βασιλέα. Ἀπεφάσισαν δέ, ὅπως μεταθέσωσι τὴν ἱερὰν τῆς Θεοτόκου εἰκόνα,
καὶ καταθέσωσιν αὐτὴν ἐντὸς τοῦ Ἁγίου Βήματος τοῦ Ι. Ν. τοῦ Πρωτάτου.
Ἐνθρόνισαν δὲ αὐτὴν εἰς τὸ μέσον τοῦ ἱεροῦ συνθρόνου, ὄπισθεν τῆς Ἁγίας
Τραπέζης, ἔνθα καὶ μέχρι σήμερον κεῖται.
Τῇ
αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόπεμπτος, μετὰ καὶ
ἑτέρων τεσσάρων, ξίφει τελειοῦται.
Ὁ Θεόπεμπτος
τέσσαρας διὰ ξίφους,
Εὑρὼν
συνάθλους πέμπτος αὐτὸς εὑρέθη.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βαρνάβα τοῦ ἐν Λεμεσσῷ.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Βαρνάβα, τοῦ ἐν ποταμῷ Βετολοῦγκα, τοῦ Ῥώσσου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκὰ ἀρχιεπισκόπου Συμφερουπόλεως τῆς Κριμαίας, τοῦ
ἰατροῦ.
Λουκᾶς
Συμφερουπόλεως ἀρχιθύτης,
καὶ ἰατρὸς
σωμάτων τιμάσθω ὕμνοις.
Οὗτος,
ὑπῆρχεν ἐκ πόλεως Κὲρτς τῆς Χερσονήσου τῆς Κριμαίας, πατρὸς Φέλικος
Στανισλάβοβιτς, ῥωμαιοκαθολικοῦ ἐν τῇ πίστει καὶ μητρὸς Μαρίας Δημητρίεβνα,
πιστῆς Ὀρθοδόξου. Ἐγεννήθη ἐν ἔτει 1877ῳ. Πολλάκις εὑρέθη προσφοιτῶν τοῖς
ἁγίοις λειψάνοις ἐν τῇ Λαύρᾳ τοῦ Κιέβου ἔνθα καὶ τὰ σπέρματα ἔλαβεν τῆς θείας
χάριτος αὐξήσας ταῦτα ἱκανῶς ἐν τῇ καρδίᾳ αὐτοῦ. Ἀνδρωθεὶς ἐσπούδασεν τὴν τῶν
ἰατρῶν ἐπιστήμην ἐν τῷ Πανεπιστημίῳ τοῦ Κιέβου ἀριστεύσας ἐν ταῖς ἐπιδόσεσιν
αὐτοῦ. Εἶτα ἐνυμφεύθη τὴν Ἄννα Βασιλιγίεβνα, ἀποκτήσας μετ’ αὐτῆς τέσσαρα
τέκνα. Τῆς ἰδίας αὐτοῦ γυναικὸς θανούσης προώρως ἐχειροτονήθη ἱερεύς, και μετ’
οὐ πολὺ ἐπίσκοπος, καρεὶς πρότερον μοναχός, καὶ εἰληφὼς πρὸς τοῦτο τοὔνομα
Λουκᾶς, τοῦ προτέρου ὀνόματος, ἤγουν τοῦ Βαλεντίνου καταλιπόντος. Ὡς ἰατρὸς καὶ
ἱεράρχης, ἐνισχυθεὶς ὑπὸ τῆς ἄνωθεν ῥοπῆς ὡμολόγησε θαρσαλέως το τοῦ Χριστοῦ
ὄνομα πρὸ τῶν δικαστικῶν βημάτων καὶ ἀθέων ἀνδρῶν. Διῆλθεν ἱκανὸν χρόνον τοῦ
βίου αὐτοῦ ἐν ταῖς φυλακαῖς καὶ ὑπέστη διὰ τὴν πίστιν αὐτοῦ διωγμούς, καὶ μαρτύρια, μὴ δειλανδρίσας
πρὸ τῶν ἀπειλῶν και τῶν μηχανημάτων τοῦ ἀρχεκάκου ἐχθροῦ. Διαμείβων ὁ μακάριος
ἐκ πόλεως εἰς πόλιν διὰ τὴν κατ’ αὐτοῦ μανίαν τῶν διωκτῶν ἀθέων ὡς ἐπίσκοπος
θεοφιλῶς ἐστήριξε τὸ τοῦ λαοῦ πλήρωμα εν ταῖς ἐπισκοπαῖς Τασκένδης, Ταμπώφ, και
Συμφερουπόλεως τῆς Κριμαίας καὶ ἀλλαχοῦ καὶ ὡς ἰατρὸς ἐν πλείστοις τόποις της
Ῥωσίας διέσωσεν ἐκ τοῦ θανάτου πολλοὺς τῶν νενοσηκότων. Ἐχαρίσατο αὐτῷ ὁ Θεός,
καὶ ἐν ζωῇ και μετὰ τὸ θανεῖν αὐτὸν ἐνεργήματα ὑπερφυσικῶν δυνάμεων. Ἐκοιμήθη
ἐν εἰρήνῃ ἐν τῇ Συμφερουπόλει ἐν ἔτει 1961.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οἰ ἐκ τῆς Ἰουδαίας.
Μαρίας
πῶς αἰνέσω ἑκούσιαν πορείαν πρὸς αἰκισμοὺς ἀλγεινούς, ὑπὲρ Χριστοῦ οὓς ἔτλη, ἤ
ἄλλους φυγαδεύσαι, τῆς σφαγέων χειρώσεως, προκινδυνεύσασα πρίν, ἀγάπης θείῳ
νόμῳ.
Ματαίως
σου τὰς φλέβας οἱ σφαγεῖς σου Μαρία ἔταμον σὴ γὰρ σποδός, ἐσχάτῃ ἀναστάσει,
μεταμεμορφωμένη, ἀναστήσεται ἄφθαρτος, τοῦ κεραμέως Χριστοῦ, εἰκόνα δόξης σχοῦσα.
Διδάγματα
τὰ θεῖα σὺ ἐμπράκτως Μαρία ὑπομονῇ αἰκισμῶν, ὑπὲρ τῆς εὐσεβείας, ἐδίδαξας ὡς
ηὔχου, πρὸς Χριστὸν οὗ τῇ χάριτι, τοῦ μαρτυρίου σταυρόν, ὑπέστης ἑκουσίως.
Θεοτοκίον.
Ἡμέραν
καθ’ ἑκάστην ἁμαρτίας πτωμάτων ἐξανιστᾷς με Ἁγνή, καὶ πῶς Σοι Θεοτόκε, ἐκτίσω
μου τὸ χρέος; Τοιγαροῦν μεγαλύνων Σε, τῷ Σῷ Υἱῷ καὶ Θεῷ, βοῶν· εὐλογητὸς εἶ.
ᾨδὴ
η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Οὐκ
ἀνέμενέ τις ὑμᾶς ἐν Κίνᾳ, ἀντιστῆναι στεῤῥῶς, ἄχρι πικροῦ θανάτου, ὑπὲρ Χριστοῦ
ἐσχάτως Νεομάρτυρες, Κύριον ὑμνοῦντες, σὺν ἐσμῷ Μαρτύρων, εἰς πάντας τοὺς
αἰῶνας.
Κλήμη
Ἄννα καὶ ὧν οὐκ ἴσμεν κλήσεις, τοῦ Χριστοῦ ἀθληταί, ἐν χώρᾳ τῇ τῆς Κίνας, οἱ
ταύτης γῆν τοῖς λύθροις χαριτώσαντες, ἱλασμὸν αἰτεῖσθε, τοῖς ὑμᾶς ὑμνοῦσιν, ἐν
τῇ ἐσχάτῃ κρίσει.
Ἡ
Χριστοῦ τοῦ Θεοῦ ὡς νύμφη χαίρει, ἐκκλησία ἐν γῇ, στρατευομένη πᾶσα, ἐν τελετῇ
Μαρτύρων μνήμης σήμερον, ταύτης ὡς ἐπιγόνων· μεθ’ ὧν συνδοξάζει, Χριστὸν εἰς
τοὺς αἰῶνας.
Θεοτοκίον.
Οὐρανίων
ταγμάτων Θεοτόκε, σὺν Μαρτύρων χοροῖς, ὑμνούντων καὶ δικαίων, τίς ἐξ ἐμῶν
χειλέων Σοι ἐπάξιος, ὕμνος; ἀλλὰ δέχου, ὥσπερ ὁ Υἱός Σου, τὸ δίλεπτον τῆς
χήρας.
ᾨδὴ
θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Οἱ
τύραννοι ἐκράτησαν ἐπὶ γῆς, ἀλλ’ ὡς ἄνθρωποι ὄντες ἐξέλιπον, ὧν ἀληθῶς, οὐχ
εὑρέθη τόπος φησὶ Δαβίδ, Σοῦ δὲ Χριστὲ αἰώνιος, μένει βασιλεία ἡ κραταιά, ἐν ᾗ
δεδοξασμένους, Σοὺς Μάρτυρας ἐδέξω· μεθ’ ὧν ἐλεύσῃ κρῖναι ἅπαντας.
Ἡ
δόξα τῶν Μαρτύρων διὰ παντός, διαμένει ὡς αἴγλη ἀνέσπερος, παρὰ Θεοῦ, τούτοις
χαρισθεῖσα ὧν τὴν σεπτήν, εἰκόνα κατοπτεύοντες, πίστει προσκυνοῦμεν οἱ εὐσεβῶς,
αὐτῶν τελοῦντες μνήμην, ὧν πρὸς Χριστὸν πρεσβείαις, πταισμάτων τύχοιμεν
ἀφέσεως.
Τῶν
Σῶν Νεομαρτύρων Χριστὲ λιταῖς, τῶν τοῦ βίου δεινῶν ἡμῶν κούφισον, φόρτον βαρύν,
ἡμᾶς καταθλίβοντα καὶ ἡμῶν, τῆς διανοίας φρόνημα, νέκρωσον Σῷ φόβῳ τῷ χοϊκῷ,
διὰ τῆς μετανοίας, τυχεῖν τῆς σωτηρίας, καταξιῶν ἡμᾶς ὡς εὔσπλαγχνος.
Ἡττᾶται
ὕμνος ἅπας ὡς ἀληθῶς, συνεκτείνεσθαι σπεύδων χαρίσμασι, τοῖς παρά Σου, Σῶτερ
πεμπομένους Σου τοῖς πιστοῖς· δι’ ὃ πτωχὸν ἐφύμνιον, δέξαι εὐγνωμόνως Σοι παρ’
ἡμῶν, διὰ τῶν Σῶν Μαρτύρων, τολμώντων Σοὶ προσᾶξαι, ὧν ἱκεσίαις ἡμᾶς λύτρωσαι.
Ἐν
Κίνᾳ Νεομάρτυρες τοῦ Χριστοῦ, ἐν τῷ βίῳ ἡμῶν ἡμῖν πάρεστε, ὡς ἀῤῥωγοί, καὶ τῷ
τῆς ἐξόδου ἡμῶν καιρῷ, τῶν ψυχῶν θεῖοι πρόμαχοι, κατὰ τῆς δαιμόνων ἐπιδρομῆς,
τῆς κρίσεως ἐν ὥρᾳ, ὑπὲρ ἡμῶν αἰτοῦντες, παρὰ Χριστοῦ τὸ μέγα ἔλεος.
Θεοτοκίον.
Ὑπεραγία
Μῆτερ Θεοῦ Ἁγνή, ἀειπάρθενε ῥῦσαι πρεσβείαις Σοῦ, σοὺς ὑμνητάς, τοῦ ἐν τῇ
γεέννῃ φρικτοῦ πυρός· δι’ ὑπὲρ ψάμμον πταίσματα, ἡ Σὴ γὰρ ἀγάπη τοῦ Σοῦ Υἱοῦ,
κινεῖ τὴν εὐσπλαγχνίαν, ὑπὲρ ἡμῶν τῶν ὕμνοις, ἀξιοχρέως Σε δοξάζοντας.
Ἐξαποστειλάριον.
Ἦχος γ΄. Ἐν πνεύματι τῷ ἱερῷ.
Μητρόφανες
ὡς ἱερεύς, σὺν συνάθλοις σου χαῖρε, νηπίῳ Ἰωάννῃ τε, Ἡσαΐᾳ καὶ Παύλῳ, Μαρίᾳ
Ἄννῃ καὶ Ἴᾳ, Βίτῳ καὶ τῶν Κλημέντι, Ματθαίῳ σὺν τοῖς λοιποῖς τε, ἱκετεύοντες
Χριστόν, δυναμοῦν ἡμᾶς τήρειν, τὰς ἐντολὰς τοῦ σωθῆναι.
Θεοτοκίον.
Ὃν
ἔφη πρὶν Ἀνατολήν, ἐκ παρθένου τεχθέντα, καὶ κόσμον καταυγάσαντα, ὁ προφήτης
ἀκτῖσι, τῆς ἀληθείας γῆς ἄκρα, ἐξ ἐώας ἔφανε, δυσμῶν ἄχρις ἑπομένους, σὺν Μητρὶ
τοὺς ἀθλητάς, ἔχων στίλβοντας φωτός, μαρμαρυγαῖς θείας δόξης.
Αἶνοι.
Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὡς
ἐξ Ἀνατολῆς, ὁ ἥλιος ἀνίσχει, νέων ἐσμὸς Μαρτύρων, φωτὶ τῆς ἀληθείας, ἐκεῖθεν
κόσμῳ ἔλαμψεν. (Δίς)
Κίνα
νῦν ἀπὸ σοῦ, τὰ εἴδωλα καὶ μύθους, ἀπόθου καὶ εὐφήμει, Μάρτυρας σὲ εἰδώλων, τῆς
πλάνης ἐκκαθαίροντας.
Σοῦ
μετὰ τῶν σεπτῶν, συνάθλων ἐκδυσώπει, Μητρόφανες θεόφρον,
Χριστὸν συγκληρονόμους, ὑμῶν ὑμᾶς ἐκδέξασθαι.
Δόξα.
Ἦχος δ΄.
Ὑμεῖς
ἐστὲ ἡ δόξα τῶν Μαρτύρων, καὶ ἡ χαρὰ τῶν Ἀγγέλων, οἱ ἐν Κίνᾳ ἀναδειχθέντες
Νεομάρτυρες, Χριστοῦ τοῦ Θεοῦ, τὸ καύχημα ἡμῶν, καὶ ἀθεΐας ῥύπου, ὁ καθαρμὸς
τῆς Κίνας, πιστῶν ὀρθοδόξων ἡ ἀνάπαυσις, καὶ πτῶσις τῶν δαιμόνων, οὐκέτι
δούλους ὑμᾶς, ἀλλ’ ἑαυτοῦ ἀδελφοὺς ὁ Χριστὸς ἀποκαλεῖ, ὅτι βίᾳ καὶ ὀδύνῃ
μαρτυρίου, τῆς θείας υἱοθεσίας ἠξιώθητε. Πρέσβεις κραταιοὶ πρὸς Χριστόν, καὶ
πεπαῤῥησιασμένοι γεγόνατε, ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, βοώντων πρὸς ὑμᾶς·
πρεσβεύσατε τῷ Κυρίῳ, ἔλεος παρασχεῖν, ταῖς ψυχαῖς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Δοξολογία
μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου