ΙΟΥΝΙΟΣ ΙΑ΄!!
ΒΑΡΝΑΒΑΣ ΑΠΟΣΤΟΛΟΣ
ΑΚΟΛΟΥΘΙΑ
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ
ψάλλομεν Στιχηρὰ προσόμοια τοῦ Ἀποστόλου. Ἦχος δ´. Ὁ ἐξ ὑψίστου κληθείς.
Ἀξίως
ὄντως Βαρνάβας ἐπεκλήθης, μύστα παναοίδιμε ὑπ᾿ Ἀποστόλων Χριστοῦ, σὺ γὰρ υἱὸς
παρακλήσεως, πᾶσιν ἐδείχθης, χρησταῖς ἐλπίσι παραμυθούμενος, Σταυρὸν φόρτον
ἄρας τε τὸν ἐλαφρώτατον, ζυγόν τε φέρων χρηστότατον, τῆς ἁμαρτίας ἄχθος
ἐξαίροντα τὸ πικρότατον, ὅθεν σὲ πίστει μακαρίζομεν, εὐφημοῦντες ἀεὶ
Παμμακάριστε, ὡς Ἀπόστολον μέγαν, παρακλήτου ὡς ἐπώνυμον.
Μέγα
τὸ κλέος τὸ σόν ἐστι Βαρνάβα, ἐπείπερ Αὐτόκλητος Χριστῷ προσέδραμες, πεισθεὶς
τοῖς λόγοις καὶ θαύμασι, διὸ προφρόνως, μετὰ τοὺς δώδεκα Χριστὸς ἔταξεν, ἐν
τοῖς ἑβδομήκοντα κορυφαιότατον, αὖθις δὲ Πνεῦμα τὸ Ἅγιον, μετὰ τοῦ Παύλου,
Ἀπόστολον σὲ ἴδιον ἔφησεν, ἐξαποστεῖλαν προηγούμενον, εἰς τὰ ἔθνη, Χριστῷ ἃ
προσήγαγες, προσκυνεῖν ἐκδιδάξας, μίαν φύσιν τρισυπόστατον.
Εὐχαριστήριον
ὕμνον σοι προσάδει, Πατρίς, ἡ τιμία σου Κύπρος ἀοίδιμε, ὅτι σὺ ταύτην Ἀπόστολε
ἐξ οἰκουμένης, πάσης σαυτῷ εἰς θρόνον ἐστήριξας, καὶ γὰρ Ἀντιόχειαν, σὺ
προετοίμασας, καὶ Ῥώμην αὖθις τῷ Σίμωνι, τὴν Ἀλεξάνδρου, Μάρκῳ τῷ πάνυ. Πρώτας
τῶν Πόλεων, τὴν δὲ πατρίδα οἰκειωσάμενος, Ἀποστόλων εἰς θρόνον ἀπέδειξας,
Βασιλείοις τιμήσας, αὐτεξουσίοις τε γνωρίσμασιν,
Ἕτερα.
Ἦχος ὁ αὐτός. Ἔδωκας σημείωσιν.
Εἴληφας
Ἀπόστολε, κατὰ δαιμόνων ἀήττητον, ἐξουσίαν καὶ δύναμιν, Χριστοῦ ἐν ὀνόματι τὰς
ἀρχὰς τοῦ σκότους τούτων ἀπελαύνων, καὶ διελήλυθας τὴν γῆν, καταλαμπρύνων
καθάπερ ἥλιος, τὴν Ῥώμην τὴν ἀοίδιμον, καταλαβὼν πρῶτος ἔνδοξε, τοῦ Χριστοῦ
ἀνεκήρυξας, τὴν σωτήριον ἕλευσιν. Δίς.
Πρώτην
ἀγαθότητα, καὶ φυσικὴν καὶ ὑπέρθεον, πολιτείαν μιμούμενος, ἀνήρ, ἐχρημάτισας,
ἀγαθὸς Βαρνάβα, κατὰ μετουσίαν καὶ παρακλήσεως υἱός, διαφερόντως ὀνομαζόμενος,
τῶν τρόπων σοῦ χρηστότητι, καὶ τῇ τοῦ νοῦ καθαρότητι, τοὺς πιστοὺς παρεκάλεσας,
ἐπιμένειν τῇ χάριτι.
Ὄργανον
εὐάρμοστον, τῇ θεϊκῇ κυβερνώμενον, ἐνεργείᾳ τοῦ Πνεύματος, Βαρνάβα γενόμενος,
τῶν ἐθνῶν τὴν κλῆσιν, σὺ κατεπιστεύθης, πρὸς τὴν ἐπίγνωσιν Χριστοῦ,
μεταῤῥυθμίζων λόγοις καὶ πράξεσι, καὶ ταῦτα κατεφώτισας, ὁμολογεῖν ἀληθέστατα,
Ἰησοῦ τὴν θεότητα, καὶ Σωτῆρος, ἀοίδιμε.
Δόξα.
Ἦχος πλ. δ´.
Λευϊτικῆς
ἐκβλαστήσας φυλῆς, Προφητικῆς τε καὶ Ἱερατικῆς, ὡς Μωϋσῆς, καὶ Σαμουήλ, τὴν
νομικὴν μετὰ Ἀαρὼν ἱερωσύνην ὑπερήλασας. Χριστῷ γὰρ φοιτήσας Θεῷ Βασιλεῖ καὶ
Ἀρχιερεῖ, τῆς χάριτος Λειτουργός, Μύρῳ νοητῷ κατακέχρισαι, καὶ Ἀπόστολος ἐθνῶν
προχειρισθείς, εἰς τὴν οἰκουμένην ὑπὸ τοῦ Πνεύματος ἐξαπεστάλης, τὴν
Ἀρχιερατικὴν ἐπωμίδα ὡς ποιμήν, καὶ τὸν ποδήρη οἷα δίκτυον, ὡς ψυχῆς ἁλιεὺς καὶ
τὸ πολύτιμον λόγιον, ὡς κῆρυξ τῆς χάριτος ἀπημφιάσω. Ἄρτον Οὐράνιον, καὶ οἶνον
Σωτήριον, θυσίαν ἀναίμακτον προσφέρων, κατὰ τὴν τάξιν Μελχισεδέκ. ὅθεν ἀντὶ
γνόφου, καὶ νεφέλης, τὴν γλωσσοπυρσόμορφον τοῦ Πνεύματος χάριν δεξάμενος,
ἐξουσίαν εἴληφας ἀφιέναι ἁμαρτίας, φωτίζειν τε καὶ καθαίρειν, καὶ ἁγιάζειν τὰς
ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Ὁ Βασιλεὺς τῶν
οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ
Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς
προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ
τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν
τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα
Καθολικῆς
Πρώτης Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα.
Ἀγαπητοί,
εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ
ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι' ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν
εἰς κληρονομίαν ἄφθαρτον, καὶ ἀμίαντον, καὶ ἀμάραντον, τετηρημένην ἐν Οὐρανοῖς,
εἰς ἡμᾶς τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως, εἰς Σωτηρίαν ἑτοίμην
ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ. Ἐν ὦ ἀγαλλιάσθε, ὀλίγον ἄρτι (εἰ δέον ἐστι)
λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ἡμῶν τῆς πίστεως, πολὺ
τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζόμενου, εὑρέθη εἰς
ἔπαινον, καὶ τιμήν, καὶ δόξαν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὃν οὐκ εἰδότες
ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δέ, ἀγαλλιάσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ
δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν Σωτηρίαν ψυχῶν.
Καθολικῆς
Πρώτης Ἐπιστολῆς Πέτρου
Ἀγαπητοί,
ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ἡμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν
φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς, μὴ
συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν
καλέσαντα ἡμᾶς Ἅγιον, καὶ αὐτοὶ Ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γεννήθητε, διότι
γέγραπτε. Ἅγιοι γίνεσθε, ὅτι ἐγὼ Ἅγιός εἰμι, καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν
ἀπροσωπολήπτως κρίνοντα κατὰ τὰ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν
χρόνον ἀναστράφητε, εἰδότες, ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἡ χρυσίῳ ἐλυτρώθητε ἐκ
τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαράδοτου, ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου,
καὶ ἀσπίλου Χριστοῦ.
Καθολικῆς Πρώτης Ἐπιστολῆς Πέτρου
Ἀγαπητοί,
παρακαλῶ ὑμᾶς ὡς παροίκους καὶ παρεπίδημους, ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν,
αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς, τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν
ἔχοντες καλήν, ἵνα ἐν ὧ καταλαλῶσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων
ἐποπτεύσαντες, δοξάσωσι τὸν Θεὸν ἐν ἡμέρᾳ Ἐπισκοπῆς, ὑποτάγητε οὖν πάσῃ
ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε Βασιλεῖ, ὡς ὑπερέχοντι, εἴτε Ἡγεμόσιν, ὡς
δι αὐτοῦ πεμπομένοις, εἰς ἐκδίκησιν μὲν κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν, ὅτι
οὕτως ἐστὶ τὸ θέλημα τοῦ Θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀγνωσίαν.
Ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ᾿ ὡς
δοῦλοι Θεοῦ, πάντας τιμήσατε. Τὴν ἀδελφότητα ἀγαπᾶτε. Τὸν Θεὸν φοβεῖσθε. Τὸν
Βασιλέα τιμᾶτε. Οἱ οἰκέται ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον
τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς. Τοῦτο γὰρ χάρις, εἰ διὰ
συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας, πάσχων ἀδίκως, ποῖον γὰρ κλέος, εἰ
ἁμαρτάνοντες, καὶ κολαφιζόμενοι ὑπομενεῖτε; Ἀλλ᾿ εἰ ἀγαθοποιοῦντες καὶ
κολαφιζόμενοι ὑπομενεῖτε, τοῦτο χάρις παρὰ Θεῷ, εἰς τοῦτο γὰρ ἐκλήθητε ὅτι καὶ
Χριστὸς ἔπαθεν ὑπὲρ ὑμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐπακολουθήσητε τοῖς
ἴχνεσιν αὐτοῦ. Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.
Ὃς λοιδορούμενος, οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ
κρίνοντι δικαίως. Ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ
τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι, τῇ δικαιοσύνῃ ζήσωμεν.
Λιτή.
Ἦχος β´.
Βαρνάβα
Ἀπόστολε, τὸ ἑξαστράπτον κειμήλιον τοῦ Ἁγίου Πνεύματος, καὶ τῶν Κυπρίων τὸ μέγα
καύχημα, ὡς υἱὸς παρακλήσεως, ὁ καὶ πρὸ Παύλου τῶν ἑβδομήκοντα Μαθητῶν.
γενόμενος κορυφή, καὶ μετὰ Παύλου πάλιν τὸ Εὐαγγέλιον κηρύξας τοῖς ἔθνεσιν.
Ὅθεν καὶ τῆς χάριτος τὸν Λόγον δι ἔργων πληρώσας, σεαυτὸν προσήνεγκας,
ὁλοκάρπωμα καθαρὸν τῷ διδασκάλῳ σου Χριστῷ, ὦ καὶ πρέσβευε διὰ παντός, Ἀπόστολε
ἔνδοξε, ἐν εἰρήνη σῴζεσθαι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν χαρμόσυνον καὶ
πανέορτον μνήμην σου.
Ὁ
αὐτός.
Δεῦτε
τῶν Κυπρίων, ὁ δῆμος σήμερον, φαιδρῶς ἑορτάσωμεν ἐπὶ τῇ θείᾳ Πανηγύρει τοῦ
ἐνδόξου Ἀποστόλου καὶ θεοκήρυκος, καὶ θείοις ἐγκωμίοις αὐτὸν στέψωμεν λέγοντες.
Χαίροις Βαρνάβα Ἀπόστολε, ὁ Πρῶτος ἐν Ἱερουσαλὴμ κηρύξας τὸ Χριστοῦ Εὐαγγέλιον.
Χαίροις ὁ τῶν Ἀντιοχέων θεῖος Διδάσκαλος, ὃς καὶ παρεκάλεις αὐτοὺς τῇ Ὀρθοδόξῳ
προσμένειν πίστει. Χαίροις ὁ τῶν ἑβδομήκοντα Ἀποστόλων Κορυφαῖος, καὶ τῶν
δώδεκα ἰσοστάσιος. Χαίροις τῆς Ἰταλίας ὁ Πρῶτος κῆρυξ, Εὐρώπης δὲ καὶ Ἀσίας ὁ
θεῖος ῥήτωρ, χαίροις τῶν Κυπρίων τὸ μέγιστον εὖχος, καὶ θεῖον βλάστημα,
πρόεδρος καὶ Ποιμὴν αὐτῶν, καὶ τεῖχος ἀκράδαντον, ἀλλ᾿ ὡς ἔχων παῤῥησίαν πρὸς
Χριστὸν τὸν Θεόν, πρέσβευε ὑπὲρ τῆς ἐκλεκτής σου ποίμνης, ἀσάλευτον προσμένειν
τῇ πίστει τοῦ Χριστοῦ, ἐρηρεισμένην καλῶς εἰς αἰῶνα αἰῶνος Πανεύφημε.
Ὁ
αὐτὸς
Βαρνάβα
Πανεύφημε, ὁ τῶν Κυπρίων θεῖος βλαστός, καὶ μέγα καύχημα, ὁ τῶν ἑβδομήκοντα
Ἀποστόλων Κορυφαῖος, καὶ τῶν δώδεκα ἰσοστάσιος, ὁ τὴν στὴν Πατρίδα τιμήσας εἰς
θρόνον πανένδοξε, τοῖς Βασιλείοις χαρίσμασι, καὶ αὐτεξουσίοις γνωρίσμασιν ὁ καὶ
θείας Πίστεως πεπληρωμένος ὑπάρχων, πρέσβευε Χριστῷ τῷ σῷ Διδασκάλῳ καὶ Θεῷ,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ
αὐτός.
Ἡ
Πάνσεπτος καὶ θεοτίμητος ἑορτή, τοῦ Πανευφήμου Βαρνάβα, ἐπεδήμησε τῇ Ἐκκλησίᾳ
τοῦ Χριστοῦ, προξενοῦσα ἡμῖν εὐφροσύνην Σωτήριον. Μυστικῶς οὖν κροτήσωμεν, καὶ
τούτῳ προσείπομεν λέγοντες. Χαίροις φωστὴρ τῶν ἐν σκότει ἀκτὶς ὑπάρχουσα
φαεινή. Χαίροις Ἀπόστολε ἔνδοξε, τῶν θείων δογμάτων θεμέλιε ἀῤῥαγέστατε. Χαῖρε
κῆρυξ τῆς χάριτος, τῶν Κυπρίων τε μέγα καύχημα, καὶ τῆς οἰκουμένης φαιδρῶν
ἀγαλλίαμα.
Δόξα.
Ἦχος, π.λ α´.
Πιστῶς
πανηγυρίζομεν τὴν Πάνσεπτον καὶ χαρμόσυνον ἡμέραν τῆς σῆς μνήμης Βαρνάβα
Πανεύφημε. ἀνευφημοῦντές σε ὡς υἱὸν παρακλήσεως. τῶν ἑβδομήκοντά τε Ἀποστόλων
Κορυφαιότατον, καὶ τῶν δώδεκα ἰσοστάσιον. Τῶν Ἀντιοχέων δὲ πάλιν φωστῆρα, καὶ
τῶν Κυπρίων θεῖον πρόεδρον καὶ Ποιμένα. Ὅθεν καὶ τῷ Δεσποτικῷ θρόνῳ σὺν
ἀσωμάτοις ἀεὶ παριστάμενος, Ἀποστόλων τε καὶ Μαρτύρων χοροῖς, ἐκτενῶς ἱκέτευε
Χριστὸν τὸν Θεόν, τοῦ Σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ
δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον,
τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ α´. Χαίροις ἀσκητικῶν.
Χαίροις,
ἀποστολὴν τῶν ἐθνῶν, ἐμπιστευθεὶς ὑπὸ τοῦ Πνεύματος ἔνδοξε, Βαρνάβα τῆς οἰκουμένης,
ἀκτινοβόλος φωστήρ, Ἐκκλησίας βάσις ἀπερίτρεπτος, ὁ κῆρυξ τῆς χάριτος,
εὐσέβειας Διδάσκαλος, πίστεως στῦλος γεγονώς, Προφητείας τε, ἐνδιαίτημα καθαρὸν
καὶ Σεβάσμιον, Παύλου ὁ προηγούμενος, τῆς Κύπρου τὸ καύχημα, τῶν ἑβδομήκοντα
πρῶτος, τῶν δώδεκα ἰσοστάσιος, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ
μέγα ἔλεος.
Στ.: Εἰς πᾶσαν τὴν
γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Χαίροις
ὁ πάλαι μὲν Ἰωσῆ, προσηγορίαν κληρωσάμενος ἔνδοξε, τανῦν δὲ τῶν ἀρετῶν σου, περιουσίᾳ
πολλῇ, τὴν ἐπωνυμίαν ἀμειψάμενος, υἱὲ παρακλήσεως, Παρακλήτου ἐπώνυμε, ἐκ τοῦ
Πατρὸς μέν, προρισθεὶς εἰς Ἀπόστολον, ὑπὸ υἱοῦ τε καὶ Ἁγίου Πνεύματος, σκεῦος
ἁγνὸν τῆς χάριτος, ὁ Πίστεως ἔμπλεως, καὶ χαρισμάτων παντοίων, ὡς ἀγαθὸς
μαρτυρούμενος, Χριστὸν ἐκδυσώπει ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν
Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Χαίροις Ἀντιοχέων λαμπτήρ, Χριστιανῶν ἐπωνυμίαν
ἐνθέμενος, καὶ Ῥώμην πρῶτος φωτίσας, Εὐαγγελίου αὐγαῖς, καὶ τῆς Ἰταλίας τὸ
περίγειον, θαυμάτων πυρσεύμασι καταπλήξας τὰ πέρατα, Μεδιολάνων προεδρεύσας ἐν
χάριτι, καὶ τὴν μέλαιναν ἐκδιώξας ἀσέβειαν, αὖθις εἰς Ἀλεξάνδρειαν, Εὐρώπην
ἐπέδραμες, Κύπρον σὴν πάλιν πατρίδα, ἀρχὴν καὶ τέλος σοῖς αἵμασι, καὶ λόγοις
κοσμήσας νῦν πρεσβεύεις πρὸς τὸν κτίστην ἐλεηθῆναι ἡμᾶς.
Δόξα.
Ἦχος πλ. δ´.
Ἔχει
μὲν ἡ θειοτάτη σου ψυχὴ καὶ ἄμωμος, Βαρνάβα ἰσάγγελε, τὴν ἄνω Ἱερουσαλὴμ
Πατρίδα Οὐράνιον, ἔχει δὲ καὶ τὸ πολύαθλόν σου σῶμα, τὴν θεοδίδακτόν σου Κύπρον
Πατρίδα ἐπίγειον. Ἄνω μὲν τὸ Πνεῦμα παρὰ τῷ θρόνῳ τοῦ ἀοράτου Θεοῦ, μετ᾿
ἀγγέλων συναγάλλεται, τῇ τερπνοτάτῃ θέᾳ τῆς ἀπροσίτου δόξης, ἐντρυφῶν τῆς
θεότητος, καὶ τῆς ὁμοουσίου Τριάδος τῇ ἑνώσει θεούμενον, κάτω δὲ ἡ σωρὸς τῶν
τιμίων Λειψάνων σου, ἰαμάτων πηγὴ ἀναδείκνυται. Ἐπὶ πολὺ δὲ διαρκέσασα, διὰ τὰς
πυκνὰς ἐνεργείας, τόπος Ἰάσεων ἐπικαλεῖται, διὸ δὴ καὶ νῦν ἡμῖν ἀοράτως συνών,
ἐκ τῆς Οὐρανίου περιοπῆς, ἐν Θεῷ τε ἐπισκεπτόμενος ἡμᾶς, ἀποσόβησον ἀφ᾿ ἡμῶν ὡς
φιλόστοργος, πᾶσαν ὀργὴν ἐπερχομένην διὰ τὰς ἀνομίας ἡμῶν, λιμοῦ λοιμοῦ τε καὶ
σεισμοῦ, ἀκρίδος, ὁμίχλης, πυρός τε καὶ χαλάζης, πολέμων ἐπιδρομὰς καὶ
αἰφνίδιον θάνατον, καὶ πᾶσαν ἐπιβουλὴν τοῦ διαβόλου, αἰτούμενος ἡμῖν εἰρήνην,
καὶ τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον
τοῦ Ἀποστόλου. Ἦχος, γ´.
Ἀπόστολε
ἅγιε Βαρνάβα, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς
ψυχαῖς ἡμῶν.
Δόξα.
Ἕτερον. Ἦχος α΄.
Τὸ
μέγα κλέος τῆς Κύπρου, τῆς Οἰκουμένης τὸν κήρυκα, τῶν Ἀντιοχέων τὸν πρῶτον τῆς
χριστωνύμου κλήσεως ἀρχιτέκτονα, τῆς Ῥώμης τὸν κλεινὸν εἰσηγητήν, καὶ θεῖον τῶν
ἐθνῶν σαγηνευτήν, τὸ τῆς χάριτος δοχεῖον, τοῦ Παρακλήτου Πνεύματος τὸν ἐπώνυμον
. Ἀπόστολον τὸν μέγαν, τῶν τοῦ θείου Παύλου συνέκδημον, τῶν ἑβδομήκοντα πρῶτον,
τῶν δώδεκα ἰσοστάσιον, πάντες συνελθόντες σεπτῶς οἱ πιστοί, τὸν Βαρνάβαν ᾄσμασι
στέψωμεν, πρεσβεύει γὰρ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν,
κάθισμα. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Τὸν
Ἀπόστολον πάντες ἀνευφημήσωμεν, ὡς αὐτόπτην τοῦ λόγου καὶ θεῖον κήρυκα, καὶ τῶν
ἐθνῶν Πνευματικὸν σαγηνευτὴν ὡς ἀληθῶς, ὅτι προσήγαγεν ἡμᾶς εἰς τὴν ἐπίγνωσιν
Χριστοῦ, Βαρνάβας ὁ θεηγόρος, ὁ μέγας ἡμῶν προστάτης, καὶ νῦν πρεσβεύει
ἐλεηθῆναι ἡμᾶς.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τῶν
ἐν σοι τὰς ἐλπίδας Παρθένε Ἄχραντε, ἀνενδοιάστως ἐχόντων σκέπη ὑπάρχουσα, ἐκ
ποικίλων πειρασμῶν, καὶ περιστάσεων, καὶ κινδύνων χαλεπῶν, ἐλευθέρωσον ἡμᾶς,
πρεσβεύουσα τῷ Υἱῷ σου, σὺν τοῖς Αὐτοῦ Ἀποστόλοις, καὶ σῶσον πάντας τοὺς
ἀνυμνοῦντάς σε.
Μετὰ
τὴν β´ στιχολογίαν, κάθισμα. Ἦχος πλ δ´. Τὴν σοφίαν καὶ λόγον.
Τὸν
φωστῆρα τὸν μέγαν καὶ ὁδηγόν, τῆς ἡμῶν Σωτηρίας τὴν ἀπαρχήν, τὸν θεῖον
ὑμνήσωμεν τοῦ Κυρίου Ἀπόστολον, ὅτι φῶς τοῖς ἐν σκότει ἡμῖν ἑξανέτειλε, καὶ τὸν
Ἥλιον πᾶσι τῆς δόξης ἐγνώρισεν, ὅθεν καὶ τὴν πλάνην τῶν εἰδώλων καθεῖλε. Τριάδα
γὰρ ἐκήρυξεν ἐν μιᾷ τῇ θεότητι, διὰ τοῦτο βοῶμεν αὐτῷ . Πρέσβευε Χριστῷ τῷ Θεῷ,
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν Ἁγίαν μνήμην σου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν
Οὐράνιον πύλην καὶ κιβωτόν, τὸ Πανάγιον ὅρος, τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν,
τὴν Οὐράνιον κλίμακα, τὸν λογικὸν παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς
οἰκουμένης ὅλης τὸ μέγα κειμήλιον, ὅτι Σωτηρία ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ, καὶ
ἄφεσις τῶν ἀρχαίων ἐγκλημάτων, διὰ τοῦτο βοῶμεν αὐτῇ, πρέσβευε τῷ σῷ Υἱῷ, καὶ
Θεῷ, τῶν πταισμάτων δοθῆναι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει τὸν
Πανάγιον Τόκον σου.
Μετὰ
τὸν πολυέλεον, κάθισμα. Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ Λόγον
Ὡς
συνέκδημος Παύλου ἀναδειχθείς, καὶ ποικίλους κινδύνους ὑπενεγκών, ἀνδρείως
πανεύφημε τοῦ Κυρίου Ἀπόστολε, καὶ τὸν δρόμον ἀθλήσει τελέσας τῆς πίστεως, σὺν
αὐτῷ Βαρνάβα, εὐφραίνῃ Μακάριε, ὅθεν καὶ πατρίδα σὴν ἀξίως τιμήσας, εἰς θρόνον
ἀπέδειξας Ἀποστόλων αοίδιμε, διὰ τοῦτο βοῶμεν σοι, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν Ἁγίαν μνήμην σοῦ.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ὅταν
ἔλθῃ τοῦ κρῖναι πᾶσαν τὴν γῆν, ὁ τῶν ὅλων Δεσπότης καὶ Ποιητής, προβάτοις με
σύνταξον δεξιοῖς τὸν κατάκριτον, καὶ ἐξωτέρου σκότους, καὶ πάσης κολάσεως, τὸν
σὸν ἀχρεῖον δοῦλον ἐξάρπασον ἄχραντε, ἵνα εὐχαρίστως μεγαλύνω τὸν πλοῦτον τῆς
σῆς ἀγαθότητος Θεοτόκε πανύμνητε, καὶ βοῶ σοι γηθόμενος, πρέσβευε τῷ σῷ Υἱῷ καὶ
Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι, σὲ γὰρ ἔχω ἐλπίδα ὁ ἀνάξιος δοῦλός σου.
Εἶτα, οἱ ἀναβαθμοί. Τὸ α´. Ἀντίφωνον τοῦ δ΄ ἤχου
Προκείμενον: Εἰς
πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ
ῥήματα αὐτοῦ.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν
Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν: Τῷ καιρῷ ἐκείνῳ, ἀνέδειξεν ὁ Κύριος καὶ
ἑτέρους ἑβδομήκοντα μαθητάς… Ζήτῃ τῆς στ´ τῆς α΄ Ἑβδομάδος,
Ὁ Ν´ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. δ΄. Στ.: Ἐλέησόν μὲ ὁ Θεός…
Ἀπόστολε
τοῦ Σωτῆρος Βαρνάβα πανεύφημε, τῆς Ἰταλίας ὁ Διδάσκαλος, τῶν Ἀντιοχέων ὁ θεῖος
κῆρυξ, καὶ τῶν Κυπρίων τὸ μέγα καύχημα, υἱὲ παρακλήσεως, ἡ γαλήνη τῶν
χειμαζόμενων, ἀπαύστως ἐν τῇ θεία μνήμη, σοῦ, παῤῥησίαν ἔχων πρὸς Κύριον, ἱκέτευε
ἐν εἰρήνη φυλαχθῆναι τὴν σὴν ποίμνην, θεόπνευστε.
Εἶτα, Οἱ Κανόνες· ὁ Κανὼν τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς στ´.
καὶ τοῦ Ἀποστόλου εἰς η´.
ᾨδὴ
α´. Ἦχος δ´. Ἐν βυθῷ κατέστρωσέ ποτε.
Ὡς
ἀνὴρ ὑπάρχων ἀγαθός, καὶ τῆς παρακλήσεως, υἱὸς φανεὶς τῆς ψυχῆς μου τὴν
κάκωσιν, καὶ τῆς ἁμαρτίας μου, τὴν ψυχώλεθρον ἀθυμίαν ἀπέλασον, ὅπως εὐφροσύνης
ἔμπλεως γενόμενος ὑμνήσω σε.
Δεδεγμένος
Μάκαρ τὸ σεπτόν, φέγγος τοῦ βλαστήσαντος ἐκ τῆς φυλῆς τοῦ Ἰούδα Πανόλβιε,
Χριστοῦ τοῦ Παντάνακτος, ἐκ Λευΐτιδος συγγενείας ὁρμώμενος, τῆς Ἱερωσύνης,
νόμου τε μετάθεσιν ἐκήρυξας.
Ὁ
πιστὸς λαὸς ὁ πανταχοῦ ταῖς Διδασκαλίαις σοῦ, καὶ ταῖς αὐγαῖς φωτισθεὶς τῶν
θαυμάτων σου, ἀπείρους τὰς χάριτας, τῇ πατρίδι σου Κύπρῳ νέμει Ἀπόστολε. ἥν περ
διασῴζοις, πάσης ἐναντίας περιστάσεως.
Ὁ
Λουκᾶς σε Μάκαρ πρωτουργόν, Χριστωνύμου κλήσεως, Ἀντιοχέων ἐν Πράξεσιν ἔγραψε,
Βαρνάβα Ἀπόστολε, ὅθεν ἅπαντες , τῇ πατρίδι σου νέμουσιν, ἔξοχα πρεσβεῖα, καὶ
σὲ σφῶν προστάτην ἐπιγράφονται. .
Ὁ
ναός σου Μάκαρ ὁ σεπτός, ὡς τῇ θείᾳ κόνει σου, πεπλουτισμένος Βαρνάβα πανεύφημε
πηγὴ ἀναδείκνυται, τῶν Ἰάσεων τοῖς ἐν πίστει προστρέχουσι, καὶ ἐξαιτουμένοις
ψυχῶν καὶ σωμάτων τὴν παράκλησιν.
Θεοτοκίον.
Νεανίδων
θείων ὁ χορός, ἐνθεαστικώτατα, ἐν γυναιξί σε καλὴν ᾀσματίζουσι, Θεοτόκε
Δέσποινα, καλλοναῖς ὡραϊζομένην Θεότητος, τὸν καλλοποιὸν γὰρ Λόγον ὑπὲρ Λόγον
ἀπεκύησας.
ᾨδὴ
γ. Ἐξήνθησεν ἡ ἔρημος
Νεφέλη
τὸν ἑκούσιον, ἡμῖν ὄμβρον φέρουσα, ἐκ τῶν πηγῶν τῆς χάριτος, καθωράθης Βαρνάβα
ἔνδοξε, καὶ τρυφῆς τὸν χειμάῤῥουν ποταμίζουσα.
Λαμπόμενοι
τῇ χάριτι, τοῦ Σταύρου σοῦ Δέσποτα, οἱ εὐκλεεῖς Ἀπόστολοι, σοι τὰ ἔθνη πίστει
προσάγουσιν, ὁ Βαρνάβας καὶ Παῦλος οἱ θεόφρονες.
Σοφίας
θείας ἔμπλεως, γεγονὼς καὶ πίστεως, Βαρνάβα παναοίδιμε, τὴν σὴν ποίμνην σοφίας
ἔμπλησον, καὶ πίστεως καρποὺς φέρειν ἀνάδειξον.
Ἡ
Κύπρος μὲν τὴν κόνιν σου θησαυρὸν ἀσύλητον, σεμνυνομένη κέκτηται, Οὐρανὸς δὲ τὸ
θεῖον Πνεῦμά σου, ἐξ οὗ νῦν ἐποπτεύεις τοὺς τιμῶντάς σε.
Οὐράνιον
πολίτευμα, κεκτημένος ἔνδοξε, πατρίδα σὴν τιμῶσάν σε μὴ παρίδῃς κακουχουμένην
δεινῶς, ἐξ ἐθνῶν τῶν τῆς Ἄγαρ, ἀλλὰ λύτρωσαι.
Θεοτοκίον.
Ἐφάνης
καθαρότητι, ὡσεὶ κρίνον Δέσποινα, τῶν ἀκανθῶν ἐκλάμπουσα, λαμπηδόσι τῆς
παρθενίας σου, ἐν μέσῳ Θεοτόκε Παναμώμητε.
Κάθισμα.
Ἦχος πλ. δ´. Αὐλῶν Ποιμενικῶν.
Τοῦ
νόμου τὴν σκιάν, σὺ λιπὼν ὡς ἐχέφρων, τῇ χάριτι φοιτᾷς, θεοφόρε Βαρνάβα, κατὰ
πόλιν καὶ χώραν, τοῦ σταυρωθέντος φέρων τὸ ὄνομα, θαύμασι καὶ σημείοις, τοὺς
ἀπειθοῦντας πρὸς τὴν ἀλήθειαν, καθοδηγήσας ὤφθης ἐν Χριστῷ, τοῦ Κόσμου
παράκλησις.
Δόξα.
Ἕτερον. Ἦχος ὁ αὐτός. Τὴν σοφίαν καὶ Λόγον.
Τὴν
σοφίαν τὴν ὄντως σὺ ἐσχηκώς, σὲ μυοῦσαν παμμάκαρ τὰ ὑπὲρ νοῦν, σοφίαν
κακοδαίμονα, τῶν Ἑλλήνων ἐμώρανας, καὶ τῶν ἐθνῶν ἐγένου φωστὴρ καὶ Ἀπόστολος,
Ἀντιοχέων πρῶτος ὑπάρξας Διδάσκαλος, καὶ Μεδιολάνων προεδρεύσας ἀξίως, πατρίδα
ἐτίμησας, σὴν εἰς θρόνον Πανεύφημε, ὦ Βαρνάβα θεόπνευστε, πρέσβευε Χριστῷ τῷ
Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν Ἁγίαν μνήμην
σου.
Καὶ
νῦν. Θεοτοκίον.
Ὡς
Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι
μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων, τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς θεότητος,
καὶ ὡς βρέφος θηλάζεις τὸν Κτίστην καὶ Κύριον, ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων
τὸ γένος, ἀξίως δοξάζομεν, τὸν Πανάγιον Τόκον σου, καὶ συμφώνως βοῶμέν σοι·
πρέσβευε τῷ σῷ Υἵῳ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν
ἐν πίστει τὸν Πανάγιον τόκον σοῦ.
ᾨδὴ
δ´. Ἐλήλυθας ἐκ Παρθένου.
Ἑπόμενος
προσταγαῖς τοῦ Δεσπότου Ἀπόστολε, Βαρνάβα Πανεύφημε, τοῖς πενομένοις διένειμας,
ὅλην σοῦ τὴν ὕπαρξιν, καὶ Χριστοκήρυξ ἐγένου μεγαλόφωνος.
Ὡς
ἥλιος διατρέχων τοῦ κόσμου τὰ πέρατα, Βαρνάβα πανένδοξε, ἀκτινοβόλοις
ἐλλάμψεσι, Παύλῳ ἐφεττόμενος, καταλαμπρύνεις τῷ Λόγῳ τῷ τῆς χάριτος.
Συνέκδημον
σὲ τοῦ Παύλου Βαρνάβα γενόμενον, καλῶς τὸν ἀγῶνά τε ἀγωνισάμενον δόξης σε,
Λόγος ὁ προάναρχος, συγκληρονόμον τῆς αὐτῆς κατηξίωσε.
Τῷ
Πέτρῳ σὺ προκατήρτισας Ῥώμην ἀοίδιμε, Ἀλεξάνδρου πόλιν τε, Μάρκῳ, σοῖς λόγοις
καὶ θαύμασιν, ὅθεν τῶν ἀγώνων σε, Χριστὸς ἀμείψας ἀξίως ἐστεφάνωσε,
Προστάτην
σε τῆς ἡμῶν Σωτηρίας γινώσκομεν, τὰ τῷ σῷ κηρύγματι, πεφωτισμένα θεόσοφε, ἔθνη,
καὶ τιμῶμέν σου, τὴν θείαν κόνιν, καὶ Κύπρον τὴν ἐνέγκασαν.
Θεοτοκίον.
Ἡ τῆς
Εὔας Θεομῆτορ κατάρα τῷ τόκῳ σου, λέλυται Πανάμωμε, σεσαρκωμένον γὰρ τέτοκας,
λόγον τὸν ἀΐδιον, τὸν εὐλογίαις τὸν Κόσμον στεφανώσαντα.
ᾨδὴ
ε΄. Μεσίτης Θεοῦ
Ὁ
Νόμου σκιάν, ὑπερβάς, καὶ χάριτι λαμπόμενος, τῶν ἐθνῶν τὸ πλήρωμα,
Εὐαγγελιζόμενος ἐφώτισεν, ὁ Βαρνάβας ὁ θεῖος τῷ τοῦ Χριστοῦ κηρύγματι.
Βοῶντος
φωνή, ἐν ἐρήμοις ἔθνεσιν ἐγένου σοφέ, τῆς θείας σαρκώσεως, τὸ ὑπὲρ κατάληψιν,
Μυστήριον, ἀναγγέλλων τοῖς πᾶσι, Βαρνάβα Παμμακάριστε.
Βαρνάβα
πιστοὶ τῷ σεπτῷ τεμένει πάντες δράμωμεν, βρύει γὰρ ἰάματα, ψυχῇ τε καὶ σώματι
Σωτήρια, πᾶς διψῶν ἀρυσάσθω, κενοῦται γὰρ οὐδέποτε.
Εἰς
θρόνον τὴν σήν, Ἀποστόλων Κύπρον ἐγκαθίδρυσας, Βαρνάβα αὐτόνομον, αὖθις δὲ
γνωρίσμασι τετίμηκας τῶν πιστῶν Βασιλέων, Ἰουστινιανοῦ καὶ Ζήνωνος.
Ἀγνώμων
μηδείς, πονηρὸς μὴ γένοιτο ζηλότυπος, ἔχει γάρ τι μέγιστον, Κύπρος ἡ περίδοξος,
καὶ ὄλβιον, σὺν σπαργάνοις τὴν κόνιν, Βαρνάβα τοῦ Παμμάκαρος.
Θεοτοκίον.
Ἰδοὺ
ἐν γαστρί, Θεοτόκε πάναγνε Χριστὸν τὸν Θεόν, ὑπὲρ Λόγον ἔσχηκας, ὥσπερ Ἡσαΐας
προηγόρευσεν, ὑπὲρ φύσιν δὲ τοῦτον, Θεογεννῆτορ τέτοκας.
ᾨδὴ
στ´. Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος,
Τὴν
πηγὴν τῆς σοφίας διδάσκαλον, ἔχων παναοίδιμε, Λόγον τὸν ἄναρχον, τὴν κοσμικὴν
ἐμώρανας, θεοκήρυξ σοφίαν τῇ χάριτι.
Ῥιζοτόμος
ἀξίνη γεγένησαι, τὴν ὑλομανήσασαν ἀπάτην τέμνουσα, τοῖς ὑπὲρ Λόγον θαύμασι, τεθηγμένη
Βαρνάβα θεσπέσιε.
Ἐν
ὀνείρῳ ποτε σὺ ἐφέστηκας, τῷ θεοσεβεῖ καὶ πιστῷ Ἀρχιποίμενι, Βαρνάβα
παναοίδιμε, Ἀνθεμίῳ, καὶ τούτῳ προσείρηκας.
Ἴδε
δένδρον, ὑφ᾿ οὗ τεθησαύρισται, λείψανον ἐμὸν σὺν Ματθαίου τῷ τμήματι, σπεῦσον
ταχὺ ἐξάγαγε, μὴ παρίδῃς τὸ φῶς ὑπὸ μόδιον.
Ὡς
ἀνήχθη σπουδῇ Εὐαγγέλιον, Ζήνωνι πιστῷ βασιλεῖ ἐπιδίδοται, ὃς ἅμα τὸ αὐτόνομον,
βασιλείοις κοσμεῖ τοῖς γνωρίσμασιν.
Θεοτοκίον.
Οὐρανὸν
ὁ ταννύσας βουλήματι, Οὐρανὸν ἐπίγειον ἄλλον ἀνέδειξε, σὲ Θεομῆτορ ἄχραντε, καὶ
ἐκ σοῦ ἀνατείλας ἐπέφανε.
Κοντάκιον.
Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Τοῦ
Κυρίου γέγονας παναληθὴς ὑπηρέτης, Ἀποστόλων ὤφθης τε τῶν ἑβδομήκοντα πρῶτος,
ηὔγασας καὶ σὺν τῷ Παύλῳ τὸ κήρυγμά σου ἅπασι καταμηνύων Χριστὸν Σωτῆρα, διὰ
τοῦτο ὑμνῳδίαις τὴν θείαν μνήμην Βαρνάβα
τελοῦμέν σου.
Ὁ
Οἶκος.
Τῶν
ἀρετῶν σοῦ τὴν πληθύν, τίς ὅλως ἐξισχύσοι, εὐφημῆσαι, Ἀπόστολε Κυρίου; πῶς τῆς
σοφίας τοῦ Θεοῦ, ὄντως ἐρευνήσας τὸν ἀπόῤῥητον βυθόν, ἐκεῖθεν κατεπλούτησας,
πάντα τῆς ἀληθείας τὰ νάματα, ὅθεν τὴν οἰκουμένην καταρδεύεις ὥσπερ ῥήθροις,
ταῖς ἐνθέοις σου θεηγορίαις. Διὸ ὁ ἐξ ἐθνῶν λαός, ὡς Χριστομύστην, ὡς κλήσεως
πρωτουργὸν τῆς Χριστωνύμου, σὲ εἰλικρινῶς τιμῶντες ἐν ὑμνῳδίαις, τὴν θείαν μνήμην Βαρνάβα τελοῦμέν σου.
Συναξάριον.
Τῇ ΙΑ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Βαρνάβα.
Νάρδον εὐῶδες
ἐκπιεσθὲν τοῦ Κύπρου.
Τὸν Βαρνάβαν
ἔσχηκα, φησὶν ἡ Κύπρος,
Ἑνδεκάτῃ
παρακλήσεως βῆ τέκος Οὐρανὸν εὐρύν.
Οὗτος
ὁ θεῖος Ἀπόστολος Βαρνάβας, ὄντας ἐκ τῆς περιφήμου νήσου Κύπρου, ὡς ἡ βίβλος
τῶν Ἀποστολικῶν Πράξεων μαρτυρεῖ, καὶ προσελθὼν τῷ Χριστῷ, μαθητὴς αὐτοῦ ἐκ τῆς
τῶν ἑβδομήκοντα χορείας ἀναδείκνυται. Διὰ τῶν ἔργων ὅμως αὐτοῦ, καὶ τῶν ἐν τῷ
κηρύγματι τοῦ Εὐαγγελίου ἀγώνων, οἷα ἰσοστάσιος τῶν δώδεκα κρίνεται, ὡς
πανταχοῦ κηρύξας καὶ αὐτὸς ἔν τε Ἱερουσαλήμ, καὶ Ἀντιοχείᾳ, Ἀλεξανδρείᾳ τε, καὶ
τῇ Παλαιᾷ Ῥώμῃ, Μεδιολάνῳ τε, καὶ Ἰταλίᾳ σχεδὸν ἁπάσῃ, ὡς τὰ περὶ αὐτοῦ
γραφόμενα μαρτυρεῖ. Οὗτος μετὰ Παύλου τοῦ θείου ἐν Ἀντιοχείᾳ, συνεργοῦντος τοῦ
Θεοῦ, ἀπέδειξαν τοὺς πιστεύσαντας Χριστιανούς, κατὰ τὴν Μαρτυρίαν τῶν
Ἀποστολικῶν πράξεων. Ἐγένετο δε, πρῶτον σχηματίσαι ἐν Ἀντιοχείᾳ τοὺς μαθητὰς
Χριστιανούς. Τὸ ὁποῖον σχεδὸν εἶναι μεγαλύτερον σημεῖον τῆς θερμῆς πίστεως, καὶ
Πνευματικῆς Διδασκαλίας τοῦ. Ἀγκαλὰ δὲν εἶναι μικρὸν εἰς ἔπαινον ἐκεῖνο ὁποῦ ὁ
Εὐαγγελιστὴς Λουκᾶς λέγει εἰς τὴν βίβλον τῶν πράξεων περὶ αὐτοῦ. Ἦν δὲ ὁ
Βαρνάβας ἀγαθὸς ἀνήρ, καί, πλήρης Πνεύματος Ἁγίου καὶ πίστεως. Διατί, ἂν
ἐπαινετός, ὁ ἔχων πίστιν, ὡς κόκκον σινάπεως, κατὰ τὴν Εὐαγγελικὴν ἀπόφασιν,
καὶ θαυμάτων ἐργάτης γίνεται, τί ἀκολουθεῖ νὰ συμπεραίνωμεν διὰ τὸν Βαρνάβαν,
ὅπου ἦτον γεμάτος ἀπὸ πίστιν καὶ χάριν Πνευματικήν; Λοιπόν, καὶ ὡς παρακλήσεως
Υἱὸς καὶ ὡς συνεργὸς εἰς τὴν Χριστιανικὴν ἡμῶν ὀνομασίαν, καὶ ὡς ἐθνῶν
Διδάσκαλος, καὶ κῆρυξ Οἰκουμενικός, καὶ Παύλου συνέκδημος Ἀπόστολός τε, καὶ
πλήρης Πνεύματος μαρτυρούμενος, ἄξιος επαίνου παρὰ πάντων, καὶ μάλιστα παρὰ τῶν
συμπατριωτῶν του Κυπρίων, επειδὴ τὴν Ἐκκλησίαν ταύτην, ἐν ἧ καὶ ἐτελεύτησεν, ὡς
ἰδίαν αὐτοῦ περιεποιήσατο, καὶ αὐτεξουσιότητι τετίμηκε, καὶ οὕτω μεμένηκεν
αὐτόνομος ἐξ Ἀποστολικῆς ἀρχαίας παραδόσεως, τὸ ὁποῖον μαρτυροῦσα καὶ ἡ
Οἰκουμενικὴ Τρίτη Ἅγια Σύνοδος ἐν ὀγδόῳ αὐτῆς Κανόνι, ἐπιβεβαιοῖ τοῦτο, καὶ
ἀνεπηρέαστον εἶναι τὴν Ἐκκλησίαν Κυπρίων διακελεύεται. Ἔχει δὲ οὕτως ὁ Κανών:
Οἱ τῶν Ἁγίων Ἐκκλησιῶν τῶν κατὰ τὴν Κύπρον προεστῶτες ἕξουσι τὸ ἀνεπηρέαστον
καὶ ἀβίαστον, κατὰ τοὺς κανόνας τῶν ὁσίων Πατέρων, καὶ τὴν ἀρχαίαν συνήθειαν,
δι ἑαυτὸν τὰς χειροτονίας τῶν εὐλαβεστάτων Ἐπισκόπων ποιούμενοι. Ἀβίαστον λέγει
ὁ Κανών, ἐπειδὴ ὁ Ἀντιοχείας ἐσπούδαξε διὰ κοσμικῆς ἐξουσίας τὴν ἀρχαίαν
συνήθειαν τῆς Κυπρίων αὐτεξουσιότητος διαφθεῖραι, καὶ παραβῆναι τὸν τῆς ἐν
Νικαίᾳ Ἁγίας Συνόδου ὅρον, τὸν λέγοντα, τὰ ἀρχαῖα ἔθη κρατείτω. Ἐκ τοῦ Κανόνος
γοῦν τούτου, μικρὸν ἡσυχάσαντες οἱ Ἀντιοχείας προστάται, ἐπεχείρησαν αὖθις ἐν
τοῖς χρόνοις τοῦ Βασιλέως Ζήνωνος χειροτονίας ποιῆσαι δυναστικῶς, καὶ οὐ
κανονικῶς. Ἀλλὰ τοῦ ἀποστολικοῦ λειψάνου τοῦ θείου Βαρνάβα τότε εὑρεθέντος ἐν
Κύπρῳ (ἔνθα καὶ ναὸς αὐτοῦ μέγιστος) ὑποκάτω κερατωνίας δένδρου πλησίον
Ἀμμοχώστου, μετὰ τοῦ κατὰ Ματθαῖον Εὐαγγελίου, ὁ τῷ Βασιλεῖ προσεκομίσθη παρ’
Ἀνθεμίου τοῦ τότε Ἀρχιεπισκόπου, βασιλικῶς ὡρίσθη, κατὰ τοὺς Κανόνας ἔχειν τὸ
αὐτόνομον τὴν Κυπρίων Ἐκκλησίαν, καὶ βασιλικοῖς μάλιστα, ἐτιμήθη τότε ὁ Κύπρου
παρασήμοις, καὶ ἐκ τοῦ Ἰουστινιανοῦ Βασιλέως πάλιν, τὰ ὁποία ἔχει καὶ μέχρι τοῦ
νῦν ὁ Κύπρου προστατεύων. Ἡ δὲ πενθέκτη Ἅγια Σύνοδος Οἰκουμενικὴ ἡ ἐν Τρούλλῳ,
οὐ μόνον τὰ βασιλικῶς δωρηθέντα τῷ Κύπρου βεβαιοῖ, νέας Ἰουστινιανουπόλεως
καλῶν αὐτόν, ἀλλὰ καὶ τὸ δίκαιον ἔχειν τοῦ Κωνσταντινουπόλεως δίδωσι. Καὶ διὰ
τὸν τῆς εὐσεβείας ζῆλον, ὃν ὁ τότε Ἀρχιεπίσκοπος Ἰωάννης μετὰ τοῦ κλήρου, καὶ
τοῦ οἰκείου λαοῦ ἔδειξεν, ἀποδημήσας τῆς Κύπρου διὰ τὰς βαρβαρικὰς ἐφόδους,
προσεδρεύειν καὶ τῆς Ἐλλησποντίων ἐπαρχίας τὸν Κύπρου ἡ Σύνοδος διωρίσατο, ὡς
ἐν λθ´ κανόνι σαφέστατα δείκνυται. Τοῦ Ἀδελφοῦ καὶ Συλλειτουργοῦ ἡμῶν (φησὶν ὁ
κανών) Ἰωάννου, τοῦ τῆς Κυπρίων νήσου προέδρου, ἅμα τῷ οἰκείῳ λαῷ ἐπὶ τὴν
Ἐλλησπόντιον ἐπαρχίαν, διά τε τὰς βαρβαρικὰς ἐφόδους, διά τε τὸ τῆς ἐθνικῆς
ἐλευθερωθῆναι δουλείας, καὶ καθαρῶς τοῖς σκήπτροις τοῦ Χριστιανικωτάτου κράτους
ὑποταγῆναι. Τῆς εἰρημένης μεταναστάντος Νήσου, προνοίᾳ τοῦ φιλανθρώπου Θεοῦ,
καὶ μόχθῳ τοῦ φιλοχρίστου καὶ εὐσεβοῦς ἡμῶν Βασιλέως, συνορῶμεν, ὥστε
ἀκαινοτόμητα διαφυλαχθῆναι τὰ παρὰ τῶν ἐν Ἐφέσῳ τὸ πρότερον συνελθόντων
θεοφόρων Πατέρων, τῷ θρόνῳ τοῦ προαγγελθέντος ἀνδρὸς παρασχεθέντα προνόμια,
ὥστε τὴν νέαν Ἰουστινιανούπολιν τὸ δίκαιον ἔχειν τῆς Κωνσταντιέων πόλεως, καὶ
τὸν ἐπ᾿ αὕτη καθιστάμενον θεοφιλέστατον Ἐπίσκοπον, πάντων προεδρεύειν τῆς
Ἐλλησποντίων ἐπαρχίας, καὶ ὑπὸ τῶν ἰδίων Ἐπισκόπων χειροτονεῖσθαι κατὰ τὴν
ἀρχαίαν συνήθειαν. Τὰ γὰρ ἐν ἑκάστῃ Ἐκκλησίᾳ ἔθη καὶ οἱ θεοφόροι ἡμῶν Πατέρες
παραφυλάττεσθαι διεγνώκασι. Τοῦ τῆς Κυζικηνῶν πόλεως Ἐπισκόπου ὑποκειμένου τῷ
προέδρῳ τῆς εἰρημένης Ἰουστινιανουπόλεως, μιμήσει τῶν λοιπῶν ἁπάντων Ἐπισκόπων,
τῶν ὑπὸ τὸν λεχθέντα θεοφιλέστατον Ἐπίσκοπον Ἰωάννην. Ὑφ’ οὗ χρείας καλούσης,
καὶ ὁ τῆς αὐτῆς Κυζικηνῶν πόλεως Ἐπίσκοπος χειροτονηθήσεται. Ταῦτα μὲν ὁ Κανών,
περιέχει. Ἠπράκτησαν ὅμως, καὶ διατὶ οὐ γίνεται; Ζητητέον, λέγει, τοῦτο καὶ ὁ τῶν
Κανόνων ἐξηγητὴς Βάλσαμων. Ὁ δὲ Ζωναράς, οὐκ εἰ ὅλως γέγονε τὸ τοιοῦτον,
ἀγνοοῦμεν ἔφη, καὶ οὐκ οἴδαμεν εἰ προύβη εἰς ἔργον τὰ τοῦ Κανόνος.
Συμπεραίνεται ὅμως πῶς ἐνεργοῦντο τὰ τοῦ Κανόνος, ἐφ᾿ ὅσον ὁ Κύπρου ἥν ἐπὶ τὴν
Ἐλλήσποντον. Ἐπαναστραφέντος ὅμως ἐν Κύπρῳ, διὰ τὸ διωχθῆναι παρὰ Ῥωμαίων τοὺς
Βαρβάρους, ἄπρακτα ἔμειναν εἰς τὸ ἑξῆς τὰ τοῦ Κανόνος. Ταῦτα γοῦν πάντα διὰ τὸν
Ἀπόστολον Βαρνάβαν, τὸν πρῶτον Ἱεράρχην Κύπρου, ἐδωρήθησαν τῇ Κυπρίων Ἐκκλησίᾳ
ἄνωθεν, τῶν καὶ ἐν τῇ ἰδίᾳ πατρίδι τελευτήσαντα, ὡς ἡ κατ᾿ αὐτὸν Ἱστορία
Μαρτυρεῖ. Ἀδελφὸς τούτου ἦτον, ὡς λέγεται, ὁ Ἀριστόβουλος, ὁ πρῶτος ἐν
Βρεττανίᾳ κηρύξας τὸ Εὐαγγέλιον, καὶ ἀνεψιὸς αὐτοῦ Μᾶρκος, ὁ χρηματίσας
Ἐπίσκοπος Ἀπολλωνιάδος, ὅντινες λέγουσιν εἶναι καὶ Υἱὸν τοῦ Πέτρου, ἄλλοι τοῦτο
λέγοντες διὰ τὸν Εὐαγγελιστήν, ἀπὸ τὴν Ἐπιστολὴν αὐτοῦ συνάγοντες τοῦτο. Ἔνθα
καί φησι, Μᾶρκος ὁ Υἱός μου. Ἐκ τούτου μάλιστα τεκμαίρονται, συγγένειαν ἔχειν
τὸν Βαρνάβαν μετὰ τοῦ Πέτρου. Ἄλλοι ὅμως ἄλλως περὶ τούτων λέγουσιν, οὐκ
ἀποδεχόμενοι Μαρίαν τὴν τοῦ Ἀριστοβούλου, γυναῖκα εἶναι τοῦ Πέτρου. Ἄλλοι οὐδὲν
ἐκ τῆς συγγενείας ὄφελος τῷ Βαρνάβᾳ, ἀλλὰ μᾶλλον ἐκ τῆς ἰδίας ἀρετῆς, δι᾿ ἧς
καὶ ἰσοστάσιος τῶν δώδεκα σχεδὸν ἐκρίθη, ὡς πανταχοῦ κηρύξας, ἐν Κύπρῳ δὲ
τελευτήσας, καὶ τιμήσας τὴν πατρίδα εἰς θρόνον Ἀποστολικὸν καὶ αὐτόνομον,
Ἐκκλησιαστικοῖς σεμνυνόμενον προνομίοις καὶ βασιλικοῖς ἕκ τε Ζήνωνος καὶ
Ἰουστινιανοῦ, ὥστε καὶ μέχρι τοῦ νῦν ἐρυθρῶς ὑπογράφεσθαι καὶ μανδίον φορεῖν
κόκκινον καὶ σκῆπτρον φέρειν, καὶ νέας Ἰουστινιανῆς λέγεσθαι τὸν Μακαριώτατον
Κύπρου, καὶ τὸ δίκαιον ἔχειν τοῦ Κωνσταντινουπόλεως, καὶ ὑπὸ τῶν ἰδίων
Ἐπισκόπων χειροτονεῖσθαι, κατὰ τοὺς θείους Κανόνας, καὶ τὰ βασιλικὰ θεσπίσματα.
Ὅλοι γοῦν εὐσεβεῖς, καὶ φιλέορτοι Χριστιανοί, τιμήσατε τὸν θεῖον Ἀπόστολον
Βαρνάβαν, ὡς δι᾿ αὐτοῦ πλουτήσαντες ἐκ τοῦ Δεσπότου ἡμῶν Χριστοῦ τὸ
Χριστιανικὸν ὄνομα, καθὼς καὶ ἐν τῇ Βίβλῳ τῶν πράξεων ἐμφέρεται, καὶ μάλιστα οἱ
Κύπριοι, ὡς συμπατριῶται, καὶ καύχημα τοῦτον ἐπιγραφόμενοι. Ἀλλὰ τουναντίον
ἅπαν γίνεται παρὰ τίνων Κυπρίων, καὶ ἀντὶ τοῦ εὐλαβείσθαι τὸν Ἅγιον, καὶ τὰ παρ᾿
αὐτοῦ, δι᾿ αὐτοῦ τε, καὶ χάριν αὐτοῦ δωρηθέντα τῇ Κύπρῳ προνόμια Συνοδικὰ καὶ
Βασιλικά, καὶ τῷ ταύτης Ἀρχιποίμενι ὡς δέδεικται, συνιστᾷν καὶ δεφεντεύειν,
αὐτοὶ καὶ ἀνατρέπειν ἐπιχειροῦσιν, ὦ τῆς ἀβελτηρίας, καὶ ἐναντίως φέρεσθαι εἰς
τὰ καλῶς καὶ θεοειδῶς ὁρισθέντα οὐκ ἀμελοῦσι, διὰ μικρὰν δόξαν τυχόν, ἡ καὶ
ὀλίγα ἀργύρια, τὸν ἴδιον ὑπὲρ τὸ κοινὸ προτιμῶντες συμφέρον, ἁραῖς τε τοσούτων
θεοφόρων Πατέρων ὑπόδικοι γενόμενοι οἱ τρισάθλιοι, καὶ τιμωρίαις πολλάκις ὑπὸ
τῆς ἐξουσίας, τοῦ Θεοῦ μὴ συγχωροῦντος εἰς ἔκβασιν ἄγειν τὰ οἰκεῖα τούτων
ἐπιχειρήματα. Ἀλλ᾿ ἄφετε ταῦτα ἄνδρες Κύπριοι, πρὸς ἡμᾶς γὰρ τοὺς τολμητὰς ὁ
Λόγος, ἄφετε τὰ τοιαῦτα δεινὰ σκευωρήματα, παύσατε τῆς κακῆς τόλμης, μὴ
ἐπιχειρῆτε ἀνατρέπειν τὰ ὑπὸ τοσούτων θεοφόρων ἀνδρῶν Συνοδικῶς ὁρισθέντα, ἰδίαις
κακονοίαις κινούμενοι, ἀλλὰ πειθόμενοι μᾶλλον τοῖς Συνοδικῶς ὁρισθείσι διά τε
τὸ αὐτόνομον, καὶ τὰ λοιπὰ προνόμια τῆς κατὰ Κύπρον Ἁγίας Ἐκκλησίας χάριν τοῦ
Ἀποστόλου, εὐλαβεῖσθε τὸν Ἅγιον, καύχημα ἀναδειχθέντα τῆς ἰδίας Πατρίδος.
Μάλιστα καὶ εἴ τις τολμητίας, ἀποστράφητε τοῦτον, ὡς κακότροπον καὶ διώκτην τῆς
ἰδίας του μητρὸς Ἐκκλησίας, ἔχοντες εἰς νοῦν τὸ Σοφὸν ἐκεῖνο παράγγελμα, μάχου
ὑπὲρ Πίστεως, καὶ ὑπὲρ Πατρίδος.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Βαρθολομαίου.
Καὶ σὸς
μαθητής, Χριστὲ Βαρθολομαῖος,
Μιμούμενος
σε, σταυρικὸν φέρει πάθος.
Ὁ
Ἅγιος Βαρθολομαῖος εἷς ἦν τῶν δώδεκα μαθητῶν. Ὅς Ἰνδοῖς τοῖς καλουμένοις
Εὐδαίμοσι κηρύξας, καὶ τὸ κατὰ Ματθαῖον αὐτοῖς παραδοὺς Εὐαγγέλιον, σταυρῷ
παραδοθεὶς ἐν Ἀλβανουπόλει, τελειοῦται ἐνδόξως. Καὶ ἐν μολυβδίνῃ λάρνακι
τεθείς, τῇ θαλάσσῃ ἐναποῤῥίπτεται. Ὑπὸ δὲ θείας προνοίας, μέχρι Σικελίας, ἐν
Λιπάρει τῇ νήσῳ κομισθείς, καὶ φανερωθείς, ἐκεῖ θάπτεται, πολλῶν θαυμάτων ὡς ἕκ
τινος πηγῆς, ἐκ τῆς ἁγίας καὶ τιμίας αὐτοῦ σοροῦ ἀναδιδομένων, καὶ πᾶσι τοῖς
πιστῶς προσερχομένοις, ταχεῖαν διδόντων τὴν ἴασιν, καὶ πρὸς τὰ οἰκεῖα μετ’
εὐφροσύνης καὶ θυμηδίας ἐπανιέναι ποιούντων.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τοῦ Ἀρχαγγέλου Γαβριὴλ ἐν τῷ ᾌδειν.
Ἦσας Γαβριὴλ
πρὶν τὸ Χαῖρε τῇ Κόρῃ,
ᾌδεις δὲ καὶ
νῦν, Ἄξιόν σε ὑμνεῖν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Λουκᾶ τοῦ νέου,
τοῦ ἰατροῦ καὶ ὁμολογητοῦ, Ἀρχιεπισκόπου Συμφερουπόλεως καὶ Κριμαίας, τοῦ
Ῥώσου, ἐν ἔτει 1961 ἐν εἰρήνῃ τελειωθέντος.
Λουκᾶς
Συμφερουπόλεως ἀρχιθύτης,
Καὶ ἰατρὸς
σωμάτων τιμάσθω ὕμνοις.
Οὗτος,
ὑπῆρχεν ἐκ πόλεως Κέρτς τῆς Χερσονήσου τῆς Κριμαίας τῆς Ῥωσίας, πατρὸς Φέλικος
Στανισλάβοβιτς, Ῥωμαιοκαθολικοῦ ἐν τῇ πίστει καὶ μητρὸς Μαρίας Δημητρίεβνα,
πιστῆς Ὀρθοδόξου. Ἐγεννήθη ἐν ἔτει 1877. Πολλάκις εὑρέθη προσφοιτῶν τοῖς ἁγίοις
λειψάνοις ἐν τῇ Λαύρᾳ τοῦ Κιέβου ἔνθα καὶ τὰ σπέρματα ἔλαβεν τῆς θείας χάριτος
αὐξήσας ταῦτα ἱκανῶς ἐν τῇ καρδίᾳ αὐτοῦ. Ἀνδρωθεὶς ἐσπούδασεν τὴν τῶν ἰατρῶν
ἐπιστήμην ἐν τῷ Πανεπιστημίῳ τοῦ Κιέβου ἀριστεύσας ἐν ταῖς ἐπιδόσεσιν αὐτοῦ.
Εἶτα ἐνυμφεύθη τὴν Ἄννα Βασιλίγιεβνα ἀποκτήσας μετ’ αὐτῆς 4 τέκνα. Τῆς ἰδίας
αὐτοῦ γυναικὸς θανούσης προώρως ἐχειροτονήθη ἱερεὺς καὶ μετ’ οὐ πολὺ ἐπίσκοπος
καρεὶς πρότερον μοναχὸς καὶ εἰληφὼς πρὸς τοῦτο τοὔνομα Λουκᾶς τοῦ προτέρου
ὀνόματος, ἤγουν τοῦ Βαλεντίνου καταλιπόντος. Ὡς ἰατρὸς καὶ ἱεράρχης ἐνισχυθεὶς
ὑπὸ τῆς ἄνωθεν ῥοπῆς ὡμολόγησε θαρσαλέως τὸ τοῦ Χριστοῦ ὄνομα πρὸ τῶν
δικαστικῶν βημάτων καὶ ἀθέων ἀνδρῶν. Διῆλθεν ἱκανὸν χρόνον τοῦ βίου αὐτοῦ ἐν
ταῖς φυλακαῖς καὶ ὑπέστη διὰ τὴν πίστιν αὐτοῦ διωγμούς, καὶ μαρτύρια μὴ
δειλανδρίσας πρὸ τῶν ἀπειλῶν καὶ τῶν μηχανημάτων τοῦ ἀρχεκάκου ἐχθροῦ.
Διαμείβων ὁ μακάριος ἐκ πόλεως εἰς πόλιν διὰ τὴν κατ’ αὐτοῦ μανίαν τῶν διωκτῶν
ἀθέων ὡς ἐπίσκοπος θεοφιλῶς ἐστήριξε τὸ τοῦ λαοῦ πλήρωμα ἐν ταῖς ἐπισκοπαῖς
Τασκένδης, Ταμπώφ, καὶ Συμφερουπόλεως τῆς Κριμαίας καὶ ἀλλαχοῦ καὶ ὡς ἰατρὸς ἐν
πλείστοις τόποις τῆς Ῥωσίας διέσωσεν ἐκ τοῦ θανάτου πολλοὺς τῶν νενοσηκότων.
Ἐχαρίσατο αὐτῷ ὁ Θεὸς καὶ ἐν ζωῇ καὶ μετὰ τὸ θανεῖν αὐτὸν ἐνεργήματι
ὑπερφυσικῶν δυνάμεων. Ἐκοιμήθη ἐν εἰρήνῃ ἐν τῇ Συμφερουπόλει ἐν ἔτει 1961,
καταλιπὼν φήμην ἁγίου ἱεράρχου, σοφοῦ ἰατροῦ καὶ ἀνυποχωρήτου ὁμολογητοῦ τῆς
Ὀρθοδόξου ἡμῶν πίστεως.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
ᾨδὴ
ζ΄. Ἀντίθεον πρόσταγμα,
Ἁγίως
τὸν Ἅγιον, τὸν Ἁγίοις ἀναπαυόμενον, Βαρνάβα ἀνεκήρυξας Υἱὸν τὸν συνάναρχον
Πατρὶ καὶ σύνθρονον ἄνθρωπον γενόμενον, ἡμῖν τὴν Σωτηρίαν πραγματευόμενον.
Βολίδες
ἀστράπτουσαι, τὸ θεῖον φέγγος, Βαρνάβας ὁ πάντιμος, Παῦλος ὁ θεόληπτος, ὡς φῶς
ἐξεπορεύθησαν, καταλαμπρύνοντες, Λόγῳ τῷ τῆς χάριτος, ἐθνῶν τὴν παγκληρίαν οἱ
Χριστοκήρυκες.
Βοᾷ
χαριστήρια, Κυπρίων Νῆσος, ἀπαύστως τιμῶσά σε, Βαρνάβα θεοτίμητε, ἀνθ᾿ ὧν
ἀπόλαυε ἴσου, πολυειδῶν δωρεῶν, μέλπουσα πρὸς Κύριον, ὁ ὧν εὐλογημένος καὶ
ὑπερένδοξος.
Ὡς
κλήρα θεόφυτον, θείας ἀμπέλου, Βαρνάβα Ἀπόστολε, τὸν οἶνον τὸν Σωτήριον, τὰ πέρατα,
τῆς οἰκουμένης σαφῶς, ἔβλυσας καὶ πάντων τὰς ψυχάς, ἀγαλλιάσεως θείας ἔπλησας.
Τὸ
θεῖον σοῦ τέμενος, ἐν· ὢ τὸ σκῆνος τὸ σὸν τεθησαύρισται , πηγὴ ὑπάρχει βρύουσα,
τοῖς πᾶσιν ἰάματα, Βαρνάβα ἔνδοξε, ἔνθα οἱ προστρέχοντες· πλουσίως ἀπαντλοῦσι
παντοίαν ἴασιν.
Θεοτοκίον.
Ἰθύνουσα
Πάναγνε, τὸν ἐμὸν βίον, πρὸς τὸν σὸν πανεύδιον, λιμένα καθοδήγησον, Θεὸν ἡ
κυήσασα τῶν ἀγαθῶν τὴν πηγήν, τὸν πᾶσι παρέχοντα πιστοῖς, τὴν ἀφθαρσίαν τῆς
ἀγαθότητος.
ᾨδὴ
η´. Κάμινός ποτε
Θάλασσαν
ἐθνῶν, ταράττειν σοῦ τοὺς ἵππους, ὡς εὐεργέτης ἐπεβίβασας, Βαρνάβαν τὸν
ἔνδοξον, καὶ τὸν Παῦλον τὸν θεσπέσιον, τὴν πλάνην τὴν πολύθεον, δόγμασι ζωοδότα
τῆς εὐσέβειας διώκοντας.
Ἔθου
ὡς Θεός, παράκλητε τὸ Πνεῦμα, τὸ παντουργὸν ἐν Ἐκκλησίᾳ σου φωστῆρας
ἐκλάμποντας, τὴν σὴν δύναμιν κηρύττοντας, Υἱοῦ τε γεννήτορος, κράζοντας·
εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον.
Ἄκων
ἱερεύς, εἰδώλων Προφητεύων, βόας καὶ στέμματα προσέφερε, Βαρνάβα Ἀπόστολε, Θεῷ
οἷα σοι θυσόμενος, Θεὸς γὰρ κατὰ μέθεξιν, γέγονας σὺ καὶ χάριν, ὅθεν σὲ πίστει
γεραίρομεν.
Θεὸν
σὲ λαός, ἐκάλει λυκαώνων, ἐξηφανίσθαι προσημαίνοντες φωτὶ σοῦ κηρύγματος, ἅπαν
σκότος δεισιδαίμονος, δαιμόνων πλάνης ἔνδοξε, μέλπειν δὲ τὸν Δεσπότην, Θεὸν τῶν
ὅλων πειθόμενος
Λίθων
ταῖς πυκναῖς, βολαῖς ἐνεκαρτέρεις, τοῦ σοῦ Δεσπότου ἐκμιμούμενος, Βαρνάβα
Ἀπόστολε, τὴν ἀνείκαστον συμπάθειαν, ὡς ἀγαθὸς καὶ γέγονας συγκοινωνὸς τοῦ
πάθους, ὅθεν πιστῶς εὐφημοῦμέν σε.
Θεοτοκίον.
Ἵνα
τὴν ἀρὰν τὴν πρώτην ἀφανίσῃς, καὶ τοῦ θανάτου τὸ κατάκριμα, τῆς πάλαι
προμήτορος, ἐκ Παρθένου θεομήτορος, Λόγε Θεοῦ γεγέννησαι, πᾶσι δεδωρημένος,
ἀθανασίαν ἀνώλεθρον.
ᾨδὴ
θ΄. Ἀνάρχου Γεννήτορος.
Φῶς
χρηματίσαντες, δι᾿ ἀρετῆς Ἀπόστολοι, καὶ Φωτὶ τῷ Μεγάλῳ μου παριστάμενοι, Κόσμῳ
τὴν εἰρήνην βραβεύειν, καὶ τὰς ἡμῶν σῴζειν Ἐκκλησίας, ἅς περ συνεστήσασθε, τὸν
Δεσπότην ἱκετεύσατε.
Ῥητόρων
δεινότητα, σοφίας σοῦ πυρσεύμασι, θεοφάντορ Βαρνάβα, σαφῶς κατέσβεσας, τῶν
ἀπαυγασμάτων τῶν τῇδε, ὡς τὴν πηγὴν ἔνδον κεκτημένος, διὰ τὴν Πανίερον, Ἑορτήν
σου μεγαλύνομεν.
Τὸ
μέγα Μυστήριον τῆς τοῦ Χριστοῦ σαρκώσεως, σοῦ ὁ φθόγγος εἰς πᾶσαν τὴν γῆν
ἐτράνωσεν. Ὅθεν ἐν Ἀσίᾳ, Εὐρώπῃ, καὶ ἐν παντί, τόπῳ τὸ σὸν κλέος, Βαρνάβα
κηρύττεται, καὶ κοσμεῖ τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ.
Τὴν
θείαν σοῦ λάρνακα, πιστῶς περιπτυσσόμενοι, τῶν Κυπρίων ὁ δῆμος, σὲ ἱκετεύομεν,
σὺ ἡμῶν ὑπάρχεις τὸ κλέος, σὺ ἡ χαρά, καύχημα καὶ δόξα, διὰ σοῦ νῦν εὕροιμεν,
τῶν πταισμάτων τὴν συγχώρησιν.
Τὸ
Πνεῦμα τὸ Ἅγιον, σαφῶς σὲ μεμαρτύρηκεν, ἀγαθὸν ἄνδρα πλήρη, πίστεως, Πνεύματος,
θεῖόν τε Ἀποστόλου, ὅθεν, γλῶσσα βροτῶν πῶς σὲ ἐπαινέσει, Υἱὲ παρακλήσεως, ἀλλὰ
δέξαι τὸ ἐφύμνιον.
Θεοτοκίον.
Ὡς
Ὄρθρος εὑρέθης πρωϊνός, ἐν τῇ τοῦ βίου νυκτί, παρθενίας ἀκτῖσι περιαστράπτουσα,
τὴν Ἀνατολὴν τοῦ Ἡλίου τοῦ νοητοῦ, τῆς δικαιοσύνης, ἡμῖν ἐφανέρωσας, Θεομῆτορ
ἀεὶ Παρθένε.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Ὡς
μύστης καὶ Ἀπόστολος, καὶ ὑπηρέτης ἄριστος, Χριστοῦ τοῦ μόνου Δεσπότου, Βαρνάβα
θεῖε αὐτόπτα, τοῦτον δοῦναι ἱκέτευε, Χριστιανοῖς τὰ τρόπαια, καὶ ἱλασμὸν
Πανεύφημε, ἁμαρτιῶν τοῖς τελοῦσι, τὴν Παναγίαν σου μνήμην.
Θεοτοκίον.
Μαρία
καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γεγενημένη, ἐν
ὦ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ Πανάγιον, ἐπισκιάσαν σοι
κόρη, ἀνέδειξε Θεοτόκον.
Αἶνοι.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσιν.
Καθαρὸν
ἐνδιαίτημα, τῆς Τριάδος γεγένησαι, ἀρετῶν λαμπρότητι φαιδρυνόμενος, καὶ ἐν
καρδίᾳ δεχόμενος, Βαρνάβα τὴν ἔλλαμψιν, παρ’ αὐτῆς καὶ φωτισμόν, τοῦ Ἠλίου
φαιδρότερον ἐν τοῖς πέρασι, τηλαυγῶς ἐπιπέμπων καὶ φωτίζων, τοὺς ἐν σκότει
καθήμενους, τῆς ἀγνωσίας θεόληπτε.
Μωϋσῆς
ὥσπερ δεύτερος, σταυρικῇ ῥαβδουχίᾳ σου, τῶν δαιμόνων Αἴγυπτον κατεμάστιξας, καὶ
πονηρὰς ἀθεότητος, ψαλμικῶς τὴν ἄμπελον, μετηγάγω τῶν ἐθνῶν καὶ πρὸς πίστιν
Σωτήριον μετεφύτευσας, καὶ Θεὸν καθορῶντα νοῦν εἰργάσω, Ἰσραὴλ πεφωτισμένον, τῇ
φωταυγείᾳ τοῦ Πνεύματος.
Ἀβραὰμ
ὡς φιλόθεος, Ἰσαὰκ ὡς Πρωτότοκον, σὴν ψυχὴν Ἀπόστολε καθιέρωσας, τῷ τοῦ ἀνάρχου
Γεννήτορος, Λόγῳ συνανάρχῳ τε, καὶ Υἱῷ μονογενεῖ, ὃς Πατέρα πολλῶν ἐθνῶν σὲ
κατέστησεν, ἐπαξίως καὶ λέγεσθαι καὶ εἶναι, διὰ τοῦτο σὲ Βαρνάβα, χρεωστικῶς
Μακαρίζομεν.
Ὥσπερ
προῖκα πολύτιμον, ὡς πηγὴν ἁγιάσματος, τὸν τῷ σῷ ὀνόματι δοξαζόμενον, ναὸν
Βαρνάβα πανεύφημε, τῇ Κύπρῳ σου λέλοιπας, ἔνθα πάντες οἱ πιστοί, εὐσεβῶς
ἀθροιζόμενοι, σοῦ δεόμεθα ἀδιάσειστον τοῦτον τηρηθῆναι, καὶ πρεσβείαις σου
ῥυσθῆναι, τοὺς σὲ τιμῶντας κολάσεως.
Δόξα.
Ὁ αὐτός.
Ἐὰν
ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβηθι ἐντεῦθεν, καὶ
μεταβήσεται, καὶ οὐδὲν ἀδυνατίσει, ἔφη ὁ Κύριος. Σὺ δὲ Βαρνάβα θεόπνευστε, ὑπὲρ
τὴν δωδεκάδα τῶν Μαθητῶν προαριθμηθεὶς μετὰ Παύλου, πρώτην μὲν Κορυφαῖος τῶν
ἑβδομήκοντα, ἔπειτα δὲ καὶ τῶν Προκρίτων ἐφάνης ἰσοστάσιος. Οὐ πίστιν μόνον
ἔχων ὡς κόκκον σινάπεως, ἀλλὰ καθὼς γέγραπται, πλήρης πίστεως γενόμενος, ποῖα
ὡς Υἱὸς παρακλήσεως, οὐκ ἐτερατούργησας; καὶ περὶ σοῦ πιστεύομεν ἀληθῶς, ὅτι τὰ
σημεῖα κατὰ Παῦλον ἐνειργάσθη καὶ ἐν σοί, καὶ ἐν πᾶσι σημείοις, καὶ τέρασι, καὶ
δυνάμεσιν. Ὅθεν ὡς πότε τὰς Ἐκκλησίας ὑπεστήριξας, καὶ παρεκάλεις προσμένειν,
ἐν πίστει καὶ νῦν τὴν Ποίμνην σοῦ τὴν ἐκλεκτήν, ἀκλόνητον ἐπιστήριξον σαῖς
πρεσβείαις ἐρηρεισμένην ἐν τῇ πέτρᾳ τῆς πίστεως, καὶ πάσης ἐπιβουλῆς, ὁρατῶν
ἐχθρῶν, καὶ ἀοράτων, ἀνεπιβούλευτον διατήρησον.
Καὶ
νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ
δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον,
τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε,
ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ
ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν
ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Σημειοφόρε
χριστοκῆρυξ Βαρνάβα, τοῦ θείου Παύλου συνεργὲ καὶ Κυπρίων, ἐπόπτα φύλαξ ἄγρυπνε
φρουρὲ ἰατρέ, καὶ εἰρήνης πρόμαχε, τοὺς πιστῶς προσκυνοῦντας, τάφον σου τὸν
πάνσεπτον καὶ θερμῶς αἰτουμένους, τὰς σὰς λιτὰς κινδύνων χαλέπων, καὶ κατωδύνων
κακώσεων λύτρωσαι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών, οὗ ἡ ἀκροστιχίς: Βαρνάβα,
Ἀπόστολε, βοήθει μοι ἐν βίῳ. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Βαρνάβα Κυπρίων φωταγωγέ, συνέκδημε Παύλου, χριστοκῆρυξ
θεοσεβές, καὶ χάριτος σκήνωμα βοήθεια, τοῖς εὐλαβῶς προσκυνοῦσι τὸν τάφον σου.
Ἀπόστολε πάνσοφε ἀσινεῖς, συντήρει μανίας, σοὺς ἱκέτας
τοῦ δυσμενοῦς, Βαρνάβα τοὺς σπεύδοντας ἐν πίστει, σῇ ἀρωγῇ τῇ ἑτοίμῃ ἑκάστοτε.
Ῥανίδας ἀπόσμηξον τῶν πολλῶν, δακρύων Βαρνάβα, μανδηλίᾳ
σῶν προσευχῶν, πρὸς Κύριον νῦν τῶν προφερόντων, ἐν κατανύξει σὸν πάνσεπτον
ὄνομα.
Θεοτοκίον.
Νικήτορας δεῖξον ἐν πειρασμοῖς, τοὺς Σὲ ἀνυμνοῦντας,
Θεοτόκε διηνεκῶς, καὶ πάντας ψυχῆς ἐν ταπεινώσει, τῇ πανιέρῳ Σου σκέπῃ
προστρέχοντας.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀποστόλων φαιδρότης
περικλεὲς καύχημα, Κύπρου Ἐκκλησιας Βαρνάβα, ταύτην σῇ χάριτι, ὁμοφρονοῦσαν
ἀεί, καὶ εἰρηνεύουσαν τήρει, σὲ ὡς θεῖον φύλακα, τὴν μεγαλύνουσαν.
Βοηθός μοι ἐν βίῳ καὶ
ἀρωγὸς τάχιστος, ἴσθι ἐκβοῶ σοι Βαρνάβα, ὁ πολυδύστηνος, ἵνα καλῶς ἀτραπόν, τῆς
ἀρετῆς διοσεύσω, βάκτρῳ στηρίζομενος, τῆς προστασίας σου.
Ἁγιάζων μὴ παύσῃ τοὺς σοὶ
πιστῶς σπεύδοντας, καὶ ἐπιστηρίζων Βαρνάβα, τοὺς ἀνυμνοῦντάς σε, ὡς θαυμασίων
πηγή, καὶ ἀκεσώδυνον κρήνην, ἅπασιν ἰάσεων, νάματα βλύζουσαν.
Θεοτοκίον.
Ἀγλαὴ Θεοτόκε Χριστιανῶν
καύχημα, Κεχαριτωμένη Παρθένε, παῖδας διάσωσον, ἡμῶν ἐχθροῦ ἐνεδρῶν, καὶ
πολυπλόκων παγίδων, καὶ αὐτοῖς θεώσεως, τρίβον ὑπόδειξον.
Περίσκεπε,
καὶ περιφρούρει ἐν βίῳ τοὺς σὲ τιμῶντας, καὶ τὸν τάφον σου τὸν σεπτὸν
ἀσπάσασθαι σπεύδοντας, Βαρνάβα ὡράϊσμα μέγα Κύπρου.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀκέστορ θερμὲ καὶ ῥῦστα
ἑτοιμότατε, ἐκ βλάβης ἐχθροῦ κινδύνων καὶ στενώσεως, τῶν πιστῶς σπευδόντων σοι,
χριστοκῆρυξ Βαρνάβα θειότατε, ὑπὲρ ἡμῶν δυσώπει ἐκτενῶς, Χριστὸν Οὗ τὴν κλῆσιν
ἐμεγάλυνας.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ποδηγέτης ἀνύστακτος, πρὸς ζωὴν ἀγήρω τῶν προσκυνούντων
σου, ἴσθι τάφον τὸν πανίερον, ἐν Μονῇ Βαρνάβα τῇ ἁγίᾳ σου.
Οὐ παυόμεθα χάριν σου, καθομολογοῦντες Βαρνάβα πάνσοφε,
χεομένην ἐκ τοῦ τάφου σου, εὐωδίας δίκην συμπαθέστατε.
Σῇ ἰσχύϊ ἀπέλασον, στίφη πολεμίων νῦν κατεχόντων σου,
τὴν Μονὴν ὡς ὄλβον ἔχουσαν, τάφον Σου Βαρνάβα τὸν πανάγιον.
Θεοτοκίον.
Τὰ χαμαίζηλα πάθη μου, πράϋνον Βαρνάβα θερμαῖς
ἐντεύξεσι, Θεοτόκε καὶ κατάστειλον, τοῦ νοὸς κινήσεις τὰς ἀτάκτους μου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὄμβρισον ἡμῖν, ὑετὸν σῆς ἀντιλήψεως, τοῖς ὑμνοῦσί σε
Βαρνάβα ὡς σεπτόν, Χριστωνύμων ἀρχιτέκτονα τῆς κλήσεως.
Λύσον τοὺς δεσμούς, ἐξαρτήσεως νεότητος, σαῖς εὐχαῖς ἐξ
ὀλεθρίων οὐσιῶν, δυσωποῦμέν σε Βαρνάβα χαριτόβρυτε.
Ἔμπλησον ἡμᾶς, χαρμονῆς Βαρνάβα κράζομεν, καὶ ἀπέλασον
τῶν θλίψεων ἀχλύν, τῶν σπευδόντων τῇ σῇ χάριτι ἀείποτε.
Θεοτοκίον.
Βύθιον ἐχθρόν, τὸν ἡμᾶς βυθίσαι θέλοντα, εἰς πυθμένα
αἰωνίου κολασμοῦ, Θεοτόκε Σῇ δυνάμει κατασύντριψον.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὁ ἔνθεος, πρεσβευτὴς πρὸς Κύριον, εὐσεβῶν Κυπρίων δήμων
Βαρνάβα, ὡς Χριστωνύμων ἁπάντων ἐπόπτης, καὶ ἀρωγὸς πέμψον ἄμετρον ἔλεος, τοῦ
Θεανθρώπου Ἰησοῦ, ἐφ’ ἡμᾶς σε τιμῶντας Ἀπόστολε.
Ἡγίασας, Σαλαμῖνα ῥείθροις σου, πνευματέμφορε Βαρνάβα
αἱμάτων, ἐγκαυχωμένην πανσέπτῳ σου τάφῳ, τῷ ἀναβλύζοντι πᾶσιν ἰάματα,
ἀσπαζομένοις ἐν ψυχῆς, κατανύξει αὐτὸν χαριτόβρυτε.
Θεμέλιον, Ἐκκλησίας ἄσειστον, τῆς ἐν Κύπρῳ θεοφόρε
Βαρνάβα, τοὺς σοὺς ἱκέτας ἐν πίστει στηρίζων, μὴ διαλίπῃς καὶ πᾶσι σὴν εὔνοιαν,
δεικνύνων ἥνπερ ἀφειδῶς, χροηγεῖς εὐσεβέσιν ἀείποτε.
Θεοτοκίον.
Ἐπάκουσον, τῶν ἡμῶν δεήσεων, καὶ ἑνὶ ἑκάστῳ τάχος
παράσχου, θεοχαρίτωτε Παρθενομῆτορ, σεπτοῦ Βαρνάβα θερμαῖς παρακλήσεσιν,
αἰτήσεις τὰς ψυχωθελεῖς, καὶ δικαίας πανύμνητε Δέσποινα.
Περίσκεπε,
καὶ περιφρούρει ἐν βίῳ τοὺς σὲ τιμῶντας, καὶ τὸν τάφον σου τὸν σεπτὸν
ἀσπάσασθαι σπεύδοντας, Βαρνάβα ὡράϊσμα μέγα Κύπρου.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Τῶν εὐλαβῶς προσκυνούντων
τὸν τάφον σου, καὶ δεχομένων εὐχὰς τὰς ἀόκνους σου, πνευματοφόρε Βαρνάβα
Ἀπόστολε, τοὺς λογισμοὺς τοὺς ἀτάκτους κατάστειλον, καὶ πάθη χαμαίζηλα πράϋνον.
Εἶτα, οἱ
Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Εἰς πᾶσαν τὴν
γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ.: Οἱ οὐρανοὶ
διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον, κατὰ Λουκᾶν (Κεφ. 9, 1-6)
Τῷ
καιρῷ ἐκείνῳ, συγκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς
δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν· καὶ
ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς
ἀσθενοῦντας, καὶ εἶπε πρὸς αὐτούς· μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ράβδους
μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτῶνας ἔχειν. καὶ εἰς ἣν
ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. καὶ ὅσοι ἐὰν μὴ
δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης καὶ τὸν κονιορτὸν ἀπὸ τῶν
ποδῶν ὑμῶν ἀποτινάξατε εἰς μαρτύριον ἐπ᾿ αὐτούς. ἐξερχόμενοι δὲ διήρχοντο
κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
Δόξα: Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Κύπρου μέγα κλέϊσμα, καὶ
ἀρωγὲ καὶ προστάτα, χριστοκῆρυξ πάνσοφε, Χριστωνύμου κλήσεως τέκνον ἔνθεε,
πάντας τοὺς σπεύδοντας, σοῦ τῇ ἐπιπνοίᾳ, θείᾳ σκέπῃ τε καὶ χάριτι, καὶ σὸν
πανίερον, τάφον προσκυνοῦντας ἁγίαζε, καὶ ῥύου πάσης θλίψεως, ἐπηρείας πλάνου
ἀλάστορος, νόσου ἀνιάτου, κινδύνων συμφορῶν καὶ πειρασμῶν, ὡς ἀντιλήπτωρ
θερμότατος, τῶν καταφευγόντων σοι.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἰαμάτων παντοίων ποταμὸς ἀνεδείχθη ὁ θεῖος τάφος σου,
Ἀπόστολε Βαρνάβα, καὶ θαυμασίων φρέαρ, καταρδεῦον τὰ μύχια, ἡμῶν ψυχῶν τῶν πιστῶς,
αὐτῷ καταφευγόντων.
Μαρτυρίου ἀνύσας Ἀθλοφόρε Βαρνάβα τὸ μέγα στάδιον, ἐν
Σαλαμῖνι Κύπρου, κατέλιπες ὡς δῶρον, ταύτῃ τάφον τὸν θεῖόν σου, προσκυνηταῖς
δαψιλῶς, ἐκβλύζοντα ἰάσεις.
Οὐρανόθεν Βαρνάβα πρόσφυξί σου βραβεύεις ἰσχὺν καὶ
δύναμιν, καὶ σθένος ἐπιβούλων, ἐχθρῶν καταπατῆσαι, ἀνομώτατον φρύαγμα,
κατακτητῶν σῆς Μονῆς, καὶ σοῦ πανσέπτου τάφου.
Θεοτοκίον.
Ἱλασμὸν τοῖς Σοῖς δούλοις Θεοτόκε Παρθένε τὸν θεῖον
Τόκον Σου, ἐξαίτει καὶ πταισμάτων, τὴν ἄφεσιν πρεσβείαις, τοῦ τῆς Κύπρου
κοσμήτορος, Βαρνάβα τοῦ θαυμαστοῦ, ὑπερευλογημένη.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐξ ὕψους δόξης, τῆς ἀϊδίου ἐν πόλῳ, ἀδοξίας ἐκ λάκκου
με ῥῦσαι, ῥυπτικαῖς λιταῖς σου, πρὸς τὸν Χριστὸν Βαρνάβα.
Νῦν αἱ χορεῖαι, τῶν Χριστωνύμων Βαρνάβα, ἀνυμνοῦσαί σε
πόθῳ βοῶμεν· ἴσθι ἀντιλήπτωρ, ἡμῶν ἐν βίου ζάλαις.
Βυθοῦ κακίας, ἀνάγαγέ με Βαρνάβα, τῆς ἀγάπης Χριστοῦ
ἐκμαγεῖον, δι’ Αὐτὸν αἱμάτων, οἰκείων ῥεῖθρα χύσας.
Θεοτοκίον.
Ἰδεῖν ἐν πόλῳ, μορφῆς ἀμήχανον κάλλος, τοῦ Υἱοῦ Σου
ἀξίωσον πάντας, κεχαριτωμένη, τοὺς Σὲ ὑμνολογοῦντας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡράϊσον εὐχαῖς σου, ἱκετῶν σου βίον, τῶν προσκυνούντων
τὸν πάνσεπτον τάφον σου, χαρίτων θείων Βαρνάβα κρουνὲ ἀκένωτε.
Χαρᾶς καὶ εὐφροσύνης, πλῆσόν με ἀλήκτου, τὸν καθ’
ἑκάστην ἐν θλίψεσι στένοντα, καὶ λύπαις βίου Βαρνάβα τὸν συνθλιβόμενον.
Μὴ παύσῃ ἐποπτεύων, καὶ φρουρῶν τὴν Κύπρον, ἣν ἐκροαῖς
σῶν αἱμάτων ἡγίασας, σημειοφόρε Βαρνάβα κρηπὶς τῆς πίστεως.
Θεοτοκίον.
Μετὰ τοῦ Ἀποστόλου, θεαυγοῦς Βαρνάβα, τὸν Σὸν Υἱὸν καὶ
Θεὸν καθικέτευε, ὑπὲρ ἡμῶν τῶν ἐν ὕμνοις μακαριζόντων Σε.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίροις νήσου Κύπρου ὁ
φωτιστής· χαίροις ὁ ἐπόπτης, ὁ ἀκέστωρ καὶ ἀρωγός, ταύτης καὶ ἁπάντων, ὁ βοηθὸς
Βαρνάβα, τῶν προφερόντων κλῆσιν, τὴν παναγίαν σου.
Χαίροις θείου Παύλου ὁ
συνεργός· χαίροις χριστοκῆρυξ, παρακλήσεως ὁ υἱός· χαίροις Ἐκκλησίας, τῆς
Κύπρου ὡραιότης, Ἀπόστολε Βαρνάβα, πίστεως ἔρεισμα.
Τάφον σου τὸν βλύζοντα
δαψιλῶς, ἅπασιν ἰάσεις, προσκυνοῦντες πανευλαβῶς, σὲ παρακαλοῦμεν· εἰρήνευσον
εὐχαῖς σου, Βαρνάβα Ἐκκλησίαν, Κύπρου τιμῶσάν σε.
Ὥσπερ ἄρτι ἤγειρας
θαυμαστῶς, ἐκ τῆς κλίνης μάκαρ, τὸν παράλυτον ἱερέ, ἔγειρον Βαρνάβα, ἐκ λάκκου
δυσθυμίας, τοὺς σπεύδοντας ἐν πίστει, σκέπῃ τῇ θείᾳ σου.
Ῥῦσαι τῆς ἐχθίστου
ἐπιβουλῆς, καὶ τῆς τυραννίδος, ὁρωμένων Ἄγαρ υἱῶν, νῦν τῶν κατεχόντων, τὸν
πάνσεπτόν σου τάφον, Ἀπόστολε Βαρνάβα, χάριτος σκήνωμα.
Τάχος ἑορτάσαι τῆς σῆς
Μονῆς, τὴν ἐλευθερίαν, καταξίωσον θαυμαστέ, ἐν ἀγαλλιάσει, Βαρνάβα
Χριστωνύμους, πρεσβείας αἰτουμένους, τὰς διαθέρμους σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε,
ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς
Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ
γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’
ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ
Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου
ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην
ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν
διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Θεῖε, παρακλήσεως υἱέ,
Παύλου συνεργὲ καὶ κυπρίων, ἐν πειρασμοῖς βοηθέ, Ἀποστόλων σέμνωμα, Βαρνάβα
ἔνδοξε, τοὺς ἑκάστοτε σπεύδοντας, τῇ σῇ παῤῥησίᾳ, καὶ θερμαῖς ἐντεύξεσι, πρὸς
τὸν Θεάνθρωπον, ῥύου, πειρασμῶν καὶ κινδύνων, καὶ ἐπηρειῶν κατωδύνων, τοὺς
πιστοὺς ἀείποτε πτερνίζοντος.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου