Δευτέρα 4 Ιουνίου 2018

ΙΟΥΝΙΟΣ 10. ΑΓΙΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΤΙΜΟΘΕΟΣ ΠΡΟΥΣΣΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΝΙΟΣ Ι΄!!
ΤΙΜΟΘΕΟΣ ΠΡΟΥΣΣΗΣ
ΑΚΟΛΟΥΘΙΑ (ἄνευ δοξολογίας)

ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ ἤχου τῆς ἡμέρας γ’ καὶ τοῦ Ἁγίου γ’. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῇ ἐμπράκτῳ καθάρσει σου, τῶν γηΐνων ὑψούμενος, ὡς νεφέλη ἔμψυχος παμμακάριστε, βρονταῖς ἐνθέων θαυμάτων σου, καὶ λόγων φρικταῖς ἀστραπαῖς, τὸν δεινὸν προκαθελὼν σκολιώτατον δράκοντα, χάριν εἴληφας, καὶ δρακόντων ἐνσάρκων καταφλέγειν, ἐν καλύμματι ἐνθέῳ, τῶν δυσμενῶν Μάρτυς ἔγκατα.

Ἱεράρχα Τιμόθεε, Προυσσαέων ὁ πρόεδρος, οἰκουμένης πρόβολος καὶ τοῦ κόσμου φωστήρ, τῆς Ἐκκλησίας καλλώπισμα, τῆς πίστεως ἔρεισμα, καὶ Μαρτύρων τὸ σεπτὸν καὶ φωσφόρον ἀγλάϊσμα, καθικέτευε, ἐκ φθορᾶς καὶ κινδύνων τοῦ ῥυσθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Ὡραιότατον στόλισμα, ἐν βαφαῖς ταῖς δι’ αἵματος, ἐξυφάνας πόνοις σου ὦ Τιμόθεε, στολὴν οὐράνιον ἄνωθεν, ἀφθάρτου καθάρσεως, καὶ ἀτρέπτου βιοτῆς, ἀποῤῥήτως ἀντείληφας, ἥνπερ ἄϋλον, ἐν ὑψίστοις προσφέρων ὑπὲρ πάντων, ἐκδυσώπει Ἀθλοφόρε, τῶν εὐσεβῶς εὐφημούντων σε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον
Μακαρίζω σε Πάναγνε, τὴν βροτοὺς ἀφαρπάσασαν, ἐκ βυθοῦ κακίας καὶ ἀπογνώσεως, ὑμνολογῶ σε Θεόνυμφε, τὴν ἀειμακάριστον, καὶ δοξάζω σου Σεμνή, τὴν ἀπόρρητον κύησιν, ὅτι ἔτεκες, τὸν Σωτῆρα τοῦ κόσμου, καὶ κατάρας, ἠλευθέρωσας Παρθένε, προγονικῆς τὸ ἀνθρώπινον.
Ἢ Σταυροθεοτοκίον
Ὡς ἑώρακε Κύριε, ἡ Παρθένος καὶ μήτηρ σου, ἐν Σταυρῷ κρεμάμενον ἐξεπλήττετο, καὶ ἀτενίζουσα ἔλεγε· Τὶ σοι ἀνταπέδωκαν, οἱ πολλῶν σου δωρεῶν, ἀπολαύσαντες Δέσποτα; Ἀλλὰ δέομαι· Μὴ με μόνην ἐάσῃς ἐν τῷ κόσμῳ, ἀλλὰ σπεῦσον ἀναστῆναι, συνανιστῶν τοὺς προπάτορας.



Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τοῖς τῶν αἱμάτων ὄμβροις καταρδευόμενος, Ἱερομάρτυς Κυρίου ἐκαρποφόρησας ἐν τῇ γῇ τῇ ἀγαθῇ τῆς καρδίας σου, τὴν ἀδάπανον τρυφήν, ἣν ἐδέξω ἐκ Θεοῦ, Τιμόθεε δυσωποῦμεν, ἐκ τῶν κινδύνων ῥυσθῆναι, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου.






































ΟΡΘΡΟΣ

Οἱ Κανόνες· τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου. Ποίημα Ἀρσενίου.
ᾨδὴ α’. Ἦχος δ’. Τριστάτας κραταιούς.
Ἀνείκαστον ἰσχύν, ἀνυπέρβλητον κράτος, ἀπερίτρεπτον ῥοπήν, ὡς ἔχων ἀγαθέ, ἐν ἀῤῥήτῳ δυνάμει Σου, κράτυνόν μου τὸ τῆς γλώσσης, ἀδρανὲς ἐν τοῖς ὕμνοις σου, καὶ λιταῖς Τιμοθέου οἰκτείρησον.
Ἰσχύϊ θεουργῷ, ἱερᾶς ὄντως ῥίζης, ἐκβλαστήσας ἱερόν, Τιμόθεε φυτόν, ἀρετῶν ὤφθης εὔκοσμον, ἤνθησας γὰρ τῇ ἀθλήσει, τοὺς καρποὺς εὐφορώτατα, καὶ τῷ πάντων Δεσπότῃ προσήνεγκας.
Νοὸς τὸ καθαρόν, καὶ ψυχῆς τὸ στιλπνῶδες, σῶν αἱμάτων ἐν βαφαῖς, ποικίλον προδεικνύς, θεοφόρε Τιμόθεε· ἄνω νῦν συμβασιλεύεις, τῷ Δεσπότῃ τῆς κτίσεως, καὶ τῆς ποίμνης σου πίστει προέστηκας.
Θεοτοκίον.
Ὁ ἔμψυχος Θεοῦ, καὶ ὑπέρφωτος οἶκος, Θεοτόκε ἀγαθή, τοῦ κόσμου ἡ χαρά, μὴ ἀπώσει με πόῤῥῳ Σου, οἴκτεριον δὲ καὶ παντοίων, πειρασμῶν ἀπολύτρωσαι, ὅπως ἔνδον χορεύω τῆς σκέπης Σου.

ᾨδὴ γ’. Εὐφραίνεται ἐπὶ σοί.
Σὺν Μάρτυσι τοῦ Χριστοῦ, Μάρτυς ὡράθης φαεινὸς ἔνδοξε, ἐν ἱερεῦσι σοφοῖς, ὤφθης ἱερέων καλλώπισμα.
Τὸ τέμενος τοῦ Χριστοῦ, τὸν τῆς σοφίας θησαυρὸν σήμερον, δεῦτε πιστοὶ μέλψωμεν, ποίμνης Προυσσαέων τὸν πρόεδρον.
Ἱδρῶσι τῶν ἀρετῶν, αἷμα κερνῶν σου τὸ σεπτὸν πάνσοφε, πόμα Θεῷ ἤνεγκας, θεῖον καὶ τερπνὸν ὦ Τιμόθεε.
Θεοτοκίον.
Μαρία Μήτηρ Θεοῦ, ἡ ἀνωτέρα Χερουβὶμ ἄχραντε, καὶ πάσης γῆς Δέσποινα, σῶσόν με ταῖς θείαις πρεσβείαις Σου.

ᾨδὴ δ’. Ἐπαρθέντα σε ἰδοῦσα.
Οὐρανόφρονα τὸν βίον ὡς κεκτημένος, καὶ ταῖς βρονταῖς τοῦ Πνεύματος ὅλος ἐξαστράπτων, δράκοντα ὀλέθριον, κατέφλεξας ἔνδοξε, χάριτι τῇ θείᾳ ῥωννύμενος.
Θεωρίᾳ καὶ τῇ πράξει κεκοσμημένος, ἐν λευϊτῶν προσχήματι ῥομφαίᾳ διστόμῳ, δράκοντος τὰ ἔγκατα, συντέμνεις Τιμόθεε, ἄρτων ἱερῶν τῷ καλύμματι.
Ἐγνωκὼς Χριστὸν τὸν μέγαν Ἀρχιερέα, οὐκ ἀλλοτρίῳ αἵματι ἀλλ’ οἰκείῳ Μάρτυς, τῷ Πατρὶ προβαίνοντα, Αὐτοῦ ὡς συνόμιλος, αἷμα τὸ σαυτοῦ φέρων τέθεικας.
Θεοτοκίον.
Πολυόμματα Σὰ ὄμματα ἀκοιμήτως, Θεογεννῆτορ ἄχραντε ἡττῶνται τοῦ βλέπειν· τούτων γὰρ ὡς Δέσποινα, προφθάνεις ἑκάστοτε, καὶ ἀεὶ προβλέπεις τοὺς δούλους Σου.
ᾨδὴ ε’. Σὺ Κύριέ μου φῶς.
Ὡς πέλυξ κραταιός, ὡς τομώτατον φάσγανον, πρὸς φάλαγγας τῶν ἀνόμων, τὴν μάχην δεδεγμένος, τῇ νίκῃ συγκατέστεψας.
Λαμπτὴρ ἡμερινός, φωτοφόρος δεικνύμενος, κατηύγασας βασιλίδος, τὰς ἐν ζόφῳ κακίας, τελούσας ὄψεις ἔνδοξε.
Ὁρῶν εἰδωλικῶν, μιασμάτων τὴν σύγχυσιν, προδέδωκας αἱμοβόροις, ὡς ἀρνὸν σαυτὸν μάκαρ, καὶ θῦμα Θεῷ ἤνεξαι.
Θεοτοκίον.
Ἁγνὴ περιστερά, πρεσβειῶν Σου τὰς πτέρυγας, πρὸς δούλους Σου τοὺς ἐν κόσμῳ, καὶ τὴν σκέπην ἁπλοῦσα, Παρθένε μὴ παρίδῃς με.

ᾨδὴ στ’. Θύσω σοι.
Γέγηθεν, ἡ οἰκουμένη σήμερον χάιρουσα, ἐπὶ τῇ μνήμῃ σου μάκαρ, καταλάμπεις ἄνωθεν γὰρ θαυμάτων, ταῖς ἀκτῖσι, καὶ φωτίζεις ψυχὰς τῶν ὑμνούντων σε.
Ὤφθης νῦν, οὐ τῆς ἐν γῇ τραπέζης διάκονος, ἀλλ’ οὐρανοῖς ἐμβατεύων, ἐντρυφᾷς τραπέζης τῆς ἀποῤῥήτου· ἐν ᾗ δίδου, καὶ ἡμῖν σῆς τρυφῆς τὴν ἀπόλαυσιν.
Νόμιμον, τὸν ἱερὸν ἀγῶνα ποιούμενος, ἐν παῤῥησίᾳ θεόφρον, βασιλίδος ἄνοιαν ἐξελέγχεις, καὶ εἰδώλων, διασπᾷς τὰ τεμένη Τιμόθεε.
Θεοτοκίον.
ᾌδεται, διὰ φωνῶν Ἀγγέλων Θεόνυμφε, ὁ Σὸς Υἱὸς πάντων κτίστης, καὶ Θεὸς ὑπάρχων πρὸ τῶν αἰώνων· σὺν αὐτῷ οὖν, βασιλεύουσα σῶσόν με Δέσποινα.

Συναξάριον.
Τῇ Ι΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος Ἱερομάρτυς Τιμόθεος ἐπίσκοπος Προύσσης, ξίφει τελειοῦται.
Ὁ Tιμόθεος ἐκ ξίφους θνήσκειν θέλει,
θεοὺς ἀτίμους μηδαμῶς τιμᾷν θέλων.
Οὗτος ἦν ἐπὶ Ἰουλιανοῦ τοῦ Παραβάτου, τὴν λαχοῦσαν αὐτῷ Ἐκκλησίαν ἰθύνων καλῶς, και τὸν ἐν αὐτῇ λαόν, ποιμαίνων πνευματικῶς. Βρύων δὲ παντοίοις θαύμασι, τὸν δράκοντα τὸν μέγαν, ὃς τῇ τοῦ ἐμφωλεύοντος ἐν αὐτῷ τῷ τόπῳ κακίᾳ, φημὶ δὴ τοῦ βροτοκτόνου καὶ ἀρχαίου δράκοντος, τούς τε παριόντας ἀνθρώπους ἀνήρει καὶ τὰ κτήνη φυσήματι μόνον ἐλυμαίνετο, καὶ ὅλως ἄβατον τὴν μεταξὺ τῆς πόλεως Προύσης και τῶν θερμῶν ὑδάτων ὁδὸν ἐπεδείκνυε. Τοῦτον δὴ τὸν δράκοντα ὁ Ἅγιος, τῇ ἐπιβολῇ του τῶν ἱερῶν ἄρτων καλύμματος, διέῤῥηξε και ἐνέκρωσεν. Ἀπετμήθη δὲ τὴν κεφαλήν, Ἰουλιανοῦ του Παραβάτου μαθόντος περὶ τῶν θαυμάτων ὧν ἐτέλει, καὶ ἀποστείλαντος καὶ ἀνελόντος αὐτόν.







Τῇ αὐτῇ ἠμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀλεξάνδρου καὶ Ἀντωνίνης
Εὕρατο Ἀλέξανδρος ἅμ' Ἀντωνίνῃ
τὸν βόθρον ἀκάτιον εἰς τρυφὴν φέρον.
Οὗτοι ὑπῆρχον ἀπὸ κώμης Καρδάμου, ἤ Κροδάμων. Ἡ μὲν οὖν Ἁγία Ἀντωνῖναν, σεμνῶς καὶ ὁσίως τὸν βίον διάγουσα ἐτύγχανε. Συλληφθεῖσα δὲ ὑπὸ Φήστου, καὶ μὴ πεισθεῖσα ἀρνήσασθαι τὸν Χριστόν, μηδὲ λατρεῦσαι τοῖς δαίμοσιν, ἐν οἰκήματι πορνικῷ ἀποτίθεται. Ἐπὶ τρισὶ δὲ ἡμέραις ἀπροσίτου διαμεινάσης αὐτῆς, παρίσταται φῶς ἐν νυκτί, καὶ βροντῆς καταῤῥαγείσης, αἱ τοῦ οἰκήματος θύραι ἐῤῥάγησαν, καὶ φωνὴ πρὸς αὐτὴν οὐρανόθεν γέγονε, προτρεπομένη ἀναστῆναι καὶ τροφῆς μεταλαβεῖν. Αἰτήσασα δὲ καὶ φαγοῦσα, ἐξῆλθεν αὖθις παραστῆναι τῷ ἡγεμόνι, καὶ μὴ πεισθεῖσα τοῖς εἰδώλοις θῦσαι, πτερνίζεται καὶ σπαθίζεται, καὶ πάλιν ἐπὶ πορνικὸν ἀπάγεται οἴκημα, ἐν ᾧ, δι’ ἀποκαλύψεως Ἀγγέλου, ὁ Ἀλέξανδρος εἰσελθών, καὶ διὰ τὸ νέον τῆς ηλικίας (ἦν γὰρ ὡσεὶ χρόνων εἰκοσιοκτώ), δόξας ἐπὶ πρᾶξιν ἄσεμνον παραγενέσθαι, λαθών, την μὲν Αγίαν τοῦ δώματος ὑπεξήγαγε, τῷ χλανιδίῳ τὴν αὐτῆς καλύψας κεφαλήν, αὐτὸς δὲ ἐκεῖσε διέμεινε.
Μετ’ ὀλίγον δέ, φανεροῦ γενομένου τοῦ πράγματος, στρατιωτῶν τινῶν εἰς τὸ ἐνυβρίσαι τὴν Ἁγίαν παραγενομένων, ἤχθη πρὸς τὸν ἡγεμόνα ὁ Ἀλέξανδρος. Καὶ πρῶτον μὲν σπαθίζεται, εἶτα συσχεθείσης και τῆς Ἁγίας, ἀμφότεροι τὰ ἄκρα τῶν ποδῶν καὶ τῶν χειρῶν ἀποτέμνονται, καὶ οὕτως ἐν βόθρῳ πυρός, ὅλον τὸ σῶμα πίσσῃ ἐπιχρισθέντες ὑγρᾷ, ἐξωθοῦνται καὶ ἀποῤῥίπτονται, καὶ ἐν τούτῳ τὸ μακάριον τέλος δέχονται. Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῇ Μαξιμίνου, διακειμένῃ ἐν Κωνσταντινουπόλει, ἔνθα κατάκεινται τὰ τίμια αὐτῶν λείψανα, ἐξ ὧν καὶ πολλῶν θαυμάτων ἰάσεις ἀναπηγάζουσι.

Τῇ αὐτῇ ἠμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νεανίσκου τοῦ σοφωτάτου Μάρτυρος
Kακοῦ ἀγαθὸν ἀντιδούς, στεφηφόρε,
σοφώτατος δέδειξαι ἐκ τῶν πραγμάτων.
Ὅτε ὁ Μάξιμος ἦτο ἡγεμὼν εἰς τὴν Ἀλεξάνδρειαν, καὶ ἐδίωκε καὶ κατετυράννει τοὺς χριστιανούς, ἐμηνύθη εἰς αὐτὸν ὁ Νεανίσκος οὗτος, ὁ σοφώτατος καὶ ὡραῖος τοῦ Χριστοῦ Ἀθλητής, ὁ ὁποῖος ἐπροδόθη ἀπὸ τὴν δούλην του. Ὁ δὲ ἡγεμών, πολλὰς μὲν τυραννίας ἐποίησεν εἰς αὐτὸν εἰς διάστημα ἡμερῶν ἑπτά, βιάζων αὐτὸν νὰ ἀρνηθῇ τὸν Χριστόν, ἰδὼν δὲ ὅτι δὲν δύναται νὰ τὸν καταπείση, ἔδωκε κατ’ αὐτοῦ ἀπόφασιν νὰ θανατωθῇ. Ὅθεν ὁ τοῦ Χριστοῦ Μάρτυς εὐχαριστῶν τῷ Κυρίῳ, ἀπήρχετο χαίρων διὰ νὰ τελειώσῃ τὸν ποθούμενον δρόμον τοῦ μαρτυρίου, ἠκολούθει δὲ εἰς αὐτὸν λαὸς πολύς, μετὰ του λαοῦ δὲ ἠκολούθει καὶ ἡ δούλη ἐκείνη ἥτις τὸν ἐπρόδωκε. Γυρίσας δὲ ὁ Ἅγιος καὶ ἰδὼν τὴν δούλην ἀκολουθοῦσαν, ἔνευσεν εἰς αὐτὴν μὲ τὴν χεῖρά του, διὰ νὰ ὑπάγῃ πλησίον του, καὶ ὅτε ὑπῆγε, τῇ ἔδωκεν ἓν χρυσὸν δακτυλίδιον, τὸ ὁποῖον εἶχεν εἰς τὴν χεῖρά του, καὶ εἶπεν εἰς αὐτήν· Εὐχαριστῶ σοι γῦναι, διότι μὲ τὴν προδοσίαν σου ἔγινες πρόξενος εἰς ἐμὲ τοιούτων ἀγαθῶν. Ἐλθὼν δὲ εἰς τὸν τόπον τῆς καταδίκης, προσηυχήθη καὶ οὕτως ἀπεκεφαλίσθη, καὶ ἔλαβεν ὁ τρισμακάριος παρὰ Κυρίου τὸν στέφανον τῆς ἀθλήσεως.

Τῇ αὐτῇ ἠμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κανίδου
Γῆν καὶ τὰ ἐν γῇ ἐκλιπὼν ὁ Kανίδης,
ἄφθαρτον εὗρεν ἀντιμισθίαν ἄνω.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Θεοδοσίου του Μεγάλου, Θεοδότου καὶ Θεοφανοῦς υἱός, τὰς οἰκήσεις ποιουμένων ἐν τῇ τῶν Καππαδοκῶν χώρᾳ, εὐλαβῶν ὄντων καὶ θεοφιλῶν. Λέγεται δὲ τὴν μητέρα αὐτοῦ παντοίας τροφῆς ἀπέχεσθαι παχυτέρας, καθ’ ὃν καιρὸν τοῦτον ἐν γαστρὶ ἔφερε. Τεχθέντα δέ, ἀπέχεσθαι της ἀριστερᾶς θηλῆς παντελῶς, εἶδέ ποτε δαψιλεστέρας τροφῆς ἐνεφορήθη ἡ μήτηρ, οὐδὲ τῆς δεξιᾶς θηλῆς ἥπτετο ὅλως. Βαπτισθεὶς οὖν καὶ ἀπογαλακτισθείς, καὶ τὰ τῆς πρώτης ἡλικίας παραμειψάμενος, χαίρειν πᾶσιν εἰπών, τὸ ὄρος καταλαμβάνει. Καὶ μικρὸν ἄντρον ὑπεισελθών, ἐν αὐτῷ ἑαυτὸν ἐγκαθείρξας, τῇ προσευχῇ καὶ τῇ νηστείᾳ σχολάζων, καὶ ἅπαξ τῆς ἑβδομάδος βραχυτάτων ὠμῶν λαχάνων ἄνευ ἁλῶν ἀπογευόμενος, διήρκεσε χρόνοις τρισὶ καὶ ἑβδομήκοντα. Ἐπὶ δὲ πάνυ ἧν κατάφορος ὁ τόπος ὕδασι, καὶ τὸ ἄντρον ὑπὸ πολλῆς νοτίδος πολιορκούμενον, διεφθάρησαν αἱ τρίχες τῆς κεφαλῆς αὐτοῦ καὶ τοῦ πώγωνος. Οὕτως οὖν διαρκέσας ὁ μακάριος ἐπὶ πολύ, πρὸς Κύριον ἐξεδήμησεν.

Τῇ αὐτῇ ἠμέρᾳ, Μνήμη τῶν Ὁσίων Θεοφάνους καὶ Πανσέμνης
Ὁ Θεοφάνης ἐτρυγήθης ἐκ βίου,
Θεῷ φανεὶς πέπειρος ὡς εἰπεῖν βότρυς.
Eἰ καὶ θανούσης ἐκλαθοίμην Πανσέμνης,
καὶ Xριστὸς αὐτὸς εὐθὺς ἐκλάθοιτό μου.
Ὁ Ὅσιος Θεοφάνης τῆς Ἀντιοχέων πόλεως ἦν, ἐξ ἀπίστων καὶ δυσσεβῶν γεννηθεὶς γονέων. Γυναικὶ δὲ συζευχθείς, καὶ τρία ἔτη συνών, ἐκείνης ἐξ ἀνθρώπων γεγονυῖα, αὐτὸς προσελθὼν τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, τὸ Ἅγιον Βάπτισμα δέχεται. Καὶ πλησίον τῆς πόλεως στενώτατον κελλίον οἰκοδομήσας, καθεῖρξεν ἑαυτόν, διὰ πάντων καθαιρόμενος, ἃ προς τελείωσιν καὶ τὴν ἄκραν ἀρετὴν συντελεῖ.
Μαθὼν δὲ περὶ δημοσίας τινὸς πόρνης, Πανσέμνης οὕτω καλουμένης, ὅτι πολλοῖς αἰτία ἀπωλείας καθίσταται, εὐξάμενος καὶ παρευθεὶς ἑαυτὸν τῷ Θεῷ πρὸς ἐκείνην παρεγένετο. Καὶ τοσαῦτα διεξῆλθεν αὐτῇ καὶ τοιαῦτα, οἷα εἰκὸς πόρνην καὶ ἀκόλαστον πεῖσαι, ἃ μετέρχεται καταλιπεῖν, καὶ σώφρονι καὶ κοσμίῳ βίῳ ταύτην ἐκδοῦναι. Ὑφ’ ὧν φωτισθεῖσα τὴν διάνοιαν, καὶ εἰς κατάνυξιν ἐλθοῦσα, τὸ θεῖον Βάπτισμα δέχεται, καὶ καλῶς τὸ καθ’ αὐτὴν διαθεῖσα, τῷ μακαρίῳ Θεοφάνει ἠκολούθησεν, ὃς τῇ κέλλῃ, ᾗ αὐτῇ ᾠκοδόμησε, ταύτην κατακλείσας, παντοίας ἀρετῆς ἐργάτην εἰργάσατο, ἥτις τοσοῦτον Θεῷ εὐηρέστησεν, ὡς καὶ δαίμονας ἀπελαύνειν, καὶ παντοῖα νοσήματα θεραπεύειν, ἐπιβιώσασα δὲ ἐνιαυτὸν ἕνα, καὶ μῆνας δύο, ἅμα τῷ Ὁσίῳ Θεοφάνει, πρὸς Κύριον μεθίσταται.

Τῇ αὐτῇ ἠμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀπολλώ, τοῦ ἐπισκόπου
Ὡς χρηστὸς ὄντως ὁ ζυγός σου Xριστέ μου,
Ὃν ζῶν ὑπῆλθον Ἀπολλώς, θανὼν λέγει.

Τῇ αὐτῇ ἠμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀλεξίου ἐπισκόπου Βιθυνίας
Πόνων ὁ Ἀλέξιος ἀλέξημά τι,
εὗρες τελευτήν, και τρυφᾷς νῦν ἐν πόλῳ.

Τῇ αὐτῇ ἠμέρᾳ, Μνήμη τοῦ Ἁγίου Νέου Ὁσιομάρτυρος Σάββα τοῦ Σταγειρίτου


Τῇ αὐτῇ ἠμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάννου Μαξίμοβιτς, Μητροπολίτου Τομπὸλσκ Σιβηρίας.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Ἐν τῇ καμίνῳ.
Ἀξιοχρέως, ἐν ἀρετῶν πλουτοῦντά σε θησαυρῷ, στέφει πρὸ τῶν ἄθλων χάρις ἡ θεουργός, καὶ θαυμάτων ἐν χαρίσμασιν, ὑπερφαιδρύνουσα περιφανῆ ἐν κόσμῳ τετέλεκε.
Ῥομαίας πλήκτρα, καὶ τὰς πυρφόρους φλόγας Μάρτυς ὁρῶν, πίστει θωρακίζεις νοῦν σου καὶ τὴν ψυχήν, καὶ ἀτρόμῳ τῷ φρονήματι, Χριστὸν κηρύττεις, Δημιουργὸν καὶ Κτίστην ὡς Κύριον.
Θεοτοκίον.
Σὺ τὸν κρατοῦντα, ἐν τῇ δρακὶ τὰ σύμπαντα Μήτηρ Θεοῦ, ἔνδον ἐν κοιλίᾳ σου σχοῦσα θεοπρεπῶς, περιφρούρει τοὺς κραυγάζοντας· εὐλογημένη Σὺ ἐν γυναιξὶ ὑπάρχεις πανάμωμε Δέσποινα.

ᾨδὴ η’. Χεῖρας ἐκπετάσας.
Σθένει θείας πίστεως ῥωσθείς, σοφὲ τιμόθεε νέος προδέδειξαι, ὡς Δανιὴλ ἡμῖν δράκοντα, καθελὼν τὸν ὀλετήριον, καὶ ἐν τῷ ὕψει παραστάς, κραυγάζεις μέλπειν ἀεί· εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἔνδον ὡς οἰκέτης ἱερός, τῆς τοῦ Κυρίου σου χαρᾶς γεγένησαι· σὺ γὰρ τὸ τάλαντον ἔνδοξε, τὸ τῆς πίστεως ἐν πόνοις σου, προσεπαυξήσας πολλαπλῶς ἄθλοις καὶ θαύμασιν, ἀνακράζεις· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Νόσους ἐξιώμενος βροτῶν, ἀφῇ λειψάνων σου μυρίζεις πάνσοφε, ψυχὰς ῥωννύεις σοι χάριτι, ὀδυνῶν καθαίρεις τραύματα, καὶ ἐκ πνευμάτων πονηρῶν, ἀπολυτροῦσαι ἀεὶ τοὺς βοῶντας· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον.
Ἔνδοξον ὡς στέφανον ἁγνή, ἡ φύσις εἴληφε τῷ θείῳ τόκῳ Σου, ἐχθρῶν ἐν πάλῃ οὖν δώρησαι, νικητὴν ἀναδειχθέντα με, Σοῦ τῶν χαρίτων τῷ φαιδρῷ, στεφάνῳ στέφεσθαι τοῦ κραυγάζειν· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.













ᾨδὴ θ’. Εὔα μέν.
Ἴδομεν παράδοξα ἐν σοὶ Τιμόθεε, θεοφόρε ὄντως θαύματα, βρύει λειψάνων σου γὰρ θήκη, ἰάσεων ἀφθόνους πηγὰς ἡμῖν, καὶ παύεις νοσημάτων ἀλγήματα· ὅθεν τιμῶντές σε γεραίρομεν.
Ὅλος συγχορεύων ἀληθῶς Τιμόθεε, σὺν Ἀγγέλων τοῖς στρατεύμασι· χαίρων Μαρτύρων σὺν τοῖς δήμοις, καὶ μέλπων ἱερέων σὺν τάγμασι, δυσώπει ἀνενδότως τὸν Κύριον, σῶσαι τοὺς πίστει εὐφημοῦντάς σε.
Ὕμνους καὶ δεήσεων φωνὰς εἰσάκουσον, Χριστομάρτυς πανσεβάσμιε, πρόσχες πρὸς πόθον καὶ τὴν σχέσιν, καὶ βλέψον πρὸς ὀργὴν τὴν ἀνείκαστον, καὶ ἄνωθεν τὴν σκέπην σου δώρησαι, πᾶσι τοὺς πίστει εὐφημοῦσί σε.
Θεοτοκίον.
Ὕψωσον τὴν χάριν Σου ἁγνὴ μεγάλυνον, τὴν πρεσβείαν καὶ προσάγαγε, τάξει Ἀγγέλων τῷ Δεσπότῃ, χοροὺς τῶν Ἀποστόλων, Προφῆτάς τε καὶ ἅπαντας δικαίους σὺν Μάρτυσιν, ὅπως σωθῶμεν οἱ τιμῶντές Σε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου