Δευτέρα 4 Ιουνίου 2018

ΙΟΥΝΙΟΣ 10. ΑΓΙΟΙ ΙΕΡΟΜΑΡΤΥΡΕΣ ΤΙΜΟΘΕΟΣ & ΑΛΕΞΑΝΔΡΟΣ ΠΡΟΥΣΣΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΝΙΟΣ Ι΄!!
ΤΙΜΟΘΕΟΣ & ΑΛΕΞΑΝΔΡΟΣ
ΙΕΡΟΜΑΡΤΥΡΕΣ ΠΡΟΥΣΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἱερομονάχου Μελετίου Συρίγου, Κρητός, αχμθ΄)

Σημείωσις: Στὰ συναξάρια, ἡ μνήμη τοῦ Ἁγίου Ἀλεξάνδρου ἀναφέρεται στὶς 9 Ἰουνίου. Καθόλου ἄτοπο ὅμως φρονοῦμε νὰ μεταφέρεται ἡ μνήμη του, διὰ κοινὸ καὶ πανηγυρικὸ ἑορτασμό.
Ἐπίσης, σὲ μέρη τῶν ὕμνων, ἀναφέρεται καὶ ὁ Ἅγιος Ἱερομάρτυς Πατρίκιος ἐπίσκοπος Προύσης. Ὅμως, δὲν ἔχει κανόνα στὸν ὄρθρο, οὔτε δύναται νὰ προστεθεῖ ὃ τῆς ἑορτῆς του τῆς 19ης Μαΐου, καθότι ἄτοπο νὰ ὑπάρχουν πάνω ἀπὸ 3 κανόνες στὸν ὄρθρο. Ὡς ἐκ τούτου, τὰ τροπάρια ποὺ φέρουν τὸ ὄνομά του, ἔχουν τροποποιηθεῖ καταλλήλως, ὑπ’ ἐμοῦ.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἔνδυμα ἐφόρεσας, δικαιοσύνης ὡς γνήσιος, ἰερεὺς καὶ γὰρ ἅπαντα, σαυτὸν περιέφραξας, ἀρεταῖς παντοίαις, ψυχήν τε καὶ σῶμα, ἀφιερώσας τῷ Θεῷ, ἀγαλλιάσει δὲ ὥσπερ Ὅσιον, φαιδρῶς ἀγαλλιᾶσθαί σε, ὁ Ἀθλοθέτης πεποίηκεν, Ἱεράρχα Τιμόθεε, τῶν Ἀγγέλων ἐφάμιλλε. (Δίς)

Τερπνὸν ὡς Παράδεισον, τὴν Ἐκκλησίαν ἀνέδειξας, καταρδεύων ἑκάστοτε, αὐτὴν ἐν ὀρθότητι, τῶν θείων δογμάτων, καὶ ζωῆς τὸ ξύλον, τὸν Ἰησοῦν μέσον αὐτῆς, καταφυτεύων οὗ οἱ μετέχοντες, οὐδέποτε τεθνήξονται, τὸν ὄφιν δὲ τὸν ὀλέθριον, τὸν ἐκεῖ ἐφέδρευοντα, ἀπεδίωξας Ὅσιε. (Δίς)

Θεοῦ παραστάτην σε, ἱερωσύνης ἀνέδειξε, μεσιτεύοντα πλάσματι, καὶ πλάστῃ Τιμόθεε, φέρων ἱκεσίας, τὰς ἐκ τῶν ἀνθρώπων, πρὸς τὸν Θεὸν καὶ τὰ αὐτοῦ, ἕλκων ἐλέη τοῖς ἁμαρτήμασι, τὸ δὲ λαμπρὸν μαρτύριον, ὃ ὑπεισῆλθες στεῤῥότατα, θῦμα σὲ ἀπειργάσατο, καὶ δεκτὸν ὁλοκάρπωμα.

Κεκρυμμένην μὲν ἔζησας, ἐν Χριστῷ Ἅγιε, χαίρων ἐν ταῖς θλίψεσι καὶ καυχώμενος, ἐν δὲ τῷ τέλει δεδόξασαι, μεγίστοις ἐν θαύμασι, τίμιος γαρ ἀληθῶς, τῶν Ὁσίων ὁ θάνατος, ἔναντι Θεοῦ, ἐπὰν δὲ ὁ Χριστός, φανερωθείη, ἡ ζωὴ τῶν αὐτοῦ δούλων, συνδοξασθήση λαμπρότερον.





Δόξα. Ἦχος πλ. β΄.
Εὐφραίνεται σήμερον, ἡ πόλις Προυσιέων, μυστικὴν προθεῖσα πανδαισίαν, τοὺς ἀγῶνας καὶ παλαίσματα, τῶν Ἱερομαρτύρων Ἀλεξάνδρου τε καὶ Τιμοθέου, τῶν προστάτων αὐτῆς, καὶ καλῶν ποιμένων. Δεῦτε λέγουσα τρυφήσατε, μὴ κενουμένων βρωμάτων, ἀλλ’ εἰς ζωὴν διαμενόντων αἰώνιον, ἡ γὰρ τῶν Ἁγίων χάρις, τοὺς μετέχοντας ἁγιάζει, καὶ Θεῷ τῷ Παμβασιλεῖ παρίστησιν. Οὓς ἀνυμνοῦντες εἴπωμεν· Ἱεράρχαι σοφοί, ἡ σεπτὴ ξυνωρίς, Χριστὸν ἱκετεύσατε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (ι´ 7, γ´ 13-16, ἐκλογή).
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.


Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι, φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (δ´ 14, Παροιμ. ι´ 31).
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν· δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν· καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας· δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ· Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει· καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει· δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις· Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων· σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων· καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστιν παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

Εἰς τὸν Στίχον. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Θέρμη τῆς ἀγάπης τοῦ Χριστοῦ, Πάτερ πυρπολούμενος, θερμῶν ὑδάτων τὴν ἔκκαυσιν, οὐκ ἐδειλίασας, ἀλλ’ ὥσπερ οι παῖδες, οἱ τρεῖς ἀγαλλόμενος, ἐν τούτοις ὡς ἐν δρόσῳ ἐχόρευες, ψάλλων Τιμόθεε, διὰ σὸν ἔρωτα Κύριε, καὶ τὸ πῦρ μοι, δροσισμὸς γεγένηται.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ἐλπίδι πτερούμενος Θεοῦ, παμμάκαρ Τιμόθεε, ἐπὶ ἀσπίδα καὶ λέοντα, καὶ βασιλίσκον τε, ἐπέβης καὶ πᾶσαν, δύναμιν ἐπάτησας, σατᾶν του ἀρχεκάκου ὡς γέγραπται, διὸ καὶ δράκοντα, τῇ σῇ ποίμνῃ ἐνεδρεύοντα, ἀποκτείνας, Θεὸν ἐμεγάλυνας.

Στ.: Τοῖς Ἁγίοις, τοῖς ἐν τῇ γῇ αὐτοῦ, ἐθαυμάστωσε ὁ Κύριος.
Ἀνδρείᾳ ψυχῆς ὡς θησαυρούς, τὰς μάστιγας ἥρπαζες, τὰ δε δεσμὰ περιέφερες, ὅρμον ὡς χρύσεον, ζωὴν δὲ ἀγήρω, τὸν θάνατον ἔνδοξε, ἐνόμιζες Χριστῷ προσαγόμενος, θῦμα εὐπρόσδεκτον, διὰ τοῦτο σὲ Ἀλέξανδρε, ὁ Δεσπότης, μεγάλως ἐδόξασε.

Δόξα. Ἦχος πλ. δ΄.
Ἱεράρχαι Κυρίου, καὶ Ἀθλοφόροι γενναῖοι, οἷς ὁ Χριστός, τὰ οἰκεῖα ἐπιστεύσατο πρόβατα, δι’ ἣν εἴχετε πρὸς Αὐτὸν ἀγάπησιν, ὑμεῖς δὲ ὑπὲρ αὐτῶν, τὴν ψυχὴν ἐθήκατε, προθύμως θᾶνον, νῦν τὰς ἡμῶν προσδεξάμενοι ἱκεσίας, τὴν ποίμνην ταύτην φυλάξατε, ἀπὸ ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, ὡς καλοὶ Ποιμένες, καὶ Πατέρες φιλόστοργοι, ἵνα τιμῶμεν καὶ δοξολογῶμεν, ὑμῶν τὰ μνημόσυνα.

Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.







Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Τοῦ Ἁγίου Τιμοθέου. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Τοῖς τῶν αἱμάτων ὄμβροις καταρδευόμενος, Ἱερομάρτυς Κυρίου ἐκαρποφόρησας ἐν τῇ γῇ τῇ ἀγαθῇ τῆς καρδίας σου, τὴν ἀδάπανον τρυφήν, ἣν ἐδέξω ἐκ Θεοῦ, Τιμόθεε δυσωποῦμεν, ἐκ τῶν κινδύνων ῥυσθῆναι, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου.
Δόξα. Τοῦ Ἁγίου Ἀλεξάνδρου. Ἦχος δ΄.
 Καὶ τρόπων μέτοχος καὶ θρόνων διάδοχος, των Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν. Διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρι αἵματος Ἱερομάρτυς Ἀλέξανδρε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.






















ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τὸν ἀρχέκακον ὄφιν καταβαλών, ἐν νηστείαις καὶ πόνοις ἀσκητικοῖς, παμμάκαρ Τιμόθεε, νικητὴς ἀναδέδειξαι, τῆς σαρκὸς γὰρ τῇ τήξει, αὐτὸν ἐξενεύρισας, καὶ ὀφρὺν τὴν ἐκείνου, εἰς τέλος ἠδάφισας, ὅθεν καὶ τὸν ὄφιν, τὸν τῇ σῇ πόλει Πάτερ, δεινῶς ἐμφωλεύοντα, τῷ Σταυρῷ ἐναπέκτεινας, καὶ τὴν ποίμνην διέσωσας, δόξα Σοι Χριστὲ ὁ Θεός, Ὁ δοξάζων, ἅπαντας τοὺς δούλους Σου, ἐν φρικτοῖς θαυμασίοις καὶ τέρασι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαριστήριον αἶνον, χρεωστικῶς, ὡς ἡ Χήρα ἐκείνη δύο λεπτά, προσφέρω σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων σου· σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια πειρασμῶν καὶ θλίψεων, ἀεί με ἐξαίρουσα. Ὅθεν ὡς ἐκ μέσου, φλογιζούσης καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω σοι· Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Καταγώγιον τερπνόν, τῶν ἀρετῶν ἀναδειχθείς, ἐν φρονήσει ἀκριβεῖ, καὶ ἀκεραίῳ λογισμῷ, συνεφελκύσω οἰκήτορα καὶ τὸν Θεόν σου, τὴν πάντων ἀγαθῶν πηγὴν ἀένναον, καὶ γέγονας ναὸς τοῦ θείου Πνεύματος, ἡγιασμένος ὅθεν σοι, ἀναβοῶμεν Ἀλέξανδρε· μὴ διαλίπης καθικετεύειν, ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετὸν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ὅμοιον.
Τὴν εὐπρέπειαν πιστοί, τῆς Ἐκκλησίας νοητῶς, κατοπτεύοντες Χριστόν, δοξολογήσωμεν θερμῶς, ὅτι ἐκόσμησε ταύτην ποικιλοτρόπως, ποιμέσιν ἱεροῖς οἷάπερ ἄστρασι, Μαρτύρων τε χοροῖς τοῖς χρυσαυγίζουσι, μεθ’ ὧν ὁ παμφαέστατος, συνανατέλλει Τιμόθεος, καὶ Ἀλεξάνδρου ἡ φαιδρὰ αἴγλη, ὡς φωστῆρες ὑπέρλαμπροι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ Μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι, καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.
Εἶτα οἱ κανόνες· τῆς Θεοτόκου· καὶ τῶν Ἁγίων.
Ὁ Κανὼν τοῦ Ἁγίου Τιμοθέου, οὗ ἡ ἀκροστιχίς: Τιμαῖς γεραίρω τοὺς Τιμοθέου πόνους.
ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος.
Τιμῶντες τὸν ἱερὸν Τιμόθεον, Θεὸν δοξάζομεν, τὸν τοὺς τιμῶντας τοῦτον ἱεραῖς, ἀρεταῖς ὡραΐζοντα, καὶ στεφανοῦντα χάρισι, καὶ θαυμασίοις μεγαλύνοντα.
δρύσας τὸ τοῦ νοός σου φρόνημα, κλεινὲ Τιμόθεε, εἰς τὸ τιμᾶν Χριστὸν τὸν διὰ σέ, ἑαυτὸν ἀτιμάσαντα, τῷ μαρτυρίῳ κάλλιστα, τοῦτον ἐδόξασας μακάριε.
Μεγίστων κατηξιώθης ἔνδοξε, τιμῶν ἐν γῇ ἀληθῶς, ἱερατεύων ἐν ἁγναῖς χερσί, Θεῷ τῷ Παντοκράτορι, καὶ προσφορὰ γενόμενος, ὡς ἱερεῖον καθαρώτατον.
Θεοτοκίον.
πάτωρ ἐκ τῆς Σῆς γαστρὸς γεγέννηται, ὁ πάντων Κύριος, Ὃν ὁ Πατὴρ ἀμήτορα γεννᾷ, ἐκ καρδίας ὡς γέγραπται, πρὸ τῶν αἰώνων Πάναγνε, καὶ πρὸ κτιστῆς ἁπάσης φύσεως

Ὁ Κανὼν τοῦ Ἁγίου Ἀλεξάνδρου, οὗ ἡ ἀκροστιχίς: Ἄθλους Ἀλεξάνδροιο εὐφημεῖν θέμις.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην φαραώ.
θλους τοὺς θείους καὶ σεπτὰ παλαίσματα, τοῦ Ἀλεξάνδρου Χριστέ, τοῦ ἱερωσύνης, τὴν χάριν λαμπρύναντος, ἐν μαρτυρίου αἵματι, ἀνυμνεῖν προθεμένω, χάριν τὴν σήν μοι κατάπεμψον, τὴν μυσταγωγοῦσαν τὸν ἔπαινον.
Θῦμα εὐῶδες τῷ Θεῷ προσήνεγκας, καθάπερ Ἄβελ ποτέ, ὅλον σου τὸν βίον, ὡς ἀμνὸν πρωτότοκον, καὶ σφάγιον ἀμώμητον, διὰ τοῦτο καὶ θύτης, καὶ Μάρτυς γέγονας Ὅσιε, Ἱερομαρτύρων τὸ καύχημα.
Λύκους ἐλάσας ἐκ τῆς ποίμνης Ὅσιε, οἷα ποιμὴν ἀληθής, νέος Δαβὶδ ὤφθης, σφενδόνῃ τοῦ πνεύματος, καὶ λίθοις τοῦ κηρύγματος, καταβάλλων αἱρέσεις, πρὸς δὲ τυράννους ὡς πρόβατον, πρᾶον παρειστήκεις Ἀλέξανδρε.
Θεοτοκίον.
λην τὴν φύσιν τὴν ἐμὴν ἀνέλαβεν, ὁ Ὑπερούσιος, ἐκ τῆς Σῆς νηδύος, Θεοτόκε Δέσποινα, σάρκα ἔννουν καὶ ἔμψυχον, προσλαβὼν οἷς ἡνώθη, ὅλος ἐν ὅλοις μιγνύμενος, δίχα ἤ τροπῆς ἤ συγχύσεως.







ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ Σοί.
θύναντι εὐσεβῶς, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, Ὅσιε, χάρις ἐν σοὶ δεδώρηται, ἐγκαθορμισθῆναι ταῖς ἄνω Μοναῖς.
Συνέσει εὐδοκιμῶν, ἀκεραιότητι ψυχῆς, ἔπραττες, ταύτην διὸ γέγονεν, ὡς φησὶ Δαβὶδ ἀγαθὴ ἐν σοί.
Γενναίως καταβαλών, τὸν πολυμήχανον ἐχθρόν, ἔνδοξε, ἀσκητικοῖς παλαίσμασι, καὶ μαρτυρικοῖς ἐγκατέστεψαι.
Θεοτοκίον.
πέβλεψεν ἐπὶ Σέ, ὁ τῶν ἁπάντων Ποιητής, Πάναγνε, μήτραν τε Σὴν ἄσαρκος, εἰσελθὼν ἐξῆλθεν ἐν σώματι.

Ἕτερος. Ὁ στερεώσας κατ’ ἀρχάς.
πνον οὐκ ἔδωκας τοῖς σοῖς, Ἀλέξανδρε Ἱεράρχα, ὀφθαλμοῖς ἐπαγρυπνῶν τῇ σῇ ποίμνῃ, καὶ φυλάσσων φυλακάς, τὰς τῆς νυκτὸς ὡς ἔμπειρος, ποιμὴν ὅθεν σὲ δόξα, ἡ τοῦ Θεοῦ περιέλαμψε.
Σώφρονα βίον καὶ σεπτόν, βεβιωκὼς θεηγόρε, ἀνεπίληπτος καὶ κόσμιος ὤφθης, καὶ νηφάλιος ὁμοῦ, φιλόξενος καὶ ἄκακος, διὸ ἱερωσύνης, κατεκοσμήθης χαρίσμασι.
νδρειοφρόνως τῆς σαρκός, τὸν θῆρα καταπαλαίσας, καὶ κινήσεις ἀκαθέκτους τὰς τούτου, συμποδίσας κατὰ γῆς, ἐπάτησας Ἀλέξανδρε, σοὶ γαρ ἐδόθη χάρις, ἐπάνω ὄφεων ἅλλεσθαι.
Θεοτοκίον.
Λόγῳ τὸν Λόγον τοῦ Πατρός, ἐκύησας Θεομῆτορ, παχυνθέντα ἐξ ἁγνῶν Σου αἱμάτων, καὶ γὰρ ὄντως διὰ Σοῦ, ὁ Λόγος σὰρξ ἐγένετο, ἐπὶ τῆς γῆς τε ὤφθη, καὶ ἐν ἡμῖν κατεσκήνωσε.

Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Μωσῆς καὶ Ἀαρών, ἐν Θεοῦ ἱερεῦσι, καὶ θεῖος Σαμουήλ, ἐν ἐπικαλουμένοις, αὐτοῦ τὸ θεῖον ὄνομα, Ἰσραὴλ ἐπιδέδονται, τούτοις καὶ ἡμῖν, ἰσοσθενεῖς νῦν δωροῦνται, ὁ Τιμόθεος, καὶ ὁ Ἀλέξανδρος ὄντως, καὶ θεῖος Πατρίκιος.
Δόξα. Ὅμοιον.
Σοφοὶ μυσταγωγοί, τῶν Θεοῦ μυστηρίων, οἱ τὰς τοῦ Ἀαρών, τελετὰς ὑπερβάντες, θυσίας προσάγοντες, ἀναιμάκτους πρὸς Κύριον, ὡς ὁ παλαιός, Μελχισεδὲκ οὗ τὴν τάξιν, ἐζηλώσατε, ὑπὲρ ἡμῶν πρὸς τὸν Κτίστην, δεήσεις ποιήσατε.
Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.


ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
ύπους τοὺς τοῦ σώματος, καὶ τῆς ψυχῆς, Πάτερ ἀποπλύνας ἐν αἵματι, τῷ του ἀρνίου, ὑπὲρ ἥλιον λαμπρός, τῷ Βασιλεῖ παρίστασαι, ἐν στολῇ λευκῇ καὶ ἐν φοίνικι.
γγελος ὑπάρχων, τοῦ Παντουργοῦ, ὥσπερ ἱερεὺς ἐννομώτατος, σῶμα γεώδες, τῇ τομῇ καταλιπών, εἰς γῆν ὡς πνεῦμα ἕδραμες, χοροῖς τῶν Ἀγγέλων Τιμόθεε.
στασο ἐπίσημος, ὥσπερ κριός, ἔμπροσθεν τυράννων θυόμενος, χερσὶν ἀνάγνοις, θῦμα ἄμωμον Θεῷ, ὃν σε καὶ προσεδέξατο, Μάρτυρα Αὐτοῦ τῆς θεότητος.
Θεοτοκίον.
ήσεν ἑπόμενοι, τῶν Προφητῶν, κλίμακα καὶ ὄρος καὶ τράπεζαν, καὶ κιβωτόν Σε, καὶ Πανάγιον Ναόν, προαγγειλάντων Πάναγνε, καὶ ἡμεῖς ὑμνοῦμεν τὴν δόξαν Σου.

Ἕτερος. Σύ μοι Χριστὲ Κύριος.
Εὐλογητός, ἔλεγες πρὸς τὸν ποιήσαντα, ὁ Θεός μου, ὁ διδάσκων χεῖράς μου, τὸ πολεμεῖν ἔναντι ἐχθρῶν, καὶ ἐμοὺς δακτύλους, τυραννικὴν πρὸς παράταξιν, μελῶν γὰρ τεμνόμενος, των ἐν σοὶ θεηγόρε, κατεβάλλετο θράσος τοῦ δαίμονος.
Ξένος ἐν γῇ, καὶ παρεπίδημος γέγονας, μηδὲν ἔχων, ἴδιον Ἀλέξανδρε, ὡς ὁ Δεσπότης Σου Ἰησοῦς, ὅλως ἐν τῷ κόσμῳ, διὸ ἀπεῖχες ποῤῥώτατα, σαρκὸς ἐπιθυμίας, ὁ Χριστὸς δὲ ἐν πόλῳ, κληρονόμον αὐτοῦ σὲ κατέστησεν.
νατολῆς, τῆς αἰσθητῆς ἐξορμώμενος, νοητῶς σύ, ἐν τῷ στερεώματι, τῆς Ἐκκλησίας οἷα λαμπρός, ἥλιος ἀνίσχεις, Ἀλέξανδρε τοῖς πυρσεύμασι, τῶν θείων διδαχῶν σου, καὶ ζωῆς τῆς ἐνθέου, δι’ ὧν ποίμνην τὴν σὴν κατελάμπρυνας.
Θεοτοκίον.
Νέον ἡμῖν, βρέφος ἀτρέπτως ἐκύησας, Ὃν πρὸ πάντων, αἰώνων ἐγέννησεν, ἐκ τῆς γαστρὸς ἄναρχος Πατήρ, ἀπαθῶς ὡς πρέπει, τῇ ἀπροσίτῳ θεότητι, διὸ Σὲ Θεοτόκον, ἀληθῶς καὶ κυρίως, ἀνυμνοῦντες δοξάζομεν Δέσποινα.










ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
ραῖος τῷ χρίσματι, ὡραῖος καὶ τοῖς στίγμασι, καὶ ταῖς ἀρετῶν καλλοποιΐαις, κεκοσμημένος, ὅλος παρέστης Θεῷ, ὡρίμους δρεψόμενος καρπούς, τὰ γέρα τῶν πόνων σου, θεηγόρε Τιμόθεε.
Τῆς πίστεως πρόμαχος, Τριάδος τε συνήγορος, καὶ τῆς ἐν σαρκὶ οἰκονομίας, τοῦ λόγου κήρυξ, σὺ ἐχρημάτισας, οἷα οἰκονόμος συνετός, διανέμων πρόσφορον, τὸ καλὸν σιτομέτριον.
τρόπος φιλάνθρωπος, ὁ λόγος σου δὲ ἅλατι, Πάτερ ἠρτυμένος ἦν ἐν πᾶσιν, ὅθεν τὴν ποίμνην, τὴν σὴν ἐδίδασκες, λόγοις τε καὶ ἔργοις ἀγαθοῖς, τοῖς πρὸς τὰ οὐράνια, ὁδηγοῦσι σκηνώματα.
 Θεοτοκίον.
ψαύχενα τύραννον, ἐφαύλισας Πανάμωμε, καὶ κατεμυκτήρισας εἰς τέλος, ὀφρὺν τὴν τούτου, ἐξαφανίσασα, καὶ γὰρ ἄνευ σπέρματος ἀνδρός, Κόρη ἐναπέτεκες, τὸν ἐκεῖνο νικήσαντα.

Ἕτερος. Ἵνα τὶ μὲ ἀπώσω.
Δριμυτάταις αἰκίαις, ὁ κλεινὸς Ἱεράρχης καταικιζόμενος, γλυκυτάτας εὗρεν, ἀπολαύσεις Χριστῷ συναπτόμενος, ὑπὲρ οὗ τὰ πάθη, ἐδέδεκτο μετ’ εὐφροσύνης, τοῦτον πάντες πιστοὶ εὐφημήσωμεν.
άβδου πάλαι τῇ βλάστῃ, Ἀαρὼν ἐκάλεσεν ἡ Θεοῦ πρόνοια, εἰς ἱερωσύνην, σὲ δὲ ὄντα ὡς δένδρον κατάκαρπον, παρὰ διεξόδους, τὰς τῶν Ὑδάτων ἀναθάλλον, ἱερέων ἡγίασε χρίσματι.
λοψύχῳ καρδίᾳ, καὶ σπουδῇ ἐν συντόνῳ Μάρτυς Ἀλέξανδρε, ἐν τῷ ἀμπελῶνι, τοῦ Χριστοῦ ἀγογγύστως δεδούλευκας, ἀπὸ πρώτης ὥρας, τῆς ἡλικίας σου θεόφρον, μέχρι τέλους διὸ καὶ δεδόξασαι.
Θεοτοκίον.
οβόλων θηρίων, τρώγλαις καθιέμενον χεῖρα τὸ νήπιον, τὸ ἐκ Σοῦ Παρθένε, οὐδαμῶς ἐκακώθη ὡς γέγραπται, ἀλλὰ δῆσαν ταῦτα, τὴν πανοπλίαν τούτων εἶλεν, ὡς Θεὸς Παντοδύναμος Ἄχραντε.














ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Σταυρώσας σάρκα ὡς γνήσιος, ἀκόλουθος Χριστοῦ τοῦ Κυρίου σου, σὺν τοῖς παθήμασι, καὶ ταῖς ἀλόγοις ἐφέσεσιν, ἔζης ἐν αὐτῷ μόνῳ, ᾧ συνδεδόξασαι.
Τοὺς δήγματι ἀποθνήσκοντας, των ὄφεων Μωσῆς ἐθεράπευεν, ὑψῶν τὸν δράκοντα, ἐπὶ τοῦ ξύλου σὺ δ’ Ὅσιε, τὸν ὄφιν ἀποκτείνεις, Σταυροῦ τῷ σώματι.
δεῖν τὴν δόξαν τοῦ Κτίστου σου, ποθῶν τὴν ἀληθῆ καὶ ἀσάλευτον, πᾶσαν μεμίσηκας, τὴν πατουμένην καὶ ῥέουσαν, τερπνότητα τοῦ βίου, ὅθεν δεδόξασαι.
Θεοτοκίον.
Μαρία Πάναγνε Δέσποινα, σὺν Ἱερομαρτύρων στρατεύμασιν, ἐξιλεώσατε, ἡμῖν τὸν Πλάστην καὶ Κύριον, αὐτὸς γὰρ ἐκ μὴ ὄντος, ἡμᾶς πεποίηκε.

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
λύμπου ἐκ τῶν πηγῶν, ἡ Προῦσα πάσα ἀρδεύεται, καὶ θάλλει διηνεκῶς, τερπνὸν ὡς Παράδεισος, ἀλλὰ θείοις αἵμασιν, Ἀλεξάνδρου μᾶλλον, πορφυρίζουσα στολίζεται.
γείρεσθε ἀπὸ γῆς, κἀντεῦθεν ἄγωμεν σήμερον, καὶ αἴγλῃ τῇ νοητῇ, ἐξακολουθήσωμεν, τοῦ Ἱερομάρτυρος, ὡς Ἰσραὴλ πάλαι, τῇ νεφέλῃ καὶ τῷ στύλῳ πυρός.
πὸ πολλῶν πειρασμῶν, τὸ ποίμνιόν σου κυκλούμενον, προστρέχει σοὶ τῷ καλῷ, ποιμένι δεόμενον, Ἀλέξανδρε πρόφθασον, καὶ σαῖς προστασίαις, τῶν δεινῶν ἡμᾶς ἐξάρπασον.
Θεοτοκίον.
Φθαρέντα με συμβουλῇ, τοῦ ὄφεως καὶ ἐξόριστον, γεγενημένον Ἐδέμ, τῆς θείας ὁ τόκος Σου, Κόρη ἀνεκαίνισε, καὶ θεοποιήσας, εἰς Παράδεισον εἰσήγαγε.

Κοντάκιον. Ἦχος β΄ . Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους.
Τὰς ἱεράς, τῆς Ἐκκλησίας σάλπιγγας, τὰς καθελούσας, τοῦ ἐχθροῦ τὴν ἔπαρσιν, ἀνυμνοῦμεν, τὸν Τιμόθεον τὸν θαυμαστὸν καὶ Ἀλέξανδρον, τοῖς πόνοις γάρ, ἐκείνων καὶ ἀθλήμασι, τὴν ποίμνην ταύτην, ἔπηξεν ὁ Κύριος, ὁ μόνος δοξάζων τοὺς Ἁγίους Αὐτοῦ.
Ὁ Οἶκος.
Ὁ ὑποφήτης τοῦ Θεοῦ μεγάλων μυστηρίων, τὸ σκεῦος τὸ τῆς ἐκλογῆς, Παῦλος ὁ θεηγόρος, τὸν μέγαν διαγράφων Ἀρχιερέα Ἰησοῦν, τὸν κατὰ τὴν τάξιν Μελχισεδέκ, τὰς θυσίας ἐκτελοῦντα, τοιοῦτος φησὶν ἔπρεπεν ἡμῖν Ἀρχιερεύς, Ὅσιος ἄκακος ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος. Ταύτας οὖν τὰς ἱερατικὰς ἀρετάς, ἃς ὁ Ἰησοῦς, φύσει ἐν ἑαυτῷ εἶχεν, τοῖς Μαθηταῖς αὐτοῦ μετέδωκεν, ἐκ τοῦ πληρώματος γὰρ αὐτοῦ, ἡμεῖς πάντες ἐλάβομεν ἔλεγον. Διὸ καὶ τοὺς Ἱερομάρτυρας αὐτοῦ, Τιμόθεόν τε καὶ Ἀλέξανδρον, τοὺς γνησίους αὐτῷ ἀκολουθήσαντες, τοιούτους ἐναπέφηνεν, ὁ μόνος δοξάζων τοὺς Ἁγίους Αὐτοῦ.

Συναξάριον.
Τῇ Ι΄ τοῦ αὐτοῦ μηνός, ὁ Ἅγιος Ἱερομάρτυς Τιμόθεος, ἐπίσκοπος Προύσης, ξίφει τελειοῦται.
Ὁ Τιμόθεος ἐκ ξίφους θνήσκειν θέλει,
Θεοὺς ἀτίμους μηδαμῶς τιμᾷν θέλων.
Οὗτος ἦν ἐπὶ Ἰουλιανοῦ τοῦ Παραβάτου, τὴν λαχοῦσαν αὐτῷ Ἐκκλησίαν ἰθύνων καλῶς, και τὸν ἐν αὐτῇ λαόν, ποιμαίνων πνευματικῶς. Βρύων δὲ παντοίοις θαύμασι, τὸν δράκοντα τὸν μέγαν, ὃς τῇ τοῦ ἐμφωλεύοντος ἐν αὐτῷ τῷ τόπῳ κακίᾳ, φημὶ δὴ τοῦ βροτοκτόνου καὶ ἀρχαίου δράκοντος, τούς τε παριόντας ἀνθρώπους ἀνήρει καὶ τὰ κτήνη φυσήματι μόνον ἐλυμαίνετο, καὶ ὅλως ἄβατον τὴν μεταξὺ τῆς πόλεως Προύσης και τῶν θερμῶν ὑδάτων ὁδὸν ἐπεδείκνυε. Τοῦτον δὴ τὸν δράκοντα ὁ Ἅγιος, τῇ ἐπιβολῇ του τῶν ἱερῶν ἄρτων καλύμματος, διέῤῥηξε και ἐνέκρωσεν. Ἀπετμήθη δὲ τὴν κεφαλήν, Ἰουλιανοῦ του Παραβάτου μαθόντος περὶ τῶν θαυμάτων ὧν ἐτέλει, καὶ ἀποστείλαντος καὶ ἀνελόντος αὐτόν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Ἀλέξανδρος, ἐπίσκοπος Προύσης, ξίφει τελειοῦται.
Πανευπρεπής σοι κόσμος Ἱερωσύνης,
ὁ λαμπρὸς ἄθλος Ἀλέξανδρε τοῦ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Θεοφάνους καὶ Πανσέμνης.
Ὁμοῦ ἀσκήσαντες Θεοφάνης καὶ Πανσέμνη,
Θεοφανείας μετέχουσιν ὁμοίως.
Ὁ Ὅσιος Θεοφάνης τῆς Ἀντιοχέων πόλεως ἦν, ἐξ ἀπίστων καὶ δυσσεβῶν γεννηθεὶς γονέων. Γυναικὶ δὲ συζευχθείς, καὶ τρία ἔτη συνών, ἐκείνης ἐξ ἀνθρώπων γεγονυῖα, αὐτὸς προσελθὼν τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, τὸ Ἅγιον Βάπτισμα δέχεται. Καὶ πλησίον τῆς πόλεως στενώτατον κελλίον οἰκοδομήσας, καθεῖρξεν ἑαυτόν, διὰ πάντων καθαιρόμενος, ἃ προς τελείωσιν καὶ τὴν ἄκραν ἀρετὴν συντελεῖ.
Μαθὼν δὲ περὶ δημοσίας τινὸς πόρνης, Πανσέμνης οὕτω καλουμένης, ὅτι πολλοῖς αἰτία ἀπωλείας καθίσταται, εὐξάμενος καὶ παρευθεὶς ἑαυτὸν τῷ Θεῷ πρὸς ἐκείνην παρεγένετο. Καὶ τοσαῦτα διεξῆλθεν αὐτῇ καὶ τοιαῦτα, οἷα εἰκὸς πόρνην καὶ ἀκόλαστον πεῖσαι, ἃ μετέρχεται καταλιπεῖν, καὶ σώφρονι καὶ κοσμίῳ βίῳ ταύτην ἐκδοῦναι. Ὑφ’ ὧν φωτισθεῖσα τὴν διάνοιαν, καὶ εἰς κατάνυξιν ἐλθοῦσα, τὸ θεῖον Βάπτισμα δέχεται, καὶ καλῶς τὸ καθ’ αὐτὴν διαθεῖσα, τῷ μακαρίῳ Θεοφάνει ἠκολούθησεν, ὃς τῇ κέλλῃ, ᾗ αὐτῇ ᾠκοδόμησε, ταύτην κατακλείσας, παντοίας ἀρετῆς ἐργάτην εἰργάσατο, ἥτις τοσοῦτον Θεῷ εὐηρέστησεν, ὡς καὶ δαίμονας ἀπελαύνειν, καὶ παντοῖα νοσήματα θεραπεύειν, ἐπιβιώσασα δὲ ἐνιαυτὸν ἕνα, καὶ μῆνας δύο, ἅμα τῷ Ὁσίῳ Θεοφάνει, πρὸς Κύριον μεθίσταται.







Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀλεξάνδρου καὶ Ἀντωνίνης.
Εὕρατο Ἀλέξανδρος ἅμ’ Ἀντωνίνῃ,
Τὸν βόθρον ἀκάτιον εἰς τρυφὴν φέρον.
Οὗτοι ὑπῆρχον ἀπὸ κώμης Καρδάμου, ἤ Κροδάμων. Ἡ μὲν οὖν Ἁγία Ἀντωνῖναν, σεμνῶς καὶ ὁσίως τὸν βίον διάγουσα ἐτύγχανε. Συλληφθεῖσα δὲ ὑπὸ Φήστου, καὶ μὴ πεισθεῖσα ἀρνήσασθαι τὸν Χριστόν, μηδὲ λατρεῦσαι τοῖς δαίμοσιν, ἐν οἰκήματι πορνικῷ ἀποτίθεται. Ἐπὶ τρισὶ δὲ ἡμέραις ἀπροσίτου διαμεινάσης αὐτῆς, παρίσταται φῶς ἐν νυκτί, καὶ βροντῆς καταῤῥαγείσης, αἱ τοῦ οἰκήματος θύραι ἐῤῥάγησαν, καὶ φωνὴ πρὸς αὐτὴν οὐρανόθεν γέγονε, προτρεπομένη ἀναστῆναι καὶ τροφῆς μεταλαβεῖν. Αἰτήσασα δὲ καὶ φαγοῦσα, ἐξῆλθεν αὖθις παραστῆναι τῷ ἡγεμόνι, καὶ μὴ πεισθεῖσα τοῖς εἰδώλοις θῦσαι, πτερνίζεται καὶ σπαθίζεται, καὶ πάλιν ἐπὶ πορνικὸν ἀπάγεται οἴκημα, ἐν ᾧ, δι’ ἀποκαλύψεως Ἀγγέλου, ὁ Ἀλέξανδρος εἰσελθών, καὶ διὰ τὸ νέον τῆς ηλικίας (ἦν γὰρ ὡσεὶ χρόνων εἰκοσιοκτώ), δόξας ἐπὶ πρᾶξιν ἄσεμνον παραγενέσθαι, λαθών, την μὲν Αγίαν τοῦ δώματος ὑπεξήγαγε, τῷ χλανιδίῳ τὴν αὐτῆς καλύψας κεφαλήν, αὐτὸς δὲ ἐκεῖσε διέμεινε.
Μετ’ ὀλίγον δέ, φανεροῦ γενομένου τοῦ πράγματος, στρατιωτῶν τινῶν εἰς τὸ ἐνυβρίσαι τὴν Ἁγίαν παραγενομένων, ἤχθη πρὸς τὸν ἡγεμόνα ὁ Ἀλέξανδρος. Καὶ πρῶτον μὲν σπαθίζεται, εἶτα συσχεθείσης και τῆς Ἁγίας, ἀμφότεροι τὰ ἄκρα τῶν ποδῶν καὶ τῶν χειρῶν ἀποτέμνονται, καὶ οὕτως ἐν βόθρῳ πυρός, ὅλον τὸ σῶμα πίσσῃ ἐπιχρισθέντες ὑγρᾷ, ἐξωθοῦνται καὶ ἀποῤῥίπτονται, καὶ ἐν τούτῳ τὸ μακάριον τέλος δέχονται. Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῇ Μαξιμίνου, διακειμένῃ ἐν Κωνσταντινουπόλει, ἔνθα κατάκεινται τὰ τίμια αὐτῶν λείψανα, ἐξ ὧν καὶ πολλῶν θαυμάτων ἰάσεις ἀναπηγάζουσι.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Κανίδου.
Γῆν καὶ τὰ ἐν γῇ ἐκλιπὼν ὁ Κανίδης,
ἄφθαρτον εὗρεν ἀντιμισθίαν ἄνω.
Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Θεοδοσίου του Μεγάλου, Θεοδότου καὶ Θεοφανοῦς υἱός, τὰς οἰκήσεις ποιουμένων ἐν τῇ τῶν Καππαδοκῶν χώρᾳ, εὐλαβῶν ὄντων καὶ θεοφιλῶν. Λέγεται δὲ τὴν μητέρα αὐτοῦ παντοίας τροφῆς ἀπέχεσθαι παχυτέρας, καθ’ ὃν καιρὸν τοῦτον ἐν γαστρὶ ἔφερε. Τεχθέντα δέ, ἀπέχεσθαι της ἀριστερᾶς θηλῆς παντελῶς, εἶδέ ποτε δαψιλεστέρας τροφῆς ἐνεφορήθη ἡ μήτηρ, οὐδὲ τῆς δεξιᾶς θηλῆς ἥπτετο ὅλως. Βαπτισθεὶς οὖν καὶ ἀπογαλακτισθείς, καὶ τὰ τῆς πρώτης ἡλικίας παραμειψάμενος, χαίρειν πᾶσιν εἰπών, τὸ ὄρος καταλαμβάνει. Καὶ μικρὸν ἄντρον ὑπεισελθών, ἐν αὐτῷ ἑαυτὸν ἐγκαθείρξας, τῇ προσευχῇ καὶ τῇ νηστείᾳ σχολάζων, καὶ ἅπαξ τῆς ἑβδομάδος βραχυτάτων ὠμῶν λαχάνων ἄνευ ἁλῶν ἀπογευόμενος, διήρκεσε χρόνοις τρισὶ καὶ ἑβδομήκοντα. Ἐπὶ δὲ πάνυ ἧν κατάφορος ὁ τόπος ὕδασι, καὶ τὸ ἄντρον ὑπὸ πολλῆς νοτίδος πολιορκούμενον, διεφθάρησαν αἱ τρίχες τῆς κεφαλῆς αὐτοῦ καὶ τοῦ πώγωνος. Οὕτως οὖν διαρκέσας ὁ μακάριος ἐπὶ πολύ, πρὸς Κύριον ἐξεδήμησεν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεανίσκου, τοῦ σοφωτάτου Μάρτυρος.
Κακοῦ ἀγαθὸν ἀντιδοὺς στεφηφόρε,
Σοφώτατος δέδειξαι ἐκ τῶν πραγμάτων.
Ὅτε ὁ Μάξιμος ἦτο ἡγεμὼν εἰς τὴν Ἀλεξάνδρειαν, καὶ ἐδίωκε καὶ κατετυράννει τοὺς χριστιανούς, ἐμηνύθη εἰς αὐτὸν ὁ Νεανίσκος οὗτος, ὁ σοφώτατος καὶ ὡραῖος τοῦ Χριστοῦ Ἀθλητής, ὁ ὁποῖος ἐπροδόθη ἀπὸ τὴν δούλην του. Ὁ δὲ ἡγεμών, πολλὰς μὲν τυραννίας ἐποίησεν εἰς αὐτὸν εἰς διάστημα ἡμερῶν ἑπτά, βιάζων αὐτὸν νὰ ἀρνηθῇ τὸν Χριστόν, ἰδὼν δὲ ὅτι δὲν δύναται νὰ τὸν καταπείση, ἔδωκε κατ’ αὐτοῦ ἀπόφασιν νὰ θανατωθῇ. Ὅθεν ὁ τοῦ Χριστοῦ Μάρτυς εὐχαριστῶν τῷ Κυρίῳ, ἀπήρχετο χαίρων διὰ νὰ τελειώσῃ τὸν ποθούμενον δρόμον τοῦ μαρτυρίου, ἠκολούθει δὲ εἰς αὐτὸν λαὸς πολύς, μετὰ του λαοῦ δὲ ἠκολούθει καὶ ἡ δούλη ἐκείνη ἥτις τὸν ἐπρόδωκε. Γυρίσας δὲ ὁ Ἅγιος καὶ ἰδὼν τὴν δούλην ἀκολουθοῦσαν, ἔνευσεν εἰς αὐτὴν μὲ τὴν χεῖρά του, διὰ νὰ ὑπάγῃ πλησίον του, καὶ ὅτε ὑπῆγε, τῇ ἔδωκεν ἓν χρυσὸν δακτυλίδιον, τὸ ὁποῖον εἶχεν εἰς τὴν χεῖρά του, καὶ εἶπεν εἰς αὐτήν· Εὐχαριστῶ σοι γῦναι, διότι μὲ τὴν προδοσίαν σου ἔγινες πρόξενος εἰς ἐμὲ τοιούτων ἀγαθῶν. Ἐλθὼν δὲ εἰς τὸν τόπον τῆς καταδίκης, προσηυχήθη καὶ οὕτως ἀπεκεφαλίσθη, καὶ ἔλαβεν ὁ τρισμακάριος παρὰ Κυρίου τὸν στέφανον τῆς ἀθλήσεως.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη  τοῦ Ἁγίου ἐπισκόπου Ἀπολλῶ.
Ὡς χρηστὸς ὄντως ὁ ζυγός σου, Χριστέ μου,
ὃ ζῶν ὑπῆλθον, Ἀπολλὼς θανὼν λέγει.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀλεξίου, ἐπισκόπου Βιθυνίας.
Πόνων ὁ Ἀλέξιος ἀλέξημά τι,
Εὗρες τελευτὴν καὶ τρυφᾷς νῦν ἐν πόλῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Οσίου Σιλουανοῦ, τῆς Λαύρας τῶν Κιέβου.
Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.
παραβάτης, καὶ ἀποστάτης Ἰουλιανός, βλέψας, τὴν φρικτὴν τοῦ ὄφεως τελευτήν, ἀμυνόμενος σὲ ἔκτεινεν, οἷα πρωτότοκος, διαβόλου υἱὸς ὁ παμβέβηλος.
Θεοπροβλήτως, ἐπὶ τοῦ θρόνου ἐπαναβεβηκώς, τῆς ἱερωσύνης, ποίμνην τὴν τοῦ Χριστοῦ, εἰς οὐράνια ὡδήγησας, θεῖα σκηνώματα, ἀναμέλπων τῆς δόξης τὸν Κύριον.
ν εὐλογίαις, καὶ εὐπαῤῥησιάστοις σαῖς προσευχαῖς, πάντα, τὸν λαόν στήριξον ἀκλινῶς, ἐπὶ πέτραν τὴν τῆς πίστεως, καὶ λυμαινόμενον, ταῖς Ἐκκλησίας κατάβαλε τύραννον.
Θεοτοκίον.
Θεὸς Λόγος, ἐκ Σοῦ Παρθενομῆτορ σωματωθείς, σάρκα, καὶ ψυχὴν ἡγίασε τὴν ἐμήν, ἑνωθεὶς τῇ ἀνθρωπότητι, τὴν γὰρ οὐσίαν μου, ἀναλαβὼν ἐμὲ ἀνεκαίνισε.

Ἕτερος. Παῖδες Ἑβραίων.
ρθης πρὸς ὕψος θεωρίας, διὰ πράξεως Ἀλέξανδρε θεόφρον, φόβῳ γὰρ τῷ αὐτοῦ, καθήλωσας τὴν σάρκα, τὸν νοῦ δὲ ἀνεπτέρωσας, εἰς θεοπρεπεῖς ἐννοίας.
Μύρῳ χρισθεὶς ἱερωσύνης, μῦρον ἅγιον ἐδείχθης ἐν τῷ κόσμῳ, εὐωδίας καὶ γάρ, τῶν θείων ἀρετῶν σου, τὴν Ἐκκλησίαν ἔπλησας, εἰς ὀσμὴν ζωῆς παμμάκαρ.
θετό σε τὸ θεῖον Πνεῦμα, εἰς ἐπίσκοπον τῆς Χριστοῦ Ἐκκλησίας, τοῦ ποιμαίνει αὐτήν, ὀρθῶς διὸ προσεῖχες, σαυτῷ καὶ τῷ ποιμνίῳ σου, τοὺς βαρεῖς λύκους διώκων.

Θεοτοκίον.
να σὲ πάντες ἀνυμνῶμεν, μεγαλεῖά Σοι πεποίηκεν ὁ μόνος, δυνατὸς ὢν Θεός, Παρθένε Θεοτόκε, διὸ εν Σοὶ καὶ γέννησις, καὶ ἁγνεία καθορᾶται.

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας.
ψιστε Θεὲ Παμβασιλεῦ, τυράννων φρόνημα θᾶττον κατάβαλε, ἐπεμβαινόντων τῇ ποίμνῃ σου, ἣν σῷ αἵματι ἠγόρασας, αὐτοὶ δὲ ταύτην ἀφειδῶς, διασκεδάσαι ἐπιποθοῦσι, σὲ ἱκετεύει, ὁ πιστός θεράπων Τιμόθεος.
Πόνους καὶ τομὴν τῆς κεφαλῆς, προσφέρει Δέσποτα τῇ εὐσπλαγχνίᾳ σου, ὁ σὸς θεράπων Τιμόθεος, διὰ τούτων ἱκετεύων σε, μὴ παριδεῖν τὸν σὸν λαόν, τὸν ἁμαρτίαις βεβυθισμένον, ἀλλ’ ὡς τῷ Πέτρῳ, ἐκτεῖναι τὴν χεῖρά σου.
λον ἠμαυρώθη τῆς ψυχῆς, τὸ κάλλος Δέσποτα ᾧ  μὲ ἐκόσμησας, τῆς ἀτιμίας δὲ πράξεσιν, εἰδεχθές ἐστι καὶ βέβηλον, καὶ διὰ τοῦτο σοὶ βοῶ· ὑσσώπω ῥάντισον τῶν παθῶν μου, καὶ ταῖς λιταῖς, Τιμοθέου με κάθαρον.
Τριαδικόν.
Νοῦς μὲν ὡς γεννήσας ἀπαθῶς, Λόγον ἀΐδιον Πατὴρ ὁ ὠνόμασαι, ὡς ταυτούσιος τούτῳ γε, Πάτερ Ἄναρχε Ἀγέννητε, σὲ δὲ ὡς γέννημα υἱόν, κατονομάζομεν Θεοῦ Λόγε, καὶ σὲ τὸ πνεῦμα, προβλητῶς προϊὸν πεπιστεύκαμεν.

Ἕτερος. Ἑπταπλασίως κάμινον.
Νύκτα παθῶν μου Ὅσιε, ζοφερὰν διασκέδασον, ὡς παρεστηκὼς ταῖς σελασφόροις λάμψεσι, Θεοῦ Παντοκράτορος, αὐτὴ γὰρ ἐπερήλασε, τὸ τῶν Αἰγυπτίων ψηλαφώμενον σκότος, ἐκκλίνουσα τὸν νοῦν μου, ἀπὸ ὁδῶν Κυρίου, καὶ συνωθοῦσα πάντως, ἐν σκότει ἐξωτέρῳ.
Θρήνους οὐκ ἔχων Κύριε, ἰσοῤῥόπους τοῖς πταίσμασιν, ὅπως ἀποσμήξω τὴν ἰλὺν καὶ βόρβορον, τῶν ἀτόπων ἔργων μου, τὸ αἷμα ὃ ἐξέχεεν, ὁ πανευκλεὴς Ἱερομάρτυς σου Λόγε, Ἀλέξανδρος προσφέρω, δι’ αὐτοῦ ἱκετεύων, ἱλάσθητί μοι Σῶτερ, ἱλάσθητι σῷ δούλῳ.
ως καιρὸς ἐνέστηκε, πανηγύρεως πρόφθασον, ψυχὴ παναθλία ἐμπορίαν ποίησιν, ῥεόντων τὰ μένοντα, ὀλίγων τε τὰ ἄπειρα, ἀνταλλαξαμένη Ἀθλοφόρους ὁρῶσα, δρακὸς αἵματος θείαν, βασιλείαν καὶ δόξαν, πάντως ἀντιλαμβάνοντας, εἰς πάντας τοὺς αἰῶνας.
Τριαδικόν.
Μίαν οὐσίαν σέβοντες, ἐν τρισὶν ὑποστάσεσιν, ἀγαθαρχικὴν παντουργικὴν ὁμότιμον, Πατέρα δοξάζομεν, Υἱόν τε προαιώνιον, καὶ τὸ συνεκλάμπον ὁμοούσιον πνεῦμα, ὡς ἐν φῶς ἐν λαμπάσι, τρισὶν ἀδιαιρέτοις, καὶ μὴ συγχεομέναις, ἤ ἀναλυομέναις.


ᾨδὴ θ΄. Ἅπας γηγενής.
Οὐρανὸς καὶ γῆ, θαλάσσης τὰ ὕδατα, καὶ ποταμοὶ καὶ ἀήρ, συμπανηγυρίσατε, ἡμῖν ὑμνοῦσι, τοὺς θείους Μάρτυρας, ὡς γὰρ ἐπὶ παράφρονας, Χριστὸς ὁπλίζει ὑμᾶς, οὕτω πάντως, καὶ πρὸς τὰ ἐγκώμια, τῶν πιστῶν αὐτοῦ δούλων συνάξειε.
περθεν ἡμᾶς, παμμάκαρ Τιμόθεε, ἐπισκεψάμενος, ἴασαι ὡς εὔσπλαγχνος, ψυχῆς τὰς νόσους, καὶ τὰς τοῦ σώματος, τὸν πυρετὸν κατάσβεσον, ὀδύνας κοίμησον, καὶ τὰ ἕλκη, συνούλωσον τάχιστα, τῶν ἀμέτρων παθῶν ἡμῶν Ἅγιε.
Στῆσον τὴν δεινήν, ζάλην τῶν αἱρέσεων, Πάτερ Τιμόθεε, ῥῆξον τὸ χιτώνιον, τῆς ἀθυμίας, ὅπερ ἐνδέδυνται, οἱ εὐσεβείας πρόμαχοι, ἐκ τυραννούντων ἐχθρῶν, καὶ τῆς ποίμνης, τοῦ Χριστοῦ ἀπέλασον, τοὺς ληστάς τε καὶ κλέπτας τῇ ῥάβδῳ σου.
Θεοτοκίον.
Μήτηρ ἀψευδής, Θεοῦ χρηματίζουσα, ἡμῶν μνημόνευε, Παναγία Δέσποινα, καὶ γὰρ τωόντι, ὑπὲρ ἡμῶν τῶν αὐτόν, παροξυνάντων πταίσμασιν, ἀμέτροις ᾤκησε, τὴν σὴν μήτραν, καὶ σὲ ἐμεγάλυνε, γεννηθεὶς ἀπὸ σοῦ ὑπὲρ ἔννοιαν.

Ἕτερος. Ἔφριξε πᾶσα ἀκοή.
δε, πανήγυρις σεπτή, ἴδε σύναξις φαιδρὰ καὶ σεβάσμιος, ἐν ᾗ συντρέχει ἡμῖν, καὶ πρωτοτόκων, ἡ Ἐκκλησία ἐν γῇ, καὶ γὰρ ὁ πάντων Ποιητής, τὰ κάτω εἰς ἔπαινον, τῆς θείας δόξης Αὐτοῦ, συνηρμόσατο τοῖς ἄνω ἐν Πνεύματι.
Σύντριψον, μύλας τοῦ ἐχθροῦ, καὶ ἀπάλλαξον φαρύγγων τοῦ λέοντος, Χριστὲ σὰ πρόβατα, ἃ ἐπισπεύδει, καταπιεῖν ἀφειδῶς, καὶ γὰρ τὸν πόδα καὶ τὸ οὖς, ἐκτὸς ἔκ τι ἔχοντα, ἐξελθεῖν δύνανται, ἐὰν μόνον τῆς φωνῆς σου ἀκούσωσι.
Οἴμοι, νενέκρωσαι ψυχή, φαρμαχθεῖσα τῷ ἰῷ τω τοῦ ὄφεως, θεῖε Ἀλέξανδρε, πικρίαν ἄλγους μου, καταγλύκανον, χεῖρας ἐπίθες μοι τὴν σήν, ὡς ἀλεξιτήριον, φάρμακον δέομαι, καὶ ἀπάλλαξον θανάτου τὸν δοῦλόν σου.
Θεοτοκίον.
Πάναγνε, πάντων ἡ ἐλπίς, ἡ γεννήσασα Θεὸν τὸν φιλάγαθον, καὶ πανοικτίρμονα, ἐμοὶ τῷ πάντας, ὑπερελάσαντι, ταῖς ἁμαρτίαις τοὺς βροτούς, αὐτὸν ἐξιλέωσαι, καὶ τὰ ἐλέη σου, ἐν ἐμοὶ θαυμαστωθῆναι εὐδόκησον.






Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἡ Προυσιέων τέρπεται, πόλις ἡ τρισολβία, δυσὶν ἐν Ἱερομάρτυσι, πλουτισθεῖσα προστάταις, τοὺς ἱεροὺς καὶ ἐνδόξους, Τιμοθέῳ τῷ πάνυ, καὶ Ἀλεξάνδρῳ λάμψασιν, ὡς φωστῆρσιν ἐν κόσμῳ, τούτων εὐχαῖς, καὶ ἡμᾶς ἀξίωσον, Παντοκράτορ, ῥυσθῆναι τῆς κολάσεως, ἐν ἡμέρᾳ τῆς δίκης.
Θεοτοκίον.
Παρθένε Παντευλόγητε, τῶν Ἱερομαρτύρων, τὸ κλέος καὶ τὸ καύχημα, καὶ Οσίων ἡ δόξα, ἱκέτευσον τὸν Υἱόν Σου, τοῦ ῥυσθῆναι κινδύνων, φθορᾶς τε καὶ κακώσεως, καὶ λοιμοῦ καὶ λιμοῦ τε, φθοροποιοῦ, καὶ σεισμοῦ φρικώδους, ταύτην τὴν πόλιν, τὴν πόθῳ Σοι προστρέχουσαν, καὶ ὑμνοῦσαν Σὸν τόκον.

Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Τιμόθεον δεῦτε οἱ πιστοί, ὕμνος στεφανώσωμεν, τὸν στεφανώσαντα ἄνθεσι, τῶν ἀρετῶν αὐτοῦ, τοῦ Χριστοῦ τὴν νύμφην, καὶ κατακαλλύναντα, αὐτὴν τῇ πορφυρίδι τοῦ αἵματος, αὐτῷ κραυγάζοντες· χαίροις Πάτερ τρισμακάριστε, τὸ τῆς Προύσης, τερπνὸν ἐγκαλλώπισμα. (Δίς)

Ἀλέξανδρον βρύοντα καρποῖς, τοῦ Ἁγίου Πνεύματος, ἀγαθωσύνῃ ἀγάπῃ τε, καὶ μακροθυμίᾳ, τὶς ἄν ἐπαινέσειεν, ἀξίως Ἱεράρχην τὸν ἔνθεον, καὶ στεῤῥὸν Μάρτυρα, οἰκουμένης τὸ ἀγλάϊσμα, καὶ τῆς θείας, Ἐκκλησίας ἔρεισμα.

Ὥσπερ ἐποιμάνατε καλῶς, ζῶντες πανσεβάσμιοι, τὴν ποίμνην ταύτην διδάγμασι, καὶ κατορθώμασιν, οὕτω καὶ θανόντες, ἐξ ὕψους ἰθύνετε, αὐτὴν εἰς τοῦ Θεοῦ τὰ σκηνώματα, καὶ γαρ ὡς δίκαιοι, ἐν Κυρίῳ ζῆτε πάντοτε, σὺν Ἀγγέλοις, Αὐτῷ παριστάμενοι.

Δόξα. Ἦχος πλ. α΄.
Διὰ τῶν Μαρτύρων Σου Χριστέ, ἡ πλάνη τῶν εἰδώλων πεφυγάδευται, καὶ διὰ τοῦ κηρύγματος τοῦ Εὐαγγελίου Σου, ἡ εὐσέβεια εἰς τὸν κόσμον ἐφήπλωται. Δι’ αὐτῶν γὰρ πάντα τὰ ἔθνη, εἰς Τριάδα ἐπίστευσαν ὁμοούσιον, ἐν μιᾷ θεότητι, ὅθεν καὶ Τιμόθεον σὺν Ἀλεξάνδρῳ, τοὺς ἱεροκήρυκας, τοὺς τὴν καλὴν ὁμολογίαν, θαύμασιν καὶ αἵμασιν αὐτῶν βεβαιώσαντα, συμφώνως εὐφημοῦντες, δοξάζομέν Σε Φιλάνθρωπε.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου