ΙΟΥΝΙΟΣ ΙΖ΄!!
ΜΑΝΟΥΗΛ, ΣΑΒΕΛ, ΙΣΜΑΗΛ ΜΑΡΤΥΡΩΝ
ΑΚΟΛΟΥΘΙΑ.
[Ἥτις πρῶτον μὲν ἐρανισθεῖσά τε καὶ
φιλοπονηθεῖσα παρὰ Μανουὴλ Μάνου τοῦ Βυζαντίου, καὶ ἐπιδιορθωθεῖσα παρὰ τοῦ
Πανοσιοσοφολογιωτάτου Διδασκάλου καὶ Ἱεροκήρυκος τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης
Ἐκκλησίας κυρίου Δωροθέου Βουλησμᾶ, εἰς φῶς ἤχθη διὰ δαπάνης τοῦ ἐν μακαρίᾳ τῇ
λήξει Εὐγενεστάτου Ἄρχοντος Πολκοβνίκου καὶ Καβαλλιέρη κυρίου Μανουὴλ Μπάλσα·
νῦν δὲ αὐξηθεῖσα παρὰ τοῦ αὐτοῦ Ποιητοῦ.]
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄ καὶ
ψάλλομεν τὰ προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ἀήττητοι
Μάρτυρες ζωὴν, ἀληθῆ ποθήσαντες, καὶ εἰς ᾀεὶ διαμένουσαν, θάνατον ἄδικον,
παρανόμῳ ψήφῳ, χαίροντες ὑπέστητε· καὶ νῦν μετὰ Μαρτύρωνεὐφραίνεσθε· μεθ’ ὧν
πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Μητρὸς
τὴν εὐσέβειαν σοφοὶ, εὐσεβῶς ποθήσαντες, τὴν πατρικὴν ἀπεβάλετε, πλάνην
ἀντίθεον· τοῖς Εὐνοϊκοῦ γὰρ, θεοφθόγγοις ῥήμασι, προφρόνως πειθαρχοῦντες
μακάριοι, χάριν εἰλήφατε, τὴν τοῦ Πνεύματος καὶ ὤφθητε, ἐν σταδίῳ, ἀμνοὶ
ἐθελόθυτοι.
Κάρας
ἐκτεμνόμενοι ἐχθροῦ, κάραν συνετρίψατε, ὡραιοτάτοις ποςὶν ὑμῶν, γενναῖοι
Μάρτυρες, ἀπλανεῖς ἀστέρες, ἱερεῖα ἔμψυχα, ναοῦ ἐπουρανίου κειμήλια, ἔνδοξε
Μανουὴλ, πολυΐμνητε ὦ Ἰσμαὴλ, Σαβὲλ θῦμα, τῷ Χριστῷ εὐπρόσδεκτον.
Τρισάριθμοι
Μάρτυρες στεῤῥῶς, ἀνταγωνισάμενοι, τοῖς ὠμοτάτως δικάζουσι, καὶ εἶδος ἕκαστον,
τῶν κολαστηρίων, πίστει ὑπομείναντες, τῆς ἄνω Βασιλείας ἐτύχετε· διὸ
πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος β΄.
Δεῦτε
ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἐν τῇ μνήμῃ σήμερον τῶν Ἀθλοφόρων ὦ φιλέορτοι· δεῦτε
εὐφημήσωμεν αὐτοὺς, μυστικῶς ἐγκωμιάζοντες· χαίροις Μανουὴλ ἔνδοξε, χαίροις
Σαβὲλ ἀείμνηστε, χαίροις Ἰσμαὴλ τρισόλβιε, οἱ τὴν πλάνην τῶν εἰδώλων εἰς χάος
βυθίσαντες, καὶ Χριστὸν τὸν Κύριον ἐν μέσῳ τοῦ σταδίου τρανῶς κηρύξαντες· διὸ
παμμακάριστοι καὶ πολύαθλοι, μὴ παύσητε πρεσβεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Τὴν
πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην
Σου.
Εἰς
τὸν στίχον· προσόμοια. Ἦχος β΄. Οἶκος τοῦ Εὐφραθᾶ.
Ῥῦσαι
παθῶν ψυχῆς, καὶ σώματος εὐχαῖς σου, Μανουὴλ τοῦς ἐκ πόθου, τελούντάς σου τὴν
θείαν, καὶ μακαρίαν ἄθλησιν.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει,
καὶ ὡσεὶ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Λύτρωσαι
τῶν δεινῶν, τῶν νῦν παρενοχλούντων, τὴν ταπεινὴν ψυχήν μου, ὡς ἄριστος προστάτης,
Μαρτύρων ἐγκαλλώπισμα.
Στ.: Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ’ αὐτόν.
Ὅλος
φωτολαμπὴς, ὡς ἥλιος τῇ αἰγλῃ, τῆς ἀπροσίτου δόξης, ὑπάρχων Ἀθλοφόρε, τοὺς
ὑμνητάς σου φαίδρυνον.
Δόξα.
Ἦχος πλ. δ΄.
Δεῦτε
φίλαθλοι τὴν τρισαυγῆ τῶν Μαρτύρων χορείαν, ἐν ᾠδαῖς καὶ ὕμνοις εὐφημήσωμεν,
Μανουὴλ τοῦ θεόφρονος, καὶ Σαβὲλ τοῦ γενναιοτάτου, καὶ Ἰσμαὴλ τοῦ τρισμάκαρος·
ὅτι αἵματα ἔδωκαν, καὶ ὠνήσαντο τὴν αἰώνιον ζωήν· διὸ καὶ καρτερικῶς ἀντέλεγον
τῷ ἐφευρέτῃ τῶν κακῶν· οὐ προκρίνομεν τὰ φθαρτὰ τῶν ἀφθάρτων· τὴν πίστιν ᾗ
συνετράφημεν οὐκ ἐξομόσόμεθα· τοῖς παρὰ σοὶ δαίμοσιν οὐ λατρεύσομεν· τὸν Κύριον
ἡμῶν καὶ Θεὸν οὐκ ἐγκαταλείψομεν, τὸν ᾀεὶ βοῶντα τοῖς πιστοῖς, ὁ πιστεύων εἰς
ἐμὲ, κᾄν ἀποθάνῃ ζήσεται.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ΄.
Οἱ
τῆς εὐσεβείας ὑπέρμαχοι, καὶ τῆς ἀσεβείας ἀντίπαλοι, Μανουὴλ θεόπνευστε, καὶ
Ἰσμαὴλ θαυμάσιε, καὶ Σαβὲλ ἀξιάγαστε, παῤῥησίᾳ τὸν Χριστὸν, Υἱὸν Υεοῦ
κηρύξαντες, τὸ αἷμα ὑμῶν ὑπὲρ Αὐτοῦ ἐξεχέατε· ὅν δυσωποῦντες μὴ παύσητε, τοῦ
σωθῆναι τὰς ψυχάς ἡμῶν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ
ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον Μυστήριον, διὰ Σοῦ Θεοτόκε τοῖς ἐπὶ
γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ
ἡμῶν καταδεξάμενος· δι’ οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσῳσεν ἐκ θανάτου τὰς
ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ
ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Μανουὴλ
ὁ θαυμάσιος, ὁ Σαβὲλ ὁ μακάριος, Ἰαμαὴλ ὁ πάνσοφος μελῳδήμασιν, ἱερωτάτοις
τιμάσθωσαν, Τριάδα τὴν Ἄκτιστον, ἐναντίον ἐχθρῶν, ἱερῶς προκηρύξαντες, καὶ
πολύθεον, ἀποσβέσαντες πλάνην τῶν αἱμάτων, ταῖς προσχύσεσι καὶ δόξαν,
ἀπειληφότες ἀμάραντον.
Τὴν
μητρῴαν εὐσέβειαν, παισιόθεν ποθήσαντες, πατρικὴν ἀσέβειαν ἀπωθήσατε, Εὐνοϊκοῦ
τοῦ παμμάκαρος, τὰ θεῖα διδάγματα, ἐμυήθητε σοφῶς, καὶ προθύμως ἐλάβετε, τὴν
τοῦ Πνεύματος, ἀναγέννησιν ὅθεν καὶ τυράννου, τὰς ποινὰς μὴ πτοηθέντες,
ἀνδρειοφρόνως ἠθλήσατε.
Βασιλέα
παράνομον, παρανόμως προστάττοντα, ὑποκύπτειν σέβας τε, νέμειν ἄλογον, θεοῖς
ἀψύχοις μακάριοι, ἐμφρόνως ᾐσχύνατε, Μανουὴλ, καὶ Ἰσμαὴλ, καὶ Σαβὲλ
μεγαλώνυμοι, καὶ ἀθλήσαντες, καρτερῶς καὶ νομίμως τοὺς στεφάνους, ἀνεπλέξασθε
τῆς νίκης, ὑπὲρ τοῦ κόσμου πρεσβεύοντες.
Ὡς
ἀστέρες πολύφωτοι, Ἀθλοφόροι αὐτάδελφοι, θεϊκαῖσς λαμπρότησι καταυγάζετε, τῆς
οἰκουμένης τὰ πέρατα, δαιμόνων σκοτόμαιναν, καὶ παθῶν φθοροποιῶν, καὶ κινδύνων
ἐξαίροντες· ὅθεν σήμερον, τὴν φαιδρὰν καὶ φωσφόρον καὶ Ἁγίαν, συνελθόντες ἐκτελοῦμεν,
ὑμῶν πανήγυριν ἔνδοξοι.
Ἕτερα,
τοῦ Ἁγίου Μανουήλ. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Νῦν ἡ σεβάσμιος μνήμη τῆς σῆς ἀθλήσεως, ἡμᾶς συναγαγοῦσα, εὐφημῆσαο προτρέπει τὰ τρόπαια τοὺς ἄθλους καὶ τὰς λαμπρὰς, ἀριστείας ἐν ᾄσμασιν, ἐν τῇ παρούσῃ ἐσπέρᾳ καὶ τῇ νυκτὶ, Μανουὴλ ἀθλητικώτατε.
Νῦν ἡ σεβάσμιος μνήμη τῆς σῆς ἀθλήσεως, ἡμᾶς συναγαγοῦσα, εὐφημῆσαο προτρέπει τὰ τρόπαια τοὺς ἄθλους καὶ τὰς λαμπρὰς, ἀριστείας ἐν ᾄσμασιν, ἐν τῇ παρούσῃ ἐσπέρᾳ καὶ τῇ νυκτὶ, Μανουὴλ ἀθλητικώτατε.
Ἀποτμηθεὶς
διὰ ξίφους πάσας ἐξέτεμες, τὰς μηχανὰς τοῦ πλάνου, καὶ δολίου βελίαρ, ὦ Μανοὺλ
θεόφρον, διὸ τοὺς πιστῶς, τὴν σὴν μνήμην γεραίροντας, ῥῦσαι παγίδων τῶν τούτου
ταῖς πρὸς Θεὸν, εὐπροσδέκτοις ἱκεσίαις σου.
Δόξα.
Ἦχος πλ. β΄.
Σήμερον
ἡ τρισαυγὴς τῶν Μαρτύρων ὁμήγυρις, ὡς σελασφόρων ἀστέρων συνέλευσις, τοὺς
πιστοὺς σελαγίζουσα, πρὸς μυστικὴν εὐφροσύνην ἐκάλεσε· σήμερον γὰρ ὁ Μανουὴλ ὁ
ἔνδοξος, καὶ Σαβὲλ ὁ ἀείμνηστος, καὶ Ἰσμαὴλ ὁ τρισόλβιος, οἱ τοῦ νοητοῦ ἡλίου
θεράποντες, καὶ τῶν ἀσεβῶν δογμάτων καθαιρέται, ἐκέρασαν πλήρη τὸν ἀθληφορικὸν
αὐτῶν κρατῆρα, καὶ τοῖς διὰ Χριστὸν ἐκχυθεῖσιν αἵμασιν, ἑαυτοὺς ἔστεψαν, ἡμᾶς
προτρεπόμενοι τοὺς εὐσεβείας ἔραστάς· δεῦτε λέγοντες τοῦς ἀγῶνας ἡμῶν
ἑστιάθητε, καὶ τοὺς στεφάνους καὶ τὰ γέρα προσβλέψατε· ὁ γὰρ ὑπομείνας εἰς
τέλος, οὗτος σωθήσεται, Χριστὸς ἡ ἀλήθεια ἀπεφήνατο· ἵνα κοινωνοὶ γένησθε τῶν
στεφάνων ἡμῶν, καὶ πρεσβευτὰς ἡμᾶς πρὸς Κύριον ἔχητε.
Καὶ
νῦν. Θεοτοκίον.
Τίς
μὴ μακαρίσει Σε Παναγία Παρθένε; Τίς μὴ ἀνυμνήσει Σου τὸν ἀλόχευτον Τόκον; Ὁ
γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς Μονογενὴς, ὁ Αὐτὸς ἐκ Σοῦ τῆς Ἁγνῆς
προῆλθεν, ἀφράστως σαρκωθεὶς· φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος Ἄνθρωπος
δι’ ἡμᾶς· οὐκ εἰς δυάδα Προσώπων τεμνόμενος, ἀλλ’ἐν δυάδι Φύσεων ἀσυγχύτως
γνωριζόμενος· Αὐτὸν ἱκέτευε Σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος·
Φῶς ἱλαρόν· Προκείμενον τῆς ἡμέρας· καὶ τὰ Ἀναγνώσματα.
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε
λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ
αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν;
Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ
μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα
γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο
ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ
σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς
ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ
ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει
Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία
σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται·
ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ
Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ
κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι
ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν
εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν
εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται,
καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ
θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα
δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία,
καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ
σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Λιτή.
Ἦχος α΄.
Τῶν
τυραννούντων τὰ θράση μὴ δειλιάσαντες, μᾶλλον δὲ τοῦ Χριστοῦ τὴν πίστιν τρανῶς
κηρύξαντες, ἥλοις περονᾶσθε τοὺς ἀστράγάλους, καὶ λαμπάσι πυρὸς τὰς μασχάλας
καταφλέγεσθε, ἄλλας τε πολλὰς βασάνους ὑπεμείνατε, Μανουὴλ, Σαβὲλ, καὶ Ἰσμαὴλ
ἀξιάγαστοι· διὸ πρεσβεύσατε τῷ Βασιλεῖ καὶ Θεω, ὑπὲρ τῶν πίστει ἐκτελούντων,
τὴν μνήμην ὑμῶν τὴν σεβάσμιον.
Ἦχος
β΄.
Προφητικῶς
τοῖς Ἁγίοις συνελθόντες οἱ πιστοὶ, τὸν Δαβιτικὸν ὕμνον ἀναβοήσωμεν· Ἰδοὺ δὴ τὶ
καλὸν ἤ τὶ τερπνὸν, ἀλλ’ ἤ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτὸ· φύσεως γὰρ
ἀκολουθίᾳ καὶ πίστεως, τὰς ἀπειλὰς καὶ ποικίλας βασάνους, ὁμοφρόνως καὶ
ἀνδρικῶς ὑπεδέξαντο· ὅθεν καὶ τὸν Σταυρὸν εὐαγγελικῶς ἐπ’ ὤμων ἀράμενοι, πάντα
τὰ φθαρτὰ ἐβδελύξαντο, καὶ Χριστῷ ἠκολούθησαν, Μανουὴλ, Σαβὲλ, καὶ Ἰσμαὴλ, οἱ
καλλίνικοι Μάρτυρες· διὸ καὶ παῤῥησίαν πρὸς Θεὸν κεκτημένοι, πρεσβεύουσιν αὐτῷ,
ὑπὲρ ἡμῶν, τοῦ καταπεμφθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος
γ΄.
Τῇ
τῶν ᾀσμάτων τερπνότητι, τὴν παροῦσαν φαιδρύνωμεν ἡμέραν, καὶ ἠχήσωμεν τὰ τῶν
Μαρτύρων ἀγωνίσματα· πρόκεινται δὲ ἡμῖν εἰς εὐφημίαν, οἱ μέγιστοι τρεῖς
Μάρτυρες· τὰς γὰρ τοῦ τυράννου ἐπιφορὰς ἀνδρείως ἑλόντες, πρὸς τὸ στάδιον
προθύμως ἥλαντο· καὶ τὰ νικητήρια ἐνδόξως ἀπενεγκάμενοι, τὸν Σωτῆρα δυσωποῦσι,
σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ
αὐτός.
Δεῦτε
τῶν πιστῶν τὸ σύστημα, πνευματικὴν χορείαν ἐπικροτήσωμεν, καὶ τὸν Ἀθλοφόρον
Χριστοῦ τοῦ Θεοῦ, ἐν ὕμνοις τιμήσωμεν, Μανουὴλ τὸν ἔνδοξον· σήμερον γὰρ ὡς
ἑωσφόρος ἀνέτειλε, καὶ καταφωτίζει τὰς διανοίας τῶν πιστῶν, τῶν ἐν πίστει καὶ
πόθῳ, ἐπιτελούντων τὴν μνήμην αὐτοῦ τὴν σεβάσμιον.
Δόξα.
Ἦχος πλ. α΄.
Ἡ
Ἐκκλησία σήμερον στολισαμένη διὰ τῶν ἄθλων σου, Μάρτυς τοῦ Χριστοῦ εὐφραίνεται,
καὶ τὴν σὴν παγγέραστον μνήμην, κατ’ ἀξίαν εὐφήμως κραυγάζει γεραίρουσα·
χαίροις, ὁ τὸν Παῦλον ζηλώσας, καὶ τὸν Σταυρὸν τοῦ Χριστοῦ ἀράμενος, καὶ τὰς
παγίδας συντρίψας τοῦ πολυπλόκου βελίαρ· χαίροις Μαρτύρων τὸ καύχημα, καὶ
Βασιλέων κραταίωμα, Μανουὴλ πολύαθλε· ὑπὲρ ἡμῶν πρὸς Κύριον μὴ διαλείῃς
πρεσβεύων, ὡς παῤῥησίαν ἔχων, Αθλοφόρων ἐγκαλλώπισμα.
Καὶ
νῦν. Θεοτοκίον.
Μακαρίζομέν
Σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν
ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν
ἡμῶν.
Εἰς
τὸν Στίχον· Προσόμοια. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶς.
Χαίροις
ἡ τῆς Τριάδος τριὰς, τῶν ἀρετῶν τὰ καθαρὰ καταγώγια, κρατῆρες τὸν θεῖον οἶνον,
τῆς εὐσεβείας ἡμῶν, τὰς ψυχὰς εὐφραίνοντα οἱ προχέοντες· μαζοὶ οἱ τὸ γάλα, τῶν
ἰαμάτων πηγάζοντες, ἄστρα τὸ φέγγος, ἀληθείας πυρσεύοντα, καὶ τὰ πέρατα,
φωταυγίας λαμπρύνοντα. Μάρτυρες μεγαλώνυμοι, οἱ νύκτα μειώσαντες, τῆς ἀγνωσίας
πολλῶν τε, τὰς διανοίας φωτίσαντες, Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι
τὸ μέγα ἔλεος.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις
ὦ Μανουὴλ θαυμαστὲ, καὶ Ἰσμαὴλ τε καὶ Σαβὲλ μεγαλώνυμοι, τὴν πλάνην πολυθεΐας,
τῶν ἐμμανῶν ἀσεβῶν, ἐπιγνώσει θείᾳ κατασβέσαντες· δι’ ὧν οἱ θρησκεύοντες,
παρανόμως τὰ εἴδωλα, ἐν Χαλκηδόνι, παντελῶς ἠμαυρώθησαν, καὶ κατήργηται τοὺ
τυράννου τὸ πρόσταγμα. Μάρτυρες ἀεισέβαστοι, Τριάδος ὑπέρμαχοι, ἄρνες ὡραῖοι
ὀφθέντες, τοῦ ἀληθοῦς Ἀρχιποίμενος, Χριστοῦ τοῦν τυθέντος, καὶ παρέχοντος τῷ
κόσμῳ τὸ μέγα ἔλεος.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Πᾶσαν
ἐπιφορὰν τῶν δεινῶν, ἀνδρειοτάτῳ λογισμῷ ὑπηνέγκατε, καὶ πᾶσι τοῖς ἀσεβέσι μὴ
πειθαρχοῦντες σοφοὶ, πρὸς βασάνων πλείω πεῖραν ἤγεσθε· διὸ αἰκιζόμενοι, καὶ
λαμπάσι φλεγόμενοι, καὶ ἀπανθρώπως, κεφαλὰς ἐκτεμνόμενοι, οὐκ ἐκάμφθητε, οὐ
Θεὸν ἐξηρνήσασθε· ὅθεν προσαπηνέγκατε, τῆς νίκης τὸν στέφανον, καὶ ταῖς
Μαρτύρων ἀγέλαις, περιφανῶς ἠριθμήθητε· μεθ’ ὧν ἐξαιτεῖσθε, ταῖς ψυχαῖς ἡμῶν
δοθῆναι τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος πλ. δ΄.
Εἰλικρινῶς
ποθήσαντές σε Λόγε Θεοῦ, οἱ ἔνδοξοι Μάρτυρες, τὸ πυρσολατρεῖν ἐάσαντες,
λιπόντες καὶ τὴν τῶν Χαλδαίων χθόνα, τῷ σῷ φωτὶ κατηυγάσθησαν· θωρακισθέντες δὲ
ὅπλοις τῆς πίστεω ς, ᾔσχυναν Ἰουλιανὸν τὸν τύραννον, Μανουὴλ ὁ ἔνδοξος, καὶ
Σαβὲλ ὁ ᾀείμνηστος, καὶ Ἰσμαὴλ ὁ τρισόλβιος, σὺν Πατρὶ καὶ τῷ Πνεύματι
ὑμνοῦντές σε, καὶ πρεσβεύοντες τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Ἀνύμφευτε
Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκὶ, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, σῶν
οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων,
νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πᾶντας ἡμᾶς.
Νῦν
ἀπολύεις καὶ τὸ Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄.
Τοὺς
τρεῖς ἐνδόξους ἀστέρας τοῦ νοητοῦ στερεώματος, τοὺς ἐκ τῆς Περσίδος τὴν
οἰκουμένην πᾶσαν καταγλαΐσαντας, τοὺς Ἀθλητὰς καὶ κήρυκας τῆς Τριάδος, τοὺς τὴν
Θράκην πᾶσαν, τῇ αἴγλῃ τοῦ Μαρτυρίου καταπλήξαντας, Ἰσμαὴλ τὸν ἔνδοξον, Μανουὴλ
τὸν ἀθλητικώτατον, σὺν Σαβὲλ τῷ τρισμακαρίῳ, καὶ ἀμφοτέροις συναθλήσαντι·
πᾶντες οἱ τῶν ἄθλων αὐτῶν ἐρασταὶ, συνελθόντες ὕμνοις τιμήσωμεν· αὐτοὶ γὰρ τῇ
Τριάδι, ὑπὲρ ἡμῶν ᾀεὶ πρεσβεύουσι.
Δόξα.
Τοῦ Ἁγίου Μανουὴλ. Ὁ αὐτός.
Οὐτ’
ἀπειλὰς τοῦ τυράννου πτοηθεὶς Μανουὴλ πολύθλε, οὔθ’ ὑποσχέσεσιν αὐτοῦ καμφθεὶς,
τοὺς μαρτυρικοὺς ἀγῶνας κατέλιπες· ἀλλὰ γενναίως τὰς βασάνους ὑποστὰς, διήνυσας
διὰ πυρὸς καὶ αἵματος, τοῦ Μαρτυρίου τὸ στάδιον· ὅθεν καὶ παῤῥησίαν ἔχων πρὸς
Θεὸν, ὑπὲρ ἡμῶν ἱκέτευε, τῶν τελούντων σου τὴν μνήμην, τοῦ σωθῆναι τὰς ψυχὰς
ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Τοῦ
Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων
Δεσπότης, ἐν Σοὶ τῇ ἁγίᾳ Κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαβίδ, ἐδείχθης Πλατυτέρα τῶν
οὐρανῶν, βαστάσασα τὸν Κτίστην Σου· δόξα τῷ ἐνοικίσαντι ἐν Σοὶ, δόξα τῷ
προελθόντι ἐκ Σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ Τόκου Σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν· κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτηρ.
Ἀθλήσαντες
στεῤῥῶς, ὑπὲρ πίστεως θείας, ἐλάβετε λαμπρῶς, τῶν ἀγῶνων τὰ γέρα, διὸ καὶ τὰ
πανένδοξα, ὑμῶν θεῖα σκηνώματα, πᾶσι πνέουσι, διηνεκῆ εὐωδίαν, καὶ παρέχουσι
ψυχῶν ὁμοῦ καὶ σωμάτων, ἰάσεις ἑκάστοτε.
Δόξα.
Παράνομε
κριτὰ, τί βραδύνεις ἐβόας, τὸ σῶμα τὸ θνητὸν, μεληδὸν κατατμῆσαι; Ψυχὴν δὲ μὴ
δύναμενος, σὺ προσψαῦσαι τὸ σύνολον; Τρεῖς γὰρ ἕν ἐσμὲν, ἕν τὸ αὐτὸ καὶ
φρονοῦμεν, ὡς αὐτάδελφοι, κατά τε σάρκα καὶ πίστιν, Μανουὴλ ἀξιάγαστε.
Καὶ
νῦν. Θεοτοκίον.
Μαρία
τὸ σεπτὸν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότα εἰς χάος, δεινῆς
ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ
βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους Σου.
Μετὰ
τὴν β΄ στιχολογίαν· κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσὴφ.
Κατεπλάγησαν
ποτὲ, τῶν ἀνομούντων ὁ λαὸς, τὸ ἀνδρεῖον τῶν ψυχῶν, βλέποντες Μάρτυρες ὑμῶν,
καὶ τῷ Κυρίῳ πιστεύοντες ἐκραύγαζον· Δόξα Σοι Χριστὲ παντοδύναμε· Σὺ γὰρ εἶ
Θεὸς καὶ οὐκ οἴδαμεν, ὁ ἐνεργῶν παράδοξα θαυμάσια, ἐν τοῖς Ἁγίοις Σου Μάρτυσιν·
Ὧν ταῖς πρεσβείαις, Σωτὴρ τοῦ κόσμου, φώτισον τοὺς ὑμνοῦντάς Σε.
Δόξα.
Κατεπλήττετο
δεινῶς, ὁ παραβάτης Βασιλεὺς, πῶς ὑπέμεινας στεῤῥῶς, τὴν ποικιλίαν τῶν ποινῶν,
κατάστικτος τοῖς μώλωψι γεγενημένος· ὅθεν καὶ κενοῖς πειρᾶται ῥήμασι, καὶ
λόγοις μανικοῖς ἀπατῆσαί σε· σὺ δὲ ἐν τούτοις ὤφθης ἀπαράτρεπτος, Χριστὸν
ποθήσας θεσπέσιε· Μαρτύρων δόξα, πιστῶν ὁ ῥύστης, Μανουὴλ ἀξιΰμνητε.
Καὶ
νῦν. Θεοτοκίον.
Κατεπλάγησαν
Ἁγνὴ, πᾶντες Ἀγγέλων οἱ χοροὶ, τὸ μυστήριον τῆς Σῆς, κυοφορίας τὸ φρικτὸν, πῶς
ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτὸς, ταῖς Σαῖς συνέχεται, καὶ
δέχεται ἀρχὴν ὁ προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν, ὁ τρέφων, πνοὴν ἀφάτῳ
χρηστότητι; Καὶ Σὲ ὡς ὄντως, Θεοῦ Μητέρα εὐφημοῦντες δοξάζουσι.
Μετὰ
τὸν Πολυέλεον· Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῶν
βασάνων τὰ νέφη τὰ χαλεπὰ, Ἀθληταὶ παριδόντες μαρτυρικῶς, ὥς ἥλιοι χάριτι, τοῦ
Σωτῆρος ἐλάμψατε· ἀδελφικη στοργῇ δὲ, ἐνθέως συνδούμενοι, ἐφ’ ὁμοίοις πόνοις,
λαμπρῶς ἐδοξάσθητε· ὅθεν μετὰ τέλος, ἀτελεύτητον χάριν, ἐξ ὕψους ἐδέξασθε,
θεραπεύειν νοσήματα, Ἀθλοφόροι Αὐτάδελφοι· πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἐνθυμοῦμαι
τὴν κρίσιν καὶ δειλιῶ, ἔργα πράξας αἰσχύνης ὁ ῥυπαρὸς, ἄξια καὶ δέομαι, Θεοτόκε
πανύμνητε, πρὸ τοῦ τὰς πύλας φθάσαι, θανάτου ἐπίστρεψον, πρὸς τὴν τῆς
μετάνοιας, ὁδὸν ὁδηγούσά με, ἵνα εὐχαρίστως προσκυνῶν ἀνυμνῶ Σου, τὴν ἄμετρον
δύναμιν, καὶ τὴν θείαν ἀντίληψιν, Παναγία Θεόνυμφε, πρεσβεύουσα τῷ Σῷ Υἱῷ καὶ
Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει τὸν πανάγιον
Τόκον Σου.
Οἱ Ἀναβαθμοὶ, τὸ ἀ Ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον· ἦχος δ΄: Ἰδοὺ δὴ τὶ καλὸν ἤ τὶ τερπνὸν, ἀλλ’ ἤ τὸ κατοικεῖν
ἀδελφοὺς ἐπὶ τὸ αὐτό.
Στ.: Ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς·
προσέχετε ἀπὸ τῶν ἀνθρώπων.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον· ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Σήμερον
συγκαλεῖται ἡμᾶς τοῦ Ἀθλοφόρου ἡ ἱερὰ πανήγυρις. Δεῦτε οὖν φιλέορτοι, φαιδρῶς
ἑορτάσωμεν, τὴν μνήμην αὐτοῦ λέγοντες· χαίροις ὁ τὸν χιτῶνα τῆς ἀσεβείας
διαῤῥήξας διὰ τῆς πίστεως, τὴν δὲ ἀνδρίαν τοῦ Πνεύματος σεαυτῷ περιθέμενος·
χαίροις ὁ καταργήσας τὰς ἐπινοίας τοῦ παραβάτου, τῇ ἰσχύϊ τῇ δοθείσῃ σοι παρὰ
τοῦ μόνου Θεοῦ· χαίροις ὁ λογχευθέντων τῶν μελῶν, τὸ μακάριον Πάθος πνευματικῶς
ἡμῖν ἀναζωγραφήσας τοῦ Χριστοῦ· ὅν καθικέτευε Μανουὴλ, Ἀθλητῶν ἐγκαλλώπισμα,
λυτρωθῆναι ἡμᾶς ὁρατῶν, καὶ ἀοράτων ἐχθρῶν, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Οἱ Κανόνες τῆς Θεοτόκου εἰς στ΄, καὶ δύο τῶν Ἁγίων εἰς η΄.
Ὁ
α’ Κανὼν τῶν Ἁγίων. ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Τριάδος
ὑπέρμαχοι, τῆς Παναγίας πανόλβιοι, συμφώνως ἐδείχθητε, προσκυνηταὶ τῆς σεπτῆς,
καὶ παρίστασθε, τῷ θρόνῳ τῆς Τριάδος, θερμοὶ ἀντιλήπτορες τῶν προστρεχόντων
ὑμῖν.
Εἰρκτῇ
ἀπαγόμενοι, τροπαιοφόροι αὐτάδελφοι, χαρᾷ συνεψάλλετε, τῷ Βασιλεῖ τοῦ παντός.
Δεῦτε λέγοντες, ἐξ’ ὅλης τῆς καρδίας, Θεω ἀλαλάξωμεν τῷ Παντοκράτορι.
Σαβὲλ
ὁ αεἰμνηστος, καὶ Ἰσμαὴλ ὁ θαυμάσιος, ἀξίως τιμάσθωσαν, σὺν τῷ σοφῷ Μανουὴλ,
ὅτι ἤνεγκον, πολλάς τε καὶ παντοίας, βασάνους καὶ θάνατον, οἱ ὑπερένδοξοι.
Θεοτοκίον.
Σὺ
μόνη Θεόνυμφε, τὸν ἐν Ὑψίστοις καθήμενον, ἀγκάλαις ἐβάστασας, σάρκα γενόμενον·
σὺ γὰρ ὥρισαι, πρὸ πάντων τῶν αἰώνων, δοχεῖον ἐπάξιον, τοῦ Παντοκράτορος.
Ὁ β’ Κανών, τοῦ Ἁγίου Μανουήλ.
ᾨδὴ
α΄. Ἦχο πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἄναρχε
Λόγε, Μανουὴλ τοῦ Μάρτυρος, ταῖς εὐπροσδέκτοις εὐχαῖς, τὸν νοερὸν στόμα, τῆς
καρδίας ἄνοιξον, καὶ χείλη μου τὰ ἔνυλε, ὅπως ᾄσμασι μέλψω, τὰς ἀριστείας τὰ
τρόπαια, τούτου καὶ λαμπρὰ κατορθώματα.
Γνῶσίν
μοι θείαν, οὐρανόθεν Ἅγιε, δός μοι πρεσβείαις ταῖς σαῖς, ὅπως ἐπαξίως, πλέξω
σοι τὸν στέφανον, τοῖς ἐγκωμίων ἄνθεσι, καὶ τῶν ὕμνων τρισμάκαρ, ὡς τῷ φωτὶ
ἐλλαμπόμενος, τῆς ἀπειροσόφου θεότητος.
Ὁ
παραβάτης τῷ θύμᾳ νικώμενος, ἐπὶ τῇ σῇ Μανουὴλ, ἀνδρικῇ ἐνστάσει, καὶ μανεὶς ὁ
δείλαιος, τὸ σὸν κελεύει σκήνωμα, εἱλιθῆναι καλάμοις, καὶ ἀπηνῶς λόγχαις
βάλλεσθαι, τὰς πλευρὰς τὰς σὰς γενναιότατε.
Θεοτοκίον.
Ὡς
Θεοῦ Μήτηρ, παῤῥησίαν ἔχουσα, πρὸς τὸν τεχθέντα έκ σοῦ, Μονογενῆ Λόγον, καὶ
Πατρὶ συνάναρχον, καὶ συμφυῆ τῷ Πνεύματι, δυσωποῦσα μὴ παύσῃ, κινδύνων σῷσαι
Πανάμωμε, τοὺς σὲ Θεοτόκον δοξάζοντας.
ᾨδὴ
γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Ὡς
βότρυες θεῖοι γεγονότες, ἀμπέλου τῆς θείας ἀληθῶς, ἀθλήσεως προχέουσιν, οἶνον
ἡμῖν οἱ Μάρτυρες, πνευματικῶς εὐφραίνοντα, τὰς διανοίας ἐν χάριτι.
Πατρὸς
ἐβδελύχθητε θρησκείαν, μητρὸς δὲ τὴν ἔνθεον σοφῶς, εὐσεβείαν ποθήσαντες, τὴν
θείαν ἀναγέννησιν, τοῦ Πνεύματος ἐλάβετε, ὦ Ἀθλοφόροι αὐτάδελφοι.
Ἀχθέντες
ἐνώπιον τυράννου, ἐγνώσθητε τρεῖς θεοσεβεῖς, ὅθεν καὶ καταφλέχθητε, στεῤῥῶς καὶ
ὑπεμείνατε, πάσας βασάνους ἔνδοξοι, καὶ πολυύμνητοι Μάρτυρες.
Θεοτοκίον.
Νόμου
προετύπου ἡ σκηνή σε, γενήσεσθαι μέλλουσαν Ἁγνὴ, Θεοῦ Ἅγιον σκήνωμα, ἐν ὧ ὁ
ἱλασμὸς ἡμῶν, ἁγιασμὸν δωρούμενος, πᾶσιν ἡμῖν ἐπελεύσεται.
Ἕτερος.
Ὁ στερεώσας κατ’ ἀρχάς.
Νενεκρωμένῳ
διὰ σὲ, πεπιστευκὼς τῷ Δεσπότῃ, θαῤῥαλέω;ς τῷ θανάτῳ προστρέχεις, τὴν ἑκούσιον
αὐτοῦ ἐπιποθήσας νέκρωσιν, Μανουὴλ νικηφόρε, θείᾳ δυνάμει ῥωνύμενος.
Οὐ
ξίφος Μάρτυς τὸν στεῤῥὸν, τῆς καρτερίας σου πύργον, διετάραξε γενναῖε ἀλλ’
ὤφθης, καρτερώτατος ποιναῖς, προσομιλῶν καὶ θλίψεσι, ταῖς παρ’ ἐχθρῶν ἀσπλάγχνως,
προσφερομέναις σοι ἔνδοξε.
Πολλοὺς
ὑπέστης σπαραγμοὺς, πρὸς τὸ τὴν θείαν γενναῖε, ἀπαρνήσασθαι σωτήριον κλῆσιν,
τοῦ Χριστοῦ ἀλλ’ εἰς κενὸν, ὄντως κεκοπιάκασι· καὶ γὰρ μέχρι θανάτου, ταύτην
γενναίως ἐβάστασας.
Θεοτοκίον.
Θεοχαρίτωτε
Ἁγνὴ, μετὰ τῶν ἄνω Ταγμάτων, μετὰ πάντων τῶν σοφῶν Ἀποστόλων, καὶ Μαρτύρων
ἱερῶν, καὶ Προφητῶν ἱκέτευε, ὅπως ἁμαρτημάτων, τελείαν λάβωμεν ἄφεσιν.
Καθίσματα·
ἦχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως.
Τοὺς
πολυτρόπους αἰκισμοὺς ἐνεγκότες, ἐν ἀπτοήτῷ λογισμῷ Ἀθλοφόροι, ὑπὲρ ἥλίου
λάμπετε φαιδρότητα· ὅθεν τὴν φαιδρὰ ὑμῶν, ἑορτάζομεν μνήμην, πίστει
ἱκετεύοντες, ταῖς ὑμῶν μεσιτείαις, ἁμαρτημάτων ἄφεσιν λαβεῖν, καὶ ἀγαθῶν
αἰωνίων ἀπόλαυσιν.
Δόξα.
Ὁ
Μανουὴλ ὁ τοῦ Χριστοῦ Ἀθλοφόρος, ὁ τὰς βασάνους ἀνδρικῶς ὑπομείνας, τοῦ
Μαρτυρίου ἔλαβε τὸν στέφανον, θῦμα τε γενόμενος, ὑπὲρ τῆς εὐσεβείας, ἅπαντας
ἐδίδαξε, προσκυνεῖν τὴν Τριάδα· οὗ ταῖς πρεσβείαις λύτρωσαι ἡμᾶς, ἐκ πάσης
βλάβης, Θεὲ ὑπεράγαθε.
Καὶ
νῦν. Θεοτοκίον.
Τῶν
ἀκαθάρτων λογισμῶν μου τὰ πλήθη, καὶ τῶν ἀτόπων ἐννοιῶν τὰς νιφάδας, τίς
ἐξειπεῖν δυνήσεται Πανάμωμε; Τὰς ἐπαναστάσεις δὲ, τῶν ἀσάρκων ἐχθρῶν μου, τίς
ἐκδιηγήσεται, καὶ τὴν τούτων κακίαν; Ἀλλὰ τῇ Σῇ πρεσβείᾳ Ἀγαθὴ, τούτων μοι
πάντων τὴν λύτρωσιν δώρησαι.
ᾨδὴ
δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Παραστὰς
τῷ παραβάτῃ, ὁ τρισσόλεκτος θίασος, καὶ τῶν προσταγμάτων, ἔξαρνος τῶν τούτου
γενόμενος, διὰ τεσσάρων βουνεύροις ὠμοῖς τύπτεται, τούτων ἕκαστος, ὦ καρτερία
πανάριστος!
Ἱλαστήριον
τὸ αἷμα, τῶν Μαρτύρων ἐγένετο, καὶ εὐωδεστάτη, ὄντως τῷ Θεω καθιέρωσις,
ἀνεμποδίστως διδοῦσα τὴν ἀκίνδυνον, ἀναβρύουσαν πᾶσι, πηγὴν τῶν ἰάσεων.
Τῶν
ποικίλων πειρασμῶν τε, καὶ κινδύνων τὴν ἔφοδον, ταῖς ὑμῶν πρεσβείαις, ταῖς πρὸς
τὸν Χριστὸν διακρούσασθε, τῶν ἐκτελούντων ἐν πίστει τὴν πανίερον καὶ πανέορτον
μνήμην ὑμῶν ἀξιάγαστοι.
Θεοτοκίον.
Ἰσχυρώτατόν
σε ὅπλον, κατ’ ἐχθρῶν προβαλλόμεθα, δυσχερείας πάσῃς, καὶ τῶν χαλεπῶν
περιστάσεων, ἀποσειόμεθα βλάβην καὶ τὸν κλύδωνα, τῶν αἱρέσεων Μῆτερ Θεοῦ
διαφεύγομεν.
Ἕτερος.
Εἰσακήκοα Κύριε.
Οὐχ
εἰρκτὴ οὐδὲ μάστιγες, οὐ θυμὸς τυράννου, ἀλλ’ οὐδὲ θάνατος, τῆς ἀγάπης
ἠδυνήθησαν, ἐκχωρίσαι Μάρτυς τοῦ Δεσπότου σου.
Θῦμα
ὄντως εὐπρόσδεκτον, τῷ Χριστῷ ἐφάνης Μάρτυς στεῤῥότατε, κατὰ νοῦν μηδόλως
θέμενος, τὰ τοῦ παραβάτου μηχανήματα.
Οὐκ
ἀρνοῦμαι τὸ ὄνομα, τοῦ Χριστοῦ ἐβόας Μάρτυς ἑλκόμενος πρὸς σφαγὴν ὡς ἀμνὸς
ἄκακος, ἀλλὰ φέρω πάντα νῦν γηθόμενος.
Θεοτοκίον.
Ἐπὶ
κλίνης ὀδύνης μου, καὶ τῆς αῤῥωστίας κατακειμένῳ μοι, ὡς φιλάγαθος βοήθησον,
Θεοτόκε μόνη ᾈειπάρθενε.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἰκρίῳ
ἐπάγητε, χεῖρας καὶ πόδας Ἅγιοι, δόγματι τυράννου μὴ πεισθέντες, καὶ ἀναρτᾶσθε,
ἐν μετεώρῳ ἐκ γῆς, ὄνυξι ξεόμενοι δεινῶς, Ἄγγελον δὲ ἴδετε ὅς ὑμᾶς παρεθάῤῥυνε.
Καλάμοις
τοῖς ὄνυξιν, οἱ Ἅγιοι ἐμπήγνυνται, νῶτα δὲ καὶ κάρας καθηλοῦνται, ἄτρεπτοι
ὄντες καὶ μὴ βουλόμενοι, θυσίαν εἰδώλοις ἐνεγκεῖν, ὅθεν τούτους ᾄσμασι καὶ
ᾠδαῖς εὐφημήσωμεν.
Τὰ
ἄνθη τὰ πνέοντα, ὀσμὴν ἐνθέου γνώσεως, τῆς θεογνωσίας, τοῦ Παραδείσου, δένδρα
τὰ εὔκαρπα, τοὺς περικαλλεῖς καὶ φωταυγεῖς, Μάρτυρας ὑμνήσωμεν, καὶ πιστῶς
μακαρίσωμεν.
Θεοτοκίον.
Ῥομφαία
τὸ πρότερον, ἡ τὴν Ἐδέμ φυλάττουσα, στρέφει τοῖς πιστοῖς Ἁγνὴ τὰ νῶτα,
σημειουμένοις Τιμίῳ Αἵματι, πάλαι κενωθέντι ἐκ πλευρᾶς, λόγχης ἐκκεντήματι, τοῦ
ἐκ σοῦ ἀνατείλαντος.
Ἕτερος.
Ἵνα τί με ἀπώσω.
Κολαστήρια
ξένα, Μάρτυς καὶ δεινότατα κατεπενόησαν τῆς σῆς καρτερίας, οἱ τῆς πλάνης
προστάται θερμότατοι, ἥλους ὀξυτάτους, τῇ κεφαλῇ σου διαπεῖραι, καὶ τοῖς νώτοις
ἀσπλάγχνως ἐτόλμησαν.
Λαμπροί
σου οἱ ἀγῶνες, καὶ τὰ τρόπαια Μάρτυς ἅπερ ἀνήγειρας, κατ’ ἐχθρῶν ἁπάντων,
ὁρατῶν ἀοράτων πανθαύμαστε. Θείᾳ γὰρ δυνάμει, περιεγένου ἀμφοτέρων, καὶ τὴν
τούτων ὀφρῦν καταβέβληκας.
Τὰς
σεπτὰς ὑμῶν κάρας, τόπῳ ἐναπέτεμε κρημνώδει τύραννος, καὶ πυρὶ δοθῆναι, τὰ
πανσέβαστα σκήνη ἐσκέψατο, τὸ τῶν Ὀρθοδόξων, πλήρωμα ἀνιᾶσαι θέλων, ἀλλ’ αὐτοῦ
καταργεῖτε τὸ σόφισμα.
Θεοτοκίον.
Νοερῶς
ἐμυήθη, Προφητῶν ὁ σύλλογος τὰ σὰ μυστήρια, οὐρανοῦ γὰρ πύλην, ἐπὶ γῆς ὁ
Δεσπότης σὲ ἔδειξε, καὶ ἐκ σοῦ Παρθένε, σωματωθεὶς δικαιοσύνης, τοῖς ἐν σκότει,
ὡς ἥλιος ἔλαμψε.
ᾨδὴ
στ΄. Τὴν θείαν ταύτην καὶ πάντιμον.
Τὴν
θείαν ταὐτην καὶ πάντιμον, τελοῦντες τῶν Μαρτύρων πανήγυριν, δεῦτε φιλέορτοι,
ἄνθη χαρίτων δρεψώμεθα, καὶ τῶν δεινῶν τὴν λύτρωσιν κομισώμεθα.
Θαυμάτων
χάριν δεξάμενοι, ἰᾶσθε τῶν ψυχῶν ἀῤῥωστήματα, ἔνδοξοι Μάρτυρες, καὶ τῶν δεινῶν
ἀπαλλάττετε, τοὺς πρὸς ὑμᾶς ἐν πίστει ᾀεὶ προστρέχοντας.
Τῷ
θείῳ ζήλῳ πυρούμενοι, λαμπάσι τὰς μασχάλας ἐφλέχθητε, ὅθεν τὴν ἔνθεον, χάριν
ἀφθόνως εἰλήφατε, καὶ τῶν δεινῶν τὴν λύσιν πιστοῖς παρέχετε.
Θεοτοκίον.
Τὸ
πῦρ ἐν σοὶ τῆς θεότητος, ἐσκήνωσεν Ἁγνὴ θεόνυμφευτε, καὶ οὐ κατέφλεξε, τὴν σὴν
νηδὺν παμμακάριστε, ἐδρόσισε δὲ μᾶλλον καὶ κατεφώτισεν.
Ἕτερος.
Ἰλάσθητί μοι Σωτήρ.
Λαμπρότατε
Μανοὴλ, τοὺς ὁμωνύμους σοι φύλαττε, καὶ πᾶντας τοὺς εὐσεβεῖς, τοὺς τὴν σὴν
γεραίροντας, μνήμην τὴν πανίερον, ἐκ παντὸς κινδύνου, καὶ δεινῶν καὶ
περιστάσεων.
Ἐνήθλησας
ἀνδρικῶς, ποσί σου κτείνας τὸν δράκοντα, καὶ νῦν ἐν τοῖς οὐρανοῖς ἀγάλλῃ
φρεπόμενος, τὰ γέρα τῶν πόνων σου, καὶ ἡμῖν βραβεύων τὴν εἰρήνην ταῖς
πρεσβείαις σου.
Ταῖς
στρέβλαις τῶν ἀσεβῶν, ὁ Μάρτυς πάσχων ἠγάλλετο, καὶ πάθει τοῦ ἀπαθοῦς τὸν νοῦν
κραταιούμενος, ἐνίκα τοὺς ἄφρονας, πρὸς τὸν Ἀθλοθέτην, ἀνενδότως ἐπειγόμενος.
Θεοτοκίον.
Λαμψάτω
νῦν ἐπ’ ἐμὲ, ἡ ἄφατος εὐσπλαγχνία σου, βυθοῦ με ἁμαρτιῶν καὶ τῆς ἀπογνώσεως,
Κόρη ἀπαλλάττουσα, καὶ πρὸς μετανοίας, τοὺς λιμένας ἐμβιβάζουσα.
Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Οἱ
τρεῖς θεῖοι Μάρτυρες οἱ ἐκ Περσίδος, τὸν Σταυρὸν ἀράμενοι, οὐκ ἐδειλίασαν
ποινὰς, ἀλλ’ ἐν σταδίῳ ἐκήρυξαν, τὸν ἐν Μονάδι Θεὸν Τρισυπόστατον.
Ὁ
Οἶκος.
Εὐφημήσωμεν
φιλέορτοι τοὺς Μεγαλομάρτυρας τρεῖς αὐταδέλφους· Μανουὴλ, Σαβὲλ, καὶ Ἰσμαὴλ,
τοὺς ἐκ Περσίδος ὡς ἀστέρας φαεινοὺς ἐκλάμψαντας λέγοντες· χαίρετε οἱ τὰ σώματα
παντοίοις αἰκισμοῖς παραδόντες, καὶ τὴν ἄληκτον καὶ ἀγήρῳ ζωὴν τῆς φθαρτῆς
προτιμήσαντες· χαίρετε οἱ τὰ στίγματα τοῦ Κυρίου ἐν τοῖς σώμασιν ὑμῶν φέροντες,
καὶ διὰ Χριστὸν τοὺς ἀστραγάλους ἥλοις παρέντες· χαίρετε οἱ τὸν διὰ ξίφους
θάνατον ἐτοίμως δεξάμενοι, καὶ τῶν γηΐνων τὰ οὐράνια ἀνταλλάξασθαι βουληθέντες·
καὶ νῦν ἐν οὐρανοῖς σὺν Ἀγγέλοις ἀγαλλόμενοι, ἀπαύστως ὑμνεῖτε, τὸν ἐν Μονάδι
Θεὸν Τρισυπόστατον.
Συναξάριον
Τῇ ΙΖ΄ τοῦ αὐτοῦ Μηνὸς, Μνήμῃ τῶν Ἁγίων Πανενδόξων καὶ
Τρισμακαρίων Αὐταδέλφων τε καὶ Τρισμεγίστων τοῦ Χριστοῦ τριῶν γενναιοτάτων
Ἀθλοφόρων, Μανουὴλ τοῦ Πολυάθλου, Σαβὲλ τοῦ Θεόφρονος, καὶ Ἰσμαὴλ τοῦ
Τρισολβίου, ἀθλησάντων ἐν Ἔτει Σωτηρίῳ Τριακοστῷ Ἑξηκοστῷ Δευτέρῳ.
Τριάδος
αἰσχύνουσιν ἐχθροὺς τριστάτας·
Τὸν Μανουὴλ νύττουσι λόγχαι Χριστέ μου,
Ζηλοῦντα πλευρᾶς λογχονύκτου σῆς πάθος·
Ἐβδομάτῃ δεκάτῃ ἴδε τρεῖς Ἀνέρας ἀθλέοντας.
Τὸν Μανουὴλ νύττουσι λόγχαι Χριστέ μου,
Ζηλοῦντα πλευρᾶς λογχονύκτου σῆς πάθος·
Ἐβδομάτῃ δεκάτῃ ἴδε τρεῖς Ἀνέρας ἀθλέοντας.
Οὗτοι
ὑπῆρχον ἐκ Περσίδος, ἀποσταλέντες παρὰ τοῦ Βασιλέως Περσῶν Βαλτάνου [παρ’
ἄλλοις Ἀλαμουνδάρου] καὶ τὰ πρὸς εἰρήνην βραβεύοντες, κατὰ τοὺς χρόνους
Ἰουλιανοῦ τοῦ Παραβάτου. Ὄν θύοντα τοῖς εἰδώλοις πέραν ἐν Χαλκηδόνι θεασάμενοι,
καὶ πολλοὺς τῇ αὐτοῦ πλάνῃ καθυπαγομένους, αὐτοὶ ὑπάρχοντες θεοσεβεῖς, καὶ τῷ
Χριστῷ λατρεύοντες ὠλοφύροντο, καὶ τὸν Χριστὸν καθικετεύον, διαφυλαχθῆναι
αὐτοὺς τῇ πίστει τῇ εἰς Αὐτὸν, καὶ μῆ κοινωνῆσαι τῇ πλάνῃ τῶν εἰδωλολατρῶν.
γνωσθέντες δὲ καὶ ἀχθέντες τῷ δυσσεβεῖ Ἰουλιανῷ, τύπτονται, καὶ ἥλοις
περονῶνται τοὺς ἀστραγάλους, καὶ λαμπάσι πυρὸς τὰς μασχάλας καταφλέγονται· καὶ
ταῦτα μὲν κοινῇ. Ἰδία δὲ ὁ Ἅγιος Μανουὴλ ὑποσχέσεις δεξάμενος παρὰ τοῦ μικροῦ
Βασιλέως Ἰουλιανοῦ καὶ παραινέσεις, καὶ μὴ πεισθεὶς θυσίαν προσενεγκεῖν τοῖς
εἰδώλοις, καθηλοῦται τὴν κεφαλὴν, καὶ ἀμφότερα τὰ νῶτα, καὶ καλάμοις εἱλιθεὶς
κατασφίγγεται, καὶ ἑτέροις ὀξέσι κατακεντᾶται βέλεσι, καὶ οὕτως ἅμα τοῖς δυσὶν
ἀδελφοῖς αὐτοῦ Σαβὲλ λαὶ Ἰσμαὴλ, ἐν τῷ πρὸς Θράκην τείχει, τῷ ἐπιλεγομένῳ
Κωνσταντίνου, ἐν τόπῳ κρημνώδει ἀπαχθέντες, τὰς κεφαλὰς ἀπετμήθησαν.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεὸς, ἐλέησον καὶ σῶσον ἡμᾶς.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν τῇ κτίσει.
Ἐπὶ
πέτραν, θείαν γνώσεως ἐρείσαντες, τὰς βάσεις ἔνδοξοι, τῶν καρδιῶν ὑμῶν, ἐχθρῶν
μηχανήμασιν οὐ παρετράπητε, ἀναμέλποντες· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς
εὐλογητὸς εἶ.
Διεχώρισεν,
ὑμᾶς ὁ ἀνομώτατος, τύραννος ἔνδοξοι, Σαβέλ τε καὶ Ἰσμαὴλ, ἀπάτῃ σκεπτόμενος,
ὑποσκελίσαι ὑμᾶς, ἀλλ’ ἀπέτυχε, καὶ γὰρ ὑμεῖς ὡράθητε, ἀδιάσειστοι γενάδαι.
Ἀλαμούνδαρος,
ὁ Ἄναξ τῶν Περσῶν ὑμῖν, ἐλθεῖν ἐκέλευσεν ὧς στρατηλάταις αὐτοῦ, εἰρήνην
βραβεύσασθαι πρὸς τὸν παράνομον, ὅστις ἥκιστα, εἰς νοῦν πρεσβείαν θέμενος, ὑπὲρ
πίστεως ἠρεύνα.
Θεοτοκίον.
Φωτεινότατον,
παλάτιον εὑράμενος, Θεὸς τὴν μήτραν σου, ταύτην καστῴκησεν, υἱοὺς ἐργαζόμενος
φωτὸς Πανάμωμε, τοὺς κραυγάζοντας· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἕτερος.
Θεοῦ συγκατάβασιν.
Ῥωννύμενος
σθένει σου, παντοδυνάμῳ ὁ Ἀθλοφόρος Χριστὲ, καὶ τελέσας τὸν δρόμον τοῦ
Μαρτυρίου γιγαντιαίῳ ποδὶ, καὶ σὺν Ἀγγέλοις σκηνώσας κραυγάζει σοι· εὐλογητὸς ὁ
Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Σιὼν
τὴν οὐράνιον, οἰκεῖς παμμάκαρ σὺν τοῖς Μαρτύρων χοροῖς, ἐλλαμπόμενος αἴγλη, καὶ
φωταυγίᾳ τοῦ ἀνεσπέρου φωτὸς, καὶ σὺν Ἀγγέλοις βοᾷς εὐφραινόμενος· εὐλογητὸς ὁ
Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Μετ’
ἦχου ἀπώλετο, τὸ παραβάτου οἰκτρὸν μνημόσυνον, κατὰ τὴν προφητείαν, πρὸς τὴν
Περσίδα θράσεως ἐγγίζοντος, καὶ γὰρ καιρίως ἐτρώθη ὁ δείλαιος, καὶ τὴν ἀθλίαν
οἰκτρῶς, ψυχὴν άπεχρέμψατο.
Θεοτοκίον.
Ὡς
ὄρθρος ἀνέτειλας, δικαιοσύνης ἥλιον ἔχουσα, τὸν ἐκ σκότους τὸν κόσμον, τῆς
ἀγνωσίας ἀποκαθαίρονται, θεογνωσίας ἀκτίσιν ᾧ ψάλλομεν· εὐλογητὸς ὁ Θεὸς ὁ τῶν
Πατέρων ἡμῶν.
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ.
Ἐλθόντες
εἰς τόπον τοῦ θανάτου, εὐθέως τὰς κεφαλὰς ἐναπετμήθητε, εἶτα θαῦμα γέγονεν,
ὄντως ὑπερένδοξον, ἡ γῆ γὰρ ἐναπέκρυψε, τὰ ὑμῶν σώματα, οἱ ἄπιστοι ἐν πίστει
ἐβόων· Μέγας Ὀρθοδόξων, Θεὸς εἰς τοὺς αἰῶνας.
Ἐκ
γῆς ἀναφύονται ὡς κρῖνα, σταλάζοντα εὐωδίας γλυκασμὸν, τὰ σεπτὰ σκηνώματα, τῶν
Μαρτύρων ἅπασι, ταῖς προσευχαῖς καπτόμενα, τῶν εὐσεβῶν συμπαθῶς, ἰάσεις τοῖς
νοσοῦσι δωροῦνται, ἵνα εὐλογῶσι Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὑμᾶς
τοὺς γενναίους Ἀθλοφόρους, Σαβὲλ, Ἰσμαὴλ, καὶ Μανουὴλ, τοὺς ἐκ Περσίδος
λάμψαντας, πρέσβεις πρὸς τὸν Κύριον, ἰσχυρωτάτους ἔχοντες, πόθῳ κραυγάζομεν·
τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε Αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Σαρκὶ
ἐνωθείς σοι κατ’ οὐσίαν, ὁ πᾶσι τὸ εἶναι παρεχόμενος, ὅλον μὲ ἀνέπλασεν, ὅλον
ἀνεκαίνισε, παλαιωθέντα Πάναγνε, ταῖς παραβάσεσι· διὸ σὲ τὴν Παρθένον ὑμνοῦμεν,
καὶ ὑπερυψοῦμεν εἰς πᾶντας τοὺς αἰῶνας.
Ἕτερος.
Ἐπταπλασίως κάμινον.
Ὦ
Μανουὴλ πολύαθλε, τὸν ἐν Χίῳ ἀθλήσαντα, πρόσφατόν σοι φίλον, καὶ κλεινὸν
ὁμώνυμον, τῇ σῇ χορείᾳ πρόσδεξαι, οὗτος γὰρ ὄντως ὑπὲρ Χριστοῦ, ὡς περικαλλὴς
ἀμνὸς ἐτμήθη τὴν κάραν· διὸ καὶ ὁμοφώνως, τῷ Θεῷ καὶ Δεσπότῃ, πρεσβεύσατε
σωθῆναι, ἡμᾶς τοὺς Ὀρθοδόξους.
Ὑπὲρ
ἡμῶν ἱκέτευε, Μανουὴλ τρισμακάριστε, τὸν Θεὸν τῶν ὅλων, τῶν θερμῶς τελούντων
σου, τὴν μνήμην τὴν πάντιμον, καὶ παναγίαν σου τελετὴν, ἔχων πρὸς Αὐτὸν,
μαρτυρικὴν παῤῥησίαν, προσάγειν ἱκεσίας, καὶ πληροῦν τὰς αἰτήσεις, τῶν πίστει
προστρεχόντων τῇ σκέπῃ σου τῇ θείᾳ.
Τῷ
Θρόνῳ παριστάμενος, τῆς Τριάδος τρισόλβιε, ἅμα τοῖς αρτύρων, ἱεροῖς
στρατεύμασιν, ἀγώνων τὰ ἔπαθλα, λαμβάνεις παρ’ αὐτῆς δαψιλῶς, καὶ νικητικὰ ὡς
Ἀθλητὴς τὰ βραβεῖα, δεχόμενος τρισμάκαρ, σὺν πολλῇ εὐφροσύνῃ, ὑμνεῖς τὸ θεῖον κράτος,
εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Νύμφη
Θεοῦ Πανάμωμε, τοὺς πρὸς σὲ καταφεύγοντας, τῆς αἰχμαλωσίας τῶν παθῶν ἐξάρπασον,
καὶ τὴν αὐτοδέσποτον ἐλευθερίαν Δέσποινα, ταῖς τῶν Ὀρθοδόξων Ἐκκλησίαις
παράσχου, ταῖς πίστει μελωδούσαις· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας
τοὺς αἰῶνας.
ᾨδὴ
θ΄. Ἅπας γηγενής.
Ἀγγελοι θαυμάζουσιν οὐρανόθεν, ὁρώντες
ὑμᾶς Ἅγιοι, καθυπομείναντες πάσας, τὰς τοῦ τυράννου βασάνους.
Δεῦτε
οἱ πιστοὶ, συμφώνως αἰνέσωμεν, τοὺς τρεῖς θεόφρονας, καὶ μεγίστους Μάρτυρας,
καὶ γὰρ τὰ σώματα αὐτῶν ἔδωκαν, βασανισταῖς οἱ ἔνδοξοι, καὶ ὑπομείναντες,
ὁλοψύχως, θάνατον ὠμότατον, τῆς ἀγήρω ζωῆς ἐκληρώσαντο.
Ἄνθρωποι ἐν ἄσμασιν εὐφημοῦσι, τὰ πάθη
ὑμῶν ἔνδοξοι, ἅ ὑπηνέγκατε ξένως, αὐτάδελφοι τρεῖς ὁπλῖται.
Πᾶντες
οἱ πιστοὶ, Σαβὲλ τὸν τρισόλβιον, σὺν Ἰσμαὴλ τῷ σοφῷ, καὶ τὸν παναοίδιμον,
ἐκείνων μείζονα καὶ αὐτάδελφον, τὸν Μανουὴλ ὑμνήσωμεν, δοξολογοῦντες αὐτοὺς,
κατὰ χρέος, χαίρετε αὐτάδελφοι, τῶν Περσῶν τὰ εὐώδη βλαστήματα.
Ἥρωες, ἐδείχθητε ἐν σταδίῳ, ἀθλοῦντες
καρτερώτατα, καὶ τοῦ τυράννου τὸ δόγμα, εἰς χάος καταβαλόντες.
Στήσατε
δεινὸν, βαρβάρων τὸν κλύδωνα, ἐπεγειρόμενον, πάντοτε τοῖς δούλοις ὑμῶν, τῆς
Ἐκκλησίας παύσατε σχίσματα, τοῖς ὑμνηταῖς βραβεύσατε, πταισμάτων ἄφεσιν,
εὐσεβέσι, νίκας χαριζόμενοι, κατὰ τῶν ἐναντίων ἑκάστοτε.
Θεοτοκίον.
Ἄπαντες, ἐν τῷ πανσέπτῳ τεμένει, τὴν
μνήμην ὑμῶν πάντιμοι, συναθροισθέντες τελοῦμεν, τῇ Θεοτόκῳ βοῶντες.
Σῷσόν
με Ἁγνὴ, Σωτῆρα κυήσασα, καὶ πανοικτίρμονα, οἴκτειρον τὸν δοῦλόν σου, πρὸς
μετανοίας ὁδοὺς κατεύθυνον, τοῦ πονηροῦ τὰ σκάνδαλα, ἐκ μέσου ποίησον, καὶ
ἐνέδρας, τῆς αὐτοῦ με λύτρωσαι, Θεοτόκε πιστῶν ἡ βοήθεια.
Ἕτερος.
Ἐξέστη ἐπὶ τοῦτω ὁ οὐρανός.
Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς Περσίδος,
ὁρμώμενον ὁπλίτην, τὸν καταβαλόντα τὸ φρύαγμα τυράννου.
Τὴν
πάνσεπτον Τριάδα συμβολικῶς, ἐξεικόνισας Μάρτυς πολύθλε, σὺ ἐκβοῶν, τύραννε οὐκ
οἶσθα ὅπως ἐσμὲν, εἷς τῷ ἑνὶ συνδούμενοι; Ἕκαστος δὲ πάλιν φρονοῦντες ἕν; Ὁρῶν
οὖν τὸ τριταῖον, ἡμῶν ὄν ἑνιαῖον, καὶ τῶν τριῶν ταχὺ ἀπόστηθι.
Μεγάλυνον ψυχήν μου, τὸν ὑπενεγκόντα,
βασάνους πολυτρόπους, καὶ ἀκλινῆ ὀφθέντα, τὸν Μανουὴλ τὸν μέγαν.
Ἐθέλχθης
τοῦ Δεσπότου ταῖς καλλοναῖς, ὧν οὐδὲν ὡραιότερον ἔνδοξε, καὶ τῆς αὐτοῦ σπεύδων
ἀπολαύειν διηνεκοῦς, καὶ εὐπρεποῦς λαμπρότητος, ξίφει ἐκτεμεῖν σου τὴν κεφαλὴν,
ἠρέθισας διώκτην, πυρούμενος τῷ πόθῳ, θεῖε Μανουὴλ τοῦ Κυρίου σου.
Κυρίου Ἀθλοφόρε, Μανουὴλ τρισμάκαρ,
πρέσβευε ἀπαύστως, ὑπὲρ τῶν ἐκτελούντων, τὴν πάνσεπτόν σου μνήμην.
Ὡς
μέγιστον τὸ κλέος σου Ἀθλητὰ, καὶ ἡ δόξα καὶ χάρις ἥν ἔλαβες, παρὰ Θεοῦ, πᾶσαν
ἐγκωμίων ὑπερνικᾶ, σύνθεσίν τε καὶ δύναμιν, λόγου ἐφυμνίου ἀλλ’ εὐμενῶς. τὸ
εὐτελές μου τοῦτο, δῶρον δέξαι καὶ δός μοι, ταῖς σαῖς πρεσβείαις τὴν
ἀντάμειψιν.
Θεοτοκίον.
Παντάνασσα Παρθένε, ἐλπὶς ἀπηλπισμένων,
ἱκέτευε σωθῆναι, τοὺς πίστει προσκυνοῦντας, τὸν ἄφραστόν σου Τόκον.
Σωτῆρα
ὡς τεκοῦσα καὶ Λυτρωτὴν, σωτηρίας με Κόρη ἀξίωσον, ἐπιτυχεῖν, Πάναγνε
πταισμάτων μου τὰς σειρὰς, ταῖς σαῖς πρεσβείαις λύουσα· πάντα γὰρ ὡς θέλεις νῦν
κατορθοῖς, ὡς φέρουσα ἐν κόλποις, τὸν πάντων Βασιλέα, τὸν ἀγαθότητι ἀσύγκριτον.
Ἐξαποστειλάριον.
Τοῖς Μαθηταῖς συνέλθωμεν.
Μανουὴλ
ὁ πανένδοξος, Ἰσμαὴλ ὁ γενναῖος, καὶ Σαβὲλ ὁ ἀείμνηστος, τοῦ Χριστοῦ τῇ ἰσχύϊ,
ἐνήθλησαν καὶ τὴν πλάνην, τοῦ τυράννου καθεῖλον, ὑπὲρ ἡμῶν πρεσβεύοντες, τῇ
Ἁγία Τριάδι, οὕς εὐσεβῶς, ἐγκωμίων ᾄσμασιν εὐφημοῦντες, φαιδρῶς πανηγυρίσωμεν,
τὴν σεπτὴν τούτων μνήμην.
Ἕτερον.
Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Μανουὴλ
τοὺ θεόφρονος, καὶ πανενδόξου Μάρτυρος, αὕτη ἐπῆλθεν ἡμέρα, τῆς πανηγύρεως ἥν
περ, λαμπρῶς νῦν ἑορτάσωμεν, ὑπὲρ Χριστοῦ γὰρ ἤθλησε, καὶ ἐγερθῶμεν τἀχιστα, ὦ
φιλομάρτυρες πᾶντες, πρὸς ἀρετῶν εὐκαρπίαν.
Θεοτοκίον.
Καὶ
σχετικῶς ἀσπάζομαι, καὶ πόθῳ τὴν προσκύνησιν, προσνέμω πίστει καὶ φόβῳ, τῇ
Παναχράντῳ καὶ Θείᾳ, Εἰκόνι Σου Πανάμωμε, ἀφ’ ἧς ψυχῶν ἐκβλύζουσι, καὶ τῶν
σωμάτων Δέσποινα, ἰάματα τοῖς ὑμνοῦσι, Σὲ Θεοτόκον κυρίως.
Αἶνοι.
Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου.
Ὦ
τοῦ παραδόξου θαύματος! ἐν οὐρανῷ καὶ ἐν γῇ, ἀγαλλίαμα σήμερον, ἐν τῇ μνήμῃ
ἤυγασται, Μανουὴλ τοῦ παμμάκαρος, ἐκ τῶν Ἀγγέλων, ἐπαίνοις στέφεται, καὶ ἐξ
ἀνθρώπων, ᾄσματα δέχεται· ὦ οἷον ἤθλησε, πῶς καλῶς ἠγώνισται, δι’ οὗ ἐχθρὸς,
πέπτωκεν ὁ δόλιος, Χριστοῦ νικήσαντος.
Πᾶσαν
τοῦ ἐχθροῦ τὴν ἔφοδον, καὶ τὰς τυράννους ὁρμὰς, καταλύσας τῇ χάριτι, τὸν τῆς
νίκης στέφανον, ἀνεδήσω πανόλβιε, τῆς ἀκηράτου ἀγαλλίασεως, καὶ τῆς ἀφράστου
καταξιούμενος, θείας ἐλλάμψεως, ἔνθα νῦν γενόμενος, ἁμαρτιῶν, αἴτησαι τὴν
ἄφεσιν, τοῖς εὐφημοῦσί σε.
Ὦ
τοῦ παραδόξου θαύματος! ὑπὲρ Χριστοῦ λογχευθεὶς, Μαμουὴλ ὁ τρισόλβιος, πρὸς
ἐχθροὺς ἑκάστοτε, ῥομφαία ὤφθη δίστομος, ἀποθέριζων, ἐχθρῶν γαυρίαμα, καὶ
καταράσσων, δαιμόνων φρύαγμα· ὦ ἐκβοήσωμεν, Μανουὴλ πολύαθλε, σκέπε ἡμᾶς, σοῦ
τὴν ᾀεισέβαστον, μνήμην γεραίροντας.
Πάθει
τὸ πάθος μιμούμενος, τὸ ζωηφόρον Χριστοῦ, παρ’ αὐτοῦ ἐνέργειαν, τῶν θαυμάτων
εἴληφας, Μανουὴλ ἀξιάγαστε, καὶ διαςῴζεις, τοὺς σοὶ προστρέχοντας, πολλῶν
κινδύνων, αὐτοὺς ῥυόμενος, ἔχων εὐάρεστον, παῤῥησίαν ἔνδοξε πρὸς τὸν Χριστὸν, ὦ
καὶ νῦν παρίστασαι, δόξης πληρούμενος.
Δόξα.
Ἦχος πλ. β΄.
Προοίμιον
τυπικῶς, τῆς τρισσοφεγγοῦς ὑμῶν ὁμονοίας, καὶ ἐν Χριστῷ μαρτυρίας τῆς ἀκηράτου
Τριάδος, καὶ ὑπερουσίου Μονάδος Ἀθληταὶ, οἱ ἐν Περσίδι ἄφλεκτοι συντηρηθέντες,
τρεῖς παῖδες γεγόνασιν· ὡς γὰρ ἐκεῖνοι φλογὸς κατετόλμησαν, εἰς Θεὸν μὴ
ὑβρίσαντες, οὕτω καὶ ὑμεῖς θανεῖν οὐ παρητήσασθε, μὴ ὑπενδότες τῇ τοῦ Χριστοῦ
ἀγαπήσει· ἀλλ’ ὡς ἐκείνους ὁ φανεὶς τέταρτος ἐν τῇ φλογὶ ἐδρόσιζεν, οὕτω καὶ
ὑμᾶς Χριστὸς, ὁ εἷς τῆς Τριάδος προσεδέξατο ἐν τόπῳ ἀναψύξεως, Μανουὴλ, Σαβὲλ,
καὶ Ἰσμαὴλ ὦ θεόληπτοι· πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Θεοτόκε
Σὺ ἡ ἄμπελος ἡ ἀληθινὴ, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· Σὲ ἱκετεύομεν,
πρέσβευε Δέσποινα, μετὰ τῶν Ἀθλοφόρων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς
ψυχὰς ἡμῶν.
Δοξολογία
Μεγάλη· Ἀπόλυσις.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν
ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐν
τῶ πανσέπτῳ καὶ ἁγίω τεμένει, συναθροισθέντες οἱ πιστοὶ ὁμοφρόνως, ἐκλιπαροῦμεν
πόθῳ ὑμᾶς Ἅγιοι, ῥύσασθε κολάσεων, καὶ παθῶν τρικυμίας, ὅπως μεγαλύνωμεν, τὰ
σεπτὰ ὑμῶν πᾶθη, ἅπερ ὑπέστητε, στεῤῥῶς ὑπὲρ Χριστοῦ, στεφανηφόροι ὁπλῖται
αὐτάδελφοι.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ
σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ άνάξιοι· εἰ μὴ γὰρ σὺ
προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; Τίς δὲ
διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους
σῴζεις ἀεὶ, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ
τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν
ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με
ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος
μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ
Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου.
Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι,
εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Ὁ Κανών.
ᾨδὴ
α΄. Ἦχος α΄. Πολλοῖ συνεχόμενος πειρασμοῖς.
Τάξεις
τῶν Ἀγγέλων ἐν οὐρανοῖς, ἔχοντες γενναῖοι, συμπολίτας ὑπὲρ ἡμῶν, πρεσβεύειν
ἀπαύστως τῷ κυρίῳ, μὴ διαλίποιτε ἔνδοξοι Μάρτυρες
Τριάδι
προσφεύγω μαρτυρικῇ, πειρασμοῖς ποικίλοις συνεχόμενος καὶ δεινοῖς, σὴν σκέπην
τριὰς καὶ προστασίαν, δός μοι ταχὺ, καὶ κακῶν με διάσωσον.
Ἡ
σεπτὴ πανήγυρις τοὺς πιστοὺς, πᾶντας συγκαλεῖται, τῶν Μαρτύρων ἡ τριφεγγὴς,
ῥυόμενο τούτους ἐκ κινδύνων, εὐωχηθῆναι πρὸς θείαν ἑστίασιν.
Ἡ
δεινὴ ἀσθένεια Ἀθληταὶ, ἐξ ἐμῶν πτασισμάτων, κατατρύχει με αὐστηρῶς· ταχέως οὖν
ταύτην ἐμοῦ πόῤῥῳ, νῦν ἐκδιώξατε δέομαι Μάρτυρες.
Νέμετε
πλουσίως τὰς δωρεὰς, χάριν εἰληφότες, τὴν τοῦ Πνεύματος Ἀθληταὶ, τοῖς πιστοῖς
καὶ τούτους ἐκ κινδύνων, τῶν πολυτρόπων ταχέως ἁρπάσατε.
Θεοτοκίον.
Τὴν
τῶν αὐταδέλφων τρισσολαμπῆ, ὑμνοῦμεν χορείαν, ὁμοφρόνως οἱ εὐσεβεῖς, σὺν τῇ
Θεοτόκῳ ἱκεσίαν, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ πρεσβεύουσαν.
ᾨδὴ
γ΄. Προστασίαν καὶ σκέπην.
Ὡς
αεἰφωτοι λύχνοι, ἐν οὐρανῷ λάμπετε, καὶ τὰς τῶν πιστῶν διανοίας καταφωτίζετε·
ὅθεν ἐν ᾄσμασιν, ὑμῶν τὴν μνήμην γενναῖοι, συνελθόντες ἅπαντες, πόθῳ
γεραίρομεν.
Ὥς
πολλὴν παῤῥησίαν, πρὸς τὸν Χριστὸν ἔχοντες, ὑπὲρ ὑγείας, τοῦ νοσοῦντος
καθικετεύσατε· ὅπως χαρᾷ ὑμῖν, εὐχαριστήριον ὕμνον, προσαγάγῃ Μάρτυρες, νόσου
λυτρούμενος.
Νικηταὶ
ἐν σταδίῳ, γενναιοφρόνωνς ἐδείχθητε, τὴν τοῦ παραβάτου, μανίαν κατατροπώσαντες·
ἀλλὰ προφθάσατε, καὶ τοὺς τελοῦντας προθύμως, τὰ ὑμῶν μνημόσυνα, ἐκ βλάβης
ῥύσασθε.
Μανουὴλ
ὦ γενναῖε, καὶ Ἰσμαὴλ πάνσοφε, σὺν Σαβὲλ τῷ θείῳ, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ
ἡμῶν πρὸς Κύριον, ὅπως εὕρωμεν λύσιν, ἁμαρτιῶν οἱ τρισάθλιοι, καὶ τῶν ἀγαθῶν
τὴν ἀπόλαυσιν.
Θεοτοκίον.
Ἀληθῆ
Θεοτόκον, ὁμολογῶ Δέσποινα, σὲ τὴν τοῦ θανάτου τὸ κράτος ἐξαφανίσασαν· ὡς γὰρ
φυσίζῳος, ἐκ τῶν δεσμῶν τῶν τοῦ ᾅδου, πρὸς ζωὴν ἀνήγαγες, εἰς γῆν με ῥεύσαντα.
Ἐκ
θλίψεως, καὶ ἐκ κινδύνων λυτρώσατε Ἀθλοφόροι, τοὺς τὴν θείαν μνήμην ὑμῶς θερμῶς
ἑορτάζοντες, ὡς ἔχοντες παῤῥησίαν μεγίστην.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Καθίσματα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τῇ
πίστει Χριστοῦ, τρωθέντες παμμακάριστοι, καὶ τούτου πιστῶς πιόντες τὸ ποτήριον,
τῶν Περσῶν σεβάσματα, καὶ τὸ θράσος εἰς γῆν κατεβάλετε, τῆς Τριάδος ἰσάριθμοι,
πρεσβείαις ποιοῦντες ὑπὲρ πάντων ἡμῶν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Πρεσβεία
θερμῆ, καὶ τεῖχος ἀπροσμάχητον, ἐλέους πηγὴ, τοῦ κόσμου καταφύγιον, ἐκτενῶς
βοῶμέν σοι, Θεοτόκε Δέσποινα πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ἡ μόνη
ταχέως προστατεύουσα.
ᾨδὴ
δ΄. Τῶν παθῶν μου τὸν τάραχον.
Ῥητορεύοντες
ὤφθητε, ἔναντι τυράννου ὑπὲρ τῆς πίστεως· διὸ δέχεσθε δεινότατα, Ἀθληταὶ
γενναῖοι κολαστήρια.
Ῥυπαρὸς
ὤν καὶ ἄσωτος, ψυχικοῦ ταράχου Ἅγιοι πέπλησμαι· ἀλλ’ αὐτοὶ ζάλην καὶ κίνδυνον,
καὶ τὴν ἀθυμίαν ἐκδιώξατε.
Τετραυμάτισμαι
βέλεσι, δεινοῖς ἰοβόλοις τοῦ πολεμήτορος· ὑμεῖς ἔνδοξοι αὐτάδελφοι, τούτου τῶν
παγίδων με λυτρώσατε.
Ὑμνωδίαις
καὶ ᾄσμασι, δεῦτε συνελθόντες τοὺς τρεῖς θεόφρονας, ὑπὲρ πίστεως ἀθλήσαντας,
ἅπαντες συμφώνως ἐπαινέσωμεν.
Ὑψιλόφρων
καθέστηκα, καὶ τῇ ἀσωτίᾳ ἀεὶ συμπέρφυμαι, καὶ τοὺς πόρνους ὑπερβέβηκα, τάχιον
Δεσπότην ἱλεώσατε.
Θεοτοκίον.
Ῥῦπος
ὅλος γεγένημαι, Μῆτερ τοῦ Κυρίου σύ με ἀπόπλυνον, καὶ τὴν σὴν χάριν παράσχου
μοι, τοῦ μὴ παροργίζειν τὸν Δεσπότην μου.
ᾨδὴ
ε΄. Ἔμπλησον Ἁγνή.
Ὦ
τρῖς Ἀθληταὶ, ὑπερένδοξοι αὐτάδελφοι! ἐπὶ τῇ παρουσίᾳ τῇ φοβερᾷ, τοῦ Ἰησοῦ μου,
ἐμοὶ τότε βοηθήσατε.
Νῶτα
ἀφειδῶς, καθηλοῦσθε γενναιότατοι, καὶ πᾶσαν βάσανον ὑπέστητε στεῤῥῶς, ὅθεν
πρεσβεύσατε, σωθῆναι ἡμᾶς Ἅγιοι.
Νέμετε
παντὶ, τὰς αἰτήσεις ὦ τρεῖς Μάρτυρες· διὸ καὶ τῇ τικτοῦσῃ νῦν ἀγαθὴν, δεινῶς ὠδινούσῃ,
ἐλευθερίαν δωρήσασθε.
Μὴ
μὲ Ἰησοῦ ἀποῤῥίψης ἐκ προςῶπου σου, διὰ τὸ μέγεθος τῶν σῶν οἰκτιρμῶν, ἀλλὰ δὴ
σῷσον, ἱκεσίαις τῶν Μαρτύρων Σου.
Θεοτοκίον.
Ἔμπλησον
Ἁγνὴ, εὐφροσύνης τὴν καρδίαν μου, τὴν Σὴν ἀκήρατον διδοῦσα χαρὰν, τῆς
εὐφροσύνης ἡ γεννήσασα τὸν αἴτιον.
ᾨδὴ
στ΄. Θανάτου καὶ τῆς φθορᾶς.
Λατρείαν,
τὴν εἰς Θεὸν ποθήσαντες, οὐδαμῶς ἐπτοήθητε βασάνους, ἀλλὰ στεῤῥῶς, ἐναντίον
τυράννου, ὁμολογήσαντες ταύτην ἐλάβετε, τὸν στέφανον ἐν οὐρανοῖς, καὶ εἰς
αἰῶνας ὡς ἥλιοι λάμπετε.
Λυτήριον,
τὴς ἐμῆς ἀσθενείας, ἔστι Μάρτυρες ἡ ὑμῶν προστασία, διὸ ταχὺ βαρυτάτην μου
νόσον, καὶ πυρετὸν τὸν ὀξὺν νῦν ἰάσατε, ὑπάρχετε γὰρ ἰατροὶ, τῶν προστρεχόντων
ὑμῖν θερμῶς ἄμισθοι.
Προστάτας,
πρὸς τὸν Θεὸν κεκτήμεθα, τοὺς λαμπροὺς ἐκ τῆς ερσίδος ἀστέρας, τὸν Ἰσμαὴλ, καὶ
Σαβὲλ τὸν γενναῖον, καὶ Μανουὴλ τὸν πολύαθλον Μάρτυρα· αἰνέσωμεν οὐκοῦν αὐτοὺς,
ὡς τῷ Θεῷ ὑπὲρ πάντων πρεσβεύοντας.
Ὡς
ἥλιοι, ταῖς ἀκτῖσι λάμπετε, τρεῖς αὐτάδελφοι στεῤῥοὶ ἐν βασάνοις, τὸν ῥυπαρὸν,
καὶ ἀχρεῖόν με ἄμφω, καθαρωτάταις ἀκτῖσι λαμπρύνατε, πρεσβεύοντες διηνεκῶς, ὅπως
λάβω πταισμάτων τὴν ἄφεσιν.
Θεοτοκίον.
Κυκλώσασαι,
αἱ τοῦ βίου με ζάλαι, ὥσπερ μέλισσαι κηρίον Παρθένε, καὶ τὴν ἐμὴν, κατασχοῦσαι
καρδία, κατατιτρώσκουσι βέλη τῶν θλίψεων, ἀλλ’ εὕροιμί σε βοηθὸν, καὶ διώκτην
καὶ ῥύστην Πανάχραντε.
Ἐκ
θλίψεως, καὶ ἐκ κινδύνων λυτρώσατε Ἀθλοφόροι, τοὺς τὴν θείαν μνήμην ὑμῶς θερμῶς
ἑορτάζοντες, ὡς ἔχοντες παῤῥησίαν μεγίστην.
Ἄχραντε,
ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον
ὡς ἔχουσα Μητρικὴν παῤῥησίαν.
Κοντάκιον.
Ἦχος β΄.
Ἀθλοφόροι
Χριστοῦ τρεῖς αὐτάδελφοι, τῆς Ἁγίας Τριάδος ἰσάριθμοι, μὴ παρίδητε δεήσεις
εὐσεβῶν, ἀλλὰ προφθάσατε ταχὺ, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων
ὑμῖν· ἔνδοξοι ὁπλῖται, πρεσβείας Θεῷ ποιεῖτε, ὅπως ῥυσθῶμεν τῶν δεινῶν, καὶ
πυρὸς τοῦ αἰωνίζοντος.
Εἶτα οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ
ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν (ιβ´ 8-12).
Εἶπεν
ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν
ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ
Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν
ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται
αὐτῷ· τῷ δὲ εἰς τὸ ἅγιον πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. Ὅταν δὲ
προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ
μεριμνήσητε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε· τὸ γὰρ ἅγιον πνεῦμα διδάξει ὑμᾶς
ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με...
Τοὺς
ὑπεραθλήσαντας, ἐν τῷ σταδίῳ γενναίως, Ὀρθοδόξων σύλλογος, ἐν ᾠδαῖς καὶ ᾄσμασιν
εὐφημήσωμεν, οὗτοι γὰρ πάντοτε, οὐ διαλείπουσι, τοῦ πρεσβεύειν πρὸς τὸν Κύριον,
ὅπως ἄν λάβωμεν [των ἁμαρτημάτων τὴν ἄφεσιν, τούτοις οὖν προσερχόμενοι, πίστει
τε καὶ πόθῳ προσείπωμεν· Μάρτυρες Κυρίου, αὐτάδελφοι τὰ ἄνθη τῶν Περσῶν, ὑπὲρ
ἡμῶν μὴ ἐλλείποιτε, πρεσβείαις ποιούμενοι.
ᾨδὴ
ζ΄. Τὴν ἡμῶν σωτηρίαν.
Λυτρωθῆναι
κινδύνων, τοὺς πιστῶς ἐκτελούντας τὴν θείαν μνήμην ὑμῶν, πρεσβεύσατε Κυρίῳ, ἵνα
πίστει καὶ πόθῳ, μεγαλύνωσι ψάλλοντες· ὁ ἐν Ἁγίοις θαυμαστὸς, Θεὸς εὐλογητός
εἶ.
Λοιμικῆς
ἀσθενείας, καὶ παντοίας με νόσου, λυτρώσατε Ἅγιοι, πρεσβεύοντες Κυρίῳ, ἵνα
ψάλλω ἐκ πόθου, καὶ κραυγάζω ἑκάστοτε· ὁ ἐν Ἁγίοις θαυμαστὸς, Θεὸς εὐλογητός
εἶ.
Ἐν
τῶ φόβῳ Κυρίου, ταπεινώσατε παῖδες, τὸ τῆς σαρκὸς φρόνημα, σκιρτῶν οἷά περ
πῶλος, ἀτάκτως τε βαδίζων, ἐν ἐμοὶ καὶ πρὸς βάραθρον, ζητοῦν κατακρημνίσαι, τὴν
ταπεινὴν ψυχήν μου.
Ἐν
ψυχῇ τεθλιμμένῃ, αἱ ἐπίτεκες πᾶσαι, ὑμῖν κραυγάζουσι· τρεῖς Μάρτυρες Κυρίου,
ἐκπέμψατε ἐν ὥρᾳ, τοῦ τεκεῖν τὴν βοήθειαν, δωροῦντες εὐτοκίαν, ἡμῖν
ἐγκυμονούσαις.
Ἱερεῖα
Κυρίῳ, τὰ σκηνώματα ὤφθη ὑμῶν μακάριοι, ἰάσεις νοσημάτων, κατ’ ἄμφω χορηγοῦντα,
τοῖς ἐν πίστει προστρέχουσι, καὶ μεγαλύνουσι πιστῶς, τὴν θείαν ὑμῶν μνήμην.
Ἱκετεύειν
μὴ παύσῃ, Μανουὴλ τὸν Δεσπότην, θερμῶς δεόμεθα, ὀργὴν Αὐτοῦ δικαίαν, εἰρήνῃ
μεταβάλλειν, καὶ αὐχμὸν λῦσαι τάχιστα, καὶ καρποφόρους ὑετοὺς, ἐκπέμψαι γῇ
διψώσῃ.
Θεοτοκίον.
Νοῦς
βροτῶν οὐκ ἰσχύει, οὐδὲ νόων αἱ τάξεις, Θεοκυήτορ Ἁγνὴ, τὸν Τόκον Σου νοῆσαι,
ὡς ξένον τι καὶ μέγα, διὸ πάντες κραυγάζομεν· εὐλογημένος ὁ καρπὸς, ἐστὶ τῆς
σῆς κοιλίας.
ᾨδὴ
η΄. Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους.
Ἡ
στεφηφόρος, τῶν αὐταδέλφων χορεία, οὐρανὸν σὺν Ἀγγέλοις οἰκοῦσα, τῷ Χριστῷ
πρεσβεύει, ὑπὲρ τῶν Ὀρθοδόξων.
Ἥκω
κηρύξων, τὴν πρὸς ἐμὲ προστασίαν, τῶν τριῶν αὐταδέλφων προθύμως, τῆς εὐχαριστίας,
μηδόλως δῶρον ἔχων.
Ναῷ
τῷ θείῳ, τῶν Ἀθλητῶν ὁ προστρέχων, εὐχερῶς τὰς αἰτήσεις λαμβάνει, εἰ μετ’
εὐλαβείας, αὐτοὺς ἐπικαλεῖται.
Τὰς
ἀλγηδόνας, ἅς ἐνεγκόντες εἰς τέλος, τῷ Χριστῷ ἠνέχθητε θυσίᾳ, πίστει Ὀρθοδόξῳ,
ὑμνοῦμεν εἰς αἰῶνας.
Τριὰς
Μαρτύρων, ἐν πᾶσι πάρεσό μοι, καὶ συνόδευσον ὁδοιποροῦντι, ἵνα εὐχαρίστως, ὑμνῶ
τὴν προστασίαν.
Θεοτοκίον.
Ῥαθυμοτόκους,
ἐκ τῆς ψυχῆς μου φροντίδος, ἀποσόβει πάντοτε Παρθένε, ἵνα τὸν Σὸν Τόκον, ἐν
προθυμίᾳ μέλπω.
ᾨδὴ
θ΄. Ῥοήν μου τῶν δακρύων.
Ἰδεῖν
Χριστοῦ τὸ κάλλος, ὄντως τὸ ὡραῖον, καὶ τῆς γλυκείας ἀκτῖνος καὶ αἴγλης αὐτοῦ,
κατακρυφῆσαί με Ἅγιοι ἱκετεύσατε.
Ἀθλήσαντες
γενναίως, δέχεσθε δικαίως, παρὰ Χριστοῦ τὰ βραβεῖα πανένδοξοι, τὸν παραβάτην
καιρίως κατατροπώσαντες.
Δεήθητε
Κυρίου, τρεῖς λαμπροὶ ἀστέρες, ὑπὲρ τῶν πίστει τελούντων τὴν μνήμην ὑμῶν, τοῦ
λυτρωθῆναι κινδύνων καὶ περιστάσεων.
Δεήσεσι
Μαρτύρων, κεραυνοῦ φρικώδους, καὶ αἰφνιδίου θανάτου με ῥῦσαι Χριστὲ, μεταβαλὼν
ἐν εἰρήνῃ, σὴν ἀγανάκτησιν.
Θεοτοκίον.
Ἀθλίως
ὑπὲρ πᾶντας, βίον μου παρῆλθον, ἐν ἀσωτίᾳ μεγίστῃ Παρθένε Ἁγνὴ, ἀλλὰ σὺ δός μοι
μετάνοιαν καὶ διόρθωσιν.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Τοὺς
ἐκ τῆς Περσίδος τρεῖς φαεινοὺς, ἀστέρας ἐν ὕμνοις, ἀυταδέλφους καὶ Ἀθλητὰς,
Μανουὴλ τὸν μέγαν, καὶ Σαβὲλ τὸν γενναῖον, σὺν Ἰσμαὴλ τῷ θείῷ, πᾶντες
τιμήσωμεν.
Ὤσπερ
ὁ Χριστός μου καὶ Ποιητὴς, τὴν πλευρὰν ἐνύγη, καὶ τὸ Σῶμα τὸ ζωηρὸν, οὗτω καὶ ὁ
Μέγας, Μανουὴλ ὁ πολύτλας, πλευρὰς τὰς μακαρίας, λόγχαις τιτρώσκεται.
Δέξαι
ὦ πανθαύμαστε Μανουὴλ, λιτὰς τῶν σῶν δούλων, ἅς ἐκ στόματος ῥυπαροῦ, καὶ
γλώττης βεβήλου, προσάγομεν αἰτούντες, ἁμαρτημάτων λύσιν τῇ μεσιτείᾳ σου.
Ὡς
ἀστὴρ ἐξέλαμψας φαεινὸς, ἐκ τῆς τῶν Χαλδαίων, τῶν Μαρτύρων ἡ καλλονὴ, ὦ Σαβὲλ
τρισμάκαρ, καὶ πάντας καταυγάζεις, τοὺς σὲ ἀνευφημοῦντας καὶ μεγαλύνοντας.
Φύλαττε
σοὺς δούλους ὦ Ἰσμαὴλ, Μάρτυς τοῦ Κυρίου, τοὺς τιμῶντάς σε εὐλαβῶς, πίστει τε
καὶ πόθῳ, τελοῦντάς σου τὴν μνήμην, ἀπὸ παντοίας βλάβης καὶ περιστάσεως.
Ἴσαυρε
διάκονε τοῦ Χριστοῦ, Φήλιξ, Περεγρῖνε, Ἰννοκέντιε Ἀθληταὶ, σὺν τῷ Βασιλείῳ, καὶ
τῷ θείῳ Ἑρμείᾳ, πρεσβεύσατε σωθῆναι ἡμᾶς τοὺς Ὀρθοδόξους.
Ἀπὸ
σῶν αἱμάτων ἀθλητικῶν, αὔρας μυριπνόους, αἰσθανόμενοι ἐν τῷ σῷ, Ἴσαυρε τεμένει,
λαμβάνομεν ἰάσεις, ψυχῶν τε καὶ σωμάτων, ὅθεν τιμῶμέν σε.
Μανουὴλ,
Σαβέλ τε σὺν Ἰσμαὴλ, Φήλικα Ἰσαύρῳ, Περεγρῖνον καὶ Μανουὴλ, σὺν Ἰννοκεντίῳ
Ἑρμείᾳ Βασιλείῳ, Ὑπάτιον αἰνοῦμεν καὶ Βησσαρίωνα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε
τοὺς μεγίστους Ἀθλητὰς, Μανουὴλ, Σαβὲλ, Ἰσμαήλ τε ἀνευφημήσωμεν· δεῦτε πᾶς
ὁμώνυμος, καὶ πᾶς ὀρθόδοξος, εὐλαβῶς προσκυνήσαντες, τὴν τούτων Εἰκόνα, πόθῳ
ἀσπασώμεθα, τούτους δοξάζοντες, ὕμνοις καὶ ᾠδαῖς ἐγκωμίων· οὗτοι γὰρ
πρεσβεύουσιν ὄντως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν ἑκάστοτε.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου